In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Ammonius
Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.
Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως.
Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν᾿, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ἀνοματοθέτης. τέλειον δέ, φησίν, κλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρθρωμένα ἔχοντα τὰ λήμματα᾿, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦν· τες ὅροι τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν. [*](3 οὐδὲν P 5 προστεθεῖσα P 13 τοῖς τοϊκοις P διαφορουμένων P 18 μόνων addidi cf. p. 30,24 20 περιττὸν] ὁ in ras. P1 22 ἀνελλειπές] λ alterum in ras. P 23 ante τέλειον 1—2 litt. eras. P 25 μετὰ τὸ ὁρίσαι τοῖς προειρημένοις P pr. 28 φησιν prius deleverim)
Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέθετο, ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν | περὶ ὧν λέγει· [*](f. 110v) περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπιγχειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄνθρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ [*](10 λογικὸν—ἵππος P 11 τὸν P 13 εἰ addidi 15 ἀντικστρέφα (sic) P 16 οὐκ P 17 τῷ alt. addidi 18 τῶν ὅρων scripsi: τοῦ ὅρου P 23 immo τοῖς προειρημένοις cf. p. 22,13 32,25 25 ἄνω] p. 15,1 sq. 26 ἐν alt. superscr. ’ 35 ἐν scripsi: ἐὰν P 37 τὸ alt. superscr. P 38 κατηγορουμένου scripsi : εἰρημένου P)
Ἐπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ὥως τοῦ καὶ τὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπῳ.
Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής, καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλο- γισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶιον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐνταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σαφέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ [*](4 ἐάσας scripsi: ἐᾶσαι P 13 <καὶ> κατὰ conicio 15. 16 καθουδενὸς 16 τετράπονν—τέτραπον (sic) P 18 ἐπεὶ δὲ Arist. 23 ἄνω] p. 24 b 22—25 25 εἰρήκαμεν] p. 33,4 sq. 26 οἱ scripsi: οἷον P 27 ἀντιτροφη P 29 τῶν συλλογισμὸν P 33 ἐρεῖ] c. 41 p. 49 b 33—50 a 4 34 πρὸς τὸ P ἐν δὲ τοῖς μέσοις] c. 29 p. 45 a 23 sq.)
ΕΙΣ ΤΟΥΣ ΑΝΑΓΚΑΙΟΥΣ ΣΥΑΛΟΓΙΣΜΟΥΣ.
Τὸν αὐτὸν δὲ τρόπον ἕως τέλους τῶν τριῶν σχημάτων. Μετὰ τοὺς ὑπάρχοντας [*](f. 226r) συλλογισμοὺς τοὺς ἀναγκαίους παραδίδωσιν, ἐπειδὴ πολλὴ συγγένεια τῷ ὑπάρχοντι πρὸς τὸ ἀναγκαῖον· καὶ γὰρ τὸ ὑπάρχον, ἔστ’ ἂν ὑπάρχῃ, ἀναγκαῖόν ἐστιν· καὶ αἱ ἀντιστοφαὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ὁμοίως ἔχουσι. καὶ διὰ τοῦτο καὶ οἱ συλλογισμοὶ σχεδὸν ὁμοίως ἔχουσιν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου. τὸ δὲ σχεδὸν διὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· οὗτοι γὰρ ἐπὶ ὑπάρχοντος δι’ ἀντιστροφῆς μὲν οὐκ ἐδείκνυντο, δι’ ἀδυνάτου δὲ καὶ δι’ ἐκθέσεως, καὶ ἡ δι’ ἀδυνάτου καὶ δι’ ἐκθέσεως πίστις ἐπὶ τῶν ἄλλων περιουσιαστικὴ οὖσα ἐπὶ τούτων ἀναγκαία ἐγίνετο· ἐπὶ δὲ τοῦ ἀναγκαίου δι’ ἀδυνάτου οὐ δείκνυνται, ἐπειδὴ ἐν τῷ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ αἱ ἀντιφάσεις λαμβάνονται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· καὶ διὰ τοῦτο εἰς μῖξιν ἐμπίπτομεν ἐνδεχομένου καὶ ἀναγκαίου, ἣν οὔπω ἴσμεν τί συνάγει. δι’ ἐκθέσεως δὲ μόνης δείκνυνται, καὶ ἡ δι’ ἐκθέσεως πίστις ἐπὶ τοῦ ὑπάρχοντος κατὰ τοὺς εἰρημένους τρόπους περιουσιαστικὴ οὖσα ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γίνεται. δείκνυνται δὲ δι’ ἐκθέσεως τὸν τρόπον τοῦτον. ἔστω γὰρ ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος· τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ Γ ἐξ ἀνάγκης οὐ παντί· λέγω ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, ἔστω τὸ Δ ὑπὸ τὸ Γ, ᾧ οὐδενὶ τὸ Α ὑπάρχει· | ἐπεὶ οὖν [*](f. 226v) τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Δ ἐξ ἀνάγκης οὐδενί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ δευτέρου σχήματος τὸ Β τῴ Δ ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Δ τι Γ ἐστίν· τὸ Β ἄρα ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ· ὅπερ ἔδει δεῖξαι. ἀλλὰ δὴ ἔστω ὁ πέμπτος τρόπος πος τοῦ τρίτου σχήματος, καὶ τὸ μὲν Α ἐξ ἀνάγκης τῷ Γ οὐ παντί, τὸ δὲ Β τῷ ἐξ ἀνάγκης παντί· λέγω ὅτι τὸ A τῷ Β ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α τινὶ τῶν ὑπὸ τὸ Γ, οἷον τὸ Δ, οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ δὖν τὸ μὲν Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ 13 τῷ Δ ἐξ ἀνάγκης παντί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ τρίτου σχήματος τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί.
p. 29b29 Ὅτι ἕτερον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. τὸ γὰρ ἐνδεχόμενον οὔτε ὑπάρχει οὕτε ἀναγκαῖόν ἐστιν, μέλλει δὲ ὑπάρχειν· καὶ τὸ ὑπάρχον ἐκβὰν ἐνδεχόμενόν ἐστιν καὶ ταύτῃ διαφέρει τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου.
p. 29 b 32 Ὅτι ἕτεροι καὶ οἱ συλλογισμοὶ τῶν τριῶν τῷ τὰς προτάσεις καὶ τὰ συμ- περάσματα ποτὲ μὲν τοῦ ὑπάρχοντος εἶναι ποτὲ δὲ τοῦ ἀναγκαίου ποτὲ δὲ τοῦ ἐνδεχομένου.
p. 30 a 2 Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστέφει. ἀλλὰ καὶ τὸ κατηγορικόν· καὶ πλέον τὸ κατηγορικόν· τοῦτο γὰρ ὁμοίως ἐπὶ τῶν τριῶν ἀντιστρέφει· τὸ δὲ στερητικὸν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου μόνον ὁμοίως ἀντιστρέφει, ἄλλως δ’ ἐπὶ ἐνδεχομένου. καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν.
p. 30a13 Ἐν τῷ οἰκείῳ σχήματι, εἰ καὶ μὴ ἐν τῷ οἰκείῳ τρόπῳ.
Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου.
[*](4 τῶ ἀναγκαίῳ P pr., corr. P1 7 τὸν πέμπτον scripsi: τοῦ E P 10 δείκνυται Ppr., ν superscr. P1 13 et 15 δείκνυνται scripsi cf. vs. 8. 10: δείκνυται P 24 an τῷ ΔΡ)Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιόν ποιῷ, εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν, δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ [*](f. 227r) ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἡ τοῦ ὑπάρχειν εἶναι ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τό ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς.