In Aristotelis Libros De Generatione Et Corruptione Commentaria

John Philoponus

John Philoponus. Ioannis Philoponi in Aristotelis libros de generatione et corruptione commentaria (Commentaria in Aristotelem Graeca 14.2). Vitelli, Girolamo, editor. Berlin: Reimer, 1897.

1

Διαλαβὼν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων, λέγω δὲ ὕλης καὶ εἴδους, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων, τόπος δὲ ταῦτα καὶ χρόνος καὶ κίνησις, σκοπὸν ἔθετο λοιπὸν ἐν ταῖς ἐφεξῆς πραγματείαις περὶ αὐτῶν τῶν φυσικῶν πραγμάτων διαλαβεῖν. τῶν δὲ φυσικῶν πραγμάτων τὰ μὲν ἀγένητά ἐστι καὶ ἄφθαρτα, τὰ δὲ γενητὰ καὶ φθαρτά· τῶν δὲ ἀφθάρτων καὶ ἀιδίων τὰ μὲν καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶν ἀίδια, καθάπερ τὰ οὐράνια, τὰ δὲ κατὰ μὲν τὴν ὁλότητα ἀίδια κατὰ δὲ τὰ μέρη γενητὰ καὶ φθαρτά. οἷά ἐστι τὰ τέσσαρα στοιχεῖα. περὶ μὲν οὖν τῶν ἐν τοῖς φυσικοῖς ἀιδίων, τῶν τε κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη καὶ τῶν κατὰ τὴν ὁλότητα μὲν τοιούτων κατὰ δὲ τὰ μέρη φθαρτῶν, ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ διέλαβεν. οὐδὲ γάρ, ὡς ἄν τις οἴοιτο, ἀσύμφωνος ἡ περὶ τῶν τεσσάρων στοιχείων διδασκαλία τῇ περὶ οὐρανοῦ ὑποθέσει, τῆς τοῦ οὐρανοῦ προσηγορίας τὸν πάντα κόσμον δηλούσης παρὰ τοῖς παλαιοῖς. ἐν γοῦν Τιμαίῳ φησὶν ὁ Πλάτων “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἄν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”, καὶ ἐν Πολιτικῷ “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”. ὥστε καὶ Ἀριστοτέλης “Περὶ Περὶ οὐρανοῦ” ἐπιγράψας οὐ τὰ ἄνω σώματα μόνον, ἀλλὰ πάντα κόσμον ἐσήμανεν. ἐν μὲν οὖν ταύτῃ, καθὼς εἴρηται, τῇ πραγ- [*](Refertur ex GRTZa; de ceteris, velut FSV, tester quae diserte adnotabo 1. 4 titulum om. Z: ἰω(??) σχολαστικοῦ ἀλεξανδρέως σχολαστικαὶ et mox ἐπιγνώσεων (pro ἐπιστάσεων) R, qui Ἀριστοτέλους om. 6 καὶ περὶ Za: καὶ om. GRT 11 καὶ (post μὲν) om. Za 14 καὶ κατὰ τὰ μέρη a 16 ante οὐρανοῦ lac. Ill litter. T οὐδὲν γὰρ GTa 17 18 διὰ τὴν τοῦ οὐρανοῦ προσηγορίαν et mox δηλοῦσαν a 19 τῷ τιμαίῳ a 19 sqq. Πλάτων Tim. p. 28 B; Politic, p. 269 D 19 ἢ καὶ ἄλλο Plato 19. 20 ἄλλο τί ποτε RZ (Simplic. De cael. p. 1,7 Heib.; at cf. ib. p. 281,17) 20 ὀνομασθῶ R 21 δὲ Plato 22. 23 fort. ἀλλ’ ἅπαντα)

2
ματείᾳ περὶ τῶν ὁπωσποτεοῦν λεγομένων ἀιδίων διαλαμβάνει, ἐν δὲ ταῖς [*](1r) ἑξῆς περὶ τῶν ὑπολοίπων, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ πάντων τῶν παρακολουθούντων αὐτοῖς. πάλιν δ’ αὖ τῶν παρακολουθούντων τοῖς ἐν γενέσει καὶ φθορᾷ πράγμασι τὰ μὲν κοινῶς πᾶσιν αὐτοῖς παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδία τισὶ παρακολουθούντων τὰ μὲν τοῖς περὶ γῆν ἰδίᾳ παρακολουθεῖ, τὰ δὲ τοῖς ὑπὲρ γῆν, τουτέστι μεταξὺ γῆς καὶ οὐρανοῦ, ἅπερ καὶ μετέωρα καλεῖται· καὶ τῶν περὶ γῆν τὰ μὲν ὡς ἐμψύχοις παρακολουθεῖ, τὰ δὲ ὡς ἀψύχοις· καὶ τῶν ὡς ἐμψύχοις τὰ μὲν ὡς αἰσθητικοῖς, τὰ δὲ ὡς ἀναισθήτοις. ἀκολούθως τοίνυν τῇ διαιρέσει ταύτῃ ὁ Ἀριστοτέλης καὶ τὰς φυσικὰς αὑτοῦ πραγματείας διεῖλεν. ὥσπερ γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων διέλαβεν, οὕτως ἐν τῇ προκειμένῃ πραγματεία περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ διαλέξεται, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ὑπὲρ γῆν συνισταμένων καὶ τῶν παρακολουθούντων αὐτοῖς διέλαβεν, ἐν δὲ ταῖς Περὶ ζῴων πραγματείαις περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς (πλεῖσται δὲ αὗται διὰ τὸ πολυειδὲς τῆς τῶν ζῴων φύσεως), ἐν δὲ τοῖς Περὶ φυτῶν περὶ τῶν ἐμψύχων μὲν οὐκ αἰσθητικῶν δέ, περὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῶν μετάλλων καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεωρολογικῶν.

Ἡ μὲν οὖν διαίρεσις τῶν φυσικῶν πραγμάτων καὶ τῶν εἰς ταῦτα πραγματειῶν τοῦ Ἀριστοτέλους, ὡς συντόμως εἰπεῖν, αὕτη ἐστίν. ἀλλ’ ἐπειδὴ πολλή ἐστι τῆς παρούσης πραγματείας ἡ συνέχεια πρὸς τὴν Περὶ οὐρανοῦ, ὡς δηλοῖ ὁ “δέ” σύνδεσμος ὁ κατὰ τὸ προοίμιον (φησὶ γὰρ περὶ δὲ γενέσεως καὶ φθορᾶς) ὡς πρὸς τὸν “μέν” ἀποδεδομένος τὸν ἐν τῷ πέρατι τῆς Περὶ οὐρανοῦ τεταγμένον (ἔστι γὰρ συνέχεια μία λόγου συναπτόντων ἡμῶν τῷ ἐκείνης πέρατι τὸ ταύτης προοίμιον τοῦτον τὸν τρόπον “περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω ἡμῖν τοῦτον τὸν τρόπον, περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων” καὶ τὰ ἑξῆς), ἐπεὶ τοίνυν, ὡς δέδεικται, συνεχὴς ἡ παροῦσα πραγματεία καὶ ἐκείνη, εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι τῶν ἐν τῇ Περὶ οὐρανοῦ διδασκομένων, ἀλλὰ κεφαλαιωδέστερον ἐπιδραμεῖν τοῖς ἐκεῖσε γυμναζομένοις.

Ἰστέον τοίνυν ὅτι κατὰ μὲν τὰ πρῶτα δύο βιβλία διαλέγεται περὶ τῶν ἀιδίων, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν γινομένων καὶ φθειρομένων. [*](1 ταῖς] τῆς a 2 λέγων G1T1 3 δ’ αὐτῶν RZ 4 πᾶσιν om. Z 5 παροκολουθούντων a 6 τουτέστι τοῖς μεταξὺ a 9 ὁ om. a 10 καὶ om. Z, qui mox καὶ pro γὰρ αὐτοῦ libri 12 κοινῇ om. Z 14 διέλαβεν] διαλήψεται a 15 αἰσθητοῖς R 16 αὗται καὶ διὰ R 18 τῶν (ante μετάλλων) om. (G)a 19 ταῦτα Z: ταύτας cett. 21 post παρούσης add. τοιαύτης GT, ταύτης a ἡ τοιαύτη συνέχεια Z 22 ὁ alteram om. a 23 φασὶ GT1 23. 24 ἀποδεδομένον R 27 διορίσθω RZ τοῦτον ἡμῖν τὸν τρόπον Ar. p. 313 b 22 28 γενομένων Z φθειρομένων R: φθειρομένων ὁμοίως Z: φθειρομένων τὸ ὁμοίως ἀντὶ τοῦ καθῶν (καθ᾿ ὧν T: immo καθόλου cl. p. 7, 11) ὁμοίως GT: φθειρομένων ὁμοίως κατὰ πάντων, ἀντὶ τοῦ κατὰ πάντων ὁμοίως a 29 ἐκείνοις Z: ἐκείνην (om. εὔλογον) R 30 ἀνἐνοήτους R 31 μναζομένοις R 32 βυβλία et mox βυβλίῳ etc. constauter a)

3
ἀλλ’ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ζητεῖ περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος, [*](1r) καί φησιν ὅτι ἑτέρα παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὴν φύσιν, ἀγένητος οὖσα καὶ ἄφθαρτος οὐ μόνον κατὰ τὴν ὁλότητα ἀλλὰ καὶ κατὰ τὰ μέρη, οὐδεμίαν ἐπιδεχομένη μεταβολὴν πλὴν τῆς κατὰ τόπον. ζητεῖ δὲ καὶ πότερον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, καὶ ἀποδείκνυσιν ὅτι πεπερασμένον ἄλλοις τε πολλοῖς καὶ ἀστείοις λόγοις καὶ ἑνὶ τοιούτῳ, φάσκων ὅμοιον εἶναι ἄπειρον λέγειν πῆχυν καὶ κύκλον ἄπειρον· ὥσπερ γὰρ πῆχυν εἰπὼν μεμετρημένον τι λέγει καὶ πεπερασμένον, οὕτω καὶ ὁ κύκλον εἰπὼν σχῆμά τε ὀνομάζει καὶ συναναλαμβάνει τῇ τούτου ἐννοία τὰ πέρατα. δείξας τοίνυν ὅτι πεπερασμένον ἐστὶ τὸ τοῦ οὐρανοῦ σῶμα, ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὐδέν ἐστιν ἔξωθεν αὐτοῦ μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν· οὐδὲ γὰρ ἐν | τόπῳ, φησί, τὰ ἐκεῖ πέφυκεν, οὐδὲ 1v χρόνος αὐτὰ ποιεῖ γηράσκειν. ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ βιβλίῳ διδάσκει, κατὰ δὲ τὸ δεύτερον περὶ τοῦ σχήματος τοῦ παντὸς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων ὅτι σφαιροειδές ἐστι, καὶ τῆς κινήσεως τῆς τούτων ὅτι κυκλοφορητική. ἐπὶ τούτοις λοιπὸν περὶ τῆς ὁλότητος τῶν τεσσάρων στοιχείων διδάσκει, ζητῶν καὶ τούτων τὸ σχῆμα καὶ δεικνὺς αὐτὸ σφαιρικὸν εἶναι. περὶ δὲ τῆς γῆς πολὺν καταβάλλεται λόγον, ζητῶν τέσσαρά τινα, τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν. τὸ μὲν μέγεθος ὅτι οὐχ ὥσπερ οἱ πολλοὶ νομίζουσιν ἄπειρον ἔχει μέγεθος ἀλλ’ ἔστι πεπερασμένη καὶ τῶν πλείστων σχεδὸν δὲ πάντων τῶν ἀστέρων πλὴν τῆς σελήνης ἐλάττων, τὸ δὲ σχῆμα δείκνυσι καὶ αὐτὸ σφαιροειδὲς ὄν, τὴν δὲ θέσιν ὅτι μέση τέτακται οὐ βίας δεομένη πρὸς τὸ ἀνέχεσθαι, ὡς ἄν τις οἴοιτο, ἀλλὰ τοὐναντίον βίας δεομένη πρὸς μετάστασιν τῆς μέσης χώρας, ἀκίνητος οὖσα ἐν τῷ οἰκείῳ τόπῳ. τοσαῦτα τοίνυν ζητήσας περί τε τοῦ οὐρανοῦ καὶ τῆς τῶν τεσσάρων στοιχείων ὁλότητος, καθ’ ἃς ἀγένητά ἐστι καὶ ἄφθαρτα, διὰ τοῦ πρώτου καὶ δευτέρου βιβλίου, λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι περὶ τῶν τεσσάρων στοιχείων, καθ’ ὃ γενητά ἐστι καὶ φθαρτά (ἔστι δὲ τοιαῦτα δηλονότι κατὰ τὰ μέρη. ἐκ γὰρ τῶν μερῶν τῶν στοιχείων γίνεται τὰ γινόμενα, καὶ εἰς ταῦτα φθείρεται τὰ φθειρόμενα), μέλλων οὖν περὶ τῶν γινομένων καὶ φθειρομένων μένων διαλαβεῖν ἐκ τίνων καὶ πόσων ἐστὶ στοιχείων, πρῶτον ζητεῖ εἰ ὅλως ἐστὶ γένεσις· μήποτε γὰρ οὐκ ἔστιν ὅλως γένεσις, ὥσπερ οἱ ὑποτιθέμενοι μηδεμίαν εἶναι κίνησιν μηδὲ μεταβολήν, καθάπερ οἱ περὶ Παρ μενίδην. καὶ δείκνυσιν εἶναι γένεσιν, τὸ μὲν ἀνελὼν καὶ λύσας τὰς κατὰ τῆς γενέσεως φερομένας ἀπορίας, τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος [*](2 ἕτερα omissis παρὰ τὰ τέσσαρα (sed in mrg. ἑτέρα πρ Δ τὰ) T: ἑτέρα π τὰ ἕτερα R 6 ἀστέοις 6 τοιούτων Z 7 γὰρ om. GT1 8 πεπερατωμένον R; ceterum cf. Philop. Phys. p. 438,8 sqq. 9 τε] τι a 13 ποιεῖν T 13. 14 ταῦτα — δισάσειν om. Z 15 καὶ τῆς R: τῆς GTZ : καὶ περὶ τῆς a, 16 περὶ] επὶ R 19 et 23 θέσιν] σύνθεσιν Z 21 πεπερασμένον Z 23 ὄν om. a 23.24 πρὸς — δεομένη om. Z 26 ἃς] immo ἣν 28 διδάξειν a στοιχείων γίνεται Z 30 μερῶν] μέτρων R 30. 31 γίγνεται et γιγνόμενα et γιγνομένων a 32 διαλήψεσθαι a 36 ἐνερ γ R: ἐνεργεία Za)
4
τῶν γινομένων καὶ φθειρομένων. ὅλως τε δὴ ἐζήτησε πόθεν ποτ’ εἰς [*](1r) ἔννοιαν ἦλθον τοῦ οἴεσθαι μὴ εἶναι γένεσιν οἱ τοῦτο ἀποφηνάμενοι, καί φησιν ὅτι πεπεισμένοι εἶναι ἐν τοῖς πράγμασιν ἐπιστήμην, ταύτην δὲ ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων εἶναι λέγοντες, ὑπέθεντο ἑστῶτα εἶναι πάντα τὰ ὄντα. ὁ δὲ πρὸς ταῦτα δέδειχεν ὅτι καὶ ἐπιστήμη ἐστὶ καὶ αὕτη ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων τυγχάνει, καὶ ὅμως οὐκ ἀναγκαζόμεθα τὴν κίνησιν ἀνελεῖν πάντα ἑστῶτα ὑποθέμενοι. ἐνδέχεται γὰρ τῶν πάντων τὰ μὲν ἑστῶτα ὑποτίθεσθαι καὶ ἀίδια, ὧν ἡ ἐπιστήμη, τὰ δὲ γενητὰ καὶ φθαρτά, ἐν οἷς ἡ κίνησις. καὶ ἐν αὐτοῖς δὲ τοῖς γενητοῖς ἔστι τι ἑστὼς καὶ μένον καθ’ ὃ καὶ ἐπιστήμη αὐτῶν ἐστι, λέγω δὲ τὸ εἶδος· τῶν γὰρ κατὰ μέρος φθειρομένων καὶ μεταβαλλόντων τὸ εἶδος ἀεὶ κατὰ διαδοχὴν φυλάττεται. διὰ τούτων τοίνυν καὶ τῶν τοιαύτων δείξας ὅτι ἔστι γένεσις καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ζητεῖ ἐκ τίνος γίνεται τὰ γινόμενα, ἆρα ἐξ ἀσωμάτου τινὸς ἢ ἔκ τινος σωματικοῦ στοιχείου, καὶ δείκνυσιν ὅτι οὐκ ἐξ ἀσωμάτου. δυοῖν γὰρ ὄντων ἀτόπων θάτερον ἐξ ἀνάγκης ἕψεται· ἢ γὰρ κενὸν ἔσται ὃ καταλήψεται τὸ ἐξ ἀσωμάτου γινόμενον ἤ, εἴπερ οὐκ ἔστι τόπος κενός, σῶμα διὰ σώματος διελεύσεται. λείπεται οὖν ἐκ σωματικοῦ στοιχείου γίνεσθαι τὰ γινόμενα. ἔνθα καὶ τὸ στοιχεῖον ὁρίζεται φάσκων στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ σύνθετα σώματα διαλύεται, ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ τοῦτο γὰρ ὁποτέρως ἔχει τέως ἀμφισβητήσιμον), αὐτὸ δὲ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει. ἀμφισβητήσιμον δὲ τέθεικε τὸ εἴτε ἐνεργείᾳ εἴτε δυνάμει ἐνυπάρχειν τὸ στοιχεῖον, διὰ τὸ μήπω διδάξαι καθ’ ὃν τρόπον γίνεται ἡ γένεσις. εἰ μὲν γὰρ κατὰ σύγκρισιν καὶ διάκρισιν ἡ γένεσις καὶ ἡ φθορά, ἐνεργείᾳ ἐνυπάρχει τὰ στοιχεῖα τοῖς συνθέτοις· εἰ δὲ κατὰ μεταβολὴν τῆς οὐσίας, δυνάμει καὶ οὐκ ἐνεργείᾳ.

Δείξας τοίνυν ὅτι οὐκ ἐξ ἀσωμάτου τὰ γινόμενα, ἀλλ’ ἐκ σωματικοῦ τινος ὅπερ στοιχεῖον καλοῦμεν, ἐφεξῆς ζητεῖ τοῦτο τὸ στοιχεῖον πότερον ἕν ἐστιν ἢ πλείονα, καὶ πότερον ἄπειρα ἢ πεπερασμένα. ἓν μὲν οὖν, φησίν, ἀδύνατον· πόθεν γὰρ ἡ τοσαύτη διαφορὰ ἐν τοῖς γινομένοις, εἴπερ ὢ ἑνὸς ἐγίνοντο; καὶ πόθεν αἱ διάφοροι κ̣αὶ ἐναντίαι κινήσεις τῶν μὲν ἀνω- φόρων ὄντων τῶν δὲ κάτω ῥεπόντων; οὐ γὰρ οἷόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι. καὶ γὰρ καθ’ Ἱπποκράτην “εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐκ [*](1 δὴ] δὲ Τ φασὶν R ὅτι τῶ Z ἑστῶσαν a 4. 6. 12 αἰεὶ R 6 αὐτὴ RZ 13 ὃ ἐστὶ T καὶ τὰ φθειρόμενα Z 14 et 16 ἀσώματος Z 15 οὐκ om. GT ἀσωμάτου R : ἄ(??) Z : ἀσωμάτων (GT)a δυεῖν ex corr. R 17 κενὸν σῶμα R 18 ἔνθα κτλ.] cf. Ar. de Cael. Γ 3. 302a 15 sqq. 19 σωμάτων RZ: ἀσωμάτων GT: σῶμα a 20 ἀναλύεται a 22. 23 ἐνυπάρχειν a et corr. T: ἓν ὑπάρχειν GT1: ὃν ὑπάρχει (ὑπα(??) RZ) RZ 25 ὑπαρ Z τῆς om. R 27 ἐξ om. ἄσ(??) Z 29 πλλείονα a fort. καὶ <εἰ πλείονα,> 31 ἐγένοντο a 31. 32 GT1 33 τἀναντία R IIippocrat. de nat. hom. p. 350 K. (VI p. 34,17 Littr.))

5
ἄν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν“. οὐκ ἐξ ἑνὸς [*](1v) οὖν, ἀλλ’ ἐκ πλειόνων. οὐ μὴν ἀπείρων· δέδεικται γὰρ ὡς ἀδύνατον τὸ ἄπειρον ἐνεργείᾳ ὑποστῆναι. οὐ λέγω δὲ κατὰ τὸν ἀριθμὸν μόνον ἀδύνατον τὰ στοιχεῖα ἄπειρα εἶναι, ἀλλ’ οὐδὲ κατὰ μέγεθος· εἰ γὰρ ὁ οὐρανὸς ὁ πάντα περιέχων δέδεικται πεπερασμένος ὤν, σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον. πεπερασμένα οὖν τὰ στοιχεῖα καὶ οὐχ ἐν. πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον· καὶ δείξας ὅτι οὐκ ἀγένητα ἀλλὰ γενητά, καὶ μάλιστα ἐκ τῆς ἐναργείας (ὁρῶμεν γὰρ ἅπαν ὕδωρ φθειρόμενον καὶ γινόμενον ἀέρα, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), ἐφεξῆς ζητεῖ πόθεν γίνονται, πότερον ἐξ ἀλλήλων ἡ ἐξ ἄλλου τινὸς ὑποκειμένου, ὥσπερ ὑπετίθεντο οἱ τὸ μεταξὺ ὕδατος καὶ ἀέρος ὑποτιθέμενοι σῶμα. δείκνυσι δὲ ὅτι οὐκ ἐξ ἄλλου τινός. ἐκεῖνο γάρ, φησί, τὸ ἄλλο στοιχεῖον σῶμα ὂν ἐν τόπῳ ἐστὶν ἐξ ἀνάγκης. ἢ οὖν ἄνω ἔσται ἢ κάτω· καὶ εἰ ἄνω, ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν· καὶ κάτω ὡσαύτως, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὂν κατὰ φύσιν, πῦρ ἔσται | ἢ ἀήρ· [*](2r) παρὰ φύσιν δὲ ἄνω ὄν, ἢ ὕδωρ ἔσται ἢ γῆ. τὰ αὐτὰ δὲ ἕψεται ἀντι- στρόφως κάτω ὑποτεθέντος αὐτοῦ. κατὰ φύσιν μὲν γὰρ ὂν κάτω, γῆ ἔσται ἢ ὕδωρ· παρὰ φύσιν δέ, πῦρ ἢ ἀήρ. ἔτι τοῦτο τὸ σῶμα οὐ δήπου ἄποιον ἔσται καὶ ἀνείδεον· τοῦτο γὰρ ἀδύνατον. τῇ ὕλῃ γὰρ τοῦτο προσεστιν ἀσωμάτῳ οὔσῃ, ἡμῖν δὲ πρόκειται σωματικὰ στοιχεῖα ζητῆσαι. εἰ τοίνυν πεποίωται, ἢ θερμὸν ἔσται ἢ ψυχρόν, καὶ ἤτοι ξηρὸν ἢ ὑγρόν. εἰ μὲν οὖν θερμὸν εἴη καὶ ξηρόν, πῦρ ἔσται· εἰ δὲ θερμὸν καὶ ὑγρόν, ἀήρ· ἔτι δὲ ὑγρὸν μὲν καὶ ψυχρὸν ὑποτεθέν, ὕδωρ ἔσται· ψυχρὸν δὲ καὶ ξηρόν, γῆ. οὐκ ἄρα ἐξ ἄλλου τινὸς γίνονται· ἐξ ἀλλήλων ἄρα. εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ. ἀλλ’ εἰ μὲν ἐνεργείᾳ ἀλλήλοις ἐνυπάρχοντα γεννᾶται ἐξ ἀλλήλων, κατὰ ἔκκρισιν ἔσται ἡ γένεσις, καθάπερ οἱ περὶ Ἀναξαγόραν ὑπετίθεντο. ἀλλὰ τοῦτο, φησίν, ἀδύνατον· εἰ γάρ, φησί, τῷ ἐκκρίνεσθαι γεννᾶται ταῦτα ἐξ ἀλλήλων, οἷον εἰ τῷ ἐνυπάρχειν ἐν τῷ ὕδατι κατ’ ἐνέργειαν ἀέρος ὁμοιομερείας γεννᾶται [δὲ] ἐξ ὕδατος ἀήρ , καὶ τῶν ἄλλων ἕκαστον, ἀνάγκη ἤτοι στῆναί ποτε τὴν γένεσιν, τῶν μὲν ἄλλων ὁμοιομερειῶν ἐξαναλωθεισῶν (ἀέρος φημὶ καὶ πυρὸς καὶ γῆς) τῶν δὲ τοῦ ὕδατος μόνων ὑπολειφθεισῶν, ὡς μηκέτι ἐξ αὐτῶν [*](1 ἤλγειεν utrobique R: ἤλγτεν priore loco T1 3 ἀριθμὸν R: ἀρθμὸν a (cett.) 4 εἶναι ἄπειρα R prius ὁ om. T 6 τι om. T1 7 λαβὸν Z1a 8 εἶναι τοσαῦτα Z τῆς om. R 9 ἢ ἀγέννητα· σκέψιν εἰς R 10 ἐνεργείας libri (certe GRa) 11 φθειρόμενον om. Z 13 ὑποτίθεντο Z 16 εἰ om. RT1: ἣ a ἡ παρὰ φύσιν om. T1 foit. καὶ <εἰ> κάτω 18 ἡ γῆ] ἡ γῆ a ταῦτα δὲ Z 19 ὑποτιθέντος Z γὰρ] τοῦ γὰρ GT1 22 ἀσωμάτων GTa 23 ἐστιν a 24 εἴη om. a 26 ἀλλ’ ἐξ ἀλλήλων ἄρα Z 28. 30 κατὰ— ἀλλήλων om. GT 28 et 30 ἔγκρισιν et ἐγκρίνεσθαι Z 31 εἰ τὸ ’T ὑπάρχειν a, qui κατ’ ἐνέργειαν om. 32 δὲ delevit a 34 μόνον a ἐξ ἀλλήλων a)
6
ἄλλο τι δύνασθαι τῶν στοιχείων ἐκκρίνεσθαι· ἢ οὖν τοῦτο τὸ εἰρημένον [*](2r) συμβήσεται, τὸ στῆναι τὴν γένεσιν, ἢ εἴπερ εἰσαεὶ δοίης γίνεσθαι ἐξ ἀλλήλων τὰ στοιχεῖα, ἄπειρα ἀνάγκη ὑποθέσθαι σώματα ἐν τῷ αὐτῷ ἐνεργείᾳ ὑπάρχοντα, ὅπερ ἀδύνατον. λείπεται οὖν ἐξ ἀλλήλων γεννᾶσθαι τὰ στοιχεῖα, τῷ δυνάμει ἐνυπάρχειν ἀλλήλοις. δυνάμει δὲ ἀλλήλοις ἐνυπάρχουσιν ἢ τῷ ἀναλύεσθαι εἰς πρῶτα καὶ κοινὰ τῶν πάντων στοιχεῖα, ἅπερ οἱ μὲν ἄτομα σώματα ἔλεγον (καθάπερ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον) οἱ δὲ ἐπίπεδα (ὥσπερ Πλάτων), ἢ τῷ δύνασθαι εἰς ἄλληλα μεταβάλλειν. ἀλλ’ ὅτι μὲν οὐ τῷ ἀναλύεσθαι εἰς πρῶτα στοιχεῖα ἔδειξεν (οὕτε γὰρ ἄτομα σώματα δυνατὸν εἶναι, καὶ τὸ εἰς ἐπίπεδα διαλύειν τὸ σῶμα εὔηθες εἶναί φησι· τοῦ γὰρ αὐτοῦ ἄν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπίπεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα, ὡς εἶναι τὰ σώματα ἐκ σημείων συγκείμενα, ὅπερ ἔσχατόν ἐστιν ἄτοπον)· λείπεται τοίνυν ἄλλον τρόπον ὑποθέσθαι ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα.

Τὸν τρόπον δὲ τῆς ἐξ ἀλλήλων γενέσεως ζητῶν, ἐπὶ τὸν περὶ τῶν δυνάμεων αὐτῶν καὶ παθῶν καὶ κινήσεων ἦλθε λόγον. καὶ εἰπὼν ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ὅτι χρὴ πάσας τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν διεξελθεῖν, τάς τε κατὰ τὰς δυνάμεις ἤιοι ῥοπὰς αὐτῶν ἐξεταζομένας καὶ τὰς κατὰ ποιότητα, τάς τε ποιητικὰς καὶ παθητικάς, ἐν τῷ τετάρτῳ βιβλίῳ διαλέγεται περὶ βαρύτητος καὶ κουφότητος, καθ’ ἃς ἡ φυσικὴ κίνησις αὐτῶν γίνεται καὶ τόπον οἰκεῖον ἕκαστον μετείληχε. μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν, καθ’ ἃς γίνεται αὐτοῖς καὶ ἡ εἰς ἄλληλα μεταβολή, δι’ ὧν καὶ ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως σαφηνίζεται καὶ ὁ ἀριθμὸς αὐτῶν ἀναφαίνεται πόσα τέ ἐστι καὶ τίνα, εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν ἐν τῷ πρώτῳ τῆς προκειμένης πραγματείας βιβλίῳ, οὐ ζητῶν εἰ ἔστι γένεσις (τοῦτο γὰρ ἐν τῇ Περὶ οὐρανοῦ παραδέδωκεν), ἀλλὰ διδάσκων τί τέ καὶ τίνι τῶν ἄλλων διενήνοχε μεταβολῶν, ἀλλοιώσεως τε καὶ αὐξήσεως. καὶ γυμνάσας πάντα ὅσα ἐχρῆν ζητῆσαι τὸν περὶ τῆς καθόλου γενέσεως καὶ φθορᾶς ποιούμενον λόγον, ἐφεξῆς προτίθεται περὶ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν ἁπλῶν σωμάτων διαλαβεῖν, ἅπερ στοιχεῖά ἐστι πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ συνθέτων σωμάτων. ἐπειδὴ δὲ πρὸς τὴν τούτων διδασκαλίαν ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ μίξεως λόγος, προλαμβάνει τὴν περὶ τούτων ζήτησιν. καὶ ἐν τούτῳ τὸ πρῶτον συμπληρώσας βιβλίον, ἐν τῷ δευτέρω λόγῳ εἰς τὴν τῶν στοιχείων ἐμβάλλει διδασκαλίαν, ζητῶν τὰς ποιητικὰς αὐτῶν καὶ παθητικὰς διαφοράς, καὶ διὰ [*](4 ἅπερ GT 10 καὶ τ εἰς R 11 εἴη σώματα δυνατὸν εἶναι· καὶ τὸ εἰς (sed εἰς om. T) GT 15 τὸν] τῶν (Z)a τῶν om. (G)a 18 τὰς (post κατὰ) om. Z 21 ἕκαστον οἰκεῖον R 22 διαφορῶν τῶν δυνάμεων a 23 ἡ om. TZ 26 φορᾶς Τ1 (??) 30 τῆς om. Z 31 ποιούμενος libri praeter a 35 προλαμβα Z: προλαμβάνοι ut vid. G: προσλαμβάνει T 36 βιβλίῳ Z εἰς om. Τ1 τὴν om. Z)

7
τούτων, καθὼς προείρηται, τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἀνευρίσκων 2r καὶ τὴν ἀπόδειξιν τοῦ τοσαῦτα μόνα εἶναι τὰ στοιχεῖ. ἐξ ἀρχῆς <γὰρ> τῇ Περὶ οὐρανοῦ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστιν, εἰσύστερον τὴν τούτων ἀπόδειξιν καταλέλοιπε.

[*](p. 314a 1)

Περὶ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων.

Καλῶς εἰπὼν τερὶ γενέσεως τῶν γινομένων προσέθηκε τὸ φύσει. γίνονται γάρ τινα καὶ κατὰ τέχνην καὶ κατὰ προσίρεσν· καὶ κατὰ προαίρεσιν μὲν οἷον φιλίαι καὶ ἔχθραι, κατὰ τέχνην δὲ οἷον οἰκία ναῦς. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ τῶν φύσει γινομένων καὶ φθειρομένων, καὶ τούτων οὐκ ἐνίων, ἀλλ’ ὁμοίως κατὰ πάντων φησίν, τουτέστι καθόλου περὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ζητητέον. εἴρηται γὰρ καὶ κατ’ ἀρχάς, ὅτι οὐ περὶ τῶνδέ τινων ἡ παροῦσα πραγματεία διαλαμβάνει, ἀλλὰ κοινῇ περὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ· κατὰ μέρος γὰρ περὶ τούτων αἱ ἐφεξῆς πραγματεῖαι διδάσκουσιν, αἱ μὲν περὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων, ἄλλαι δὲ περὶ ζῴων καὶ φυτῶν.

[*](p. 314a 2)

Τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν·

[*](2v)

Διοριστέον, φησί, τῶν γινομένων καὶ φθειρομένων τὰς αἰτίας, πληθυν- τικῶς εἰπὼν καὶ οὐχ ἑνικῶς. καὶ γὰρ καὶ τὸ ὑποκείμενον αἰτία καὶ αὐτὸ τὸ εἶδος καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἡ ποιητική, αἰτία δὲ καὶ τὸ οὗ ἕνεκα, ἥτις ἐστὶ τὸ τέλος· περὶ γὰρ τούτων ἁπασῶν διαλέξεται· τὸ δὲ τοὺς λόγους αὐτῶν ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἄν σημαίνοι, ὡς δηλοῖ ὁ “τε” σύνδεσμος, τινὲς δὲ αἰτίας μὲν τὰς καθόλου καὶ κοινὰς πάντων τῶν γινομένων ἤκουσαν αἰτίας (οἶον τί τὸ καθόλου ποιητικὸν αἴτιον φθορᾶς καὶ γενέσεως; τίς ἡ κοινὴ αὐτῶν ὕλη ; καὶ τὰ λοιπὰ ὡσαύτως), λόγους δὲ τὰς μερικὰς καὶ τὰς προσεχεῖς ἑκάστου αἰτίας (τίς ὕλη ζῳων; ὅτι τυχὸν οἱ τέσσαρες χυμοί. τίς ὕλη τῶν ἐν μετεώροις γινομένων, ὑετοῦ χαλάζης χιόνος βροντῶν ἀστραπῶν ἀνέμων; ὅτι τῶν μὲν ἡ ὑγρὰ ἀναθυμίασις ὑετοῦ χιόνος δρόσου χαλάζης, τῶν δὲ λοιπῶν ἡ ξηρά. καὶ ἔπι [*](τοῦτον R1: τοῦτο a 2 τοῦ] τῆς R: τοῦ (??) Z γὰρ addidit a 7 γινομένων] φθειρομένων R 8 γίγνονται Z τὴν τέχνην Z καὶ extremura GRZ: om. Ta 9 κατὰ τέχνην δὲ a: κατὰ δὲ τέχνην T: καὶ κατὰ τέχνην R: κάτα τέχνην GZ 11. 12 καὶ τούτων — φθειρομένων om. Z 11 πάντα T1 15 αἱ (ante ἐφεξῆς)] ἡ a αἱ (ante μὲν)] ἡ R 16 δὲ om. G 18 Διοριστέον, φησί om. a 19 εἶπε a 22 τὸ δὲ τάς τε αἰτίας καὶ τοὺς a μέν καὶ ταὐτὸν (om. οὐκ) Z σημα(??) R: σημαίνῃ T2 23 αἰτίας Ta: αἰτίαν GR: αἴ τ Z 26 δὲ] δὲ καὶ Z τὰς (post καὶ) om. R 28 καὶ ὅτι Z 29 δρόσου] δυό σου a)

8
μετάλλων καὶ τῶν λοιπῶν· τίς ἡ ἑκάστου ὕλη; ὁμοίως τί τὸ προσεχὲς ἑκάστου [*](2v) ποιητικὸν αἴτιον καὶ τὸ εἶδος;). ἐμοὶ δὲ δοκεῖ αἰτίας μὲν τὰς εἰρημένας τέσσαρας λέγειν, εἴτε τὰς κοινὰς εἴτε τὰς προσεχεῖς ἑκάστου τῶν γινομένων, λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἡ φθείρεται. οἷον ὅτι τοῦ ἡλίου ἀποστάντος καὶ τῆς ἀτμίδος περιψυχθείσης πύκνωσις γίνεται, καὶ ταύτῃ μεταβολὴ εἰς ὕδωρ, ἐπιτ.εινομένης δὲ τῆς ψύξεως, πῆξις· ἀλλ’ εἰ μὲν ὕδατος γένηται πῆξις, ποιεῖ χάλαζαν ἡ κρύσταλλον, εἰ δὲ ἀτμίδος, χιὼν γίνεται. ὁμοίως περὶ ἀστραπῆς καὶ βροντῆς, ὅτι τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα, εἶτα τῇ τούτου πιλήσει τοὐ μέρους τὸ ἐν τοῖς κάτω μέρεσιν ἀποληφθὲν πνεῦμα ἐπκυρηνίζεται, εἶτα ἐξακοντιζόμενον καὶ προσρηγνύμενον τοῖς ὑποκειμένοις νέφεσι τῇ μὲν πληγῇ τὸν ψόφον, τῇ δὲ σφοδρᾷ κινήσει καὶ παρατρίψει ἐκπυρωθὲν τὴν ἀστραπὴν ἀπεργάζεται. ἔοικεν οὖν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀποδόσεις τῶν γινομένων καὶ φθειρομένων λόγους ἀποκαλεῖν· οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι ὕλη ἀστραπῆς ἢ βροντῆς τὸ πνεῦμα, οὐδ’ ὅτι ποιητικὸν αἴτιον ἡ τῶν οὐρανίων κίνησις, ἀλλὰ δεῖ προσθεῖναι καὶ τὸν λόγον καθ’ ὃν τοῦ μὲν ποιοῦντος τοῦ δὲ πάσχοντος ἡ γί- νεται τὰ γινόμενα ἢ φθείρεται τὰ φθειρόμενα.

[*](p. 314a3)

Ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον.

Ὁ περὶ τούτων λόγος καὶ καθ’ αὑτὸν χρήσιμος τῷ φυσικῷ (καὶ γὰρ αὔξησις καὶ ἀλλοίωσις φυσικαί τινές εἰσι μεταβολαὶ καὶ γενέσεις τινὲς καὶ αὐταί, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται), ἔτι δὲ εἰς τὸν περὶ τῆς κυρίως λεγομένης γενέσεως λόγον συντελεῖ, ὡς καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπιφέρει· εἴτε γὰρ ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις, εἴτε ἕτερον ὥσπερ καὶ τοῖς ὀνόμασι κεχώρισται, ῥᾷον γνωσθήσεται γνωσθείσης τῆς ἀλλοιώσεως ἥτις ποτέ ἐστιν.

[*](p. 314a4)

Καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν γενέσεως καὶ ἀλλοιώσεως.

Γένεσις μέν ἐστι μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοποιημένον ἰατά τι τῶν συμβεβηκότων αὐτῷ. οὕτω γοῦν καὶ Ὅμηρος τὴν περὶ τὰ συμβεβηκότα τοῦ Ὀδυσσέως μεταβολὴν ἀλλοίωσιν ὠνόμασεν εἰπὼν [*](1 τίς ἑκάστου ἡ GTa 6 τα(??) (at cf. ad v. 8) Z : ταύτης R μεταβο Z 7 γένοιτο a κρύσταλον RT1Z1a 8 γίνεται καὶ ταύτῃ μεταβ(??) εἰς ὕδωρ Z 9 διαφθορούμενον Τ1 11 ἐπελεύσει R τὸ] τοῦ Z 12 ἐκπυρηνίζεται (υ et ἡ ex corr.) R: ἐκπυροῦται celt. 16 ὅτι ἡ ὕλη R 23 αὐταί R: cett. 24 λόγον καὶ αὐτὸς συντελεῖ καὶ αὐτὸς δηλοῖ Z 26 γνωσθείσης om. T1 ἡ τίς R 27 εἶναι φύσιν a; cf. Ar. 27. 28 ἀλλοιώσεως καὶ γενέσεως a Aristot. 31 Ὅμηρος π 181 31. 32 μεταβολὴν τοῦ Ὀδυσσέως Z)

9
  1. ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν.
  2. [*](2v)
[ὁ Τηλέμαχος πρὸς τὸν πατέρα ὑπὸ τῆς Ἀθηνᾶς μεταβληθέντα.] καὶ σκόπει ὡς οὐκ εἶπεν αλλος, ἀλλὰ ἀλλοῖος· ἡ μὲν γὰρ γένεσις ἄλλο ποιει, οἶον ἐξ ὕδατος πῦρ, ἡ δ’ ἀλλοίωσις ἀλλοῖον, ἐκ λευκοῦ τυχὸν μέλαν. ἆρ’ οὖν, φησί, ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις μόνοις ὀνόμασι διαφέροντα, ἢ τοῖς ὀνόμασι καὶ τὰ πράγματα συνδιῄρηται;

[*](p. 314a6)

Οἱ μὲν τὴν καλουμένην ἀπλῆν γένεσιν.

Ἐπειδὴ γένεσίς τις καὶ ἡ ἀλλοίωσις, ἀλλ’ οὐχ ἁπλῆ οὐδὲ κυρίως γένεσις, ἀλλὰ μετῆ προσθήκης τὶς γένεσις, διὰ τοῦτο ἀπλῆν προσέθηκεν. ἱστορεῖ δὲ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν ἀρχαίων δόξας ἃς εἶχον περὶ γενέσεως, ἵνα ἐπὶ ταύταις ἐξετασθείσαις τὰ αὑτῷ δοκοῦντα κατασκευάσῃ. λέγει δὲ τοὺς μὲν αὐτῶν τὸ αὐτὸ ὑπολαβεῖν τὴν κυρίως γένεσιν τῇ ἀλλοιώσει, τοὺς δὲ ἕτερον. καὶ τίνες οἱ τῆς δόξης ἑκατέρας προστάται προστίθησιν.

[*](p. 314a8)

Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι καὶ πάντα ἐξ ἐνὸς γεννῶσι.

Ὁ σκοπὸς αὐτῷ τὰς τῶν παλαιοτέρων περὶ γενέσεως καὶ ἀλλοιώσεως δόξας ἐκθέσθαι. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. τῶν παλαιῶν, φησίν, οἱ μὲν ἓν ὑπέθεντο τῶν πάντων στοιχεῖον, οἱ δὲ πλείονα. οἱ μὲν οὖν ἓν ὑποθέμενοι θέμενοι εἰς ταὐτὸν ἄγουσι γένεσιν καὶ ἀλλοίωσιν· τίνα δὲ τρόπον ῥητέον. ἐπειδὴ γὰρ τὸ πρώτιστον στοιχεῖον ἓν ὑπετίθεντο, ἐξ οὗ τὰ ἄλλα πάντα γίνεσθαι, ἀνάγκη πᾶσα τὸ αὐτὸ μένον κατ’ οὐσίαν ποιεῖν τὰ ἄλλα· εἰ γὰρ μεταβληθείη κατ’ οὐσίαν, οὐκ ἔσται πρῶτον στοιχεῖον, ἀλλ’ ἕξει πρὸ αὑτοῦ περὶ ὃ γέγονεν ἡ μεταβολὴ τὸ αὐτὸ μένον καὶ ἀμετάβλητον, οἵαν ἡμεῖς 3r ὑποτιθέμεθα τὴν ἀνείδεον ὕλην. εἰ τοίνυν εἰδοπεποιημένον ὑπάρχον τὸ στοιχεῖον (τοιοῦτον γὰρ αὐτοὶ ὑπετίθεντο) ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἐπεὶ οὐκέτ’ ἔσται πρῶτον στοιχεῖον, λείπεται τὴν μεταβολὴν μηκέτι εἶναι τὴν κατ’ οὐσίαν, καθ’ ἣν μεταβάλλον ποιεῖ τἆλλα. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι οὐκ ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις· ἔστι γάρ, ὡς εἶπον, γένεσις μὲν μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοπεποιημένον κατά τι τῶν περὶ αὐτὸ συμβεβηκότων. σκόπει δὲ μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν. ἡ γὰρ γένεσις οὐ τοῦ ὑποκεινέον] [*](1 ἐὼν] R 2 ὁ— μεταβληθέντα delevi μεταβληθέντα ὑπὸ τῆς ἀθηνᾶς tr. Z σκώπτει R 8 ἡ om. R1 ἀλλ’ om. GTa ἀπλῶς Z 11 αὐτῷ ἑαυτῶ S) 13 προτίθησιν Z 14 γὰρ om. Z λέγουσιν εἶναι Aristotelis lihri (praeter FH); at cf. infra p. 10,25 17. 18 μὲν ἐνυπέθεντο Z: μὲν ὑπέθεντο GT 19 ἄγουσι] λέγουσι T γένεσιν om. Z δὲ καὶ τρόπον Z 21 μὲν (sed in mrg. ni. rec. μένον) R 22 αὑτοῦ F: αὐτοῦ cett. 23 ἄλλο περὶ R 25 αὐτὸ (G)a 26 οὐκ ἔσται Z τὴν μὲν μεταβολὴν Z 28 εἶπον p. 8,29 31 ἀναγκαῖος αὐτοῖς το(??) Z ἐπάγωμεν Τ2Ζ (item V))

10
μένου ἐστὶ καὶ τῆς ὕλης, κἄν τε ἀμετάβλητος μένῃ κἄν τε μή, ἀλλὰ τοῦ [*](3r) ἐξ αὐτῆς καὶ τοῦ εἴδους συγκειμένου. καὶ ἡμεῖς οὖν τὴν γένεσιν περὶ τὴν πρώτην ὕλην φαμὲν συνίστασθαι ἀμετάβλητον οὖσαν (δεῖ γὰρ ἀεὶ μένειν τὸ πρῶτον ὑποκείμενον), ἀλλ’ ὅμως ἐξ αὐτῆς καὶ τῶν ἐπιγινομένων ποιοτήτων τὰ στοιχεῖα ποιοῦμεν. τί οὖν κωλύει καὶ αὐτοὺς τὸ πρῶτον στοιχεῖον ποιεῖν ἀμετάβλητον, καὶ μὴ διὰ τοῦτο γένεσιν ἀναιρεῖν, ἔστω οὖν τὴν συνδρομὴν τῶν τοιῶνδε καὶ τοσῶνδε ποιοτήτων περὶ τὸ πρῶτον στοιχεῖον ποιεῖν τὰ πράγματα, περὶ ταῦτα δὲ λοιπὸν γίνεσθαι τὴν ἀλλοίωσιν, πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεπιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον * * * ἐπεὶ καὶ πρῶτον ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται, πλὴν εἰ μὴ περὶ τὰ συμβεβηκότα αὐτῷ δοῖεν τὴν μεταβολήν.

οὕτω μὲν οὖν οἱ ἓν ὑποτιθέμενοι στοιχεῖον ἀναγκάζονται τὴν γένεσιν εἰς ταὐτὸν ἄγειν τῇ ἀλλοιώσει, ὅσοι δὲ πλείω τὰ στοιχεῖα ὑποτίθενται, δύνανται χωρίζειν γένεσιν ἀλλοιώσεως, συγκρίσει μὲν καὶ διακρίσει τ·ὴν γένεσιν καὶ τὴν φθορὰν ὑποτιθέμενοι, τῇ μεταθέσει δὲ καὶ τῇ μετατάξει τὴν ἀλλοίωσιν, καθάπερ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπέθεντο. ὅμως φησὶ καὶ περὶ πάντων τῶν πλείω στοιχεῖα ὑποθεμένων δυναμένων σῴζειν καὶ γένεσιν καὶ ἀλλοίωσιν· οὐ πάντες ἔσωσαν. ἀμέλει τοι Ἐμπεδοκλῆς τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα ἀλλοίωσιν ἀνεῖλεν, ἀπαθῆ εἰπὼν τὰ στοιχεῖα καὶ τὰς ἐν αὐτοῖς ποιότητας ἀμεταβλήτους, ὡς γένεσιν μόνην εἰσάγεσθαι διὰ τῆς τούτου ὑποθέσεως, εἰ καὶ κατ’ ἄλλον τρόπον ἢ ὥσπερ ἡμεῖς ὑποτιθέμεθα καθάπερ ἐν τοῖς ἐφεξῆς δειχθήσεται.

Ὄσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι. ἐξηγούμενος τί ἐστι τὸ ἓν τὸ πᾶν λέγειν ἐπήγαγε τὸ πάντα ἐξ ἑνὸς γεννῶσι, τουτέστι τὸ ἓν πάντων ὑποτίθεσθαι στοιχεῖον.

[*](p. 314a 10)

Καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι.

Ὅπερ ἀνωτέρω εἶπεν “ἁπλῆν γένεσιν”, τοῦτο νῦν σαφέστερον κυρίως γινομενον εἶπεν·

[*](1 μένῃ om. add. Τ2 5 αὐτοὺς V et mrg. T3: αὐτῆς ex corr. T2: αὐτοῖς cett. 6 το(??) Z 8 περὶ δὲ ταῦτα Z 11 post ἀμετάβλητον interplat οὐκέτι ἡμῖν συμφέρονται a: exoideruut plura (lacuuara uon indicant libri) 12 αὑτοῦ (G)a: αὐτοῦ cett. εἴδους Z εἰ om. add. T2 13 δοῖε R1 15 πλείω om. Z 18 περὶ supersor. R τὸν δημέκριτον Z 19 περὶ V: παρὰ cett. 20 καὶ prius om. Z fort. <ὅτι> οὐ 21 ἀλλοίωσιν — στοιχεῖα om. add. mrg. 22 μόνον a 25 πᾶν (om. εἶναι) λέγουσι καὶ πάντα ἐξ ἑνὸς γεννῶσι a 26 πάντα] πάντ’ (ex πᾶν corr.) R: πᾶν τῶ Z 28 γενόμενον T: γιγνόμενον a)
11
[*](p. 314a11)

Ὅσοι δὲ πλείω τὴν ὕλην ἑνὸς τιθέασιν. [*](3r) παρ’ αὐτοῖς στοιχεῖα κατὰ γὰρ ἐκείνους ὕλη ταῦτα, ἀμετάβλητα καὶ ἀναλλοίωτα αὐτὰ ὑποτιθεμένους), κατὰ τούτους, φησίν, ἕτερον γένεσις ἀλλοιώσεως οὐκ εἰπὼν δὲ τίνες ἓν τὸ στοιχεῖον ὑπέθεντο, τοὺς πλείω λέγοντας προσέθηκεν, εἰπὼν Ἐμπεδοκλέα οὗτος γὰρ τέσσαρα στοιχεῖα ὑπέθετο, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν), καὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας ὑποθέμενον, καὶ Λεύκιππον· οὗτος γὰρ καὶ Δημόκριτος ἄπειρα ὑπέθεντο σώματα, ἄπειρα δὲ καὶ πλήθει καὶ τῇ τῶν σχημάτων διαφορᾷ. εἰσὶ δὲ καὶ οἱ ἓν τὸ ὑποκείμενον ποιοῦντες, ὡς Θαλῆς μὲν τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογενὴς τὸν ἀέρα, Ἀναξίμανδρος δὲ τὴν μεταξὺ φύσιν ἀέρος καὶ ὕδατος οὖσαν ἄπειρον, Ἡράκλειτος δὲ τὸ πῦρ.

[*](p. 314a 13)

Καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε.

Eἰπὼν ἕπεσθαι τοῖς πλείω τὰ στοιχεῖα λέγουσι τῶν ὄντων ἄλλο λέγειν γένεσιν ἀλλοιώσεως, μέμφεται Ἀναξαγόραν μὴ κυρίως κατὰ τῆς γενέσεως τῷ τῆς ἀλλοιώσεως χρώμενον ὀνόματι. οὗτος γὰρ στοιχεῖα ποιῶν τὰ ὁμοιομερῆ, ἄπειρα ὄντα καὶ ἀμετάβλητα κατ’ αὐτόν, καὶ τῇ τούτων συγκρίσει καὶ διακρίσει καὶ ἐκκρίσει ποιῶν τὴν γένεσιν, τὸ γίνεσθαι καὶ φθείρεσθαι ἀλλοιοῦσθαι ἐκάλεσεν.

[*](p. 314a 15)

Πόλλα δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι.

Ἐξῆς λέγει τοὺς πλείω τὰ στοιχεῖα ὑποθεμένους, ὧν ἐστιν Ἐμπεδοκλῆς ὑλικὰ μὲν καὶ οἷον παθητικὰ τὰ τέσσαρα σώματα ὑποτιθέμενος, ποιητικὰ δὲ καὶ κινητικὰ νεῖκος καὶ φιλίαν. Ἀναξαγόρας δὲ καὶ οἱ περὶ Λεύκιππον ἄπειρα ὑπετίθεντο σώματα· ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὰ ὁμοιομερῆ τί δέ ἐστιν ὁμοιομερές, αὐτὸς προσέθηκεν εἰπὼν ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστί· σαρκὸς γὰρ τὸ μέρος σάρξ, καὶ ὀστοῦ καὶ νεύρου πάλιν ὁμοίως, [*](3. 4 ἀναλοίωτα G: ἀλοίωτα Τ1 5 δέ τινες GZa 6 ἐμπεδοκλέα τε· | οὕτως γὰρ R 8 γὰρ καὶ Ra et corr. T: καὶ om. GZT1 10 θάλις R1: θαλλὴς Z 12 Ηράκλητος a 13 γε] τε Z ἠγνόησεν (ό ex ώ corr.) R 14 τῶν ὄντων λέγουσι Z 16 τῷ] τὸ GT1 οὗτος Za: οὕτως GRT 17 κατ’ αὐτὸν] καὶ ταὐτὸν T 18 ποιῶν καὶ ἐγκρίσει tr. Z: καὶ ἐκκρίσει om. V 20 λέγει τὰ om. Z 21 τοὺς] τὰ R 23 δὲ prius om. Z, qui νῖκος καὶ φιλία 23 p. 12,3 Ἀναξαγόρας δὲ, ἄπειρα καὶ Λεύκιππος, καὶ Δημόκριτος. ὁ μὲν γὰρ, τὰ ὁμοιομερῆ στοιχεῖα τίθησιν, οἷον ὀστοῦν, καὶ σάρκα. καὶ μυελόν. καὶ τῶν ἄλλων, ὦν ἑκάστου τὸ μέρος, συνώνυμόν ἐστι. | Ἀλλ’ ὁ μὲν Ἀναξαγόρας φησὶ τά ὁμοιομερῆ—τῆς χειρὸς χεῖρες. | Δημόκριτος δὲ καὶ Λεύκιππος, ἐκ σωμάτων ἀδιαιρέτων τἄλλα συγκεῖσθαί φασι. ταῦτα δὲ, ἄπειρα καὶ τὸ πλῆθος εἶναι καὶ τὰς μορφάς. | Ὁ δὲ Δημόκριτός φησιν ὑπέθετο σώματα, οὐ μόνον τῷ πλήθει etc. lemmata inesse ratus ex Aristot. interpolavit a 25 — p. 12,1 ἑκάστου τὸ μέρος συνώνυμα (omissis ἐστί· σαρκὸς γὰρ — συνώνυμα) Z)

12
χει|ρὸς δὲ καὶ τῶν ἄλλων ἀνομοιομερῶν τὰ μέρη οὐκ ἔστι συνώνυμα τῷ [*](3v) ὅλῳ· οὐ γὰρ λέγεται τὰ μέρη τῆς χειρὸς χεῖρες), ὁ δὲ Δημόκριτος καὶ λεύκιππος ἄτομα ὑπετίθεντο σώματα οὐ μόνον τῷ πλήθει ἄπειρα, ἀλλὰ καὶ τῇ τῶν σχημάτων διαφορᾶ, ὡς συμβαίνειν ἐκ τῶν τούτου λόγων τοῦ ἀπείρου εἶναί τι ἀπειρότερον· ἕκαστον γὰρ τῶν σχημάτων οὐκ ἐν μιᾷ ἀτόμῳ, ἀλλ’ ἐν πλείοσι τιθέασιν. οἱ δὲ περὶ Ἐπίκουρον, ὥς φησιν Ἀλέξανδρος, οὐκέτι κατὰ τοῦτο συνεφώνησαν Δημοκρίτῳ· ἐκεῖνοι μὲν γὰρ κατὰ μὲν τὸ πλῆθος ἀπείρους τὰς ἀτόμους ὑποτίθενται, κατὰ δὲ τὰ σχήματα ἀπεριλήπτους μὲν οὐκ ἀπείρους δέ. καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον ἀνάγκη. ἔστω γὰρ πεπερασμένα εἶναι τὰ τῶν ἀτόμων σχήματα, ἀνάγκη δὲ πᾶσα ἕκαστον τῶν σχημάτων ἢ ἐν πεπερασμέναις εἶναι ἀτόμοις ἢ ἐν ἀπείροις. εἰ μὲν οὖν ἕκαστον σχῆμα πεπερασμένας ἀτόμους μορφοῖ, καὶ τὸ ἐκ πάντων συναγόμενον πλῆθος πεπερασμένον ἔσται. ἢ οὖν οὐ πάσας ἐσχηματίσθαι τὰς ἀτόμους ἀνάγκη, ἡ εἰ πᾶσαι ἐσχηματισμέναι εἰσί, πεπερασμέναι ἔσονται. ἀλλ’ ὑπόκειται ἀπείρους αὐτὰς εἶναι· ὥστε ἀδύνατον τῶν σχημάτων ἕκαστον ἐν πεπερασμέναις εἶναι ἀτόμοις. οὐκοῦν ἢ ἕκαστον ἐν ἀπείροις, ἢ τὰ μὲν τῶν σχημάτων ἐν ἀπείροις τὰ δὲ ἐν πεπερασμέναις. εἰ μὲν οὖν πάντα ἐν ἀπείροις, πολλαπλασιασθήσεται τὸ ἄπειρον· εἰ δὲ τινὰ μὲν ἐν ἀπείροις τινὰ δὲ οὔ, ἢ πάλιν πολλαπλασιαθήσεται τὸ ἄπειρον, εἰ καὶ τρία μόνα εἴη σχήματα ἐν ἀπείροις ἀτόμοις ἢ δύο, ἢ πάντως μεῖζόν τι τοῦ ἀπείρου ἔσται, κἂν ἓν μόνον εἴη ἐν ἀπείροις. τὸ γὰρ ἐκ πάντων συναγόμενον πλῆθος τῶν ὑπὸ τὸ ἓν σχῆμα ἀτόμων πλεῖόν ἐστιν. εἰ οὖν τούτων ἕκαστον ἀδύνατόν ἐστιν, ἀνάγκη δὲ πᾶσα ἓν τούτων ἀκολουθῆσαι τῶν ἀτόμων ἀπείρων εἶναι ὑποκειμένων, ψευδὴς ἄρα ἡ περὶ τοῦ ἄτομα εἶναι ἄπειρα ὑπόθεσις.

[*](p. 314a23)

Αὐτὰ δὲ πρὸς αὑτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσί.

Αὐτὰ πρὸς αὑτὰ οὐ τὰ στοιχεῖα λέγει, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ἀλλὰ τὰ ἐκ τῶν στοιχείων· ἔστι γὰρ ἡ ἀπόδοσις οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, λέγω δὲ πρὸς τὸ “τἀλλα”, ὅπερ ἐδήλου τὰ σύνθετα. ταῦτα οὖν, φησί, τὰ σύνθετα κατὰ τρεῖς τρόπους ἀλλήλων διαφέρει κατὰ Δημέκριτον, καθ’ ἕνα μὲν τῷ ἐκ διαφόρων ἀτόμων συγκεῖσθαι κατὰ τὸ σχῆμα, ὅπερ αὐτῷ σημαίνει τὸ τούτοις ἐξ ὧν εἰσίν· οὐ [*](ὑπετίθεντο RT et ut vid. G: ὑπετίθετο Z: de a vide supra 5 εἶναι] τῆς Z τι] τε ut vid. GT1 6 πλείωσι G et fort. T1 8 ὑπετίθεντο R 11 δὲ] δή R 11 et 16 πεπερασμένοις R 12 πεπερασμένους Z 13 πάσαις R IG ἢ om. T1 18. 19 εἰ δὲ — τὸ ἄπειρον om. add. mrg. R2 19. 20 εἰ καὶ] ἡ καὶ ’T 20 πάντα R 21 ἐν ἀπείροις εἴη Z πάντων] μόνου Z 24 24 ὑποκείμενον corr. T2 τοῦ ἀτόμου Z 26 et 27 αὑτὰ] αὐτὰ R et fort, alii 26 δια(??) Z 27 αὐτὰ δὲ πρὸς GT 29 ἀνώτερον Z τἆλλα R: τὰ ἄλλα T: τἄλλα cett. τῷ] τὸ Ζ αὐτὸ Ζ)

13
γὰρ ἐκ τῶν αὐτῶν ἀτόμων πῦρ καὶ 77], ἀλλὰ πῦρ μὲν ἐκ σφαιρικῶν σύγκειται [*](3v) ἀτόμων, τῇ δὲ οὐκ ἐκ τοιούτων, κυβικῶν δὲ τυχόν. ἀλλά, φησί, καὶ θέσει καὶ τάξει τῶν ἀτόμων διενήνοχεν ἀλλήλων τὰ σύνθετα. πολλάσις γὰρ δύο τινῶν ἐκ τῶν αὐτῶν ἀτόμων συγκειμένων ἡ διαφορὰ ἔσται ὁ παρὰ τὴν τάξιν τῶν ἀτόμων, τῷ ἐπὶ τοῦδε μὲν λόγου χάριν πρώτας μὲν τὰς σφαιρικὰς ἀτόμους τελευταίας δὲ τὰς πυραμοειδεῖς τετάχθαι, ἐπὶ δὲ τοῦ ἑτέρου ἔμπαλιν πρώτας μὲν τὰς πυραμοειδεῖς ὑστέρας δὲ τὰς σφαιρικάς, καθάπερ ἐπὶ τῆς ΩΣ καὶ ΩΣ συλλαβῆς ἔχει· τῶν γὰρ αὐτῶν στοιχείων ἡ τάξις τὴν διαφορὰν ἐργάζεται. ὡσαύτως δὲ καὶ παρὰ τὴν θέσιν τῶν ἀτόμων ἡ τῶν συνθέτων διαφορὰ γίνεται, ποτὲ μὲν πλαγίων, ποτὲ δὲ ὀρθῶν, ἐπ’ ἄλλων δὲ ὑπτίων οὐσῶν· τοῦ γοῦν Z στοιχείου ὡς πρὸς τὸ Ν κατὰ τὴν θέσιν μόνον ἡ διαφορά, καὶ τοῦ Γ πρὸς τὸ Λ. εἰδέναι δὲ χρὴ ὅτι τῶν εἰρημένων τριῶν διαφορῶν ἡ μὲν προτέρα, καθ’ ἣν ἐκ τοίων ἢ τοίων σύγκειται ἀτόμων, ἄλλα ποιεῖ τὰ σύνθετα καὶ παντάπασιν ἕτερα, ἡ δὲ παρὰ τὴν θέσιν καὶ τὴν τάξιν ἑτεροῖα μὲν οὐχ ἕτερα δέ.

[*](p. 314a24)

Ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα.

Ἐναντίως, φησίν, Ἀναξαγόρας ἐδόξασε τοῖς περὶ Ἐμπεδοκλέα περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς πρῶτά φησιν εἶναι καὶ ἁπλούστατα τὰ τέσσαρα στοιχεῖα, ἐκ τούτων δὲ συγκρινομένων γεννᾶσθαι τὰ ὁμοιομερῆ, ὀστοῦν καὶ σάρκα, Ἀναξαγόρας δὲ ἔμπαλιν σύνθετα φάσκων εἶναι τὰ τέσσαρα στοιχεῖα ἐκ τῶν ὁμοιομερῶν· καὶ γὰρ ὀστοῦ καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου ὁμοιομερείας ἔλεγεν ὑπάρχειν τῷ πυρὶ καὶ τῷ ὕδατι καὶ τοῖς ἄλλοις, ἐπειδὴ πάντα ἐκ τούτων ἑώρα γινόμενα. ἀλλ’ ὥσπερ ὀστοῦ καὶ σαρκὸς ὁμοιομερείας ἔλεγεν καὶ τῶν λοιπῶν, ἅπερ ἡμεῖς σύνθετά φαμεν, οὕτω καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· καὶ πάντα μὲν εἶναι ἐν πᾶσι, φαίνεσθαι δὲ ἕκαστον καὶ ὀνομάζεσθαι κατὰ τὸ ἐπικρατοῦν. ὥστε οὐκ ἐναντίως ἔλεγε τοῖς περὶ Ἐμπεδοκλέα· οὐδὲ γὰρ συνθετώτερα τὰ στοιχεῖα σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν. διαφέρουσι δὲ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς ἀρχὰς ἔλεγε τῶν λοιπῶν τὰ στοιχεῖα, Ἀναξαγόρας δὲ πάντων τὰς ὁμοιομερείας ἀρχάς, φαίνεσθαι δὲ καὶ λέγεσθαι ἕκαστον κατὰ τὸ ἐπι- κρατοῦν, εἴπερ δεῖ ἄρα ἐκ τῶν ἀρχῶν | εἶναι τὰ ἀνομοιομερῆ.

[*](4r)[*](2 φησί mut. in φύσει R 4 αὐτῶν Ra: om. GTZ 5 τὸ ἐπὶ R: τὸ δὲ ἐπὶ Z 7 πάλιν a 9 παρὰ] πρὸ ut vid. ’ 12 δέ om. ’ 13. 14 τοίων ἡ τοίων corr. R: τοιῶν ἢ τοίων R1: τοιῶν ἢ τοιῶν cett. 14 ἀλλὰ R1TZ ἑτέρα Za 15 ἑ . . . . . μὲν οὐχ ἑτέρα δέ Z 18 δέ φησιν Z 19 εἶναι om. add. mrg. Z τὰ om. R 21 num ἔφασκεν? 22 ὁμοιομεριῶν R; sim. 23 ὁμοιομερίας R1 etc. 24 γιγνόμενα a ὀστᾶ a 27 δὲ om. GT κατὰ τὸ] καὶ τὰ T 30 ἀναξαγόρας δὲ GTa: δημόκριτος δὲ RZ : lacuna XII litter, ia V 32 εἴπερ δὴ ἄρα ἄρα om. Z) RZ)
14
[*](p. 314b1)

Τοῖς μὲν οὖν ἐξ ἑνὸς πάντα κατασκευάζουσιν.

[*](4r)

Πῶς κατὰ μὲν τοὺς ἓν στοιχεῖον ὑποθεμένους ταὐτὸν ἀλλοίωσις καὶ γένεσις, κατὰ δὲ τοὺς πλείονα ἕτερον, σαφῶς ἐπεξέρχεται. ἀνωτέρω δὲ αὐτὸ τοῦτο εἰπὼν μόνον, τί ἕπεται ἑκατέρᾳ τῶν ὑποθέσεων ἀπήγγειλε, νυνὶ δὲ αὐτὸ τοῦτο ἀποδείκνυσιν.

[*](p. 314b3)

Ἀεἰ γὰρ μένει τὸ ὑποκείμενον ταὐτὸ καὶ ἕν.

Διότι, ὡς εἰρήκαμεν, δεῖ τὴν πρώτην ὕλην ἀμετάβλητον εἶναι.

[*](p. 314b3)

Τὸ δὲ τοιοῦτον ἀλλοιοῦσθαί φαμεν.

Τὸ μεταβάλλειν τοῦ αὐτοῦ καὶ ἑνὸς μένοντος, τοῦ ὑποκειμένου δηλονότι.

[*](p. 314b4)

Τοῖς δὲ τὰ γένη πλείω ποιοῦσι.

Γένη καλεῖ τὰ στοιχεῖα. κατὰ τούτους δέ, φησί, τοὺς πλείω στοιχεῖα ὑποτιθεμένους διαφέρει γένεσις ἀλλοιώσεως, εἴπερ συγκρίσει φασὶ τὴν γέ- νεσιν ἀποτελεῖσθαι. οὐ γὰρ ταὐτὰ τὰ ἐκ διαφόρων συντεθέντα· οὐκ ἄρα ἀλλοίωσις ἡ σύγκρισις δύναται εἶναι. μαρτυρεῖ δὲ καὶ Ἐμπεδοκλῆς τὸ κατὰ σύγκρισιν γενέσθαι τὴν γένεσιν, λέγων φύσιν μὲν ἰδίαν μηδενὸς εἶναι τῶν συνθέτων, ἀλλὰ ταῦτα πάντα ἐν τῇ συγκρίσει τῶν συμμιγέντων τὴν οὐσίαν ἔχειν· φύσις γάρ, ἔφη, οὐδενός ἐστιν,

  1. ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων.

[*](p. 314b8)

Ὅτι μὲν οὖν οἰκεῖος ὁ λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω φάναι, δῆλον.

Ὄτι, φησί, τῇ ὑποθέσει τὰ πλείονα στοιχεῖα λεγούσῃ οἰκεῖον φάναι [*](2 τοὺς] τὸ Z 3. 4 τοῦτο αὐτὸ Z: αὐτὸ deleverim 6 Ἀεὶ — ἕν ora. t: nimirum continuaverat solito more superius lemma usque ad ἀλλοιοῦσθαί φαμεν μένειν Arist. αὐτὸ Z 7 Διότι] ἐπειδὴ γὰρ a 8 Τὸ δὲ — φαμεν om. hic a, qui pergit τὸ δὲ μεταβάλλειν τοῦ κτλ. τοιοῦτο R 9 τοῦ (post μένοντος) om. a δηλονότι] ἀλλοιοῦσθαι φαμὲν, οὐδ’ ἄν διαφέροι γενέσεως ἀλλοίωσις interpolat a 12 φασὶ om. Z 13 ταῦτα R τὰ om. T 14 ἡ] ἢ R: ὡς Z 15. 16 τῶν συνθέτων εἶναι Z IG μιγέντων G 16. 18 τὴν οὐσίαν — μιγέντων om. Z 17. p. 15,2 φύσις γάρ, ἔφη — τουτέστιν] ἡ γὰρ μίξις καὶ ἡ διάλλαξις αὐτῷ τὴν σύγκρισιν σημαίνει. φανερὸν οὖν ὅτι τῇ ὑποθέσει τῇ πλείονα στοιχεῖα λεγούσῃ οἰκεῖον φᾶναι, ἕτερον εἶναι γένεσιν ἀλλοιώσεως. ἀλλὰ καὶ ὅτι τόνδε τὸν τρόπον λέγουσι, δῆλον. τουτέστιν a, qui superius lemma uscjuc ad V. τὼ τρόπον τοῦτον continuaverat 17 φύσις] ἀντὶ τοῦ κρᾶσις adn. mrg. T2 18 ἀλλὰ κτλ. Empedocl. v. 38 St. 79 Κ. διάλλαξίς Y: διάλεξις GRT 19. 21 οὕτω φάναι — τῇ ὑποθέσει om. Z)

15
ἕτερον εἶναι γένεσιν ἀλλοιώσεως, δῆλον· δῆλον δὲ καὶ ὅτι τὸν τρόπον τοῦτον [*](4r) λέγουσι, τουτέστιν ὅτι τὰ στοιχεῖα πλείονά ἐστιν. ὁ μέντοι Ἀλέξανδρος προσφυέστερον τοῦτο ἐξηγήσαιο. τῇ γὰρ ὑποθέσει, φησί, τῇ πλείονα τοιχεῖα ὑποτιθεμένῃ οἰκεῖος ὁ λόγος ὁ φάσκων τοῦτον τὸν τρόπον γίνεσθαι τὴν γένεσιν καὶ τὴν φθοράν, τουτέστι κατὰ διάκρισιν καὶ σύγκρισιν, διότι ἀναγκαῖόν ἐστιν αὐτοῖς χωρίζειν γένεσιν ἀλλοιώσεως. σαφῶς δὲ καὶ Ἐμπεδοκλῆς εἴρηκε συγκρίσει τὴν γένεσιν γίνεσθαι γίνεσθαι “φύσις οὐδενός ἐστιν” εἰπὼν “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. καὶ οἱ περὶ Δημόκριτον δὲ τῇ συγκρίσει τῶν ἀτόμων τὴν γένεσιν ἔλεγον γίνεσθαι, τῇ διακρίσει δὲ τὴν φθοράν. ἀλλὰ δὴ καὶ Ἀναξαγόρας ἐκκρινομένας τὰς ὁμοιομερείας καὶ συνιούσας ἀλλήλαις δηλονότι ἢ σάρκα ποιεῖν ἢ ὀστοῦν, οὐ γινομένης τῆς σαρκὸς φύσεως, ἀλλὰ φαινομένης, τῷ πλείονας σαρκὸς ὁμοιομερείας εἰς ταὐτὸν συνελθεῖν.

[*](p. 314 b 10)

Καὶ ὅτι λέγουσι τὸν τρόπον τοῦτον.

Δῆλον, φησί, καὶ ὅτι οὕτως λέγουσι, τουτέστι κατὰ τὸν εἰρημένον τρόπον, τὴν γένεσιν γίνεσθαι, ἔκ τε τῆς Ἐμπεδοκλέους ῥήσεως λεγούσης “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”, κἀξ ὧν ὁ Δημόκριτος ἔφη τὰ σύνθετα “διαφέρειν τούτοις ἐξ ὧν εἰσίν”.

[*](p. 314 b 10)

Ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι.

Δείξας αὐτοὺς ἄλλο τὴν γένεσιν λέγοντας παρὰ τὴν ἀλλοίωσιν διὰ τοὐ κατὰ σύγκρισιν γίνεσθαι φάσκειν αὐτήν ἐφεξῆς δείκνυσιν ὅτι ἀναγκαῖον μὲν καὶ τούτοις εἶναι τὴν ἀλλοίωσιν λέγειν καὶ μὴ τὴν αὐτὴν τῇ γενέσει, ἀδύνατον μέντοι κατὰ τοὺς ἐκείνων λόγους ἀλλοίωσιν εἶναι. τοῦτο δὲ οὐκέτι κοινὸν πρὸς φάντας τοὺς κατὰ σύγκρισιν τὴν γένεσιν ποιοῦντας, ἀλλ’ ἰδίως πρὸς Ἐμπεδοκλέα. πρῶτον μέντοι δείκνυσιν ὅτι ἀναγκαῖον λέγειν εἶναί τι τὴν ἀλλοίωσιν ἕτερον οὖσαν παρὰ τὴν γένεσιν, εἶθ’ ὅτι ἀναιροῦσι τοῖς ἑαυτῶν λόγοις τὴν ἀλλοίωσιν.

[*](p. 314 b 12)

Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν.

Ὅτι ἀναγκαῖον αὐτοῖς λέγειν τὴν ἀλλοίωσιν, καὶ ταύτην ἄλλην παρὰ [*](του Z 5 καὶ σύγκρισιν om. a 6 καὶ om. Z 8 διάλεξίς GR1T 10 φθοράν] διαφορὰν GT 13 ταὐτὸ Z 14. 1.5 τοῦτον — τὸν εἰρημένον τρόπον om. T, ubi verba τουτέστι—τρόπον in mrg. suppl. T2 15 οὕτω GTa 16 γίνεσθαι τὴν γένεσιν Z 17 διάλλαξίς τε om. add. T2 διάλεξίς G καὶ ἐξ ὦν GTa ὁ om. a 18 διαφέρειν κτλ. p. 314 a 23 19. 20 μέντοι φάναι R 21 περὶ Z 23 εἰ καὶ μὴ εἰ μὴ καὶ Ζ 26 εἶναι λέγειν τι Ζ 29 δ᾿ ὅτι a 30 p. 16,20 αὐτοῖς λέγειν τὴν ἀλλοίωσιν — ῥᾴδιον om. Z 30 λέγει a)

16
τὴν γένεσιν, καὶ διὰ τί ἀναγκαῖον δείκνυσι, καὶ ὅτι ἀδύνατον τοῖς παρ' [*](4r) ἐκείνων λεγομένοις συστῆναι ἀλλοίωσιν. δείκνυσι δὲ οὕτως. ὥσπερ γὰρ ὁρῶμεν, φησί, καὶ ἐναργές ἐστι σῳζομένης τῆς οὐσίας μεταβολὴν κατά ποσὸν γίνεσθαι, οὕτως ἐναργὲς τὸ σῳζομένης τῆς οὐσίας γίνεσθαι κατὰ ποιὸν μεταβολήν, ὅπερ ἐστὶν ἀλλοίωσις. ὥστε διὰ τὸ ἐναργὲς ἀναγκαῖον αὐτοῖς λέγειν εἶναι ἀλλοίωσιν. ὅτι δὲ ἀδύνατον κατὰ τοὺς λόγους τῆς παρὰ τοῦ Ἐμπεδοκλέους λεγομένης, ἐφεξῆς δείκνυσιν. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἔστι δὲ καὶ κατ’ ἄλλον τρόπον τὴν ἐξήγησιν ἀποδοῦναι τοῦ ῥητοῦ <τοῦ> “ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι” καὶ τὰ ἑξῆς. οἱ πλείονα, φησί, στοιχεῖα ὑποθέμενοι διὰ μὲν τῆς ὑποθέσεως ἀναγκαίως εἰσάγουσι τὴν ἀλλοίωσιν, ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, τῷ ταύτας μὲν κατὰ σύγκρισιν καὶ διάκρισιν θεωρεῖσθαι, καθὼς προείρηται, τὴν δὲ ἀλλοίωσιν κατ’ ἄλλο τι τῶν περὶ τὴν σύγκρισιν θεωρουμένων, τὴν θέσιν ἢ τὴν τάξιν· ὅμως, | φησί, καίπερ τῆς ὑποθέσεως χωρούσης ἀμφότερα καὶ γένεσιν καὶ ἀλλοίωσιν, τοιούτους ἀποδεδώκασιν ἔνιοι λόγους, ὧν ἐστιν Ἐμπεδοκλῆς, ἐξ ὧν ἀδύνατον ἀλλοίωσιν σῴζεσθαι. τὰς γὰρ ποιότητας, περὶ ἃς ἡ κὰτ ἀλλοίωσιν μεταβολὴ θεωρεῖται, εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων εἴρηκεν, ἄφθαρτα καὶ ἀμετάβλητα τὰ στοιχεῖα ὑποθέμενος.

Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν. τοῦτο ὅτι καίπερ τῆς ὑποθέσεως αὐτῶν καὶ γενέσεως καὶ ἀλλοιώσεως ἔννοιαν ὑπαγορευ0ούσης, αὐτὸς τοῖς λόγοις ἀνεῖλε τὴν ἀλλοίωσιν. εἶτα λοιπὸν μέλλων δεῖξαι ὅτι ἀναιρεῖ δι’ ὧν λέγει τὴν ἀλλοίωσιν ὁ Ἐμπεδοκλῆς, πρῶτον αναμιμνῄσκει τί ἐστιν ἀλλοίωσις ὅτι μεταβολὴ περὶ τὴν οὐσία ἀκίνητον μέ· νουσαν. παραδείγματι δὲ κέχρηται τῇ αὐξήσει, δι’ ὧν φησιν ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας, καὶ τὰ ἑξῆς. τὴν δὲ αὔξησιν ὡς ἐναργῆ καὶ παρὰ πάντων ὁμολογουμένην παρέλαβεν. πρὸς μὲν γὰρ τὴν ἀλλοίωσιν ἴσως ἄν τις καὶ κακομαχεῖν δύναιτο, ὡς Πρωταγόρας, οὐκ εἶναι φύσιν ὡρισμένην οὐδενὸς λέγων, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αἰσθητικοῦ τὴν διαφορὰν τῶν αἰσθητῶν ποιοτήτων γίνεσθαι· πρὸς μέντοι τὴν αὔξησιν οὐδεὶς ἄν ἀντείποι, ὡς ἔστι κατὰ ποσὸν μεταβολὴ τῆς ὑποκειμένης οὐσίας ἀμεταβλήτου μενούσης, ἐξ ἧς ἄν τις καὶ τὰ περὶ τῆς ἀλλοιώσεως συλλογισαιτο.

[*](3 ἐστι om. add. T2 4 σωζόμενον R 6. 7 τῆς—λεγομένης (scil. ὑποθέσεως?) GRT: τοὺς — λεγομένους a (item V, si silentio fides) 7 οὕτω (G)a οὖν om. a 8 ἔτι δὲ (G)a 9 <τοῦ> addidit a μέντοι GT: μέν τινα R1 11 οὖσαν] εἶναι T 12 ταύτης GT τὴν σύγκρισιν a 15 τοιοῦτος R1 15 16 ἔνιοι λόγους scripsi: εἶναι λόγους RV: λόγους εἶναι GT1a: λόγους ἔνιοι εἶναι T3 16 ἀλοίωσιν R 20 τοῦτο (ante ὅτι) om. a 21 καίπερ] καί περὶ RTZ1 22 μέλλων] μετ' ἄλλων R 23 δείξειν a ὁ om. Z 24 κίνητὸν (sic) a 26 ὡς οm. a 30 τῶν αἰσθητικῶν ποιοτήτων a 31 ἂν om. RZ τὸ ποσὸν GTa 32 ἑξῆς R1a)
17
[*](p. 314 b 15)

Οὐ μὴν ἀλλ’ ἐξ ὧν λέγουσιν οἱ πλείους ἀρχὰς ποιοῦν-[*](4v) τες μιᾶς.

Ἄρχεται διδάσκειν πῶς οἱ πλείους ἀρχὰς ὑποθέμενοι διὰ τῶν λόγων ἀναιροῦσι τὴν ἀλλοίωσιν δι ὧν λέγουσι. φασὶ γὰρ τὰ πάθη, καθ’ ἅ φαμεν τὴν ἀλλοίωσιν γίνεσθαι, εἴδη εἶναι τῶν στοιχείων, εἴδη δὲ ὄντα ἀεὶ τοις αὐτοῖς τὰ αὐτὰ μένει· ἀμετάβλητα γὰρ καὶ ἀπαθῆ κατ’ αὐτοὺς τὰ εἴδη. οὐ πάντες δὲ οἱ πλείους ἀρχὰς ὑποθέμενοι ἀναιροῦσι τὴν ἀλλοίωσιν, ἀλλ’ ὁ Ἐμπεδοκλῆς. καὶ παραθέμενος δι’ ὧν ταῦτά φησιν ὁ Ἐμπεδοκλῆς, ἀποδιδοὺς τῷ πυρίῳ σώματι καὶ τῷ ἡλίῳ (πύρια γὰρ τὰ οὐράνια ᾤετο) λευκότητα καὶ τὴν θερμότητα, τῷ δὲ ὕδατι τὴν μελανότητα καὶ τὴν ψυχρότητα, ὁμοίως φησὶ καὶ περὶ τῶν λοιπῶν παθῶν λέγειν αὐτόν, οἷον ὑγότητος καὶ ξηρότητος καὶ πυκνότητος καὶ συντόμως φάναι τῶν ἄλλων παθῶν, ὁμοίως δὲ δηλονότι τῷ διαφορὰς αὐτὰ τῶν στοιχείων εἶναι καὶ εἰδοποιεῖν αὐτὰ τὰ αὐτὰ μένοντα. κατὰ μὲν οὖν Ἐμπεδοκλέα οὐκ ἔστιν ἀλλοίωσις, ὡς δέδεικται, κατὰ δὲ Ἀναξαγόραν αἱ ὁμοιομέρειαι τούτοις εἰδοποιοῦνται τοῖς πάθεσιν, κατὰ δὲ τοὺς περὶ Δημόκριτον εἴδη τῶν στοιχείων ἐστὶ τὰ σχήματα, τῶν δῖέ ἄλλων ἐστὶν ἀνεπίδεκτα παθῶν, οἷον θερμότητός τε καὶ ψύξεως, λευκότητός τε καὶ μελανίας, καὶ τῶν ἄλλων τῶν τοιούτων, φαίνεσθαι δὲ μόνον τούτων μετέχοντα τὰ σύνθετα τῇ πρὸς ἡμᾶς σχέσει. τούτων δὲ τῶν παθῶν, τῶν ἡμῖν μὲν φαινομένων φύσει δὲ μὴ ἐνυπαρχόντων τοῖς σώμασι, τὰ μὲν τῇ ἐκ τῶν τοιῶνδε ἀτόμων συγκρίσει ἕπεται, ὥσπερ ἡ θερμότης τῷ πυρὶ ἐκ σφαιρικῶν ἀτόμων συντεθεισῶν φαίνεται διὰ τὸ τῆς σφαίρας εὐκίνητον (τῷ γὰρ ῥᾳδίως διικνεῖσθαι, κατὰ σημεῖον ἡ κίνησις τῇ σφαίρᾳ, τὸ θερμὸν εἶναι δοκεῖν ποιεῖ, ὥσπερ τοὐναντίον ὁ κύβος τῇ πιλήσει καὶ τῷ δυσκινήτῳ τὸ ψυχρόν), ἔνια δὲ σῳζομένων τῶν συγκριμάτων τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων τὴν φαντασίαν τῆς μεταβολῆς ἴσχει, ὅπερ ἔφαμεν ἀναλογεῖν τῇ ἀλλοιώσει. τὸ γὰρ αὐτὸ σῶμα ὁτὲ μὲν λευκὸν ὁτὲ δὲ μέλαν καὶ ψυχρὸν, καὶ θερμὸν δοκεῖ, τῷ μετατίθεσθαι καὶ μετατάττεσθαι τὰς ἀτόμους ἐν τῷ συνθέτῳ. ἀμέλει τὸ πῦρ ἀεὶ ὡσαύτως ἔχειν δοκεῖ, τῷ εἰ καὶ μετατεθεῖεν τὰ ἐξ ὧν σύγκειται ἄτομα, διὰ τὸ εἶναι σφαιρικὰ πανταχόθεν τὴν αὐτὴν ἀεὶ ἔχειν σχέσιν πρὸς ἡμᾶς. τὰ γὰρ ἐκ τριγώνων φέρε οὐχ ἕξει ὁμοίως, ἔξω μὲν τῶν βάσεων οὐσῶν ἐντὸς δὲ τῶν κορυφῶν, ἢ ἔμπαλιν. πάντα δὲ ἀπλῶς τὰ [*](1. 2 ποιοῦνται a 4. 5 δι’ ὧν — ἀλλοίωσιν om. GTa 4 γὰρ Z: om. R 5 <τὰ γὰρ πάθη> εἴδη εἶναι <φασὶ> τῶν a 5. 6 τὰ αὐτὰ τοῖς αὐτοῖς a 6 R1 10 ὕδωρ Z 11 λέγεν GT 13 τῷ a: τὸ cett. 15 δέδοικται GT1 ὁμοιομερίαι R 16 περὶ om. superscr. R 18 ψύχεος R τε alterum om. R μανίας G 18. 19 τῶν ἄλλων τοιοῦτον Z 22 συντεθεισῶν a: συντεθέντων RZ: συνθέντων T: συνθέτων G 23 ἀκίνητον Z δικνεῖσθαι (G)a 24 τῆς σφαίρας GTa τῆ σφαίρα ἡ κίνησις Z ποιεῖν Z 28. 30 δοκεῖ—ἔχειν om. Z 31 τὰ ἄτομα Z ἔχειν a: ἔχει cett. 33 βάσεων] βία Z)

18
τε ἄλλως μεταλλαττόμενα, φαίνεσθαι μόνον ἡμῖν ἔφασκον, φύσει δὲ ἐνυπαρχειν οὐδαμὼς.

[*](p. 314 b 26)

Ἤ καὶ φανερὸν ὅτι μίαν ἀεὶ τοῖς ἐναντίοις ὑποθετέον ὕλην.

Ὕλην μὲν καλεῖ τὸ ὑποκείμενον καθ’ ἑκάστην μεταβολήν. δείξας δὲ πῶς οἱ πολλὰ στοιχεῖα λέ|γοντες ἀναιροῦσιν ἀλλοίωσιν, τοῦτο λοιπὸν ὥσπερ [*](5r) πόρισμα συνάγει. εἰ γὰρ διὰ τοῦτο οὐ δύναται λέγειν ὁ Ἐμπεδοκλῆς ἀλλοίωσιν, διὰ τὸ ἀμεταβλήτους ὑποτίθεσθαι τὰς πρώτας οὐσίας, ἐστι δὲ ἐναργὴς ἡ ἀλλοίωσις, δεῖ τοίνυν ἕν τι εἶναι ὅπερ ὑπομένει καὶ μεταβάλλει εἰς τὰ ἐναντία. εἴτε οὖν ἔστιν ἀλλοίωσις καὶ ὅλως μεταβολή, ἓν τὸ ὑποκείμενον, εἴτε ἓν τὸ ὑποκείμενον, ἀνάγκη πᾶσα μεταβολὴν εἶναι· οὐ γὰρ ὁμοειδῆ ἐστι τὰ ὄντα, ὡς ἡ ἐνάργεια μαρτυρεῖ. ἑνὸς οὖν ὄντος ὑποκειμένου, ἐκεῖνο δηλονότι ἐστὶ τὸ κατὰ τὰς ἐναντίας μεταβάλλον ποιότητας. κοινὸν δὲ ἐπὶ πάσης μεταβολῆς ἐποιήσατο τὸν λόγον.

[*](p. 314 b 28)

Ἔτι δ’ ὁμοίως ἀναγκαῖον εἶναι τοῦτο καὶ ἀλλοίωσιν.

Ὁμοίως, φησίν, ἀναγκαῖον κοινὸν ὑποκείμενον εἶναι καὶ ἀλλοίωσιν. τουτέστι καθάπερ ἀναγκαῖον κοινὸν ὑποθέσθαι ὑποκείμενον, οὕτω καὶ ἀλλοίωσιν ἀναγκαῖον ὑποθέσθαι, διότι ἑκάτερον θατέρῳ ἀκολουθεῖ, ἥ τε ἀλλοίωσις τῶ κοινῶ ὑποκειμένω ἥ τε τοῦ κοινοῦ ὑποκειμένου θέσις τῇ ἀλλοιώσει. (??) τόδε τῶν ἐχόντων εἰς ἄλληλα μεταβολὴν εἶπε διὰ τὰ οὐράνια· κατὰ τόπον γὰρ μόνον ταῦτα μεταβάλλειν νοεῖται.

[*](p. 315 a 3)

Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐναντία λέγειν καὶ πρὸς τὰ φαινόμενα καὶ πρὸς αὑτὸν αὐτός.

Εἰπὼν τί μὲν ἕπεται τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις, ὅτι τὸ μὴ διακρίνειν γένεσιν ἀλλοιώσεως, τί δὲ τοῖς πολλά, ὅτι ἕπεται μὲν τῇ ὑποθέσει αὐτῶν τὸ εἰδέναι διαφορὰν γενέσεως καὶ ἀλλοιώσεως, εἰ καὶ αὐτοὶ τοῦτο οὐκ ἐπέστησαν οὐδὲ διέκριναν γένεσιν καὶ ἀλλοίωσιν, ἰδίᾳ μὲν [*](4 Ἢ] cf. Aristotelis libri ὑποθετέον εἶναι τοῖς ἐναντίοις a 7 οἱ πολλὰ om. R τὰ στοιχεῖα a 12 πᾶσα Ra: πᾶσι Z: πᾶσαν GT μεταβολὴ Z 13 ὁμοιειδῆ Z ἐνέργεια GRTa 13. 14 τοῦ ὑποκειμένου Z 16 lemma om. a, qui superius lemma plenius dederat 17 ὁμοίως οὑν φησιν a: ὁμοίως δέ φησιν Z ἀναγκαῖον κοινὸν ὑποκείμενον R (et V): ἀναγκαῖον ὑποκείμενον κοινὸν GTa: κοινὸν ἀναγκαῖον ὑποκείμενον Z 18. 19 οὕτως καὶ ἀλλοίωσιν ἀναγκαῖον κοινὸν ὑποθέσθαι ὑποκείμενον Z 21. 22 κατὰ τόπον in eras. Τ2 24 αὐτὸν RZ 27 εἰ καὶ αὐτοὶ RT: ἢ καὶ αὐτοὶ G: εἰ καὶ αὐτὸ Z: αὐτοὶ δὲ a 28 immo τούτῳ ἰδίαν Z)

19
Ἀναξαγόρᾳ ἐνεκάλεσεν, ὅτι καὶ τὴν οἰκείαν φωνὴν ἠγνόησε τὴν γένεσιν καὶ [*](5r) τὴν φθορὰν ἀλλοίωσιν ὀνομάσας, ἰδίᾳ δὲ πάλιν νῦν Ἐμπεδοκλέους ἐπιλαμβάνεται ὡς καὶ τοῖς φαινομένοις καὶ ἑαυτῷ τἀναντία λέγοντος. πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῆ οὖσαν, πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἀμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὲν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ δὲ ἄλλα ἐκ τούτων , πάλιν δέ φησι τῆς φιλίας κρατούσης τὰ πάντα ἓν γίνεσθαι καὶ τὸν σφαῖρον ἀποτελεῖν ἄποιον ὑπάρχοντα, ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σώζεσθαι ἐν αὐτῷ ἰδιότητα ἀποβάλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος. ὡς δῆλον ὅτι ἀφαιρετὰς ὑποτίθεται τὰς εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων. ἔτι δὲ καὶ ἐξ ὧν φησιν αὐτὰς γίνεσθαι, εἰσάγει ὅτι καὶ χωρίζονται. λέγει δὲ αὐτὰς γίνεσθαι, ἐπειδὰν τοῦ σφαίρου γενομένου καὶ πάντων εἰς αὐτὸν συνελθόντων τὸ νεῖκος κρατήσῃ πάλιν. τότε γάρ, φησίν, ἐκ τοῦ σφαίρου ἑνὸς ὄντος καὶ ἀδιαφόρου σώματος γίνεται τὰ τέσσαρα στοιχεῖα, διαφορῶν τινων δηλονότι καὶ παθῶν προσγενομένων τῷ ἑνὶ ἄλλων ἐν ἄλλῳ μέρει αὐτοῦ, αἷστισιν ἀλλήλων διορίζονται τὰ. ἐξ ἐκείνου γενόμενα στοιχεῖα. ὥστε εἰ γεγόνασι, καὶ ἀφαιρεθεῖεν ἄν, καὶ μάλιστα τοῦ νείκους καὶ τῆς φιλίας ἔτι μαχομένων· ὥστε καὶ γένοιτ’ ἄν ἐξ ἀλλήλων. εἰ γὰρ μὴ διακεκριμένον μηδὲ ἀφωρισμένον ἐν τῷ σφαίρῳ τὸ τοῦ πυρὸς σῶμα ὕστερον τὰς διαφορὰς προσλαβὸν γέγονε πῦρ, καὶ αἱ διαφοραὶ αἱ τοῦ πυρός, ὡς ἐν τῷδε τῷ μέρει τοῦ σφαίρου γενόμεναι τὸ πῦρ ἐποίησαν, οὕτω καὶ ἐν ὁτῳοῦν ἄλλῳ μέρει αὐτοῦ ἠδύναντο γενέσθαι, ἐν ᾧ φέρε αἱ τοῦ ὕδατος νῦν καὶ τῆς γῆς καὶ τοῦ ἀέρος διαφοραὶ γεγόνασι, πρόδηλον ὅτι καὶ εἰς ἄλληλα πεφύκασι μεταβάλλειν. τοῦτο γάρ ἐστι τὸ δύνασθαι τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, τὸ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ἀνὰ μέρος ποτὲ μὲν τὰς τούτου ποτὲ δὲ τὰς ἄλλου τινὸς εἰδοποιοὺς διαφορὰς δύνασθαι γίνεσθαι. οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὡς αὐτὸ τὸ σῶμα τοῦ πυρὸς τὸ συνελθὸν ἐν τῇ τοῦ σφαίρου γενέσει, αὐτὸ ὕστερον τὰς διαφορὰς τοῦ πυρὸς ἐδέξατο καὶ γέγονε πῦρ. ἀποκληρωτικὸν γὰρ τοῦτο· ἦν γὰρ ὁ σφαῖρος ἀδιάφορον σῶμα καὶ ὁμοειδὲς αὐτὸ ἑαυτῷ, καὶ κοινὸν πάντων ὑποκείμενον. εἰ γάρ τις εἴποι μὴ δύνασθαι ἐν ὁτῳοῦν τοῦ σφαίρου μέρει τὰς ἑκάστου στοιχείου εἰδοποιοὺς διαφορὰς ἐγγίνεσθαι, δῆλον ὅτι οὐκ ἀδιάφορον ποιεῖ τὸ τοῦ σφαίρου σῶμα οὐδὲ ἕν, ἀλλ’ ἄλλας ἐν ἄλλῳ μέρει αὐτοῦ ἀποτίθεται ἰδιότητας, δι’ ἃς ἐν τῶδε μὲν πῦρ καὶ οὐδὲν τῶν λοιπῶν, ἐν ἄλλῳ δὲ ἄλλο τι συνίσταται. εἰ οὖν ωνο- [*](1 ἀναξαγόραν R οἰκείαν] ἰδίαν a φωνήν] φ υ (h. e. φύσιν) Z 2 ὠ μάσης a 4 λέγειν Z 5 ἀμετάβλητα μὲν Z 7 ἐνγίνεσθαι et τὸ σφαῖρον Z γίγνεσθαι a 9 ἀποβαλόντος R ὥστε fort. recte a 13 κρατήσει RZ 14 διαφόρου GT 15 προσγινομένων δηλονότι καὶ παθῶν a τῶ ἑνὶ ἄλλων ἐν R: τῶ ἐντάλλων ἐν Z: τῶ ἑνὶ GT: ἄλλων a 16 γινόμενα GTa 19 άφορισμένον Z 20 προσλαβὼν R1Z1 τῶδε R: τῶ δὲ a (cett.) 21 οὕτω R (et V): οὐτῶ οὑν TZ: οὕτως οὖν (G)a ἐν om. Z ὁτῳοῦν (sic) V: τῶ οὗν R: τῶ cett. 22 νῦν om. a 25 ἓν ἑνὶ R 33 ἄλλας εἰ ἄλλω Z, qui mox ὑποτίθεται ἐν τῶ μὲν Ζ)
20
ἀδιάφορον παντελῶς τὸ τοῦ σφαίρου σῶμα ὑποτίθεται, καὶ ἀνὰ μέρος ποτὲ [*](5r) μὲν ἐπικρατεῖν τὸ νεῖκος καὶ ποιεῖν τὰ στοιχεῖα, ποτὲ δὲ τὴν φιλίαν καὶ ποιεῖν τὸν σφαῖρον , ἀνάγκη πᾶσα κατὰ ταύτας τὰς ὑποθέσεις πάντα τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα.

[*](p. 315a18)

Ὄὐ γὰρ δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν. Οτε, φησίν, ἓν ἦν τὸ πᾶν, τουτέστιν ὁ σφαῖρος, οὔτε πῦρ ἦν ἐν αὐτῷ οὔτε τῶν ἄλλων οὐδὲν καθ’ ἕξιν, ἐπεὶ οὐκέτ’ | ἄν ἦν ἕν • ἀλλὰ δῆλον ὅτι [*](5v) ἕκαστον τῶν στοιχείων ἐξέστη τοῦ εἶναι ὅπερ ἦν, καὶ μίαν οὐσίαν πάντα ἀπετέλεσε τὴν τοῦ σφαίρου.

[*](p. 315a19)

Ἄδηλον δὲ καὶ πότερον ἀρχὴν αὐτῶν θετέον.

Πἀλιν πρὸς Ἐμπεδοκλέα ἀποτείνεται ὡς ἀσύμφωνα ὑποτιθέμενον. ἄδηλον γάρ, φησί, ποίαν χρὴ τίθεσθαι ἀρχὴν ὅσον ἐκ τῶν παρ’ αὐτοῦ λε- γομένων, πότερον τὸν σφαῖρον τῶν στοιχείων ἡ ταῦτα τοῦ σφαίρου. ᾗ μὲν γὰρ ἐκ τοῦ σφαίρου ὡς ἐξ ὕλης τινὸς ἀποίου καὶ κοινοῦ ὑποκειμένου κατὰ τὴν ὑπὸ τοῦ νείκους κίνησιν μεταβάλλοντα καὶ εἰδοποιούμενα γίνεται τὰ τέσσαρα στοιχεῖα, ταύτῃ δόξειεν <ἂν> ἐν ἀρχῆς καὶ ὕλης λόγῳ τὸν σφαῖρον τίθεσθαι δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἄποιον εἶναι)· ᾗ δὲ πάλιν ἐκ τῆς τῶν τεσσάρων συνθέσεως τῆς φιλίας συγκρινούσης τὸν σφαῖρον ἔλεγε γίνεσθαι, ταῦτα δὲ ἐκ τῆς ἐκείνου διαλύσεως, ἐν ἀρχῆς λόγῳ ἄν τις θείη τὰ τέσσαρα στοιχεῖα· ἀρχῆς γὰρ ἴδιον τὸ ἁπλούστερον, ἁπλούστερα δὲ τὰ στοιχεῖα τοῦ ἐξ αὐτῶν συγκειμένου σφαίρου· σύνθετος γὰρ ἐκ τούτων ὁ σφαῖρος.

[*](p. 315a26)

Ὅλως τε δὴ περὶ γενέσεως καὶ φθορᾶς τῆς ἁπλῆς λεκτεον.

Εἰπὼν τἀς τῶν παλαιοτέρων περὶ τῆς γενέσεως δόξας, τῶν τε εἰς ταὐτὸν ἀγόντων αὐτὴν τῇ ἀλλοιώσει καὶ τῶν διακρινόντων αὐτήν, ἐπά- νεισιν ἐπὶ τὸ προκείμενον, λέγω δὲ τὸν περὶ γενέσεως λόγον, καὶ ζητεῖ εἰ ἔστι γένεσις, καὶ τὸν τρόπον καθ’ ὅν ἐστι, καὶ περὶ τῶν ἄλλων δὲ τῶν φυσικῶν μεταβολῶν· ἀναγκαῖος γὰρ ὁ περὶ τούτων λόγος μάλιστα, διότι τῶν παλαιῶν οὐδένα ἔχομεν περὶ τούτων ἀξιόλογόν τι εἰρηκότα.

Περὶ μὲν οὖν ἁπασῶν τῶν φυσικῶν μεταβολῶν οὐδεὶς εἴρηκε τῶν προτέρων, λέγω δὲ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως, Πλατῶν δὲ εἴ· [*](2 δὲ om. GT 5 lemma (quo de cf. Ar. codd.) om. hic a 6 Ὅτε—πᾶν om. add. mrg. R2 ὅταν Z: ὅτε οὑν a 10 καὶ τὸ πότερον a αὐτῶ R et Aristot. cod. E 11 ὑποτείνεται R ἀσύμφωνον Z 15 τοῦ] τὴν Z 16 ἄν addidit a ἐν om. Z 19 <ταύτῃ> ἐν ἀρχῆς V 25 παλαιωτἐρων G 31 μὲν οὖν] γὰρ a 32 λέγω] ἐγὼ R 32. p. 21,2 Πλάτων—στοιχείων] lemma 315a29—b9 Πλατῶν μὲν οὐν—ἀλλοίωσιν a)

21
ρηκε μὲν ἀλλὰ περὶ μόνης γενέσεως, καὶ γενέσεως οὐ πάσης ἀλλὰ μόνης [*](5v) τῆς τῶν στοιχείων ἐκ γὰρ τῶν ἐπιπέδων αὐτὰ γεννᾷ), πῶς δὲ τὰ σύνθετα ἐκ τῆς τούτων γίνεται συνθέσεως οὐκέτι εἴρηκεν. τοῦ δὲ περὶ γενέσεως λέγοντα τὸν Πλάτωνα τῆς τῶν στοιχείων μὴ εἰρηκέναι καθόλου περὶ γενέσεως ἀπόδειξις τὸ μὴ δύνασθαι τῷ τῆς γενέσεως τῶν στοιχείων λόγῳ ὑποτάττεσθαι τὴν σαρκῶν καὶ ὀστῶν γένεσιν. τὰ μὲν γὰρ στοιχεῖά φησιν ἐξ ἐπιπέδων γεγενῆσθαι τριγώνων, προθέμενος δὲ εἰπεῖν περὶ ὀστῶν γενέσεως οὐκέτι οὐδὲ τὴν τῶν ἐπιπέδων οὐδὲ τὴν ἐκ τῶν ἐπιπέδων γεγονότων, λέγω δὲ τῶν στοιχείων, αἰτιᾶται σύνθεσιν. λέγει γὰρ ὅτι ‘γῆν διαπλάσας καθαρὰν ὁ δημιουργὸς καὶ λείαν ἀνεφύρασε καὶ ἔδευσε μυελῷ, καὶ μετὰ ταῦτα εἰς πῦρ αὐτὸ ἐντίθησι, μετ’ ἐκεῖνο δὲ εἰς ὕδωρ αὐτὸ βάπτει, πάλιν δὲ εἰς πῦρ, καὶ αὖθις εἰς ὕδωρ, μεταφέρων τε οὕτως πολλάκις εἰς ἑκάτερον ὑπὸ ἀμφοῖν ἄτηκτον εἰργάσατ’· ὁ δὲ μυελός, ἐξ οὗ καὶ ἐκ τῆς γῆς ποιεῖ τὰ ὀστᾶ, οὔτε στοιχεῖόν ἐστιν οὕτε ἐπίπεδον. ποιότητος γὰρ καὶ πάθους μεταβολὴ γεννᾷ τὰ ὀστᾶ, ποιότητα δὲ καὶ πάθος οὐχ οἷόν τε ἐκ τῶν ἐπιπέδων γεννηθῆναι. αὐτὸς γὰρ ἐρεῖ προελθὼν ‘πάθος γὰρ ἐκ τῶν ἐπιπέδων οὐδὲ ἐπιχειροῦσι γεννᾶν’, διότι τὰ στοιχεῖα αὐτῶν τοῖς σχήμασιν ἀλλ’ οὐ ποιότησιν οὐδὲ πάθεσιν εἰδοποιεῖται. καταλιπὼν δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ Ἀριστοτέλης ὄντα ἄτοπα , οὐδὲν ὅλως εἰρηκέναι περὶ ὀστῶν γενέσεως αὐτόν φησι· παντάπασι γὰρ ἀπίθανά ἐστιν ὡς πρὸς τὸ φαινόμενον, εἰ οὕτως ἔλεγεν ὁ Πλατῶν. εἰ γὰρ μυελὸς ἦν τοῦ ὀστοῦ πρότερον, καὶ ὀστοῦν ἦν ἐξ ἀνάγκης· ὀστογενῆ γοῦν καὶ αὐτὸς ὁ Πλατῶν καλεῖ τὸν μυελόν, ὡς ἐν ἐκείνῳ τὸ εἶναι ἔχοντα. ὥστε πρὶν ὀστοῦν γένηται, ἦν ὀστοῦν. ἔτι εἰ καὶ ὅτι μάλιστα ἐκεῖνο τὸ πρῶτον ὀστοῦν ἐποίησεν οὕτως ὁ δημιουργός, ἀλλ’ οὐχ οὕτως γίνεται τὰ ἐν τοῖς ζῴοις φύσει γινόμενα. ὁ μὲν οὖν Πλατῶν τοσοῦτον μόνον περὶ γενέσεως εἴρηκεν, οὐδὲ τῶν ἄλλων δὲ οὐδεὶς εἴρηκέ τι παρὰ τὰ ἐπιπολῆς ἔξω Δημοκρίτου· οὗτος γάρ, φησί, παρὰ τοὺς ἄλλους φαίνεται πάντων πεφροντικὼς καὶ ἀρχὰς ὑποθέμενος εἰς πάντα αὐτῷ ἁρμόττειν δυναμένας.

[*](p. 315a27)

Καὶ περὶ τὰς ἄλλας κινήσεις.

Κινήσεις εἶπεν ἀντὶ τοῦ μετα|βολάς· ἡ γὰρ γένεσις, ὡς αὐτὸς ἔφη ἐν [*](6r) [*](1. 2 μόνης τῆς τῶν R (et V): μόνης τῶν GT: μόνων τῶν Z 3 τοῦ] τὸν R 4. 5 περὶ γενέσεως om. R 7 γίνεσθαι Z 9. 13 cf. Plat. Tim. p. 73 E 10 ὁ δημιουργὸς καθαρὰν a λείαν RT1a: λίαν GT2Z 11 ἀντίθησι a 12 οὕτω (G)a 13 εὔτικτον R ἐκ om. R (et V) 15 μεταβολῆ a γεννᾶται ὀστᾶ Z 16 γενηθῆναι GTa αὐτὸς γὰρ κτλ.] cf. Ar. p. 316a4 17 οὐδὲν libri αὐτῷ a 20 αὐτῶν GT 22 ἦν om. Z Πλάτων] ap. Arist. Top. Z 2 p. p. 140a5 (cod. A) ὁ 23 ἐν om. (G)a πρὶν Ε ; a 24 εἰ om. GT ἐκεῖν et οὗτος ὁ δημ. Z 25 οὐχ οὕτω (G)a 26 τοσοῦτο a μόνος Z 26. 27 οὐδὲ—οὗτος γάρ] ὁ δὲ Δημόκριτος a 27 ἐπὶ πολῆς R 28 περὶ Z πεφορτικὼς GT1 29. 31 δυναμένας καὶ πρὸς τὰς ἄλλας κινήσεις, κινήσεις δὲ εἰπὼν ἀντὶ a, qui lemma non agnovit 30 καὶ περὶ κτλ.] cf. Ar. cod. H 31 ἔφησεν ἐν Z)

22
τῇ Φυσικῇ, μεταβολὴ μὲν οὐ μέντοι κίνησις. πτώσει δὲ ἀντὶ πτώσεως [*](6r) ἐχρήσατο, αἰτιατικὴν εἰπὼν ἀντὶ γενικῆς· ἔδει γὰρ εἰπεῖν ‘περὶ τῶν ἄλλων κινήσεων’ . ἔστι δὲ τοιοῦτον σχῆμα παρὰ τοῖς παλαιοῖς, καὶ παρὰ τῷ ποιητῇ
  1. θρήνους ἐξάρχους, οἵ τε στονόεσσαν ἀυτήν
ἀντὶ τοῦ θρήνων ἐξάρχους. καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις
  1. ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐσκεύασας,
  2. ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
  3. ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
τὸν ὅρμον γὰρ αἰτιατικὴν εἶπεν ἀντὶ τοῦ ὅρμου· ἡ βάλανος ἐκ τοῦ τρήματος του ὅρμου ἐκπέπτωκεν.

[*](p. 315a35)

Ἤδη δὲ ἐν τῷ πῶς διαφέρει.

Ἐν τῷ πῶς φησὶ κατὰ τὸν τρόπον. εἰ γὰρ καὶ γένεσιν καὶ ἀλλοίωσιν ὑποτίθεται, ἀλλ’ οὐχ ὅνπερ ἡμεῖς τρόπον, συγκρίσει μὲν καὶ διακρίσει οἰόμενος εἶναι τὴν γένεσιν, μεταθέσει δὲ καὶ μετατάξει τὴν ἀλλοίωσιν. καὶ περὶ αὐξήσεως δὲ οἱ μὲν ἄλλοι τοσοῦτον εἰρήκασιν, ὅσονπερ ἄν λέγοι καὶ ὁ τυχών, ὅτι προσιόντος τινὸς γίνεται αὔξησις πῶς δὲ πρόσεισιν, ἆρα διὰ πόρων ἢ σῶμα διὰ σώματος διιόν, οὐκέτι προστεθείκασι· ταῦτα γὰρ πάντα ἔχει ἀπορίαν· καὶ περὶ τοῦ ποιεῖν δὲ καὶ πάσχειν αἱ αὐταὶ ἀπορίαι, πῶς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει), ὅτι δὲ Δημόκριτος περὶ αὐξήσεως ἀπεφήνατο ὑποκατιὼν προστίθησιν.

[*](p. 315b4)

Οὐδὲ περὶ μίξεως.

Ἡ μίξις ἢ ταὐτόν ἐστι τῇ κράσει κρᾶσις δέ ἐστιν ὡς ἡ τῶν ὑγρῶν, ὅταν τῶν ὄγκων παρακειμένων δράσασαι εἰς ἀλλήλας αἱ ποιότητες δι’ ἀλλήλων διαβῶσιν) ἢ ἐπὶ πλέον τῆς κράσεως ἡ μίξις· τῶν γὰρ μίξεων ἡ μέν ἐστι κρᾶσις ὡς ἐπὶ τοῦ οἰνομέλιτος, ἡ δὲ παράθεσις ὡς ἐπὶ τῆς πανσπερμίας, ἡ δὲ διαπλοκὴ ὡς ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους. δεῖ δὲ τῷ περὶ γενέσεως διαλεγομένῳ καὶ τοῦ περὶ τούτων λόγου, εἰς τὸ εἰδέναι τίνι τρόπῳ τὸ γινόμενον γίνεται καὶ εἴτε δεῖ τούτων τινὸς εἰς τὴν γένεσιν εἴτε οὐ δεῖ.

[*](1 Φυσικῇ] cf. E 1 p. 225a20 sqq. μὲν] μέντοι Z, qui mox ἀντὶ τοῦ πτώσεως 2 ἔδει κτλ.] cf. Arist. vulg. 3 τὸ τοιοῦτον GT: τὸ τοιοῦτο a 3. 4 τῷ ποιητῇ] Hom. Ω 721 (cf. λ 383) 5 αὐτὴν libri 6 Ἐκκλησιαζούσαις] immo Lysistr. —410 7 ἐσκεύασας] cf. codd. Aristoph. 9 et 10 πρήσματος et πρήματος a 10 <ἵν’ ᾗ> ἡ βάλανος a 12. 13 τὸ δὲ ἐν τῷ πῶς διαφέρει, ἀντὶ τοῦ κατὰ a 12 διαφέρειν Z 13 τὸν om. Z καὶ (post γὰρ) om. Z 14 μὲν] δὲ GT καὶ om Z 16 δὲ οἱ μὲν ἄλλοι] δέ φησι a 17 ἄρα R 18 διὸν T1 19 δὲ] τὲ (?) G 20. 23 ἀπεφήνατο οὐδὲ περὶ μίξεως, ὑποκατιὼν προστίθησιν. ἰστέον δὲ ὅτι ἡ μίξις ἡ a 23 ἡ δὲ μίξις Z 24 ὄγκων RT: ὄντων (GZ)a 25 διαλαβῶσιν Z 26 παμπερμίας Z 27 δεῖ γὰρ τῶ Z τῷ ex corr. T2 28 διαλεγομένων G: διαλεγομένας a)
23
[*](p. 315b9)

Ἐπεὶ δὲ ᾤοντο τἀληθὲς ἐν τῷ φαίνεσθαι.

[*](6r)

Ἐπειδή, φησί, πᾶσαν φαντασίαν ἀληθῆ λέγουσι, καὶ ἕκαστον ὡς φαίνεται οὕτως καὶ εἶναι, φαίνεσθαι δὲ πολλάκις τἀναντία περὶ τοῦ αὐτοῦ τισι, τὸ ταῦθ’ οὕτως περὶ τοῦ αὐτοῦ φαινόμενα ἀληθῶς ἔχειν δύνανται ἐκ τῶν οἰκείων ἀρχῶν σῴζειν οἱ περὶ Δημόκριτον, ὑποθέμενοι ἄπειρα εἶναι τῶν στοιχείων τὰ σχήματα. ταῦτα γὰρ τήν τε τάξιν ἀμείβοντα καὶ τὴν θέσιν μεταλλάττοντα, ἐκ τῆς πρὸς τοὺς ὁρῶντας σχέσεως καὶ τοῦ διαστήματος ἄλλοτε ἄλλην καὶ ἐν τῷ αὐτῷ ἄλλῳ ἄλλην φαντασίαν παρέχεται. οὕτω γοῦν ὁ τῆς περιστερᾶς τράχηλος, προσβαλλούσης αὐτῷ τῆς τοῦ ἡλίου ἀκτῖνος, διαφόρων χρωμάτων φαντασίαν παρέχεται· πρὸς ἄλλην γὰρ καὶ ἄλλην τοῦ ὄμματος θέσιν τοῖς μὲν κύανός φαίνεται, τοῖς δὲ χρυσίζων, τοῖς δὲ μέλας, καὶ ἄλλοις ἀλλοῖος. καὶ τὰ τετράγωνα δὲ τῶν σχημάτων κυκλοτερῆ πόρρωθεν φαίνεται, καὶ κύκλον δὲ πόρρωθεν κείμενον, εἰ κατὰ τοῦ κροτάφου θεασώμεθα, εὐθεῖαν ὁρῶμεν, καὶ τὸ μέλι τῷ μὲν ἰκτεριῶντι πικρὸν φαίνεται τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ τὸ Z γοῦν πρὸς ἄλλην καὶ ἄλλην τοῦ ὁρῶντος σχέσιν ἢ Ν ἢ Z ὁρᾶται.

[*](p. 315b11)

Ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου.

Συγκειμένου λέγει οὐ τοῦ συνθέτου, ἀλλὰ τοῦ συντιθέντος τὸ σύνθετον.

[*](p. 315b13)

Καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου, καὶ ὅγως ἕτερον [,φησί,] φαίνεσθαι ἑνὸς μετακινηθέντος.

Οὐ μόνη ἡ μετάθεσις καὶ μετάταξις τῶν ἀτόμων ἀμείβει τὴν φαντασίαν τῶν ὁρωμένων, ἀλλὰ καὶ παρὰ τὰς ἀπορρεούσας ἀτόμους τῶν συνθέτῶν καὶ προσπιπτούσας τοῖς ὁρῶσιν ἑτέρα τις γίνεται σχέσις καὶ διάφορος φαντασία. οὕτω μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἴσως δὲ ἄν τις εἴποι ὅτι τοῦτο τῇ κατὰ αὔξησιν μεταβολῇ ἁρμόττει· κατὰ γὰρ τὴν ἀπορροὴν καὶ εἴσκρισιν τῶν ἀτόμων τὴν αὔξησιν καὶ φθίσιν ἔφασκον γίνεσθαι οἱ περὶ Δημόκριτον, ταύτην δὲ οὐ φαινομένην ἔλεγον τὴν μεταβολὴν καθάπερ τὴν ἀλλοίωσιν. καὶ ἐν τῇ ἀπορροῇ δὲ μικροῦ ἀπορρέοντος ἀλλοῖον τὸ ὅλον γίνεται. εἰ γοῦν ἐκ τοῦ ‘ ἀδυνάτο’ ἀφέλῃς τὸ α(??) μόνον, τὸ ‘δυνατὸν᾿ ὥστε μικρὰ ἀπορροὴ ἐναντίον τῷ ἐξ ἀρχῆς τὸ καταλειφθὲν ἐποίησεν·

[*](1 δ’ ᾤοντο τὸ ἀληθὲς Ga 3 οὕτω a 4 οὕτω (G)a δύναται RT1 6 post τάξιν addit τῶν στοιχείων Z 8 ἄλλῳ] ἄλλην T 11 φαίνεται om. Z 14 τὸ Za et corr. R: τῶ GR1T 18 δέ λέγει a οὐ τοῦ ἀσυνθέτου Z post σύνθετον addit καὶ ἡ μεταβολὴ τοῦ συνθέτου συμβαίνει a 20 φησὶ del. a ἑνὸς] γένος Z 21 Οὐ μόνον φησὶν ἡ a καὶ ἡ μετάταξις (om. τῶν ἀτόμων) Z τὴν om. Ta 24 οὕτω μὲν οὖν Ζ (et V): καἰ οὕτω μὲν a δέ τις ἄν R (et V) εἴπη Z 26 εἰς κρίσιν R 27 ἔλεγε Z 29 ἀφέλῃς GT: ἀφέλῃ RZ: ἀφέλοις a ποιεῖν Z 30 τῷ Ra: τὸ GTZ τὸ om. Z καταληφθὲν GRa)
24
[*](p. 315b14)

Ἐκ τῶν αὐτῶν γὰρ κωμῳδία καὶ τραγῳδία γένεται [*](6r) γραμμάτων.

Παράδειγμα τῶν προειρημένων ἐστὶ τοῦτο. τὰ γὰρ αὐτὰ στοιχεῖα μεταταττόμενα τοίως ἢ τοίως τὰ πολὺ ἀλλήλων διεστῶτα, τραγῳδίαν φημὶ καὶ κωμῳδίαν, ἐργάζεται.

[*](p.315b15)

Ἐπεὶ δὲ δοκεῖ πᾶσι σχεδὸν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις. |

Ἐπειδή, φησίν, οἱ πλείους καὶ γὰρ Δημόκριτος καὶ Λεύκιππος, Ἀναξαγόρας [*](6r) τε καὶ Ἐμπεδοκλῆς) ἐδόξασαν γένεσιν καὶ φθορὰν κατὰ διάκρισιν εἶναι καὶ σύγκρισιν, καὶ ταύτην ἐχώρισαν τῆς ἀλλοιώσεως, ὥσπερ οἱ περὶ Δημόκριτον, περὶ τούτων διαλαβεῖν χρή· ἔχει γὰρ πολλὰς ἀπορίας ὁ λόγος. καὶ γὰρ συγκρίσει ὑποθεμένοις τὴν γένεσιν ἕψεται πολλὰ ἄτοπα· καὶ γὰρ καὶ τὰ πάθη ἀναιρήσομεν καὶ τὴν τῶν σωμάτων συνέχειαν. οἵ τε δεικνύντες λόγοι ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ μὴ συγκρίσει, τὴν γένεσιν εἶναι, οὐ ῥᾴδιοι διαλυθῆναι. ἔτι δὲ πρὸς τῷ ἰσχυροὺς καὶ δυσλύτους εἶναι τοὺς λόγους, καθ’ οὓς σύγκρισις ἡ γένεσις δοκεῖ, εἴπερ καὶ ὑποτεθῇ μὴ εἶναι σύγκρισις ἡ γένεσις, ἄδηλον μήποτε οὐκ ἔστιν ὅλως γένεσις, ἢ ἔστι μὲν ταὐτὸν δὲ τῇ ἀλλοιώσει. καὶ τοῦτο οὖν δυσδιάλυτον ὂν ἐξεταιστέον.

[*](p. 315b24)

Ἀρχὴ δὲ τούτων ἀπάντων.

Ἀρχή, φησί, τῆς προτεθείσης ζητήσεως, τοῦ εἴτε ἐστὶ σύγκρισις ἡ γένεσις εἴτε μή, τὸ ἐξετάσαι εἰ οἷόν τέ ἐστιν ἄτομα σώματα εἶναι. εἰ μὲν γὰρ ἔστι τοιαῦτα σώματα ἄτομα καὶ ἀπαθῆ, ἀνάγκη συγκρίσει εἷναι τὴν γένεσιν· εἰ δὲ μὴ δυνατὸν ἄτομα σώματα ὑποθέσθαι, ἀναιρεθήσεται μὲν τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, οὐ μὴν εἰσάγεται τὸ ἀδύ- νατον οὕτως ἔχειν. ἀτόμων μὲν γὰρ ὄντων ἐξ ἀνάγκης κατὰ σύγκρισιν ἡ γένεσις, μὴ ὄντων δὲ τῶν ἀτόμων οὐ πάντως ἀνῄρηται ἡ σύγκρισις· δυνατὸν μὴ ὄντων ἀτόμων στοιχείων κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, ὡς δηλοῖ ἡ Ἐμπεδοκλέους δόξα. μὴ ὄντων οὖν ἀτόμων σωμάτων μόνον [*](1 τραγῳδίᾳ γίνεται καὶ κωμῳδίᾳ a; cf. Aristot. 3 προῃρημένων (G)a 4 alterum τοίως om. Z πολλὰ T 6 ἐπειδὴ δοκεῖ R σχεδὸν πᾶσιν (Z)a 8 ἐπεὶ δὲ GT 9 τε om. GTa ἔδοξαν Z 10 ἐχώρισαν R: ἐχώρησαν Z: ἐχώρησεν GT: ἐχώρισεν a 15 τῳ] τὸ a 16 εἴπερ] εἰ δὴ a ὑποτεθείη a 17 ἢ] καὶ a 18 δὲ] δὲ ἄρα (immo δὲ ἔσται, ut est in V) R οὖν] ὃν Z 20 πάντων R; cf. Aristot. 25 τὸ (ante ἐξ) om. a σύγκρισιν] σύγκρισιν, γένεσιν a 26 ἔχειν] ἔχειν· ὄντων ἐξ ἀνάγκης κατὰ σύγκρισιν οὐ μὴν εἰσάγεται τὸ ἀδύνατον GT μὲν om. R ἐξ ἀνάγκης om. Z 27 τῶν om. Z)

25
τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν ἀναιρεῖται, τοῦ δὲ ἐξ 6v ἀνάγκης ἀναιρεθέντος χώραν λοιπὸν ἕξει τὸ εὐλογώτερον. ἐπειδὴ τοίνυν τῇ μὲν θέσει τῶν ἀτόμων ἕπεται τὸ κτὰ σύγκρισιν εἶναι τὴν γένεσιν, τῇ οε αναιρεσει τῶν ἀτόμων οὐκ ἀκολουθεῖ ἡ ἀναίρεσις τῆς κατὰ σύγκρισιν γενεσεως, εἰκότως πλεῖστον καὶ οὐ παντί φησι διαφέρειν πρὸς τὸ προκείμενον τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν.

[*](p. 315b28)

Καὶ πάλιν εἰ μεγέθη, πότερον ὡς Δημόκριτος.

Εἰς τὴν περὶ τῆς γενέσεως σκέψιν ἀναγκαῖον τὸ ζητῆσαι εἰ ἔστιν ἄτομα μεγέθη, καὶ εἰ τοῦτο, ἐφεξῆς ζητητέον πότερον, ὡς Δημόκριτος, σώματά ἐστιν, ἤ, ὡς Πλάτων, ἐπίπεδα. εἶθ’ ὑπομνήσας τῆς ἀτοπίας ταύτης τῆς δόξης ἐπὶ πλέον γὰρ ἐν τῷ λόγῳ τῆς Περὶ οὐρανοῦ περὶ αὐτῆς εἴρηκεν) ἐπὶ ζητεῖν ἔ οἶον τε εἶναι σώματα ἀδιαίρετα μεταβαίνει ὡς ἔφασκε Δημόκριτος· φησὶ δὲ καὶ ταύτην τὴν δόξαν πολλὴν ἔχειν ἀτοπίαν, ὅμως πρὸς τὴν Πλάτωνος συγκρινομένη δόξαν πολλῷ καὶ πιθανωτέρα καὶ φυσικώτερα τυγχάνει, εἴπερ ἡ μὲν Δημοκρίτου δύναται καὶ γένεσιν σῶσαι καὶ ἀλλοίωσιν, ἡ δὲ τὰ ἐπίπεδα ἀρχὰς σωμάτων ποιοῦσα γένεσιν μέν πως δοκεῖ σῴζειν, ποιότητα δὲ καὶ πάθος οὐδὲ τὴν ἀρχὴν ἐπιχειρεῖ γεννᾶν. καὶ τὰς αἰτίας δὲ προστίθησι, δι’ ἃς πιθανωτέρας τῶν περὶ Τίμαιον ὁ Δημόκριτος ἀρχὰς ὑπέθετο. οἱ μὲν γάρ, φησίν, ὑπὸ τῆς περὶ τὰ μαθήματα σχολῆς ἄπειροι τῶν φυσικῶν ὑπῆρχον, τῇ δὲ ‘ἀπειρίᾳ’ τὸ ‘ἐνῳκηκέναι τῇ φύσει᾿ ἀντέθηκεν, τουτέστι τὸ ἐν πείρᾳ αὐτῆς γεγονέναι. οἱ γὰρ περὶ Δημόκριτον ἐγγυμνασθέντες τοῖς φυσικοῖς πράγμασιν ἀρχὰς ὑπέθεντο ἐπὶ πολὺ δυναμένας σῴζειν ὁμολογίαν πρὸς τὰ φύσει γινόμενα. πρὸς πίστιν δὲ τῶν εἰρημένων γυμνάζει τοὺς ἑκατέρων λόγους, οἷς χρώμενοι πειρῶνται δεῖξαι ὅτι ἔστι μεγέθη ἀδιαίρετα, καὶ δείκνυσι πολλὴν οὖσαν ὑπεροχὴν τῶν Δημοκρίτου λόγων πρὸς τοὺς Πλάτωνος κατὰ τὸ πιθανόν, καὶ τῶν μὲν προφανῆ τὴν ἀτοπίαν εἶναι, τοὺς δὲ Δημοκρίτου χαλεπὴν ἔχειν τὴν λύσιν.

[*](p. 315b30)

Τοῦτο μὲν οὖν αὐτό καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι.

Ἢ τοῦτό φησιν ὅτι ἄτοπον τὸ μέχρι τοσούτου διαλύειν τὰ σώματα, μέχρι του εἰς ἐπίπεδα καταντῆ|σαι ἀδύνατον γὰρ εἰς τοσοῦτον χωρῆσαι [*](7r) [*](5 οὐ] τῷ a πὰν Z: πάντη V διαφέρει R 7 μεγέθη ἄτομα, πότερον a 10 ὡς ὁ πλατῶν GTa ἀτόπου Z 11 τῆς (ante δόξης) om. Z fort. Ε; λόγῳ Περὶ οὐράνου Γ 1 Δ 2 etc. 12 εἰ om. R 14 συγκρινομένην ΓΖ 14. 15 καὶ φυσικωτέρα καὶ πιθανωτέρα a 15 ἡ] εἰ Z 18 τῶν R ὁ om a τῇ] τῆς GT 21 ἀντέθεικεν R1a 22 γεγυμνασθέντες a 24 γυμνάζειν T 30 ἄλογον γὰρ R)

26
τὴν διαίρεσιν τῶν σωμάτων), ἢ ὅτι ἄλογον τὸ ἀναλύοντας εἰς ἐπίπεδα ἄχρι 7r τούτου ἵστασθαι, καὶ μὴ ταῦτα ἀναλύειν εἰς γραμμάς, καὶ ταύτας εἰς σημεῖα. ὃν γὰρ λόγον ἔχει πρὸς τὸ σῶμα ἡ ἐπιφάνεια, τοῦτον καὶ πρὸς τὴν ἐπιφάνειαν ἡ γραμμὴ καὶ πρὸς ταύτην τὸ σημεῖον. ἔσονται οὖν οὕτως πάντα ἐκ σημείων. πρὸς δὲ τὴν δόξαν ταύτην καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ ὑπήντηκε.

[*](p. 315b35)

Τροπῇ καὶ διαθιγῇ.

Ῥυσμὸς τροπὴ διαθιγὴ λέξεις εἰσὶν Ἀβδηρικαί, αἷς ἐχρᾶτο Δημόκριτος, ῥυσμὸν μὲν καλῶν τὸ σχῆμα, τροπὴν τὴν θέσιν οἷον εἰ ἡ βάσις μὲν τῆς πυραμίδος κάτω εἴη, ἡ κορυφὴ δὲ ἄνω· ἢ ἔμπαλιν), διαθιγὴν δὲ τὴν τάξιν ὅτι αἵδε μὲν εἰ τύχοι πρῶται, ἕτεραι δὲ ὕστεραι). ὅτι δὲ κατ’ αὐτὸν τὰ σχήματα συγκρινόμενα μὲν τὴν γένεσιν, μετατιθέμενα δὲ καὶ μεταταττόμενα τὰ πάθη τὰ φαινόμενα ἐργάζεται, εἴρηται πρότερον. οὐδὲν γὰρ ἔφασκε φύσιν εἶναι χρωμάτων ἢ τῶν ἄλλων παθῶν· τροπῇ γάρ φησι χρωματίζεσθαι.

[*](p. 316a7)

Αἶς ἐπὶ πολὺ δύνανται συνείρειν.

Αἷστισιν ἀρχαῖς χρώμενοι πολλὰ συνείρειν καὶ ἀποδοῦναι τῶν φύσει γινομένων δύνανται. εἰ δὲ ἐκτὸς τοῦ ἁ εἴη γεγραμμένον τὸ αῖ, πρὸς τὰς ἀρχὰς εἴη ἂν ἀποδεδομένον τὸ δύνανται, τουτέστιν αἱ ἀρχαὶ ἐπὶ πολὺ δύνανται συνείρειν.

[*](p. 316a8)

Oi δ’ ἑκτῶν λόγων.

Λόγους καλεῖ τὰ μαθήματα, διότι ἐν τῇ ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχουσιν. οἱ οὖν τοῖς μαθήμασι, φησίν, ἐνασχοληθέντες, ἀπειρίᾳ τῶν ὑπαρχόντων, τουτέστι τῶν ἐν ὑποστάσει καὶ ὑπάρξει ὄντων οἷα τὰ φυσικά, ῥᾳδίως περὶ τῶν ἀρχῶν αὐτῶν ἀπεφήναντο, ὅθεν καὶ ῥᾳδίως ἐλέγχονται.

[*](2. 3 καὶ ταύτας—ἐπιφάνεια om. GT: κἀκείνας εἰς σημεῖα. ὃν γὰρ λόγον ἔχει ἐπιφάνεια πρὸς σῶμα a 4 οὕτω (G)a 6. 8 ἀπήντηκε. τὸ δὲ τροπὴ καὶ διαθιγὴ καὶ ῥυσμὸς λέξεις εἰσὶν et mox ἐχρῆτο a 7 διαθηγῆ T: διαθήκη R1 8 διαθηγὴ GRTZ δωρικαὶ Z: αὐδηριτικαὶ V; at. cf. Philop. Phys. p. 117,11 9 τροπὴν δὲ τὴν (G)a θέσιν Fa: γένεσιν cett. εἰ ἡ GR2TZ: ἡ ἡ R1: εἰ om. a, qui μὲν βάσις traicit 10 διαθιγὴν a: διαθηγὴν T: διαθηγὴ GRZ 11 <αἱ ἄτομοι> πρῶται, αὗται δὲ δεὐτεραι F 14 οὐδὲ γὰρ R ἔφασκον GTa τροπὴ T 15 γὰρ φήσ R χρηματίζεσθαι Z 16 τὸ δὲ αἷς a αἷς Aristotelis codd. F et pr. E: αἲ ceteri Aristotelis libri 17 ἀντὶ τοῦ αἷς τισιν a 18 τοῦ σίγμα R 20 δύνανται om. R 20. 22 συνείρειν. λόγους δὲ καλεῖ a: lemma omittit, si silentio fides, etiam Z 21 τῶν πολλῶν λόγων vel τῶν ἄλλων λόγων Aristot. 22 παθήματα GT1 23 οἱ] εἰ GT)
27
[*](p. 316a12)

Οἱ μέν φασι, διότι τὸ αὐτοτρίγωνον πολλὰ ἔσται.

[*](7r)

Τούτοις χρώμενος τοῖς λόγοις ὁ Πλάτων ἐδείκνυεν εἶναι ἄτομα μεγέθη. εἰ πᾶν, φησί, μέγεθος διαιρετόν ἐστιν, ἔσται καὶ τὸ αὐτοτρίγωνον διαιρετόν, ὅπερ ἐστὶν ἡ ἰδέα τοῦ τριγώνου· καὶ οὕτως ἔσται τινὰ πρότερα τοῦ αὐτοτριγώνου εἰς ἃ διαιρεῖται, ὅπερ ἀδύνατον, εἶναι τῆς ἰδέας τι πρότερον. εἰ τοίνυν τὸ αὐτοτρίγωνον οὐκ ἔστι διαιρετόν, οὐκ ἄρα πᾶν μέγεθος διαιρετόν. εἰ οὖν μὴ πᾶν μέγεθος διαιρετόν, ἔστιν ἄρα τινὰ μεγέθη ἀδιαίρετα. ταῦτα δὲ οὐδαμοῦ λέγων ὁ Πλατῶν φαίνεται, ὅτι ἔστιν ἄτομα μεγέθη, ἀλλ’ ἢ ἐκ τῶν ἀγράφων αὐτοῦ συνουσιῶν ταῦτα ἱστορεῖ ὁ Ἀριστοτέλης, ἤ, ὅπερ καὶ μᾶλλον, τινὲς τῶν ἀξιούντων Πλατωνικῶν εἶναι τοὺς λόγους τούτους προέφερον. οὐδὲ γὰρ εἰκὸς οὕτω τοῖς μαθήμασιν ἐσχολακότα Πλάτωνα, καὶ εἰδότα ὡς ἐνδέχεται πᾶσαν τὴν δοθεῖσαν εὐθεῖσαν δίχα τεμεῖν, ἀδιαίρετα λέγειν εἶναι μεγέθη, εἰ μὴ οὕτως ἔλεγεν ἀδιαίρετα εἶναι τὰ τρίγωνα, ἐξ ὧν συνετίθει τὰ σώματα, ὡς εἰς ἕτερα μὴ δυνάμενα μεταβληθῆναι καὶ διαλυθῆναι σχήματα. πάντα μὲν γὰρ τὰ εὐθύγραμμα εἰς τρίγωνα ἀναλύεται τὸ μὲν γὰρ τετράγωνον τῇ διαγωνίῳ εἰς δύο τέμνεται τρίγωνα (??) τὸ δὲ πεντάγωνον εἰς τρία (??) καὶ τὰ λοιπὰ ὡσαύτως), αὐτὸ μέντοι τὸ τρίγωνον εἰς ἕτερα σχήματα οὐ διαιρεῖται, ἀλλ’ εἰς εὐθείας. ἴσως οὖν ταύτῃ ἔλεγεν εἶναι μεγέθη ἀδιαίρετα. ῥητέον δὲ πρὸς ταῦτα λέγοντας, ὅτι ἡ ἰδέα τοῦ τριγώνου ὅλως οὐδὲ μέγεθός ἐστιν, ἀλλὰ λόγος μεγέθους. ὥστε οὗτος μὲν εὐλόγως ἀδιαίρετος, ἡμεῖς δὲ τὰ μεγέθη φαμὲν εἶναι διαιρετά. οὐκ ἀνάγκη δέ, εἰ ὁ λόγος τοῦ μεγέθους ἀδιαίρετος, καὶ μέγεθός τι εἶναι ἀδιαίρετον· οὐ γάρ, ὡς οἱ λόγοι ἔχουσιν, οὕτως ἀνάγκη ἔχειν καὶ τὰ πράγματα ἀπαραλλάκτως, ἐπεὶ καὶ ἡ ἔννοια τῆς οἰκίας καὶ ὁ λόγος καθ’ ὃν αὐτὴν ποιεῖ ὁ οἰκοδόμος ἀσώματός ἐστιν, ἡ δὲ οἰκία οὐκ ἀσώuατος.

[*](p. 316a14)

Ἔχει γὰρ ἀπορίαν, εἴ τις θήσει σώματι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν.

Ὑφ᾿ ὧν κινηθεὶς λόγων ὁ Δημόκριτος ἄτομα ἔθετο σώματα παρατίθεται, καὶ συμμαχεῖ τῷ τῆς δόξης πιθανῷ τε καὶ εὐλόγῳ, καὶ τίθεται ἐξ ἀρχῆς ταὐτὸν εἶναι ἐπ’ ἄπειρον λέγων γίνεσθαι τὴν τομὴν τοῦ συνεχοῦς [*](1 φασὶν ὅτι (cum Arist.) et αὐτοτρίγονον a τὸ om. R 3 διαιρετέον G1TZ 3, 4 ἄρα utrobique pro ἔσται R 3 τὸ om. GTZ 5 εἰς ἀδιαιρεῖται a οὐ δυνατὸν R: fort. ἀδύνατον, <εἴπερ ἀδύνατον> 6 οὐκ ἔστιν ἀδιαίρετον R 7 εἰ—διαιρετόν om. GT 10 <ὅτι> τινὲς a πλατωνικ`` R 11 τούτοις a 12 δοθεῖσαν om. (G)a 13 μεγέθη εἶναι Z 15 διαληθῆναι a 17 figuras om. Za 19 μεγέθη om. Z 19, 20 πρὸς τοὺς ταῦτα a 20 λέγοντες T 21 οὗτος V: οὕτως cett. μὲν οὕτως Z ἀδιαίρετα Z 22 εἶναι ἀδιαίρετα R1 25 καθ’ ὃν Z (et V): καθ’ ὃ vel καθὸ cett. 27 θείη a et Aristotelis libri (praeter Ε, qui φήσει) σώματι εἶναι R 31 immo λέγειν)

28
καὶ τὸ ἅμ πάντῃ δύνασθαι διαιρεῖσθαι τὸ συνεχές, ἐξ οὗ τὸ ἄτοπον συνάγεται [*](7r) τὸν τρόπον τοῦτον. εἰ γὰρ ἕκαστον τῶν ἐκ τῆς τομῆς ἀεὶ γινομένων μονάδων δυνατὸν πάλιν ἐπιδιελεῖν, δῆλον ὡς πάντῃ διαιρετόν ἐστι τὸ σῶμα. εἰ οὖν πάντῃ, φησίν, ἐστὶ διαιρετὸν τὸ σῶμα, τουτέστιν εἰ δυνατὸν πάντῃ διαιρεθῆναι, καὶ ἅμα πάντῃ δυνατὸν διαιρεθῆναι. πᾶν δὲ ὅ ἐστι δυνάμει, τοῦτο ὑποθέσθαι ἐνεργείᾳ ἐκβεβηκὸς οὐκ ἄτοπον· καθόλου γὰρ τοὐ δυνάμει | ὑποτεθέντος ἐνεργείᾳ ἐκβεβηκέναι ψεῦδος μὲν ἕψεται, οὐ μὴν ἀδύνατον. [*](7v) εἰ οὖν μὴ ἀδύνατον, ὑποκείσθω ὅτι πάντῃ διῃρημένον. ἀλλ’ εἰ πάντῃ διῄρηται, οὐκ εἰς μεγέθη ἔσται διῃρημένον τὸ μέγεθος, ἀλλ’ ἢ εἰς στιγμὰς ἢ εἰς οὐδέν. εἰ γὰρ εἰς μεγέθη, οὐκέτι ἄν εἴη πάντῃ διῃρημένον· εἰ δὲ πάντῃ, ἢ εἰς στιγμὰς ἢ εἰς οὐδὲν ἔσται διῃρημένον, καὶ ἐκ τούτων ἔσται συγκείμενον. πᾶν γὰρ εἰς ἃ διαιρεῖται, ἐκ τούτων καὶ σύγκειται. ἔσται ἄρα ἐξ οὐδενὸς ἢ ἐκ στιγμῶν τὸ μέγεθος συγκείμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα πάντῃ δυνατὸν τὸ μέγεθος διαιρεθῆναι. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τινὰ ἄτομα μεγέθη. ἡ μὲν ἀγωγὴ τοῦ λόγου τοιαύτη. ἑπομένου δὲ τῷ φάσκειν εἰς οὐδὲν ἢ εἰς ἄτομα διαιρεῖσθαι τὸ μέγεθος τοῦ ἐξ οὐδενὸς ἢ στιγμῶν συγκεῖσθαι τὸ μέγεθος, δείκνυσι παντοίως ὂν τοῦτο ἀδύνατον, τὸ ἐκ στιγμῶν γίνεσθαι ποσόν. αἱ γὰρ στιγμαὶ τῷ ποσῷ προστιθέμεναι οὔτε μεῖζον οὔτε ἔλαττον ἀπεργάζονται· ὁρῶμεν γὰρ ὅτι ποσοῦ τινος εἰς πλείονα διαιρεθέντος, ὡς ἐνεργείᾳ γενέσθαι στιγμὰς πλείους στικγμαὶ γὰρ τὰ πέρατα τοῦ διῃρημένου), καὶ πάλιν συντεθέντος μηδὲν μεῖζον ἐν τῇ συνθέσει γινόμενον τὸ πᾶν μηδὲ ἔλαττον ἐν τῇ διαιρέσει ο.ὗ ἦν ἐξ ἀρχῆς πρὶν διαιρεθῇ. εἰ δὲ αἱ τοσαῦται οὐ συναύξουσι τὸ μέγεθος προστεθεῖσαι, τῷ μὴ φύσιν ἔχειν τὸ ἀμερὲς καὶ ἀμέγεθες ποιεῖν μέγεθος, δῆλον ὡς οὐδὲ ἂν πᾶσαι ἐν τῷ μεγέθει, εἰς ἃς ὑπόκειται διῃρῆσθαι, συντεθῶσι, ποιήσουσί τι μέγεθος. καὶ ὅλως ἀδύνατον σημεῖον σημείῳ συντεθὲν ποιῆσαί τι ποσόν· ἀνάγκη γὰρ ἤτοι καθ’ ὅλα ἑαυτὰ τὰ συντιθέμενα σημεῖα ἅπτεσθαι ἀλλήλων, ἢ κατά τι μὲν ἅπτεσθαι κατά τι δὲ μὴ ἅπτεσθαι. εἰ μὲν οὗν καθ’ ὅλα ἐφαρμόσουσιν ἀλλήλοις, ἔσται πάλιν πάντα ἓν σημεῖον. εἰ δὲ κατά τι μὲν μέρος ἁψάμενα ἑνωθεῖεν, κατά τι δὲ μὴ ἅψωνται, μέρος ἕξει τὸ σημεῖον [*](1 πάντα διαιρεῖσθαι δύνασθαι Z 2 τοῦτον τὸν τρόπον Z 3 immo μορίων 7 ὑποτιθέντος T 8.9 ἀλλ’ εἰ—διῃρημένον om. GT 8 διείρηται a 9. 10 τὸ μέγεθος— διῃρημένον om. Z 11 ἡ εἰς οὐδὲν ἢ εἰς στιγμὰς Z ἔσται] ἄρα R, solito in hoc codice errore, quem hinc adnotare supersedebo 12 καὶ om. Z 13 ἔσται om. R 14 εἶναι διαιρεθῆναι Z 16 ἢ εἰς οὐδὲν ἢ εἰς ἄτομα λογισθήσεται διαιρεῖσθαι Z 18 παρατιθέμεναι R 19 ἀπεργάζεται R1 20 ἐνέργεια GT1 πλείονας R 23 συναύξουσι scripsi: συνάξουσι RZ: συναίξουσι (GT)a παρατεθεῖσαι R 24 φύσει GT ἀμεγέθες (Z)a ποιεῖν μέγεθος om. R οὐδὲν (om. ἄν) R 25 πᾶσαι GTa: αἱ πᾶσαι RZ: αἱ πᾶσαι αἱ V; of. Ar. p. 316a33 26 συντεθὲν] συντεθῶσιν GT1 ποιῆσαι ποσόν τι Z 27 ἤτοι] εἴτι R1 κα(??) ὅλα a: καθὸ R: καθόλου GTZ 28. 29 καθ’ ὅλα V: καθ(??) R: καθ’ ὅλου cett. 29 ἐφαρμόττουσιν GT έσται Z: ἄρα R: ἅμα GTa 30 ἁψάμεναι T ἅψονται GTa)
29
καὶ οὐκ ἔσται ἀμερές, ὅπερ ἀδύνατον· ἀναιρήσομεν γὰρ τὴν ἔννοιαν τοῦ [*](7v) σημείου. τούτων οὕτως εἰρημένων τῇ λέξει ἐπέλθωμεν.

[*](p. 316a17)

Eἰ γὰρ πάβτῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἄν ἅμ εἴη πάντῃ διῃρημένον.

Εἰ ἐστί, φησί, πάντῃ δυνάμενον διαιρεθῆναι, διαιρεθείη ἄν ποτε πάντῃ ἅμα. τὸ μὲν. οὖν ὑποθέσθαι τὸ δυνάμενον γενέσθαι εἰς ἐνέργειαν ἐκβεβηκὸς οὐκ ἄτοπον· οὐκ ἔχει γὰρ ἑπόμενον τὸ ἀδύνατον, ὥσπερ φησὶν ὑποκατιών, ὅτι ἐὰν ὑποθώμεθα εἰς μυρία μυριάκις διῃρημένον τὸ μέγεθος, κἄν μήπω διῄρηται μηδὲ δυνατὸν ἴσως διαιρεθῆναι διὰ τὴν τοῦ διαιροῦντος ἀσθένειαν, οὐκ ἀδύνατος οὐδὲ ἄτοπος ἡ ὑπόθεσις. τὸ μὲν οὖν τοῦτο ὑποθέσθαι οὐκ ἄτοπον. τῷ δὲ πάντῃ διαιρετῷ ὡς ἀκολουθοῦν ἔλαβε τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι. καὶ εἰδέναι χρὴ ὅτι κατὰ τοῦτο γίνεται ἡ παραγωγὴ τοῦ λόγου, ὡς ἐφεξῆς δείκνυται. τῷ γὰρ λόγῳ τῷ φάσκοντι τὸ συνεχὲς ἐπ’ ἄπειρον εἶναι διαιρετὸν οὐκ ἀκολουθεῖ τὸ ἅμα πάντῃ διῃρῆσθαι· ὅλως γὰρ ἐπὶ τοῦ φάσκοντος λόγου τὴν· τομὴν τοῦ μεγέθους μὴ ἐπιλείπειν, ἀλλ’ ἐπ’ ἄπειρον αὔξεσθαι, οὐ δοκεῖ ἔχειν χώραν τὸ ἅμα πάντῃ διῃρῆσθαι· διαιρεθέντος γὰρ ἐπιλείπειν ἀνάγκη τὴν ἐπ’ ἄπειρον τομήν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον ἐξετασθήσεται, ἔνθ’ αὐτὸς τὴν τῆς λύσεως ἀπορίαν ἐκτίθεται.

[*](p. 319a19)

Καὶ κατὰ μέσον ὡσαύτως.

Καὶ ὅλως, φησίν, εἰ πάντῃ διαιρετόν τε καὶ κατὰ μέσον ὡσαύτως. τοῦτο δὲ δηλωτικόν ἐστι τοῦ πάντῃ γενέσθαι τὴν διαίρεσιν· ἑκάστου γὰρ ἀεὶ μορίου ἐκ τῆς διαιρέσεως γινομένου δυνατὸν πάλιν κατὰ τὸ μέσον ἐπιδιαίρεσιν γενέσθαι. διὰ τοῦτο σαφηνίζων καὶ περιληπτικώτερον ἑρμηνεύων ἐπήγαγε καὶ ὅλως εἰ πάντῃ διαιρετόν, ἐὰν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός· τῷ γὰρ δυνατῷ ὑποτεθέντι ψεῦδος μὲν ἴσως ἀκολουθεῖ, ἀδύνατον δὲ οὐδέν. οἷον δυνατὸν ἐν θέρει ὗσαι· εἰ οὖν ὑποθώμεθα ἐν θέρει ὕειν, ψεῦδος μὲν ἴσως ὑποτιθέμεθα, οὐκ ἀδύνατον δέ. εἰ δὲ μὴ ἀδύνατον, ἐνδέχοιτ’ ἂν γίνεσθαι· εἰ δὲ ἐνδέχεται γίνεσθαι, κἂν γένοιτο τῷ μακρῷ χρόνῳ.

[*](p. 316a29)

Ὁμοέως δὲ κἂν ἐκ στιγμῶν σύγκειται, οὐκ ἔσται ποσόν.

Ὤσπερ τὸ ἐκ μὴ ὄντων συγκείμενον οὐχ ἅμα ὄν, οὕτω καὶ εἴ τι ἐκ [*](2 τὴν λέξιν a 3 lemma om. hic a 4 εἴη τοῦτο πάντῃ Ar. 5 εἰ γάρ ἐστι φησὶ a 8 μύρια a 9 κἂν εἰ μήπω a 18 ἔνθα R 19 εὐπορίαν a 19, 22 ἐκτίθεται. τόγε μὴν καὶ κατὰ τὸ μέσον ὡσαύτως δηλονότι διαιρετὸν, δηλωτικόν a 20 τὸ μέσον GT Arist. (praeter cod. E) 25 καὶ ὅλως κτλ.] cf. Ar. 26 γεγονὼς Z 27 ὕσαι R 29 εἰ δὲ ἐνδέχεται γίνεσθαι om. R 31 κἀν εἰ ἐκστιγμῶν (om. συγκειται) a; cf. Aristot. 32 οὐχ ἅμα] οὐκ ἄν εἴη a: οὐκ ἔσται V)

30
στιγμῶν, ταὐτὸ δὲ εἰπεῖν ἐξ ἀμερῶν, σύγκειται, οὐκ ἔσται ποσόν· αἱ γὰρ [*](7v) στιγμαὶ οὐ ποσόν. ὁπότε γὰρ ἅμα ἦσαν ἐν τῷ μεγέθει ἀδιαιρέτῳ ὄντι καὶ ἥνωντο, ὅπερ ἐκάλεσεν ‘ἅπτεσθαι’, οὐδὲν παρ’ αὐτὰς τὸ μέγεθος μεῖζον ἐγίνετο. καὶ εἰς ἀπόδειξιν τούτου παρατίθεται τὸ ἐφεξῆς.

[*](p. 316a31)

Διαιρεθέντος γὰρ εἰς δύο ἢ καὶ πλείω.

Τοῦ συνεχοῦς, φησί, διαιρεθέντος εἰς πλείω καὶ πάλιν συντεθέντος οὔτε μεῖζον ἔσται τὸ πᾶν ἐν τῇ συνθέσει τῶν σημείων συνελθόντων, οὔτε ἔλαττον ἐν τῇ διαιρέσει. ἀληθὲς δὲ καὶ ἀμφότερα ἐφ’ ἑκατέρου λέγων· οὔτε γὰρ συντιθεμένου μεῖζον ἢ ἔλαττον τὸ πᾶν γίνεται οὔτε διαιρουμένου, ᾧ δηλονότι οὐδὲν ἡ πρόσθεσις τῶν στιγμῶν συμβάλλεται εἰς αὔξησιν τοῦ μεγέθους, οὐδὲ ἡ ἀφαίρεσις εἰς μειῶσίν. οὐκ ἄρα οὐδὲ συντεθεῖσαι ἐργά- σαιντο ποσὸν ἢ μέγεθος.

[*](p. 316a34)

Ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα γίνεται. |

Ὥσπερ ἐν τοῖς πριζομένοῖς ξύλοις γίνεται ἐκπρίσματα, σωμάτια μὲν [*](8r) ὄντα, μὴ δυνάμενα δὲ πάλιν πρισθῆναι, καὶ γίνεται τὸ πᾶν ἔλαττον διὰ τὴν τούτων θρύψιν, εἰ οὕτως τις ὑπόθοιτο καὶ ἐπὶ τῶν διαιρουμένων, ὡς τὸ διῃρημένον λέγειν εἰς ἐκπρίσματα καταναλίσκεσθαι, ὁ αὐτὸς ἁρμόσει λόγος. τὸ γὰρ ἔκπρισμα, εἴπερ μὴ ἔστι στιγμὴ ἀλλὰ μέγεθος, διαιρεθήσεται καὶ αὐτό, εἴπερ πάντῃ διαιρετὸν τὸ μέγεθος· εἰ δὲ μὴ διαιρεθήσεται, ὁ Δη- μοκρίτου λόγος ἀληθής, τὸ εἶναι σώματα ἄτομα ὧν τῇ συγκρίσει τὰ ἄλλα γίνεσθαι ἔλεγε, καὶ οὐ πάντῃ διαιρετὸν τὸ μέγεθος.

[*](p. 316b2)

Εἰ δὲ μὴ σῶμα ἀλλ’ εἶδος οὐ χωριστόν.

Ἡ χωριστόν· γράφεται γὰρ ἑκάτερον. καὶ σημαίνει τὸ μὲν οὐ χωριστὸν τὸ μὴ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑποστῆναι χωρὶς ὑποκειμένου, ἀλλ’ ἀεὶ ἐν τῷ συνθέτῳ ὄν, ὡς πάντα τὰ ἔνυλα εἴδη· εἰ δὲ χωριστὸν εἴη γεγραμμένον, σημαίνοι ἄν τὸ πεφυκὸς καὶ δυνάμενον χωρισθῆναι τοῦ ὑποκειμένου φθαρέντος. καὶ ἔστι ταὐτὸ τῇ δυνάμει ἑκάτερον καὶ ἐπὶ τοῦ αὐτοῦ λεγόμενον. διαφέρει δὲ ἡ ἐπιχείρησις αὕτη τῶν πρὸ αὐτῆς, ὅτι ἄνω [*](2 ἤσαν ἅμα Z 4 ἐγένετο a 4. 6 ἐφεξῆς λέγων. τοῦ συνεχοῦς διαιρεθέντος εἰς δύο καὶ πλείω, καὶ πάλιν a 5 ἡ καὶ] ἡ T: καὶ Arist. 8 ἀληθῆ a αμφοτέρως a λέγων om. a: fort. λέγειν 9 συντιθεμένων a γίνεται Z: γίγνεται R: R: γίνεσθαι GTa 10 πρόθεσις R 13 οὐ μὴν ἀλλὰ καὶ a 15 ἐν om. GT περιζομἐνοις a ἔκπρισμα τὰ GT 16 πρισθῆναι GT: προσθῆναι R1: προσθεῖναι Z et corr. R: περισθῆναι a 17 οὕτω (G)a ὑποθεῖτο corr. T: ὑποθοῖτο GRa 18 ἔκπρισμα R1 19. 20 διαιρεθήσεται— εἰ δὲ μὴ om. add. mrg. R2 22 ἔλεγεν a 22, 24 μέγεθος. τὸ δὲ οὐ χωριστὸν, γράφεται καὶ χωριστὸν, καὶ σημαίνει a 23 εἶδος RZ (et V): εἶδος τί GT: εἶδός τι Ar.)

31
μὲν τὸ μέγεθος ἐλάμβανε καὶ διαιρῶν ηὕρισκε στιγμὰς καταλειπομένα ἐξ [*](8r) ὧν οὐκ ἦν δυνατὸν συντεθεισῶν μέγεθός τι γενέσθαι, ἐνταῦθα δέ φησιν εἰ ὑπόθοιτό τις μέγεθος μὴ ἐκ μεγεθῶν συγκεῖσθαι ἀλλ’ ἐκ στιγμῶν εἶδός τι καὶ πάθος προσλαβουσῶν ἐν τῇ συνθέσει καὶ ποιουσῶν οὕτως τὸ μέγεθος, ὅπερ εἶδος ἢ πάθος ἐν τῇ διαιρέσει χωρίζεται ὡς καταλιμπάνεσθαι τὰς στιγμάς, τὰ αὐτὰ ἄτοπα ἕψεται, τὸ ἐκ μὴ μεγεθῶν ποιεῖν τι μέγεθος. εἰ δέ τις ἀπορεῖ πῶς τοῦτο ὡς ἄτοπον συνάγει, τὸ ποιεῖν ἐκ μὴ μεγέθους μέγεθος καὶ γὰρ καὶ οἱ τὴν πρώτην ὕλην λέγοντες προσλαβοῦσαν τὸ εἶδος ἀποτελεῖν τὸ σῶμα, ἐκ μὴ σωμάτων σῶμα γεννῶσι), γινωσκέτω ὁ τοιοῦτος ὅτι εἰ καί φαμεν ἐξ ὕλης καὶ εἴδους συγκεῖσθαι τὰ σώματα, οὐκ ἐκ προϋπαρχούσης τῆς ὕλης καθ’ αὑτήν φαμεν γίνεσθαι τὸ σῶμα. λόγῳ γὰρ μόνῳ χωρίζοντες τοὐ εἴδους αὐτὴν καθ’ αὑτὴν θεωροῦμεν, μηδέποτε αὐτὴν καθ’ αὑτὴν δυναμένην ὑποστῆναι· ἀεὶ γὰρ τοῦ τοιοῦδε σώματος εἰς τὸ τοιόνδε μεταβάλλοντος γίνεται ἡ γένεσις καὶ ἡ φθορὰ τῶν σωμάτων, καὶ ὅλως τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος καὶ οὐδέτερον χωρὶς ἑτέρου εἶναι δύναται. οἱ δὲ ἐκ τῆς διαιρέσεως ὑπολιμπάνεσθαι φάσκοντες τὰς στιγμὰς τοῦ εἴδους χωρισθέντος, καὶ ἐξ ἀμεγεθῶν ἐνεργείᾳ προὐπαρχόντων ἀμεγεθῶν γεννῶσι τὸ μέγεθος καὶ εἰς ἀμεγέθη ἐνεργείᾳ ὑφεστῶτα αὐτὰ καθ’ αὑτὰ ἀναλύουσι τὸ μέγεθος, ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως εἰ καὶ ἀσώματος τῷ ἰδίῳ λόγῳ ἡ ὕλη, ἀλλὰ πάντῃ οὖσα ἀνείδεος δυνάμει ἐστὶ σῶμα, τὰ δὲ σημεῖα οὐκ ἔστιν ἀνείδεα οὐδὲ δυνάμει μεγέθη, οὐδὲ ὑποκείμενον ἑτέρῳ εἶναι δύναται αὐτὰ δεόμενα ἑτέρου εἰς ὕπαρξιν· ἐν γραμμῇ γὰρ τὸ εἶναι ἔχουσιν αὐτὰ καθ’ αὑτὰ ὕπαρξιν οὐκ ἔχοντα. πῶς οὖν ἐν τοὐτοῖς τὸ μέγεθος ὑπάρξαι δυνήσεται;

[*](p. 316b5)

Ἔτι ΠΟΥ ἔσονται καὶ ἀκίνητοι ἢ κινούμεναι.

Ὁ λόγος οὗτος δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς προφέρεσθαι, ἐρωτηματικῶς μὲν οὕτως· ποῖον γὰρ ἀφορίσεις τόπον ἢ ποίαν κίνησιν ταῖς στιγμαῖς; οὔτε γὰρ τὸν ἄνω οὐ γὰρ πῦρ εἰσιν ἢ ἀήρ) οὔτε τὸν κάτω, ὅτι οὐχ ὕδωρ οὐδὲ γῆ. οὕτως δὲ οὐδὲ κίνησιν ἢ ἀκινησίαν αὐταῖς ἀφορίσεις· ἀκίνητοι μὲν γὰρ οὖσαι οὐκ ἄν συνέλθοιεν διῃρημέναι εἰς τὸ ποιῆσαι γένεσιν, κινουμένας δὲ εἴπερ ὑποθώμεθα, πρῶτον μὲν ἄτοπον κινούμενόν τι μὴ εἶναι σῶμα, ἔπειτα δὲ ποίαν κίνησιν ἀφωρισμένην ἕξουσιν; ὁ αὐτὸς γὰρ λόγος τῷ περὶ τόπου. εἰ δὲ ἀποφαντικῶς ἀκούοις τοῦ λόγου, [*](1 ἔλαβεν T καὶ δι’ ὧν εὕρισκε R 2 ἐνταῦτα a 3 ὑποθοῖτό GRT1 4 οὕτω (G)a 6 ἐκ μὴ Z: ἐκ R: μὴ ἐκ GTa 8 παραλαβοῦσαν R 9 γινωσκέτω γὰρ ὁ Z 13 γὰρ τοῦτο οὐδὲ σώματος R 16 οἱ δὲ] οὐδὲ R 17 ἀμεγἐθων GTa ὑπαρχόντων Z 17. 18 ἀμεγέθων Ta: μεγεθῶν G 19 ἀναβλύουσι R 22 εἰς] πρὸς Z 25 δὲ ποῦ libri 26 ἀποφατικῶς T 27 οἷον γὰρ Z ποιὰν Z 29 οὕτως RZ: οὕτω GTa 30 ἀπορίσεις a 33 περὶ τοῦ τόπου a ἀκούεις GTa)

32
ἐρεῖς ὅτι ἀνάγκη αὐτάς που εἶναι· εἰ γὰρ μὴ καθέξουσι τόπον ἐκ σώματος [*](8r) ἀναλυθέντος γενόμεναι, ἔσται κενὸν ὃ ἐπεῖχε τὸ σῶμα τὸ εἰς αὐτὰς διαλυθέν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀδύνατον· πῶς γὰρ αἱ ἀσώματοι καὶ ἀδιάστατοι παντελῶς τοπικὸν καθέξουσι διάστημα;

[*](p. 316b6)

Ἁφή τε ἀεὶ μία δυοῖν τινων.

Πᾶσα μὲν ἁφὴ πέρας, οὐ πᾶν δὲ πέρας ἤδη καὶ ἁφή. εἴτε οὖν πέρατα καλεῖς τὰ σημεῖα καὶ τὰς στιγμάς, ἀδύνατον πέρας εἶναι μὴ ὄντος τοῦ περατουμένου· εἴτε ἁφάς, ἁπτομένων ἔσονται ἁφαί. ὅτι δὲ ἕτερα τὰ ἁπτόμενα παρὰ τὴν ἁφὴν ἢ τὴν στιγμὴν ἢ τὴν διαίρεσιν ταὐτὸν γὰρ πάντα σημαίνει), δηλοῖ τὸ μίαν μὲν εἶναι τὴν ἁφήν, δύο δὲ τὰ ἁπτόμενα. δυνατὸν μὲν οὖν οὕτως ἀκούειν τοῦ λόγου, δηλοῦντος ὅτι ἀδύνατον εἰς στιγμὰς διαλυθῆναι τὸ σῶμα. δυνατὸν δὲ καὶ πρὸς τὸ μὴ δύνασθαι τὰς στιγμάς συντεθείσας ποιεῖν μέγεθος ἀκούειν τοῦ λόγου· πῶς γὰρ ὅλως συντίθενται μὴ δυνάμεναι ἀλλήλων ἅπτεσθαι; τὰ γὰρ ἁπτόμενα κατά τι μέρος αὑτῶν ἅπτεται ὡς εἶναί τινα αὐτῶν παρὰ τὴν ἁφήν, τὰς δὲ στιγμὰς οὐ δυνατὸν κατά τι ἀλλήλων ἅπτεσθαι.

[*](p. 316b9)

Ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον. |

Ἔτι κατασκευάζει ταῦτα οἷς ἐχρήσατο ἀνωτέρω, τὸ ‘εἰς ἃ διαιρεῖται [*](8v) τὸ μέγεθος, ἐκ τούτων συντιθεμένων γίνεται’· ἔλαβε γὰρ ἀνωτέρω ὅτι εἴπερ εἰς στιγμὰς γίνοιτο ἡ διαίρεσις τῶν σωμάτων, ταύτας πάλιν συντιθεμένας ποιεῖν τὸ μέγεθος. ὅτι οὖν τοῦτο οὕτως ἔχειν ἀνάγκη, παρίστησι καὶ δι’ ὑποδείγματος. ὥσπερ γὰρ ἐὰν λαβὼν ξύλον ἤ τι ἄλλο μέγεθος διέλω κατά τι μέρος ἔπειτα συνθῶ, ἴσον γίνεται τῷ πρόσθεν τὸ ἐκ τῆς τῶν διῃρημένων συνθέσεως γενόμενον, οὕτως κἄν πάντῃ διέλω τὸ ξύλον ἔχει γὰρ οὕτως ὡς δύνασθαι πάντῃ διαιρεῖσθαι) ὡς μηδὲν ἕτερον εἶναι ἢ στιγμάς διαίρεσιν γὰρ καλεῖ τὰς στιγμάς, καθ’ ἃς γέγονεν ἡ διαίρεσις καὶ ἡ τομή), δεήσει ὥσπερ ἐπὶ τῆς προτέρας τομῆς τὰ μέρη εἰς ἃ διῃρέθη συντεθέντα ἴσον πεποίηκε τῷ ἐξ ἀρχῆς, οὕτως κἂν πάντῃ διέλω ὡς μηδὲν ἄλλο καταλιπεῖν ἢ στιγμάς, ἀνάγκη τὰς στιγμὰς συντεθείσας ποιεῖν ἴσον [*](2 γενόμενον R ὃ a: ὃν cett. 5 ἀφῇ R1 αἰεὶ a δυεῖν corr. R2 6, 7 ἤδη—πέρας V: om. GRTZ: ἁφή· τὸ μὲν γὰρ πέρας suppleverat a, qui mox dederat ἔστι (pro εἷναι), μὴ ὄντως τοῦ περατουμένου ἁπτομένου. αἱ δὲ ἁφαὶ τῶν ἁπτομένων μόνον ἔσονται ἁφαί 7 καλεῖς scripsi: καὶ εἰς V 11 οὖν om. T 14 δυνάμενα Ra 15 αὐτῶν scripsi: αὐτῶν libri ἕπεται R τὴν φωνὴν ἁφὴν R1 18 τὸ] ὅτι fort, recte a 20 γένοιτο a 22 ἢ ἄλλο τι T 23 τῷ] τὸ GR1TZ 24 οὕτω (G)a 24. 26 τὸ ξύλον, ὡς μηδὲν ἕτερον εἶναι ἢ στιγμὰς, καὶ γὰρ οὕτως ἔχει ὡς δύνασθαι πάντη διαιρεῖσθαι, διαίρεσιν γὰρ a 27 τὰ μέρη R2Za: τῶ μέρη GT: τῶ μέρει R1 27. 28 διῃρέθησαν διαιρ—Τ) τεθέντα GT 28 συντεθῆναι R τῷ] τὸ T οὕτω (G)a 29 ἴσον Za: ἴσην GRT ἀνάγκη] v. Ind.)

33
τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει τὸ ἐξ αὐτῶν συντεθέν. τοῦτο δὲ ἀδύνατον [*](8v) δέδεικται· οὐδὲ γὰρ ἄπειρα ἀμερῆ συντιθέμενα τὸ τυχὸν μέγεθος ποιῆσαι δύνανται. οὐκ ἄρα εἰς σημεῖα ἐνδέχεται τὰ μεγέθη διῃρῆσθαι. εἰ δὲ τοῦτο, οὐ πάντῃ εἰσὶ τὰ μεγέθη διαιρετά· τούτῳ γὰρ εἵπετο τὸ εἰς σημεῖα αὐτὰ διῃρῆσθαι. εἰ δὲ μὴ πάντῃ διαιρετά, ἔστιν ἄρα σώματα ἀδιαίρετα.

[*](p. 316b11)

Πάντῃ ἄρα διᾐρηται δυνάμει.

Διὰ περίνοιαν συντόμως πέφρασται. φησὶ δὲ τοῦτο ὅτι εἰ δυνάμει τὸ μέγεθος πάντῃ ἐστὶ διαιρετόν, καὶ διῃρήσθω μὲν ἐνεργείᾳ· οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, καθὼς προείρηται καὶ ὅτι τὸ δυνατὸν καὶ εἰς ἐνέργειαν ἐκβαίη ποτέ. τούτου δὲ δοθέντος ἕπεται τὸ εἰρημένον ἄτοπον , τὸ ἐκ σημείων τὰ μεγέθη συγκεῖσθαι.

[*](p. 316b12)

Εἰ γὰρ καἰ ἔστι τι πάθος.

Πἀλιν τὸ προειρημένον ἀναλαμβάνει. εἰ γάρ, φησίν, ἔστι τι πάθος ἐν τῷ συνεχεῖ, ἀλλὰ πῶς, φησί, διαλύεται εἰς ταῦτα τὸ μέγεθος, εἰς πάθος φημὶ καὶ στιγμάς; καὶ πῶς ἐκ τούτων συντίθεται; πῶς δὲ δυνατὸν χωρισθῆναι ταῦτα ἐξ ἀλλήλων, ὡς ἐκτὸς τοῦ πάθους ὑφίστασθαι τὰς στιγμάς; κἄν γὰρ ὕλης λόγον πρὸς τὸ πάθος ἐπέχωσι, καὶ τοῦτο αὐταῖς εἴη τὸ εἶναι, ὡς ἡ ὑπόθεσις βούλεται ἡ ἐκ στιγμῶν καὶ παθῶν τὰ μεγέθη ὑποτιθεμένη, ἀλλ’ οὖν ὅτι] ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι οὖσα χωρὶς τοῦ εἴδους οὗ ἐστιν ὕλη εἶναι οὐ δύναται, ὡς ἔμπροσθεν εἴπομεν· ὥστε ἀδύνατον τὰς στιγμὰς καθ’ αὑτὰς χωρὶς εἴδους εἶναι.

[*](p. 316b16)

Ἀλλὰ μὴν καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα· ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις.

Περὶ τοὐ πολλὰ ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει τῇ ὑποτιθεμένῃ ἄτομα [*](1 τῷ (ante διαιρετῷ) del. (G)a 3 δύναται a διηρῆσθαι τὰ μεγέθη a 3 et 5 διαιρεῖσθαι Z 4 τούτω RZ: τοῦτο GTa τὸ om. Τ1: τῷ ἁ 5 πάντα διαιρετὰ Z 6 τὸ δὲ πάντη ἄρα a 8 καὶ om. Z; fort, recte διῃρήσθω μὲν] διήρηται δυνάμει· εἰ δὲ τοῦτο, καὶ a 8. 9 ἀδύνατον R 9 καὶ (ante ὅτι) om. Za; fort, recte 10 <ἄν> ἐκβαίη a; et sane desit hic particula librariorum potius quam Philoponi culpa 12 τὸ δὲ εἰ γὰρ (G)a 13 ἐπαναλαμβάνει a 14 φησί om. a 17 αὑταῖς V: αὐτοῖς cett. 18 βούληται T 19. 21 ἀλλ’ οὖν ὅτι—εἴδους εἶναι dedi dubitanter codicem V secutus (ubi tamen deest ἡ, et pro εἴδους εἶναι exstat εἶναι εἴδους): ὅτι ἡ ὕλη καθὸ ὕλη (haec duo verba om. GT) ἐστὶ πρός τι οὖσα χωρὶς αὐτὰς καθ’ αὑτὰς αὐτὴν καθ’ αὑτὴν Z, qui tria sequentia verba in lac. om.) χωρὶς εἴδους εἶναι GRTZ: ἐπειδὴ ·ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι ἐστὶν, οὐχ οἷόν τε αὐτὰς καθ’ αὑτὰς χωρὶς εἴδους εἶναι a 20 ἔμπροσθεν p. 31,11 sqq. 22. 23 Ἀλλὰ—ἀδύνατα om. R 22 Ἀλλὰ μὴν] cf. Ar. codd. 23 ἀδύνατα GTZ et Ar. codd. EH: τὸ ἀδύνατον a δὲ καὶ περὶ GTa φησιν ἐν a ἐν om. Τ1)

34
μεγέθη εἴρηται μὲν κἀν τῷ τρίτῳ βιβλίῳ τῆς Περὶ οὐρανοῦ, εἴρηκε δὲ [*](8v) κἀν τῷ Z τῆς Φυσικῆς ἀκροάσεως, ἀλλὰ μὴν κἀν τῷ ἐπιγραφομένῳ Περὶ ἀτόμων γραμμῶν, ὅ τινες εἰς Θεόφραστον ἀναφέρουσι. νῦν δέ, φησί, τὰς ἀπορίας Δημοκρίτου λυτέον, δι’ ὧν τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομὴν ἀναιρεῖ. σημειωτέον οὖν ὅτι νῦν οὐ πρόκειται αὐτῷ προηγουμένως δεῖξαι μὴ εἶναι ἄτομα μεγέθη ἐν γὰρ τοῖς εἰρημένοις βιβλίοις αὐτὸ καθ’ αὑτὸ τὸ δόγμα τοῦτο ὡς ἀδύνατον ἤλεγξεν), ἀλλὰ λῦσαι τοὺς εἰσάγοντας τὰ ἄτομα μεγέθη λόγους. ἀναλαμβάνει οὖν τὸν τοῦ Δημοκρίτου λόγον ἐν συντόμῳ καὶ διαρθροῖ μᾶλλον, καὶ οὕτως τὸν ἔλεγχον ἐπιφέρει.

[*](p. 316b19)

Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ᾿ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον.

Προτίθεται μὲν ὡς ἐν βραχεῖ τὴν εἰρημένην διὰ πλειόνων ἀπορίαν ἀναλαβεῖν, ἵνα οὕτως τὰς λύσεις ἐπαγάγῃ. διορίζει δὲ πρῶτον πῶς μὲν τεθέντι τῷ λόγῳ τῷ φάσκοντι τὸ σῶμα πάντῃ διαιρετὸν εἶναι ἕπεται τὰ ἄτοπα τὰ προειρημένα, πῶς δὲ νοηθέντι οὐδὲν ἀκολουθεῖ ἄτοπον. καὶ εἰκότως τοῦτο πρῶτον διαρθροῖ, ἵνα δείξας καθ’ ὃ σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ τὸ ἄπορον ἕπεται, κατὰ τοῦτο καὶ τὴν λύσιν ἐπαγάγῃ. ἔστι δέ, ὡς ἐν κεφαλαίῳ συνελόντι φάναι, τὰ διὰ τῆς λέξεως πάσης δηλούμενα τοιαῦτα. δύο ἐστὶ τὰ σημαινόμενα τοῦ πάντῃ διαιρετὸν εἶναι τὸ συνεχὲς φάσκοντος λόγου, ἓν μὲν τὸ καθ’ ὁτιοῦν μόριον αὐτὸ διαιρετὸν εἶναι δηλοῦν, τουτέστιν οὐ κατὰ τουτὶ μὲν τὸ μόριον τὴν τομὴν ἐπιδέχεσθαι δυνατὸν κατ’ ἄλλο δὲ μὴ δυνατόν, ἀλλ’ ἀδιαφόρως πανταχοῦ· οὐδὲν γάρ ἐστιν ἐν τῷ συνεχεῖ ὃ τὴν τομὴν κωλύσει. εἰ γὰρ καὶ κατ’ ἐνέργειαν ἐν τῷδε τῷ μορίῳ πρώτῳ τὴν τομὴν ἐδέξατο, ἡ καθ’ ἕτερον μόριον δυνάμει ἐνυπάρχουσα διαίρεσις καὶ μήπω γεγονυῖα οὐδὲν ἧττον πρὸ τῆς ἤδη γενομένης ἐδύνατο γενέσθαι. καὶ συντόμως φάναι κατὰ τοῦτο τὸ σημαινόμενον πάντῃ διαιρετὸν τὸ σῶμα λέγεται τὸ πάσας τὰς τομὰς οἷόν τε ὂν ἀναδέξασθαι, πάσας δὲ οὕτως ὡς ἐκ πασῶν ἡντιναοῦν, οὐχ ὡς πάσας ἅμα· ὡς ἄν εἰ λέγοι τις τὸν ἄνθρωπον πάσης ἐπιστήμης εἶναι δεκτικόν, οὐχ ὅτι πάσας ἅμα κατορθοῖ, ἀλλ’ ὅτι πασῶν ἡντιναοῦν καὶ οὐκ ἀφωρισμένως ταύτην ἢ ταύτην. κατὰ τοῦτο μὲν τὸ σημαινόμενον οὐδέν φησιν ἄτοπον ἀκολουθεῖν, ἐὰν τὸ ἀδιαίρετον ἐνεργείᾳ πάντῃ διαιρετὸν ὑποθώμεθα ὡς καθ’ [*](1 εἴρηκε μὲν γὰρ κἀν (sic, ut saepe) τῶ τρίτῳ οὐ (sic) βυβλίῳ a Περὶ οὐρανοῦ Γ 4 p. 303a3 sqq. εἴρηκε] εἴρηται Z 2 Z Ra: ἑβδόμῳ cett. Φυσικῆς ἀκρ. Z 1 3 Περὶ ἀτόμων γραμμῶν ex gr. p. 29 sqq. τῶν ἀτόμων GT 4 ἀπορείας a 9 et 13 οὕτω GTa 12 προστίθεται T 13 πῶς om. R 15 προσειρημένα T1 17 ἄτοπον a 21 τουτὶ GTa: τοῦτο R: τὶ Z τὸ om. Z 22 ἀλλὰ GZa 23 ὃ τὴν] ὅταν GT κωλύση T: συνλὐσει Z 24 πρώτως R 24, 25 ἐν ὑπάρχουσα (TZ)a 25 καὶ] κἄν a πρὸς T 26 ἡδύνατο TZ 29 λέγει T 30 ἀφωρισμέ(??) R 31 μὲν οὗν τὸ a)

35
ὁτιοῦν μόριον τὴν διαίρεσιν ἐπιδέξασθαι δυνάμενον· οὐδὲ γὰρ τῷ τοιούτῳ [*](8v) σημαινομένῳ ἕπεται τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος. τοῦτο γὰρ τὸ δεύτερόν ἐστι σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ, λέγω δὲ | τὸ ἅμα πάντῃ [*](9r) διαιρετὸν εἶναι τὸ σῶμα δυνάμει, ὅπερ ἐστὶν ἀδύνατον· οὐ γὰρ οἷόν τέ ἐστιν ἐνεργείᾳ γενέσθαι ἅμα πάντῃ διῃρημένον, ᾧ δὲ κατ’ ἐνέργειαν ὑποτεθέντι ἀδύνατον ἕπεται, τοῦτο οὐδὲ δυνάμει τὴν ἀρχὴν ὑπῆρχεν. ὅτι δὲ ἀδύνατον εἶναί τι ἅμ ἐνεργείᾳ πάντῃ διῃρημένον, ἐκεῖθεν δῆλον· εἰ γὰρ ἡ διαίρεσις κατὰ σημεῖον καὶ στιγμὴν γίνεται, οὐκ ἔστι δὲ στιγμὴ στιγμῆς ἐχομένη, ἀλλ’ ἀεὶ δύο σημείων λαμβανομένων μεταξὺ μέγεθός ἐστι, πρόδηλον ὡς ἀδύνατον ἅμα πάντῃ διαιρετὸν εἶναι. κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον ἐκλαβὼν τὸ πάντῃ διαιρετὸν ὁ Δημόκριτος, εἰς ἄτοπον ἀπάγει τὸν λόγον, πρὸς τὴν οἰκείαν ὑπόληψιν ἀπορῶν, οὐ τὸ κείμενον ἐξελέγχων.

Τούτων οὕτως εἰρημένων ἴσως τις ἀπορήσειε, πῶς ποτέ φαμεν τὸ μέγεθος δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετόν· ἐντεῦθεν γὰρ καὶ τὸ πάντῃ διαιρετὸν εἶναι εἴληπται, ὡς κἀν τοῖς προλαβοῦσιν εἴπομεν. εἰ γὰρ δυνάμει ἐπ’ ἄπειρον διαιρεῖται, δυνατόν ἐστιν αὐτὸ διαιρεθῆναι ἐπ’ ἄπειρον, τὸ δὲ δυνατὸν γενέσθαι, ὑποθέσθαι ἐκβεβηκέναι οὐκ ἀδύνατον. εἰσάξομεν οὖν ἐνεργείᾳ τὸ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐπ’ ἄπειρον πρόεισι τῶν συνεχῶν ἡ τομή, ἀλλὰ στήσεταί που· ἔσται οὖν ἄτομα μεγέθη. ἔστι δὲ ἡ τοῦ ἀπόρου λύσις ῥᾳδία προδιελομένοις ἐκεῖνο, ὅπερ κἀν τῇ Φυσικῇ ἀκροάσει εἴρηται, ὅτι καθάπερ τὴν ἡμέραν ἐνεστηκέναι φαμὲν οὐ τῷ πᾶσαν ἅμα παρεῖναι ἀλλὰ τῷ ἀεὶ μέρος αὐτῆς ἐνεστηκέναι, καὶ τὸν ἀγῶνα δὲ ἐνεργείᾳ παρεῖναί φαμεν οὐ τῷ ἅμα καὶ πάλην καὶ πυγμὴν καὶ στάδιον καὶ ἅλμα καὶ τὰ λοιπὰ ἐπιτελεῖσθαι, ἀλλὰ τῷ μέρος τι αὐτοῦ παρεῖναι ἢ ἅλμα τυχὸν ἢ πάλην ἢ τῶν ἄλλων τι, οὕτω καὶ τὸ μέγεθος ἐπ’ ἄπειρόν φαμεν τέμνεσθαι οὐ τῷ δύνασθαι ἄπειρα τμήματα αὐτοῦ ὑφεστῶτα ἅμα γενέσθαι, ἀλλὰ τῷ λαμβάνεσθαι τῶν ἀπείρων τμημάτων τινὰ καὶ μέρη τοῦ ἀπείρου. τὰ μὲν οὖν λαμβανόμενα ἀεὶ τμήματα ἐκ τῆς διαιρέσεως τοῦ συνεχοῦς πεπέρανται, τῷ δὲ τὰ ληφθέντα πάλιν δύνασθαι τέμνεσθαι ἐπ’ ἄπειρον λέγεται γίνεσθαι ἡ διαίρεσις, διὰ τὸ μὴ ἐπιλείπειν τὴν διαίρεσιν μηδὲ εἶναί τι μόριον ληφθὲν ὅπερ οὐ δυνατόν ἐστι τὴν τομὴν ἐπιδέξασθαι. οὕτω καὶ τὸν ἀριθμόν φαμεν ἐπ’ ἄπειρον αὔξεσθαι οὐ τῷ δύνασθαι αὐξόμενον ἄπειρον κατ’ ἐνέργειαν γενέσθαι (ἀεὶ γὰρ ὁ λαμβανόμενος ἀριθμὸς περερασμένος ἔσται), ἀλλὰ τῷ μὴ ἐπιλείπειν αὐτοῦ τὴν [*](1 ἐπιδείξασθαι GT 2 τὸ ἅμα] τῷ ἅμα G post μέγεθος addit ἀλλὰ τῷ οὕτω πάντῃ διαιρετὸν λέγοντι, ὡς ἅμα πάντῃ et pergit τοῦτο δὲ δεύτερον a 6 τούτω RZ 8 ἡ om. R 11 ἐπάγει ut vid. G, itemque ex μετάγει corr. T 12 πρὸς] περὶ compend. R: om. V, qui mox ὑπόθεσιν ἀναιρῶν οὐ τὸ] αὑτὸ GT 13 ἴσως ἄν τις V 15 κἀν τοῖς κτλ.] p. 29,5 sqq. εἴπωμεν GT1Z 17 ὑποθέσθαι Za: ὑποθέσεως GRT 19 ἔστι] ἔτι (GTZ)a 20 ἀπείρου R προδιελομένης compend. R 20. 21 Φυσικῇ ἀκρ. Γ 6. p. 206a21 sq. (cum Philop. comment. p. 459,12 sqq.) 24 ἅλμα] ἅμα T 25 τὸ om. R 26 ἄπειρον Ta 29 πεπἐρασται libri 31 τι]. τὸ T 32 ὑποδέξασθαι Z ἐπ’ ἄπειρόν φαμεν Z 34 ἐστὶν Z: ἄρα R τὸ T)

36
αὔξησιν ἀλλ’ εἶναι τοῦ λαμβανομένου ἀεὶ ἄλλον πλείονα λαμβάνειν. καὶ [*](9r) ἵνα σαφῶς διορίσαντες εἴπωμεν, εἰς ἄπειρα μὲν διαιρετὸν τὸ μέγεθος οὐκ ἔστιν οὐδὲ δυνάμει, τῷ μηδὲ δύνασθαι εἰς ἄπειρα διαιρεθῆναι ἐπεὶ μηδὲ στιγμὴν στιγμῆς ἐφεξῆς εἶναι ἐνδέχεται· ἀεὶ γὰρ δύο στιγμῶν τὸ μεταξὺ μέγεθός ἐστιν), ἐπ’ ἄπειρον μέντοι, τῷ μὴ ἐπιλείπειν ποτὲ δυνάμει τὴν τομήν. οὕτως γοῦν καὶ πάντῃ διαιρετὸν ἐλέγομεν τὸ μέγεθος, τῷ καθ’ ὁτιοῦν μόριον δύνασθαι διαιρεθῆναι καὶ μὴ εἶναί τι ληφθὲν μόριον ὅπερ ἄτμητον ἔσται δυνάμει. διὰ τοῦτο γὰρ ὁπῃοῦν ἀδιαφόρως δυνατόν ἐστι διαίρεσιν γενέσθαι, τῷ μηδὲν εἶναι μόριον δυνάμει ἀδιαίρετον. τὸ δ’ ἅμα πάντῃ διαιρετὸν καὶ τὸ εἰς ἄπειρα διαιρετόν, ψευδῆ ἄμφω· τῷ μὲν γὰρ ἕπεται εἰς στιγμὰς διαιρεῖσθαι τὸ μέγεθος καὶ ἐκ στιγμῶν συγκεῖσθαι, τῷ δὲ εἰς ἄπειρα διαιρετῷ καὶ ἐνεργείᾳ τὸ ἄπειρον ὑφίστασθαι, ὅπερ ἄτοπον· τὸ γὰρ ἄπειρον ὡς μὲν γινόμενον ἐστίν, ὡς δὲ ὑφεστὼς οὐκέτι. καὶ ἄλλως ἐν τῇ Φυσικῇ αὐτὸς εἶπεν ὅτι οὐκ ἔστι λίνον λίνῳ συνάπτειν, τὸ ὅλον καὶ πᾶν τῷ ἀπείρῳ. τὸ μὲν γὰρ ὅλον καὶ πᾶν τέλειον, τὸ δὲ τέλειον τέλος ἔχει, τοῦ δὲ ἀπείρου οὐκ ἔστι τέλος· καὶ ὅλον μέν ἐστι καὶ πᾶν οὗ μηδὲν τῶν μερῶν ἐστιν ἔξω, ἄπειρον δέ ἐστιν οὗ ἀεί τί ἐστιν ἔξω· οὗ ταὐτὸν ἄρα τὸ πᾶν καὶ τὸ ἄπειρον. ὥστε ὅταν λέγωμεν ‘πάντῃ διαιρετόν’, δι’ αὐτῆς τῆς φωνῆς ἐνδεικνύμεθα ὅτι οὐκ εἰς ἄπειρά φαμεν τὰ μεγέθη κατατείνεσθαι, ἀλλ’ εἰς πεπερασμένα, καὶ ἑκάστου πάλιν τῶν μερῶν πάντῃ διαιρετοῦ ὄντος. δοκοῦμεν δέ, φησίν, ὅταν λέγωμεν πάντῃ διαιρετόν’, οὕτως λέγειν τὸ ‘πάντῃ’ ὡς μηδὲν μεῖναι ἐκ τῆς διαιρέσεως ἀδιαίρετον, ὅπερ ἐστὶ ψεῦδος καὶ ἐναντίον τῷ παρ’ ἡμῶν λεγομένῳ. ἐπ ἄπειρον γὰρ διαιρετόν φαμεν εἶναι τὸ μέγεθος, καὶ ταύτῃ πάντῃ διαιρετὸν ὡς πᾶι τὸ ληφθὲν μόριον δύνασθαι τέμνεσθαι καὶ μηδέποτε τοῦτο ἀπολείπειν. ὥστε εἰ οὕτω διαιρεθείη ὡς ἐπιλείπειν τὴν τομὴν τῷ μηδὲν εἶναι λεῖπον τὸ δυνάμενον διαιρεθῆναι, οὐκέτι ἄν ἐπ’ ἄπειρον εἴη διαιρετόν · τὸ γὰρ ἐπ’ ἄπειρον οὐκ ἐπιλείπει ποτέ. ὥστε εἰ ἐπιλείποι, οὐκ ἐπ ἄπειρον, οὐδ’ οὕτω πάντῃ ὡς ἀεὶ τὸ διαιρεθὲν μόρων δύνασθαι διαιρεῖσθαι.

Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον. αἰσθητὸν μὲν εἶπεν ἢ τὸ φυσικόν, οὐχ ὡς μὴ καὶ τῶν ἄλλων σωμάτων διαιρετῶν ὄντων καὶ γὰρ τὸ μαθηματικὸν τοιοῦτον), ἀλλ’ ὡς περὶ τούτου ὄντος τοῦ λόγου· ἢ αἰσθητόν φησι τὸ ἐνεργείᾳ ὄν. τὸ γὰρ μὴ ὂν ἐνεργείᾳ, οὐδὲ διαιρετόν ἐστι. τοιοῦτον δὲ ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον· σῶμα μὲν γὰρ καὶ αὐτή, ἀλλ’ οὐκ αἰσθητόν, ἀλλὰ δυνάμει σῶμα. προθέμενος δὲ ὡς ἐν κεφαλαίῳ τὴν Δημοκρίτου ἀπορίαν ἀναλαβεῖν, πρῶτον διορίζεται ποίῳ [*](2 ἄπειρον libri 6 οὕτω (G)a γοῦν] γὰρ Z τῳ] τὸ GT 9 διαίρεσις Z μηδέν GRT: μὴ δεῖν (Z)a 10 ψεύδη Z 13 τότε γὰρ GT 14 Φυσικῇ Γ6 p. 207a17 τῶν ὅλον G1: τὸν ὄλον G2T 16 οὐκ ἔστι Z: οὐκ ἄρα R: οὐκ έσται GTa 22 οὕτω (G)a τὸ] τῶ GT1 24 γάρ φαμεν διαιρετὸν Z 26 τῷ a: τὸ cett. 32 μὲν om. a 34 ὄντος] ὄντως GT1 37 προσθέμενος R)

37
μὲν σημαινομένῳ τοῦ πάντῃ διαιρετοῦ οὐδὲν ἄτοπον ἀκολουθεῖ, ποίῳ δὲ [*](9r) ἕπεται ὅσα παρὰ Δημοκρίτου ἄτοπα συνῆκται. καί φησιν ὅτι τὸ μὲν λέγειν παιντῃ διαιρετὸν τὸ καθ’ ὀτικοῦν <μόριον> δυνάμενον διαιρεθῆναι, εἰ καὶ μήπω διῄρηται, ἀληθὲς καὶ οὐδὲν ἔχει ἄτοπον ἑπόμενον καὶ γὰρ τὸ ἐνεργείᾳ ἀδιαίρετον δυνατὸν οὕτω λέγειν πάντῃ διαιρετόν· τῷ γὰρ δύνασθαι ἐπὶ τοῦ συνεχοῦς ὁπῃοῦν σημεῖον λαμβάνεσθαι δῆλον ὅτι καὶ διαίρεσις ἔσται ἐν ἑκάστῳ μέρει τοῦ συνεχοῦς), τὸ δὲ λέγειν πάντῃ διαιρετὸν ὡς ἅμα πάντῃ δυνάμενον διαιρεθῆναι, | ἄτοπον. πῶς δὲ καὶ διὰ τί ἄτοπον, πάλιν [*](9v) προστίθησιν ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν · καὶ τότε ὕστερον τὴν λύσιν ἐπιφέρει, φάσκων παραλογίζεσθαι τὸν Δημόκριτον οὐ τὸν λόγον ἐλέγχοντα τὸν φάσκοντα πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλὰ σημαινόμενόν τι τοῦ πάντῃ διαιρετοῦ κατὰ τὴν ἐκείνου ὑπόληψιν λαμβανόμενον.

[*](p. 316b23)

Εἰ γὰρ δυνατόν, κἄν γένοιτο, οὐχ ὥστε ἅμα εἶναι ἄμφω.

Ἐκεῖνο, φησίν, ἄτοπόν ἐστι, τὸ λέγειν πάντῃ ἅμα διαιρετὸν εἶναι δυνάμει· εἰ γάρ ἐστι δυνάμει, γένοιτ’ ἄν καὶ ἐνεργείᾳ, γένοιτο δὲ οὐχ ὥστε κατὰ τὸ αὐτὸ καὶ δυνάμει αὐτὸ εἶναι διαιρετὸν καὶ ἐνεργείᾳ τοῦτο γὰρ προφανῶς ἄτοπον καὶ λόγου μὴ δεόμενον , τὸ τὸ αὐτὸ ὑποτίθεσθαι ἅμα καὶ ἀδιαίρετον καὶ διῃρημένον), ἀλλὰ τοῦτο, φησίν, ἐστὶν ὃ λέγω, ὅτι εἰ δυνάμει ἅμα πάντῃ διαιρετόν ἐστι, καὶ εἰς ἐνέργειαν ἐκβαίη ἄν , ὡς εἶναι αὐτὸ εἰς σημεῖα διῃρημένον· τοῦτο γὰρ σημαίνει τὸ ‘καθ᾿ ὁτιοῦν σημεῖον διῃρημένον᾿. πόσα δὲ ἕπεται ἄτοπα τῷ ὑποτίθεσθαι εἰς σημεῖα διῃρημένον τὸ μέγεθος, ἐφεξῆς ἐπιφέρει ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν. ἔστι δὲ τὰ ἄτοπα ὅσα καὶ ἐξ ἀρχῆς προείρητο. εἰ γάρ, φησίν, ὑποτεθείη πάντῃ ἅμα διῃρημένον, οὐδὲν ἔσται λοιπὸν ἀλλ’ ἢ εἰς ἀσώματον τὸ σῶμα ἐφθαρμένον. καὶ ἐπειδὴ εἰς ἃ διαιρεῖταί τι ἐκ τούτων καὶ σύγκειται, ἐπιφέρει ὅτι εἰ μὲν εἴη εἰς ἀσώματον, τουτέστιν εἰς στιγμάς, διῃρημένον, ἔσται καὶ ἐκ στιγμῶν συγκείμενον· εἰ δὲ εἰς μηδέν, ἔσται ἐκ μηδενός.

[*](p. 316b28)

Ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω.

Ἀπαγαγὼν εἰς ἀδυνάτον τὸν λόγον τὸν φάσκοντα πάντῃ ἅμα διῃρῆσθαι τὸ σῶμα, τῷ δεῖξαι ἑπόμενον τούτῳ τὸ ἐκ στιγμῶν ἢ ἐκ μηδενὸς συγκεῖσθαι τὰ μεγέθη, νῦν ἐκ τῆς ἐναργείας λαμβάνει, ὡς παρὰ Δημοκρίτου [*](2 ὅσαι a περὶ Z 3 μόριον addidi 9 τὴν] τοῦ R1 10 ἐπιφέρειν Z 13 ἅμα εἶναι GRT (et Ar. FH): εἶναι ἄμα Za: ἅμα om. V 15 ἐστὶν ἄτοπον et ἄμα πάντη Z πάντῃ] ταύτη R 16 γένοιντ’ ἄν GT1Z 16. 17 γένοιτο δὲ—ἐνεργείᾳ V: om. cett. 18 τὸ τὸ] τὸ Za 20 ἅμα om. Z 21 σημεῖον om. Z 22 τῳ] τὸ GT 24 προείρηται Τ 27 ἀσώματα a 28 ἔσται] ἄτοπον R 31 ἐπαγαγὼν GT ἄμα πάντη Z διαιρεῖσθαι R 33 ἐναργείας R: ἐνεργείας cett. περὶ compend. (Z)a)

38
ποιούμενος τὸν λόγον, ὅτι ἡ διαίρεσις ἀεὶ εἰς χωριστά, τουτέστιν εἰς [*](9v) ματα γίνεται ἡ διαίρεσις, ἀλλ’ οὖν εἰς ὑφεστῶτα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα. εἰ δὲ τοῦτο ἐναργές, πρόδηλον ὡς οὐχ ἅμα ἄπειρά ποτε τὰ διαιρεθέντα οὐδὲ ἐπ’ ἄπειρον ἡ διαίρεσις, διὰ τὸ μὴ εἶναι ἄπειρα χωριστὰ μέρη ἐν τοῖς πεπερασμένοις μεγέθεσι. τὸ δὲ ἀεὶ οὐ τὸ ἐπ’ ἄπειρον σημαίνει ἐν τούτοις ὡς γὰρ ἀπὸ Δημοκρίτου ὁ λόγος συμπεραινομένου τὰ εἰρημένα), ἀλλ’ ἀεὶ εἰς ἐλάττω διαιρεῖται, φησί, “μέχρι τούτου’’, ὡς ἐν τοῖς ἑξῆς φησι, μέχρις οὗ καταντήσει ἡ διαίρεσις εἰς ἄτομα.

[*](p. 316b29)

Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἄν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι πᾶν σημεῖον.

Διὰ τί τοῦτο ἀδύνατον προείρηται. εἰ γὰρ οὕτως διαιρεθῇ εἴτε ἅμα εἴτε καὶ κατὰ μέρος, εἰς σημεῖα διαιρεθήσεται, καὶ ἔσται ἐκ σημείων, τοῦτο δὲ ἀδύνατον. ἀδυνάτου δὲ ὄντος κατὰ πᾶν σημεῖον διαιρεθῆναι τὸ σῶμα, οὐκ ἔσται ἐπ’ ἄπειρον ἡ τομή. εἰ γὰρ εἰς σημεῖα διῃρεῖτο, τοῦτο συνέβαινεν εἰκότως, τῷ ἄπειρα εἶναι δυνάμει τὰ ἐν τῷ μεγέθει σημεῖα. μὴ προιούσης τοίνυν ἐπ’ ἄπειρον τῆς διαιρέσεως μηδὲ εἰς σημεῖα γινομένης, καταλείπεται στῆναί που τὴν διαίρεσιν καὶ ὑπολείπεσθαι ἄτομα σώματα μηκέτι τμηθῆναι δυνάμενα.

[*](p. 316b32)

Ἀνάγκη ἄρα ἄτομα ὑπάρχειν μεγέθη ἀόρατα εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει.

Σκοτεινότερον ἡ λέξις ἡρμήνευται. δόξει γὰρ λέγειν ὅτι εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει, ἀνάγκη καὶ ἄτομα εἶναι μεγέθη· ἔμπαλιν δὲ χρὴ ἐκ τῶν ἀτόμων πιστοῦσθαι ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ἀτόμων μὲν γὰρ ὑποκειμένων ἔσται κατὰ σύγκρισιν ἡ γένεσις, κατὰ σύγκρισιν δὲ οὔσης τῆς γενέσεως οὐκ ἀνάγκη ἄτομα ὑποθέσθαι μεγέθη. ἀλλὰ δὴ καὶ ὅτι μὲν ἔστιν ἄτομα ὁ Δημοκρίτειος λόγος δοκεῖ ἀποδεδειχέναι, οὐ μὴν ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ὥστε δεῖ ἐκ τοῦ εἶναι ἄτομα συλλογίζεσθαι ὅτι καὶ ἡ γένεσις κατὰ σύγκρισιν, οὐκ ἔμπαλιν ὡς ἡ λέξις δοκεῖ ὑποφαίνειν. χρὴ οὖν ἁπλούστερον ἐκλαβεῖν τὴν λέξιν, οὕτως εἰπόντα ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, καὶ ὑποστίξαντα ἐνταῦθα ὡς ἐξ ἄλλης ἀρχῆς εἴπερ οὖν ἐστὶ γένεσις καὶ [*](2 et 3 ἐφεστῶτα GRT, sed altero loco ὑφεστῶτα corr. R 4 ὡς οὐκ ἔσται ἄπειρα τότε τὰ τὰ om. V) FV 5 οὐδ’ GTa 6 μέρει a 8 φησὶ διαιρεῖται R τούτου] immo του (Ar. p. 316 b 32) 9 καταντήση corr. T: ἄν καταντήση a 11 τε in eras. T: τὸν (?) G 12 εἰ RTZ: ἡ G; ἢν a οὕτω (G)a 15 διῃρεῖτο RZ: διήρητο GTa 17 προσιούσης T 20 ὥστε ἀνάγκη (om. ἄρα) a ὑπάρχειν μεγέθη RZV: μεγέθη ἐνυπάρχειν GTa; cf. Aristot. 20. 21 εἴπερ—συγκρίσει om. V; ceterum cf. Ar. 22 σκοτεινότερον δὲ ἡ a γὰρ ἡ (sic) λέγειν Z 27 δημοκράτειος Z: δημόκριτος T 29 δεῖ V: δὴ cett. 30 ἀποφαίνειν T 32 ὐποστήξαντα GR1 ἐνταῦτα GT1 ἄλλης εἰπεῖν ἀρχῆς a)

39
φθορά, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἢ οὕτως ἀνάγκη [*](9v) ἄρα ἄτομα μεγέθη ὑπάρχειν, ἐξ ὧν εἴπερ ἐστὶ γένεσις καὶ φθορά, ὅπερ ἐναργές ἐστιν, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἀόρατα δὲ εἶπε μεγέθη τὰ ἄτομα, ἵν’ ἐκφύγῃ τὸν ἐκ τῆς αἰσθήσεως ἔλεγχον· οὐδὲν γὰρ τῶν φαινομένων μεγεθῶν ἀδιαίρετόν ἐστιν. ἀόρατα οὖν ἡμῖν διὰ σμικρότητα ἔλεγεν εἶναι τὰ ἄτομα. καὶ οὐδέν γε θαυμαστὸν εἶναι μέν, διὰ σμικρότητα δὲ μὴ ὁρᾶσθαι. ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι κονιορτώδη ψήγματα πρότερον ἡμῖν ἀόρατα ὄντα, ἐπειδὰν ἀκτὶς διὰ θυρίδος εἰσβάλῃ, ὁρατὰ ἐν αὐτῇ διὰ τὴν τοῦ φωτὸς λαμπρότητα γίνεται.

[*](p. 316b34)

Ὁ μὲν οὖν ἀναγκάζειν λόγος δοκῶν εἶναι μεγέθη ἄτομα οὗτός ἐστιν· ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ ᾗ λανθάνει, λέγωμεν. |

Θεὶς τὴν κατασκευὴν τοῦ ἄτομα εἰσάγοντος λόγου καὶ ἐνδειξάμενος [*](10r) [ὅτι] κατὰ ποῖον σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ ἕπεται τὰ συνηγμένα ἄτοπα, λοιπὸν τὴν λύσιν τῇ ἀπορίᾳ ἐπιφέρει ἐλέγχων τὸν παραλογισμὸν ὡς κατά τινα ἰδίαν ἐξήγησιν τοῦ ἐπ’ ἄπειρον διαιρετοῦ προιόντα. καὶ πάλιν τῆς ‘πάντῃ διαιρετόν’ φωνῆς διάφορον ἐκτίθεται τὸ σημαινόμενον, καί φησιν ὅτι τὸ μὲν τῶν σημαινομένων ἀδύνατον συστῆναι τὸ δὲ δυνατόν· τὸ γὰρ πάντῃ, φησί, διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δὲ ὡς οὐχ ὑπάρχει· οὐχ ὑπάρχει μέν, ὡς Δημόκριτος ἀκούσας εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον, κατὰ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι, τοῦτο δὲ ἀδύνατόν ἐστι, διότι, φησίν, οὔκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη. λαμβάνει γὰρ τοῦτο Ἀριστοτέλης ὡς ἐναργές· καὶ γὰρ καὶ παρὰ τῶν περὶ Δημόκριτον ὡμολογεῖτο. εἰς τοῦτο γοῦν ὡς ἄτοπον ἀπῆγον τὸν λόγον. εἰ δέ τις καὶ τούτου ζητεῖ αἰτίαν, λέγω δὲ τοῦ μὴ εἶναι σημεῖον σημείου ἐχόμενον ἐπὶ τοῦ συνεχοῦς, μηδ’ ὅλως ἐκ σημείων συγκεῖσθαι τὸ μέγεθος, λεκτέον καὶ πρὸς αὐτόν. ἀνάγκῃ γὰρ τὰ σημεῖα, ἐξ ὧν συγκεῖσθαι τὸ μέγεθος ἡ ὑπόθεσις ἔχει, ἢ ἀπεράντῳ μεγέθει ἐφεξῆς ἀλλήλων εἶναι ὑποτιθέμεθα, ἤτοι διεστάναι ἀλλήλων, ἢ κατά τι μὲν ἀλλήλων διεστάναι κατά τι δὲ ἅπτεσται, ἣ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅπτεσθαι. εἰ μὲν οὖν διεστήξονται ἀλλήλων, οὐκ ἔσται ἅμα ἐχόμενα οὐδὲ ποιήσουσι μέγεθος· εἰ δὲ κατά τι μὲν διεστήξονται κατά τι δὲ ἅψονται, μέρη ἕξει ὑπόκειται δὲ ἀμερῆ εἶναι [*](2 μεγέθη a: μεγέθει cett. 6 ἔλεγε (G)a 8 ἀτμὶς Z 9 τῆς θυρίδος GTa εἰσβάλλῃ (G)a 11. 12 Ὁ μἑν—ἐστιν om. hic a 11 οὖν om. Z λόγος ἀναγκάζειν δοκῶν Z; ceterum cf. Ar. 13 λέγοιμεν corr. R2 15 ὅτι delevit a 18 διαφορὰν ἐκτίθεται σημαινομένων a 19 ἀδύνατόν ἐστι Z 20 ὑπάρχειν (G)a 21 ὡς οὐχ ὑπάρχειν a 22 ἐπήγαγε GT κατὰ V: καὶ cett. δὲ om. GTa 23 φησίν om. Z 24 ὁ Ἀριστοτέλης GTa τῶν] τὸν R 25. 26 τοῦτο GT 28 ὡς ἀνάγκη τὰ a ἡ om. T 29 ἔχει] φησι a ἡ ἅπερ ἐν τῶ μεγέθει G ὑποτιθέμενα a 31 et 33 διαστήκονται R 32 οὐκέτι ἅμα R 33 ἕξουσιν a)

40
τὰ σημεῖα)· εἰ δὲ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅψονται, δύο σημεῖα ἐφαρμόσουσιν [*](10r) ἀλλήλοις * * * ἐφαρμοζόντων τῶν σημείων πάντων, ἐξ ὧν τὸ μέγεθος δοκεῖ συγκεῖσθαι, ἔσται τὸ ὅλον μέγεθος σημεῖον ἕν. ἀδύνατον ἄρα σημεῖον σημείου ἔχεσθαι, τοῦτο δὲ εἰσάγει ὁ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος ὑποτιθέμενος οὕτως ὡς μηδὲν καταλειφθῆναι μόριον ἐκ τῆς διαιρέσεως ὃ καὶ αὐτὸ διαιρεθῆναι δύναται. οὐ γάρ ἐστιν ἐχομένη στιγμὴ στιγμῆς, ὡς δέδεικται, ἀλλὰ πάντως μεταξὺ δύο στιγμῶν μέγεθος ἐστίν. ὥστε ταύτῃ οὐκ ἂν εἴη πάντῃ διαιρετὸν τὸ μέγεθος· ἕψεται γὰρ τὰ προειρημένα ἄτοπα. πῶς οὖν καὶ διὰ τί ὑπάρξει τὸ πάντῃ διαιρετὸν τῷ συνεχεῖ; διὰ τὸ ὁπῃοῦν τοῦ συνεχοῦς εἶναι δυνάμει σημεῖον. εἰ δὲ ὁπῃοῦν τοῦ συνεχοῦς δυνατὸν σημεῖον λαβεῖν, δυνατὸν καὶ ὁπῃοῦν τοὐ συνεχοῦς διαίρεσιν γενέσθαι , καὶ ταύτῃ πάντῃ διαιρετὸν λεχθείη ἂν τὸ μέγεθος, τῷ ὁπῃοῦν δύνασθαι διαιρεθῆναι.

[*](p. 317a8)

Ὄτι μία ὁπῃοῦν ἐστί, καὶ πᾶσαι ὡς ἑκάστη.

Τουτέστιν ἢν τέμνῃ τις μίαν τομήν, δύναται ταύτην ὁπῃοῦν ποιήσασθαι. μίαν δὲ εἴρηκεν, διότι οὐκ ἄλλην ἐφεξῆς δυνατὸν λαβεῖν. καὶ πάσας δυνατὸν τὰς τομὰς ποιήσασθαι, οὐχ ὡς πάσας ἅμα, ἀλλ’ ὡς πασῶν ἡντιναοῦν· τοῦτο γάρ ἐστι τὸ πᾶσαι ὡς ἑκάστη, τουτέστιν οὐδὲν μᾶλλον τήνδε ἢ τήνδε, ἀλλ’ ὡς τήνδε τινὰ οὕτω καὶ πάσας. ἑκάστην δὲ τῶν πασῶν ὡσαύτως δυνατὸν γενέσθαι· καὶ γὰρ καὶ ὁ ἄνθρωπος ὡσαύτως ἑκάστης τῶν πασῶν ἐπιστημῶν ἐστι δεκτικός.

[*](p. 317a9)

Πλείους δὲ μιᾶς οὐκ εἰσίν.

Πλείους μιᾶς οὐκ εἰσὶν ἐφεξῆς, ὡς δηλοῖ τὸ ἐπαγόμενον.

[*](p. 317a9 Ὥστε οὐ πάντῃ.)

Πρόσθες αὐτῷ τὸ ‘ἅμα᾿ οὐ γὰρ ἅμα πάντῃ διαιρετόν.

[*](p. 317a10)

Εἱ γὰρ κατὰ μέσον διαιρετόν, καὶ κατ’ ἐχομένην στιγμὴν έσται διαίρετον.

Κατασκευὴ ὅτι οὐ πάντη διαιρετὸν οὕτως ὡς μηδὲν εἶναι ἀδιαίρετον. [*](2 lacunam imlicavi: <καὶ οὕτως> inserit a 3 ἕν om. a 5 καταληφθῆναι GR1a 6, 7 στιγμὴ στιγμῆς ἐχομένη Z 9 τῶ πάντη T 10 εἰ] ὁ R 12 γίνεσθαι GT 13 τῶ Za: τὸ GRT 16 ὅτι Ζ 18 πᾶσα a 20 δυνατὸν om. Z 21, 28 δεκτικός. πλείους δὲ μιᾶς, ἐφεξῆς δηλονότι, τοῦτο γὰρ δηλοῖ τὸ ἐπαγόμενον, οὐκ εἰσί τῷ δὲ οὐ πάντη προσθετέον τὸ ἅμα. οὐ γὰρ ἅμα πάντη διαιρετόν. εἰ γὰρ κατὰ τὸ μέσον διαιρετὸν, καὶ κατὰ τὴν ἐχομένην στιγμὴν ἔσται διαιρετόν. καὶ ἔστι κατασκευὴ τοῦτο τοῦ, ὅτι a 23 οὐκ εἰσὶν οm. (G) 24 ὥστε] οὕτως R 28 ὡς μηδὲν μὴ εἶναι R)

41
ἐνδεῶς δὲ ἡ λέξις πέφρασται. εἴη δ’ ἄν σαφὴς ἅμα καὶ τέλειος ὁ λόγος [*](10r) οὕτως εἰποῦσιν ἱεῖ πάντῃ ἅμα διαιρετὸν ἦν τὸ συνεχὲς ὡς μηδὲν αὐτοῦ μένειν ἀδιαίρετον κατὰ μέσον ἢ καὶ ὁπωσοῦν ἄλλως διαιρεθέν, διῃρεῖτο ἄν καὶ κατ’ ἐχομένην στιγμήν᾿ . καὶ λοιπὸν ἀκόλουθον ἦν ἐπαγαγεῖν ‘τοῦτο δὲ ἀδύνατον᾿, ὁ δὲ μὴ ἐπενεγκὼν ὅτι ἀδύνατον, διὰ τί ἀδύνατόν ἐστι κατ’ ἐχομένην στιγμὴν διαιρεθῆναι ἐφεξῆς προστίθησι, φάσκων οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις. τουτέστι τὸ ὑποτίθεσθαι σημεῖον σημείου ἐχόμενον εἶναι οὐδὲν ἕτερόν ἐστιν ἢ λέγειν ὅτι τὸ μέγεθος διαίρεσις μόνον ἐστὶ καὶ σύνθεσις, οὐκέτι δὲ εἰς μεγέθη διαιρεῖσθαι ἢ ἐκ μεγεθῶν συγκεῖσθαι. δύναιο δ’ ἂν καὶ οὕτως ἀκούειν τῆς λέξεως ὡς πρὸς τὸ προσεχές· οὐ γὰρ δυνατόν, φησί, πάντῃ ἅμα διαιρετὸν εἶναι. διὰ τί; ἐπειδὴ οὐκ ἔστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δὲ τὸ σημεῖον καὶ κατὰ τοῦτο τὸ σημεῖον ἡ διαίρεσίς ἐστι καὶ σύνθεσις τῶν μεγεθῶν. καὶ δῆλον ὅτι εἰ μὴ ταῦτα εἴη ἐφεξῆς, λέγω δὲ τὰ σημεῖα, οὐκ ἄν πάντῃ ἅμα διαιρεθείη.

[*](p. 317a12)

Ὥστε ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ᾿ ἄτομα καὶ ἐξ ἀτόμων.

Ἐκ τῶν εἰρημένων, φησί, δῆλον ὅτι ἔστι καὶ σύγκρισις μὴ ὄντων ἀτόμων μεγεθῶν ἔδειξε γὰρ ὅτι καὶ συγκρίνεται τὰ μεγέθη καὶ διακρίνεται. οὐκ ἀνάγκη δὲ συγκρίσεως οὔσης καὶ διακρίσεως διὰ τοῦτο ἄτομα ἤδη ὑπάρχειν μεγέθη, οὐδὲ εἰ ἔστι σύγκρισις καὶ διάκρισις, καὶ πάντῃ διαιρετὸν ἔσται τὸ μέγεθος ὡς εἰς σημεῖα καταλήγειν ἢ οὐδέν· ἀλλ’ ἔστιν ἡ σύγκρισις ἐξ ἐλαττόνων εἰς μείζονα ἀεὶ καὶ ἡ διάκρισις ἐκ μειζόνων μεγεθῶν εἰς ἐλάττονα, οὔτε δὲ εἰς ἄτομα οὔτε ἐξ ἀτόμων. πολλὰ γὰρ τὰ ἄτοπα ἀτόμων ὑποτεθέντων· ἥ τε γὰρ ἀλλοίωσις ἅμα κυρίως καὶ ἡ συνέχεια καὶ ἡ συμπάθεια ἀναιρεθήσεται.

[*](p. 317a17)

Ἀλλ᾿ οὐχ ἡ ἁπλὴ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές φασι, τὴν δ’ ἐν | τῷ συνεχεῖ ν μεταβολὴν ἀλλοίωσιν. ἀλλὰ τοῦτό ἐστιν ἐν ᾧ σφάλλεται πάντα.

Τὸ μὲν εἶναι σύγκρισιν· καὶ διάκρισιν ἐναργὲς ὂν δίδωσιν, οὐ μέντοι τὴν κυρίως λεγομένην γένεσιν συγκρίσει μόνῃ γίνεσθαι συγχωρεῖ, καθά- [*](1 τέλειος RTZ: τέλος (G)a 2 οὗτος R1 ἦ GT: εἴη a 3 διῃρεῖτο Z: διήρητο R: διήρητο GTa 7 σημείου, ἡ στιγμὴ στιγμῆς a Arist. δέ ἐστι R 8 τουτέστιν ὑποτίθεσθαι R ἐστιν ἕτερον Z 11. 12 ἅμα πάντη Ζ 14 εἴη ταῦτα Z 16 καὶ σύγκρισις καὶ διάκρισις a 18 ἔσται GTa καὶ om. R: immo καὶ διάκρισις καὶ〉 20. 21 ἤδη διὰ τοῦτο ἄτομα Z: διὰ τοῦτο ἤδη ἄτομα GTa 22 ἔσται om. R 23 ἀεὶ εἰς μείζονα Z: ἀεὶ οm. R, fort, recte 25 ἥ τε a: οὔτε cett. κυρίως ἀλλοίωσις ἅμα a 26 καὶ ἡ συμπάθεια ἀναιρεθήσεται RZ: καὶ ἡ συμπάθεια om. GT: ἀναιρεθήσεται καὶ ἡ συμπάθεια a 28 τὴν δὲ ἐν R 29 σφάλεται a 31 ἐν συγκρίσει Ga: συγκρίσει T)

42
περ φασί τινες τιθέμενοι τὴν μὲν γένεσιν καὶ φθορὰν σύγκρισιν εἶναι καὶ διάκρισιν, ἀλλοίωσιν δὲ τὴν τοῦ συνεχοῦς μεταβολήν. κατὰ πάντα γὰρ τρόπον σφάλλονται οἱ οὕτω διορίζοντες· οὔτε γὰρ πᾶσα συνεχοῦς μεταβολὴ ἀλλοίωσίς ἐστιν, ἀλλ’ ἐνδέχεται γένεσιν αὐτὴν εἶναι καὶ γὰρ ὕδωρ εἰς ἀέρα καὶ μόλιβδος εἰς ψιμύθιον μεταβάλλει συνεχῆ ἀεὶ ὄντα ἄνευ διακρίσεως ἢ συγκρίσεως), οὔτε δὲ διακρίσει καὶ συγκρίσει πάντως ἕπεται γένεσις καὶ φθορά. ἐὰν γὰρ διακρίνῃς μόλιβδον κατακερματίσας εἰς λεπτὰ καὶ πάλιν χωνεύσας συναγάγῃς, οὔτε γένεσιν οὔτε φθορὰν πεποίηκας. τίς οὖν ἡ γένεσις καὶ τίς ἡ ἀλλοίωσις, ἐφεξῆς διδάσκει.

[*](p. 317a23)

Ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην.

Ἔστι, φησίν, ἐν ἑκάστῳ τὸ μὲν κατὰ τὸ εἶδος, τὸ δὲ κατὰ τὴν ὕλην. ὅταν οὖν, φησί, κατὰ ταῦτα γένηται ἡ μεταβολή, γένεσις οὐκ ἀλλοίωσις. περὶ ταῦτα δὲ γίνεται ἡ μεταβολή, ὅταν ἡ ὕλη παθοῦσά τι καὶ ἀποβαλοῦσα τὸ πρότερον εἶδος εἰς ἄλλο μεταβάλῃ. ἡ μὲν οὖν κατὰ ταῦτα μεταβολὴ γένεσίς ἐστι καὶ φθορά· εἰ δὲ τούτων μενόντων κατά τι τῶν συμβεβηκότων μεταβάλῃ, ἀλλοίωσις τοῦτο.

[*](p. 317a27)

Συγκρινόμενα δὲ καὶ διακρινόμενα εὔθαρτα γίνεται.

Οὐκ ἔστι μέν, φησί, γένεσις τῇ συγκρίσει ταὐτόν, οὐδὲ διάκρισις τῇ φθορᾷ, συμβάλλονται δὲ τῇ γενέσει καὶ τῇ φθορᾷ. καὶ γὰρ διαχυθὲν καὶ διακριθὲν ὕδωρ θᾶττον ἐξαεροῦται, ὡς εἴ τις ἐπὶ τραπέζης καταχέει ὀλίγον ὕδωρ· εὐπαθέστερον γὰρ οὕτως γίνεται. καὶ ὁ ἀὴρ δὲ συγκριθεὶς καὶ πυκνωθεὶς ῥᾳδίως ἐξυδατοῦται.

[*](p. 317a30)

Ὅτι ἀδύνατον τὴν γένεσιν εἶναι σύγκρισιν, οἵαν δή τινες φασιν.

Ἀντὶ τοῦ ἐξ ἀτόμων. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐρεῖ μηδ’ ὅλως σύγκρισιν εἶναι τὴν γένεσιν.

[*](1 μὲν om. a καὶ φθορὰν om. Z 3 συνεχὴς R 5 μόλυβδος GTa ψιμύθιον R1: ψημύθιον GT: ψιμμίθιον (Z)a et corr. R ἀεὶ om. a 6 δὲ om. a καὶ om. GT 7 μόλυβδον GTa 12 Ἔστι] Ἔτι Ra 13 φησί om. Z 14 ὅταν οὖν ἡ ὕλη GTa ἀποβάλλουσα GRT1 15 μὲν οὑν om. a 16 ἐστι om. R μὲν ὄντων R 17 τοῦτο Z: τοιοῦτο R: τὸ τοιοῦτον GT: τὸ τοιοῦτο a 18 Διακρινόμενα δὲ καὶ συγκρινόμενα a Arist. εὔφθαρτα Z: εὔφθραντα T: εὔφραντα G: ἄφθαρτα Ra 19 γένεσις φησὶ Z 20 δὲ om. GT 21 διακριθὲν] διασκορπισθὲν Z 22 ὀλίγον ὕδωρ R: ὀλίγον om. Z: ὕδωρ ὀλίγον GTa οὕτω a 23. 26 ἐξυδατοῦται. τὸ δὲ οἴαν δή τινες φασὶν, ἀντὶ τοῦ a 24 σύγκρισιν εἶναι Z; cf. Ar.)
43
[*](p. 317a32)

Διωρισμένων δὲ τούτων, πρῶτον θεωρητέον πότερον [*](10v) ἔστι τὸ γινόμενον ἀπλῶς καὶ φθειρόμενον.

Ἐληλεγμένων τῶν Δημοκρίτου λόγων, δι’ ὧν τὸ εἶναι ἄτομα σώματα συνελογίζετο, δεδειγμένου δὲ καὶ ὅτι οὐκ ἀνάγκη συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν γίνεσθαι, καὶ ὅτι τούτου ἀνῃρημένου οὐ ταὐ- τὸν ἔσται ἀλλοίωσις καὶ γένεσις περὶ τούτων γὰρ ἀπάντων προυβάλετο ζητῆσαι), ἐπὶ τούτοις ἀκολούθως φησὶ χρῆναι ζητῆσαι, εἰ ὅλως ἐστὶν ἡ ἁπλῆ γένεσις, τουτέστι πότερον οἷόν τε οὐσίας γένεσιν εἶναι ἢ οὔ· τὴν γὰρ κυρίως λεγομένην γένεσιν καὶ χωρὶς προσθήκης τινός, ταύτην ἀπλῶς γένεσίν φησιν εἶναι. πότερον οὖν, φησίν, ἔστιν οὐσίας γένεσις , ἢ οὐδὲν γίνεται κατ’ οὐσίαν οὐδὲ ἔστιν οὐσίας γένεσις οὐδὲ φθορά, ἀλλὰ μόνον τὰ ταῖς οὐσίαις συμβεβηκότα γίνεται, ἅπερ οὐδὲ λέγεται ἀπλῶς γίνεσθαι ἀλλὰ μετὰ προσθήκης; οὕτω γὰρ καὶ τὸ ἐκ κάμνοντος ὑγιαῖνον γίνεται καὶ τὸ ἐκ μικροῦ μέγα· ἐπὶ τούτων γὰρ ἀπάντων ὑποκειμένῃ τινὶ οὐσίᾳ συμβεβηκότα τινὰ προσγίνεται καὶ ἀπογίνεται. ζητεῖ οὖν, ὅπερ εἶπον τὴν ἀρχήν, μήποτε τῶν συμβεβηκότων μόνων ἐστὶ γένεσις καὶ φθορά, οὐσίας δὲ οὐδαμῶς. τὸν γὰρ βουλόμενον διδάξαι πῶς γίνεται γένεσις καὶ φθορὰ δεῖ πρότερον δεῖξαι εἰ ὅλως ἐστὶ γένεσις· ἠλίθιον γὰρ τοῦ προτέρου ἀγγνοουμένου ἐπὶ τὴν τοῦ δευτέρου διδασκαλίαν χωρεῖν, ὥσπερ ἄν εἴ τις ἀθάνατον ἡμῶν τὸ σῶμα κατασκευάζειν ἐπηγγέλλετο μὴ πρότερον δείξας εἰ ὅλως ἐστὶν ἀθανασίας δεκτικόν. οὕτως οὖν κἀνταῦθα πρὶν διδάξει πῶς ἡ τῶν οὐσιῶν γένεσις καὶ φθορὰ γίνεται, ἀπορεῖ πρότερον εἰ ὅλως ἐστὶν οὐσίας γένεσις. βουλόμενος δὲ ἡμᾶς ἐνστατικωτέρους ποιεῖν καὶ μὴ ὡς ἔτυχεν ἀβασανίστως δέχεσθαι τὰ λεγόμενα, πειρᾶται πρῶτον ἀναιρεῖν τὴν γένεσιν διά τινων πιθανῶν λόγων ὡς οὐκ ἔστι δεικνύναι πειρώμενος, εἶτα τὴν ἀπορίαν ἐπιλυσάμενος ἐξ αὐτῆς τῆς λύσεως εἰς ἑτέραν περὶ τῆς γενέσεως ἐμπίπτει ἀπορίαν, εἶτα τρίτην προσθεὶς ἀπορίαν καὶ ζητήσας πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις ἐκ τῆς λύσεως τῆς τρίτης ἀπορίας καὶ τὴν δευτέραν ἐπιλύεται. ζητεῖ οὖν ἐξ ἀρχῆς εἰ ὅλως ἐστὶν οὐσίας γένεσις· ἔχει γὰρ ἀπορίαν. εἰ γὰρ ἐστὶ τοῦ ἀπλῶς ὄντος γένεσις, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἡ τῆς οὐσίας ἄρα γένεσις τοῦτο γάρ ἐστιν ἡ ἀπλῶς γένεσις) ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ἔσται. τοῦ δὲ ἀπλῶς δύο σημαίνοντος, ἢ τὸ πρῶτον καθ’ ἑκάστην κατηγορίαν, τουτέστι τὸ καθόλου καὶ [*](1, 2 πότερον—φθειρόμενον οm. a 2 τὸ] τι Aristot. (piaster cod. L); om. infra p. 45,23 3 ἐκλεγμένων G: ἐξελεγχομένων T σώματα ἄτομα Z 4 ὅτι οm. a συγκρίσει καὶ διακρίσει οὐκ ἀνάγκη Z 6 προυβάλλετο GTa 7 χρῆναι φησὶ Z 8 πρότερον GR1T οὔ] ὄν a 10 φασὶν (priore loco) T εἶναι φησὶν et οὖν ἔστι φησὶν Z 10. 11 ἢ—γένεσις οm. add. mrg. T2 11 γίνεται mrg. Z, qui ἐστι in textu 15 τινὰ] τινὶ GT 16 ante οὐσίας scripserat R δεῖ προ τρ΄ δεῖξαι εἰ — ἀγνοουμένου (18.19), sed male iterata statim delevit 20 ἐπηγγέλετο T 21 διδάξῃ corr. T: διδάξαι a 24 πρότερον Z)

44
κοινὸν γένος ἑκάστης κατηγορίας, ἢ τὸ κοινὸν κατὰ πασῶν τῶν κατηγοριῶν, [*](10v) ἐπειδὰν λέγωμεν τὸ ἀπλῶς γινόμενον, τουτέστι τὴν οὐσίαν, ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γίνεσθαι, ἤτοι τὸ ἐκ μὴ οὐσίας σημαίνομεν, τουτέστιν ἔκ τινος μὴ ἀναγομένου ὑπὸ τὸ γένος τὴν οὐσίαν, ἢ τὸ ἐκ μηδαμῇ μηδαμῶς ὄντος. εἰ μὲν οὖν ἐκ μὴ οὐσίας λέγοι τις τὰ ἀπλῶς γινόμενα γίνεσθαι, δῆλον ὡς εἴπερ οὐκ ἔστιν οὐσία, οὐδὲ ποιὸν ἔσται οὐδὲ ποσὸν οὐδὲ τῶν ἄλλων τις κατηγοριῶν οὐδεμία· οὐδὲ γὰρ δύναται τῶν ἄλλων τις ἐκτὸς τῆς οὐσίας ὑποστῆναι· οὐδὲν ἄρα ἔσται ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις. εἰ δὲ ἁπλῶς μὴ ὃν λέγοις τὸ κατὰ κοινοῦ πασῶν τῶν κατηγοριῶν ἀποφασκόμενον, ἐξ οὗ ἡ τῆς οὐσίας ὑπάρχει γένεσις, ἔσται πάλιν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ τῆς οὐ|σίας γένεσις. ὥστε καθ’ ἑκάτερον τῶν σημαινομένων τοῦ ἁπλῶς [*](11r) μὴ ὄντος τὸ αὐτὸ ἕψεται ἄτοπον. ἀλλὰ τὸ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητόν ἐστιν οὕτε δοξαστόν, ὡς Πλατῶν ἐν τῷ Σοφιστῇ φησιν· εἴτε γὰρ ῥητὸν εἴη εἴτε δοξαστὸν εἴτε ἐν φαντασίᾳ ὑφεστήκοι μόνῃ, ὡς ἡ Σκύλλα φέρε καὶ ὁ τραγέλαφος, οὐκ ἄν εἴη μηδαμῶς ὄν· ἐστὶ γὰρ ῥητὸν ἢ φανταστὸν ἢ δοξαστόν. ἐκ τοῦ οὖν οὕτως μὴ ὄντος πῶς ἄν τι γένοιτο; ἔνθεν καὶ κοινὴ τῶν φυσικῶν γέγονε δόξα, τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι. οὕτως ἀπορήσας ἐπιλύεται λέγων ὅτι τὸ ἐξ οὗ τὸ ἁπλῶς γινόμενον γίνεται, πῇ μὲν ἀπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἀπλῶς ὄν, αἰνιττόμενος τὴν ὕλην· αὕτη γὰρ πῇ μὲν ἀπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν. ᾗ μὲν γὰρ ἐνεργείᾳ οὐδέν ἐστιν, ἁπλῶς μὴ ὄν· ᾗ δὲ δυνάμει πάντα ἡ ὕλη ἐστίν, ἁπλῶς ὂν ἂν εἴη. καὶ οὕτως ἡ γένεσις ἐξ ὄντος. ὅταν δὲ λέγω ἐνεργείᾳ ὄν, τὸ ἐν ὑπάρξει ἀκουστέον, ἐπεὶ καὶ ἡ ὕλη δυνάμει τἆλλα οὖσα ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ καὶ ὕλη δυνάμει ἐστίν, οὐκέτ’ ἄν εἴη ὕλη. οὕτως ἐπιλύσας ταύτην τὴν ἀπορίαν, ἐκ τῆς λύσεως γεννᾷ ἀπορίαν ἑτέραν. ἐπειδὴ γάρ, φησί, τὴν τῆς οὐσίας γένεσιν ἔφαμεν ἐκ δυνάμει μὲν οὐσίας ἐνεργείᾳ δὲ μὴ οὐσίας εἶναι, ζητητέον τὸ δυνάμει οὐσία τοῦτο ἆρα μετέχει ἐνεργείᾳ τινὸς τῶν ἄλλων κατηγοριῶν ἢ οὐδενός. εἰ μὲν οὑν μετέχει, ἔσται χωριστὰ τὰ πάθη, τουτέστι δυνάμενα ὑποστῆναι κατ’ ἐνέργειαν ἐκτὸς τῆς κατ’ ἐνέργειαν οὐσίας· εἰ δὲ μηδεν·ὸς μετέχει, ἔσται τι ὑφεστὼς ὃ μηδὲν ὑπάρχει κατ’ ἐνέργειαν, τουτέστιν ἔσται ἡ ὕλη ἡ ἀνείδεος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα, ὅπερ ἄτοπον. οὕτως ζητήσας καὶ εἰς ἀπορίαν ἀγαγὼν τὸν λόγον, πρὶν τὴν λύσιν εἰπεῖν συνάπτει ἑτέραν ἀπορίαν, ὅπερ πολλάκις εἴωθε ποιεῖν , καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἀπο- [*](1 ἑκάστης F: ἐκ τῆς cett. καὶ κατὰ GT 2 τῆς οὐσίας R 3 μὴ οὐσίαν a σημαινόμενον R 4 τῆς οὐσίας a τὸ ἐκ μηδαμῆ Za: ἐκ τὸ τοῦ corr. T) μηδαμῆ GT: τὸ μὴ ἐκδαμῆ R 5 λέγομεν τὰ Z 8 ἔσται om. R 11 ὥστε καὶ καθ’ a 13 Σοφιστῇ p. 260 C sqq. 14 ὑφεστήκοι Z: ὑφειστήκει R: ὑφεστήκει GTa σκύλα T 15 ἔσται γὰρ a 16 οὕτω a ὅθεν GT 18 prius τὸ om. (Z)a ἐξ] δι’ R1 20 μὲν ἀπλῶς ὄν ἐστι, πῆ δὲ ἁπλῶς μὴ ὄν a 23 τὸ ἐνυπάρξει libri post ἡ ὕλη delet οὕτως ἐπιλύσας R 25, 26 ἑτέραν ἀπορίαν Z 27 τῶ GHT 28 ἢ οὐδεμιᾶς a 29 μετέχει R1a: μετέχοι GTZ et corr. R χωρὶς GTa 31 ὑφεστὸς GT alterum ἡ om. GT1a 32 οὕτω Za)
45
ρίας ἐπιλύεται καὶ τὴν προτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη τις. [*](11r) πόθεν οὐδέποτε ἐπιλείπει ἡ γένεσις; εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν χωρεῖ, πῶς ποτε οὐ πάλαι καταδεδαπανημένων τῶν ὄντων ἀπολέλοιπεν ἡ γένεσις; δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς πάντα τὰ σώματα καὶ ἀριθμῶ καὶ μεγέθει πεπερασμένα ἐστίν. εἰ οὖν τὸ φθειρόμενον εἰς τὸ πάντῃ μὴ ὂν χωρεῖ, δεῖ τῷ ἀπείρῳ χρόνῳ τὸ πᾶν ἐπιλείπειν. τίς οὖν ἡ τοὐ εἱρμοῦ αἰτία; αἰτίαν δὲ ζητεῖ τὴν ὡς ὕλην, τίς ἡ ὕλη τῶν γινομένων δι’ ἣν οὐδέποτε ἐκλείπει ἡ γένεσις. ἦ ὅτι, φησί, τὸ φθειρόμενον οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ, ἀλλ’ ἡ τοῦδε φθορὰ ἄλλου ἐστὶ γένεσις; ἐντεῦθεν δὲ καὶ τῆς προτέρας ἔχεις τὴν λύσιν. εἰ γὰρ ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, πρόδηλον ὡς οὐκ ἀναγκαζόμεθα ἐνεργείᾳ, τουτέστιν ὑφεστηκυῖαν, τὴν ὕλην ὑποτίθεσθαι χωρὶς παντὸς εἴδους. ἀεὶ γὰρ προκατειλημμένη εἴδει τινὶ ἀποβάλλει μὲν τὸ πρότερον εἶδος μεταβάλλει δὲ εἰς ἕτερον, καὶ γίνεται φθορὰ μὲν τοὐ προτέρου γένεσις δὲ τοῦ ἐπιγενομένου, ὥστε τὸ μὲν ὑφεστὼς καὶ ἐν ὑπάρξει ὂν εἰδοπεποιημένον ἐστὶ καὶ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἡ δὲ μεταβολὴ οὐ περὶ τὸ συναμφότερον· οὐ γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους ὑπόκειται τῇ γενέσει καὶ φθορᾷ, ἀλλ’ ἡ ὕλη μόνη ἡ ἀνείδεος. διὸ εὐλόγως τὴν τῆς οὐσίας γένεσιν ἐκ τῆς ὕλης, τῆς δυνάμει οὐσίας λέγομεν εἶναι καὶ τὸ ἀπλῶς γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· ὡς ἐξ ὑποκειμένου γὰρ τῆς ὕλης ἡ τῆς οὐσίας γένεσις. τούτων οὕτως προτεθεωρη- μένων ἐπεξέλθωμεν τῇ λέξει.

Πότερον ἔστι γινόμενον ἀπλῶς καὶ φθειρόμενον, ἢ κυρίως μὲν οὐδέν, ἀεὶ δ’ ἔκ τινος καὶ τί. εἴρηται καὶ πρότερον ὅτι ἁπλῶς μὲν γινόμενον λέγει τὸ κατ’ οὐσίαν τὸ γὰρ κατ’ οὐσίαν γινόμενον ἄνευ προσθήκης ἀπλῶς φαμεν γεγενῆσθαι· γέγονε γὰρ ἄνθρωπος, καὶ γέγονεν ἵππος), τὶ δὲ γινόμενον κατὰ συμβεβηκός· οὐ γὰρ ἄνευ προσθήκης προφερόμεθα τὴν τῶν συμβεβηκότων γένεσιν. ὅταν γὰρ εἰ τύχοι ὁ ἄνθρωπος μεταβάλλῃ κατὰ χρῶμα, οὔ φαμεν τὸν ἄνθρωπον γεγονέναι, διότι τὸ γεγονέναι ἀπλῶς καὶ ἄνευ προσθήκης τὴν κατ’ οὐσίαν μεταβολὴν σημαίνει, ἀλλά φαμεν αὐτὸν γεγονέναι τὶ ἢ λευκὸν φέρε ἢ μέλαν. ἡ γὰρ προσθήκη τὴν διαφορὰν ἐνδείκνυται, οἷον ὁ ἄνθρωπος γέγονε λευκός, ὁ Σωκράτης γέγονε μουσικὸς. ἐνδεικνύμενος δὲ τι αὐτῷ σημαίνει τὸ ἐκ τινος καὶ τι, ἐπιφέρει τὸ ἐκ κάμνοντος ὑγιαῖνον καὶ κάμνον ἐξ ὑγιαίνοντος. ὥστε εἰ καὶ τὸ ἔκ τινος καὶ τὶ τὴν κατὰ συμβεβηκὸς δηλοῖ γένεσιν, [*](1 τις om. Z 4 Φυσικῇ] Γ 5 sqq. 7 εἱρμοῦ G 8 ἡ] ἡ libri ὅτι] οὖν R 10. 11 ἐντεῦθεν—ἡ ἄλλου γένεσις om. add. mrg. Τ2 10 γὰρ καὶ ἡ a 12 ὡς om. T τουτἐτι a 16 ὑφεστὸς GT ἐνυπάρξει libri 17, 18 ἡ δὲ—φθορᾶ RZ: ὑπόκειται τῆ γενέσει καὶ φθορᾶ ceteris omissis GT: ὅπερ οὐχ ὑπόκειται τῇ γενέσει καὶ φθορᾷ. ἡ γὰρ μεταβολὴ οὐ περὶ τὸ συναμφότερον a 19 τὴν τῆς] καὶ τὴν T 21 ἡ om. R οὕτω a 22 ἐπεξέλθομεν (G)a 23 ἐστί τι a Arist.; cf. supra p. 43,2 γενόμενον GT 24 καὶ τί Ra Arist.: τί GTZ 27. 28 προσφερόμεθα GT 28 τύχη Z 29 μεταβάλλει R1Z 31 μέλανα a)

46
πρόδηλον ὡς τὸ ἀπλῶς γινόμενον τὸ κατ’ οὐσίαν σημαίνει· ἡ γὰρ κατὰ [*](11r) συμβηκὸς γένεσις τῆς κατ’ οὐσίαν ἀντίκειται.

[*](p. 317b1)

Eἱ γὰρ ἀπλῶς ἔσται γένεσις, ἁπλῶς ἄν τι γίνοιτο ἐκ μὴ ὄντος. ὥστ’ ἀληθὲς ἄν εἴη λέγειν ὡς ὅτι ὑπάρχει τισὶ το μη ον.

Τὴν ἀπορίαν ἐκτίθεται, δι’ ἣν ἄν τις εὐλόγως ὑποπτεύσειε μὴ εἶναι τὴν ἀπλῶς γένεσιν. ἡ δὲ κατασκευὴ τῆς ἀπορίας τοιαύτη τις. εἰ τὸ γινόμενον ἔκ τινος γίνεται, ἔκ τινος δὲ οὐ τοιούτου πᾶν γὰρ τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, τὸ λευκὸν ἐξ οὐ λευκοῦ καὶ τὸ θερμὸν ἐξ οὐ θερμοῦ), καὶ ἁπλῶς εἰπεῖν εἰ ἕκαστον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, δῆλον ὅτι καὶ τὸ ἀπλῶς γινόμενον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, τουτέστιν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τὸ ἁπλῶς μὴ ὃν καὶ ὑφέστηκε· τοῦτο γὰρ δηλοῖ τὸ ὑπάρχει τισὶ τὸ μὴ ὄν, τουτέστιν ὑπάρχει τισὶ τὸ ἁπλῶς μὴ ὄν, ὡς εἴ τις λέγοι ‘ὑπάρχει ἀνθρώπῳ τὸ μὴ ζῴῳ εἶναι᾿ |

[*](p. 317b5)

Tὸ δ’ ἀπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην ν κατηγορίαν τοῦ ὄντος, ἢ τὸ καθόλου.

Τὸ ἀπλῶς μὴ ὄν, φησίν, ἐπὶ ἑκάστης κατηγορίας καὶ τὸ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον, ἤτοι ἀπλῶς λέγεται μὴ εἶναι τῷ μὴ ἐξ ἐκείνης τῆς κατηγορίας τυγχάνειν ὑφ’ ἣν τὸ γινόμενον τάσσεται, οἷον ἐν ποιότητι ἀπλῶς μὴ ὄν ἐστι τὸ ὑπὸ τὴν ποιότητα μὴ ἀναγόμενον· τὸ γὰρ πρῶτον καθ’ ἑκάστην κατηγορίαν δηλωτικόν ἐστι τοῦ ἀνωτάτω γένους. πρῶτον γάρ ἐστι καθ’ ἑκάστην κατηγορίαν τὸ γενικώτατον· τοῦ μὲν γὰρ λευκοῦ τὸ χρῶμα, τοῦ δὲ χρώματος τὸ πάθος, τούτου δὲ τὸ ποιόν, ὃ πρῶτόν ἐστιν ἐν ταύτῃ τῇ κατηγορίᾳ. τὸ τοίνυν ἁπλῶς μὴ ὂν ἐν ποιότητι τὸ μὴ ποιόν, καὶ τὸ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γινόμενον ἐκεῖνό ἐστιν ὅπερ ἐκ τοῦ ποιοῦ οὐ γίνεται· οὐ γὰρ τὸ ἐκ μὴ λευκοῦ γινόμενον λευκὸν ἐξ ἀπλῶς μὴ ὄντος οὐ γὰρ πρῶτον τὸ λευκὸν ἐν ποιότητι), ἀλλ’ ἔκ τινος μὴ ὄντος. πάντα γὰρ τὰ ὑπὸ τὸ πρῶτον τινά. τοῦτο μὲν οὖν τὸ ἒν σημαινόμενον τοῦ ἀπλῶς, ὅπερ ἐδήλωσε διὰ τοῦ πρώτου καθ’ ἑκάστην κατηγορίαν. ἕτερον δὲ σημαινόμενον τὸ πάντῃ μὴ ὂν καὶ ἀπόφασις ὂν καθόλου τῶν ὄντων, ὅπερ ἐδήλωσεν εἰπὼν τὸ καθόλου. ταῦτα τοίνυν τὰ δύο σημαινόμενα καὶ κατὰ τὴν οὐσίαν θεωρηθήσεται. τὸ γὰρ ἁπλῶς μὴ ὂν ἐν οὐσίᾳ ἡ τὸ μὴ ἀναγόμενον ὑπὸ τὴν οὐσίαν ἢ τὸ μηδαμῶς ὂν καὶ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γινόμενον ἢ τὸ ἐκ μὴ οὐσίας οὐ [*](2 τῆ τῆς GR: τῆ* T: τῇ (Z)a 3 ἄν γίνοιτο a et Arist. vulg. 4 ὥστε R ὡς om. a; cf. Index s. v. ὅτι ὑπάρχειν GT1 7 τις om. Z 10 εἰ om. Z 14 λέγει Z μὴ ζῴῳ] μείζω Z 18 τῷ] τὸ GT 24. 25 μὴ ὂν—ἁπλῶς bis GT 26 τὸ μὴ ἐκ λευκοῦ R 28 τοῦτον R 29 immo πρῶ̣τον 33 ἐναγόμενον GT1 34 ἐκ μὴ] μὴ ἐξ R οὐσίας ἐστίν a)

47
γὰρ εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἤδη ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· οὐ γὰρ [*](11v) τὸ πρῶτον ἐν τῇ οὐσίᾳ ὁ ἄνθρωπος) ἤγουν τὸ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. δείκνυσι δὲ ὅτι καθ’ ἑκάτερον τῶν σημαινομένων ἄτοπον ἕψεται τῷ τὸ ἀπλῶς καὶ κατ’ οὐσίαν γινόμενον ἐκ τοῦ ἀπλῶς μὴ ὄντος φάσκειν γίνεσθαι. εἰ μὲν γάρ, φησί, τὸ ἁπλῶς τὸ πρῶτον γένος σημαίνει, εἴη ἄν ἡ τῆς οὐσίας γένεσις ἐκ μὴ οὐσίας· ὃ δὲ μὴ ἔστιν οὐσία, οὐδὲ τῶν ἄλλων τίς ἐστι κατηγοριῶν, διότι ἐν οὐσίᾳ τὰ ἄλλα ἔχουσι τὴν ὕπαρξιν· ὃ δὲ μηδὲ οὐσία ἐστὶ μηδὲ τῶν ἄλλων τι, οὐδὲν ἔσται πάντῃ· ἡ ἄρα τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μηδαμῶς ὄντος ἔσται, ὅπερ ἄτοπον. τὸ αὐτὸ δὲ ἀκολουθήσει ἄτοπον, κἄν εἰ τὸ ἀπλῶς τὴν ἀπόφασιν τῶν ὄντων σημαίνει· ἔσται γὰρ πάλιν ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἐκεῖνο μόνον ἐπισημαίνεσθαι χρή, ὅτι ἐξ ἀρχῆς λαβὼν τὸ σημαινόμενον τοῦ ἀπλῶς τὸ δηλοῦν τὸ κυρίως ὅταν γάρ φημι τὸ κατ’ οὐσίαν γινόμενον ἁπλῶς γίνεσθαι, τούτῳ κέχρημαι τῷ σημαινομένῳ, καὶ αὐτὸς δὲ ἐδήλωσε τοῦτο διὰ τῆς ἀντιθέσεως· τῷ γὰρ ‘ἁπλῶς᾿ τὸ ‘μὴ κυρίως᾿ ἀντέθηκεν), εἶτα εἰπὼν ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γίνεσθαι τὸ ἁπλῶς ὄν, οὐκέτι τὸ ἀπλῶς μὴ ὂν θεωρεῖ κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ δηλοῦν τὸ κυρίως μὴ ὄν, ἡνίκα λέγει τὸ δὲ ἀπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην κατηγορίαν καὶ τὰ ἑξῆς. ἔοικε γὰρ ἐνταῦθα τὸ ἁπλῶς εἰς τὸ καθόλου μεταλαβεῖν· ὅλως γὰρ τὸ κυρίως ὂν οὐ καθ’ ἑκάστην κατηγορίαν θεωρεῖται ἀλλὰ μόνον κατὰ τὴν οὐσίαν, καὶ τὸ μὴ κυρίως ὂν οὐχ ἑκάστης κατηγορίας δηλοῖ ἀπόφασιν ἀλλὰ μόνης τῆς οὐσίας. ἀλλ’ εἰ καὶ τὸ κυρίως μὴ ὂν μετέλαβεν εἰς τὸ ἁπλῶς μὴ ὄν, οὐδὲν ἐκ τούτου ἡ ἀπορία σαλεύεται. κἂν γὰρ τὸ κυρίως μὴ ὂν λάβωμεν, ἐξ οὗ τὴν τῆς οὐσίας γένεσίν φαμεν εἶναι, ἀνάγκη πάλιν τοῦτο τὸ κυρίως μὴ ὂν ἢ ὡς ἀπόφασιν τῆς οὐσίας μόνης λαβεῖν ἢ ὡς πάντων κοινῶς ἀπόφασιν τῶν ὄντων· καὶ οὕτω πάλιν δι’ ἑκατέρου τὸ αὐτὸ συνάγεται, τὸ μηδαμῶς ὂν εἶναι ἐξ οὗ ἡ τῆς οὐσίας ὑφίσταται γένεσις.

[*](p. 317b13)

Περὶ μὲν οὖν τούτων ἐν ἄλλοις τε διηπόρηται καὶ διώρισται τοῖς λόγοις.

Περὶ τοῦ πόθεν τῆς οὐσίας ἡ γένεσις καὶ πῶς ἐκ τοῦ μὴ ὄντος ἀπλῶς ἡ ἀπλῶς γένεσις. ταύτης οὖν τῆς ἀπορίας τὴν λύσιν φησὶν ἐν [*](1 εἰ ὁ ἄνθρωπος R ἤδη καὶ ἐκ a 3 ἕπεται R 5 σημαίνει γένος a 6 ὃ] εἰ a 7 τίς ἔσται a 8 εἰ δὲ μὴ ἔστιν οὐσία μὴ δὲ τῶν ἄλλων τὶ a αἰ 11 σημ R: σημαίνῃ Z et post ras. T 12 μόνον] μέντοι a 13 γὰρ φημὶ GRTZ: γὰρ λέγη a 14 κέχρηται (G)a αὐτὸ R 15 τῷ] τὸ GT1 ἀντέθεικεν R1a 17 θεωρεῖ τὸ κατὰ τὸ GT 19. 20 καὶ τὰ ἑξῆς—κατηγορίαν om. R 23 καὶ RZ: om. GTa 25 φαμὲν μὴ εἶναι Z 31 ἡ] ὑφίσταται (ex v. 28) R1 32 p. 48,1 ἡ ἁπλῶς γένεσις, παραιτεῖται νῦν εἰπεῖν, εἰρῆσθαι γάρ φησιν αὐτῷ ἐν ἄλλος τῆς δὲ τῆς ἀπορίας τὴν λύσιν. εἴρηται δὲ a)

48
ἄλλοις αὐτῷ εἰρῆσθαι, εἴρηται δὲ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως. [*](11v) ἐκεῖ γὰρ ζητῶν πόθεν ἡ γένεσις, φησὶν ὅτι ᾗ μὲν ἡ στέρησις περὶ τὴν ὕλην θεωρεῖται, ταύτῃ ἐκ τοῦ μὴ ὄντος· ᾗ δὲ ἡ ὕλη ἐστί τι ἐστὶ δὲ δυνάμει τὸ γινόμενον), ἐξ ὄντος· ὡς μὲν γὰρ ἐξ ὑπομένοντος τῆς ὕλης, ὡς δὲ οὐκ ἐξ ὑπομένοντος τῆς στερήσεως. σύμφωνα δὲ καὶ νῦν τοῖς ἐκεῖσε λελεγμένοις ἀποφαίνεται. τρόπον γάρ τινα, φησίν, ἐκ μὴ ὄντος ἀπλῶς ἡ γὰρ ὕλη, ἐξ ἧς ἡ ἁπλῆ γένεσις, μηδὲν οὖσα ἐνεργείᾳ καὶ τὴν στέρησιν ἔχουσα ἐν ἑαυτῇ θεωρουμένην, ἁπλῶς μὴ ὂν δόξαι ἂν εἶναι), τρόπον δὲ ἄλλον ἐξ ὄντος, τῷ ἐκ δυνάμει ὄντος· ἡ γὰρ ὕλη τοιαύτη. ἰστέον δέ, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ἐνεργείᾳ ὄντα νῦν φαμεν τὰ ἐν ὑπάρξει ὄντα, ἐπεὶ καὶ ἡ ὕλη, δυνάμει τἆλλα οὖσα ὅσα ὕπαρξιν ἔχει καὶ αὐθυπόστατά ἐστιν, ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ δυνάμει φῄς αὐτὴν ὕλην εἶναι, οὐκέτ’ ἂν εἴη ὕλη. ἐκεῖνο δὲ θεωρητέον, ὅπως διὰ τῆς λύσεως καὶ τὴν ἁπλῆν γένεσιν ἔσωσεν καὶ ἔφυγε τὸ πάντῃ μὴ ὂν εἶναι λέγειν· ἐκ γὰρ τοῦ πάντῃ μὴ ὄντος ἐνεργείᾳ εἶπε τὴν τοιαύτην γένεσιν εἶναι, οὐχ ἁπλῶς ἐκ τοῦ πάντῃ μὴ ὄντος.

[*](p. 317b18)

Ὅ δὲ καὶ τούτων διωρισμένων θαυμαστὴν ἔχει τὴν ἀπορίαν. |

Λύσας τὴν προτέραν ἀπορίαν καὶ εἰπὼν πῶς τὰ ἀπλῶς γινόμενα [*](12r) γίνεται, ὅτι ἐκ τοὐ δυνάμει μὲν ὄντος ἐνεργεία δὲ μὴ ὄντος, φησὶν ἐκ τῆς λύσεως ἑτέραν ἰσχυροτέραν ἀπαντᾶν ἀπορίαν. τούτῳ γὰρ τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, πότερον ὑπάρξει τι τῶν ἄλλων κατηγοριῶν ἐνεργείᾳ, οἷον τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ τῶν ἄλλων τις, ἢ οὐδὲν κατ’ ἐνέργειαν ὑπάρξει τούτῳ τῷ δυνάμει οὐσίᾳ ὄντι; εἰ μὲν γὰρ μηδὲν αὐτῷ ὑπάρξει, ἔσται τὸ μηδὲν ὂν κατ’ ἐνέργειαν, ὅπερ ἐκάλεσε τὸ μὴ οὕτως ὄν, τουτέστι κατ’ ἐνέργειαν χωριστὸν καὶ ὑφεστώς, ὅπερ ἄτοπον. ὡς ἄτοπον γὰρ συνάγει τὸ λέγειν τὸ μὴ ο ὕτως ὄν, τουτέστι καὶ κατ’ ἐνέργειαν μηδὲν ὂν χωριστὸν καὶ ὑφεστηκός. εἰ δέ τις τοῦτο φεύγων λέγοι μὴ ὑπάρχειν τοῦτο μηδὲ ὑφεστάναι, εἰς ἀτοπώτερον ἐκπεσεῖται ἐκ μηδενὸς προϋπάρχοντος φάσκων γίνεσθαι τὸ γινόμενον· τοῦτο γάρ, φησί, κοινῇ πάντες οἱ φιλοσοφήσαντες εὐλαβήθησαν, τὸ ἐκ μηδενὸς προϋπάρχοντος φάσκειν γίνεσθαι τὰ γινόμενα. ταῦτα μὲν οὖν ἕψεται, ἐὰν τῷ δυνάμει [*](1 δὲ om. Τ1 Φυσικῆς ἀκροάσεως Α 8 (cf. Philop. Phys. p. 170,22 sqq.) 2 ἡ γένεσις—μὲν ἡ bis R 4. 5 τῆς ὕλης—ὑπομένοντος om. add. mrg. T2 5 τῆς bis R 6 ἐκεῖ a λελεγμένοις RZ: λεγομένοις GTa 7 ἡ alterum om. GT 9 τῷ ἐκ] ἐκ τοῦ? an mox <εἶναι> ? 10 δέ] δὲ ὅτι a 10. 11 ἐν ὑπάρξει R: ἐνυπάρξει cett. 12 ἐστὶν ἡ ὕλη GT φῆς G: φαίης a 17. 18 ἔχει θαυμαστὴν ἀπορίαν a Aristot. 19 ἀπορίαν om. R 20 μὲν om. a 21 ἑτέρως ἀνισχυροτέραν G 23 οὐδὲ libri 24 τῷ om. Τ1 28 ὑφεστὼς TZ λέγει TZ 28. 29 τοῦτο μὴ ὑπάρχειν Z 29 εἰς in ras. T: ὡς G 30 γί- νεσθαι καὶ τὸ R)

49
ὄντι καὶ δυνάμει οὐσίᾳ μηδὲν ὑπάρξῃ τῶν ἄλλων κατ’ ἐνέργειαν· εἰ δὲ [*](12r) ὑπάρξει τι τῇ δυνάμει οὐσίᾳ τῶν ἄλλων κατ’ ἐνέργειαν, συμβήσεται τὰ πάθη χωριστὰ εἶναι τῆς οὐσίας, εἴπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἐνεργείᾳ οὐσίας ταῦτα ἔσται ἐνεργείᾳ, ὅπερ οὐ δύνατον· πάθη γὰρ ταῦτα τῆς ἐνεργείᾳ οὐσίας, τὸ δὲ πάθος χωριστὸν εἶναι οὗ πάθος ἐστὶν ἀδύνατον.

[*](p. 317b27)

Tὸ δυνάμει μόνον τόδε καὶ ὄν.

Τὸ τόδε παρὰ τῷ Ἀριστοτέλει τὴν οὐσίαν σημαίνει.

[*](p. 317b33)

Περί τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία τοῦ γένεσιν ἀεὶ εἶναι, καὶ τὴν ἁπλῆν καὶ τὴν κατὰ μέρος.

Περὶ τῶν κινηθέντων ἀπόρων, φησί, ζητητέον πῶς ἄν λυθείη, εἶτα δὲ καὶ ἑτέραν συνάπτει ἀπορίαν λέγων χρῆναι ἐπισκέψασθαι πῶς ποτε οὐδέποτε ἐπιλείπει ἡ γένεσις, ἀλλ’ ἀεὶ ἔστι καὶ ἡ ἁπλῶς καὶ ἡ κατὰ μέρος. ἁπλῶς δὲ καὶ κατὰ μέρος ἢ τὴν τῶν οὐσιῶν καὶ τὴν τῶν συμβεβηκότων φησίν, ἁπλῶς μὲν τὴν τῶν οὐσιῶν κατὰ μέρος δὲ τὴν τῶν συμβεβηκότων, ἤ, ὅπερ καὶ ἀληθέστερον, καὶ τὴν ἀπλῶς καὶ τὴν κατὰ μέρος ἐπὶ τῆς οὐσίας τάττει. καὶ τὰς διαφορὰς αὐτῶν ὀλίγον ὕστερον ἐκθήσεται, ἀπλῆν μὲν γένεσιν λέγων τὴν τῆς κυριωτέρας οὐσίας, κατὰ μέρος δὲ τὴν τῆς ἀντικειμένης ταύτῃ. τίς δὲ τούτων ἑκατέρα δείξει προιών.

[*](p. 318a1)

Οὔσης δ’ αἰτίας μιᾶς μὲν ὅθεν τὴν ἀρχὴν εἶναί φαμεν τῆς κινήσεως, μιᾶς δὲ τῆς ὕλης.

Ἡ μὲν ζήτησις τίς αἰτία τοῦ μὴ ἐπιλείπειν τὰ γινόμενα, διαφόρων δὲ ὄντων τῶν αἰτιῶν τοῖς γινομένοις μὴ πᾶσαν νῦν ῥητέον. ποῖαι δέ εἰσιν αἰτίαι τῶν γινομένων; καὶ ποίαν νῦν ῥητέον; αἰτίαι μὲν οὖν ἥ τε ὑλικὴ καὶ ἡ ποιητική· αὕτη γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ταύτας δὲ μόνας τὰς αἰτίας ἐξέθετο, ὡς χρησιμευούσας μᾶλλον πρὸς γένεσιν τῷ προϋπάρχειν· τὸ γὰρ εἶδος καὶ τὸ οὗ ἕνεκα ἐπιγίνεται. τούτων οὖν, φησί, τῶν αἰτιῶν, τῆς ποιητικῆς φημι καὶ ὑλικῆς, τὴν ποιητικὴν νῦν μὴ λεκτέον, [*](2 ὑπάρξῃ T post ἄλλων iterat τι R 4 ὅπερ ἀδύνατον Z πάθη γὰρ om. R 5 ἐστὶν οm. Z: ὐδύνατον (sic) ἐστὶ R 6. 7 τὸ δυνάμει μόνον τόδε τὸ δὲ R) καὶ ὄν. τὸ τόδε τότε δὲ, pro τὸ τόδε, R) παρὰ RZ: τὸ δὲ δυνάμει ὃν τόδε καὶ ὄν. τότε γὰρ παρὰ GT: τὸ δὲ δυνάμει ὃν τόδε παρὰ a 8 οὖν om. Z 9 ἁπλῶς Z 13 ἀεὶ RZ: εἰ GT: om. a 14 τὴν (post καὶ) RT: om. GZa 17 ὀλίγων T 21 δὲ αἰτίας R 21. 22 τῆς κινήσεως φαμὲν εἶναι τὴν ἀρχὴν Z 23 τίς αἰτία] τῆς αἰτίας δὲ om. Z 24 αἰτιῶν R: αἰτίων cett. immo πάσας 25. 26 αἴτια μὲν οὖν ἥ τε ποιητικὴ καὶ ἡ ὑλική Z 27 χρησιμεύσας GT1 τῷ] τὸ a 29 τῆς ὑλικῆς φημι καὶ τῆς ποιητικῆς a Comment Arist. XIV 2. Philopon. De Gen. et Corr.)

50
ἀλλὰ τὴν ὑλικήν. μνησθεὶς δὲ τῆς ποιητικῆς αἰτίας, ἐπ’ ὀλίγον ἅπτεται [*](12r) τοῦ περὶ αὐτῆς λόγου φάσκων τῶν ποιητικῶν, καθάπερ κἀν τῷ ὀγδόῳ τῆς Φυσικῆς φησι, τὸ μὲν εἶναι ἀκίνητον ἀεὶ τὸ δὲ κινούμενον ἀεί, ἀκίνητον μὲν τὸ πρώτως κινοῦν, ὅπερ καὶ ἀρχὴν ὠνόμασεν· ἀρχὴ γὰρ ἡ κυριωτάτη ἐκεῖνο. περὶ μὲν οὖν ἐκείνου εἰπεῖν τῆς πρώτης, φησίν, ἐστὶ φιλοσοφίας θεολογίᾳ γὰρ οἰκεῖον καὶ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, μᾶλλον δὲ πρὸ τῶν φυσικῶν· πρὸς ἡμᾶς γὰρ ὕστερα τὰ τῇ φύσει πρότερα· εἶπε δὲ περὶ τῆς ἀκινήτου αἰτίας καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως), περὶ δὲ τοῦ κυκλοφορητικοῦ σώματος, ὃ διὰ τὸ συνεχῶς κινεῖσθαι τἆλλα κινεῖ, ἐν τῷ μετὰ τοῦτον λόγῳ ἐρεῖ.

[*](p. 318a8)

Τί τοιοῦτον τῶν καθ’ ἕκαστα λεγομένων αἴτιόν ἐστιν.

Τῶν καθ’ ἕκαστά φησι τῶν γενητῶν καὶ φθαρτῶν, ἐν τούτοις δὲ ἡ γένεσις καὶ ἡ φθορά.

[*](p. 318a9)

Νῦν δὲ τὴν ὡς ἐν ὕλης εἴδει τιθμένην.

Ἐν εἴδει φησὶν ἀντὶ τοῦ ἐν γένει· γένος γὰρ ἡ ὕλη, ὑφ’ ἣν καὶ ἡ τῇ οὐσίᾳ ὑποκειμένη ὕλη. καὶ ἁπλῶς πὰν τὸ δυνάμει ὕλη τοῦ ὃ δύναται γενέσθαι. περὶ ταύτης οὖν, φησί, τῆς ὕλης εἴπωμεν, δι’ ἣν φθορὰ καὶ γένεσις ἀεί ἐστιν ἐν τῇ φύσει καὶ οὐδέποτε ἐπείπει· ἡ γὰρ ὕλη δυνάμει οὖσα τῶν ἐναντίων δεκτικὴ ἀίδιός τε ὑπάρχουσα, ἄλλοτε ἄλλο ἐν μέρει ἀναδεχομένη | τὰ ἐναντία, τοῦ μὴ ἐπιλείπειν φθορὰν καὶ γένεσιν τῇ φύσει [*](12v) αἴτια ἐστιν.

[*](p. 318a10)

Ἅμα γὰρ ἂν ἴσως τοῦτο γένοιτο δῆλον, καὶ περὶ τοῦ νῦν ἀπορηθέντος.

Εἴπερ, φησί, δῆλον γένοιτο τοῦτο, τὸ διὰ τί φθορὰ καὶ γένεσις οὐκ ἐπιλείπει, σὺν τούτῳ φανερωθήσεται καὶ τὸ ἀνωτέρω ἀπορηθέν, εἰ τῇ δυνάμει οὐσίᾳ ὑπάρξει τι τῶν ἄλλων ἐνεργείᾳ ἢ οὔ.

[*](1 ἐπὶ R ὀλίγον Za: ὀλίγων GRT 2 κἀν R: ἐν GT: κἀν (Z)a 2. 3 τῷ ὀγδόῳ τῆς Φυσικῆς c. 3 3 φησι a: εἷναι GTR: εἴρηκεν, ἔστι Z, qui proximum εἶναι omittit 5 πρώτοις a φησίν (Z)a: φὴ R: φημὶ GT 9 περὶ δὲ Z: περὶ RT: καὶ περὶ (G)a κυκλωφορητικοῦ a διὰ τοῦ RZ 10 κινεῖ GTZ: κινεῖν a: κινῶ R τοῦτον scripsi ex F: τούτων GTR: τοῦτο (Z)a 10, 15 λόγῳ. ἐρεῖ τὰ καθ’ ἕκαστα δὲ τῶν γενητῶν καὶ φθαρτῶν φησιν. ἐν τούτοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά. ἐν ὕλης δέ εἴδει. ἀντὶ τοῦ ἐν γένη φησι. γένος γὰρ a, qui superius lemma continuanerat usque ad p. 318a12 φθορᾶς καὶ γενέσεως 12 δὲ om. Z 16 δύνασθαι a 17 οὖν τῆς ὕλης φησὶ Z εἴπομεν R 17. 18 φθορὰ καὶ γένεσις RZ: φθορὰ καὶ ἡ γένεσις GT: ἡ φθορὰ καὶ ἡ 22 lemma om. a ἄν om. Z 24 εἰ οὑν φησι a 25 τὸ] τῶ GR1T1)
51
[*](p. 318a13)

Ἔχει δὲ ἀπορίαν καὶ τί τὸ αἴτιον τοῦ συνείρειν ἀεὶ τὴν γένεσιν.

Τὴν προηπορημένην ἀπορίαν πρὸς τὸ μὴ δύνασθαι συνεχῆ εἶναι τὴν γένεσιν δεικνὺς εὔλογον οὖσαν, τίθησι κατασκευὴν αὐτῆς τοῦτον ἔχουσαν τὸν τρόπον. εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὃν ἀπέρχεται, τὸ δὲ μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστίν, ὡς ἔδειξεν ἐν τῇ τῶν ὄντων κατὰ γένος παραθέσει οὔτε γὰρ τόδε, ὅπερ σημαίνει τὴν οὐσίαν, οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων τι), πῶς οὐκ ἐπιλείψει ἡ γένεσις; εἰ γὰρ ἀεί <τι> τοῦ ὄντος ἀπέρχεται, πεπερασμένον δὲ τὸ ὄν, πάλαι ἄν κατηνάλωτο τὰ ὄντα εἰς τὸ μὴ ὄν. ὅτι γὰρ πεπερασμένον τὸ ὄν, δέδεικται ἐν τῇ Φυσικῇ· οὐδὲν γὰρ ἄπειρον ἐνεργεία. δυνάμει γὰρ ἐδείχθη τὸ ἄπειρον ὄν· ἡ γὰρ τοῦ συνεχοῦς τομὴ ἐπ’ ἄπειρον δυνάμει. ταύτην οὖν μόνην ἔδει μὴ ἐπιλείπειν, τὴν τῶν συνεχῶν δηλονότι διαίρεσιν, ἐπειδὴ ἐν ταύτῃ τὸ ἄπειρον μόνῃ. ἐγένετο δ’ ἄν τοῦτο τῷ ἀεὶ ἐλάττω γίνεσθαι τὸ προυπάρχον μέγεθος τοὐ ὄντος, τῇ ἀφαιρέσει ἀεὶ καὶ τῇ φθορᾷ τῶν κατὰ μέρος.

[*](p. 318a21)

Δυνάμει δὲ ἐπὶ τὴν διαίρεσιν.

Τουτέστι δυνάμει ἐπ’ ἄπειρον ἔχει τὴν διαίρεσιν· ὁ μὲν γὰρ ἀριθμὸς ἐπὶ τὴν αὔξησιν ἔχει τὸ ἄπειρον, τὸ δὲ μέγεθος ἐπὶ τὴν διαίρεσιν.

[*](p. 318a23)

Ἆρ᾿ οὖν διὰ τὸ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν.

Συντόμως λίαν τὴν ἀπορίαν ἔλυσεν. οὐ γὰρ εἰς τὸ μὴ ὅν, φησίν, ἡ φθορά, ὥσπερ ἔκειτο ἐν τῇ ἀπορίᾳ, ἀλλ’ εἰς ἄλλο ὄν, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά. αὕτη οὖν ἡ ἐνάλλαξις καὶ ἄμειψις τοῦ ὑποκειμένου, τουτέστι τῆς ὕλης κατὰ τὰ εἴδη μεταβαλλούσης, καὶ ὁ δίαυλος ὁ τοιοῦτος αἴτιος τοῦ συνείρειν τὴν γένεσιν. λύοιτο δ’ ἄν τούτῳ καὶ ἣν ἀνωτέρω εἶπεν ἀπορίαν περὶ τῆς ἁπλῆς γενέσεως. εἰ γὰρ μηδὲν εἰς τὸ μηδαμῶς ὂν ἐνεργείᾳ φθείρεται, οὐδ’ ἄν γένοιτο ἐκ τοῦ μηδαμῶς ὄντος ἐνεργείᾳ, ἀλλὰ πᾶν τὸ γινόμενον ἐξ ἐνεργείᾳ τινὸς ὄντος καὶ εἰδοπεποιημένου γίνεται. ἀλλὰ γίνεται ἐξ αὐτοῦ, οὐχ ᾗ ἐνεργείᾳ ἐστὶν ἀλλ’ ᾗ δυνάμει, τὸ γινόμενον. ἐπειδὴ γὰρ τὸ δυνάμει ἀδύνατον καθ’ ἑαυτὸ ὑποστῆναι, τοῦτο τὸ δυνάμει ὂν τόδε τι ἄλλο τί ἐστιν ἐνεργείᾳ ὃ πρὸς τὸ εἶναι μόνον αὐτὸ συμβάλλεται, οὐκέτι μέντοι καὶ πρὸς τὸ γενέσθαι ἐξ αὐτοῦ ἐκεῖνο ὃ δύναται· τὸ μὲν γὰρ ἐνερ- [*](2 ἀεὶ (cf. p. 60,1) om. a Aristot. (ut infra v. 24) 3 προειρημένην GTa 4 ἔχουσα (T)a 8 > addidit a 10 Φυσικῇ Γ 5 11 ἡ] εἰ Z 13 τὸ ἄπειρον ἐν ταὐτὴ GTa 14 μόνη. εἰ οὖν ἐγίνετο τοῦτο a τῷ om. GTa γίνεσθαι συνέβαινεν ἄν τὸ προυπάρχον a προϋπάρχος GT1 16 τὸ δὲ δυνάμει ἐπὶ et mox ἀντὶ τοῦ (pro Τουτέστι) a 17. 18 ὁ—διαίρεσιν om. a 22 ἄλλος (sic) R αὐτὴ GTa οὑν] γὰρ a 30 τί om. R 31 γεννᾶσθαι GTa)

52
γείᾳ εἶναι κατὰ τὸ εἶδος ἔχει, τὸ δὲ γίνεσθαι ἐκεῖνο ὃ δύναται κατὰ τὴν [*](12v) ὕλην.

[*](p. 318a25)

Περὶ μὲν οὖν τοῦ τὴν γένεσιν εἶναι καὶ φθορὰν ὁμαίως περὶ ἕκαστον τῶν ὄντων.

Συμπεραίνων τὸν λόγον φησὶν εἰρῆσθαι τὴν αἰτίαν τοῦ γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως, τὸ ὁμοίως εἰπὼν ἀντὶ τοῦ ἀεί. τὸ δὲ περὶ ἕκαστον τῶν ὄντων, τουτέστι περὶ ἑκάστην οὐσίαν καὶ τὴν ἁπλῶς καὶ τὴν κατὰ μέρος. ἐφεξῆς δὲ λεχθήσεται ἡ διαφορὰ τούτων.

[*](p. 318a27)

Διὰ τί δέ ποτε τὰ μὲν ἀπλῶς γίνεσθαι λέγεται τὰ δὲ φθείρεσθαι, τὰ δ’ οὐχ ἀπλῶς.

Ἀπορίαν πάλιν ἄλλην ἐκτίθεται ὁ Ἀριστοτέλης, τί δήποτε τῶν γενέσεων αἱ μὲν ἁπλαῖ γενέσεις λέγονται αἱ δὲ τινές, καὶ τῶν γινομένων τὰ μὲν ἀπλῶς γίνεσθαι λέγομεν τὰ δὲ οὐχ ἁπλῶς. ἔχει δὲ τὸ εὔλογον ἡ ἀπορία, ὡς καὶ αὐτός φησιν, ἐκ τοῦ κεῖσθαι τὴν τοῦδε γένεσιν ἄλλου εἶναι φθοράν, καὶ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν. ὁμοιότης γὰρ οὕτω πᾶσι τοῖς ἐξ ἀλλήλων γινομένοις καὶ εἰς ἄλληλα φθειρομένοις ὑπάρχει, ὡς μηδὲν μᾶλλον τόδε ἢ τόδε φάσκειν γίνεσθαι. ὥστε δῆλον ἐκ τῆς κατασκευῆς ὅτι ὁ λόγος αὐτῷ περὶ τῶν οὐσιῶν ἐστι μόνων, διὰ τί τινῶν μὲν οὐσιῶν ἁπλαῖ γενέσεις λέγονται τινῶν δὲ οὐχ ἁπλαῖ ἀλλὰ τινὲς γενέσεις, καὶ οὐχ, ὥσπερ τινὲς ἐνόμισαν, περὶ τῶν συμβεβηκότων, ὡς ἁπλῶς μὲν τῶν οὐσιῶν γινομένων οὐχ ἀπλῶς δὲ τῶν συμβεβηκότων. περὶ μὲν γὰρ τούτων ἤδη καὶ προλαβὼν εἶπεν καὶ ἐν τοῖς ἑξῆς ζητήσει, τὸ δὲ νῦν περὶ τῶν οὐσιῶν ἐστιν αὐτῷ ὁ λόγος, τῶν καὶ ἐξ ἀλλήλων γινομένων, τὰ δὲ συμβεβηκότα οὐκ ἐξ οὐσιῶν οὐδὲ οὐσίαι ἐκ τούτων οὐδὲ πάντως ἐξ ἀλλήλων. τὸ γὰρ τρίγωνον οὐ πάντως ἐξ ἑτέρου σχήματος ἀλλὰ καὶ ἐξ ἀσχηματίστου, καὶ τὸ κεχρωσμένον ὡσαύτως ἐκ στερήσεως, εἰ ὡς ἐξ ὕλης τοῦ ἀέρος γένοιτο ἄχρους γὰρ ὁ ἀήρ), καὶ τὸ ἐπιστῆ|μον πολλάκις ἐξ [*](13r) ἀνεπιστήμονος. ὥστε οὐ περὶ τῆς τῶν συμβεβηκότων γενέσεως ὁ λόγος, ἀλλὰ περὶ τῆς τῶν οὐσιῶν· αὗται γὰρ πάντως ἐξ ἀλλήλων, καὶ τούτων αἱ μὲν ἁπλῶς εἰσι γενέσεις καὶ λέγονται αἱ δὲ τινές. ζητεῖ οὖν τῆς τοιαύτης χρήσεως τὴν αἰτίαν, καί φησιν ὅτι κατὰ τρεῖς χρὴ διαφορὰς δια- [*](2, 5 ὕλην. εἷτα συμπεραίνων om. lemmate a 3 τὴν om. Aristot. 8 δειχθήσεται GT 9 ποτε om. Z τὰ δὲ] καὶ a et Arist. vulg. τὰ δὲ καὶ codex Ε) 13 λέγομεν γίνεσθαι R 14 τὴν] τ R 18 μόνον GTa ante διὰ τί iterant ὁ λόγος αὐτῶ GTR 20 καὶ om. R 21 γενομένων a δὲ] δὲ περὶ Z β α 23 καὶ τῶν Z 24 οὐσίαι] οὐσία Ra 25 τρίγωνον Z: Δ΄ GT: om. R: σχῆμα a 26 εἰ om. a 27 γίνοιτο Z: γένοιτ’ ἄν a ὁ om. T ἐπιστήμων GT 30 prius αἱ om. superscr. R)

53
στέλλεσθαι τὴν τινὰ γένεσιν πρὸς τὴν ἁπλῆν, πρώτην μὲν διαφορὰν τὴν [*](13r) τῆς ὑλικωτέρας οὐσίας καὶ εἰδικωτέρας, ὧν τὴν μὲν ὑλικωτέραν μὴ ὂν ἐκάλουν οἱ Παρμενίδην Παρμενίδην τὴν δὲ εἰδικωτέραν ὄν· διὰ γάρ τοι τοῦτο οὗτος ὁ ἀνὴρ τὴν μὲν γῆν μὴ ὂν ὠνόμαζεν ὡς ὕλης λόγον ἐπέχουσαν, τὸ δὲ πῦρ ὂν ὡς ποιοῦν καὶ εἰδικώτερον. ὥστε εἴη ἂν κατὰ Παρμενίδην ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλὴ γένεσις, ἡ δὲ τῆς γῆς γένεσις τὶς γένεσις· καὶ φθορὰ δὲ ὡσαύτως, ἡ μὲν τοῦ πυρὸς ἁπλῆ, ἡ δὲ τῆς γῆς τὶς φθορά. κατὰ μὲν οὖν Παρμενίδην ταῦτα ἂν εἴη παραδείγματα τῆς ἁπλῆς καὶ τῆς τινὸς γενέσεως, τὴν μὲν γῆν τιθέμενον ὑλικὴν τὸ δὲ πῦρ εἰδικόν. εἴποις δ’ ἄν οὕτως ἔχειν καὶ τὴν τῶν ἁπλῶν στοιχείων γένεσιν πρὸς τὴν τῶν συνθέτων. τῶν μὲν γὰρ ἁπλῶν στοιχείων ἡ γένεσις, ὡς ἂν ὑλικωτέρων καὶ ἐν ὕλης τάξει ὑποκειμένων τοῖς συνθέτοις, τὶς γένεσις, τῶν δὲ συνθέτων, οἷον ἀνθρώπου καὶ ἵππου, ἁπλῆ γένεσις. ἀλλὰ δὴ καὶ κατ’ αὐτὰ τὰ ὑλικώτερα, λέγω δὲ τὰ ἁπλᾶ σώματα ὕλη γὰρ ταῦτα, καθὼς εἴρηται, τῶν συνθέτων), ἔστι τις ἑτέρα διαφορά, καθ’ ἣν τὰ μὲν μᾶλλον ἢ κρεῖττον οὐσία, τὰ δὲ ἧττον ἡ χεῖρον. τὰ μὲν γὰρ ἔχοντα ποιητικὰς διαφορὰς μᾶλλον οὐσία καὶ κρεῖττον οὐσία, τὰ δὲ ἔχοντα παθητικὰς καὶ στερητικὰς ἧττον οὐσία καὶ χεῖρον. ἔστι δὲ ἡ μὲν θερμότης δραστικὴ μᾶλλον καὶ εἶδος, ἡ δὲ ψυχρότης παθητικὴ μᾶλλον καὶ στέρησις. οὐκοῦν ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσία, καὶ ἡ τοῦδε γένεσις ἁπλὴ γένεσις· ἡ δὲ γῆ ἧττον οὐσία, καὶ ἡ ταύτης γένεσις τὶς οὐχ ἁπλῆ. τοῦ οὖν πυρὸς μεταβάλλοντος εἰς γῆν φθορὰ μὲν ἁπλὴ ἔσται, γένεσις δὲ τὶς, τῆς δὲ‘ γῆς εἰς πῦρ μεταβαλλούσης ἔμπαλιν φθορὰ μὲν τὶς, γένεσις δὲ ἁπλὴ· τρίτη δέ ἐστι διαφορὰ ἐκ τῆς τῶν πολλῶν ἐννοίας εἰλημμένη, οὐκ ἐκ τῆς ἀληθείας. δοκεῖ γὰρ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ ἧττον αἰσθητὸν ἧττον ὃν εἶναι. ὥστε κατ’ ἐκείνους ἡ τῶν μᾶλλον αἰσθητῶν, οἷον γῆς, ἁπλῆ γένεσις, ἡ δὲ τοῦ ἀέρος τὶς γένεσις ἦττον γὰρ αἰσθητὸν ὁ ἀήρ), κατὰ δὲ τὴν ἀλήθειαν ἔμπαλιν· μᾶλλον γὰρ ὂν ὁ ἀὴρ τῆς γῆς, εἴπερ ἡ θερμότης μὲν ποιητικὴ καὶ εἰδιχωτέρα, ὡς εἴρηται, ἡ δὲ ψῦξις οἷον στέρησίς τις. τρεῖς μὲν αὗται διαφοραὶ ἐπὶ τῶν οὐσιῶν θεωρούμεναι, ἡ μὲν κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον ἤτοι ὑλικώτερόν τε καὶ εἰδικώτερον, ἡ δὲ κατὰ τὸ μᾶλλον ἡ ἧττον εἶναι οὐσίαν ἤγουν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, τρίτη δὲ κατὰ τὸ μᾶλλον ἢ ἧττον αἰσθητόν, καθ᾿ ἃς ἐπὶ τῶν ἐξ ἀλλήλων γινομένων ἡ μὲν [*](2 οὐσίαν GT 4 ὠνόμασεν a post ὠνόμαζεν iterat μὴ ὃν Z 6 γένεσις (post γῆς) om. GTa καὶ bis Z 9 τιθέμενον Z: τίθεμεν GTR: τιθεμένου a ὑλικὸν a ὑλικὸν a εἴποι GT 12 γένεσιν a 13 ἵππον a 14. 15 τὰ ἁπλᾶ—καθ᾿ ἣν om. add. mrg. Z 15 καθ’ ἣν ut vid. Z: καθ’ ἃ GT: καθὸ R: καθ’ ὃ a 17 κρείττων (G)a 18 χείρων a 21 τὶς om. R: τὶς καὶ Z 21. 22 οὑν πβοσμεταβάλλοντος GT 23 μεταβαλούσης Z 25 γὰρ RZa: δὲ GT αἰσθητὸν δὲ μᾶλλον Z 26 prius ὃν om. R ὃν alterum Z: om. cett. 27 ἡ τῶν] ἧττον R, qui mox αἰσθητ 29 ὃν om. R 30 ψύξις libri μὲν οὖν αὗται a 31 θεωρούμενα a 32 ἤτοι T: ἤτοι G: ἧττον Ζ)a: ἧττον ἤτοι κατὰ τὸ R τε om. a)
54
ἁπλῆ γένεσις λέγεται ἡ δὲ τὶς γένεσις. ὕστερον δὲ ζητεῖ οὐκέτι περὶ [*](13r) τῶν ἐξ ἀλλήλων γινομένων, ἀλλ’ ἁπλῶς καθόλου διὰ τί τῶν ὄντων τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι καὶ χωρὶς προσθήκης, τὰ δὲ ἀεὶ μετὰ προσθήκης ἁπλῶς δὲ οὐδέποτε, εἴ γε πάντα ὄνι·α ἐστί. καί φησιν ὅτι ἐνταῦθα τὸ ἀπλῶς καὶ μὴ ἀπλῶς ταῖς κατηγορίαις ὥρισται. ἐπεὶ γὰρ τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποιὸν τὰ δὲ ποσόν, τὰ μὲν κατ’ οὐσίαν μεταβάλλοντα ἁπλῶς γίνεσθαι λέγομεν, τὰ δὲ κατὰ ἄλλην τινὰ κατηγορίαν ἀεὶ μετὰ προσθήκης. εἰκότως, ἐπειδὴ καὶ κυρίως ὂν ἡ οὐσία. ἀλλὰ δή, φησί, καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις τῶν συμβεβηκότων καθόλου ἡ μὲν εἰς τὰ τιμιώτερα μεταβολὴ γένεσις ἁπλῆ, οἷον ἡ εἰς λευκὸν ἀλλοίωσις, ἡ δὲ εἰς τὰ χείρω, οἷον ἡ εἰς τὸ μέλαν, οὐκέτι.

[*](p. 318a31)

Λέγομεν γὰρ ὅτι φθείρεται νῦν μὲν ἁπλῶς, καὶ οὐ μόνον τοδὶ.

Τὴν χρῆσιν νῦν μαρτύρεται διορίζουσαν τὴν ἀπλῆν γένεσιν τῆς τινὸς καὶ οὐ μόνον μετὰ προσθήκης λέγουσαν τάδε τινὰ γίνεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ ἄνευ προσθήκης· ὥστε εὔλογον εἶναι ἐπεξελθεῖν τῇ ζητήσει.

[*](p. 318a34)

Φαμὲν γὰρ τὸν μανθάνοντα γίνεσθαι μὲν ἐπιστήμονα, γίνεσθαι δὲ ἁπλῶς οὔ.

Ἐντεῦθέν τινες ἐνόμισαν τὸν λόγον αὐτῷ εἶναι περὶ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων, ἀπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν λέγοντι, τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ μὲν λόγος ἐστὶν αὐτῷ, καθὰ προείρηται, περὶ τῶν οὐσιῶν, ὅπως αἱ μὲν ἀπλῶς λέγονται γίνεσθαι αἱ δὲ μετὰ προσθήκης· τὸ δὲ κατὰ τὸν μανθάνοντα παράδειγμα πρὸς μαρτυρίαν ἤγαγε τοῦ τὴν χρῆσιν διορίζειν, καὶ τὰ μὲν ἀπλῶς λέγειν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης.

[*](p. 318b2)

Διαφέρει γὰρ εἰς ἃ μεταβάλλει τὸ μεταβάλλον, οἷον ἴσως ἡ μὲν εἰς πῦρ ὁδὸς γένεσις μὲν ἁπλῆ, φθορὰ δὲ τινὸς, οἷον γῆς, ἡ δὲ γῆς γένεσις γένεσις τὶς, φθορὰ δ’ ἁπλῆ, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ὂν καὶ μὴ ὄν.

Ἐκτίθεται μὲν ἐνταῦθα τὴν διαφορὰν καθ’ ἣν διαστέλλεται ἡ ἁπλῆ [*](1 alterum γένεσις om. Z 3 γίγνεσθαι a 3. 4 τὰ δὲ—προσθήκης οm. R 4 ὄντα om. Z 5 ὡρίσθαι R 7 κατὰ τὴν ἄλλην τινὰ GT 8 καὶ om. GTa 11 τὸ χεῖρον R 11. 14 οὐκέτι. ταῦτα εἰπὼν μαρτύρεται τὴν χρῆσιν διορίζουσαν, om. hic lemmate, a 12 μὲν om. Arist. fort. ἁπλῆς R1 15 λεγούσης a τὰ δέ τινα a et fort, alii ὅτε] ὅτι T 16. 17 ζητήσει. εἰπόντος δὲ, ὅτι φαμὲν τὸν a 17 μὲν om. RZ 19 ἐνόμισαν τινὲς (om. ἐντεῦθεν) a ἐνομίσαντο T 27 δὲ τινός ἐστιν Arist. (praeter eod. L) 28 ἡ δὲ γῆς γένεσις, τίς γένεσις. γένεσις δ’ οὐχ ἀπλῶς. φθορὰ δ’ a; at cf. Αristotelis codd. EL ἁπλῆ] ἁπλῶς a Arist. 29 ὥσπερ Ra Arist.: ὡς GTZ)

55
γένεσις τῆς τινὸς, τίς δὲ ἡ διαφορά ἐστι ζητητέον· δοκεῖ γὰρ ἀσυμφανῶς [*](13r) παρ’ αὐτοῦ εἰρῆσθαι. ἴσως μὲν οὖν τις λέγει ταύτην κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον εἶναι· τῷ γὰρ τὰ ἁπλούστερα ὑλικώτερα εἶναι καὶ ἐν ὕλης τάξει ὑποτετάχθαι τοῖς συνθέτοις, λεγοιτ᾿ ἂν ἡ τούτων γένεσις τὶς γένεσις, ἡ δὲ τῶν συνθέτων, ὡς τρανότερον τὸ εἶδος ἐχόντων, ἁπλῆ γένεσις. κατὰ ταύτην τὴν ἔννοιαν καὶ ὁ Παρμενίδης, ἐπειδὴ γῆν καὶ πῦρ ὑποθέμενος στοιχεῖα τὴν μὲν γῆν ὡς ὕλην ὑποκεῖσθαι τὸ δὲ πῦρ ὡς εἰδοποιὸν ἐθεώρει, τὴν μὲν γῆν μὴ ὂν τὸ δὲ πῦρ ὂν ὠνόμασεν. τοιγαροῦν κατ’ ἐκείνην, φησίν, ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις ἂν εἴη, ἡ δὲ <τῆς> γῆς τὶς γένεσις καὶ οὐχ ἁπλῆ. δοκεῖ δὲ ἀντιπίπτειν ταύτην τὴν ἐξήγησιν | τό τε μηδαμοῦ φαίνεσθαι τὸν Ἀριστοτέλην τοῦ [*](13v) ἁπλουστέρου καὶ συνθετωτέρου μεμνημένον, ἔτι μέντοι κἀκεῖνο. εἰ γὰρ τὸ ἀπλοῦν τοῦ συνθέτου τῷ ὑλικωτέρῳ καὶ εἰδικωτέρῳ διαφέρει, ἔσται ἡ αὐτὴ διαφορὰ τῇ ἐφεξῆς καὶ δευτέρᾳ λεγομένῃ, καθ’ ἣν τὴν μὲν μᾶλλον οὐσίαν φησὶν εἶναι τὴν δὲ ἧττον· τὸ γὰρ μᾶλλον εἷναι οὐσίαν καὶ ἧττον ἐκ τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου σκοπεῖ. καὶ δηλοῖ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ περὶ τῆς δευτέρας διαφορᾶς λόγῳ φάσκων “οἶον τὸ θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις”, πρὸς τῷ μηδὲν μεμνῆσθαι αὐτὸν τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου ἐν τῷ περὶ τῆς πρώτης διαφορᾶς λόγῳ, ἀλλὰ μόνον τοῦ ὄντος καὶ μὴ ὄντος. διὰ τοῦτο ἀληθεστέρα μοι δοκεῖ εἶναι καὶ τῇ λέξει σύμφωνος ἡ παρὰ Ἀλεξάνδρῳ ἐξήγησις. φησὶ δὲ ἐκεῖνος τὴν πρώτην διαφορὰν γίνεσθαι κατά τε ὂν καὶ μὴ ὄν, οὐχ ὡς Ἀριστοτέλει δοκοῦσαν, ἀλλ’ ὅτι ὅταν ὑποθῆταί τις εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν, καθάπερ ὁ Παρμενίδης ἔλεγε τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὄν, ἕψεται κατὰ ταύτην τὴν ὑπόθεσιν τὴν μὲν εἰς τὸ μὴ ὂν ὁδὸν ἐκ τοῦ ὄντος φθορὰν μὲν ἀπλῆν εἶναι γένεσιν δὲ τινὰ, κατὰ δὲ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὁδὸν τἀναντία, φθορὰν μὲν τινὰ γένεσιν δὲ ἁπλῆν. ὅλως γὰρ κατὰ Ἀριστοτέλην οὐδεμία οὐσία εἰς τὸ μὴ ὂν μεταβάλλει. ἡ γὰρ ἄλλου, φθορὰ ἄλλου γένεσις. ὥστε οὐδὲν μεταβάλλει ἐπὶ τῶν οὐσιῶν εἰς στέρησιν ἀπλῶς, ἀλλὰ τὸ εἰς τὴν τοῦδε στέρησιν μεταβάλλον εἰς ἄλλο ὂν μεταβάλλει. τὸ δὲ ἐπὶ τῶν οὐσιῶν προστέθεικα, διότι ἐπὶ τῶν συμβεβηκότων δυνατόν ἐστι· δυνατὸν γὰρ τὸν μουσικὸν εἰς τὸ ἄμου- [*](1 ἀσυμφώνως R 2 ταύτην λέγει a 5 τρανώτερον GTa 7 τὰ στοιχεῖα a 8 καὶ τὴν μένα 9 ἐκείνους a 9. 10 ἄν—γένεσις om. R 10 τῆς γῆς a: γῆς TZ: τῆς G (?) 11 ἀριστοτέλην T: ἀριστοτε R: ἀριστ(??) Z: Ἀριστοτέλη (G)a 14 ἑξῆς GT 15 φησὶν et τὴν δὲ—οὐσίαν om. GTa καὶ ἧττον] καὶ ἥττω GTa 17 φάσκων p. 318b16 τὸ μὲν θερμὸν Ar. 18 τῶ Z: τὸ cett. 19 ἡλικωτέρου a 20 ἀληθέστερα R1 21 συμφώνως GTa 23 ὑπόθηταί Za 25. 26 τοῦ μὴ ὄντος R 26 ἀπλῶς R 26. 27 τινὰ (hoc om. Z, si recte enot.), κατὰ δὲ—γένεσιν δὲ RZ: om. GT: τινα, τὴν δὲ εἰς τὸ ὃν ἐκ τοῦ μὴ ὄντος, φθορὰν μέν τινα γένεσιν δὲ suppleverat a 28 ἀριστ(??) RZ: Ἀριστοτέλη a ἡ] εἰ R 30 στέρρησιν R1 τοῦδε] τοῦ G 31 προστίθεικα T: immo προστέθεικε (cl. p. 59,20) 32 τὸν] τὸ a)
56
σὸν καὶ εἰς τὴν στέρησιν μεταβαλεῖν, μηδὲν ἕτερον ἐν τῇ ἀποβολῇ τῆς [*](13v) μουσικῆς προσλαβόντα εἶδος ἢ πάθος, ἀλλ’ ἢ μόνον τὴν στέρησιν, διότι πρὸς τὸ εἶναι τὴν ὕλην ἐν ὑποστάσει οὐδὲν συμβάλλεται τὸ μουσικὸν ἢ τὸ ἄμουσον. ἐπὶ δὲ τῶν οὐσιῶν αἱ τῶν εἰδῶν ἀπουσίαι καὶ στερήσεις ἀνυπόστατον τὴν ὕλην ποιοῦσιν, ἄν μὴ εἰς ἄλλο τι ὂν ἐνεργείᾳ καὶ εἶδος γένηται ἡ μεταβολή.

[*](p. 318b7)

Εἰ δὴ ταῦτα ἢ τοιαῦτα, διαφέρει οὐδέν.

Εἴτε πῦρ καὶ γῆν εἴτε ἄλλα τινά, φησίν, ὑπετίθετο ὁ Παρμενίδης, διαφέρει οὐδέν· οὐ γὰρ ζητοῦμεν τὸ ὑποκείμενον περὶ ὃ θεωροῦνται αἱ διαφοραί, ἀλλ’ αὐτὰς τὰς διαφορὰς καὶ τὸν τῆς ἀντιδιαστολῆς τρόπον, καθ’ ὃν ἡ τὶς γένεσις πρὸς τὴν ἁπλῆν διαστέλλεται. τὴν γὰρ διαφορὰν προέθετο τῶν εἰς ἃ μεταβάλλει τὰ μεταβάλλοντα, καθ’ ἃς διαφορὰς διαστέλλομεν τὴν ἁπλῆν τῆς τινὸς γενέσεως.

[*](p. 318b11)

Οἷς οὖν διώρισται εἴτε πυρὶ εἴτε] καὶ γῇ.

Οἵοις ποτέ, φησί, διώρισται τὸ ὂν καὶ μὴ ὄν, εἴτε πυρὶ λέγοις καὶ γῇ διωρίσθαι εἴτε ἄλλοις τισί, τούτων αὐτῶν τὸ μὲν ἕτερον ὂν λεχθήσεται, μὴ ὂν δὲ θάτερον.

[*](p. 318b14)

Ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ.

Ὕλην ὀνομάζει τὰ ἁπλᾶ σώματα, ὡς ὕλη ὑποκείμενα γενέσει καὶ φθορᾷ τῶν συνθέτων. καὶ δόξει ταύτῃ τὰ σύνθετα κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι μᾶλλον, καὶ ἡ προειρημένη ἐξήγησις συμφωνεῖν τῷ προκειμένῳ, καθ’ ἣν ἐλέγομεν τὸν Ἀριστοτέλην τὴν πρώτην διαφορὰν ἐκτίθεσθαι κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον, διότι τὸ μὲν ὕλῃ ἀναλογεῖ τὸ δὲ σύνθετον εἴδει, νῦν δὲ ὡς καὶ ἐν αὐτῇ τῇ ὕλῃ, λέγω δὲ τοῖς ἁπλοῖς σώμασι, θεωρουμένης διαφορᾶς ἐκτίθεσθαι ταύτην δευτέραν. ἡ δὲ διαφορά ἐστι, καθάπερ προειρήκαμεν, τὸ τὰ μὲν τῶν ἁπλῶν μᾶλλον εἶναι οὐσίαν τὰ δὲ ἧττον, μᾶλλον μὲν τὰ ποιητικὰ μᾶλλον ἔχοντα διαφορὰς καὶ εἴδει ἀναλο- [*](1 μεταβάλλειν GT1: ἀποβαλεῖν Z1 3 ἐν om. R μεταβάλλεται GT 4 οὐσιῶν] συμβεβηκότων Z αἱ τῶν] αἰτιῶν R στέρησις a 7 εἰ δὴ Z: εἴδη GRT: τὸ δὴ (et mox τοιαῦτα <ἕτερα ὑποτίθεσθαι>) ex Aristotele a ἦ R 8 ὑπέθετο a 9 θεωρεῖται R1 13. 15 γενέσεως. οἵαις οὑν φησι διώρισται τὸ ὃν καὶ τὸ μὴ ὃν διαφοραῖς, εἴτε a 14 οἷς GTZ: οἵοις R, qui mox καὶ om. πυρὶ et γῇ scripsi: πῦρ et γῆ libri; cf. Ar., unde alterum εἴτε delevi 15 Οἴοις scripsi: οἴαις libri πυρὶ] περὶ GT λέγοις RZ (sed Z traicit καὶ γῆ διωρίσθαι λέγοις): λόγοις GT: λέγεις a 17.19 θάτερον. ὕλην δὲ ὠνομάζει (sic) om. lemm. a 18 τῆ ὕλη RZ: ἡ ὕλη GT, qui ὁποῖά 22 ἀριστοτέλην Τ2: ἀριστ(??) RZ: ἀριστοτέλη (G)T1a 26 εἰρήκαμεν Z τὸ Z: τῷ cett. οὐσιῶν R 27 μᾶλλον (ante ἔχοντα) om, R εἴδη et mox οἷα R)

57
γούσς, οἵα ἐστὶν ἡ θερμότης. τὸ γὰρ θερμόν, φησί, κατηγορία τις, [*](13v) τουτέστιν ὕπαρξις καὶ ἕξις, ἡ δὲ ψυχρότης οἷον στέρησις, καὶ τὰ κατ’ αὐτὴν εἰδοποιούμενα ἧττον οὐσία καὶ χεῖρον. ὥστε, φησίν, ἐπειδὴ πῦρ καὶ γῆ διαφέρει ταύταις ταῖς διαφοραῖς, τουτέστι τῇ ἕξει καὶ τῇ στερήσει, ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσί ἡ δὲ γῆ ἧττον, καὶ ἡ ἀπὸ γῆς εἰς πῦρ μεταβολὴ ἔσται τὶς μὲν φθορὰ γένεσις δὲ ἁπλῆ, ἐπὶ δὲ τῆς ἐναντίας μεταβολῆς τὸ ἀνάπαλιν.

[*](p. 318b21)

Τὸ γὰρ ὂν καὶ μὴ ὂν τῷ αἰσθάνεσθαι καὶ μὴ αἰσθάνεσθαι διορίζουσιν.

Εἰπὼν τὴν τρίτην διαφορὰν κτὰ τὸ τοῖς πολλοῖς δοκοῦν, τῷ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον αἰσθητὰ εἶναι, νῦν τὴν αἰτίαν προστίθησι δι’ ἣν δοκεῖ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον εἶναι. ἐπειδὴ γὰρ τὴν αἴσθησιν ταὐτὸν οἴονται εἶναι τῇ ἐπιστήμῃ, τῇ δὲ ἐπιστήμῃ καὶ τῇ ἀνεπιστημοσήνῃ κατὰ ἀλήθειαν διορίζεται τὸ ὂν καὶ τὸ μὴ ὄν τὸ μὲν γὰρ ὂν ἐπιστητόν τε καὶ γνωστόν, τὸ δὲ μὴ ὂν ἄγνωστόν τε καὶ ἀνεπίστητον), νομίζουσι τῇ αἰσθήσει καὶ τῇ ἀναισθησίᾳ διορίζεσθαι τὰ ὄντα καὶ τὰ μὴ ὄντα.

[*](p. 318b24)

Καθάπερ οὖν αὐτοὶ τῷ αἰσθάνεσθαι ἢ τῷ δύνασθαι καὶ ζῆν καὶ εἶναι νομίζουσιν, οὕτως καὶ τὰ πράγματα.

Ἑτέρα πίστις τοῦ οἴεσθαι τὰ αἰσθητὰ ὄντα εἶναι, τὰ δὲ μὴ αἰσθητὰ μὴ ὄντα, ἐκ τοῦ ὑπολαμβάνειν | καὶ ἑαυτοὺς εἶναί τε καὶ ζῆν καθὸ [*](14r) αἰσθάνονται ἢ δύνανται αἰσθάνεσθαι. ὥσπερ γὰρ τοῖς αἰσθανομένοις τὸ ζῆν καὶ εἶναι τῷ αἰσθάνεσθαι ὁρίζουσιν, οὕτω καὶ τοῖς αἰσθητοῖς τὸ εἶναί φασι τῷ αἴσθησιν κινεῖν δύνασθαι. τὸ γὰρ οὕτως καὶ τὰ πράγματα οὐ ‘τῷ αἰσθάνεσθαι᾿ δηλοῖ, ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν᾿, ὥστε πάντα μὲν ὡρίσθαι αἰσθήσει καὶ ἀναισθησίᾳ, ἀλλὰ τὰ μὲν ζῶντα τῷ αἰσθάνεσθαι, τὰ δὲ ἄλλα τῷ αἰσθητὰ εἶναι.

[*](p. 318b26)

Τρόπον τινὰ διώκοντες τἀληθές, αὐτὸ δὲ λέγοντες οὐκ ἀληθές.

Τὸ μὲν γὰρ οἴεσθαι τὸ μᾶλλον ἐπιστητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ [*](30 ἧττον ἐπιστητὸν ἧττον ὂν εἶναι, καὶ ἀπλῶς ἐπιστήμῃ καὶ ἀγνοίᾳ ὁρίζειν 2, 3 τὰ κατὰ ταύτην GTa 3 ἥττων et χείρων R 8 καὶ τὸ μὴ ὃν a et Ar. vulg. Tw RZ: τὸ GTa 8. 9 μὴ αἰσθάνεσθαι GRTZ: μὴ a; cf. Arist. 10 πολλοῖς om. R 14 τὸ μὲν] τῷ μὲν a 17 τὸ (pro τῷ) utrobique GT 18 οὕτω a 20 μὴ Ra: om. GTZ 21 αἰσθάννεσθαι a 22 καὶ (ante εἶναι) om. GTa τῷ] τὸ T 23 φησὶ GTa τῷ] τὸ GT οὕτω a τὰ τοῖς R 26. 29 εἶναι. εὐθύνων δὲ ἐκείνους. τὸ μὲν οἴεσθαί φησι τὸ μᾶλλον, οmisso hic lemmate, solito more interpolat a 30 ἐπιστήμην R1 διορίζειν Z)

58
τὸ ὄν τε καὶ μὴ ὄν, ἀληθές τὸ γὰρ ἐπὶ τῇ ἑαυτοῦ φύσει ἀνεπίστητον [*](14r) οὐδὲ ὄν ἐστι), τὸ δὲ εἰς ταὐτὸν ἄγειν τῇ ἐπιστήμῃ τὴν αἴσθησιν ψευδές.

[*](p. 318b27)

Συμβαίνει δὴ κατὰ δόξαν καὶ κατὰ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἁπλῶς καὶ φθείρεσθαι.

Ἡ μὲν ἀλήθεια ἔφασκε τοῦ μᾶλλον ὄντος τὴν γένεσιν ἁπλῆν εἶναι, ἡ δὲ τῶν πολλῶν δόξα οὐ τοῦ μᾶλλον ὄντος, ἀλλὰ τοῦ μᾶλλον αἰσθητοῦ. μάχεται δὲ ταῦτα ἀλλήλοις· τὸ γὰρ πνεῦμα καὶ ὁ ἀὴρ συγκρινόμενος τῇ γῇ τοῖς μὲν πολλοῖς δόξει διὰ τὸ ἧττον αἰσθητὸν εἶναι χεῖρον εἶναι, διὸ καὶ τὰ φθειρόμενα εἰς ἀέρα εἰς μηδέν φασιν ἀναλύεσθαι. οἷον εἰ ὕδωρ φθαρείη, οὐκ εἰώθασι λέγειν ἀέρα γεγονέναι, ἀλλὰ φθορὰν ὕδατος, εἰ μέντοι φθαρεὶς ὁ ἀὴρ ὑετὸν ποιήσει, γένεσιν ὕδατός φασιν, οὐ φθορὰν ἀέρος. ταύτῃ τοίνυν ἡ γῆ ὡς ἁπτὸν οὖσα καὶ ἀντίτυπον, τουτέστι στερεόν, μᾶλλον εἶναι δόξει, διότι μᾶλλον αἰσθητόν· κατὰ ἀλήθειαν δὲ μᾶλλον ὂν ὁ ἀὴρ τῆς γῆς, τῷ περιεκτικὸν αὐτὸν εἶναι τῆς γῆς καὶ εἰδικωτέραν ἔχοντα διαφορὰν τὴν θερμότητα.

[*](p. 318b35)

Διά τε γὰρ τὸ τὴν ὕλην διαφέρειν ἢ τῷ οὐσίαν εἶναι.

Τὰς διαφορὰς ἀναλαμβάνει, καθ’ ἃς ἡ ἁπλῶς γένεσις τῆς τινὸς διωρίζετο. τὸ δὲ τὸ τὴν ὕλην διαφέρειν ὡς κοινὸν πασῶν τῶν διαφορῶν εἴρηται, ὡς εἰ λέγοι ὅτι ἡ ἁπλὴ γένεσις τῆς τινὸς διορίζεται τῷ τὴν ὕλην τῶν μεταβαλλόντων διαφέρειν κατά τινα τούτων τῶν διαφορῶν. εἶτα ἐπιφέρει τὰς τρεῖς διαφοράς· ἢ γὰρ τῷ οὐσίαν εἶναι ἢ μὴ εἶναι ἵνα εἴπῃ τὴν πρώτην διαφορὰν τὴν κατὰ τὸ ὂν καὶ μὴ ὄν), ἢ τῷ μᾶλλον ἢ ἧττον εἶναι τὴν ὑλικωτέραν λέγων καὶ εἰδικωτέραν, ἢ ἁπλῶς καθὸ ἡ μὲν κρείττων οὐσία ἐστὶν ἡ δὲ χείρων, ἐπεὶ καὶ τὸ εἶδος τῆς ὕλης κρεῖττον, ὡς τοῦ ἕνεκά του τὸ οὗ ἕνεκα), ἢ τῷ μᾶλλον αἰσθητὸν εἶναι ἢ ἧττον.

[*](p. 319a3)

Τοῦ δὲ τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεσθαι, τὰ δέ τι, μὴ τῇ ἐξ ἀλλήλων γενέσει.

Ζητήσας ἐν τοῖς προλαβοῦσιν ἐπὶ τῶν οὐσιῶν τί δήποτε τὰ μὲν [*](2 οὐδὲν ὄν GRT 3. 4 ἄλλως καὶ τὸ (at τῶ Τ1) GT et Aristotelis cod. H 4 καὶ τὸ φθείρεσθαι a Arist. vulg. 8 χείρων a 9 εἰ] εἰς R1 12 καὶ om. R 13 ὃν om. Z 14 ὁ om. T εἶναι αὐτὸν Z 15 fort, ἔχειν 16 omisso lemmate interpolat ταῦτα εἰπὼν a τε GRTZ: om. Arist. τὸ RZ: τῶ GT διαφέρει R τῷ] τὸ R οὐσιῶν Z 18 τὸ δὲ τὸ scripsi: τὸ δὲ R: τῶ δὲ τῶ G: τῶ δὲ τὸ Τ2: τὸ δὲ τῷ T1Za 21 ἡ γὰρ] ἡ γὰρ (G)a εἴποι GT 22 καὶ τὸ μὴ ὄν a 24 ἐπὶ T 25 τοῦ ἕνεκά του τὸ οὐ ἕνεκα a: τὸ ἕνεκά του ἔνεκα τοῦ R) οὗ ἕνεκα GRT: τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του Z ἡ (ante ἧττον) om. GT: καὶ a 26 λέγεσθαι om. GT (ut Arist. cod. L) τὰ δέ τι RZ: τὸ δέ τι GT: τὰ δέ τι μόνον a Aristot.)

59
ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ μετὰ προσθήκης, νῦν τὴν αὐτὴν ζήτησιν κινεῖ [*](14r) οὐκ ἐπὶ τῶν οὐσιῶν ὐ γάρ, φησί, περὶ τῶν ἐξ ἀλλήλων γινομένων ποιεῖται τὸν λόγον), ἀλλὰ καθόλου περὶ πάντων, πῶς ποτε τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς. λέγει τοίνυν ταῦτα ταῖς κατηγορίαις διωρίσθαι, καὶ τὰ μὲν κατ’ οὐσίαν γινόμενα ἀπλῶς γίνεσθαι, τὶ δὲ γίνεσθαι καὶ οὐχ ἁπλῶς τὰ κατ’ ἄλλην τινὰ τῶν συμβεβηκότων κατηγορίαν γινόμενα.

[*](p. 319a14)

Οὐ μὴν ἀλλ’ ὁμοίως <ἐν πᾶσι>.

Ἐν ἀπάσαις ταῖς κατηγορίαις. κοινόν φησιν εἶναι ἐν πάσαις ταῖς κατηγορίαις, εἴτε ἁπλῆ γένεσις | θεωροἶτο θεωροῖτο καθάπερ ἐν ταῖς οὐσίαις, εἴτε γένεσις καθάπερ ἐν ταῖς λοιπαῖς κατηγορίαις, τὸ τὴν μὲν ἐπὶ τὰ τιμιώτερα μεταβολὴν γένεσιν λέγεσθαι, τὴν δὲ ἐπὶ τὰ ἀτιμότερα καὶ χείρονα φθοράν· γένεσις μὲν γὰρ ἡ τοῦ λευκοῦ, ἡ δὲ τούτου εἰς τὸ μέλαν μεταβολὴ οὐ γένεσις μέλανος, ἀλλὰ φθορὰ λευκοῦ. οὕτως Ἀλέξανδρος ἐξηγήσατο συμφώνως τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις.

[*](p. 319a18)

Καὶ ὅλως καὶ ἐν ταῖς οὐσίαις.

Ἐζήτησε γὰρ κἀπὶ τῶν οὐσιῶν τὴν διάκρισιν τῆς ἁπλῶς γενέσεως καὶ τῆς τινὸς· ἐζήτησε καὶ καθόλου ἐπὶ πάντων, ὅπερ δηλοῖ τὸ ὅλως.

[*](p. 319a20)

Καὶ ἔστιν ἀεὶ ἡ θατέρου γένεσις ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορά.

Εἰκότως προσέθηκε τὸ ἐπὶ τῶν οὐσιῶν, διότι οὐκ ἐπὶ πάντων τῶν ὄντων ἐνεργείᾳ ἡ θατέρου γένεσις ἑτέρου τινὸς ὄντος ἐστὶ φθορά, ὡς ἐπὶ | τοῦ μανθάνοντος καὶ ἐπιστήμονος γινομένου· στέρησις γὰρ τὸ ἀνεπιστῆμον.

[*](14v)[*](p. 319a22)

Ἀλλὰ μὴν οὐδ’ ἀπορῆσαι δεῖ διὰ τί γίνεταί τι ἀεὶ ἀπολλυμένων.

Ἐν τοῖς προλαβοῦσιν ἀπορήσας τί δήποτε οὐκ ἐπιλείπει ἡ γένεσις, ἀλλ’ [*](2 fort. ποιοῦμαι et 3 ἐπὶ πάντων 4 γενέσθαι GR διώρισται GTR 5 γίνεται (altero loco) libri 7 ἐν πᾶσι addidi 8 ἀπάσαις] πάσαις Z 8. 9 ἐν πάσαις ταῖς κατηγορίαις οm. a 12. 13 ἡ δὲ—λευκοῦ om. add. rnrg. Τ2 13 ὁ Ἀλέξανδρος a 14 Φυσικῇ] cf. T 1 p. 201a3 sqq. 15 καὶ om. a; at cf. Ar. codd. HL 16 ἁπλῆς R 17 alterum καὶ om. R 18 ἡ θα·τέρου γένεσις ἀεὶ (cum Arist.) et mox ἀλλ’ οὐ φθορά GT: lemma om. hic a, qui pergit εἰκότως δὲ προσέθηκε 22 post ἀνεπιστῆμον addit ὥστε ἐν ἐκείνοις μόνον τοῦτο θεωρητέον, ἐν οἷς ἐναντίοις οὖσιν ὁρᾶται τὸ βέλτιον καὶ τὸ χεῖρον a. Item in margine superioris lemmatis addunt ἀλλ’ οὐχ ὅταν ἐπιστήμων (sic; cf. Aristot. p. 319a16 sq.) τοῦτο οὐκ ὲν πᾶσι τοῖς ἐναντίοις δεῖ ἐπισκοπεῖν, ἀλλ’ ἐν ὅσοις ὁρᾶται τὸ χεῖρον τὲ > βέλτιον GT2 23 οὐδὲ R δεῖ] χρὴ RZ; at cf. p. 60,29 τι ἀεὶ GTZ et Arist. cod. F: ἀεὶ Ra)

60
ἀεὶ συνείρει, τὸ τῆς ἀπορίας εὔλογον ἐδείκνυεν ἐκ τοῦ ἀεὶ ἀπιέναι τι τῶν [*](14v) ὄντων τῶν φθειρομένων εἰς τὸ μὴ ὂν χωρούντων. δείξας οὑν ἐν τοῖς προλαβοῦσι συντόμως πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις, καὶ εἰπὼν ὅτι διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου εἶναι γένεσιν, καὶ διὰ τούτου λύσας πάσας τὰς προβεβλημένας ἀπορίας, ὑπομιμνῄσκει νῦν τοῦ λόγου τοῦ κατασκευαστικοῦ τῆς ἀπορίας φάσκων μετὰ τὴν λύσιν τὴν εἰρημένην μηκέτι χώραν ἔχειν τὸν κατασκευαστικὸν τῆς ἀπορίας λόγον, τὸν φάσκοντα μὴ δεῖν γένεσιν ἀεὶ εἶναι ἀπολλυμένων τινῶν καὶ εἰς τὸ μὴ ὂν χωρούντων. οὐ ταυτολογῶν δὲ ἐπαναλαμβάνει τὸν λόγον, ἀλλ’ ἐπειδὴ εἶπε προσεχῶς ὅτι οἱ πολλοὶ τὸ ἀπλῶς γίνεσθαι καὶ φθείρεσθαι τῷ εἰς αἰσθητὸν ἐξ ἀναισθήτου ἢ ἐξ αἰσθητοῦ εἰς ἀναίσθητον τὴν μεταβολὴν γίνεσθαι κρίνουσι, διότι κατ’ αἴσθησιν ζῶντες ταύτῃ τὸ ὂν καὶ τὸ μὴ ὂν ἐξετάζουσι καὶ τὸ μὴ τῇ αἰσθήσει ὑποπῖπτον ἢ μὴ μᾶλλον οὐδ’ εἶναι οἴονται, αὐτὸ δὴ τοῦτο εἰς ὑπόδειγμα τοῦ οἰκείου λόγου παρέλαβε, τοῦ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθορὰν καὶ ἔμπαλιν, καὶ τοῦ τρόπον μέν τινα ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν, τρόπον δέ τινα ἐκ μὴ ὄντος γίνεσθαι καὶ εἰς μὴ ὂν ἀναλύεσθαι. καὶ οἱ πολλοὶ γοῦν, φησί, τὴν ἀπλῶς γένεσιν τὴν ἐξ ἀναισθήτου εἰς αἰσθητὸν μεταβολὴν κρίνουσι, καὶ φθορὰν τὸ ἐναντίον, τοῦ ἀναισθήτου οὐ παντελῶς μὴ ὄντος. κοινῷ οὗν λόγῳ καὶ ἀπλῶς πᾶσα γένεσις ἐκ μὴ ὄντος, διότι ἐκ τῆς ὕλης ἥτις πάντων ἔχει τὴν στέρηστιν, ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἐξ ὄντος δὲ πάλιν, διότι δυνάμει πάντα· καὶ τὸ ἐξ οὗ δὲ προσεχῶς ὄν ἐστι καὶ μὴ ὄν, οἷον εἰ ἐξ ἀέρος γένοιτο πῦρ. ἀλλ’ εἰ καὶ ἔστι τι ὂν ὁ ἀήρ, ἀλλ’ οὐκ ἔστι πῦρ, οὐδὲ ὑπομένοντος τοῦ ἀέρος ἡ τοῦ πυρὸς γένεσις. ὥστε καὶ ταύτῃ ἐκ μὴ ὄντος. ἐξ ὄντος δὲ πάλιν, καθ’ αὑτὸ μὲν ἐξ ὄντος διότι ἐκ τοῦ ὑποκειμένου ὅπερ ὄν ἐστι, κατὰ συμβεβηκὸς δὲ διότι ἐξ ἀέρος· συνέβη γὰρ τὸ ἐξ οὗ τὸ πῦρ ἢ ἀέρα εἶναι ἢ ξύλον ἢ ἔλαιον ἢ ὁτιοῦν ἄλλο. τὰ αὐτὰ καὶ ἐπὶ τῆς φθορᾶς ἀντικειμένως.

Ἀλλὰ μὴν οὐδ’ ἀπορήσαι δεῖ διὰ γίνεταί τι ἀεὶ ἀεὶ ἀπολλυμένων. οὐ δεῖ, φησίν, ἀπορεῖν διὰ τί ἀπολλυμένου τινὸς ἐν τοῖς φθειρομένοις οὐκ ἐπιλείπει ἡ γένεσις· οὐ γὰρ εἰς τὸ πάντῃ μὴ ὄν ἡ φθορά, οὐδὲ ἐκ τοῦ πάντῃ μὴ ὄντος ἡ γένεσις. καὶ παραμυθεῖται τὸν λόγον τοῦτον διὰ τῆς τῶν πολλῶν χρήσεως, οἳ τὸ ὂν καὶ μὴ ὂν τῷ αἰσθητῷ καὶ τῷ ἀναισθήτῳ διορίζουσιν· οὐ γὰρ τὸ μηδαμῶς ὂν μὴ ὂν καλοῦσιν, [*](1 ἄλογον ἐνδείκνυεν R 2 εἰς] καὶ εἰς a τὸ] τὰ GT1 χειρούντων GT1 7 τὸν (priore loco)] τὸ GT1 7. 8 εἶναι ἀεὶ Z 11 ἀναίσθητον] αἰσθητὸν GT κρίνουσαν R 11. 12 ζῶντες κατ αἴσθησιν Z 12 τῇ om. Z 13 ὑποπῖπτον libri 14 τοῦ τὴν] τὴν τοῦ Z 15 τρόπου a et ut vid. R1 17 φασί GT 18 τὸ ἐναντίον om. a 21 πάλιν om. Z 23 οὐκ εστι ἔστιν R) RZ: οὐκέτι GTa 25 ἐξ ὄντος om. Z, fort. recte 26 διότι] ὅτι Z 28 ἀντικειμένης compend. R 29 lemma om. et pergit δι’ ὃ οὐ δεῖ a 32 ὄντος] ὄντα GT1 33 οἲ] ἢ T αἰσθητῷ Z: αἰσθητικῷ cett. 34 τῷ om. Z ὁρίζονται GTa μὴ om. superscr. R, ubi rursus in mrg. μὴ ὃν)

61
ἀλλὰ τὸ αὐτοῖς ἀναίσθητον. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἡμεῖς φαμεν [*](14v) κατά τι ἐκ τοῦ ἀπλῶς ὄντος, κατά τι δὲ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος τὴν γένεσιν καὶ τὴν φθορὰν εἰς ὄν τε καὶ μὴ ὂν κατὰ τὸν εἰρημένον τρόπον.

[*](p. 319a25)

Εἴτ᾿ οὖν ὄντος τινὸς ἰοῦ ὑποκειμένου εἴτε μή.

Τουτέστιν εἴτε ἔχει ὕπαρξίν τινα τοῦτο τὸ ἀναίσθητον καὶ μὴ ὂν λεγόμενον, εἴτε μὴ ἔστιν ὑποκείμενον, οὐδὲν διαφέρει πρὸς τὸν λόγον καθόλου γὰρ εἰς οἷον χωρεῖ τὸ φθειρόμενον, ἐκ τοιούτου γίνεται τὸ γινόμενον. εἰ τοίνυν φθαρέντος τοῦ ὄντος γίνεται τὸ μὴ ὄν, δῆλον ὄφι καὶ τοῦ μὴ ὄντος φθαρέντος γίνεται τὸ ὄν. καὶ ὅρα ὅπως ἀκριβῶς ἐπὶ τοῦ μὴ ὄντος γένεσιν εἶπε, δηλῶν σαφῶς ὅτι ὅταν εἰς τὸ μὴ ὂν χωρεῖν λέγωμεν τὸ φθειρόμενον, οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν λέγομεν.

Εἴτε οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή. τὸ φθειρόμενον, φησίν, ἔνιοι εἰς τὸ μὴ ὂν χωρεῖν λέγουσι, τῷ εἰς ἀναίσθητον μεταβάλλειν, οὐ περιεργαζόμενοι τὸ εἴτε ὄντος τινὸς ὑποκειμένου γέγονεν ἡ μεταβολὴ εἰς τὸ αἰσθητὸν εἴτε μή, τουτέστιν εἴτε ἔχοντος ὕπαρξιν τοῦ ἀναισθήτου καὶ μὴ ὄντος λεγομένου εἴτε μή. ἀλλ’ οὐ διότι εἶναι ἢ μὴ εἶναί φασι τοῦτο τὸ ἀναίσθητον, διὰ τοῦτο ἢ ἔστιν ἐξ αὐτοῦ ἡ γένεσις ἢ οὐκ ἔστιν· ἀλλὰ διότι ἔστι καὶ ὑπόκειται, διὰ τοῦτο ἐξ αὐτοῦ τὸ αἰσθητὸν γίνεται. τὸ οὖν εἴτε ὄντος τινὸς τοῦ ὑποκειμένου σημαίνει εἴτε εἶναι λεγομένου παρ’ αὐτῶν εἴτε μὴ εἶναι. οὐδὲ γὰρ ἐκεῖνοι προσδιώριζον τοῦτο τὸ ἀναίσθητον, ἐξ οὗ τὴν γένεσιν ἔλεγον, εἴτε τῶν ὄντων καὶ ἐν ὑπάρξει ἦν εἴτε μή. ὅ τι γὰρ ἄν τούτων ὑπάρχῃ, οὐκ ἐπιλείψει ἡ γένεσις. εἰ μὲν γὰρ τῶν ὄντων ἐστὶ τὸ ἀναίσθητον, εἰς ὃ ἡ φθορὰ καὶ ἐξ οὗ ἡ γένεσις, δι’ αὐτὸ τοῦτο οὐκ ἐπιλείψει ἐπεὶ μὴ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά· εἰ δὲ τῶν μὴ ὄντων, ἐπειδήπερ ἡ μὲν φθορὰ τοῦ μὴ ὄντος ἐστὶ γένεσις <ἡ δὲ γένεσις> φθορὰ τοῦ μὴ ὄντος, πάλιν οὐκ ἐπιλείψει, ἄλληλα τοῦ ὄντος τε καὶ μὴ ὄντος.

[*](p. 319a29)

Ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἀπλῶς πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν.

Ἐν τοῖς προλαβοῦσιν ἐζήτει εἰ ἔστι τι ἀπλῶς γινόμενον, τουτέστιν κυρίως, καὶ ἔλεγεν ἐκ τοὐ ἁπλῶς | μὴ ὄντος γίνεσθαι. διδάξας οὖν [*](15r) [*](2 δὲ om. T1 4 et 12 εἴτε καὶ· μή Z 9 ὅρα ἀκριβῶς ὅπως Z 11 μηδαμῇ om. Z 13 εἰς prius om. T1 μεταβάλλειν Z: μεταβάλλειν εἰς εἰς in τὸ mutavit a) αἰσθητὸν GRTa 14 τινὸς τοῦ ὑποκειμένου Z 15. 16 τουτέστιν—εἴτε μή om. add. mrg. Τ2 15 ὕπαρξιν ἔχοντος Z 16 οὐ διότι a: οὐδ’ ὅτι cett. 17 τὸ om. G (item T ubi verba φασι τοῦτο ἀναί—Τ2 in ras. scripsit) 20 οὐ γὰρ Z προδιώριζον Τ1: προσδιωρίζοντο a 25 εἰ] ἡ GT 26 ἡ δὲ γένεσις addidit a 28 post ἀπλῶς ex interpolato, ut opinor, Aristotele addunt ἀπορήσειεν ἄν (particulam om. a et Ar. codd.) τις GTa πρότερον R1)

62
ἱκανῶς περὶ τῆς ἁπλῆς γενέσεως καὶ τοῦ ἀπλῶς ὄντος καὶ κατὰ πόσα [*](15r) σημαινόμενα λέγεται, νῦν ζητεῖ περὶ τοῦ ἁπλῶς μὴ ὄντος τί σημαίνει. μήποτε τὸ ἕτερον τῶν ἐναντίων, τὸ κατὰ τὴν στερητικὴν διαφορὰν χαρακτηριζόμενον, οἷον γῆς καὶ πυρός; ἆρα τὸ μὴ ὂν τὴν γῆν φαμεν εἶναι ὂν δὲ τὸ πῦρ; ἢ οὐ περὶ τούτων τῶν καταχρηστικῶς λεγομένων ὁ λόγος, ἀλλ’ ἡ ζήτησίς ἐστι καθόλου περὶ τῶν κυρίως ὄντων καὶ κατ’ οὐσίαν, ὅταν φῶμεν αὐτὰ ἐκ μὴ ὄντος γίνεσθαι, ὁποῖόν τι τὸ μὴ ὂν νοοῦμεν εἶναι; ὅπερ οὖν ἀνωτέρω ἔλεγε, φάσκων τὸ μὴ ὂν τοῦτο εἶναι τὸ δυνάμει μὲν ὂν ἐντελεχείᾳ δὲ μὴ ὄν, τοῦτο σαφέστερον ἐνταῦθά φησιν. ἡ ὕλη γάρ, φησίν, ἐστὶ τὸ μὴ ὄν, ἐξ ἦς καὶ τὸ πῦρ καὶ ἡ γῆ γεννᾶται. εἰ δὲ λέγοις ὅτι ἡ ὕλη αὐτὴ καθ’ αὑτὴν οὐχ ὑφίσταται, ἀλλ’ ἔστιν ἀεὶ μετά τινος εἴδους, ὡς μηδέποτε ἐκ μὴ ὄντος ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, ἐρῶ πρὸς τοῦτο, ὅπερ καὶ ἀνωτέρω προειρήκαμεν, ὅτι τὸ εἶδος τῇ ὕλῃ πρὸς μὲν ὕπαρξιν συντελεῖ, πρὸς μέντοι γένεσιν τοῦ ὅπερ οὐκ ἔστιν οὐδὲν συμβάλλεται. οὐδὲ γὰρ ὡς ἐνεργείᾳ εἰ τύχοι γῆ οὖσα μεταβάλλει εἰς πῦρ, ἀλλ’ ὡς δυνάμει οὖσα πῦρ, τοῦτο δὲ ὡς ὕλῃ αὐτῇ ὑπάρχει. ἐξ ὕλης ἄρα τὸ γινόμενον. καθάπερ ὁ χαλκός, ἵνα τῷ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ χρησώμεθα ὑποδείγματι, εἴπερ ἀδύνατον ἦν χωρὶς τοῦ εἴδους τοῦ ἀνδριάντος ὑποστῆναι, μετέβαλλον δὲ εἰς ἀλλήλους οἱ ἀνδριάντες, οὐ διὰ τοῦτο τῆς ἰδίας ἐστερεῖτο ὑπάρξεως, ἀλλ’ ἦν ἕτερος τοῦ ἀνδριάντος· καὶ ὁ γινόμενος ἀνδριάς, εἰ καὶ μὴ ἐξ ἀργοῦ χαλκοῦ ἐγίνετο ἀλλ’ ἐξ ἀνδριάντος, ὅμως οὐ λέγεται ἐξ ἀνδριάντος γεγονέναι ἀλλ’ ἐκ τοῦ χαλκοῦ τοῦ ἀνδριάντος· οὕτως ἔχει κἀπὶ τῆς ὕλης, ἐπειδὴ ἀεὶ μετά τινός ἐστιν εἴδους μηδὲν γὰρ οὖσα ἐνεργείᾳ ἀνυπόστατός ἐστι), τὸ γινόμενον ἐξ αὐτῆς ἀεὶ μὲν οὔσης μετά τινος γίνεται ὃ πρὸς ὕπαρξιν αὐτῇ συντελεῖ, οὐ μὴν ἐξ ἐκείνου ὅ ἐστιν ἐνεργείᾳ ἡ ὕλη γίνεται τὸ γινόμενον, ἀλλ’ ἐκ τῆς ὕλης ἥτις δυνάμει ἐστὶ σῶμα.

[*](p. 319a33)

Καὶ ἆρά γε ἑτέρα ἑκατέρουυ ἡ ὕλη, ἢ οὐκ ἄν γίνοιντο ἐξ ἀλλήλων οὐδ’ ἐξ ἐναντίων;

Εἰπὼν τὸ ἁπλῶς μὴ ὂν ἕτερον εἶναι τῶν γινομένων, οὐ τὸ δοκοῦν ἧττον εἶναι διὰ τὸ τὰς στερητικὰς ἔχειν διαφοράς, ἀλλὰ τὸ ὑποκείμενον ἀμφοῖν, καὶ τῷ ἧττον ὄντι καὶ τῷ μᾶλλον, νῦν ζητεῖ ἐφεξῆς εἰ ἑκατέρου ἐκείνων, τῆς τε γῆς καὶ πυρὸς ὧν ἐμνημόνευσεν, ἕτερόν ἐστι τὸ ὑποκει- [*](5 ἢ οὔ. οὐ περὶ R καταχρηστικῶν GT1 7 φαμὲν R1 ὃν om. a 8 ἀνωτέρω p. 317b16 9 ἐνδελεχεία Z, qui mox τοῦτο om. 11 λέγεις T 13 ἐρεῖ corr. T2: ἐροῦμεν a 13. 14 ὅτι τῆ ὕλη τὸ εἶδος Z, qui proximum μὲν om. 17 χαλκὸς τοῦ ἀνδριάντος ὕλη, ἵνα τῷ τοῦ Ἀλεξάνδρου a 19 μετέβαλλον scripsi: μεταβάλλον GR(T1?): μεταβάλλων Z: μεταβάλλουσι T2: μεταβαλλόντων δὲ εἰς ἀλλήλους τῶν ἀνδριάντων coni. a 21. 22 ἀλλ’ ἐξ RZa: ἀλλ’ εἰ GT1: ἀλλ’ ἢ T2 23 καὶ ἐπὶ a 24 ἀνυπόστατον R <καὶ> τὸ a 25 ὃ om. Τ1 28 ἆρα R: ἄρα cett. ἢ] ἡ γίνοιντο Z: γίγνοιντο R: γένοιντο GT: γίνοιτο a Aristot. 29 οὐδὲ ἐξ R 32 νῦν om. a 33 ἐστι] εἶναι R)

63
μένον. τοῦτο δὲ συντόμως ἀναιρεῖ λέγων ὅτι εἰ ἕτερον ἦν ἑκατέρου καὶ [*](15r) μὴ ταὐτὸν τὸ ὑποκείμενον, οὐκέτ’ ἄν ἐξ ἀλλήλων ἐγίνοντο ὡς ἐξ ἐναντίων· τὰ γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεται τοῦ αὐτοῦ ὄντος τοῦ ὑποκειμένου. κεῖται δὲ ἐξ ἀρχῆς τὸ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναι· οὐχ ἕτερον ἄρα τὸ ὑποκείμενον τῶν ἐναντίων, γῆς φημι καὶ πυρός. ὅτι δὲ ἐναντίωσις ὑπάρχει γῇ καὶ πυρί, δείξει κατὰ τὸν ἐφεξῆς λόγον· ἐξ ἀλλήλων ἄρα ταῦτα ὡς ἐξ ἐναντίων. εἰ δὲ τοῦτο, κοινὴ καὶ μία ἀμφοτέρων ἡ ὅλη.

[*](p. 319b2)

Ἤ εστι μὲν ὡς ἡ αὐτή, δ᾿ ὡς ἑτέρα.

Ἐπεξεργαζόμενος τὸν πρότερον λόγον Ε; ὅτι κατά τι μὲν ἡ ἐστιν ὕλη τῶν γινομένων, κατά τι δὲ ἑτέρα· πῶς δὲ ἡ αὐτὴ καὶ πῶς ἑτέρα προστίθησι.

[*](p. 319b3)

Ὅ μὲν γάρ ποτε ὂν ὑπόκειται τὸ αὐτό, τὸ δὲ εἶναι οὐ τὸ αὐτό.

Ἡ ὕλη, φησί, καθὸ ὕλη ἐστὶ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὅ ποτε ὄν ἐστιν, ἡ αὐτή ἐστι πᾶσιν οἷς ὑπόκειται. τὸ γὰρ ὅ ποτε ὂν τῷ Ἀριστοτέλει τὸ ὑποκείμενον * * * οὖν καί, ἵν’ οὕτως εἴπω, τὴν αὑτῆς φύσιν μία πάντων ἐστὶν ἡ ὕλη· ὁμοίαν γὰρ ἐπιτηδειότητα καθὸ ὕλη ἐστὶ πρὸς πάντα ἔχει. ἐπειδὴ δὲ τὸ εἶναι καὶ <ἡ> ὑπόστασις αὐτὴ ἀεὶ μετά τινός ἐστιν οὐχ ἡ αὐτὴ ἔσται ὕλη κατὰ τὸ εἶδος καὶ τὴν ὕπαρξιν ἅπασιν. ἡ δὲ κατὰ τὸ εἶδος θεωρουμένη ἐστὶν ἡ προσεχής, οἷον ἡ μὲν πυρὶ ὑποκειμένη ἀήρ ἐστιν, ἡ δὲ τῷ ἀέρι ὕδωρ ἐνεργείᾳ ἄν οὕτως τύχῃ, ἡ δὲ τῷ ὕδατι γῆ πυρὶ οὖν καὶ ὕδατι ὑπόκειται γῆ τε καὶ ἀήρ, ταῦτα δὲ κατὰ μὲν τὸν τῆς ὕλης λόγον τὰ αὐτά, κατὰ δὲ τὸ εἶδος διάφορα, οὐκέτι ὡς πρώτη ὕλη ἀλλ’ ὡς προσεχὴς θεωρουμένη. ἔστι δὲ καὶ οὕτως εἰπεῖν· ἐπειδή, ὡς καὶ ἐφεξῆς μέλλει ῥηθῆναι, ἡ ὕλη κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος, ὡς ἂν καὶ διαφόρων λόγους ἔχουσα ἐν αὑτῇ, ἐν πυρὶ καὶ γῇ καὶ τοῖς ἄλλοις κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος. οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων τὰ εἴδη δέχεται· κατ’ ἄλλον μὲν γὰρ [*](2 ἐγένοντο Z 3 τοῦ alterum om. Z 8 ἡ ἑτέρα (Z)a et Ar. vulg. 9 λέγει addidi: φησὶν Fa: om. cett. 11. 13 προστίθησι. φησὶ γὰρ ὅτι ἡ ὕλη καθ’ ὃ om. hic lemm. a 12 ὃν] ὢν R 12. 13 οὐ τὸ αὑτό RZ: οὐ ταὐτὸ GT 14. 15 ὁπότε (sic) ὄν ἐστιν GRTZ: om. a 16 lacunam (fere σημαίνει. κατὰ τὸ Ε;) cf. cod. F, ubi ὃ μὲν γάρ ποτε ὄν, τουτέστι κατὰ μὲν τὸ ὑποκείμενον καὶ τὴν αὐτὴν φύσιν, μία πάντων ἐστὶν ἡ ὕλη κτλ. οὖν GTR: δηλοῖ Z: νοεῖ a οὕτως om. Z αὐτῆς libri 18 ἡ addidi (habet F) αὕτη (pro αὐτῇ) R 21 ἄν οὕτω τύχη ἐνεργεία a 24 προσεχὴς Ra: προσεχοῦς GTZ 26. 28 κατὰ δὲ τὸν—ἡ αὐτή ἐστι om. Z 27 ἐν αὐτῇ libri καὶ (ante γῇ) om. R 28 τὸν λόγον] τὸν αὐτὸν λόγον RZ)

64
λόγον γῆς, κατ’ ἄλλον πυρὸς εἶδος δέχεται, κατὰ ἄλλους τε λόγους τὰ [*](15r) τῶν ἄλλων εἴδη.

[*](p. 319b6)

Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τίνι δια- φέρουσι. |

Τίνι διενήνοχε γένεσις ἀλλοιώσεως εἴρηται μὲν αὐτῷ ἐπὶ βραχὺ καὶ [*](15v) πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἀναλαβὼν πάλιν ἐν τάξει περὶ αὐτῶν λέγει. εἰρηκὼς γὰρ ὅσα περὶ γενέσεως ἐχρῆν ζητῆσαι, τί τέ ἐστι καὶ εἰ ἔστιν ὅλως καὶ ἐκ τίνος καὶ πόθεν γίνεται τὰ γινόμενα καὶ διὰ τί οὐκ ἐπιλείπει ἡ γένεσις, εὐκαίρως νῦν ζητεῖ τίνι διενήνοχε τῶν ἄλλων μεταβολῶν, καὶ πρῶτον τῆς ἀλλοιώσεως, διακρίνων αὐτὰς ἀλλήλων τοῦτον τὸν τρόπον. ἐπειδὴ γάρ, φησίν, ἔστι τὸ μέν τι ὑποκείμενον ὅπερ σημαίνει τὴν οὐσίαν, τὸ δὲ πάθος ὅπερ καὶ συμβεβηκὸς ὀνομάζεται, ἔστι δὲ κατὰ ἀμφότερα μεταβολή (καὶ κατὰ τὴν οὐσίαν, ὅπερ καλεῖ ὑποκείμενον, καὶ κατὰ πάθος, τουτέστι τὸ συμβεβηκός), ἡ μὲν κατὰ τὸ ὑποκείμενον μεταβολὴ γένεσίς ἐστιν, ἡ δὲ κατὰ τὰ πάθη μένοντος τοῦ ὑποκειμένου ἀμεταβλήτου ἀλλοίωσις. ταῦτα εἰπὼν ἀπορίαν τινά, ἣν ἄν τις ἀπερισκέπτως προήγαγε πρὸς τὰ εἰρημένα, ταύτην καὶ τίθησι γυμνάζων καὶ ἐπιλύεται. εἰ γὰρ ἡ περὶ τὸ ὑποκείμενον αἰσθητὸν ὂν καὶ τὸ αὐτὸ μένον γινομένη μεταβολή, τουτέστιν εἰ ἡ περὶ εἰδοπεποιημένον ὑποκείμενον γινομένη μεταβολὴ ἀλλοίωσίς ἐστιν, ἐπειδὴ ἐν τῇ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῇ τὸ μὲν διαφανὲς καὶ ὑγρότης μένει, ἡ δὲ μεταβολὴ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν γίνεται, ἔσται ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολὴ ἀλλοίωσις· περὶ γὰρ ὑποκείμενον εἰδοπεποιημένον, τὸ διαφανές φημι καὶ ὑγρόν, γίνεται ἡ μεταβολή. κατὰ τὸν αὐτὸν δὲ λόγον ἔστιν ἀπορῆσαι κἀπὶ τῶν ἄλλων στοιχείων. πάντα γὰρ τὰ ἐφεξῆς ἀλλήλων τὴν μὲν ἔχουσι κοινὴν διαφοράν, τὴν δὲ ἑτέραν ἐναντίαν· πῦρ μὲν γὰρ καὶ ἀὴρ κοινωνοῦντα κατὰ τὸ θερμὸν διαφέρει κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ἀὴρ δὲ καὶ ὕδωρ τὴν αὐτὴν ἔχοντα ὑγρότητα ἐναντία ἐστὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. κοινὴ τοίνυν ἐπὶ τῶν ἐφεξῆς ἀλλήλων ἡ ἀπορία. πρὸς δὲ ταύτην ἀπαντῶν τὴν ἀπορίαν ὁ Ἀριστοτέλης φησὶν ὅτι εἰ μὲν πάθος ὑπῆρχε τοῦ ὑπομένοντος ὑγροῦ καὶ διαφανοῦς τὸ θερμὸν καὶ τὸ ψυχρόν, καθ’ ἃ ἡ εἰς ἄλληλα μεταβολὴ αὐτῶν γίνεται, ἀλλοίωσις ἦν ἄν, ὡς ἔχει ἐπὶ τοῦ θερμαινομένου ὕδατος καὶ ψυχομένου. ἐκεῖσε γάρ, ἐπειδὴ ἡ ἐγγινομένη τῷ ὕδατι ποιότης πάθος ἐστὶ καὶ συμβεβηκὸς μηδὲν συμβαλλομένη πρὸς τὸ εἶναι τῷ ὕδατι, [*](1 κατ’ κατὰ R) ἄλλον CRT: κατὰ δὲ ἄλλον Z: κατ’ ἄλλον δὲ a 3 λέγομεν Ra τίνι] τί a Arist. 8 post ὅλως iterat ἐστὶν compend. R γίνεται] γὰρ R 9 ἀκαίρως et mox τοίνυν (pro τίνι) R 15 ἀμεταβολήτου T 16 προσήγαγε R 17 ταύτην καὶ om. Z 18 περὶ τὸ] περὶ τοῦ T 19 εἰ om. Z γενομένη Ζ 21 καὶ ἡ ὑγρότης R 24 τὸν αὐτὸν] τουτ`` R 25 πάντων G: κατὰ πάντα 25, 29 τὴν μὲν ἔχουσι—ἀλλήλων RZ: om. GTa 29 ἀπαντῶν (Z)a: ἁπάντων cett. 31 ἡ om. R1 33 ἐκεῖ a ἐγγενομένη Z 34 τῷ ὕδατι πρὸς τὸ εἶναι a)

65
ἀλλοίωσίς ἐστι τὸ γινόμενον· ἐπὶ δὲ τῆς ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῆς [*](15v) τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἔστι πάθη τοῦ ὑγροῦ καὶ διαφανοῦς, εἰ μή τι ἄρα κατὰ συμβεβηκός, τῷ εἶναι ἀμφότερα τοῦ αὐτοῦ πάθη. ὡς ὅταν ἐπὶ Σωκράτους τὸ φαλακρὸν ὑπάρχειν φαίημεν τῷ λευκῷ κατὰ συμβεβηκός, τῷ ἀμφότερα καὶ τὸ λευκὸν καὶ τὸ φαλακρὸν τῷ αὐτῷ ὑπάρχειν· Σωκράτους γὰρ ἀμφότερα πάθη. οὕτως οὖν κἀνταῦθα τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μὲν ὑγροῦ οὐκ ἄν εἴη πάθη, εἰ μὴ κατὰ συμβεβηκός, τῆς δὲ ὕλης αὐτά τε ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν φημι, καὶ ἡ ὑγρότης πάθη ὑπάρχουσι τῆς ὕλης τῆς ἀνειδέου, πάθη δὲ εἰδοποιὰ καὶ τελειωτικά. εἰ γὰρ πάθος καὶ συμβεβηκὸς τοῦ ὑγροῦ τὸ ψυχρόν, τὸ ὕδωρ οὐκ ἔχει τὸ εἶναι κατὰ τὴν ὑγρότητα καὶ ψυχρότητα, ἀλλὰ κατὰ τὴν ὑγρότητα μόνον. ὁμοίως δὲ καὶ τοῦ ἀέρος οὐχὶ ὑγρότης καὶ θερμότης, ἀλλ’ ἡ ὑγρότης μόνη ἐστὶ συμπληρωτική. εἰ δὲ ἡ ὑγρότης ἀμφοτέρων συμπληρωτικὴ τῆς οὐσίας ἐστί, τοῦ ὕδατος καὶ τοῦ ἀέρος, οὐχ ἕξουσι διαφορὰς αἷς χωρισθήσονται κατ’ οὐσίαν· τὰ γὰρ πάθη οὐ ποιεῖ διαφορὰς οὐσιώδεις. οὐκ ἄρα πάθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ ἀέρος καὶ τοῦ ὕδατος, καθ’ ἃ καὶ μεταβάλλουσιν ἐν τῇ ἐξ ἀλλήλων γενέσει. ἀλλ’ οὐδὲ τοῦ ὑγροῦ πάθος καὶ συμβεβηκὸς τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐπεὶ οὐκ ἄν συνδυασθέντα μίαν ἀπετέλεσεν οὐσίαν. εἰ δὲ μὴ πάθος, οὐδὲ ἀλλοίωσις, ὥσπερ ἔφασκεν ἡ ἀπορία· ἀλλοίωσις γὰρ ἐρρέθη εἶναι, ὅταν πάθος καὶ συμβεβηκὸς ὑπάρχῃ, καθ’ ὃ μεταβάλλει τὸ μεταβάλλον.

Προσθείη δ’ ἄν τις τοῖς εἰρημένοις καὶ τοῦτο, ὅτι οὐδὲ κυρίως ἡ αὐτὴ ὑγρότης ἐν ἀέρι καὶ ἐν ὕδατι, οὐδὲ διαφάνεια ἀπαραλλάκτως ἡ αὐτή· ὁ γὰρ ἀὴρ καὶ διαφανέστερός ἐστι τοῦ ὕδατος καὶ ὑγρότερος. ὥστε οὐκ ἔμεινεν ἀπαθὴς ἐν τῇ εἰς ἀέρα ἐξ ὕδατος μεταβολῇ οὔτε ἡ ὑγρότης τοῦ ὕδατος οὔτε ἡ διαφάνεια, ἐπεὶ οὐδ’ ἡ ἐν ἀέρι καὶ ἐν πυρὶ θερμότης κατ’ εἶδος ἡ αὐτή ἐστι. καὶ ἐν τοῖς συνθέτοις δὲ πολλά ἐστι κατὰ γένος θερμὰ τῷ εἴδει διαφέροντα· ἄλλη γὰρ ἡ ἐν οἴνῳ θερμότης, καὶ ἄλλη ἡ ἐν πέπερι ἢ Καστορείῳ ἢ βαλσάμῳ καὶ τοῖς παραπλησίοις. δεῖ οὖν εἰδέναι ὅτι ὥσπερ εἰ ἐξ οἴνου αἷμα γένοιτο, ὅλη ἡ τοῦ οἴνου ἰδέα φθείρεται καὶ ἄλλη τις κατ’ εἶδος ἡ ἐν τῷ αἵματι θερμότης γίνεται, οὕτως καὶ ἐπὶ τῆς τῶν στοιχείων ἐξ ἀλλήλων συμβαίνει γενέσεως. καὶ εἴ τίς γε μὴ κατ’ εἶδος διάφορον εἶναι βούλοιτο τὴν ἐν πυρὶ καὶ ἀέρι θερμότητα ἢ ἢ τὴν ἐν ὕδατι καὶ ἀέρι ὑγρότητα, κατ’ ἐπίτασιν δὲ μόνον καὶ ἄνεσιν διαφέρειν, ἐκείνῳ γοῦν ἐξ ἀνάγκης συγχωρήσει, ἀριθμῷ διαφόρους εἶναι ταύτας. ὡς γὰρ τὸ σίνηπι ἢ τὸ πέπερι σπειρόμενον, εἰ καὶ τὴν αὐτὴν κατ’ εἶδος γεννᾷ θερμότητα ἐν τοῖς ἐξ αὐτῶν βλαστάνουσιν ὁμοειδέσιν οὖσιν, [*](1 εἰς] εἰ G 2 οὐκ ἔστι RZ: οὐκέτι GTa 7. 8 τῆς δὲ ἀνειδέου ὕλης (omissis mox τῆς ὕλης τῆς ἀνειδέου) Z 8 φησι GT 9 ὑπάρχουσα T 10 τὸ ψυχρὸν ὕδωρ, οὐκ a 12 οὐχὶ GRTa: οὐχὶ ἡ Z 13 εἰ] ἡ TZ ἡ Ra: om. GTZ 14 οὐχ] ἀλλ᾿ GT 19 ἀπετέλεσαν Z οὐδέ] μὴ δὲ a 21 ὑπάρχει R1T, at ὑπάρχῃ in iteratis (v. ad p. 66,31) R 24 διαφανέστερόν GT 29 πέπερι GRT: πεπέρει Z: πιπέρει a καστορίῳ Z 30 εἰ om. GT1 31 αἵματι] ὕδατι Z γίνεται] γὰρ R οὕτω a 32 γε RZ: om. GTa 35 ἐξ ἀνάγκη a 36 εἰ] εἶ GT)

66
ἀλλ’ οὖν γε ἀριθμῷ διάφορος εἶναι ὡμολόγηται ἥ τε ἐν τῷ σπέρματι [*](15v) καὶ ἡ ἐν τῷ ἐξ αὐτοῦ γενομένῳ καρπῷ ποιότης, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν στοιχείων ἐννοεῖν ὅτι πάσης τῆς τοὐ ἀέρος ἰδέας φθειρομένης γίνεται τὸ ὕδωρ. εἰ οὖν καί τις συγχωρήσει καὶ ἐν τῷ ὕδατι κατ’ εἶδος τὴν αὐτὴν ὑγρότητα καὶ διαφάνειαν γεννᾶσθαι, ἀριθμῷ γοῦν ἑτέραν εἶναι λέγειν ἀναγκασθήσεται. ὥστε οὐδὲν ὑπομένει τοῦ ἀέρος πλὴν τῆς ὕλης. οὐκ ἄρα ἐξ εἰδοεποιημένου εἰς εἰδοπεποιημένον ἡ μεταβολή, ἀλλ’ ἐξ ἀνειδέου εἰς εἰδοπεποιημένον, εἴπερ μόνον τὸ ἀνείδεον ὑπέμεινεν. ὥστε οὐδὲ ἀλλοίωσις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.

[*](p. 319b10)

Ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος μεταβάλλῃ ἐν τοῖς ἑαυτοῦ πάθεσι.

Καλῶς προστέθεικε τὸ αἰσθητοῦ ὄντος τοῦ ὑπο | κειμένου, [*](16r) τουτέστι τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος καὶ ὑπομένοντος, καθ’ ὃ αἰσθητόν ἐστιν ἐνεργείᾳ τόδε τι καὶ εἰδοπεποιημένον. τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ὕλης. καὶ γὰρ καὶ ἡ ὕλη ὑποκείμενον οὖσα ἡ αὐτὴ ὑπομένει κατὰ τὰς γενέσεις, καὶ ὅμως οὐκ ἀλλοίωσίς ἐστι τότε, ἀλλὰ γένεσις· οὐ γὰρ αἰσθητὸν ἡ ὕλη οὐδὲ ἐνεργείᾳ τόδε τι. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν· ὅταν τὸ ὑποκείμενον συναμφότερον ὄν, ὕλη καὶ εἶδος, μεῖναν τὸ αὐτὸ μεταβάλλῃ κατά τι πάθος τοῦ συναμφοτέρου καὶ αἰσθητοῦ, τότε ἀλλοίωσίς ἐστιν· ἐπὶ γὰρ τῆς γενέσεως τὸ ὑποκείμενον ὅπερ ὑπομένει ἡ ὕλη ἐστὶ μεταβάλλουσα κατ’ εἶδος. τὸ δὲ ἐν τοῖς ἑαυτοῦ πάθεσι πρόσκειται δηλοῦν τὸ κατὰ τὰ ἐν ἑαυτῷ πάθη κινούμενον καὶ ἀλλάσσον ταῦτα τὰ πάθη, οὐ κατὰ τὴν σχέσιν τὴν πρὸς ἄλλο· τὰ γὰρ κατά τι πάθος ἔξωθεν μεταβάλλοντα μετέβαλλε μέν, οὐκ ἠλλοίωται δέ. οἷον τὸ δεξιὸν γινόμενον ἀντὶ ἀριστεροῦ ἤλλαχε μὲν τὸ πάθος, οὐ μὴν ἠλλοίωται· οὐδὲ γὰρ ἡ μεταβολὴ γέγονεν ἐν τοῖς ἐν αὐτῷ πάθεσιν ἃ ἀναδέδεκται· ἢ καὶ ὅταν ὁ δοῦλος γένοιτο δεσπότης ἢ ὁ δεσπότης δοῦλος. δύναται δὲ τὸ ἐν τοῖς ἑαυτοῦ πάθεσι σημαίνειν τὸ ἐφεξῆς μέλλον ῥηθῆναι, ὅπερ καὶ ἤδη προτεθεώρηται· ἐν γὰρ τῇ εἰς ἄλληλα μεταβολῇ τῶν στοιχείων κοινὸν μέν τι ὑπομένει, φησίν, αἰσθητόν, ἀλλ’ εἰς ὃ καὶ καθ’ ὃ ἡ μεταβοὴ οὐκ ἔστ’, πάθος τοῦ ὑπομένοντος. οἷον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ [*](2 γινομένῳ a 5 εἶναι om. Z 6 ἀέρος] ἔαρος R 9 ἡ] ἡ T εἰς] ἡ εἰς R μεταβολὴ εἰς ἀέρα Z 10 lemma solito more om. hic a, qui pergit καλῶς δὲ προσέθηκε μέν RZ: μὲν οὖν GTa; of. Ar. codd. 11 μεταβάλῃ T πάθεσιν R 13 τουτέστι τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος GRT: om. Z: δηλονότι αἰσθητοῦ ὄντος τοῦ ὑποκειμένου a 14 τὸ δέ τι libri; sim. v. 17 19 μεταβάλλει GR1: μεταβάλει ά in ras.; εἰ in ἡ mut. m2) T 20 ἐπὶ] ἐπειδὴ GT 21. 22 πρόκειται R, qui mox om. τὰ 22 ἐλάσσον R 24 μετέβαλε Z 25 οὐδὲ] οὐ Z 26 ἐν ἑαυτῷ a ἀναδέδεικται R 27 γένηται Fa ἢ ὁ δεσπότης δοῦλος om Z 28 μέλλον a: μᾶλλον cett. 30 ὑπομένειν φησὶν a καὶ om. GT 31 οἶον ἐν τῆ [f. 59r] ἡ ἀπορία· ἀλλοίωσις γὰρ—τὸ μεταβάλλον πρ (sic, sc iterat p. 65,20—22 aberrans ad folii 58v) ἐν τῆ εἰς ὕδωρ μεταβολῆ R1 31. p. 67,1 τοῦ ἀέρος μεταβολῆ Z)

67
τοῦ ἀέρος κοινὸν μὲν ὑπομένει τὸ διαφανὲς αἰσθητὸν ὄν, οὐ μὴν τοῦ [*](16r) διαφανοῦς οὔτε τοῦ ὑγροῦ πάθος ἐστὶ καθ’ ὃ ἡ μεταρολὴ τῷ ἀέρι εἰς τὸ ὕδωρ γίνεται, τὸ θερμὸν δὲ καὶ ψυχρὸν ἡ μεταβολή. τὸ δὲ ἐφεξῆς εἰρημένον πρόδηλον ἐστι· τὰ γὰρ κατὰ τὰ πάθη μεταβάλλοντα ἢ κατὰ τὰ ἐναντία καὶ ἄκρα πάθη ὧν ἔχει μεταβάλλει ἢ κατὰ τὰ μεταξύ. καὶ αὐτὰ δὲ τὰ μεταξὺ τῶν ἐναντίων μετέχοντα κατὰ τὰ ἐναντία ποιεῖται τὴν μεταβολὴν· τὸ γὰρ φαιὸν μετέχον λευκοῦ καὶ μέλανος, εἰ μεταβάλοι εἰς μέλαν, οὐχ ᾖ μετέχει τοῦ μέλανος, ἀλλ’ ᾗ τοῦ λευκοῦ μετέχει τὴν εἰς τὸ μέλαν ποιεῖται μεταβολήν.

[*](p. 319b14)

Ὅταν δὲ ὅλον μεταβάλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινος.

Τὸ ὅλον μεταβάλῃ εἴρηκεν ἀντὶ τοὺ κατ’ οὐσίαν καθ’ ὅ τι [δὲ] τοῦτο δὲ γίνεται, ὅταν μηδὲν ὑπομένῃ αἰσθητὸν ὡς ὑποκείμενον. τὸ δὲ ‘ἐξ ἅπαντος᾿ καὶ ‘ἐξ ἁπάσης᾿ τοῦ αὐτοῦ ἐστι σημαντικόν, τὴν καθ’ ὅλον καὶ κατ’ οὐσίαν δηλοῦν μεταβολήν.

[*](p. 319b18)

Μάλιστα δ’ ἄν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἁφῇ.

Οὐχ ὅτι μάλιστα γένεσις τότε, ἀλλ’ ὅτι δοκεῖ τοῖς πολλοῖς, οἳ τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὁρίζονται, ὡς εἴρηκε πρὸ ὀλίγου· ἀφῇ δὲ ἀναίσθητον τὸ μὴ στερεὸν μηδὲ ἀντιτυπίαν ἔχον φησίν, ὥσπερ καὶ τὸ ταῦτα ἔχον αἰσθητὸν ἀφῇ, ὡς ἔχει γῆ καὶ ὕδωρ πρὸς ἀέρα.

[*](p. 319b21)

Ἑv δὲ τούτοις ἄν τι ὑπομένῃ τὸ αὐτὸ πάθος ἐναντιῶ. σεως ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι.

Νῦν μὲν τὴν προειρημένην ἀπορίαν γυμνάζει, ὃ δέ φησι τοῦτό ἐστι. τῶν εἰς τὰ ἐναντία μεταβαλλόντων, ἐὰν κοινόν τι πάθος ὑπομείνῃ, ὡς ἐπὶ τοῦ ὕδατος καὶ ἀέρος * * * ἡ γὰρ ὕλη εἰς τὰ ἐναντία μεταβάλλει ἀὴρ [*](2 ἐστὶ om. GTa 3 ἡ om. T 4 κατὰ πάθη R 5 τἀναντία Z 7 μεταβάλλοι GTa 9 τὸ om. a 9. 12 μεταβολήν. τὸ δὲ ὅταν τὸ ὅλον μεταβάλη εἴρηκεν omisso hic, ut solet, lemmate a 10 et 12 μεταβάλλῃ GT (Ar. vulg.) 12 δὲ delevit a 14 ὅλον R: ὅλου (GTZ)a 15. 18 μεταβολήν. τὸ δὲ μάλιστα εἴρηκεν οὐχ ut, solet a 16 γίνεται (sic) GRT: γένηται Z 17 ἡ ἀφῇ GT: ἧ ἀφῇ Z: ἡ ἁφὴ R 18, 19 οἱ τὼ αἰσθητοῦ (sic) R 19. 20 ὡς πρὸ ὀλίγου εἴρηκε Z 23 ἐάν τι a πάθος τὸ αὐτὸ Za Arist. 24 καὶ τῶ RZ: καὶ GT: καὶ ἐν τῷ a 25 τὴν προειρημένην μὲν ἀπορίαν γυμνάζειν (sic) νῦν a τουτέστι R 26 τἀναντία Ζ ἐάν τι κοινὸν GTa 27 lacunam indicavi: οὐ δεῖ τοῦτο νομίζειν θατέρου μόνου πάθος supplet a)

68
καὶ ὕδωρ γινομένη· εἰς θερμὸν γὰρ καὶ ψυχρόν, ἅπερ ἐναντία τυγχάνει. [*](16r) ἐναντίωσιν δὲ ἢ τὰ σώματα ὑπὸ ἐναντίων διαφορῶν εἰδοποιούμενα εἴρηκεν, ἢ ἐναντίωσιν μὲν ἄκουε αὐτὰς τὰς ἐναντίας διαφοράς, πάθος δὲ ὃ θάτερόν ἐστι μέρος τῆς ἐναντιώσεως, ὅπερ τὸ αὐτὸ μένει ἔν τε τῷ γινομένῳ καὶ τῷ φθαρέντι. κοινῶς δὲ εἰπὼν ἐπὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος τὸ εἰ ἄμφω διαφανῆ, ἐπήνεγκε τὸ ᾗ ψυχρά, οὐχ ὡς τοῦ ἀέρος ψυχροῦ τὴν φύσιν ὄντος, ἀλλ’ ὡς ἐπὶ παραδείγματος τὸν λόγον προαγαγών. ἀληθέστερον δὲ ἦν εἰπεῖν ‘ᾖ ὑγρά᾿ ἄμφω γὰρ ὑγρά. δυνατὸν δὲ τὸ ᾗ ψυχρὰ ὡς ἐν ὑποδείγματι εἰς ἕτερα στοιχεῖα τοῦ λόγου μεταβαίνοντος ἀκούειν, ὡς ἐπὶ γῆς καὶ ὕδατος· ἄμφω γὰρ ψυχρά. ἐν τῇ εἰς ἄλληλα οὖν τούτων μεταβολῇ ὑπομένει τὸ ψυχρόν.

[*](p. 319b26)

Εἰ μὲν οὗν τούτου μὴ πάθος ἦν καθ᾿ αὑτὸ ἡ μουσική.

Ὅ φησι διὰ τούτων τοιοῦτόν ἐστιν. ἡ μεταβολή, φησί, τοὐ ἀέρος εἰς ὕδωρ οὐκ ἔστιν ἀλλοίωσις, ἐπειδὴ ἐκεῖνο καθ’ ὅ ἐστιν ἡ μεταβολή, κατὰ θερμὸν δὲ καὶ ψυχρὸν δηλονότι, οὐκ ἔστι πάθος τοῦ μεταβάλλοντος καθ’ αὑτό. ἔστι δὲ τὸ μεταβάλλον τὸ διαφανές. τὸ γὰρ θερμὸν καὶ ψυχρὸν πάθος οὐκ ἂν λεχθείη τοῦ διαφανοῦς εἶναι, εἰ μὴ κατὰ συμβεβηκός, τῷ αὐτά, τό τε θερμόν φημι καὶ τὸ ψυχρόν, τῇ αὐτῇ ὑπάρχειν ὕλῃ. ὅταν γὰρ πάθος καθ’ αὑτὸ ὑπάρχῃ τοὐ μεταβάλλοντος τὸ καθ’ ὃ γίνεται ἡ μεταβολή, ἀλλοίωσίς ἐστι τηνικαῦτα, ὡς ἔχει ἐπὶ τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου. κἀνταῦθα γάρ, εἰ μὴ τὸ μουσικὸν πάθος καθ’ αὑτὸ ὑπῆρχε τοῦ ἀνθρώπου, ἀλλ’ ἦν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐκείνου πάθος οὗ καὶ ἄνθρωπος πάθος ὑπῆρχεν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ διαφανοῦς ἐλέγετο ὑπάρχειν, οὐκ ἦν ἄν ἀλλοίωσις ἡ ἐκ μουσικοῦ εἰς ἄμουσον μεταβολή, ἀλλὰ γένεσις, καθάπερ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολή. νῦν δὲ ἐπειδὴ ἀνθρώπου πάθος καθ’ αὑτὸ τὸ μουσικὸν καὶ τὸ ἄμουσον, τοῦ μὲν ἀνθρώπου ἀλλοίωσις ὑπάρχει ἡ κατὰ τὸ μουσικὸν καὶ ἄμουσον μεταβολή, τοὐ δὲ ὅλου τούτου τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου ἀνθρώπου [*](16v) γένεσις καὶ φθορά· τὶς γὰρ γένεσις ἡ ἀλλοίωσις ἐλέχθη εἶναι.

Τὴν δὲ λέξιν ὑπερβατῶς συντεταγμένην καὶ ταύτῃ ἀσαφῆ οὖσαν οὕτως ἀναγνωστέον ‘εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ’ αὑτὸ ἡ μουσικὴ καὶ ἀμουσία, τοῦ μὲν γένεσις ἦν ἂν τοῦ δὲ φθορά᾿, εἶτα ἐφεξῆς τὸ ‘νῦν δὲ πάθος τοῦτο τοῦ ὑπομένοντος᾿, καὶ τότε τὸ ‘διὸ ἀνθρώπου μὲν ταῦτα πάθη, ἀνθρώπου δὲ μουσικοῦ καὶ ἀνθρώπου ἀμούσου γένεσις καὶ φθορά᾿, εἶθ’ ὕστερον τὸ ‘διὸ ἀλλοίωσις ταῦτα᾿ ἡ γὰρ τοῦ μουσικοῦ [*](2 εἰδοπεποιούμενα (sic) GT 3 ἀκοῦ ἑαυτὰς a ἐναντίας οm. Z 4 μένειν RT ἔν τε] ἐν a 5 τοῦ (post καὶ) om. (G)a 6 ἡ ψυχρά Aristot. libri 8 prius δὲ om. T1 δύναται a 14. 15 καθ’ ὃ ἡ μεταβολή ἐστι, κατὰ θερμὸν δέ ἐστι καὶ ψυχρὸν, δῆλον ὅτι οὐκ a 18 αὐτά τε τὸ θερμόν libri: correxi τὸ (post καὶ) om. Z 21 εἰ om. add. T2 23 ὑπῆρχεν πάθος tr. et τὸ θερμὸν καὶ om. Z 27 καὶ τὸ ἄμουσον GTa 32 καὶ ἡ ἀμουσία a Ar. 33 τούτου τοῦ Z τὸ R: om. cett.)

69
καθὸ μουσικός ἐστι γένεσις λεγομένη ἀλλοίωσίς ἐστιν. ἴσως δὲ καὶ κατὰ 16v γραφικὸν πταῖσμα παρεντεθὲν τὸ διὸ ἀλλοίωσις ταῦτα αἴτιον ἀσαφείας γέγονε, καὶ χωρὶς αὐτοῦ τῆς διανοίας σῳζομένης.

[*](p. 319b31)

Ὅταν μὲν οὖν κατὰ ποσὸν ᾖ ἡ μεταβολή.

Διὰ τούτων νῦν ὁ Ἀριστοτέλης διδάσκει ὅτι οὐ πᾶσα ἡ κατὰ συμβεβηκὸς μεταβολὴ τοῦ ὑποκειμένου καὶ αἰσθητοῦ ἀλλοίωσις, ὡς ἄν τις ἐκ τῶν προειρημένων ἔδοξεν ἀκούειν. καὶ γὰρ τὸ τηλικούτῳ αὐτῷ εἶναι συμβεβηκός ἐστι, καὶ ἡ κατὰ τοῦτο ἐναντίωσις μέγεθός ἐστι καὶ σμικρότης, ταῦτα δὲ τοῦ ποσοῦ, οὐ τῆς ποιότητος. εἰ οὖν κατὰ τὴν ἐν τῷ ποσῷ ἐναντιότητα μεταβάλλει τὸ ὑποκείμενον αἰσθητὸν ὄν, αὔξησις καὶ μείωσις ἡ τοιαύτη μεταβολή· εἰ δὲ κατὰ πάθος καὶ κατὰ τὴν παθητικὴν ποιότητα γένοιτο ἡ μεταβολή, ἀλλοίωσις· εἰ δὲ καὶ κατὰ τόπον καὶ τὴν κατὰ τοῦτον ἐναντίωσιν, φορὰ ἡ τοιαύτη ἔσται μεταβολή. ταῦτα μὲν οὖν τὰ καθ’ ἃ γέγονεν ἡ μεταβολή, ὑπομενούσης τῆς αἰσθητῆς οὐσίας ἡστινοσοῦν, συμβεβηκότα ὑπάρχει· ὅταν δέ, φησί, μηδὲν ὑπομένῃ αἰσθητὸν οὗ πάθος ἢ συμβεβηκός τί ἐστι καθ’ ὃ ἡ μεταβολὴ γέγονε τὸ γὰρ θάτερον τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται σημαίνει), τότε γένεσίς ἐστι καὶ φθορά.

[*](p. 320a2)

Ἔστι δέη ὕλη μάλιστα μὲν κυρίως τὸ ὑποκείμενον.

Ἐνταῦθα τὴν ἀκριβῆ δόξαν Ἀριστοτέλους ἔχεις περὶ τοῦ τῆς ὕλης σημαινομένου. κυρίως μὲν γάρ, φησίν, ὕλη λέγεται τὸ τῇ οὐσίᾳ ὑποκείμενον καὶ τῇ κυρίως γενέσει καὶ φθορᾷ, ἤδη δὲ καὶ πᾶν ὕλη ἐστὶν ἐκείνου ᾧτινι εἰς μεταβολὴν ὑπόκειται. ὡς γὰρ τοῦ γίνεσθαι μετέχει πάντα τὰ μεταβάλλοντα, οὕτως καὶ ὕλης· τὸ γὰρ ἐναντίων τινῶν ἐπιδεκτικὸν ὕλη ἐκείνου. ταύτῃ ἄρα καὶ ἡ κατ’ ἐνέργειαν οὐσία καὶ ἡ αἰσθητή, ὕλη ἐστὶν ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φθορᾶς, ὥσπερ προείρηται.

[*](p. 320a8)

Περὶ δὲ αὐξήσεως εἰπεῖν, τίνι τε διαφέρει γενεσεως καὶ ἀλλοιώσεως.

Eἰπὼν περὶ γενέσεως καὶ ἀλλοιώσεως, τί τε ἑκατέρα καὶ τίνι ἀλλή- [*](2 ταῦτα] τοιαῦτα Ar. 4 κατὰ τὸ ποσὸν e vulg. Aristotele a ἡ om. R 5 τοῦτον R1 7 τὸ Za: τῶ cett. αὐτῷ om. add. T2 8 μικρότης R 11 κατὰ τὸ πάθος a alterum κατὰ om. Z τὴν om. R 12 καὶ prius om. Z τοῦτον Za: τοῦτο GRT 15 ὑπάρχει Ra: ὑπάρχειν cett. οὐ τὸ πάθος GT 16 τὸ καθ’] τὸ καὶ καθ’ Z 18 ἡ om. a et Ar. vulg. καὶ κυρίως GTa et Ar. vulg. 19 ἀριστοτλ΄ ἔχει Z 20 ὅλη R 21 ἐκείνου ἐκείνου 23 οὕτω a ἐναντίον RT ἐπιλεκτικὸν a 25 καὶ prius om. R φορᾶς a 26 ἔστιν RZ: λοιπὸν GTa Arist. τίνι] τι Ar. (praeter cod. L) τε] τὸ R 28 Εἰπὼν—ἀλλοιώσεως om. R, et pergit τί τε ἑκατέρα)

70
λῶν διαφέρουσι, μέτεισιν ἐπὶ τὸν περὶ αὐξήσεως λόγον, ὅσπερ ἐστὶ τρίτος [*](16v) τρόπος μεταβολῆς. δύο δέ ἐστιν ἃ προτίθεται ζητῆσαι, τίνι τε διαφέρει τῶν ἄλλων μεταβολῶν ἡ αὔξησις καὶ ἡ μείωσις, καὶ πῶς αὔξεται τὰ αὐξόμενα· ἐν ᾧ ζητήσει τίς ἡ ὑποκειμένη ὕλη τῇ αὐξήσει, καὶ πῶς ἡ προσθήκη γίνεται τῷ αὐξανομένῳ, καὶ τί τὸ αὐξόμενον, καὶ τί τὸ αὖξον. ἀλλὰ πρῶτον νὺν προτίθεται εἰπεῖν πῇ διαφέρει γενέσεως καὶ ἀλλοιώσεως, προϊὼν δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς διακρίνει, εἰ καὶ μὴ κατὰ πρῶτον λόγον, ἀλλ’ οἱονεὶ κατὰ πάρεργον. ὁ γὰρ περὶ τῆς κατὰ τόπον μεταβολῆς λόγος οὐκ ἴδιος τῆς Περὶ γενέσεως καὶ φθορᾶς πραγματείας, διὸ μᾶλλον εὐκαιρότερον ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ τέλειον τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον. ζητεῖ δὲ πότερον καθ’ ἕν τι μόνον διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως ἢ κατὰ πλείονα. ἵνα δὲ τοῦτο γνῶμεν, εἰδέναι χρὴ ὡς τῶν ποιητικῶν τεχνῶν αἱ μὲν κατὰ τὴν ὕλην μόνον διαφέρουσιν ἀλλήλων, οὐ μὴν κατ’ εἶδος, ὡς χαλκευτικὴ καὶ ἀργυροχοϊκή (ὕλης διαφόρου οὖσαι, τῇ μὲν γὰρ χαλκὸς ὑπόκειται τῇ δὲ ἄργυρος, τοῦ αὐτοῦ σχεδὸν εἴδους εἰσὶ δημιουργικαί· ἑκατέρα γὰρ ξέστην φέρε ποιεῖ καὶ πινάκιον καὶ τὰ παραπλήσια), αἱ δὲ κοινωνοῦσαι κατὰ τὴν ὕλην | διαφέρουσι [*](17r) κατ’ εἶδος, ὡς τεκτονικὴ καὶ ναυπηγική (ὕλη μὲν γὰρ ἀμφοῖν κοινὴ τὰ ξύλα, εἶδος δὲ ἡ μὲν τὸ τοῦ πλοίου ποιεῖ ἡ δὲ τὸ τῆς θύρας ἢ τὸ τοῦ ἀβακίου), αἱ δὲ καὶ ὕλῃ διαφέρουσι καὶ εἴδει, αἵτινες καὶ πάντῃ κεχωρισμέναι εἰσίν, ὡς τεκτονικὴ καὶ ἰατρική· ἡ μὲν γὰρ ὕλην ἔχει τὰ ξύλα ἡ δὲ τὰ ἀνθρώπινα σώματα, καὶ ἡ μὲν τὸ τῆς θύρας ἢ τὸ τοῦ θρόνου εἶδος ποιεῖ ἡ δὲ τὴν ὑγίειαν τῶν ἡμετέρων σωμάτων. δεῖ τοίνυν περὶ γενέσεως καὶ αὐξήσεως τίνι διαφέρουσι ζητοῦντα ἰδεῖν * * * ἢ κατ’ ἄμφω διαφέρουσι καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. φημὶ οὖν ὅτι πᾶσαι αἱ μεταβολαὶ καὶ κατ’ ἄμφω ἀλλήλων διαφέρουσιν. ὕλῃ μὲν γὰρ διαφέρουσι, διότι ἄλλη ἐν ἄλλῃ κατηγορίᾳ ὑφίσταται· ἡ μὲν γὰρ αὔξησις καὶ μείωσις ὑπὸ τὸ ποσόν, ἡ δὲ γένεσις περὶ οὐσίαν, ἀλλοίωσις δὲ περὶ τὸ ποιόν. ὅπερ ἐσήμανεν εἰπὼν ἐν τῷ περὶ ὅ· περὶ τοῦτο γὰρ ἕκαστον τῶν μεταβαλλόντων μεταβάλλει, ὑφ’ ὃ ὁ τρόπος τῆς μεταβολῆς ἀνάγεται· οἷον τὸ γινόμενον καὶ φθειρόμενον περὶ οὐσίαν δηλονότι μεταβάλλει, ὑφ’ ἣν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἀνάγεται. οὕτως δὲ κἀπὶ τῶν ἄλλων. αὕτη μὲν ·οὖν προφανὴς αὐτῶν ἡ διαφορά. ὅτι δὲ καὶ κατ’ εἶδος διαφέρουσι, παντὶ δῆλον. τῆς μὲν γὰρ γενέσεως εἶδος τὸ εἰς οὐσίαν ἀγαγεῖν τὸ γινόμενον, τῆς δὲ ἀλλοιώσεως τὸ μεταβολὴν κατὰ τὰς παθητικὰς ἐργάσασθαι ποιότητας, οἷον θερμᾶναι ἢ ψῦξαι ἢ ἐρυθρὸν ἢ λευκὸν ποιῆσαι ἤ τι τῶν [*](1 ὥσπερ GT 3 ἡ alterum om. Z 5 αὐξομένῳ R 8 τόπον] τὸ ποιὸν Z 12 τοῦτο] τοῦ a 14 γὰρ om. T 15 ἀργυ(??) R 16 ξεστὴν R 17 παραπλησία a 20 ἀββακίου Z φέρουσι T 23 εἶδος om. Z ὑγείαν Z 24 αὐξήσεως καὶ γενέσεως Z τίνι Ra: ὡς τίνι GT: ὦ τίνι Z lacunam signavi: πότερον καθ’ ἕτερον μόνον supplet a ἢ] εἰ Z 26 καὶ om. R 27 ἐν ἄλλη κατηγορία ἄλλη Z 32 καὶ (post ἣν) om. Z οὕτω δὲ καὶ ἐπὶ a 33 ἡ om. R 34 δῆλον παντί Z 36 ποιότητα a θερμάναι R: θερμῆναι a ψύξαι libri)
71
παραπλησίων, τῆς δὲ κατὰ τὸ ποσὸν προσθεῖναι τῷ μεγέθει ἢ ὑφελεῖν, [*](17r) τῆς δὲ κατὰ τόπον τὸ ἄνω ποιῆσαι ἢ κάτω ἢ κατά τινα τῶν ἄλλων διαστάσεων. ταῦτα μὲν οὖν ὡς ὡμολογημένα παρῆκε. ζητεῖ δὲ μήποτε καὶ ὁ τρόπος τῆς μεταβολῆς διαφέρει, ὁ τῆς αὐξήσεως τοῦ τῆς γενέσεως καὶ ἀλλοιώσεως. φησὶ δὲ καὶ κατὰ τοῦτον διαφέρειν ἀλλήλων τὰς μεταβολάς, καὶ τὴν διαφορὰν προστίθησι. τὸ μὲν γὰρ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι μετέρχεται τόπον. τὸ γὰρ ἐν τῇ Φυσικὴ ἀποδεδειγμένον, ὅτι χρὴ πάντως τὴν κατὰ τόπον μεταβολὴν προηγήσασθαι καὶ ἀλλοιώσεως καὶ τῶν ἄλλων μεταβολῶν, ἄλλο τί ἐστι παρὰ τὸ νῦν διδασκόμενον. ἐκεῖ μὲν γὰρ ἐλέγετο ὅτι ἀνάγκη ἐπὶ πάσης μεταβολῆς κατὰ τόπον τινὰ κίνησιν γενέσθαι, οὐ πάντως αὐτοῦ τοῦ ἀλλοιουμένου ἢ γινομένου, ἀλλ’ ἄλλου τινός, οἷον τοῦ ἀλλοιοῦντος (δεῖ γὰρ τὸν ἥλιον κατὰ τόπον κινηθῆναι, ἵνα ἀλλοιώσῃ τὸν περὶ ἡμᾶς ἀέρα), νῦν δὲ ὁ λόγος φησὶν ὅτι ἐν τῷ ἀλλοιοῦσθαι τὸ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης αὐτὸ τόπον ἐκ τόπου ἀμείβει. ὡσαύτως δὲ οὐδὲ τὸ γινόμενον καὶ φθειρόμενον ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐδὲ γὰρ τὸ ψιμύθιον ἐκ μολίβδου γινόμενον μεταλλάττει τὸν τόπον, οὐδὲ τὸ γάλα ἐξ αἵματος γεννώμενον, οὐδὲ ἄλλα πολλὰ τῶν τοιούτων. τὸ δὲ αὐξόμενον καὶ φθῖνον ἐξ ἀνάγκης καὶ κατὰ τόπον ποιεῖται μεταβολήν, οὐ τῷ τόπον ὅλον ἐκ τόπου ἀμείβειν, ὥσπερ τὸ φερόμενον, ἀλλὰ τῷ προσεπιλαμβάνειν ἕτερον ἐφ’ ᾧ κατεῖχεν ἐξ ἀρχῆς κατὰ τὰς αὐξήσεις, ἤγουν εἰς ἐλάττονα συστέλλεσθαι κατὰ τὰς φθίσεις, ἐοικὸς κατά γε τοῦτο τῷ ἐλαυνομένῳ. καὶ ἔχεις ἤδη τὴν αὔξησιν τῆς κατὰ τόπον μεταβολῆς διακεκριμένην. ὥσπερ γὰρ τὸ ἐλαυνόμενον ἐπέχον ὃν ἐξ ἀρχῆς εἶχε τόπον ἐπιλαμβάνει ἕτερον, οὕτως ἔοικε καὶ τὸ αὐξόμενον κατὰ τόπον μεταβάλλειν. οὐ μὴν ἀλλὰ καὶ τούτου διαφέρει. τὸ μὲν γὰρ ἐλαυνόμενον κατὰ μίαν διάστασιν αὐξῆσαν τὸν τόπον κατὰ τὴν ἑτέραν ἐξ ἀνάγκης μειοῖ, καὶ ἔμπαλιν ἐὰν κατὰ μίαν ἢ δύο διαστάσεις πλείονα ἐπιλάβῃ τόπον, κατὰ τὴν λοιπὴν ἢ τὰς λοιπὰς διαστάσεις ἀνάγκη μεθεῖναι τοῦ προτέρου τόπου· τὸ δὲ αὐξόμενον καὶ μειούμενον κατὰ τὰς τρεῖς διαστάσεις ὁμοίως ἔχει, ἢ ἐπιλαμβάνον ἕτερον ἢ μειοῦν τὸν ἐξ ἀρχῆς. ἀλλ’ ἆρα, φησί, μὴ τῇ σφαίρᾳ κύκλῳ κινουμένῃ ἔοικε τὸ αὐξόμενον ἐν τῇ κατὰ τόπον μεταβολῇ; ὥσπερ γὰρ τὸ αὐξόμενον ἐν τῷ ἐξ ἀρχῆς τόπῳ μένον μεταβάλλει κατὰ τὰ μέρη, οὕτω καὶ ἡ σφαῖρα δοκεῖ ἔχειν. ἢ καὶ ταύτης διαφέρει; ἡ μὲν γὰρ σφαῖρα ἐν τῷ ἴσῳ τόπῳ ὅλη μένουσα τὰ μόρια ἔχει μεταβάλλοντα κατὰ τόπον, τὰ δὲ τοῦ αὐξομένου [*](1 κατὰ ποσὸν R: fort, κατὰ ποσὸν τὸ ἀφελεῖν T2Z 3 οὖν om. Z 4 διαφέρη R ὁ om. add. Τ2; item mox καὶ (post δὲ) 5 τοῦτο a 8 Φυσικῇ Θ 7 II καὶ κατὰ GT 13 τὸ ἥλιον a 15 ἀμοίβει GT1 16. 17 οὑδὲ γὰρ—τὸν τόπον om. mrg. add. T2 16 ψιμμίθιον T2Z: ψιμίθιον a 17 μολύβδου a 20 τῳ] τὸ T προεπιλαμβάνειν R 21 εἰς] εἰ T 22 φθίσις a 24 ἐπιλαμβάμενει νεῖν R 27 (??) R: νειοὶ G 28 λοιπὰς δύο διαστάσεις a 30 τὰς om. (G)a 31 τὸν] τῶν GRT 33 κατὰ μέρος Z 34. 35 μένουσα ὅλη a)
72
μόρια ἐπὶ πλείω τόπον ἐκτείνεται, εἰς ἔλαττον δὲ συστέλλεται τὰ τοῦ [*](17r) μειουμένου. δῆλον δὲ ὅτι καὶ γενέσεως καὶ ἀλλοιώσεως ἐντεῦθεν διακέκριται. κριταὶ. οὔτε γὰρ τὸ γινόμενον ἐξ ἀνάγκης τόπον ἀμείβει, τὸ δὲ αὐξόμενον κατὰ τὸν εἰρημένον τρόπον διάφορον ἐπιλαμβάνει τόπον· καὶ τὸ μὲν γινόμενον ἄλλο γίνεται τὸ δὲ ἀλλοιούμενον ἀλλοῖον, τό γε μὴν αὐξόμενον ἢ φθῖνον οὕτε ἄλλο οὔτε ἀλλοῖον, τῷ ποσῷ δὲ μόνῳ προστίθησιν, ὡς Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξε. τῷ γὰρ τετραγώνῳ γνώμονος περιτεθέντος ηὔξηται μὲν τὸ ὅλον, ἀλλοιότερον δὲ οὐ γέγονεν· ἔμεινε γὰρ πάλιν τετράγωνον.

[*](p. 320 a 15)

Ἀμφότερα δὲ ἐκ δυνάμει ὄντων εἰς ἐντελέχειαν μεταβολὴ τῶν εἰρημένων ἐστίν.

Περὶ τριῶν εἰπὼν μεταβολῶν, τῆς γενέσεως τῆς ἀλλοιώσεως τῆς αὐξήσεως, ἐπήγαγεν ἀμφότερα, ἢ ταὐτὸν σημαίνων τῷ πάντα, ἢ ἀμφότερα εἶπεν τό τε κατ’ οὐσίαν μεταβάλλον, δι’ οὗ τὸ γινόμενον σημαίνεται, καὶ τὸ κατὰ συμβεβηκός, ὅπερ κοινόν ἐστιν αὐξομένου καὶ ἀλλοιουμένου. κοινὸν οὖν φησιν ἐπὶ ἑκάστης τῶν μεταβολῶν τὸ ἐκ δυνάμει τοιούτου εἰς τὸ ἐντελεχείᾳ μεταβάλλειν· ἐκ δυνάμει γὰρ οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν ἡ γένεσις, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. τὸ δὲ ἀλλὰ καὶ ὥς, τουτέστι τῷ τρόπῳ τῆς μεταβολῆς.

[*](p. 320a27)

Περὶ δὲ ὃ ἡ μεταβολή ἐστι καὶ τῆς αὐξήσεως καὶ τῆς φθίσεως.

Eἰπὼν τὴν διαφορὰν ᾗ διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως, ἐπὶ τὰ λοιπὰ τῶν προτεθέντων μέτεισιν. ἦσαν δὲ τρία τὸν ἀριθμόν, τίς τε ἡ τῆς αὐξήσεως ὕλη, καὶ τί τὸ ποιητικὸν αἴτιον καὶ τὸ γινόμενον (τουτέστι τί τὸ αὖξον καὶ αὐξόμενον), καὶ τίς ὁ τρόπος καὶ αὐτὴ ἡ ἐνέργεια καθ’ ἣν ἡ αὔξησις γίνεται. καὶ πρότερον ζητεῖ τί ποτέ ἐστι τὸ [*](17v) ποσὸν τοῦτο ὅπερ ὕλη τῆς αὐξήσεως γίνεται, πότερον δυνάμει σῶμα καὶ μέγεθος ἐνεργείᾳ δὲ ἀσώματόν τε καὶ ἀμέγεθες, ἢ ἐνεργείᾳ σῶμα, ὅπερ ἀκόλουθον ὂν ἐπαγαγεῖν παρῆκεν ὡς ἐξ ἀνάγκης προσυπακουόμενον. καὶ δείκνυσι κατὰ πάντα τρόπον ἀδύνατον ὂν δυνάμει μὲν εἶναι σῶμα ἐντελεχείᾳ δὲ ἀσώματον, ὡς ὑπολείπεσθαι ἐξ ἀνάγκης τὸ ἕτερον, τὸ ἐνεργείᾳ [*](1 ἐλάττω R: fort. ἐλάττονα 6 φθεῖνον R μόνον a 6. 7 ὡς ὁ Ἀριστοτέλης a 7 ἐν Κατηγορίαις c. 8 p. 11a 5 sqq. ἐν ταῖς κατηγορίαις Z 8 ἀλλοιώτερον GT1 9, 12 τετράγωνον. εἰπὼν δὲ περὶ τῶν τριῶν μεταβολῶν a 10 ἐντελέχειαν RT2: τελείαν GT1: ἐνδελέχειαν Z 11 ἐστὶ R 13 ἦ ταὐτὸν T σημαινομένων R 16, 17 ἐνδελεχεία utrobiqiie Z 20 ὃ ἡ μεταβολή ἐστι καὶ GRTZ: ὅ ἐστιν ἡ μεταβολή a; cf. Aristot. libri τῆς αὐξήσεως RZ: ἡ τῆς αὐξήσεως GTa 23 τῶ ἀριθμῶ (corr. ex τῶν ἀριθμῶν) R 25 καὶ τὸ αὐξόμενον Z 29 ὃν om. add. T2 30, 31 ἐνδελεχεία Z)

73
εἶναι σῶμα τὴν τῆς αὐξήσεως ὕλην. εἰ γάρ, φησί, δυνάμει σῶμα ἐνεργείᾳ [*](17v) δὲ ἀσώματον λέγοιμεν εἶναι τὸ ἐξ οὗ ἡ κατὰ ποσὸν μεταβολὴ γίνεται, ἀνάγκη τοῦτο ἢ αὐτὸ καθ’ αὑτὸ ὑφεστηκέναι χωριστὴν ἔχον φύσιν, ἢ ἐν ἑτέρῳ τινὶ εἶναι σώματι. εἰ μὲν οὖν ἐνεργείᾳ χωριστὸν εἴη μὴ ὂν σῶμα, ἢ στιγμὴ ἢ κενὸν ἔσται τόπον μηδένα κατέχον, ἢ σῶμα οὐκ αἰσθητόν, τουτέστι μηδεμίαν ἔχον αἰσθητὴν διαφοράν. τὸ μὲν οὖν στιγμὴν ἢ κενὸν ὑποτίθεσθαι προφανὲς ἔχει τὸ ἀδύνατον. οὔτε γὰρ αὐτὸ καθ’ αὑτὸ ὑποσταίη ἄν σημεῖον ἢ κενόν (ἀποδέδεικται γὰρ μὴ εἶναι κενὸν ὅλως, καὶ τὸ σημεῖον ἀεὶ ἐν σώματι καὶ μεγέθει ἔχει τὸ εἶναι), ἄλλως τε δὴ ἄτοπον ἐκ σημείου φάσκειν τὸ μέγεθος αὔξεσθαι· καὶ οὕτως γὰρ πάλιν κενὸν εἰσάξομεν. εἰ γὰρ τὸ αὐξόμενον μείζονα ἐπιλαμβάνει τόπον, δῆλον ὅτι ὁ τόπος ὃν ἐπελάβετο αὐξηθὲν ἢ κενὸς ἦν πρὸ τούτου, καὶ οὕτως πάλιν ἐνεργείᾳ τὸ κενὸν ἔσται, ἢ ἔσται σῶμα μὴ ὃν ἐν τόπῳ, ὧν ἑκάτερον ἀδύνατον. πῶς δ’ ὅλως τὸ σημεῖον τῷ αὐξομένῳ προστεθὲν μεῖζον τὸ ὅλον ἐποίησεν; εἴπομεν γὰρ πολλάκις ὡς μυρία ἀμερῆ ἐπισυντιθέμενα ἀλλήλοις μέγεθος οὐ ποιήσει. ὅλως δὲ τὸ σημεῖον δυνάμει σῶμα οὐκ ἔστι, σώματος δέ τι. οὔτε ἄρα κενὸν οὔτε στιγμὴν ἐνδέχεται εἶναι τὸ ἐξ οὗ ἡ αὔξησις γίνεται, ὅπερ δυνάμει εἶναι σῶμα ὑπόκειται. εἰ δὲ οὐκ αἰσθητὸν εἴη ἀλλ’ ἄποιον σῶμα, ὁποῖόν ἐστι τὸ τριχῇ διαστατόν, ἀνάγκη τοῦτο ἐν τόπῳ εἶναι· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστί. καὶ ἄλλως ἐπεὶ καὶ τὸ ᾧ προσκρίνεται τόπον τινὰ προσλαμβάνει, καὶ τὸ προσκριθὲν ἄρα τόπον τινὰ ἐπεῖχε καὶ ἄποιον ἦν, καὶ διὰ τοῦτο ἀναίσθητον· οὐδὲ γὰρ ἡ πεποίωται καὶ αἰσθητά ἐστι τὰ σώματα, ἐν τόπῳ ἐστίν (ἀσώματοι γὰρ καὶ ἀμεγέθεις αἱ ποιότητες), ἀλλ’ ᾗ τριχῆ διαστατά ἐστιν. ὥστε κἄν μὴ αἰσθητόν τι εἴη σῶμα μηδὲ ποιότητος μετέχῃ, ἐν τόπῳ εἶναι αὐτὸ ἀνάγκη. τῷ γὰρ σώματι τὸ εἶναι ἐν τόπῳ παρὰ τοῦ διαστήματος ὑπάρχει· ἀπὸ μὲν γὰρ τῆς ποιότητος ἡ τῶν τόπων διαφορὰ τοῖς σώμασιν ὑπάρχει (διὰ ταύτας γὰρ τὰ μὲν ἄνω ἐστὶ τὰ δὲ κάτω), τὸ δὲ ὅλως ἐν τόπῳ εἶναι ἀπὸ τοῦ διαστήματος· ἴσον γὰρ δεῖ τὸ ἐν τόπῳ σῶμα εἶναι τῷ περιέχοντι αὐτὸ τόπῳ, τὸ δὲ ἴσον τοῦ ποσοῦ. ἀνάγκη ἄρα, κἄν ἄποιον εἴη τι σῶμα καὶ ἀναίσθητον, ἐν τόπῳ εἶναι. πάλιν δ’ αὖ εἰ ἐν τόπῳ εἴη, ἀνάγκη πᾶσα ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἢ κατὰ φύσιν ἐν ἑκατέρῳ ἢ παρὰ φύσιν, καὶ οὕτως ἕν τι τῶν πεποιωμένων εἶναι σωμάτων. εἶπον γὰρ ὡς ἀπὸ τῆς ποιότητος ἔχουσι τὰ σώματα τὸ ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἐν ἑκατέρῳ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὑπάρχον κατὰ φύσιν ἢ ἀὴρ ἔσται ἢ πῦρ, παρὰ φύσιν δὲ ὕδωρ ἢ γῆ. ὡσαύτως καὶ εἰ κάτω εἴη, [*](3 ἔχων R 6 οὐδεμίαν Z 9 δὴ] δὲ Z 10 οὕτω a 11 μείζονα om. Z 12 ἢ om. a οὕτω Za 13 τὸ κενὸν ἐνεργεία Z 19 οἷον Z 22 πεποίηται GT1 25 μετέχοι(??) R 27 ἐν τοῖς σώμασιν Z 29 αὐτὸν GRT 30 κἄν] οὐκ ἄν R 31 post ἀνάγκη deleta ἄρα κἀν ἄποιον εἴη R 32 ἡ κατὰ] ἡ κατὰ a 33 πεποιημένων ’ 34 ἡ (ante ἄνω) om. Z ἢ κάτω εἶναι traicit R 36 δὲ ἢ ὕδωρ ἢ GTa)
74
ἢ κατὰ φύσιν ἄν γῆ ἢ ὕδωρ ἔσται, ἢ παρὰ φύσιν ἀὴρ ἢ πῦρ ὑπάρχει. [*](17v) εἰ δὲ τοῦτο, οὐκέτι ἄποιον ἔσται σῶμα, ἀλλ’ αἰσθητόν τε καὶ τῶν τεσσάρων ἕν τι. ταῦτα δὲ ὡς σαφῆ ὄντα παρῆκεν ὁ Ἀριστοτέλης. ἀδύνατον ἄρα ἄποιον εἶναι σῶμα ὡς χωριστὸν ὂν τὸ τῇ αὐξήσει ὡς ὕλη ὑποκείμενον.

Ἱτέον οὖν ἐπὶ θάτερον μέρος τῆς διαιρέσεως, ζητοῦντας μήποτε δυνάμει ὂν σῶμα ἔν τινι ἐστὶ καὶ οὐ καθ’ αὑτὸ ὑφεστηκός. τοῦτο δὲ τὸ ἔν τινι οὐκ ἀναγκαῖον διελεῖν εἴς τε τὸ ἐν αὐτῷ τῷ αὐξομένῳ καὶ εἰς τὸ ἐν ἄλλῳ· κοινὸν γὰρ ὁμολόγημα ὅτι τὸ αὐξόμενον προσιόντος τινὸς ἔξωθεν αὔξεται· ὥστε ἐν ἄλλῳ καὶ οὐκ ἐν τῷ αὐξομένῳ. εἰ οὖν ἐν ἄλλῳ εἴη ἡ τῆς αὐξήσεως ὕλη, ἥτις καὶ δυνάμει σῶμα ὑπόκειται, ἀνάγκη πάλιν ἤτοι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε πάθος ἐν αὐτῷ εἶναι μηδὲ συντελοῦσαν αὐτῷ τι πρὸς τὸ εἶναι, ἢ οὖσαν ἐκείνου μέρος ἢ ἁπλῶς τι. εἰ μὲν οὖν ἔν τινι ἐνεργείᾳ ὄντι φαίη τις αὐτὴν ὑπάρχειν μηδὲν οὖσαν τῆς ἐκείνου οὐσίας τοῦ ἐν ᾧ ἐστιν, οἷον ὡς ἐν ἀγγείῳ περιεχομένην, συμβήσεται ἐκκρινομένης ταύτης τοῦ ἐν ᾧ ἐστι γίνεσθαι τὸ γινόμενον ἐξ αὐτῆς, κατὰ μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ὡς εἴ τις φαίη ἐξ ὕδατος ἀέρα γίνεσθαι οὐ μεταβάλλοντος τοὐ ὕδατος, ἀλλ’ ὕλης τινὸς ἐκ τοὐ ὕδατος ἐκκρινομένης ἣν περιεῖχεν ἐν ἑαυτῷ ὡς ἐν ἀγγείῳ τὸ ὕδωρ. κατὰ δὲ τοῦτον τὸν λόγον τὸν οὕτω φάσκοντα ἔν τινι τὴν ὕλην εἶναι, μὴ οὖσαν ἐνεργείᾳ σῶμα μηδὲ συμπληροῦσαν τὸ ἐν ᾧ ἐστι μηδὲ μέρος τι αὐτοῦ οὖσαν μηδὲ τόπον τινὰ τοῦ ὅλου ἀποτεμομένην, οὐδὲν κωλύει καὶ δευτέραν ἐν τῷ αὐτῷ οὕτως ὕλην ὑποτίθεσθαι καὶ πάλιν ἄλλην καὶ ἄλλην, καὶ οὕτως ἐπ’ ἄπειρον. εἰ δὲ μηδὲν κωλύει ἀπείρους ἐν τῷ αὐτῶ ὕλας ὑποθέσθαι, ἔσται ἐν τῷ αὐτῷ ἄπειρα κατ’ ἐνέργειαν, ὅπερ παντάπασιν ἀδύνατον. καὶ τὸ κενὸν δὲ οὐδὲν ἧττον ἐκ ταύτης τῆς ὑποθέσεως εἰσαχθήσεται. τὸ γὰρ ἐκ τῆς ὕλης προστεθὲν τῷ αὐξομένῳ σῶμα τόπον δηλονότι κατείληφε· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστίν. οὗτος οὖν δῆλον ὅτι κενὸς ἦν πρότερον, εἰ μή τις ὑπόθοιτο ὥσπερ ἐκ τοῦ δυνάμει σώματος εἰς τὸ ἐνεργείᾳ σῶμα μεταβάλλειν τὴν ὕλην, οὕτως καὶ ἐκ τοῦ ἐνεργείᾳ σώματος φθειρομένου εἰς τὸ δυνάμει σῶμα μεταβολὴν γίνεσθαι. ἀλλ’ οὐχ ὁρᾶται οὐδεμία μεταβολή, οὔτε ἐκ μὴ σώματος γινομένη οὔτε εἰς μὴ σῶμα. ἀλλ’ οὐδ’ ὁρᾶται τὰ γινόμενα οὕτως ἐξ ἀλλήλων γινόμενα ὡς ὑπομένειν ἐκεῖνο ἀπαθὲς ἐξ οὗ ἡ τοῦ γινομένου ὕλη ἐκκρίνεται, ἀλλ’ ὅλου ἐκείνου μεταβάλλοντος καὶ ἐπὶ γενέσεως καὶ αὐξήσεως. οὐδὲ γὰρ ὑπομένοντος τοῦ ὕδατος ὁ ἀὴρ ἐξ αὐτοῦ γίνεται, ἀλλ’ ὅλου φθειρομένου, οὐδ’ ὁ ἄρτος μένει ἐν τῇ ἐξ αὐτοῦ τῶν σωμάτων τῶν ἡμετέρων αὐξήσει, οὐδὲ τοῦ ὕδατος τοῦ τρέφοντος τὰ [*](1 ἢ κατὰ] εἰ μὲν κατὰ a ἄν (hoc om. a) γῆ ἡ ὕδωρ ἔσται ἄρα, pro έσται, ut saepe R) ἡ εἰ δὲ a) παρὰ φύσιν ἀὴρ ἡ πῦρ GRTa: ἔσται ὡς γῆ καὶ ὕδωρ ἡ παρὰ φύσιν ὡς ἀὴρ καὶ πῦρ Z ὑπάρχει GRT: om. Z: ὑπάρξει a 7 εἴς τε] ὥστε R ὃν] ὃ GT 8 προἰόντος R 9 ἡ om. TR1 12 πρὸς xw εἶναι Ri 10 ὡς] οἷον a 18 ἐν αὐτῶ GT 21 ἀποτεμνομένην a 25 τῆς om. GT 26 εἰσαχθείσεται a 28 ὑποθοῖτο GRT2a: ὑποθεῖτο T1 29 οὕτω a 33 ἀλλήλων γίνεσθαι R 35 ἐπὶ αὐξήσεως R τοῦ ὕδατος ὑπομένοντος Z)

75
φυτὰ καὶ αὔξοντος ὑπομένοντος αὔξεται ἐκεῖνα. ἀδύνατον ἄρα οὕτως [*](17v) εἶναι ἔν τινι τὸ αὖξον | ὡς μηδὲν αὐτοῦ εἶναι κατ’ ἐνέργειαν. λείπεται [*](18r) ἄρα μέρος εἶναι τοῦ ἐν ᾧ ἐστι τὸ αὖξον, ἐξ οὗ ἀποτεμνόμενον καὶ προσχρινόμενον τῷ αὐξομένῳ, οὕτως αὐτὸ αὔξειν. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἔσται σῶμα καὶ μέγεθος τὸ ὑποκείμενον τῇ κατὰ αὔξησιν μεταβολῇ, ὅπερ ἔδει δεῖξαι ἐξ ἀρχῆς ἀληθὲς ὑπάρχον. εἰ δέ τις φαίη ἔν τινι αὐτὴν εἶναι, μήτε ὡς κεχωρισμένην καὶ μηδὲν οὖσαν ἐκείνου μήτε μέρος σωματικὸν ὑπάρχουσαν, ἀλλ’ οἷόν ἐστιν ἡ ἀνείδεος ὕλη τοῦ ἐνεργείᾳ σώματος καὶ εἰδοπεποιημένου (καὶ αὕτη γὰρ δυνάμει μέν ἐστι σῶμα καὶ μέγεθος ἐνεργείᾳ δὲ ἀσώματος, ἐν τῷ κατ’ ἐνέργειαν σώματι τὸ εἶναι ἔχουσα ὡς ὑποκείμενον αὐτοῦ καὶ ὕλη), εἰ τοῦτό τις λέγοι, γινωσκέτω ὡς οὐκ αὐξήσεως ὕλην εὗρεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς. διαφέρει δὲ γένεσις αὐξήσεως, καθὼς προείρηται. ἡ μὲν γὰρ ὕλη τῆς γενέσεως ἡ ὄντως ἐστὶν ὕλη ἡ ἀνείδεος καὶ ἀμεγέθης, ἡ δὲ τῆς αὐξήσεως τὸ πεποσωμένον σῶμα· ὅθεν ἐπὶ μὲν γενέσεως ἐνδέχεται τὴν αὐτὴν ὕλην καὶ ἐλάττον’. καὶ μείζονι ὄγκῳ ὑποκεῖσθαι (τὸ γὰρ ξεστιαῖον ὕδωρ φθειρόμενον πολλαπλασίονα τῷ ὄγκῳ ποιεῖ ἀέρα), ἐπὶ δὲ αὐξήσεως οἷος ἄν ᾖ ὁ τοῦ προστιθεμένου ἐκ τῆς τροφῆς μετὰ τὴν ἀναπλήρωσιν τοῦ διαφορηθέντος, τοσοῦτο μέγεθος ἀνάγκη καὶ τὸ αὐξόμενον αὔξεσθαι. γίνεται μὲν γὰρ καὶ ἐπὶ τῆς αὐξήσεως γένεσις πρότερον, ὡς ὅταν τὴν τροφὴν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν δεξάμενον τὸ ἧπαρ αἷμα ποιήσῃ. ἀλλὰ τὸ γενόμενον ἤδη αἷμα προσκριθὲν μετὰ τοσοῦδε ὄγκου τοῖς μορίοις καὶ προσφυὲν αὐτοῖς καὶ ἐξομοιωθὲν τῇ προσθήκῃ αὑτοῦ τὴν αὔξησιν ἐργάζεται. ὥστε πάντως πεποσῶσθαι δεῖ τὴν τῆς αὐξήσεως ὕλην, κἄν προυπάρχῃ αὐτῆς ἡ γένεσις.

[*](p. 320a29)

Πότερον ἐκ δυνάμει μὲν μεγέθους.

Eἰπὼν ἐκ δυνάμει μεγέθους οὐκ ἀνταπέδωκεν ‘ἢ ἐξ ἐνεργείᾳ μεγέθους’ ὅπερ ἦν ἀκόλουθον, ἀλλὰ τὸ αὐτὸ μόριον ἐπιδιαιρεῖ. καὶ παρέλιπε τοῦτο ὡς προσυπακουόμενον ἐξ ἀνάγκης.

[*](p. 320b 1)

Ἢ οὐδένα καθέξει τόπον ἢ οἷον στιγμὴ ἢ κενὸν ἔσται.

Τὸ ἢ οἷον στιγμὴ ἀσαφὲς γέγονε τῇ παρενθέσει τοῦ ‘ἤ’· δοκεῖ γὰρ διαστολὴν σημαίνειν. χρὴ δὲ ἀντὶ τοῦ ‘ἀλλά’ ἐκλαβεῖν αὐτόν, ὡς [*](2 εἶναι ἔν] ὄν Z 4 αὐξανομένῳ Z αὐτῶ GT1 7 μήτε ὡς GT: μὴ τέως RZ: μήτε a 9 αὐτὴ RZ καὶ (post μέγεθος) om. Za 13 ἡ ὄντως Za: εἰ ὄντως GTR 14 ἢ ἀνείδεος καὶ μεγέθης R 16 ἑστιαῖον GT1 17 ἀέρα] ἄρα T δὲ τῆς αὐξήσεως Z fort, ὅσος 18 τοσοῦτον a 20. 21 χιλοποιηθεῖσαν Z: χ(??)λοποιηθεῖσαν (υ superser. R2) R 21 ποιήσει GT 22 ὄγγου GT 23 αὐτοῦ libri 23. 24 ποσῶσθαι GT1 26 ἢ RTZ: ἡ G: om. a 28 προϋπακουόμενον GT1 28. 30 ἀνάγκης. τὸ δὲ οἷον στιγμὴ, ἀσαφὲς a 29 στιγμὴ RZ et Arist. cod. E: στιγμή τις GT 30 παραθέσει 11 31 χρὴ] δεῖ Z)

76
εῖναι τό ὅλον· ἢ οὐδένα καθέξει τόπον, ἀλλ᾿ οἶον στιγμὴ ἢ κενὸν [*](18r) ἔσται. τινὰ δὲ τῶν ἀντιγράφων οὕτως ἔχει· ἡ οὐδέν καθέξει τόπον· οἷον γὰρ στιγμή τις ἢ κενὸν ἔσται. τὸ δὲ καὶ σῶμα οὐκ αἰσθητόν, ἀντὶ τοῦ ‘ἤ᾿ διαζευκτικοῦ κειμένου. ἰστέον δὲ ὡς εἰπὼν ἐκ δυνάμει μὲν μεγέθους καὶ σώματος, ἐντελεχείᾳ δ’ ἀσωμάτου καὶ ἀμεγέθους, τοῦτο τὸ σκέλος ὑποδιαιρῶν. ἢ κεχωρισμένης τῆς ὕλης ταύτης, ἢ ἐν ἄλλῳ οὔσης σώματι. χωριστὴ μὲν γὰρ οὖσα, φησίν, ἢ στιγμὴ ἔσται ἡ κενὸν ἢ σῶμα οὐκ αἰσθητόν. καὶ μὴν τοῦ ἀσωμάτου καὶ ἀμεγέθους ἦν ἡ ὑποδιαίρεσις. πῶς οὖν μόριον τούτου τὸ οὐκ αἰσθητὸν σῶμα παρείληφεν, ὅπερ καὶ μέγεθός ἐστι;

[*](p. 320 112)

τούτων δὲ τὸ μὲν ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἔν τινι εἶναι.

Tούτων, φησί, τῶν προσεχῶς εἰρημένων, εἰς ἃ τὸ χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς διείλομεν (εἰσὶ δὲ τρία· ἢ γὰρ στιγμή, φησίν, ἢ κενὸν ἔσται ἢ σῶμα οὐκ αἰσθητόν), τούτων οὖν, φησί, τὸ μὲν κενὸν ἢ στιγμὴν ὑποτίθεσθαι τὴν ὕλην τῆς αὐξήσεως οὐκ ἐνδέχεται εἶναι (τὰ δύο γὰρ εἰς ἓν ὢ συνεῖλε. πῶς δὲ οὐκ ἐνδέχεται; διότι οὔτε ἐκ σημείου γένοιτο ἄν τι πώποτε, καὶ τὸ μὴ εἶναι κενὸν ἐν τῇ Φυσικῇ ἀποδέδεικται), τὸ δὲ οὐκ αἰσθητὸν σῶμα ἀνάγκη ἐν τόπῳ εἶναι (τὸ γὰρ ἔν τινι εἶναι τὸ ἐν τόπῳ ἀκουστέον). καὶ πῶς ἀνάγκη προστίθησιν· ἀδύνατον γὰρ τῶν γινομένων τι εἶναι ἐν τόπῳ μὴ καὶ τῶν ἐξ ὧν γίνεται ἐν τόπῳ ὄντων. δοκεῖ δὲ οὗτος ὁ λόγος μὴ ἀφωρισμένως ἀποδεικνύειν τὸ μὴ αἰσθητὸν σῶμα ἐν τόπῳ ὑπάρχον, ἀλλὰ καθόλου ἡρμόσθαι πρὸς πᾶν ὁτιοῦν ὑπόθοιτό τις ὑποκείμενον εἶναι τῆς κατ’ αὔξησιν μεταβολῆς. εἰ γὰρ τὸ αὐξόμενον τόπον ἐπιλαμβάνει καὶ ἐν τόπῳ ἐστί, πᾶν δὲ τὸ ἐν τόπῳ γενόμενον ἔκ τινος ὑποκειμένου ἐν τόπῳ τούτου ὄντος καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς γέγονεν, ἀνάγκη τὸ ὑποκείμενον ἐξ οὗ ηὔξηται τὸ αὐξόμενον ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. ἀλλ’ εἰ μὲν καθ’ αὑτὸ ἐν τόπῳ εἴη, σῶμά ἐστιν ἐνεργείᾳ καὶ αἰσθητόν· εἰ δὲ κατὰ συμβεβηκός, δυνάμει σῶμά ἐστι καὶ ὕλη ἀνείδεος. διὰ γὰρ τὴν ὕλην προστέθεικε τὸ κατὰ συμβεβηκός, ἐπειδὴ ἐκ ταύτης γίνεται σῶμα ἐν τόπῳ ὑπάρχον, αὐτῆς [*](1 ἢ (ante οὐδένα) om. add. Τ2 3 τὸ δὲ om. a καὶ] cf. Ar. codd. 4 <τοῦ ἀντὶ a διαζευτικοῦ a 5 ἐνδελεχεία Z 6 ἀμεγέθους] μεγέθους GT ὑποδιαιρῶν, πότερον φησὶν ἐκ κεχωρισμένης a, et sane locus lacuna laborat ἡ] ἢ καὶ R1 7. 8 ἢ στιγμὴ Za: ἡ στιγμὴ GRT 8 καὶ μὴν] ἐπεὶ γὰρ καὶ a 9 ἦν ἡ] ἡ om. T1: ἡ αὐτὴ ἦν a πῶς οὖν] διὰ τοῦτο a 10. 13 μέγεθός ἐστι. ταῦτα δὲ εἰπὼν, ἐπάγει ὅτι τῶν προσεχῶς a 14 ὑφεστὸς GT1 διέλομεν GT ἡ γάρ Za: ἡ γὰρ GRT 16 τὰ γὰρ δύο Z 19 εἶναι εἰπὼν, τὸ γὰρ a 22 ἀφωρισμένων R: ἀφωρισμένος GT1 23 ὑπάρχειν Z ὁτιοῦν] ὅτι ἄν Za ὑποθεῖτο T2: ὑποθεῖτό corr. in ὑποθοῖτό R 24 εἰ Za: ὃ GTR 25 ὑπολαμβάνει R γινόμενον a 26 τούτου] num αὐτοῦ? 29 ἐστιν ἢ ἐνεργεία R1)

77
μὲν οὔσης ἐν τόπῳ, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός, τῷ τὸ [*](18r) σῶμα ἐν ᾧ ἐστιν ἐν τόπῳ εἶναι. ἀλλ’ ὕλην μὲν ἀνείδεον οὐ δεῖ λέγειν ὑποκείμενον αὐξήσεως· αὕτη γὰρ γενέσει καὶ φθορᾷ ὑπόκειται καὶ οὐκ αὐξήσει, ὡς ἐδείξαμεν· ὑπόλοιπον δὲ σῶμα ἐνεργείᾳ φάσκειν τὸ τῇ αὐξήσει ὑποκείμενον. ὥστε ἡ εἰρημένη κατασκευὴ κοινῶς ὅλον τὸ ἕτερον μέρος τῆς διαιρέσεως ἀναιρεῖ, τὸ | φάσκον δυνάμει σῶμα καὶ μέγεθος [*](18v) εἶναι τὴν τῆς αὐξήσεως ὕλην, καὶ οὐκ ἰδίως πρὸς τὸ σῶμα οὐκ αἰσθητὸν ἐπενήνεκται. διόπερ ἀμείνων ἴσως ἡ ἑτέρα ἐξήγησις, ἣν ὁ Ἀφροδισιεὺς ἐκτίθεται Ἀλέξανδρος. δυνατὸν γάρ, φησί, τὸ λεγόμενον τοιοῦτον εἶναι· τούτων δὲ τῶν δύο τρόπων (δύο γὰρ εἴρηνται τρόποι, ὅ τε κεχωρισμένην αὐτὴν καθ’ αὑτὴν ὑποτιθέμενος τὴν ὕλην καὶ ὁ ἔν τινι οὖσαν), τούτων οὖν τῶν τρόπων κατὰ τὸν ἕνα τὸν κεχωρισμένην ὑποτιθέμενον τὴν ὕλην οὐκ ἐνδέχεται αὐτὴν ἐν τόπῳ εἶναι. οὔτε γὰρ στιγμὴ οὔτε κενὸν ἐν τόπῳ ἔσται, ἀλλ’ οὐδὲ τὸ οὐκ αἰσθητὸν σῶμα, εἴπερ τὸ οὐκ αἰσθητὸν σῶμα τὸ μαθηματικὸν λέγομεν· τοῦτο γὰρ ἐν ἐπινοίᾳ μόνον ἐστί. κατὰ μὲν οὖν τὸν εἰρημένον τρόπον οὐκ ἐνδέχεται ἐν τόπῳ εἶναι, τὸ δὲ ἀναγκαῖον ἐν τόπω εἶναι τουτέστι ἰτὴν δ’ ὕλην τοῦ αὐξομένου ἀνάγκη πάντως ἐν τόπῳ εἶναι ἤ καθ᾿ αὑτὸ ἢ συμβεβηκός᾿, διὰ τὴν εἰρημένην κατασκευὴν τὴν φάσκουσαν ἀεὶ γάρ που ἔσται τὸ γινόμενον ἐξ αὐτοῦ. δῆλον τοίνυν ὡς οὐκ ἂν εἴη ὕλη τοῦ αὐξομένου ἡ κατὰ τὸν ἕνα τρόπον υποτεθεῖσα τὸν δυνάμει τε αὐτὴν εἶναι μέγεθος αὐτήν τε καθ’ αὑτὴν κεχωρισμένην φάσκοντα, διὰ τὸ μὴ δύνασθαι μὲν κατὰ ταύτην τὴν ὑπόθεσιν ἐν τόπῳ εἶναι, χρῆναι δὲ πάντως ἐν τόπῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην.

[*](p. 320b5)

Ἀλλὰ μὴν εἴ γε ἔν τινι ὑπάρξει, εἰ μὲν κεχωρισμένον οὕτως ὥστε μὴ ἐκείνου τι εἶναι.

Ἐπὶ τὸ ἕτερον μέρος νῦν μετῆλθε τῆς διαιρέσεως, σκοπῶν εἰ ἔν τινι ὑφέστηκεν ἡ τοῦ αὐξομένου ὕλη. ἀνάγκη δέ, φησίν, ἔν τινι οὖσαν ἤιοι μηδὲν εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε ἀπλῶς συμβαλλόμενόν τι πρὸς σύστασιν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἢ μέρος τι εἶναι ἐκείνου σωματικόν, ὅπερ τέως παρῆκεν ἀντιδιελεῖν. καὶ δείκνυσιν ἄτοπα ἑπόμενα τῷ φάσκοντι λόγῳ ἔν τινι μὲν εἶναι, μηδὲν δὲ εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι.

[*](1 οὔσης μὲν et καθ’ αὑτὴν a 4 φάσκειν ἐνεργεία Z 5. 6 τὸ μέρος τὸ ἕτερον R 5 ἕτεροι om. add. Τ2 8 ἴσως ἀμείνων Z 9 ὁ ἀλέξανδρος R: Ἀλέξανδρος om. Z 10 εἴρηται Τ1 12 κεχωρισμένον GT 13 αὐτὴν om. add. T2 17 τοῦτ’ ἐστὶ, τὸ τὴν ὕλην a 18 κατασκευὴν] αἰτίαν Z 20 ἡ] ἣ R 21 αὐτήν τε καθ’] καὶ καθ᾿ a 22 ἐν om. add. Τ2 23. 2(5 ὕλην. εἶτα ἐπὶ τὸ ἕτερον a 24 κεχωρισμένως Z 25 οὕτω R cf. Ar. cod. Ε 26 νῦν om. a τῆς διαιρέσεως μετῆλθε νῦν Z 31 μὲν ex μὴ lit vid. corr. T: om. Z ἐκείνου om. add. 31. p. 78,2 ἐν ᾧ ἐστι. τὸ δὲ συμβήσεται πολλὰ καὶ ἀδύνατα, δύναται εἰρῆσθαι a)
78
[*](p. 320b7)

Συμβήσεται πολλὰ καὶ ἀδύνατα.

[*](18v)

Τὸ πολλὰ καὶ ἀδύνατα δύναται εἰρῆσθαι οὐχ ὡς ἀδυνάτων τινῶν πολλῶν ἑπομένων τῇ ὑποθέσει (οὐ γὰρ εἶπε ‘πολλά τινα’· ἑνὶ γὰρ μόνῳ ἐχρήσατο ἐπιχειρήματι), ἀλλ’ ὡς πολλῶν δυναμένων τοιούτων ὑποτίθεσθαι ὑλῶν καὶ ἀπείρων, ὅπερ ἐστὶν ἀδύνατον.

[*](p. 320b11)

Έτι οὐχ οὕτως φαίνεται γινόμενος ὁ ἀὴρ ἐξ ὕδατος.

Ἀνασκευάσας τὸ μὴ δύνασθαι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι, δι’ ἑνὸς ἐπιχειρήματος, ἐκ τοῦ ἄπειρα ἄν ἐκ τοῦ αὑτοῦ γίνεσθαι, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως ποιησάμενος τὸν λόγον καὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστικόν, τὴν ἐνάργειαν ἐπιμαρτυρόμενος. οὐ γάρ, φησίν, ὁρᾶται ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὁ ἀὴρ οἷον ἐκκρινόμενος ἐκ τοῦ ὕδατος, μείναντος ἀμεταβλήτου τοῦ ὕδατος, ἀλλ’ ὅλον τὸ ὕδωρ φθειρόμενον ἐξ οὗ γεννᾶται ὁ ἀήρ. ὅρα δὲ πάλιν ὅτι περὶ τῆς ὅλης τοῦ αὐξομένου ποιούμενος τὴν ζήτησιν τὸν λόγον ὡς ἐπὶ γενέσεως καὶ φθορᾶς προφέρει, δεικνὺς τὴν ὕλην τοῦ γενομένου οὐκ οὖσαν ἔν τινι οὕτως ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστιν.

[*](p. 320b12)

Βέλτιον τοίνυν π|οιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην.

Ἀνελὼν τὸ τὴν ὕλην ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν (0 ἐστι, καὶ τὸ δύνασθαι αὐτὴν χωρίζεσθαι τοῦ ἐν ᾧ ὑπάρχει, ἐφεξῆς ὅπερ ἀκόλουθόν ἐστι προστίθησι, φάσκων βέλτιον εἶναι πᾶσιν ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τὴν ὕλην, διὰ τὰ ἐσόμενα ἄτοπα τοῖς χωρίζεσθαι αὐτὴν φάσκουσι μηδὲν μεταβάλλοντος τοῦ ἐξ οὗ ἐχωρίσθη. διὰ τοῦτο τοίνυν φησὶ βέλτιον πᾶσι, τουτέστι πᾶσιν οὕτως λέγειν βέλτιον, ἢ ὅτι κατὰ πάντα τρόπον βέλτιον. ὥστε εἰ μὲν περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ νῦν ὁ λόγος, ἀχώριστον εἴρηκεν ἀντὶ τοῦ μὴ κεχωρισμένην τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ ἐκείνου τι οὖσαν καὶ τοῦτο γεγενημένην ὅπερ ἐστὶ τὸ ἐν ᾧ εἶναι λέγεται, ὥστε μὴ τὸ ὕδωρ ὕλην περιέχειν λέγειν τοῦ ἀέρος, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὕλην εἶναι τοῦ ἀέρος. εἴρηται γὰρ ὅτι ἡ τοῦ αὐξομένου ὕλη οὐκ ἔστι δυνάμει σῶμα, ἀλλ’ ἐντελεχείᾳ, καὶ ἔν τινι οὖσα οὕτως ἐστὶν ὡς ἐκείνου μέρος ὑπάρχουσα τοῦ ἐν ᾧ ἐστιν. εἰ δὲ μὴ περὶ [*](2 τὸ πολλὰ καὶ ἀδύνατα om. Τ1 3 τινῶν R et superscr. Z: om. GTa 6 οὐχ] δὲ οὐδ’ a et Arist. vulg. οὕτω et γιγνόμενος a, qui mox ὁ om. (cum. Ar.) 7 αὐξουμένου R 11 ἐπιτίθησιν Z 12 ἐνέργειαν libri praeter R 13 μένοντος Z 15 αὐξουμένου Ζ 18 εἶναι τὴν ὕλην ex Ar. vulg. a 20 καὶ τῶ δύνασθαι GZ ὑπάρχει] ἐστὶν Z 22 ἑπόμενα (sic) a 23 μεταβάλλοντος GT1: μεταβαλόντος ΖΤ2 24 οὕτω a: οὕτω πᾶσιν tr. Z 26 μὴ] τῇ μὴ a)

79
τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, ἀλλὰ περὶ τῆς τοῦ γινομένου, [*](18v) τουτέστι περὶ τῆς πρώτης καὶ ἀνειδέου, εἴη ἄν καὶ οὕτως ἀληθὴς ὁ λόγος· ἀχώριστος γάρ ἐστι καὶ αὐτὴ μὴ δυναμένη χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι. σύμφωνα δὲ καὶ τὰ ἐφεξῆς ἐπιφερόμενα κατὰ ταύτην τὴν ἔννοιαν· φησὶ γὰρ οὖσαν τὴν αὐτὴν καὶ μίαν ἀριθμῷ, τῷ λόγῳ δὲ μὴ μίαν. μία γὰρ καὶ <ἡ> αὐτὴ κατ’. ἀριθμὸν τῷ ὕδατι ἡ λόγῳ δὲ οὐχ ἡ αὐτή· ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ὕλῃ εἶναι καὶ ἄλλο τὸ ὕδατι. καὶ πρὸς τὴν τοῦ αὐξομένου δὲ ὕλην ὁ αὐτὸς λόγος· ἄλλο γὰρ τὸ ὕδατι καὶ ἄλλο τὸ εἶναι ὕλῃ φυτῷ.

Βέλτιον τοίνυν πᾶσι ποιεῖν ἀχώριστον τὴν ὕλην. ἐξ ἀρχῆς προκείμενον ἦν ἀνελεῖν τὸ εἶναι δυνάμει σῶμα καὶ οὐκ ἐνεργείᾳ τὴν τοῦ αὐξομένου ὕλην. καὶ κατὰ διαίρεσιν προαγαγὼν τὴν ζήτησιν ἔδειξε πρῶτον ὅτι οὐχ οἷόν τε ταύτην δυνάμει οὖσαν σῶμα αὐτὴν καθ’ αὑτὴν ὑφεστάναι, εἶτ’ ἐφεξῆς προεβάλετο ζητῆσαι μήποτε ἔν τινι ὑπάρχει ἤτοι ὡς μηδὲν οὖσα τοῦ ἐν ᾧ ἐστιν ἢ ὡς οὖσά τι, καὶ ἀποδείξας ὡς οὐχ οἷόν τέ ἐστιν ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστι (συμβήσεται γάρ, φησίν, αὐτὴν χωρισθῆναι μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ᾧπερ πολλὰ ἕψεται ἀδύνατα), καταλέλοιπε τὸ ἕτερον μέρος ἀνεξέλεγκτον, λέγω δὲ τὸ ἔν τινι μὲν ὑπάρχειν εἶναι δέ τι τοῦ ἐν ᾦ ἐστιν, ὡς ἄν ἀληθές τε ὑπάρχον | καὶ προσυπακούεσθαι δυνάμενον. εἰ δὲ ἔν τινί ἐστιν ἡ τοῦ [*](19r) αὐξομένου ὕλη συντελοῦσα πρὸς σύστασιν τοῦ ἐν ᾧ ἐστιν, ἤτοι ὡς μέρος ἔσται ἐν ὅλῳ ἢ ὡς ὕλη ἀνείδεος ἐν τῷ συνθέτῳ. ἀλλ’ ἡ μὲν ἀνείδεος οὐκ αὐξήσεως, καθάπερ προειρήκαμεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς ἐστιν ὕλη, νῦν δὲ πρόκειται αὐξήσεως ὕλην ζητῆσαι. λείπεται τοίνυν ὡς μέρος εἶναι ἐν ὅλῳ. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἐστὶ σῶμα καὶ μέγεθος ἡ τοῦ αὐξομένου ὕλη, ὅπερ ἐξ ἀρχῆς ἐχρῆν δεῖξαι. εἰ δέ τις λέγοι τί δήποτε μέρος φαμὲν ἐν ὅλῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην; τί γὰρ μᾶλλον μέρος ἢ ὅλον λέγοιτο εἶναι;’, γινωσκέτω ὡς τὸ προκείμενον ἦν δεῖξαι ἐνεργείᾳ σῶμα καὶ μέγεθος ὑπάρχουσαν τὴν τοῦ αὐξομένου ὅλην καὶ οὐ δυνάμει. τελείαν δὲ καὶ ἀνελλιπῆ ποιησάμενοι τοῦ ἔν τινι τὴν διαίρεσιν, εὕραμεν ἓν τμῆμα τῆς διαιρέσεως τὸ ὡς μέρος ἐνυπάρχον, ὅπερ ὡς ἀνέλεγκτον προσηκάμεθα, οὐ διὰ τὸ μέρος φάσκειν τοὐ ὅλου τὴν τοῦ αὐξομένου ὕλην (οὐ γὰρ τοῦτο πρόκειται διαστείλασθαι εἴτε μέρος ἐστὶν εἴτε ὅλον), ἀλλ’ ὡς ἐνεργείᾳ [*](3 αὕτη (G)a 5 τὴν om. add. Τ2 τῷ ἀριθμῷ Z Aristoteles μὴ] οὐ Z 6 μίαι γὰρ a ἡ addidit a 7 αὐτῇ (G)a: αὐτὴ RTZ τὸ (post ἄλλο) GZ et corr. T: τῷ RT1a 8 γὰρ τὸ] γὰρ τῶ R 9 φυτῶ RZ: φυτῶν GT: τῶν φυτῶν a 10 Βέλτιον—ὕλην] Ὡς οὖσαν τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ. τῷ λόγῳ δὲ, μὴ μίαν a πᾶσι ποιεῖν GRT: ποιεῖν πᾶσιν Z; cf. p. 78,18 et 80,8 sqq. 11 οὐκ om. T 13. 14 ὑφιστάναι R 14 προεβάλλετο a ὑπάρχῃ R 16 οὖσα R 17 ὅπερ (G)a 19 τὸ ἐν GRT: τοὔν Z: τῷ ἔν a 20 προυπακούεσθαι Τ1 22. 23 ἐν τῷ—οὐκ αὐξήσεως om. GT 25 ἐν om. T1 26 ἐχρῆν ἐξ ἀρχῆς GTa 26. 27 μέρος φαμὲν GTa: φαμὲν μέρος Z: μέρος. εἰ μὲν R 28 γιγνωσκέτω G τὸ om. Z 30 εὕραμεν GRT: εὕρομεν Za 31 προηκάμεθα GTa 33 διαστείλλασθαι T)

80
σῶμα εἰσηγούμενον καὶ οὐ δυνάμει τὴν τοῦ αὐξομένου ὕλην· τοῦτο γὰρ [*](19r) ἦν τὸ προκείμενον, οὐδὲν διαφέρον εἴτε ὅλον ἐστὶν εἴτε μέρος.

Ἡ μὲν οὖν πᾶσα τῶν δεικνυμένων τάξις τοιαύτη τίς ἐστι, ζητητέον δὲ τί ποτέ ἐστι τὸ νῦν ἐπιφερόμενον. δείξας γὰρ ὡς ἀδύνατόν ἐστιν ὑποθέσθαι ἔν τινι τὴν ὕλην δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι μηδὲν ἐκείνου τοῦ ἐν ᾧ ὑπῆρχε μεταβάλλοντος, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως καὶ τῆς εἰς τὸν ἀέρα τοῦ ὕδατος μεταβολῆς, ἐπιφέρει λέγων βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην. ὅπερ εἰ μὲν ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλάβοις εἰρημένον, περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, φάσκοντι χρῆναι τὴν τοῦ αὐξομένου ὕλην ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι, διὰ τὸ αὐτὸ ἐκεῖνο ὑπάρχειν ὅπερ εἶναι λέγεται τὸ ἐν ᾧ ἐστιν, οἷον εἰ τύχοι οὐκ ἐν ὕδατι περιεχομένην, ἀλλ’ αὐτὸ τὸ ὕδωρ οὖσαν τὴν τοὐ ἀέρος ὕλην, τουτέστιν ἐνεργείᾳ οὖσαν σῶμα, ὅπερ ἐστὶν ἀληθές. τῷ μὲν γὰρ ἀριθμῷ φησίν, οὐδὲν διαφέρει ἡ τοῦ αὐξομένου ὕλη, τουτέστι τὸ ἐνεργείᾳ ὂν σῶμα, οἷον τὸ ὕδωρ τῆς ὕλης τῆς πρώτης τοῦ ὕδατος, ἥτις εἰς τὸ εἶναι ὕδωρ μεταβάλλει. ἡ αὐτὴ γὰρ ἐστι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, ὡς ἐν τοῖς ἑξῆς πλατύτερον ἀποδειχθήσεται, τῷ λόγῳ δέ, φησίν, οὐ μία· ἄλλος μὲν γὰρ ὁ λόγος τῆς ὕλης καθὸ ὕλη ἐστίν, ἄλλος δὲ καθὸ ὕδωρ γεγένηται. σύμφωνα δὲ τὰ νῦν τοῖς μετ’ ὀλίγον ῥηθησομένοις παρ’ αὐτοῦ, φάσκοντος τὴν τοῦ αὐξομένου ὕλην τῆς τοῦ γινομένου μὴ εἶναι ἑτέραν τῷ ἀριθμῷ πλὴν τῷ λόγῳ. ἔνεστι δὲ τὸ βέλτιον πᾶσι ποιεῖν ἀχώριστον οὐχ ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλαβεῖν, ἀλλ’ ὡς πρὸς τὸ προσεχῶς εἰρημένον. ἐκθέμενος γὰρ ἐξ ἀρχῆς τὴν ὑπόθεσιν τὴν φάσκουσαν τὴν τοὐ αὐξομένου ὕλην ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἐπὶ παραδείγματος τῆς γενέσεως ἐσαφήνισε τὸ λεγόμενον εἰπὼν “λέγω δὲ οἷον εἰ γίνεται ἀὴρ ἐξ ὕδατος, οὐ τοῦ ὕδατος ἔσται μεταβάλλοντος, ἀλλὰ διὰ τὸ ὥσπερ ἐν ἀγγείῳ τῷ ὕδατι τὴν ὕλην αὐτοῦ εἶναι’’ . εἶτα μετὰ τοῦτο τὴν ἀναίρεσιν τῆς τοιαύτης ὑποθέσεως γράφων, τὸ μὴ δύνασθαι ὕλην ὑποθέσθαι ἔν τινι οὖσαν χωρίζεσθαι δυναμένην αὐτοῦ μηδὲν τοῦ ἐν ᾧ ἐστι μεταβάλλοντος, πάλιν ὡς ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ποιεῖται τὸν λόγον, ἥτις ἐστὶ γένεσις, ὡς πρὸς τὸ προσεχῶς εἰρημένον ὅπερ ἐν παραδείγματος τάξει ἔγκειται, καθάπερ εἴπομεν, ἐπήγαγε τὸ βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην, περὶ τῆς τῶν γινομένων ὕλης τῆς πρώτης καὶ ἀνειδέου τὸν λόγον ποιούμενος. τὴν γὰρ ὕλην, φησί, τοῦ ἀέρος τὴν ἐν τῷ ὕδατι, ἐξ ἧς ὁ ἀὴρ γίνεται, βέλτιον πᾶσιν ἀχώριστον εἶναι τοῦ ὕδατος ἐν ᾧ ἐστιν. οὐ γὰρ ἑτέρα ἐστὶ τοῦ ὕδατος [*](7 καὶ scripsi: ἐκ libri 9 ὡς om. Z 12 εἰ ἔτυχεν Z 15 τὸ] τοῦ R 16 ὕδωρ τῆς πρώτης ὕλης a 17 καὶ τῷ] καὶ τὸ T 19 ἐστὶν καθ’ ὃ ὕλη tr. Z 20 γένηται R ὀλίγα Z 21 γενομένου GTa 22 ἐν ἐστι δὲ R 22. 23 πᾶσιν ἀχώριστον ποιεῖν (omissis οὐχ ὡς—ἐκλαβεῖν) Z 26. 27 τῆς γενέσεως—οὐ τοῦ ὕδατος om. Z 26 ἀσαφηνίζετο λεγόμενον a εἰπὼν p. 320b7 28 ἐνεῖναι (at εἶναι codd. EL) τὴν ὕλην αὐτοῦ Ar. 32 καὶ ὡς πρὸς a, fort, recte 36 6 om. Z ἐν ᾦ] ἐξ οὖ Ζ)

81
κατὰ τὸν ἀριθμόν, ἀλλ’ ἡ αὐτὴ καὶ μία, ἡ διαφορὰ δὲ μόνη κτὰ τὸν [*](19r) λόγον· ἄλλο γάρ ἐστι τὸ ὕδατι εἶναι καὶ ἄλλο τὸ ὕλῃ.

[*](p. 3201) 14)

Ἀλλὰ μὴν οὐδὲ στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην.

Περὶ μὲν στιγμῶν, ὅτι οὐκ εἰσὶν ὕλη τοῦ αὐξομένου, ἀνωτέρω εἴρηκε, λαβὼν τοῦτο ὡς ἑπόμενον ταῖς ὑποθέσεσι ταῖς δυνάμει σῶμα καὶ χωριστὴν αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην τοῦ αὐξομένου ὑποτιθεμέναις. νῦν δὲ ἔοικεν ἀποτείνεσθαι πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα, οἵτινες τῷ μὲν μὴ ἐξ ἀμεγεθῶν ποιεῖν τὰ σώματα πιθανῇ ἐχρῶντο κατὰ τοῦτο ὑποθέσει (μεγέθη γὰρ καὶ τὰ ἐπίπεδα), οὐ μέντοι γε ἔφευγον τὸ ἀδύνατον. εἰ γὰρ καὶ μεγέθη τὰ ἐπίπεδα, ἀλλ’ οὐκ ἐν τόπῳ. ἀποδέδεικται γὰρ ἐξ ἀρχῆς, ὅτι ὅταν τὸ γινόμενόν πού ἐστιν, ἀνάγκη καὶ τὸ ἐξ οὗ γίνεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι. οὐκ ἔστι δὲ οὐδὲ κατὰ συμβεβηκὸς τὰ ἐπίπεδα ἐν τόπῳ ὑποτίθεσθαι, τῷ προυφεστάναι τῶν σωμάτων, εἴτε τῷ κατὰ σύνθεσιν τῶν ἐπιπέδων συγκεῖσθαι τὰ σώματα κατὰ Πλάτωνα, εἴτε τῷ ῥυϊσκομένων αὐτῶν κατ’ ἐπίνοιαν γεννᾶσθαι τὰ σώματα. προκείμενον δὲ αὐτῷ πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὰ σώματα ἀποταθῆναι, παρέθετο καὶ τὰς στιγμάς, ὡς ἀκόλουθον αὐτοῖς καὶ ἐκ στιγμῶν μέγεθος ποιεῖν· ὡς γὰρ ἐν τῇ Περὶ οὐρανοῦ αὐτῷ εἴρηται, ‘τῆς αὐτῆς ἐστι διανοίας ἐξ ἐπιπέδων τε ποιεῖν τὰ σώματα καὶ ἐκ στιγμῶν᾿, πλὴν δοκεῖ τοῦτο ἀτοπώτερον εἶναι, τὸ ἐκ πάντῃ ἀμεγεθῶν ποιεῖν μέγεθος. Ἀλέξανδρος δὲ τὸ ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον ἀντὶ τοῦ ‘οὐδὲ γὰρ στιγμὰς θετέον’ ἐξέλαβεν, ὅπως συνεχὴς ἡ πᾶσα τῆς λέξεως εἴη διάνοια· ‘βέλτιον γὰρ πᾶσιν ἀχώριστον ποιεῖν τὴν ὕλην· οὐδὲ γὰρ στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην᾿· οὐδὲ γὰρ καθ’ αὑτό | τι τούτων ὑποστῆναι οἷόν τε, οὔτε ἐξ ἀδιαστάτων στιγμῶν διάστημα [*](19v) γενέσθαι. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ἐξηγήσατο τὸ οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην, ὡς πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὸ σῶμα ὄντος τοῦ λόγου, διὰ τό, ὡς αὐτός φησι, τῆς αὐτῆς εἶναι διανοίας τὸ ἐξ ἐπιπέδων ποιεῖν τὸ σῶμα καὶ ἐκ γραμμῶν τὸ ἐπίπεδον καὶ ἐκ στιγμῶν τὰς γραμμάς. πλὴν ὅμως βίαιόν ἐστιν ὡς πρὸς τὴν λέξιν· γραμμῶν γὰρ καὶ οὐκ ἐπιπέδων ἐμνήσθη. διόπερ ῥητέον ὅτι ἀνωτέρω [*](2 ὕδωρ a ὕλη libri 3 θετέον οὑδὲ γραμμὰς a Arist.; cf. v. 22 sqq. p. 82,6. 35 5 μὲν γὰρ R ἀνωτέρω om. GTa 8 ἀποτείνασθαι GT 9 ἀμεγέθων GTa πιθανῶς R1 10 ἔφυγον a 12 ὅταν] ὅτε a 13 οὐκ ἔσται GTa 14 ἐν om. a τὸ Τ1 16 ῥυϊσκομένω Τ1 ἐπίννοιαν GT: ἀπόῤῥοιαν a 17. 18 τὰ σώματα ποιοῦντας Z 19 ὡς γὰρ] ὥσπερ a, qui mox τῆς αὐτῆς γάρ ἐστι Περὶ οὐρανοῦ Γ1 p. 299a6 sqq., quem locum memoriter citat 21 ἀμεγεθῶν R: ἀγαθῶν Z: ἀμεγέθων GTa 21. 22 ἀμέγεθος R 22 δὲ om. Z 24. 25 ὐδὲ—ὕλην om. R 25 fort. οὔτε γὰρ 27 γίνεσθαι a τὸ οὑδὲ] τὸ δὲ οὐ R 28 ὕλην R: om. cett. τοὺς] τοῦ Τ1 30 καὶ οὐκ ἐκ γραμμῶν R τὰ ἐπίπεδα a 31 πλὴν om. ’ βίον ἐστὶν a 32 οὐκ om. Z)

82
δείξας ἀδύνατον εἶναι στιγμὰς ὑποθέσθαι τὴν τοῦ αὐξομένου ὕλην, νῦν [*](19v) διδάσκει ὅτι οὐδὲ γραμμάς, συναναλαβὼν τὸν περὶ τῶν στιγμῶν λόγον. διὰ τί δὲ οὐ δυνατὸν οὐδὲ γραμμὰς ὑποθέσθαι, αὐτὸς προστίθησι· διὰ τὰς αὐτὰς γὰρ αἰτίας, διότι οὐδὲν τούτων καθ’ αὑτὸ ὑποστῆναι δυνήσεται μηδὲ κατέχειν τινὰ τόπον αὐτὰς καθ’ αὑτάς.

Ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον οὐδὲ γραμμὰς τὴν τοῦ σώματος ὕλην. ἐπεστήσαμεν καὶ ἔμπροσθεν ὅτι δοκεῖ ὁ Ἀριστοτέλης εἰς τὸν περὶ τῆς πρώτης ὕλης λόγον μεταβεβηκέναι, καίτοι ἐξ ἀρχῆς περὶ τῆς τοῦ αὐξομένου ὕλης προθέμενος διδάξαι. ἐν μέσῳ γὰρ παραδείγματος χάριν τὸν περὶ τῆς γενέσεως ἀνακινήσας λόγον, δοκεῖ τῇ συνεχείᾳ τοῦ λόγου ἀκολουθεῖν καὶ περὶ τῆς πρώτης ὕλης διαλέγεσθαι, ἥτις τῇ γενέσει ὑπόκειται, τοῦ δὲ ἐξ ἀρχῆς προκειμένου ἀποχωρεῖν. καὶ νῦν οὖν ὁ ἐξηγητὴς Ἀλέξανδρος τὴν τοῦ σώματος ὕλην τὴν πρώτην ἐξέλαβε τὴν ἀνείδεον, καὶ οὕτως τὴν ἐφεξῆς πᾶσαν ἥρμοσεν λέξιν ἐξηγούμενος· ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη. εἰπών, φησίν, ὅτι ἀδύνατον τὰς γραμμὰς ἢ τὰς στιγμὰς ὕλην ὑποθέσθαι, λέγει νῦν τί ποτέ ἐστιν ἡ τοῦ σώματος ὕλη, φάσκων ἐκεῖνο εἶναι τὴν ὕλην, οὗτινος ἔσχατα καὶ πέρατά εἰσι στιγμαὶ καὶ γραμμαί, λέγει δὲ δηλονότι τὸ ἐνεργείᾳ σῶμα· τούτου γάρ εἰσι πέρατα γραμμαί τε καὶ στιγμαί. ἐπειδὴ δὲ αὐτὴ καθ’ αὑτὴν οὖσα ἡ ὕλη οὔτε ἐνεργείᾳ ἐστὶ σῶμα οὔτε ὑπὸ γραμμῶν περατοῦται, ἐπιφέρει πῶς ἐχούσης αὐτῆς πέρατά εἰσι καὶ ἔσχατα αἱ γραμμαί, ἵνα γνῷς διὰ τί ἔσχατα τῆς ὕλης τὰς γραμμάς φησι. διὰ τοῦτο γὰρ πέρατα αὐτῆς αἱ γραμμαί, διότι οὐδέποτε ἄνευ πάθους τινὸς καὶ εἴδους ἐστί· τὸ γὰρ εἶναι αὐτῇ σὺν τούτοις ἐστί. τῷ οὖν ἀχώριστον εἶναι πάθους καὶ μορφῆς, ταύτῃ ἐνεργείᾳ σῶμά ἐστιν ἡ ὕλη, καὶ οὐχ ᾗ ἀνείδεος καὶ ᾗ πρώτη. ταὐτὸν δὲ τὸ λεγόμενον ἐνταῦθα τῷ ἐξ ἀρχῆς εἰρημένῳ ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ γινόμενον ἔκ τινος ἐνεργείᾳ ὄντος καὶ εἰδοπεποιημένου γίνεται. τοιαύτη μὲν ἡ τοῦ Ἀλεξάνδρου ἐξήγησις, δι’ ὧν δηλοῖ περὶ τῆς τῶν γινομένων ὕλης εἶναι τὸν παρόντα λόγον, ἥτις πρὸς ὕπαρξιν μὲν δεῖται τοῦ εἴδους, καὶ ταύτῃ ἐνεργείᾳ ὑφεστηκυῖά ἐστιν, ὡς δὲ ὕλη θεωρουμένη καὶ τόδε τι καὶ τόδε δυναμένη γενέσθαι ἀνείδεος ἐστι καὶ ἀσώματος. εἰ δ’ ἄρα οὐ περὶ τῆς τῶν γινομένων ὕλης ὁ λόγος ἐστὶν Ἀριστοτέλει, ἀλλὰ περὶ τῆς τοῦ αὐξομένου, ἥτις ὄντως καὶ ὡς ὕλη αὐξομένου θεωρουμένη ἐνεργείᾳ ἐστὶ σῶμα, ἐν τῷ φάσκειν αὐτὸν “ἀλλὰ μὴν οὐδὲ γραμμὰς θετέον οὐδὲ στιγμὰς τὴν τοῦ σώματος ὕλην” προσυπακούειν χρὴ ‘τοῦ αὐξομένου᾿, ἵνα ᾖ λέγων περὶ τῆς τοῦ αὐξομένου σώμα- [*](5 num αὐτὸ καθ’ αὑτό? 6. 7 Ἀλλὰ—ὕλην] ὡς δ’ a, qui mox ὅτι om. 7 ἐπέστησαν μὲν R 8 ὕλης Ra: om. GTZ 9 προσθέμενος R 10 τῆς om. a 11 διαλύεσθαι Z 14 οὕτω Za ἥρμοσεν ἅπασαν Z 15 lemma continuat usque ad V. ἐν ἄλλοις διώρισται a φησίν om. GTa 18 πέρατα εἶναι libri 20 ἑαυτὴν Z 22 διατὶ τὰ ἔσχατα Z 24 αὐτῇ] αὐτοῖς Z 25 et 26 ᾖ] ἡ libri 27 ἐνεργείᾳ ὄντος om. T1 30 ταύτης GTa 31 δυναμένην G 32 εἰ mut. in οὐ T2 οὐ om. GT 34 <ὥστε> ἐν τῷ a 34 et p. 83,1 Ar. p. 320b14 et 22)

83
τος ὕλης * * * διδάσκειν, ὅταν λέγῃ “ἐπειδὴ δέ ἐστι καὶ οὐσίας ὕλη σωματικῆς”. [*](19v) τὸ ξὲ ἐφεξῆς τὸ ἐκεῖνο δὲ οὗ ταῦτα ἐσχατα, ἡ ὕλη, ἀρμοδιώτερον μᾶλλον κατὰ ταύτην τὴν ἐξήγησιν ἐπάγεται, βουλομένου αὐτοῦ τὸ ἐνεργείᾳ σῶμα καὶ οὐ τὸ δυνάμει εἶναι τοῦ αὐξομένου τὴν ὕλην, ἣν οὐδέποτε ἄνευ πάθους οὐδὲ μορφῆς οἷόν τε εἶναι. πρὸς τὴν προσεχῶς εἰρημένην ἐξήγησιν ἁρμόσαις ἄν ταύτην τὴν ῥῆσιν, φάσκων ὑπὸ Ἀριστοτέλους εἰρῆσθαι τὸ ἐνεργείᾳ σῶμα, ὅπερ κατὰ τὸ τριχῇ διαστατὸν θεωρεῖται, μηδέποτε ἄνευ πάθους καὶ μορφῆς συνίστασθαι. λέγοι δ’ ἄν μορφὴν μὲν τὸ φυσικὸν εἶδος, πάθος δὲ ἐνταῦθα σημαίνοι τὰ συμβεβηκότα.

[*](p. 320b17)

Γίνεται μὲν οὖν ἀπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ ἐν ἑτέροις διώρισται.

Τὸ μὲν οὖν ἀπλῶς ἢ τὸ κυρίως ἢ τὸ καθόλου ἐξακουστέον, τὸ δὲ ἐξ ἑτέρου ἀντὶ τοῦ ἐκ τινος ἐνεργείᾳ ὄντος, ἐπειδὴ κεῖται τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν. ὥσπερ ἐν ἑτέροις διώρισται. εἶπε γὰρ περὶ τούτων κἀν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· ζητήσας γὰρ πῶς τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται, αἰτίαν εἶπε τὸ κοινόν τι εἶναι αὐτοῖς ὑποκείμενον ἀμφοτέρων ὂν παρὰ μέρος δεκτικόν.

[*](p. 320b19)

Καὶ ὑπό τινος δὲ ἐντελεχείᾳ ὄντος ἢ ὁμοειδοῦς ἢ ὁμογενοῦς.

Ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινός τε γίνεται καὶ ὑπό τινος, εἰπὼν ἐκ τίνος ἡ αὔξησις, ὅτι ἐξ ἐνεργείᾳ μεγέθους, νῦν λέγει καὶ ὑπὸ τίνος, τουτέστιν ὑπὸ τοῦ ποιητικοῦ αἰτίου· “πάντῃ γὰρ ἀδύνατον”, ὥς φησι Πλάτων, ‘‘ἄνευ αἰτίου γένεσιν ἔχειν”. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης, εἰπὼν περὶ τοῦ ὑλικοῦ τῆς αὐξήσεως αἰτίου, λέγει νῦν καὶ περὶ τοῦ ποιητικοῦ, ὅσον αὐτῶ πρὸς τὸ παρὸν χρησιμεύει· οὐδὲ γὰρ τὸ ἰδίᾳ τῆς αὐξήσεως ποιητικὸν νῦν αἴτιον παραδίδωσιν, ἀλλ’ ἀπλῶς πάσης γενέσεως καὶ τῆς κατ’ οὐσίαν καὶ κατ’ ἀλλοίωσιν. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον γίνεται ὑπὸ τοῦ ποιητικοῦ αἰτίου ἐνεργείᾳ ὄντος ὁμογενοῦς ἢ ὁμοειδοῦς τῷ γινομένῳ. τοῦ μὲν οὖν ὁμοειδοῦς αὐτὸς παρέθετο παραδείγματα, ὡς ὅταν πῦρ ὑπὸ πυρὸς ἢ ἄνθρωπος ὑπ’ ἀνθρώπου γίνηται· τὸ δὲ ὑπὸ ὁμογενοῦς αὐτὸς [*](1 lacunam signavi διδάσκειν RZ: διδάσκει T: om. (G)a οὐσία ὕλης T 2 ἡ om. RZ 5 οὐδὲ RZ: καὶ GTa προσεχῶς δὲ a 8 μὲν om. Z 9 post σημαίνοι addit ἄν Z: σημαίνει a 10 lemma om. a 10. 11 ὥσπερ καὶ ἐν ἄλλοις διώρισται Aristot. 12 τὰ μὲν οὖν GT: τὸ δὲ a 15 τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροά σεως c. 7 p. 191 a4 18. 19 ἣ ὁμογενοῦς om. a, qui lemma solito more continuat (usque ad v. ὑπὸ σκληροῦ γίνεται) 20. 21 εἰπὼν ἔκ τινος ἡ et ἐνεργείας R 21 ὑπό τινος libri 22 Πλατῶν Tim. p. 28 A, unde scrib. παντὶ ὁ πλατῶν Z 28 γένεσις a σχεῖν Plato 27 καὶ τῆς κατ’ ἀλλοίωσιν Z, recte 28 ὁμοειδοῦς ἡ ὁμογενοῦς Z 29 οὖν Ra et in eras. T: ἣν G: ἡ Z παρέθετο αὐτὸς Z 30 γίνεται GT)

84
ἐδήλωσεν ὑπὸ τίνος φησίν, εἰπὼν ἢ ὑπὸ ἐντελεχείας. εἰ γὰρ καὶ μὴ [*](19v) ὁμοειδὲς ἦν τὸ ποιοῦν τῷ γινομένῳ, ὁμογενὲς γοῦν πάντως ἐστὶ κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἐνεργείᾳ ἐστὶν ὁμοίως τῷ γινομένῳ· σκληρὸν γάρ, φησίν, οὐχ ὑπὸ σκληροῦ γίνεται, ᾧ δῆλον ὅτι οὐχ ὑπὸ ὁμοειδοῦς, | ἀλλὰ [*](20r) ὑπὸ ψυχροῦ, ὅν οὕτως τύχῃ, τῷ πυκνοῦσθαι ὑπ’ αὐτοῦ, ὅπερ ὁμογενές ἐστι τῷ γινομένῳ, τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν, ὥσπερ ἐκεῖνό ἐστιν ἐνεργείᾳ σκληρόν. ταύτῃ οὖν ὑπὸ ὁμογενοῦς γίνεται, διότι ἐκ τοῦ ἐντελεχείᾳ ὄντος· τὸ γὰρ ποιητικὸν αἴτιον, ὅ τι ποτ’ ἄν ᾖ, πάντως ἐντελεχείᾳ ἐστί. καὶ αἱ τῶν βοτανῶν δὲ αὐτομάτως φυόμεναι οὐκ ἐξ ὁμοειδοῦς τοὐ ποιητικοῦ αἰτίου τὴν γένεσιν ἔχουσιν, ἀλλ’ ἐξ ἐντελεχεία ὄντος καὶ ταύτῃ ὁμογενοῦς· οἱ γὰρ δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες αἴτιοι τῶν αὐτομάτως φυομένων εἰσί. καὶ τὸ λευκὸν δὲ οὐχ ὑπὸ λευκοῦ γίνεται, καὶ ἐπὶ ἄλλων μυρίων, ἀλλ’ ἐξ ἐνεργεία ὄντος. χρήσιμα δὲ αὐτῷ ἔσται τὰ νῦν εἰρημένα εἰς τὸν περὶ αὐξήσεως λόγον, εἰς τὸ δεῖξαι ὅτι ἔστι τι ποιητικὸν τῆς αὐξήσεως αἴτιον τὸ οἰκειοῦν καὶ συγκρῖνον τὴν τοῦ αὐξομένου ὕλην τῷ αὔξοντι.

[*](p. 320b22)

Ἐπεὶ δ’ ἐστὶ καὶ οὐσίας ὕλη σωματικῆς, σώματος δ᾿ ἤδη τοιουδί.

Ζητήσας περὶ τῆς τοῦ αὐξομένου ὕλης καὶ δείξας ὅτι σῶμά ἐστιν ἐνεργείᾳ, ἵνα μή τις οἰηθῇ πρώτην ὕλην ταύτην εἶναι, νῦν διδάσκει ὅτι καὶ αὐτοῦ τοῦ σώματος ἔστιν ὕλη, ἥτις πρώτη καὶ ἀνείδεος ἐστι καὶ ἀσώματος ἐξ ἀνάγκης· ἕτερον γὰρ ἡ ὕλη τοῦ οὗ ἐστιν ὕλη. εἴη ἄν οὖν ἡ τοῦ σώματος ὕλη οὐ σῶμα, ἀλλ’ ἀσώματον. καὶ εἰ τοῖς εἴδεσιν ὑπόκειται πᾶσιν, ἀνείδεος ἄρα ἔσται. καὶ ἑτέρα ἐστὶν ἡ ὕλη ἡ τῆς σωματικῆς οὐσίας, καὶ ἑτέρα ἡ τῆς αὐξήσεως· δόξει γάρ, εἴπερ ἡ μέν ἐστιν ἀσώματος καὶ ἀνείδεος καὶ πρώτη, ἡ δὲ τῆς αὐξήσεως ἐνεργείᾳ σῶμα. φησὶν οὖν ὅτι ἡ αὐτή ἐστιν ὕλη τῆς οὐσίας τῇ τῆς αὐξήσεως τε καὶ ἀλλοιώσεως· διὰ μὲν γὰρ τοῦ μεγέθους τὴν αὔξησιν, διὰ δὲ τοῦ πάθους τὰ συμβεβηκότα δεδήλωκεν. εἰ γὰρ ἄλλη μὲν εἴη σώματος ὕλη, ἄλλη δὲ ποσοῦ καὶ ποιοῦ καὶ τῶν λοιπῶν, ἔσονται τὰ συμβεβηκότα χωριστὰ τοῦ σώματος, ὅπερ ἐστὶν ἀδύνατον. ἡ αὐτὴ ἄρα ἐστὶ καὶ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως ὕλη. ἡ αὐτὴ δὲ οὐ καθ’ ἅπαν, κατά τι δὲ ἡ αὐτή. καὶ πῶς ἡ αὐτὴ προστίθησι, φάσκων τῷ μὲν λόγῳ δυνατὸν εἶναι χωρισθῆναι τὴν ἑτέραν [*](ὑπό τινός φησιν libri ἐντελεχείας R Aristot.: ἐντελεχεία cett. 2. 3 καθ’ αὑτὸ GT 4 ᾦ om. a 5 οὕτω a τῷ a: τὸ cett. 6 ἐστιν (post ἐκεῖνό) R: ἐστι τῶ (?) Z: ἐστὶ (hoc om. G) τῶ γινομένω τῶ GT: τὸ γινόμενον τῷ a 7 γοῦν R 8 ἡ RZ: εἴη GTa 9 οὐκ ἐχ’ (sic) ὁμοειδοῦς R 10 ἐντελεχείας R 13 μυρίων] πολλῶν Z ἐνεργείας R αὐτὰ a 15 τῳ] τῇ a 17 ἐπειδὴ supra p. 83,1 δέ ἐστι et mox τοιοῦδε R 20 εἶναι ταύτην Z 21. 22 ἥτις—ἐστιν ὕλη om. R 22 ἐξ ἀνά cum lac. Z 23 ὕλη om. add. Τ2 οὐ σῶμα bis GT1 ἀσώματος a 24 ἔσται ἄρα Z ἡ ὕλη ἡ RZ: ἡ ὑάλη GTa 25 δοκεῖ GTa 26 ἀνείδεος καὶ ἀσώματος ἡ πρώτη a 32 fort. ἅπαν. κατὰ τί δὲ ἡ αὐτὴ καὶ 33 εἶναι] ἐστι Z)

85
ἐκ τῆς ἑτέρας, τόπῳ δὲ μηκέτι. τὸ γὰρ ἐνεργείᾳ σῶμα τὸ τῇ αὐξήσει [*](20r) καὶ τῇ ἀλλοιώσει ὑποκείμενον τῷ μὲν λόγῳ ἕτερόν ἐστι τῆς πρώτης καὶ ἀνειδέου ὕλης ἄλλος γὰρ λόγος τῆς πρώτης ὕλης καὶ ἄλλος τοῦ σώματος), ἀριθμῷ δὲ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτὸν ἄμφω ὑπάρχει καὶ τόπον τὸν αὐτὸν ἔχοντα. εἰ γὰρ λέγοις ἐν ἄλλῳ μὲν τόπῳ τὴν τῆς οὐσίας ὕλην ὑπάρχειν ἐν ἄλλῳ δὲ τὴν τῆς αὐξήσεως καὶ τῶν παθῶν, ἔσται ἐν ἄλλῳ μὲν τόπῳ ἡ σωματικὴ οὐσία ἐν ἄλλῳ δὲ τὰ πάθη, ὅπερ ἐστὶν ἀδύνατον, τὰ πάθη ὑποθέσθαι ἐκτὸς τῶν σωμάτων ὑφιστάμενα αὐτὰ καθ’ αὑτά·

Σώματος δ᾿ ἤδητοιουδί· σῶμα γὰρ κοινὸν οὐδέν ἐστιν. ἐπειδή, φησίν, ἡ γένεσις τῶν κατὰ μέρος ἐστὶ σωμάτων, καὶ τοῦδέ τινος· τοῦ γὰρ κοινοῦ τοῦ κατηγορουμένου τῶν ἄλλων οὔτε γένεσις ἁπλῶς ἐστιν οὔτε ὑπόστασις. τὸ γὰρ καθόλου ἐν τοῖς δημιουργικοῖς λόγοις ὑφέστηκε μόνοις. ὥστε καὶ ἡ ὕλη τοῦ τινός ἐστι σώματος, καὶ οὐ τοῦ κοινοῦ· εἰ γὰρ τοῦ κοινοῦ σώματος εἴη, οὐκέτ’ ἄν ἐνεργείᾳ ἦν ὕλη ὑπάρχουσα, τοῦ κοίνου μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος. ὥσπερ οὖν ἐστι τὸ καθόλου σῶμα ἐν τοῖς δημιουργικοῖς ἐνυπάρχον λόγοις, οὕτω καὶ τὴν καθόλου ὕλην οἰητέον εἶναι. οὐδὲν γάρ ἐστι καθόλου ἐν ὑποστάσει οὔτε σῶμα οὔτε σώματος ὕλη.

[*](p. 320b25)

Φανερὸν δὲ ἑκτῶν διηπορημένων.

Ζητήσας περὶ τῆς ὕλης τῆς αὐξήσεως, καὶ δείξας ὅτι ἕψονται ἄτοπα τοῖς ἐκ δυνάμει μὲν μεγέθους καὶ <σώματος> δὲ ἀμεγέθους λέγουσι γίνεσθαι τὴν αὔξησιν, συμπεραίνεται νυν τὰ δεδειγμένα, ὅτι οὐκ ἐκ δυνάμει μεγέθους αὔξεται τὸ αὐξόμενον, ἀλλ’ ἐξ ἐνεργείᾳ μεγέθους φυσικοῦ. εἰ γὰρ ἐξ ἀμεγέθους τὸ μέγεθος ἐπιδίδωσι καὶ αὔξεται, εἴη ἄν χωριστὸν κοινὸν ἢ κενόν· ἀμφότερα γὰρ γράφονται καὶ ἀμφότερα λόγον ἔχοντα. εἰ μὲν γὰρ εἴη χωριστὸν κοινὸν γεγραμμένον, σημαίνει μὲν διὰ τοῦ κοινὸν τὴν ὕλην· κοινὸν γάρ ἐστι πάντων ὑποκείμενον. λέγοιτο δ’ ἂν ὅτι εἰ γένοιτο αὔξησις καὶ μέγεθος ἐξ ἀμεγέθους καὶ του δυνάμει σώματος, εἴη ἄν τὸ δυνάμει μέγεθος ὅπερ ἐστὶν ἡ ὕλη κεχωρισμένη μεγέθους καὶ τοῦ ἐνεργείᾳ σώματος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα· εἰ δὲ ἔχοι χωριστὸν γὰρ ἂν εἴη τὸ κενόν, εἴη ἄν λέγων ὅτι εἰ γίνεται αὔξησις ἐκ δυνάμει μὲν μεγέθους, ἐνεργείᾳ δὲ μηδὲν ἔχοντος μέγεμὲν [*](2 γὰρ λόγω T 4 ἓν καταυτὸν T τόπου R 5 ἔχουσιν a λέγεις RT1 9 τοιοῦδε R ἐστιν om. Ar. 12 λόγοις om. GTa ὑφεστηκομένοις (pro ὑφ. μόνοις) compend. R 14 ἂν ἦν ἐνεργεία R 16 ὑπάρχον a 17 ὑποστάσεσιν Z 19 lemma om. a, qui pergit ζητήσας δὲ φανερὸν δὴ Ar. vulg. 21 ἕψεται a σώματος addidi: contra καὶ delevit a 23 οὐκ ἐν δυνάμει GT 25 κοινὸν ἢ κενόν Z: κενὸν ἢ κενόν GT: κενὸν ἡ κοινόν Ra 26. 27 σημαίνει—ὑποκείμενον om. add. Τ2 27 διατοῦτο κοινὸν R 28 μέγεθος] mut. in μεγέθους T2 ἐξ Ra: καὶ cett. 31 ἔχει Z: ἔχ(??) R γὰρ εἴη ἄν Z, qui 32 μηδὲν RZ: μὴ GTa)

86
θος, ἔσται κεχωρισμένον καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς τὸ κενόν. εἰ γὰρ [*](20r) τὸ ηὐξημένον ἐπιλαμβάνει τόπον τινὰ πλείονα μὴ κατεχόμενον ὑπὸ τοῦ προσιόντος καὶ τὴν αὔξησιν ποιήσαντος (ἐκεῖνο γὰρ ἀμέγεθες ἦν), ἦν ἄν οὗτος ὁ τόπος ὃν ἐπέλαβε τὸ ηὐξημένον κενὸς πρότερον, ὅπερ ἀδύνατον ὂν δέδεικται ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ὅτι δὲ οὐδὲ τὴν ὕλην χωριστὴν εἶναι παντὸς εἴδους ἐνδέχεται, πολλάκις εἴπομεν.

Eἰδέναι δὲ χρὴ ὅτι ὡς δεδομένου τοῦ μηδὲν τῶν φθειρομένων εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖν, ἀληθὴς ἡ κατασκευὴ ἡ | εἰς ἄτοπον ἀπάγουσα καὶ τὸ κενὸν εἰσάγουσα. εἰ δέ τις λέγοι φθείρεσθαί τε εἰς τὸ μὴ ὂν καὶ γεννᾶσθαι ἐκ μὴ ὄντος, οὐκέτι τῇ ὑποθέσει ταύτῃ τὸ εἶναι τὸ κενὸν ἐνεργείᾳ ἕψεται· ·ὃν γὰρ τὸ φθειρόμενον ἀπολείπει τόπον, τοῦτον ἀναπληροῖ τὸ γινόμενον. οὕτω δὲ κἀπὶ τῆς· αὐξήσεως, εἴ τις λέγοι μὴ μόνον ἐκ δυνάμει μεγέθους γίνεσθαι τὴν αὔξησιν, ἀλλὰ καὶ τὸ φθῖνον εἰς δυνάμει μέγεθος μεταβάλλειν, οὐκέτι χώραν ἔχει τὸ κενόν. ὡς οὖν ὡμολογημένου ὅτι τὸ φθῖνον οὐ μεταβάλλει εἰς δυνάμει μέγεθος, οὕτω προχωρεῖ ἡ κατασκευή. εἰ δέ τις ζητοίη τί βούλεται αὐτῷ ἡ προσθήκη τοῦ χωριστοῦ (ἤρεκει γὰρ εἰπεῖν ὅτι ἔσται κενόν), ἴστω ὅτι πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους εἴρηται· ἐδίδαξε γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ πλῆρες τοῦ κενοῦ τῇ σχέσει μόνῃ διαφέρει, καὶ οὐδὲν ἕτερόν ἐστι πλῆρες ἢ κενὸν πεπληρωμένον σώματος, καὶ κενὸν πάλιν πλῆρες ἐστερημένον σώματος. τὸ οὖν χωριστὸν κενὸν οὐδὲν ἄλλο σημαίνει ἡ τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς κενόν.

[*](p. 320b28)

Ἐτι δ’ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ἴδιος ἀλλὰ γενέσεως.

Ἐντεῦθεν δόξει πρόσφορος εἶναι ἡ γραφὴ ἡ λέγουσα “χωριστὸν γὰρ ἂν εἴη τὸ κοινόν’’, τουτέστιν ἡ ὕλη· πρὸς γὰρ τῷ ἀτόπῳ τούτῳ, φησίν, ἡ τοιαύτη ὕλη γενέσεως μᾶλλον ἔσται, οὐκ αὐξήσεως. φησὶν οὖν ὅτι τὸ ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι οὐ τῆς κατὰ αὔξησιν ἴδιόν ἐστι μεταβολῆς, ἀλλὰ τῆς κατ’ οὐσίαν, τουτέστι τῆς γενέσεως· ἡ γὰρ αὔξησις οὐκ ἔστι γένεσις μεγέθους ἀλλ’ ἐπίδοσις, ἡ δέ φθίσις μείωσις. διό, φησίν, ἔχειν τι δεῖ μέγεθος τὸ αὐξόμενον. γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἡ ἔλαττον᾿, ἵν’ ᾖ τὸ ῥητὸν ‘διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ γινόμενον, οὐ τὸ ἁπλῶς, φησί, γινόμενον, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον γινόμενον᾿.

[*](1 ὑφεστὸς GT1 2 τινὰ τόπον GT ὑπ’ αὐτοῦ τοῦ a 3 ἀμεγέθες et 4 ὑπέλαβε libri 5 δέδεκται Z ἐν τῷ τετάρτῳ κτλ. c. 6 sqq. 6 εἶναι χωριστὴν Z εἴπωμεν GT1 8 μηδαμῆ om. GTa 10 ταύτῃ <τὸ ἄτοπον> a 15 ὁμολογημένου GRT1: ὁμολογουμένου Ζ 16 ζητείη Z 17 ὅτι (post ἴστω) om. GTa 18 ἐνδίδαξε R Φυσικῇ Δ 1 p. 213a16 (cl. Philop. comment, p. 611,22 sqq.) 18. 19 πεπληρωμένον τοῦ σώματος Z 21 ὑφεστὸς GT 22 Ἔτι δ’ ἣ γε] εἰ δέ γε ἡ a ἰδία R 25 τοῦτο R 26 μᾶλλον ἔσται ἄρα pro ἔσται solito errore R) GTR: ἔσται μᾶλλον Z: ἔσται om. a 27 μέγεθος om. Z 30 αὐξανόμενον Arist. 31 λέγων om. Z 32 δὴ RZ: δεῖ (GT)a δεῖ om. a 33 φύσει (pro φησί) R: φησί, γινόμενον om. a)
87
[*](p. 320b32)

Ὥστε οὐκ ἐξ ἀμεγέθους * * * γένεσις γὰρ ἄν εἴη [*](20v) σώματος μᾶλλον, οὐκ αὔξησις.

Ὅτι μὲν οὐκ ἐκ μὴ προυπάρχοντος μεγέθους γίνεται μέγεθος ἐπὶ τῆς αὐξήσεως, ἀλλ’ ἐπίδοσις ἢ μείωσις γίνεται τοῦ προυπάρχοντος, ἀυτὴ ἡ κοινὴ ἔννοια ἡ περὶ τῆς αὐξήσεως μαρτυρεῖ· οὐ μὴν ἐπειδὴ μεταβολή ἐστι προυπάρχοντος μεγέθους ἐπὶ τὸ μεῖζον ἡ αὔξησις, ἐξ ἀνάγκης ἤδη ἡ τῆς αὐξήσεως ὕλη οὐ δυνάμει μέγεθός ἐστιν ἀλλ’ ἐνεργείᾳ· τοῦτο γὰρ οὐκέτι κατεσκεύασε. τί γὰρ κωλύει ὅσον πρὸς τὴν παροῦσαν κατασκευὴν εἶναι μὲν τὴν αὔξησιν ἐπίδοσιν τοῦ προυπάρχοντος μεγέθους, γίνεσθαι δὲ τὴν ἐπίδοσιν ἐκ δυνάμει μεγέθους, ὅπερ ὕλη ἄν εἴη τῆς αὐξήσεως; τὸ δὲ ‘ὡς πρὸς τὴν παροῦσαν κατασκευὴν᾿ εἶπον διότι ἀνωτέρω δι’ ἄλλων κατεσκεύασε τὸ τὴν αὔξησιν μὴ ἐκ δυνάμει μεγέθους γίνεσθαι, ὧν ἡ κεφαλαιωδεστέρα ὑπῆρχε τὸ μὴ δύνασθαι ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι, ἤγουν ἐπιδοῦναι πρὸς τὸ μεῖζον· τούτῳ γὰρ δοκεῖ συνεισάγεσθαι τὸ κενόν· εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως, εἰ καὶ ἐκ σώματος αὔξεσθαι τὸ αὐξόμενον ὑπόθοιτό τις, ἀλλ’ οὖν τὴν ὕλην τῆς αὐξήσεως οὐδὲν κωλύει εἶναι δυνάμει σῶμα, ὥσπερ κἀπὶ τῆς γενέσεως κἀπὶ τῆς ἀνωτέρω διαιρέσεως, εἰ καὶ τἆλλα ἐξελήλεγκται τμήματαταῦτα εἰσάγοντα δυνάμει σῶμα καὶ οὐκ ἐντελεχείᾳ τὴν ὕλην του αὐξομένου εἶναι, ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι, πλὴν εἴ τις ἀποκληρωτικῶς φῇ ὅτι ἡ τοιαύτη ὕλη οὐκ αὐξήσεως ἐστιν ἴδιος ἀλλὰ γενέσεως.

[*](1 lacunam indicavi 1. 2 γένεσις γὰρ—αὔξησις om. a 2 σώματος om. Z οὐκ RZ: ἢ GT 4 γίνεται om. a αὐτὴ Z: αὕτη cett. 5 ἡ περὶ] ὑπὲρ R 5. 6 ἐπειδή ἐστι μεταβολὴ Z 8 κατεσκεύασεν· ἕν τι γὰρ R σκευὴν R1 10 post μεγέθους del. γίνεσθαι R 11 διότι ἀνωτέρω om. GT: ὅτι supplenerat a 12 τὸ om. GTa τὴν] τε Z 12. 13 κεφαλαιοδεστέρα RT 13 γενέσθαι R 14 πρὸς τὸν μεῖζον a συνάγεσθαι Z 18 ὑφεστὸς GT 20 εἴδει] ἔδει R καὶ ἐπὶ a 21 ὑποθεῖτό Τ2: ὑποθοῖτό R 23 εἰ καὶ RZ: εἰς GTa ἐξελήλεκται libri (praeter corr. T) 24 ταῦτα] τὰ Z 26 τε om. (G)a 28 ὕλη libri praeter a ἀριστοτ Z: Ἀριστοτέλει a 29 φῆ GTR: φησὶν compend. Z: φαίη a)
88
[*](p. 320b34)

Ληπτέον δὴ μᾶλλον οἶον ἁπτομένους τῆς ζητήσεως ἐξ [*](20v) ἀρχῆς.

Προθέμενος ζητῆσαι τίς ποτέ ἐστιν ἡ ὕλη τῆς αὐξήσεως, προήγαγε κατὰ διαίρεσιν τὸν λόγον, ὅτι ἢ δυνάμει σῶμά ἐστιν ἡ τῆς αὐξήσεως ὕλη ἐνεργείᾳ δὲ ἀσώματος, ἢ ἐνεργείᾳ ἐστὶ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστι δυνάμει σῶμα, οὔτε ὡς χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς οὔτε ὡς ἐν ἄλλῳ τινὶ ὑπάρχον, ἔδειξε διὰ τῶν προλαβόντων. νῦν οὖν βούλεται καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μόριον ἐξετάσαι, λέγω δὴ εἰ ἐνεργείᾳ σῶμα αἰσθητόν ἐστιν ἡ τῆς αὐξήσεως ὕλη. ἀναλαμβάνει δὲ τὸν ὅλον λόγον, καθολικωτέραν ποιούμενος τὴν διαίρεσιν καὶ ἀπορητικώτερον ἐφ’ ἑκάτερα προάγων τὸν λόγον. πρὶν δὲ τοῦτο ποιήσει, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει ἐκτίθεται. δεῖ γάρ, φησίν, οἷον ἐγγυτέρω γινομένους ἡμᾶς τῇ περὶ τῆς αὐξήσεως ζητήσει καὶ οἷον αὐτῆς ἁπτομένους προλαβεῖν ὁποίου ὄντος τοὐ αὐξάνεσθαι τὰ αἴτια αὐτοῦ ζητοῦμεν, λάβοιμεν δ’ ἂν τοῦτο τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ αὐξάνεσθαι ζητήσαντες. πρὸς ταῦτα γὰρ χρὴ ἀπευθύνειν τὸν περὶ αὐτοῦ λόγον· ὅσα γὰρ μὴ συμφωνεῖ τοῖς κατὰ κοινὴν ἔννοιαν περὶ αὐτοῦ λεγομένοις, οὐκ ἂν οἰκείως περὶ αὐτοῦ ῥηθείη. ἀρχὴ δὲ ἀπάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι. τοῦτο δὲ πεποίηκε κἀν τῇ Φυσικῇ ἀκροάσει ἐν τῇ περὶ τοῦ τόπου διδασκαλίᾳ. [*](21r) μέλλων γὰρ περὶ αὐτοῦ διαλαβεῖν, ἐζήτησε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρ- χοντα τῷ τόπῳ, ὅπως ἂν τὰ περὶ αὐτοῦ ἀποδιδόμενα, εἰ μὲν σύμφωνα εἴη τούτοις, ἀποδεξώμεθα, εἰ δὲ μή, ἀποσεισώμεθα· καὶ τῶν ἐπιφαινομένων κατὰ τοὐ τόπου ἀποριῶν τὰς λύσεις ἀποδείξῃ ὀρθῶς ἐχούσας, τῷ συμφωνεῖν τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι * * * ὑπάρχοντα τῷ αὐξομένῳ τρία ὄντα, τό τε πᾶν ὁτιοῦν μέρος αὔξεσθαι τοῦ αὐξομένου, καὶ τὸ προσιόντος τινὸς ἔξωθεν γίνεσθαι τὴν αὔξησιν, καὶ τρίτον πρὸς τούτοις (ὅπερ νῦν μὲν οὐκ ἐπιφέρει, ἐν δὲ τοῖς ἑξῆς προστίθησι) τὸ ὑπομένειν τὸ αὐξόμενον καὶ σῴζεσθαι ἐφ’ οὗ πρότερον ἦν εἴδους. ταῦτα εἰπὼν λοιπὸν ἀπορεῖ περὶ τῆς ὕλης τῶν αὐξανομένων, κατὰ διαίρεσιν προάγων τὸν λόγον. ἀνάγκη γὰρ ἢ σώματι αὔξεσθαι τὸ αὐξόμενον ἢ ἀσωμάτῳ, τοῦ ἀσωμάτου νῦν καθολικωτέρου ὄντος· περιέχει γὰρ καὶ τὸ δυνάμει σῶμα. ἀλλ’ εἰ μὲν ἀσωμάτῳ, ἄτοπον· εἰσοίσομεν γὰρ κενὸν χωριστὸν καὶ καθ’ αὑτὸ ὑφιστάμενον, ὅπερ καὶ ἀνωτέρω εἴρηται. εἰ δὲ σώματι [*](1 ἁπτομένου R 6 ἑαυτὸ R ὑφεστὸς GT 11 ποιῆσαι a τὰ] τὸν GT 12 φησίν om. Z γενομένους Z 14 τὰς αἰτίας a ζητοῦμεν αὐτοῦ R 15 τῳ] τὸ T 16 μὴ om. R1 17 συμφωνῇ GT1 22 ἀποδεξόμεθα GT1 ἀποσεισόμεθα R 23 ἀποδείξει RT1a 24 ἔννοιαν ὑπάρχουσι τῶ R: ὑπάρχ(??)υσιν ἔν(??)οιαν τῶ Z: ἔννοιαν ὑπάρχοντα τῶ GT: ἔννοιαν ὑπάρχουσι. <τὰ δὴ κατὰ κοινὴν ἔννοιαν> τῷ supplet a: equidem lacunam signavi αὐξανομένω Z 25 ὄντα] εἰσί a 27 ἑξῆς p. 321a17 προτίθησι Τ1 28 ἐξ οὗ Z ἦν RZa: νῦν GT 28. 29 λοιπὸν εἰπὼν R 32 καινὸν R 33 καὶ (ante καθ’) om. GTa)

89
γίνοιτο ἡ αὔξησις, σῶμα διὰ σώματος χωρήσει, τῷ τὸ αὖξον ὅλῳ προσκριθῆναι [*](21r) τῷ αὐξομένῳ· ᾧ γὰρ μὴ προσκρίνεται μορίῳ, τοῦτο δηλονότι οὐδὲ αὔξεται. <ὥστε> ἕψεται ἐξ ἀνάγκης τὸ σῶμα χωρεῖν τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῇ Φυσικῇ. τούτων οὖν οὕτως εἰρημένων χρὴ λόγους τοιούτους περὶ τῆς αὐξήσεως ἀποδοῦναι, οἵτινες συναινέσουσι τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῷ αὐξομένῳ καὶ τὰς ἀπορίας καὶ τὰ ταύταις ἑπόμενα ἄτοπα ἐκφεύξονται.

[*](p. 321a6)

Εἰ μὲν οὖν ἀσωμάτῳ, ἔσται χωριστὸν κενόν.

Κειμένου τοῦ ὅτι προσιόντος τινὸς αὔξεται τὸ αὐξόμενον, ζητεῖ τί ποτέ ἐστι τοῦτο τὸ προσιόν, πότερον σῶμα ἢ ἀσώματον, καὶ πρὸς ἀμφότερα ἀπορεῖ. εἰ μὲν γάρ, φησίν, ἀσώματον, ἔσται χωριστὸν κενόν, ὅπερ καὶ πρόσθεν εἴρηται. τὸ μὲν γὰρ αὐξόμενον ἐπιλαμβάνει τόπον ἕτερον, τὸ δὲ ᾧ αὔξεται οὐκ ἦν ἐν τόπῳ ἀσώματόν γε ὄν· ὃν οὖν ἐπιλαμβάνει τόπον τὸ αὐξόμενον, οὗτος πρὸ τοῦ αὐτὸν ὑπὸ τοῦ αὐξομένου κατασχεθῆναι ἦν δηλονότι κεχωρισμένος σώματος καὶ κενός.

[*](p. 321a6)

Ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν.

Τοῦτο ὡς δεύτερον ἄτοπον τοῖς ἀσωμάτῳ λέγουσι τὴν αὔξησιν γίνεσθαι ἐπιφέρει. οὐ γὰρ οἴεσθαι χρὴ τῶν προηγησαμένων ἠρτῆσθαι τὴν λέξιν. ὅμοιον δέ ἐστιν ὡς εἰ ἔλεγεν ‘ἔτι ἀδύνατον ὕλην μεγέθους εἶναι χωριστήν᾿. ἔστι δὲ διττῶς ἀκοῦσαι τοῦ ῥητοῦ, ἤτοι ὅτι ἀδύνατόν ἐστι τὴν τοῦ μεγέθους ὕλην χωριστὴν εἶναι (ἔδειξε γὰρ ἀνωτέρω ὅτι ἀδύνατον τὴν τοῦ μεγέθους ὕλην, τουτέστι τὴν πρώτην τὴν ἀσώματον, χωριστὴν εἶναι καὶ μὴ ἐνέργειᾳ σῶμα· οὐ γὰρ δυνατὸν αὐτὴν καθ’ αὑτὴν ὑποστῆναι), ἤγουν ὅτι τὴν ὕλην ἀδύνατον χωριστὴν εἶναι μεγέθους οὐχ ὅτι ἡ ὕλη τῷ ἰδίῳ λόγῳ μέγεθος ἔχει, ἀλλ’ ὅτι οὖσα καὶ ὑφεστηκυῖα ἀχωριστός ἐστι μεγέθους· δεῖται γὰρ πρὸς ὕπαρξιν τοῦ μεγέθους αὐτὴ ἀμεγεθης οὖσα κατὰ τὸν ἴδιον λόγον. εἰ τοίνυν, φησί, τὸ προσιὸν καὶ ποιοῦν αὔξησιν (τοῦτο γὰρ δέδοται) ἀσώματον ἐρεῖς, ἐπειδὴ τοῦτο ὕλη ἐστὶ τῆς αὐξήσεως, τὴν ἀσώματον ὕλην αὐθυπόστατον καὶ χωριστὴν ὑποτιθῇ. εἰ μὲν οὖν ἔχοι ἡ γραφὴ ἔσται χωριστὸν κενόν, ὡς ἑτέραν ἀπορίαν [*](1 τῷ τὸ a: τὸ GRT: τῶ Z ὅλον R1 2 τοῦτο] τοῦ R 3 ὥστε addidit a 4 Φυσικῇ] cf. Philop. Phys. p. 505,21 sqq. 8 lemma om. hic a, qui pergit κειμένου τοίνυν τοῦ τὸ κενόν GT et Ar. vulg.: κοινὸν p. 90,2 12 αὐξανόμενον GRT 13 οὐκ ἦν RZ: οὐκοῦν GT: οὕκουν a 14 τόπου GT1 14. 15 κατασχεσθῆναι GT1 15 καὶ om. GTa 16 lemma om. hic a, qui pergit καὶ δεύτερον δὲ ἄτοπον ὕλην εἶναι GRT: εἶναι ὕλην Z 17 ὡς bis G 19 ἔτι] ὅτι R 21 ἀνώτερον GT 23 αὐτὴν RZ: ταύτην GTa 24 ἡ γοῦν a 26 αὐτὴ RZ: αὕτη GTa 26. 27 ἀμεγέθους GRT1 28 ἀσωμάτῳ GT 29 ὑποτιθῇ (cf. ad Phil. Phys. p. 463,8) GRT; ὑποτιθεῖ Z: ὐποτίθη a)

90
ἐκληψόμεθα τὸ ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν· εἰ δὲ [*](21r) τὸ κοινὸν ἔχοι, τουτέστιν ὕλη, συνεχὴς ἔσται ὁ λόγος. ὅτι γὰρ τὸ κοινόν, ὅπερ ἐστὶν ἡ ὕλη, χωριστὸν εἶναι οὐκ ἐνδέχεται, προστέθεικε διὰ τοῦ εἰπεῖν ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν.

[*](p. 321a7)

Εἰ δὲ σώματι, δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται.

Ἐπὶ τὸ ἕτερον μέτεισι μέρος, καὶ ἀπορεῖ πρὸς τοὺς σώματι τὴν αὔξησιν γίνεσθαι λέγοντας. ἔσται γάρ, φησί, δύο σώματα ἐν τῷ αὐτῷ τόπω, καὶ σῶμα διὰ σώματος διελεύσεται. τὸ δὲ ἄτοπον ἀνακύπτει ἐκ τοῦ ὡμολογῆσθαι πᾶν ὁτιοῦν μέρος τοῦ αὐξομένου αὔξεσθαι. εἰ γὰρ τὸ αὐξόμενον αὔξεται κατὰ πᾶν μόριον, πανταχοῦ παρατεθήσεται τῷ προῦπάρχοντι καὶ αὐξομένῳ τὸ προσιόν. εἰ δὲ τοῦτο, διὰ παντὸς αὐτοῦ διελεύσεται, ἵνα πανταχοῦ αὐτὸ αὐξήσῃ. εἰ δὲ διὰ παντὸς τοῦ αὐξομένου τὸ προσιὸν φαίης διιέναι, ἀνάγκη ἤτοι πόρον ἅπαν ὑποθέσθαι τὸ αὐξόμενον, ἢ σῶμα διὰ σώματος διιέναι, ὅπερ ταὐτὸν τῷ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα φάσκειν. τοῦτο δὲ δέδεικται τῶν ἀδυνάτων ὑπάρχον· ἔσται γὰρ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, οἷον ἡ θάλαττα ἐν κυάθω καὶ ἡ γῆ ἐν κέγχρῳ. ὥστε τὸ αὐτὸ ἁμαρτήσονται οἵ τε σώματι λέγοντες αὔξεσθαι καὶ σῶμα διὰ σώματος διιέναι καὶ οἱ ἀσωμάτῳ· ἀμφότεροι γὰρ κενὸν εἰσάγουσιν. εἴτε γὰρ σῶμα διὰ σώματος διέλθῃ, ὁ τόπος ὃν καταλέλοιπε τὸ σῶμα τοῦ προσιόντος κενὸς ἔσται· εἴτε πάλιν ἀσωμάτῳ τὸ σῶμα αὔξεται, ἔσται χωριστὸν κενόν, καθὼς προείρηται.

[*](p. 321a9)

Ἀλλὰ μὴν οὐδ’ οὕτως ἐνδέχεται λέγειν.

Ἀπορήσας εἰς ἑκάτερον μέρος καὶ δείξας ὅτι κἄν τε σώματι φαίημεν τὴν αὔξησιν γίνεσθαι, συμβήσεται δύο ἐν τῷ αὐτῷ σώματα εἶναι, κἄν τε ἀσωμάτῳ, ἔσται κενὸν χωριστόν, ὥσπερ ἔνστασίν τινα παραφέρει πρὸς ἀμφοτέρας τὰς ἀπορίας, λέγων· μήποτε οὐκ ἐξ ἀνάγκης ἕψεται ταῦτα τοῖς τὸν αὐτὸν τρόπον τὴν αὔξησιν φάσκουσι γίνεσθαι ὅνπερ καὶ ἡ γένεσις. ἐν γὰρ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων ἀὴρ ἐξ ἐλάττονος ὕδατος γεγένηται. καὶ ὅμως οὐκ ἔστιν εἰπεῖν οὔτε ὅτι δύο ἐν τῷ | αὐτῷ τόπῳ [*](21v) [*](1 et 4 μέγεθος T1 1 ὅλην R 2 ἔχοι om. T1 ὕλη corr. T: ὕλην cett. 2. 3 ὅτι γὰρ τὸ κενὸν T 3 ἡ om. GTa 4 δὲ om. Z 5 τῷ et τόπῳ om. Z τόπω σώματα GRT: σώματα τόπῳ a; cf. Ar. 6 μέρος μέτεισι R 6. 7 λέγοντας τὴν αὔξησιν γίνεσθαι Z 8 post τόπῳ addit σώματα ἔσται (sed hoc deletum) ex lemmate R 9 ὁμογ|||||(εῖ in ras.) σθαι R: ὁμολογεῖσθαι a 10 fort. προστεθήσεται (et sane προστέθειται F) 13 ἅπαν] τινὰ Z 14 ταὐτὸν τὸ δύο GT ἐν ταὐτῶ Z 15 τοῦτο κτλ·] cf. ad p. 89,4 17 τῶ αὐτῶ R1 αὔξεσθαι λέγοντες Z 18 καὶ σῶμα] καὶ οἱ σῶμα a 19 γὰρ om. Z διέλθοι GTa κατέλ(??)ε Z 20 τὸ alterum om. Z 21 ‘καθὰ a οὐδὲ R: οὐδὲν GT 24 εἶναι om. Z 25 περιφέρει Ζ 27 ὅπερ R ἡ om. Z γέννησις R1 28 μεῖζον GT 29 ὅτι οὔτε traicit R: οὔτε om. Z)

91
σώματα ἔσται οὔτε χωριστὸν κενὸν εἶναι. μᾶλλον δ’ ἂν ἁρμόττοι ἡ ἔνστασις [*](21v) αὕτη πρὸς τὴν ἀνασκευὴν τοῦ ἑτέρου μορίου τῆς διαιρέσεως, τοῦ ἀσωμάτῳ τὴν αὔξησιν ὑποτιθεμένου· καθάπερ ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων γεγένηται ἡ οὐσία ἐξ ἐλάττονος μηδενὸς σώματος προσελθόντος, καὶ [κενὸν] ὅμως οὐκ εἰσάγεταί τι ἄτοπον, κἀπὶ τῆς αὐξήσεως τὸν τρόπον ὑποτίθεσθαι. πρὸς τοῦτο τοίνυν ἐνιστάμενος ὁ Ἀριστοτέλης δείκνυσιν ὅτι ἀδύνατον κατὰ τοῦτον τὸν τρόπον ὑποθέσθαι τὴν αὔξησιν· ὅλως γάρ, φησίν, οὐδὲ αὔξησίς ἐστιν ἡ εἰς ἀέρα τοῦ ὕδατος μεταβολή, καὶ τοῦτο ἔσται δῆλον ἐκ τῶν κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως ῥηθέντων. ποῖον γὰρ καὶ φαίημεν ηὐξῆσθαι; οὔτε γὰρ ὁ ἀὴρ ηὔξηται, διότι οὐδὲ προὐπῆρχεν οὐδὲ ἀὴρ ὢν καὶ προσλαβών τι μείζων γεγένηται, διόπερ οὐδὲ χώραν ἔχει ἐπὶ τούτου λέγειν ὅτι σώματι προσελθόντι ηὔξηται· ἀλλὰ μὴν οὐδὲ τὸ ὕδωρ ηὔξηται τό γε φθαρὲν καὶ μηκέτι ὑφεστώς. εἰ τοίνυν οὔτε τὸ ὕδωρ οὔτε τὸν ἀέρα δυνατὸν λέγειν ηὐξῆσθαι, πάντῃ ἄρα τῆς αὐξήσεως διενήνοχεν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα εὐλόγως ἀληθὲς μὲν εἶναι τὸ διαφέρειν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴν τῆς αὐξήσεως, τὴν αὐτὴν δὲ εἶναι ἀπορίαν ἐπί τε τῆς αὐξήσεως καὶ τῆς γενέσεως. ὥσπερ <γὰρ> ἐπὶ τῆς αὐξήσεως τὸ αὐξόμενον εἰ φῇ τόπον καταλαβεῖν μηδενὸς προσιόντος ἐνεργείᾳ σώματος, κενὸν εἰσάγει, οὕτω κἀπὶ τῆς γενέσεως μείζονος ἀέρος ἐξ ἐλάττονος ὕδατος γινομένου μηδενὸς προσιόντος ἀνάγκη κατὰ τὸν αὐτὸν λόγον ἢ κενὸν ὑποθέσθαι τόπον, ὅνπερ προσέλαβεν ὁ ἐξ ὕδατος ἀὴρ γενόμενος, ἢ σῶμα διὰ σώματος χωρῆσαι. εἰ δέ τις λέγοι ὅτι καθάπερ ἀὴρ ἐξ ὕδατος γίνεται πλείονος τόπου δεόμενος, οὕτως ἀλλαχοῦ πάλιν ἐξ ἀέρος ὕδωρ ἐλάττονα τόπον καταλαμβάνον, ὡς μηδέποτε κενὸν γενέσθαι (ὃν γὰρ ἐνταῦθα καταλείπει τόπον τὸ συστελλόμενον σῶμα, τοῦτον προσλαμβάνει τὸ ἀλλαχοῦ ἐπεκτεινόμενον, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ἀέρος μορίων καὶ τὸν κενωθέντα τόπον ἐκ τοῦ συσταλέντος σώματος ἀναπληρούντων καὶ τῷ γενομένῳ σώματι τὸν οἰκεῖον τόπον ἀντιπαραχωρούντων), τὰ αὐτὰ ταῦτα καὶ περὶ τῆς αὐξήσεως ἀκούσεται. εἴποι γὰρ ἄν τις ὅτι ὃν ἐνταῦθα προσελάβετο τόπον τὸ αὐξηθέν, τοῦτον καταλέλοιπε τὸ ἀλλαχοῦ φθῖνον, καὶ οὐχὶ τὸ προσελθὸν εἰς τὴν αὔξησιν· ἐκ τοῦ δυνάμει γὰρ σώματος τὸ αὐξόμενον αὔξεται καὶ εἰς τοῦτο τὸ φθῖνον μεταβάλλει. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα πλασματῶδες εἶναι τὸ ἐνταῦθα αὐξήσαντός τινος ἀλλαχοῦ ὑποθέσθαι πάντως φθῖνόν τι· ἀλλὰ τοῦτο κἀπὶ τῆς γενέσεως θεωρεῖται. ἀνάγκη γὰρ [*](1 εἶναι] ἔστι Z 3 et 6 fort. καθάπερ <γὰρ> et ὑποτίθεσθαι <δυνατόν> προελθόντος a 5 κενὸν delevit a 6 ἀνιστάμενος Z 11 μεῖζον libri praeter a 12 λύειν Z 13 ὑφεστὸς GT1 18 γὰρ addidit a; possis ὡς γὰρ φαίη a 19 προἰόντος R 20 καὶ ἐπὶ GTa 22 ὁ ἐξ ὕδατος ἀὴρ γενόμενος προσέλαβεν Z 23 λέγει R1 ὁ ἀὴρ ἐκ (hoc del.) ἐξ Z 25. 26 τόπον καταλείπει | τόπον Z 27 ἀλλήλων a 28 συσταλλέντος GT1 29 γινομένω GT 31, 33, 35 etc. φθῖνον R 33 αὐξανόμενον Z)
92
κἀπὶ ταύτης, εἰ μὴ μέλλοι κενὸν γενέσθαι, ὕδατος ἐνταῦθα εἰς ἀέρα μεταβάλλοντος [*](21v) ἀλλαχοῦ ὑποθέσθαι τὸν ἀέρα εἰς ὕδωρ ἀντιμεταβάλλοντα. ὥστε κοινὴ ἄν εἴη ἡ τοιαύτη ἀπορία. ἢ γὰρ κενὸν ἔσται, ἢ ἀναποδείκτως ὑποτίθεσθαι δεῖ ὅτι ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ, ἀλλαχοῦ τοσοῦτος ἀὴρ μεταβάλλει. καὶ οὐ μόνον ὅταν ὑπὸ φύσεως ἡ τῶν στοιχείων μεταβολὴ γίνηται, ἀλλὰ καὶ ὅταν ὑπὸ τέχνης, οἷον ὅτι ἐμοῦ ὕδωρ ἐξατμίζοντος, ἀλλαχοῦ ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ὁ ἴσος ἀὴρ εἰς ὕδωρ μεταβάλλει· καὶ δῆλον ὅτι ὅσον ἐγὼ ἐνταῦθα ὕδωρ ἐξήτμισα, τοσοῦτον ἀνάγκη ὑποθέσθαι ἀλλαχοῦ γίνεσθαι. τοῦτο δὲ πάνυ γελοῖον ἄν δόξειεν εἶναι, πρῶτον μὲν τὸ οὕτως ἄλλως ὑποτίθεσθαι, εἰ τῷδέ τινι δόξει ἢ ὕδωρ ἐξατμίσαι ἢ ξύλα ἢ ἄλλο τι ἐκπυρῶσαι, ἀλλαχοῦ τοσοῦτον ἐκ λεπτομερεστέρας οὐσίας εἰς παχύτερον μεταβάλλεσθαι σῶμα, ἵνα μὴ ἢ κενὸν γένηται ἢ σῶμα διὰ σώματος χωρήσῃ· ἔπειτα καὶ ἀτοπώτερόν τι συμβαίνει. ἀνάγκη γὰρ πᾶσα βραχείας μεταβολῆς γινομένης, οἷον ὕδατος ἐνταῦθα μικροῦ ἐξατμιζομένου, πολύν τινα καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης κινεῖσθαι ἀχρόνως ἀέρα, ἵνα ἀνταναπλήρωσις τῶν τόπων γένηται, κατὰ συνέχειαν ἀντιπαραχωρούντων ἀλλήλοις τῶν τοῦ ἀέρος μορίων. ἐπὶ μείζονος δὲ ὑποδείγματος σαφὴς ὁ λόγος γινέσθω. εἰ γὰρ ἐν χειμῶνι φέρε ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ἢ ἐν τῇδε τυχὸν τῇ πόλει πυκνούμενος ὁ ἀὴρ μεταβάλλει εἰς ὕδωρ, τὸν δὲ τόπον ὃν καταλέλοιπεν ἐνταῦθα ὁ ἀὴρ γενόμενος ὕδωρ, τοῦτόν ἀναπληρώσει ὁ ἐν τῇ ἀντοικουμένῃ γεννώμενος ἀὴρ ἐξ ὕδατος (διὸ ὅτε παρ’ ἡμῖν χειμών, παρ’ ἐκείνοις ἐστὶ θέρος), ἀνάγκη πᾶσα ἅμα τῷ γεννηθῆναι ἐνταῦθα τὸ ὕδωρ ἀχρόνως ἐκεῖσε ἀντιμεταβληθῆναι τὸ ὕδωρ εἰς ἀέρα ἴσον τῷ ἐνταῦθα φθαρέντι; καὶ τὸν μεταξὺ πάντα ἀέρα κινηθῆναι ὠθούμενον ἐκ τοῦ ἐν τῇ ἀντοικουμένῃ γενομένου ἀέρος, ἵνα τῶν μεταξὺ μορίων τοῦ ἀέρος ἀντιπαραχωρούντων ἀλλήλοις τὸ ἐνταῦθα γενόμενον κενὸν ἀναπληρωθῇ. τὸ αὐτὸ δ’ ἂν συμβαίη ἐξ ἀνάγκης καὶ εἰ λεβήτιον ὕδατος ἐξατμισθείη. τοῦτο δὲ πρὸς τῷ ἀτόπῳ καὶ τὸ πλασματῶδες καὶ τὸ ἀδύνατον ἔχει. τὸ γὰρ ἀχρόνως τοσοῦτον κινηθῆναι ἀέρα τῶν ἀδυνάτων ἐστί, καὶ ὅλως κίνησιν ἄχρονον εἶναι ἀδύνατον. ὁρῶμεν γοῦν καὶ πνεύματος πολλαχοῦ σφοδροτάτου κινουμένου ἔν τινι τόπῳ τὰς οὐ πολὺ πέριξ διεστώσας χώρας πολλάκις ἐν νηνεμίᾳ οὔσας καὶ οὐκ ἐπαισθανομένας τῆς οὕτω σφοδρᾶς ἐν ταῖς πλησιο- [*](1 ἐξ ὕδατος GTa εἰς ἀέρα ἐνταῦθα Z 3 κενὸν Ta et corr. G2: κοινὸν cett. 4 δεῖ ὅτι] διότι R 6 γίνεται GR et, corr. T 8 ὕδωρ ἐνταῦθα ἐγὼ Z ἐξήτμησα R1 9 γενέσθαι a δόξοιεν Z 10 ἄλλως] ἀλόγως εἰσάγουσα (sed hoc del.) R, ubi in mrg. λύσις ἄτοπον εἰσάγουσα 12 μεταβαλέσθαι Za 14 μικροῦ ἐνταῦθα Z 15 εὐχρόνως (G)a 17 σαφῶς GT 19 τυχὸν om. Z μεταβαλεῖ Z τὸν δὲ R: τόνδε si silentio fides GTZ: τόνδε τὸν a 20 ἀναπληρώσει Ra et corr. Z: ἀναπληρώσῃ GTZ1 21 γενόμενος a 21. 22 διὸ—θέρος] ἀντοικουμένην δέ φημι, ἐν ᾖ χειμῶνος ὄντος παρ’ ἡμῖν θέρος ἐν ἐκείνῃ ἐστίν a, qui pergit ἀνάγκη οὖν πᾶσα 21 διὸ ὅτε Z: δι’ ὅτε R: διότι GT 22 γενηθῆναι GT1a 23 ἐκεῖ a 24 ὠθούμενος T 24. 25 ἐκ τοῦ ἀντϊκουμένη R 27 λέβης Z 29 κινηθῆναι τοσοῦτον Z 30 γοῦν] γὰρ Z 31 πολὺ περιδιεστώσας GTa 32 ταῖς RZ: τοῖς GTa)
93
χώροις τοῦ ἀέρος κινήσεως. καὶ ἐν βραχεῖ δὲ πολλάκις ὥρας μέρει φαίνεται [*](21v) πυκνούμενός τε λίαν καὶ ἐξαίφνης μανούμενος ὁ ἀήρ, καὶ τοῦτο πλειστάκις ὑπομένων. οὐκοῦν τὰ αὐτὰ πάθη ἀντιστρόφως καὶ ἐν τῇ ἀντοικουμένῃ γίνεσθαι ἀναπλασόμεθα, ἢ ἀπλῶς ἐν ἑτέρῳ τόπῳ. ἀντιστρόφως δὲ εἶπον, οἷον ὅτε ἐνταῦθα πυκνοῦται ὁ ἀήρ, ἀλλαχοῦ μανοῦ|σθαι, καὶ ὅτε ἐνταῦθα [*](22r) μανοῦται, ἀλλαχοῦ πυκνοῦσθαι, καὶ τοῦτο τῆς αὑτῆς ὥρας πολλάκις γίνεσθαι.

Ἐπεὶ οὖν οὐκ ἀληθῆ ταῦτα ἐδείξαμεν, ἀληθὲς δὲ καὶ τὸ μήτε σῶμα χωρεῖν διὰ σώματος μήτε κενὸν εἶναι, πῶς ἡμεῖς τὴν ἀπορίαν ἐπιλυόμεθα; φαμὲν οὖν ὅτι πέφυκεν ὁ ἀὴρ αὐτὸς εἰς ἑαυτὸν συνιζάνων πυκνοῦσθαι καὶ ἐκ μείζονος ὄγκου ἐλάττων γίνεσθαι καὶ ἔμπαλιν μανούμενος ἐξ ἐλάττονος μείζων γίνεσθαι, πέφυκε δὲ πυκνοῦσθαι καὶ εἰς ἑαυτὸν συνιζάνειν οὐ μόνον ψυχόμενος ἀλλὰ καὶ ὠθούμενος καὶ πιλούμενος. οὕτω γοῦν ἀποδέδειχεν ὁ Ἀριστοτέλης ἐν θέρει ἐν τῇ Αἰθιοπίᾳ τοὺς ὑετοὺς γινομένους· ὠθουμένης γὰρ τῆς ἐκ τῶν βορείων ἀτμίδος ὑπὸ τῶν ἐτησίων πνευμάτων καὶ τοῖς Ἀραβικοῖς προσπιπτούσης ὄρεσι μεγίστοις οὖσι καὶ συνθλιβομένης ἀεὶ ὑπὸ τῆς ἐπιγινομένης, τῇ πιλήσει πυκνοῦσθαι καὶ εἰς ὕδωρ μεταβάλλειν. ἔστι γοῦν τὸν τῶν ἐτησίων χρόνον ἐν τῇ Αἰθιοπίᾳ κατὰ συνέχειαν ὁρᾶν κρουνηδὸν τοὺς καταφερομένους ψύξεως ἁπάσης χωρίς. τὸ αὐτὸ δὲ καὶ ἐν τοῖς βαλανείοις γίνεται· ἡ γὰρ ἀνιοῦσα ἀτμὶς καὶ τῇ ὀροφῇ πλησιάζουσα διέξοδον οὐκ ἔχουσα συμπιλεῖται εἰς ἑαυτήν, καὶ πυκνουμένη γίνεται ὕδωρ καὶ τῇ συμφύτῳ βαρύτητι καταρρεῖ. ὥσπερ δὲ πυκνούμενος τῇ πιλήσει, οὕτως καὶ μανούμενος τῇ ἕλξει φαίνεται· ἐνδέχεται γὰρ ἔκ τινος ληκύθου στενὸν ἐχούσης στόμιον πολὺν ἀθρόον τῷ στόματι ἐκμυζῆσαι ἀέρα, μηδαμόθεν ἄλλου ἀέρος ἀντεισιόντος. καὶ δῆλον ὅτι οὔτε ὅλον τὸ μεταξὺ οὔτε μέρος κενὸν γέγονεν· τοῦτο γὰρ ἀδύνατον. οὐκοῦν ὁ ὑπολελειμμένος ἀὴρ μανωθεὶς τὸν ὅλον ἐπέλαβε τόπον. εἰ τοίνυν ἐνδέχεται τὸν ἀέρα καὶ πιλούμενον εἰς ἑαυτὸν συνιζάνειν καὶ πάλιν μανοῦσθαι, εἰδέναι χρὴ ὡς ἐπειδὰν ἐξατμίζηται ἐνταῦθα ὕδωρ, ἢ ἑψόμενον ἢ ὁπωσοῦν ἄλλως, ὁ γενόμενος ἀὴρ ὠθεῖ τὸν παρακείμενον, κἀκεῖνος τὸν συνεχῆ, ἕως οὗ τῇ πιλήσει πυκνωθείς τις ἀὴρ τοσοῦτον ὑπολείπει τόπον, ὅσον ἐπέλαβεν ὁ γινόμενος. καὶ οὐ πάντως ἀνάγκη εἰς ὕδωρ ἄλλον τοσοῦτον ἑτέρωθί που μεταβληθῆναι ἢ τοῦ παντὸς ἀέρος γενέσθαι κίνησιν (πλάσμα γὰρ τοῦτο καὶ ἀποκλήρωσις), ἀλλὰ μόνον τοσοῦτον ἀέρα τῇ ὤσει τοῦ γενομένου [*](2 τε λίαν scripsi: τελείαν GRT: om. Z: τέλεον a ἀμαιρούμενος (sic) a 3 ἀντικουμένῃ a 4 ἀναπλαττόμεθα Z 7 γίγνεσθαι 8. 9 χωρεῖν σῶμα Z 10 συνιζάνον T 12 μεῖζον GT1 13 ψυχούμενος R ὁ om. Z 14 Ἀριστοτέλης fr. 236 Rose (ed. Berol.) 16 ἀρραβικοῖς T ἔρεσι (G)a 16. 17 ὑπὸ τῆς om. Z 18 τὸν om. GT αἰτησίων χρόνων χρόνον Z 20 καὶ prius om. Z ὀροφὴ R 23 οὕτω Za τῆ ἐλέγξει R 24 ἐκμιζῆσαι R 29 ἐξατμίζεται GT1 ἄλλως RZa: ὅλως GT1: ὅλος Τ2 30 γινόμενος T2 τὸν] τὸ GT περικείμενον Z οὖ] οὐ a 31 ὅσον ἐπέλαβεν om. Z 32 γενόμενος R ἑτέροθί GT1 34 γινομένου T)

94
πιληθῆναι, ὥστε τὸν ἴσον ὑπολιπεῖν τῷ γενομένῳ τόπον. τὸ αὐτὸ καὶ [*](22r) εἰ πυκνωθεὶς εἰς ὕδωρ μεταβαλεῖ· ἀνάγκη γὰρ τὸν παρακείμενον τῷ πυκνωθέντι τῇ τοῦ κενοῦ βίᾳ συνέπεσθαι τῷ συσταλέντι, καὶ τὸν ἐκείνῳ πάλιν παρακείμενον τῷ ἐφεξῆς, ἕως οὗ ἀήρ τις ἕτερος ἐπὶ τοσοῦτον μανωθῇ, ὅσον ἀναπληρῶσαι τὸν καταλελειμμένον ὑπὸ τοῦ πυκνωθέντος τόπον, οὐ μὴν πάντως ὅσος ἐνταῦθα ἀὴρ εἰς ὕδωρ μετέβαλε, τοσοῦτον ἀνάγκη ἀλλαχοῦ που ἐξ ὕδατος ἀέρα γενέσθαι.

[*](p. 321a14)

Ἀλλ’ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ φθαρέντι καὶ τῷ γενομένῳ.

Eἰπὼν ὅτι οὐδέτερον ηὔξηται, οὔτε τὸ εἰς ὃ ἡ μεταβολὴ γέγονεν οὔτε τὸ ἐξ οὗ, νῦν φησιν ὅτι λείπεται ἢ μηδὲν εἶναι τὸ ηὐξημένον ἐπὶ τῆς τοιαύτης μεταβολῆς τῆς ἐξ ὕδατος εἰς ἀέρα, ἢ ἔστι τι ηὐξημένον ὃ κοινὸν ὑποκείμενόν ἐστι τοῦ γενομένου καὶ τοῦ φθαρέντος, τοῦτο δέ ἐστι τὸ σῶμα. εἶτα ἐφεξῆς κατασκευάζει ὅτι οὐδὲ τοῦτο δυνατὸν λέγειν ηὐξῆσθαι, διότι ὢ οὐ σώζεται ἐπ’ αὐτοῦ τὰ κοινῶς ὑπάρχοντα τῷ αὐξομένῳ, λέγω δὲ τό τε πᾶν μόριον μεῖζον γεγονέναι τοῦ αὐξομένου καὶ τὸ προσιόντος τινός, καὶ πρὸς τούτοις τὸ ὑπομένειν τὸ αὐξόμενον. τούτων γὰρ τὸ ὑπομένειν οὐκ ἔστιν ἐπὶ τοὐ σώματος· οὐ γὰρ ὑπομένει, ἀλλὰ ἄλλο ἐξ ἄλλου γίνεται μανότερόν τε ἐκ πυκνοτέρου καὶ μεῖζον ἐξ ἐλάττονος. τὸ δὲ λέγειν τὸ καθόλου εἶναι τὸ ὑπομένον, ἄλογον· τὸ γὰρ καθόλου οὕτε γεννᾶται οὔτε φθείρεται οὔτε ὅλως ὑφέστηκεν ἰδίαν ἔχον ὕπαρξιν, ἀλλ’ ἔστιν ἀεὶ τὸ μερικὸν καὶ τόδε τι τὸ σῶμα τὸ γινόμενον καὶ φθειρόμενον, ὅπερ ἐστὶ καὶ τὸ ἐνεργείᾳ ὑφεστώς. εἰ τοίνυν τόδε μέν τι τὸ σῶμα φθείρεται, ἕτερον δὲ ἐξ ἑτέρου γεννᾶται, πρόδηλον ὡς οὐδὲν αὐτοῖς ἐστι κοινὸν σῶμα ὑπομένον πλὴν τῆς πρώτης ὕλης, περὶ ἣν μίαν καὶ τὴν αὐτὴν οὖσαν ἡ μεταβολὴ θεωρεῖται· ταύτῃ γὰρ καὶ διενήνοχε γένεσις αὐξήσεώς τε καὶ ἀλλοιώσεως, τῷ ἐπὶ μὲν τῆς γενέσεως μὴ ὑπομένειν τὸ μεταβάλλον, ἐπ’ αὐξήσεως δὲ καὶ ἀλλοιώσεως ὑπομένειν τὸ αὐτὸ κατὰ τὴν οὐσίαν, μεταβάλλειν δὲ κατὰ τὰ συμβεβηκότα, ἐπὶ μὲν αὐξήσεως κατὰ μέγεθος, ἐπὶ δὲ τῆς ἀλλοιώσεως κατὰ πάθος. εἰ δέ τις εἴποι ὡς ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὑπομένει τὸ τριχῇ διαστατὸν ᾗ τοιοῦτόν ἐστι καὶ μόνον ἐξ ἐλάττονος μεῖζον γίνεται, ἴστω ὡς εἰ καὶ τοῦθ᾿ οὕτως εἶχεν, οὐκέτι καὶ προσιόντος τινὸς ἔξωθεν ηὔξηται. ἔπειτα εἰ μὲν αὐτὸ καθ’ αὑτὸ τὸ τριχῇ διαστατὸν ὑπάρχον ἄνευ τινὸς εἴδους ἐξ ἐλάττονος μεῖζον ἐγίνετο, [*](1 πιλιθῆναι a τῶ αὑτῶ Ζ1 2 μεταβάλλει Z: μεταβάλῃ R 4 περικείμενον Z: πυκνούμενον a τὸ ἐφεξῆς T τοσοῦτο G 6 μετέβαλλε T 6. 7 ἀλλαχοῦ om. Z: ἀλλαχοῦ που om. a 8 ἄμφω GT et Aristot. codd. EL 8. 9 τῷ γινομένω καὶ τῷ φθαρέντι a; cf. Ar. 10 ἤξηται R 12 ἔστι] fort. εἶναί 16 τὸ] τοῦ R 19 μανώτερον GTa 23 ὑφεστὸς GT τι] τοι GT 24 ἔστιν αὐτοῖς Z 26 οὖσα (GZ)a 27 τῷ Za: τὸ cett. μεταβαλὸν Z 29 μεταβάλλον GT1a 30 τῆς om. a 33 ἐξόθεν Z ἔπειτα ἀεὶ μὲν a τὸ om. GT)

95
ἴσως ἄν εἰ καὶ μὴ εὐλόγως συγχωρεῖν ἦν αὔξησιν εἶναι τὸ τοιοῦτο· νῦν [*](22v) δὲ εἰ τὸ αὐξόμενον φυλάττειν δεῖ τὸ πρότερον εἶδος, ὡς ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων, τὸ δὲ τριχῇ διαστατὸν εἰδοπεποιημένον τῷ τοῦ ὕδατος εἴδει ἐν τῇ εἰς μείζονα ὄγκον μεταβολῇ, λέγω δὴ τὴν τοῦ ἀέρος, οὐκ ἐφύλαξε τὸ πρότερον εἶδος, λέγω δὴ τὸ τοῦ ὕδατος, πρόδηλον δήπου ὡς οὐκ ἄν εἴη τὸ τοιοῦτον αὔξησις. οὐδὲ γὰρ τὸ ὑπομένειν τὸ τριχῇ διαστατόν, τοῦτο ἴδιόν ἐστιν ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ ἁπλῶς ἐπὶ πάσης γενέσεως καὶ πάσης μεταβολῆς· πολλάκις γὰρ δέδεικται, ὡς δεῖ ἐπὶ πάντων τῶν μεταβαλλόντων τὸ πρῶτον ὑποκείμενον ἀμετάβλητον εἷναι. ἐπὶ δὲ τῆς αὐξήσεως τὸ αὐτὸ εἶδος ὑπομένειν δεῖ ὅπερ εἶχε τὸ αὐξηθὲν καὶ πρὶν αὐξηθῇ· τοῦτο δὲ οὐ γίνεται ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐκέτι αὔξησις τὸ τοιοῦτο.

[*](p. 321a26)

Εἰ δὲ ἔσται ἡ εἰρημένη αὔξησις.

Εἴπερ, φησί, λέγοιμεν αὔξησιν εἶναι τὴν εἰρημένην, τουτέστι τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολήν, διὰ τὸ μείζονα τὸν ὄγκον γεγονέναι, ἀναγκασθησόμεθα μήτε ὑπομένειν τὸ αὐξόμενον λέγειν μήτε προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι, καὶ ἀναιρήσομεν τὰ κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως λεγόμενα· εἰ δὲ ταῦτα φυλάξαι χρή, ὥσπερ οὖν χρή, οὐκ ἂν εἴη αὔξησις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.

[*](p. 321a29)

Ἀπορήσειε δ᾿ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον, πότερον ᾧ προστίθεταί τι.

Πάσας ἃς ἄν τις περὶ τῆς αὐξήσεως ἐκίνησεν ἀπορίας τε καὶ ζητήσεις τίθησι καὶ ταύταις διαιτᾷ, πρὶν τὴν προσήκουσαν ἀποδῷ περὶ αὐτῆς διδασκαλίαν· τῶν γὰρ ἀποριῶν προκαταβληθεισῶν καὶ τῆς προσηκούσης λύσεως τυχουσῶν ῥᾷον ὁ περὶ αὐτῆς ἀπευθύνεται λόγος. νῦν γοῦν ζήτησιν κινεῖ οἰκείαν τῷ περὶ αὐξήσεως λόγῳ, ζητῶν πότερον ἄρα ἀμφότερά ἐστι τὰ αὐξόμενα, τό τε προστεθὲν καὶ ᾧ προστίθεται, ἢ μόνον τὸ ᾧ προστίθεται. δοκεῖ μὲν γὰρ ἀμφότερα μείζονα γεγονέναι καὶ τὸ προστεθὲν καὶ ᾧ προσετέθη, ὡς ἐπὶ τοῦ οἴνου ἔχει καὶ τοῦ ὕδατος· ὅταν γὰρ μίξῃς οἴνῳ ὕδωρ, ἑκάτερον δοκεῖ πλέον γεγονέναι καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος. φησὶν οὖν ἐπικρίνων τὴν ἀπορίαν, ὅτι τὸ ᾧ προστίθεται μόνον χρὴ λέγειν ηὐξῆσθαι, [*](3 τὴν ὁμοίαν Z δὲ R: om. cett. 5 οὐκ] εἰ οὐκ a τὸ (post δὴ) om. GTa δήπου om. Z 6 γὰρ om. Z 12 οὐκέτι] ὥστε οὐκ ἔστι a τοιοῦτον a 13 lemma om. hic a, qui pergit δι’ ὅ φησιν εἴπερ λέγομεν δὲ] δὴ Ar. 14 τὴν εἰρημένην αὔξησιν εἶναι Z 15 μεῖζον αὐτὸν γεγονέναι R 16 μήτε (priore loco) RZ: μήποτε G: μή||||||τε T: μὴ a 17 post αὔξησιν delet λέγει Z 20 τί ποτε ἐστὶ Z αὐξανόμενον (G)a Ar. 21 ὃ GTZ1 22 πάσας ἅς RZ: ὅσας GTa 23 ταύτης Z 25 γοῦν] οὖν R 26 οἰκείαν] οἵαν Z ζητῶν λόγω πότερα ἄρα τὰ αὐξόμενά ἐστι (om. ἀμφότερα) Z 27 παρατίθεται altero loco R; item p. 96,1 30 οὖν] οὑν ὅτι Z)

96
οἷον εἰ κνήμη εἴη ᾗ προστίθεται, ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη, * * * [*](22v) οὐκ ἄν λέγοιτο αὔξεσθαι. καὶ τὴν αἰτίαν ἐπιφέρει. ἐπειδὴ γὰρ προείληπται δεῖν τὸ αὐξόμενον ὑπομένειν, ὑπομένει δὲ ἡ κνήμη, οὐ τὸ προσιόν (τοῦτο γὰρ μεταβάλλει κατὰ τὴν οὐσίαν), εὐλόγως ἂν ἡ κνήμη λέγοιτο αὔξεσθαι μόνως, οὐ τὸ προσιόν. ἀλλὰ δὴ κἀπὶ τῆς μίξεως τοῦ ὕδατος καὶ τοῦ οἴνου, ὅταν ὀλίγον ὕδωρ πλείονι οἴνῳ μίξῃ τις, τὸν οἶνον μόνον φαμὲν ηὐξῆσθαι, διότι μένει τὴν τοῦ οἴνου δύναμιν ἐπιδεικνύμενος. οὕτω δὲ καὶ ὕδατι πλείονι ἐὰν μίξῃς οἶνον ὀλίγον ὡς κρατηθῆναι ὑπὸ τοῦ ὕδατος, οὐ τὸν οἶνόν φαμεν ηὐξῆσθαι, διότι οὐ σῴζει τὴν οἰκείαν δύναμιν, ἀλλὰ τὸ ὕδωρ τὸ σῷζον τὴν οἰκείαν δύναμιν καὶ τὴν τοῦ ὕδατος ἰδιότητα. καθόλου γὰρ οὐ τὸ φθειρόμενον οὐδὲ τὸ κρατούμενόν φαμεν ηὐξῆσθαι, ἀλλὰ τὸ κρατοῦν καὶ ὑπομένον. εἰ δὲ καὶ ἰσοσθενὴς ἡ μίξις γένοιτο, οὐ τῷ ποσῷ ἀλλὰ τῇ δυνάμει ὡς ὁμοίως ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παθεῖν, εἴποις ἄν οὕτως ἑκάτερον ηὐξῆσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ἐφθάρθαι· οὐδετέρου γὰρ ἔτι ἡ δύναμις καὶ ἡ ἐνέργεια εἰλικρινὴς σῴζεται. δῆλον <δ᾿> ὅτι τὴν αὔξησιν ἐπὶ τῶν μιγνυμένων καταχρηστικώτερον εἴρηκεν· οὐδὲ γὰρ εἰλικρινῶς τὸ αὐτὸ εἶδος ὑπομένει οὐδὲ πᾶν μόριον αὐτοῦ ἐπιδίδωσιν, ἀλλὰ μόνον τῇ προσθέσει τὸ ὅλον μεῖζον γέγονεν.

[*](p. 321b2)

Ὀμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως, εἰ μένει σὰρξ οὖσα.

Προθέμενος δεῖξαι ὅτι αὔξησις ἐκείνου ἐστὶν ᾧ προσθήκη γίνεται, οὐ τοῦ προστιθεμένου, πρῶτον μὲν ἔδειξεν ἐκ τοῦ τὸ μὲν ὑπομένειν ᾧ προστίθεται τὸ δὲ προστιθέμενον μεταβάλλειν, νῦν δὲ καὶ τὴν ἀλλοίωσιν παρέθετο [ἐδέθετο] σαφηνίζων τὰ κατὰ τὴν αὔξησιν. ὥσπερ γὰρ ἐπὶ τῆς αὐξήσεως ἔστι τὸ αὐξόμενον, ἔστι καὶ τὸ ᾧ αὔξεται, ἔστι καὶ ἡ αὐξητικὴ δύναμις ἐν τῷ αὐξομένῳ τὴν ὕπαρξιν ἔχουσα, οὕτω κἀπὶ τῆς ἀλλοιώσεως ἔστι τὸ ὑποκείμενον, τουτέστι τὸ ἀλλοιούμενον, ἔστι δὲ καὶ τὸ ᾧ ἀλλοιοῦται, ἔστι δὲ καὶ ἡ δύναμις ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται. ὥσπερ οὖν ἐπὶ τῆς αὐξήσεως τὸ ὑποκείμενόν φαμεν ηὐξῆσθαι μόνον (ἐν αὐτῷ γὰρ ἡ αὐξητική ἐστι καὶ θρεπτικὴ δύναμις), οὕτω κἀπὶ τῆς ἀλλοιώσεως τὸ ὑποκείμενόν φαμεν ἠλλοιῶσθαι, οἷον τὴν σάρκα, ὅταν σῴζουσα τὸ εἶδος μεταβάλλῃ κατά τι πάθος. τὸ δὲ ᾧ ἠλλοίωται ἔστι μὲν ὅτε οὐδὲν πάσχει οὐδὲ μεταβάλλει, ὡς ὅταν πυρὸς παρακειμένου θερμαίνηται τὰ ἡμέτερα σώματα τοὐ πυρὸς οὐδὲν ἐξ ἡμῶν ἀντιπάσχοντος, ἀλλὰ μένει ἀναλλοίωτον τὸ ἀλλοιοῦν [*](1 προτιθεμένη Z lac. indicavi 2 αὔξεσθαι RZ: τὸ αὔξεσθαι GT: ἡ τροφὴ αὔξεσθαι, ἀλλ’ ἡ κνήμη a 3 ὑπομενεῖ δὲ R b δὴ T: δεῖ cett. 6 πλείωνι Z post πλείονι iteraverat ὕδωρ R1 μόνον εἶναι φαμὲν Z 7 οἴνου] ὕδατος Ζ 9. 10 ἀλλὰ—δύναμιν om. GTa 12 ἰσθενὴς Z ποσῷ Z: ποτῷ cett. 13 ὡς RZ: om. GT: διὰ τὸ a ὑφ’ ἑκατέρου a 15 εἱλικρινὴς R et mox εἱλικρινῶς Ra δ’ addidit a δὲ F) 19 ἐπὶ R 23 ἐξέθετο] ἐξε . . . . R1: om. FZa 24 αὐξανόμενον Z ἔστι (ante utrumque καὶ) om. a 25 οὕτω καὶ ἐπὶ a 29 οὕτω καὶ ἐπὶ GTa 30 ἠλλοιοῦσθαι GT: ἠλοιῶσθαι et mox ἠλοίωται etc. Z μεταβάλλει R1 32 θερμαίνῃ (η ex εἰ corr.) τὲ τἄ R)

97
ἀναλόγως τῷ προστεθέντι, ἐπεὶ μηδὲ τοῦτο αὔξεται· ἔστι δὲ ὅτε πάσχει [*](22v) τι καὶ αὐτὸ καὶ ἀλλοιοῦται, ὡς ὁ ἐν τοῖς βαλανείοις ἀὴρ θερμαίνων ἡμᾶς καὶ ἀντιπάσχων ὑφ’ ἡμῶν καὶ ταύτῃ διενήνοχε τοῦ προστιθεμένου καὶ αὔξοντος τὸ ἀλλοιοῦν, διότι τὸ αὖξον οὐδέποτε αὔξεται, τοῦ ἀλλοιοῦντος ποτὲ μὲν καὶ αὐτοῦ ἀλλοιουμένου ποτὲ δὲ οὕ. καίτοι καὶ τὸ προστιθέμενον δόξει ποτὲ ἴσως | αὔξεσθαι, ὅταν ἡ προσελθοῦσα τροφὴ εἰς πνεῦμα μεταβληθεῖσα [*](23r) μείζων γένηται. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. οὐ γάρ ἐστιν αὕτη αὔξησις, ἀλλὰ φθορά· οὐδ’ ἄν φαίημεν τὴν ἐμπνευματωθεῖσαν τροφὴν ηὐξῆσθαι οὐδὲ ἐν αὐτῇ εἶναι τὴν αὐξητικὴν δύναμιν, ἀλλ’ ἐν τῷ αὐξομένῳ. ἀλλ’ οὐδὲ τὸ ᾧ ἠλλοίωται, εἰ καὶ πάσχει τι καὶ αὐτὸ πολλάκις καὶ ἀλλοι- οῦται, ὅμως τὴν δύναμιν ὑφ’ ἧς ἡ ἀλλοίω.σις ἐπιτελεῖται οὐκ ἔχει, φησίν, ἐν ἑαυτῷ· ἐν τῷ ὑποκειμένῳ γὰρ καὶ ἀλλοιουμένῳ φησὶ ταύτην εἶναι, τῷ καὶ σῳζομένῳ καὶ ὑπομένοντι, ὥσπερ οὖν καὶ ἐν τῷ αὐξομένῳ τὴν αὐξητικὴν δύναμιν.

Ἀπορίας δὲ ἄξιον πῶς ἐν τῷ ἀλλοιουμένῳ φησὶν εἶναι τὴν ἀρχὴν τῆς κατὰ τὴν ἀλλοίωσιν κινήσεως, οὐκ ἐν τῷ ἀλλοιοῦντι. ἐπὶ μὲν γὰρ τοῦ αὐξομένου φανερὸν ὅτι ἐν αὐτῷ ἡ ἀρχή ἐστι τῆς κ‘.νήσεως· ἐν γὰρ τῷ αὐξομένῳ ἐστὶν ἡ αὐξητικὴ καὶ θρεπτικὴ δύναμις, ἡ μεταβάλλουσα τὴν τροφὴν καὶ οἰκειουμένη. σαφὲς δὲ τοῦτο καὶ ἐκ τοῦ τὴν μὲν τροφὴν φθείρεσθαι, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον μένειν ἀεὶ τὴν αὐξητικὴν καὶ θρεπτικὴν δύναμιν ἔχον. εἰ τοίνυν δεῖ φθαρῆναι τὴν τροφήν, ἵνα οὕτω θρέψῃ καὶ αὐξήσῃ, τῶν δὲ ὑποκειμένων φθαρέντων φθείρεται καὶ ἡ ἐν αὐτοῖς δύναμις, εὔδηλον ὡς οὐκ ἔστιν ἐν τῇ τροφῇ οὔτε ἡ θρεπτικὴ οὔτε ἡ αὐξητικὴ δύναμις, εἰ μὴ ἡ ὡς ὕλη θεωρουμένη· ἡ μέντοι ποιητικὴ αἰτία τῆς αὐξήσεως καὶ θρέψεως ἐν τῷ αὐξομένῳ ἐστὶ καὶ τρεφομένῳ· τοῦτο γὰρ ὑπομένει καὶ τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄλογον δοκεῖ εἶναι τὸ μὴ ἐν τῷ ἀλλοιοῦντι ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ ἀποτίθεσθαι τὴν ἀρχὴν τῆς κινήσεως, ἥτις ἀεὶ σημαίνει παρὰ Ἀριστοτέλει τὴν ποιητικὴν αἰτίαν. εἴπερ οὖν ἐν τῷ ἀλλοιουμένῳ φαίημεν τὴν ποιητικὴν αἰτίαν ὑπάρχειν, αὐτὸ ὑφ’ ἑαυτοῦ ποιήσομεν ἀλλοιοῦσθαι, ὅπερ ἄτοπον. μάχεται δὲ τῷ λόγῳ καὶ ἡ τῶν πραγμάτων ἐνάργεια. θερμαινόμεθα γὰρ ὑπὸ πυρὸς καὶ ψυχόμεθα ὑπὸ χιόνος, καὶ οὐδεὶς ἂν αἰσθήσει χρώμενος τὸ ποιητικὸν τῆς θέρμης ἢ τῆς ψύξεως αἴτιον ἐν τῷ σώματι ἡμῶν τῷ ἀλλοιουμένῳ εἶναι λέξειε, καὶ οὐκ ἐν τῷ πυρὶ καὶ τῇ χιόνι· καὶ ὁ κηρὸς δὲ ἀλλοιοῦται ἐκ κύβου φέρε σφαῖρα γινόμενος, καὶ παντὶ δῆλον ὡς ἡ ἀλλοιωτικὴ δύναμις οὐκ ἐν τῷ κηρῷ ἐστιν, ἀλλ’ ἐν τῷ διαπλάσαντι. πῶς οὖν ἐν τούτοις ὁ Ἀριστοτέλης τὴν αἰτίαν τῆς ἀλλοιώσεως [*](1 τῷ] τῷ κατὰ τὴν αὔξησιν a προστιθέντι Z ὅτι Z 2 καὶ (ante ἀλλοιοῦται) om. R ὁ supcrscr. R: om. Z βαλανίοις Z 4 τοῦ δὲ ἀλλοιοῦντος R 7 γίνεται Τ1 13 ἐν om. R 15 τὴν ἀρχὴν om. Z, qui mox κατ’ ἀλλοίωσιν 17 ἐστιν ἡ ἀρχὴ Z 20. 21 θρεπτικὴν καὶ αὐξητικὴν Z 23 ἄδηλον TZ 24 ἡ ὡς RZ: ws ἡ GT: ἡ om. a 26 ὑπομένει εἰ καὶ T 28 ὑποτίθεσθαι Ζa 31 ἐνέργεια RT1a 35 γενόμενος a 36 δήλω Z 37 ἐν τούτοις om. Z Comment. Arist. XIV 2. Philopon. De Gen. et Corr. (??))

98
οὐκ ἐν τῷ ἀλλοιοῦντί φησιν εἶναι, ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ; πρὸς τοῦτο [*](23r) τοίνυν ἐνιστάμενός φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν αὐτῷ ὁ λόγος. οὐδὲ γὰρ τοῦ ἀλλοιοῦν τὴν ἀρχὴν καὶ τὴν δύναμίν φησιν εἶναι ἐν τῷ ἀλλοιουμένῳ, ἀλλὰ τοῦ ἀλλοιοῦσθαι, ἥτις τρόπον τινὰ αἰτία γίνεται τῷ ποιοῦντι τοῦ ἀλλοιοῦν· οὐ γὰρ ἀλλοιοῖ τὰ ποιοῦντα, εἰ μὴ μόνα τὰ ἔχοντα τὴν δύναμιν τοῦ ἀλλοιοῦσθαι. οὕτω μὲν οὖν Ἀλέξανδρος τὴν ἀρχὴν τῆς κινήσεως ἀξιοῖ μὴ ἀκούειν περὶ τοῦ ποιητικοῦ αἰτίου. ἔστι δὲ ἐπί τινων ἀλλοιώσεων εὑρεῖν τὴν ἀρχὴν τῆς κινήσεως, τὴν ὡς ποιητικὴν ἐν τῷ ἀλλοιουμένῳ ὑπάρχουσαν, οἷον ὡς ἐπὶ τῶν ἀλλοιώσεων τῶν γινομένων περὶ τὰ τῶν ζῴων σώματα ὑπὸ τῶν φαρμάκων, τῶν ἐνεργείᾳ μὲν μήτε ψῦξιν μήτε θερμότητα ἐναργῆ κεκτημένων, δυνάμει δὲ θερμαινόντων ἢ ψυχόντων. τὰ γὰρ τοιαῦτα πάντα, οἷόν ἐστι πέπερι πύρεθρον κώνειον καὶ ὅσα τοιαῦτα, τοῖς μὲν ἀψύχοις προσφερόμενα σώμασιν οὐδεμίαν ἐπιδείκνυται δύναμιν οὐδὲ ἀλλοιοῖ αὐτά, τοῖς δὲ τῶν ζῴων προσπελάσαντα σώμασιν ἀλλοιοῖ ταῦτα τῷ ἀντικινεῖσθαι ὑπὸ τῆς ἐν τῷ σώματι φύσεως καὶ ζωῆς καὶ κινηθέντα τὴν ἑαυτῶν ἐπιδείκνυσθαι δύναμιν. ἐπὶ τῶν τοιούτων ἄρα πάντων ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ ἀλλοιουμένῳ σώματι εἰκότως ἄν λέγοιτο ὑπάρχειν.

Ἡ μὲν οὑν ἐνδεχομένη ἐπινοηθῆναι παραμυθία τοῖς ἐν τῷ προκειμένῳ χωρίῳ διηπορημένοις τοιαύτη τίς ἐστιν, ἀεί τε ἀμφιβαλλομένῳ καὶ πρὸς τῶν ἐξηγητῶν μὴ πρὸς ἀκρίβειαν κατορθουμένῳ. τάχα δ’ ἄν τις καὶ ταύτην λύσειεν. οὐδὲ γὰρ ἀληθές ἐστι τὸ ἐπὶ τῶν εἰρημένων ἀλλοιώσεων ἐν τῷ ἀλλοιουμένῳ τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀλλ’ ἡ μὲν ἐν τοῖς φαρμάκοις δύναμις ὑπὸ τῶν ἡμετέρων σωμάτων εἰς ἐνέργειαν ἄγεται, ἀχθεῖσα δὲ εἰς ἐνέργειαν οὕτω λοιπὸν ἀντιδρᾷ εἰς τὰ ἡμέτερα σώματα καὶ ἀλλοιοῖ αὐτά. ὥστε τοῦ μὲν τὸ δυνάμει τῶν φαρμάκων εἰς ἐνέργειαν ἀχθῆναι τὸ αἴτιον ἐν τοῖς ἡμετέροις ἐστὶ σώμασι, τοῦ δὲ τὰ ἡμέτερα σώματα ὑπὸ τῶν φαρμάκων ἀλλοιωθῆναι ἡ ποιητικὴ αἰτία ἐν τοῖς φαρμάκοις ἐστίν, ἐνεργείᾳ λοιπὸν φέρε θερμῶν ἢ ψυχρῶν γενομένων· τὸ γὰρ μὴ γενόμενον ἐνεργείᾳ θερμὸν οὐκ ἄν ἄλλο τι θερμᾶναι δυνήσεται καὶ ποιῆσαι ἐνεργείᾳ θερμόν. ὡς γὰρ αὐτὸς εἶπε μικρῷ πρόσθεν, δεῖ τὸ ποιοῦν πάντως ἐντελεχείᾳ εἶναι ἢ ὁμοειδὲς ἢ ὁμογενές. ὅμοιον οὖν ἐστι τὸ ἐπὶ τῶν φαρμάκων τούτων γινόμενον, ὥσπερ εἰ ἐν οἰκίσκῳ πλείστων ἀνθρώπων [*](2 ὅτι om. T 3 γὰρ om. Z τοῦ ἀλλοιοῦν Z: τῶ ἀλλοιοῦν GT: τοῦ ἀλλοιοῦντος R: τοῦ ἀλλοιοῦν τι a 3. 4 φησι ante τὴν ἀρχὴν ponit R 4 ἀλλὰ τῶ ἀλλοιοῦσθαι T 6 οὖν οm. TZ 7 ἀξιοῦ a 8 δὲ καὶ ἐπί Z 9 οἵαν Z 10 μὲν om. Z 11 ψῦξιν constanter libri δὲ bis R1 12 πάντα om. Z 15 σώματα (pro σώμασιν) R 19 παραμυθία ἐπινοηθῆναι τῆς ἐν Z 20 ἀμφιβαλλομένη T2 20 et 21 πρὸς] ἑ π R 21 κατορθουμένων GT 23 ἐν (post μὲν) om. Z 24 δύναμιν a σωμάτων om. R 25 σώματα om. add. Τ2 26 αὐτά RT: ταῦτα G(Z)a ὥστε] ὡς Τ1 29.31 λοιπὸν—ποιῆσαι ἐνεργείᾳ om. Z 29 λοιπὸν φέρε θερμῶν ἡ ψυχρῶν R: λοιπὸν, θερμῶν φέρε ἐκ ψυχρῶν GTa 30 γινόμενον T θερμᾶναι GT: θερμάναι R: θερμῆναι a 31 μικρῷ πρόσθεν] p. 320b19 sq. μικρὸν πρόσθε GT 33 εἰ R et corr. Z: ἢ T: ἢν (G)a)

99
ὄντων ὁ ἐν αὐτῷ ἀὴρ ὑπ’ αὐτῶν θερμανθεὶς ἀντιθερμαίνει αὐτούς. ‘κἀπὶ [*](23r) τούτων γὰρ τοῦ μὲν τὸν ἀέρα θερμανθῆναι αἰτία ἐστὶν ἡ τῶν σωμάτων ἐπαφή, θερμανθεὶς δὲ ἅπαξ ὁ ἀὴρ καὶ αὐτὸς πάλιν ἀντιθερμαίνει τὰ θερμάναντα. ὥστε κἀπὶ τούτων τὸ προσεχὲς τῆς ἀλλοιώσεως αἴτιον ἐν τῳ ἀλλοιοῦντι ἐστι καὶ οὐκ ἐν τῷ ἀλλοιουμένω.

Καὶ ἄξιον ζητῆσαι τί δήποτε τεσσάρων οὐσῶν κατὰ γένος πασῶν τῶν μεταβολῶν, ὡς πολλάκις εἴρηται, τῆς κατ’ οὐσίαν τῆς κατὰ ποσὸν τῆς κατὰ ποιὸν τῆς κατὰ τόπον, ἐπὶ μὲν τῆς κατ’ οὐσίαν μεταβολῆς, φημὶ δὴ φθορᾶς καὶ γενέσεως, καὶ ἐπὶ τῆς κατὰ ποιότητα, τουτέστι τῆς ἀλλοιώσεως, τὸ αἴτιον τῆς μεταβολῆς ἐν τῷ ποιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ γινομένῳ ἢ πάσχοντι, ἐπὶ δὲ τῶν λοιπῶν δύο, τῆς τε κατὰ ποσὸν καὶ | τῆς κατὰ τόπον, ἐν τῷ πάσχοντί [*](23v) εστιν ἤ ποιητικὴ αἰτία· τό τε γὰρ γινόμενον οὐκ αὐτὸ τὴν ποιητικὴν αὑτοῦ ἔχει αἰτίαν, ἀλλὰ τὸ δημιουργοῦν, οἷον εἰ ὁ οἰκοδόμος ἢ ὁ πατὴρ ἢ ὁτιοῦν ἄλλο εἴη τὸ ποιοῦν, καὶ τὸ φθειρόμενον πάλιν ἑτέρωθεν ἔχει τῆς φθορᾶς τὴν αἰτίαν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστι. πάντα γὰρ φυσικῶς του εἶναι ἐφίεται· ἐδείξαμεν δὲ ὅτι οὐδ’ ἐν τοῖς ἀλλοιουμένοις ἡ αἴτια ὑπάρχει τῆς ἀλλοιώσεως, ἀλλ’ ἐν τοῖς ἀλλοιοῦσιν. ὅτι δὲ ἐν τοῖς αὐξομένοις τὸ ποιητικὸν αἴτιόν ἐστι τῆς αὐξήσεως, καὶ τοῦτο ὡμολόγηται. ἡ γὰρ ἐν ἑκάστῳ μορίῳ φυσικὴ δύναμις τὴν προσκριθεῖσαν τῷ μορίῳ τροφὴν ἑνώσασα τῷ ὑποκειμένῳ ἐξομοιοῖ αὐτό. καὶ τὰ κατὰ τόπον δὲ κινούμενα τῆς ἐν τούτῳ μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστιν αἴτια. εἰ γὰρ ἡ κίνησις αἰτία τῆς κατὰ τόπον γίνεται μεταβολῆς, τῆς δὲ κινήσεως τῶν σωμάτων ἡ ἐν αὐτοῖς φύσις ἐστὶν αἰτία (κινήσεως γὰρ καὶ ἠρεμίας αἰτία ἡ φύσις), τῆς ἄρα κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.

Tούτων δεδειγμένων τὴν αἰτίαν ζητῆσαι ἄξιον, τί δήποτε τῆς μὲν κατ’ οὐσίαν καὶ κάτα ποιότητα μεταβολῆς τὰ αἴτιά ἐστιν οὐκ ἐν τοῖς μεταβάλλουσιν ἀλλ’ ἔξωθεν, τῆς δὲ κατὰ ποσὸν καὶ κατὰ τόπον αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια. φημὶ οὖν ὡς εἰ τὸ γινόμενον μήπω ἐστί, πῶς οίόν τέ ἐστι τὸ μήπω ὂν αὐτὸ ἑαυτῷ τοῦ εἶναι ὑπάρχειν αἴτιον,. τὸ αἴτιον τινος, ὡς πολλάκις εἴρηται, ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ μήπω ὂν οὐκ ἔστιν ἐνεργεία. ὅτι δὲ οὐδὲ φθορᾶς οὐδέν ἐστιν ἑαυτῷ φυσικῶς αἴτιον, εἴρηται· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται. ἀλλὰ δὴ καὶ ἡ ἀλλοίωσις πάθος οὖσα τοῦ ὑποκειμένου, ὅτε ἐπιτεταμένη γίνεται, φθείρει τὸ σῶμα. ἐπιτεινομένη γὰρ ἡ θερμότης ἢ ἡ ψύξις ξηρότης τε καὶ ὑγρότης φθείρει τὰ σώματα· εἴπομεν δὲ ὡς οὐδέν ἐστιν αὐτὸ ἑαυτοῦ φθαρτικόν. λεύκανσις [*](1 ἀντιθερμαίνη Ra αὐτοῖς GRT1 3. 4 ἀντιθερμαίνη τὰ θερμανθέντα a 4 ὥσπερ ut videtur Ζ1 7 τῆς (post οὐσίαν) om. GT 10 ἐπὶ) ἐστὶ T 12 ἡ αἰτία ἡ ποιητικὴ a τε om. R1 13 αὐτοῦ libri αἰτίαν ἔχει Z εἰ Z: om. cett. 14 ἑτέρω R: ἑτέροθεν GT1 15 αὐτὸ ἐφ’ ἑαυτοῦ Z 16 οὑδὲ ἐν ex οὐδὲν corr. R 20 αὐτῶ Z τὰ om. GT 22 τῆς (pr. loco)] τοῖς R γίνεται om. GTa 24 τῆς om. add. Τ2 ἑαυτά ἐστιν ἑαυτοῖς αἴτια τὰ μεταβάλλοντα Z 29 post ἑαυτῷ iterat αἴτιον Z 32 ἀφίεται Z 33 ἐπιτεταγμένη a 35 αὐτὸ ἑαυτοῦ ἐστι Z λεύκασις T1)

100
δὲ καὶ μελανία, καὶ ὅσαι τῶν ἀλλοιώσεων μήτε βλάπτουσι μήτε ὠφελοῦσι [*](23v) τὸ ὑποκείμενον, δι’ αὐτὸ τοῦτο τὴν αἰτίαν εἰκότως ἂν ἔξωθεν ἔχοιεν. τὰ γὰρ ὑπὸ τῶν φυσικῶν ἑκάστου δυνάμεων γινόμενα πάντως εἰς τὸ εἶναι τῷ ὑποκειμένῳ λυσιτελεῖ. οὐδὲν γὰρ οὔτε ἐπὶ κακῷ οὔτε μάτην οὔτε ἐκ περιττοῦ ἡ φύσις ἐργάζεται, εἰ μή τι ὡς παρεπόμενον τῇ φυσικῇ κράσει γίνοιτο, οἷον εἰ τῇ θερμῇ καὶ ξηρᾷ κράσει παρέποιτο τὸ οὔλας ἔχειν τὰς τρίχας. ἀλλ’ εἰ μὲν ἐκ τῆς κατ’ ἀρχὴν συστάσεως τοῦτο γίνοιτο, οὐδὲ ἀλλοίωσις δηλονότι τὸ τοιοῦτόν ἐστιν ἀλλὰ γένεσις· εἰ μέντοι ἐκ κράσεως φέρε ξηρᾶς εἰς ὑγρὰν μεταβάλοι, καὶ ταύτῃ ἀλλοιωθείη ἢ τὸ χρῶμα ἢ τὸ τῶν τριχῶν συνεστραμμένον καὶ ἀπηυθυσμέναι γίνονται, δῆλον ὅτι τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον τοῦτο καὶ τῆς ἀλλοιώσεως τοῦ χρώματος ἢ τῶν τριχῶν γέγονεν αἴτιον, εἴτε τὸ περιέχον εἴη εἴτε τὰ προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. περὶ μὲν οὖν γενέσεως καὶ ἀλλοιώσεως τοσαῦτα. διὰ τί δὲ τὸ αὐξόμενον ἐν ἑαυτῷ ἔχει τὴν ποιητικὴν αἰτίαν τῆς αὐξήσεως, ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν. εἰ γὰρ τὸ τρέφον καὶ αὖξον ἐξομοιοῦσθαι θέλει τῷ τρεφομένῳ καὶ αὐξομένῳ, δῆλον ὅτι δυνάμει ἐστὶν οἷον τὸ αὐξόμενον, δυνάμει δὲ ὂν οὐκ ἂν εἴη ἑαυτῷ τῆς <εἰς> ἐκεῖνο εἴρηται δὲ ὡς ὅτι τὸ ποιοῦν ἢ ὁμοειδές ἐστι τῷ γινομένῳ ἢ ὁμογενές. εἰκότως οὖν τὸ αὐξόμενον καὶ τρεφόμενον αἴτιόν ἐστι τῆς εἰς αὐτὸ τοῦ τρέφοντος καὶ αὔξοντος ἐξομοιώσεως. εἰ δὲ τῆς κατὰ τόπον μεταβολῆς αἰτία ἡ κίνησις, τῆς δὲ κινήσεως τῆς ἑκάστου ἡ ἐν αὐτῷ φύσις αἰτία, εἴπερ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας ἡ φύσις ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, εἰκότως ἄρα τῆς κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.

[*](p. 321b3)

Εἰ μένει σὰρξ οὖσα καὶ τὸ τί έστι, πάθος δέ τι ὑπάρχει τῶν καθ᾿ αὑτό.

Ὅταν, φησί, τὸ τί ἐστι, τουτέστι τὸ εἶδος, φυλάττουσα καὶ σὰρξ μένουσα μεταβάλλῃ κατά τι πάθος τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ, τόδι᾿ [*](2 αὑτὸ a 4 primum οὔτε et mox ὡς om. add. T2 6 γένοιτο GTa εἰ RT2a: ἐν GT1Z οὔλασιν GT 7 ἀρχὴν Za: ἀρχῆς GT: ἀρχὰς R γένοιτο GT 8 τὸ τοιοῦτον τοιοῦτο a) δῆλον ὅτι ἐστὶν Za 9 μεταβάλλοι GTR2a 10 ἀπηυθυσμέναι a: ἀπηυθησμέναι G: ἀπηυθισμέναι (sed prius ι in ras. Τ2) T: ἀπευθυσμέναι Z: ἀπηνθϊσ(??) R γίνονται RTZ: γένοιντο G: γίνοιντο a 11 αἴτιον τοῦτο GRT: τοῦτο αἴτιον Z: om. a 11. 12 τοῦτο καὶ—αἴτιον bis GT 12 γέγονεν αἴτιον] αἴτιον γέγονεν οὐχ ἡ φυσικὴ κρᾶσις. ἀλλ’ a, qui mox delet εἴη et post ἄλλο addit καὶ τοῦτό ἐστιν ἀλλοίωσις τὸ om. GT 14 ἐν om. Z τῆς αὐξήσεως om. Z 17 εἰς addidit a ἐκεῖνο GTa: ἐκείνου RZ 18 δὲ] οὑν Z 19 αὐξόμενόν τε καὶ Z τοῦ] τοῦτο T 22. 23 ἀρχή—συμβεβηκός] cf. Ar. Phys. Β 1 p. 192b21 sq. al. 22 ἠρεμίας καὶ κινήσεως Z 24 αἰτία a 25 lemma hic om. a, qui pergit λέγοντος δὲ, ὅτι ὅταν τὸ τί ἐστι μένει GT: μὲν ἡ Z: μὲν οὖν ἡ R 27. 28 Ὅταν—καθ᾿ αὑτὸ om. R 27 τουτέστι γὰρ εἶδος Z 28 μὲν οὖσα T μεταβάλλ* T1)

101
τε, φησί, λέγεται ἠλλοιῶσθαι. πάθη δέ φησιν ἐνταῦθα αὑτὸ [*](23r) ὑπάρχοντα οὐ κατὰ τὸ σημαινόμενον τοῦ καθ’ αὑτὸ ὃ ἐν τῇ Ἀποδεικτικῇ παραδέδωκε, τὸ πρώτως καὶ μόνω καὶ ἀεί τινι ὑπάρχον, ὥσπερ τῷ τριγώνῳ‘ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὃ καὶ ἀναιρουμένου τοῦ ἔχοντος συναναιρεῖται, ἀλλὰ καθ’ αὑτό φησιν ἐνταῦθα τὸ ἐν αὐτῷ τῷ σώματι γινόμενον, οἷον λευκότητα θερμότητα, καὶ μὴ ἔξωθεν καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλλο αὐτῷ ἐπιγινόμενον, ὡς εἴ τι ἐξ ἀριστεροῦ δεξιὸν γένοιτο ἢ ἐκ τῶν κάτω ἄνω, καὶ ἐπὶ τῶν παραπλησίων.

[*](p. 321b8)

Ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ’ ἄν ποτε μεῖζον, καὶ τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα.

Ἐπειδὴ εἶπεν ὅτι τὸ ποιητικὸν αἴτιον οὐκ ἐν τῷ αὔξοντί ἐστιν ἀλλ’ ἐν τῷ αὐξομένῳ καὶ ἀλλοιουμένῳ, καὶ ὅτι τὸ “ᾧ ἠλλοίωται ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοίωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο”, δοκεῖ δὲ καὶ ἡ τροφὴ ἔστιν ὅτε αὔξεσθαι, ὅταν εἰς πνεῦμα μεταβάλῃ, ὥσπερ καὶ τὸ ἀλλοιοῦν ἔστιν ὅτε ἀλλοιοῦσθαι, καὶ ἔνθεν δόξει καὶ ἐν αὐτῷ εἶναι ἡ αὐξητικὴ δύναμις, ἥπερ ἐν τῷ αὐξομένῳ, ὡς εἴρηται, θεωρεῖται, διὰ τοῦτο νῦν τίθησι τὸ τῆς πλάνης αἴτιον καὶ ἐλέγχει ὅτι οὔτε αὔξεται ἡ τροφὴ οὔτε διὰ τοῦτο ἐν αὑτῇ ἕξει τὴν αὐξητικὴν δύναμιν. φθείρεται γὰρ ἡ τροφὴ καὶ οὐ μένει ὅπερ ἐστὶν ἐν τῇ εἰς πνεῦμα μεταβολῇ. δῆλον οὖν ὅτι οὐδὲ αὔξεται, εἴπερ δεῖ τὸ αὐξόμενον μένον ἐπὶ τοῦ προτέρου εἴδους τὴν κατὰ μέγεθος ποιεῖσθαι ἐπίδοσιν. εἰ δὲ μὴ αὔξεται ἡ τροφή, οὐδὲ τὴν αὐξητικὴν δύναμιν ἐν αὑτῇ ἕξει.

[*](p. 321a29)

Ἀπορήσειε δ’ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον. |

Τριῶν ὄντων τούτων ἐφεξῆς, τοῦ αὐξομένου, ᾧ αὔξεται, τῆς αὐξητικῆς [*](24r) δυνάμεως, ἀπορήσας περὶ τοὐ πῶς αὔξεται τὰ αὐξόμενα, πότερον σώματι ἢ ἀσωμάτῳ, ἀπορεῖ νῦν καὶ περὶ τοῦ ᾧ αὔξεται. ἐπεὶ γὰρ μεταβάλλουσα ἡ τροφὴ ἐν τῷ τρεφομένῳ μείζων δοκεῖ γεγονέναι, καὶ δόξειεν ἄν ταύτῃ καὶ αὐτὴ αὔξεσθαι, διὰ τοῦτο καὶ τὸν περὶ ταύτης διευθύνει λόγον, ὅτι κἄν μείζων γίνηται, οὐκ αὔξεται. οὐδὲ γὰρ φυλάττεται ἐπ’ αὐτῆς τὰ [*](1 φησί om. a λέγεται om. Z ἠλλοιῶσθαι R: ἠλλοιοῦσθαι (ἠ mut. in ἁ Τ) GTZ: ἀλλοιοῦσθαι a δέ φησιν ἐνταῦθα om. a 2 ὑπάρχοντα <ἀκουστέον> 2. 3 Ἀποδεικτικῇ] cfr. Bonitzii Index s. v. ἑαυτοῦ p. 212a3 sqq. 3 περιδέδωκε Z 7 καὶ om. TZ 8 τὰ ἄνω a 9 lemma om. hic a, qui pergit ἐπειδὴ δὲ εἶπεν 13 ἡ οὐσία delevit a; at cf. p. 102,7 14 μεταβάλλῃ GTa 15 ἠλλοιοῦσθαι G δόξειεν ἄν ἐν a 16 εἴπερ R 18 et 22 αὐτῇ scripsi: αὐτὴ codd.: ἑαυτῇ a 19 αὔξηται T 20 εἴπερ δὴ R: ὅπερ δὴ Z, qui mox ποιεῖται μένον scripsi: μὲν GT: om. RZa, sed μένον post εἴδους inserit a τὸ μέγεθος a 23 Ἀπορήσειε— αὐξόμενον GRTZ: Ὧ δ’ ἠλλοίωται—ἐν τούτῳ (so. Ar. p. —10) a; turbatam seriem quomodo corrigam non habeo 25 αὐξανόμενα Z 27 μεῖζον GR1T)

102
κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει, καὶ πρό γε τῶν ἄλλων τὸ [*](24r) δεῖν ὑπομένειν τὸ αὐξόμενον· φθείρεται γὰρ τὸ εἰσιὸν καὶ οὐχ ὑπομένει. ἃ δὲ περὶ τῆς ἀλλοιώσεως ἐπάγει, παραδείγματος ἕνεκεν τίθησιν ἐξομοιῶν τοῖς ἐπὶ τῆς ἀλλοιώσεως γινομένοις τὰ ἐπὶ τῆς αὐξήσεως, ἐπεὶ μηδὲ δίχα τῆς ἀλλοιωτικῆς δυνάμεως τὴν αὐξητικὴν ἐνεργῆσαι δυνατόν.

[*](p. 321b5)

Ὧι δὲ ἠλλοίωται, ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοίωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο.

Ἐντεῦθεν λοιπὸν περὶ τῆς ποιητικῆς αἰτίας τῆς αὐξήσεως φησιν, ὡς ἐπὶ παραδείγματος τῆς ἀλλοιωτικῆς δυνάμεως ποιούμενος τὸν λόγον. ἃ γὰρ ὑπάρχει ταύτῃ, ταῦτα δήπου καὶ τῇ αὐξητικῇ δυνάμει ὑπάρχει. ὥσπερ οὖν ἐπὶ τῆς ἀλλοιωτικῆς δυνάμεως, εἰ μὲν σύμμετρον ᾖ τῷ ἀλλοιοῦντι τὸ ἀλλοιούμενον, δρᾷ εἰς αὐτὸ τὸ ἀλλοιοῦν αὐτὸ ἀπαθὲς μένον, οἷον εἰ σύμμετρος εἴη ἡ εἰσιοῦσα τροφὴ τῇ πεπτικῇ τῆς φύσεως δυνάμει, πάσχει ὑπ’ αὐτῆς ἡ τροφὴ τῆς δυνάμεως ἀπαθοῦς μενούσης, εἰ μέντοι εἴη ἀσύμμετρα πλήθει ἢ ποιότητι τὰ εἰσιόντα, πάσχει μᾶλλον ὑπ’ αὐτῶν ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἀσθενεστέρα γίνεται ἢ ποιεῖ εἰς αὐτά· τὰ αὐτὰ καὶ ἐπὶ τῆς αὐξητικῆς δυνάμεως λεκτέον, ὅτι ἔστ’ ἂν μὲν συμμέτρως ἔχῃ ἡ αὐξητικὴ δύναμις τῇ ὕλῃ τῆς αὐξήσεως, δρᾷ εἰς αὐτὴν καὶ αὔξει τὸ αὐξόμενον, ἔστ’ ἂν δὲ ἀσυμμέτρως ἔχῃ, πάσχει μᾶλλον ὑπ’ αὐτῆς. τὸ δὲ ἀσύμμετρον διὰ πολλὰ γίνεται, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιὸν ἢ διὰ τὸν χρόνον. ἐπεὶ γὰρ ὥρισται τὰ ἔργα τῆς φύσεως, ὅταν εἰς τὸ σύμμετρον μέγεθος ἔλθῃ τὰ σώματα, τότε λοιπὸν ἀνεπιτηδείου ὄντος τοῦ ὑποκειμένου, διὰ ξηρότητα φέρε καὶ ψυχρότητα ἢ ἁπλῶς ἀσυμμετρίαν τῆς κράσεως, ἐξασθενεῖ ἡ αὐξητικὴ δύναμις καὶ πάσχει μᾶλλον ἐκ τοῦ ὑποκειμένου ἤπερ ποιεῖ εἰς αὐτό. ἰστέον δὲ ὅτι εἰ λέγει ὁτὲ μὲν οὐδὲν πάσχειν τὸ ἀλλοιοῦν ὁτὲ δὲ πάσχειν, οὐκ ἐναντιοῦται τοῖς ἀλλαχοῦ αὐτῷ εἰρημένοις, ὅτι τῶν ὁμοΰλων τὰ ποιοῦντα πάντως καὶ ἀντιπάσχει. κατὰ γὰρ τὸ ἐπικρατοῦν ἢ πάσχειν ἢ μὴ πάσχειν αὐτὰ νῦν φησιν· ἐνίοτε γὰρ πλεῖον δρᾷ ἢ πάσχει, ἐνίοτε δὲ ἐναντίον.

[*](p. 321b10)

Ἐπειδὴ διηπόρηται περὶ αὐτῶν ἱκανῶς. εἰπὼν ὅσα κατὰ κοινὴν ἔννοιαν ὑπάρχει τῇ αὐξήσει, καὶ γυμνάσας [*](1 τῆ αὐξήσει ὑπάρχοντα Z 3. 4 ἃ δὲ—γινομένοις τὰ codices mss., sed verba ἐπάγει— ἀλλοιώσεως exciderunt in omnibus praeter RZ: τὰ δὲ παραδείγματα τῆς ἀλλοιώσεως ἕλκει refinxit a 3 ἐξομοιῶν Z: ἐξ ὁμοιῶν R 6 lemma om. hic a, qui pergit δι’ ὃ περὶ τῆς ποιητικῆς 6. 7 οὐδὲ ἠλλοίωται ἡ οὐσία om. Arist.; at cf. p. 101,13 11 σήμερον Τ1 ᾖ] εἶναι Z: εἴη a 13 σύμμετρον T τροφὴ om. Z 15 ἀσύμμετρον a 16 ποιεῖν a 17 ἔχει GT1 19 ἔχει GT 20. 21 ἡ καὶ διὰ τὸν χρόνον R 24 ἧπερ R: εἴπερ TZ 25 λέγει ὅτι μὲν R 26 ἀλλαχοῦ] c. 7 (cf. Philop. 32v12 sqq.) τῶν om. Z 27 post ποιοῦντα iterant τοῖς εἰρημένοις GT 29 τοὐναντίον a 30 ἐπειδὴ δὲ GT: ἐπεὶ δὲ a; cf. Ar.)

103
πάσας τὰς εἰς τὸν περὶ αὐτῆς λόγον συντεινούσας ἀπορίας, νῦν λοιπὸν [*](24r) ἐκθέσθαι βούλεται τὴν ἰδίαν περὶ αὐξήσεως δόξαν, τοιαύτην ὀφείλουσαν ἀποδοθῆναι, ἥτις τοῖς τε κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῇ αὐξήσει συνᾳσεται καὶ τὰς δοκούσας φέρεσθαι κατ’ αὐτῆς τῆς αὐξήσεως ἀπορίας ἐκφεύξεται. ἦν δὲ τὰ μὲν κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει τρία τινά, τό τε ὑπομένειν καὶ τὸ προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι καὶ τὸ πᾶν ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι ὥσπερ καὶ τοῦ φθίνοντος ἔλαττον. αἱ δὲ ἀπορίαι αἱ δοκοῦσαι φέρεσθαι πρὸς τὰ περὶ τῆς αὐξήσεως λεγόμενα ὑπῆρχον αὗται, τό τε κενοῦ ὑπόστασιν εἰσάγειν καὶ τὸ σῶμα διὰ σώματος λέγειν διιέναι· τῷ μὲν γὰρ φάσκοντι λόγῳ ἀσωμάτῳ τὴν αὔξησιν γίνεσθαι εἵπετο τὸ ὕλην εἶναι χωριστὴν μεγέθους καὶ κενὸν ὑφεστηκός, τῷ δὲ διὰ σώματος ὑποτιθεμένῳ τὴν αὔξησιν γίνεσθαι, προειλημμένου τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι ἐκ τῆς τοῦ προσιόντος προσθήκης, ἕπεται ἤτοι πόρον καὶ κενὸν ὅλον εἶναι τὸ αὐξόμενον, εἴπερ δέοι δι’ ὅλου διελθὸν τὸ προσιὸν ἑκάστῳ μορίῳ τοῦ αὐξομένου προστεθῆναι, ἢ σῶμα διὰ σώματος διιέναι καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ὑπάρχειν. τοιαῦτα μὲν οὖν τὰ προδιδαχθέντα, οἷς σύμφωνον ἀποδοθῆναι χρὴ τὴν περὶ αὐξήσεως διδασκαλίαν. ὥστε τὰ μὲν κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σῴζειν, τὰς δὲ κατ’ αὐτῆς φερομένας ἀπορίας ἐκφυγεῖν. ἀρχόμενος δὲ τοῦ περὶ αὐξήσεως λόγου, προλαμβάνει δύο τινὰ χρήσιμα αὐτῷ πρὸς τὰ μέλλοντα, ἓν μὲν τὸ μὴ εἶναι τὰ ἀνομοιομερῆ τὰ πρώτως αὐξόμενα ἀλλὰ τὰ ὁμοιομερῆ, τῷ δὲ ταῦτα αὔξεσθαι καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀνομοιομερῆ αὔξειν λέγεσθαι (οὐ γὰρ πρόσωπον ἢ χεὶρ ἡ τροφὴ γινομένη προστίθεται τῷ αὐξομένῳ, ἀ·λλ’ ἢ σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων τι τῶν ὁμοιομερῶν· ὥστε τὰ πρώτως αὐξόμενα ταῦτά ἐστιν), ἕτερον δὲ ὅτι ἕκαστον τῶν ἐνύλων πραγμάτων διττῶς λέγεται, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος. σάρκα γὰρ λέγομεν ποτὲ μὲν τὸ εἶδος τῆς σαρκὸς ποτὲ δὲ τὴν ὕλην, ποτὲ δὲ τὸ συναμφότερον, ὅπερ παρῆκεν ὡς γνώριμον καὶ μηδὲν αὐτῷ πρὸς τὸ παρὸν συμβαλλόμενον. ὅταν μὲν γὰρ εἴπωμεν ῥευστὴν εἶναι τὴν σάρκα καὶ ἐν ἐπιρροῇ καὶ ἀπορροῇ ἔχειν τὸ εἶναι ἢ σύνθετον ἐκ τῶν τεσσάρων εἶναι στοιχείων, σάρκα φαμὲν τὴν τῆς σαρκὸς ὕλην· ὅταν δὲ ἀκμάζειν τὴν σάρκα ἢ δυσκράτως ἔχειν ἢ μαλακὴν εἶναι ἢ σκληράν, σάρκα φαμὲν τὸ εἶδος· ὅταν δὲ διαιρετὴν εἶναι ἢ τριχῇ διαστάτην ἢ πολλὴν ἢ ὀλίγην, κατὰ τὸ συναμφότερον. ζητητέον [*](2 αὐξήσεως τοσαύτην δόξαν ὀφείλουσαν Z 3. 4 συνᾴσεται scripsi: συνέσεται libri 4 κατὰ ταύτης τῆς Z 5 τὰ om. Z 8 (??)ρὸς] π R 11 τὸ RZ: τὴν GT: om. a χωριστὴν ὕλην εἶναι Z 12 ὑφεστηκὼς R 13 τοῦ alterum om. Z 14 εἶναι ὅλον a 16 τόπῳ σώματα] σώματι a 18 τὴν alterum recte om. GTa 19 κατὰ ταύτης Z 20 δύο τινὰ προλαμβάνει Z 21 τὸ] τῶ G 22 ἀλλὰ τὰ] ἀλλὰ τῶ GT1 24 γενομένη RT ἢ (ante ὀστοῦν) om. R 25 αὐξομένη (G)a 26 ὅτι om. Z 29 πρὸς] παρὰ R 31 τεσσάρων εἶναι] δευτέρων Z 83 εἶναι prius om. Z 33. 34 διαιρετὴν ἔχει εἶναι ἡ τριχὴν Z 34 ἣ (ante ὀλίγην) om. Z τὸ om. T)
104
οὖν κατὰ τί τούτων αὔξεσθαι λέγεται τὰ ὁμοιομερῆ, πότερον κατὰ τὴν [*](24r) ὕλην ἢ κτὰ τὸ εἶδος. εἰ μὲν γὰρ τὴν ὕλην φαίη τις εἶναι τὴν αὐξομένην, οὔτε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σώσει, οὔτε τὰ ὑπο- πίπτοντα ἄπορα ἐπιλύ|σεται. οὔτε γὰρ τὸ ὑπομένειν ἐπὶ ταύτης σώσει (ἡ γὰρ ὕλη οὐχ ὑπομένει ἡ αὐτή, ἀλλ’ ἡ μὲν ἀπορρεῖ ἡ δὲ εἰσρεῖ), οὔτε τὸ πᾶν ὁτιοῦν μόριον μεῖζον γίνεσθαι δυνατὸν ἐπὶ τῆς ὕλης λέγειν, πρῶτον μὲν διότι οὐχ ὑπομένει (πῶς γὰρ ἂν ἀπορρέουσα καὶ ἄλλη ἐξ ἄλλης ἀεὶ γινομένη κατὰ πᾶν μόριον μεῖζον γένοιτ’ ἄν;), ἔπειτα δὲ καὶ εἰς τὰ εἰρημένα ἄτοπα ἐμπεσούμεθα. εἰ γὰρ ἡ τροφὴ ἡ προσιοῦσα σῶμα τυγχάνουσα παντὶ μορίῳ τῆς ὕλης προστίθεται, δεήσει δι’ ὅλης διελθεῖν· ἐπεὶ πῶς ἄν παντὶ μορίῳ αὐτῆς προστεθήσεται; ᾧ γὰρ μὴ προστίθεται μορίῳ, τοῦτο οὐκ αὔξεται· δεῖ γὰρ προσιόντος τινὸς πᾶν τὸ αὐξόμενον αὔξεσθαι. δι’ ὅλης ἄρα τῆς ὕλης τοῦ αὐξομένου τὸ προστιθέμενον διελεύσεται. τὸ δὲ δι’ οὗ ἔρχεται κενὸν ἢ πόρον ἀνάγκη εἶναι. δι’ ὅλου ἄρα διιούσης κενὸν ὅλον ἢ πόρον ἀνάγκη εἶναι τὸ αὐξόμενον σῶμα. ἢ εἰ μὴ τοῦτο, σῶμα διὰ σώματος διελεύσεται καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται. δῆλον οὖν ὅτι κατ’ οὐδένα τρόπον δυνατὸν τὴν ὕλην λέγειν εἶναι τὴν αὐξομένην. εἰ δὲ τοῦτο, οὐδὲ τὸ συναμφότερον ἄρα ἐστὶ τὸ αὐξόμενον· εἰ γὰρ τὸ συναμφότερον ηὔξητο, πάντως ἂν καὶ ἡ ὕλη ηὔξητο. λείπεται τοίνυν τὸ εἶδος εἶναι τὸ αὐξόμενον· τοῦτο γάρ ἐστι τὸ μόνον ὑπομένον, καθὼς ἀπεδείξαμεν, οὐ χωρὶς ὕλης (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἀεὶ τὸ αὐτὸ σωζόμενον περὶ τὴν ὕλην πλείονά τε καὶ ἐλάττονα γινομένην καὶ ἄλλοτε ἄλλην, τὴν μὲν ἀπορρέουσαν τὴν δὲ εἰσκρινομένην. ὅταν δὲ λέγωμεν τὸ εἶδος εἶναι τὸ αὐξόμενον, μὴ νομίσῃς αὐτὸ τὸ εἶδος κατὰ τὸν οὐσιώδη καὶ ἀίδιον λόγον τὴν μεταβολὴν ἴσχειν (ἀσώματον γὰρ τῷ ἰδίῳ λόγῳ τὸ εἶδος καὶ ἀμέγεθες), ἀλλὰ κατὰ τὸ ποσόν· τοῦτο γάρ ἐστι καὶ τῆς αὐξήσεως τὸ σημαινόμενον. κατὰ δὲ τὸ ποσὸν λέγεται μεταβάλλειν τὸ εἶδος, τῷ ἐν πλείονι ἢ ἐν ἐλάττονι ὑποκειμένῳ γίνεσθαι· οὕτω γὰρ χεὶρ καὶ πρόσωπον φαίνεται αὐξόμενον, οὐ τοῦ εἴδους τοῦ προσώπου μεταβάλλοντος ἢ τῆς χειρός, ἀλλὰ μείζονος τοῦ μορίου γινομένου, τῷ τὸ εἶδος τὸ αὐτὸ μένον ποτὲ μὲν ἐν ἐλάττονι ποτὲ δὲ ἐν μείζονι γίνεσθαι ὑποκειμένῳ. Πῶς δὲ τοῦτο λέγοντες εἶναι τὸ αὐξόμενον τὰ κοινῶς ὑπάρχοντα τῇ αὐξήσει σώσομεν καὶ τὰ ἄπορα ἐπιλυσόμεθα, σκεπτέον ἐφεξῆς. πρῶτον μὲν γὰρ [*](1 κατά τι libii 3 et 4 σώζει Τ1 4 γὰρ τὰ R 5 ἀπορεῖ RT 6 γίγνεσθαι a 7 ἀπορέουσα Τ1 9 εἰ] ἣ GT1Z1 10. 11 τῆς—μορίῳ om. add. mg. T2 11 μὴ παρατίθεται compend. et mox παρατιθέμενον R 14 πόρος a 14. 15 δι’ ὅλου—εἶναι om. GT 15 ἀνάγκη] ἀναστάσεως Z 17 εἶναι λέγειν τὴν ὕλην Z 18 ἐστὶ] ἔσται a 19 καὶ om. GTa 20 αὐξανόμενον Z 21 ὑπεδείξαμεν GTa 22 καὶ alterum om. Z 24 τὸ εἶδος λέγωμεν Z 25 ἀσωμάτων GT 26. 27 γὰρ καὶ τῆς αὐξήσεως ἐστι Z 28 ἐν (post ἡ) om. Z 29 τὸ αὐξόμενον Z 30 μίζονος a γενομένου T 33 σώσομεν Za: σώσωμεν GRT ἐπιλυσόμεθα Za: ἐπιλυσ(??)εθα G: ἐπιλυσώμεθα RT)
105
τὸ ὑπομένειν τὸ αὐξόμενον ἀληθὲς ἐπὶ τοῦ εἴδους λεγόμενον, καθάπερ [*](24v) προείρηται. εἰ γὰρ ἡ μὲν ὕλη προφανῶς οὐχ ὑπομένει ἡ αὐτή, ὑπόθοιτο δέ τις μηδὲ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένειν, οὐδ’ ἄρα τὸ ἐξ ἀμφοῖν τὸ αὐτὸ κατ’ ἀριθμὸν ἔσται ὥστε Σωκράτης οὐχ ὁ αὐτὸς ἦν ἀεὶ κατ’ ἀριθμόν. εἰ οὖν ἔστ’ ἄν ᾖ τὰ σύνθετα, τὰ αὐτά ἐστι κατ’ ἀριθμόν, τούτων δὲ ἡ ὅλη οὐχ ἡ αὐτὴ ἀεὶ ὑπομένει, λείπεται ἄρα τὸ εἶδος τὸ αὐτὸ ὑπομένειν, καθ’ ὃ καὶ ἕκαστον τῶν ὄντων τὸ εἶναι ἔχει καὶ λέγεται, ὅθεν καὶ τὰ αὐτὰ εἶναι κατ’ ἀριθμὸν λέγεται, τοῦ εἶδος καθ᾿ ὃ τὸ εἶναι ἔχει τοῦ αὐτοῦ ὄντος. καὶ τὸ πᾶν δὲ μόριον ἐκ τοῦ προσιόντος αὔξεσθαι ἐπὶ τούτου μόνως λεγόμενον προχωρεῖ. ἐπὶ μὲν γὰρ τῆς ὕλης εἰ λέγοιμεν παντὶ μορίῳ τὴν τροφὴν προστίθεσθαι, ἕψεται τὰ εἰρημένα ἄτοπα· ἢ γὰρ ὅλον πόρος ἢ κενὸν ἔσται, ἢ σῶμα διὰ σώματος διελεύσεται. ἀλλ’ οὐδὲ ὑπομένει ἡ ὕλη οὐδέ ἐστι μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, ἀλλὰ ἄλλοτε ἄλλη γίνεται ἐν ἐπιρροῇ ἔχουσα τὸ εἶναι, τὸ μέντοι εἶδος ἀεὶ ἓν καὶ τὸ αὐτὸ μένει, τό τε οὐσιῶδες καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ γὰρ τὸ Σωκράτους εἶδος καὶ τὸ τῆς σαρκὸς καὶ τὸ τοῦ ὀστοῦ καὶ ἐν μείζονι καὶ ἐν ἐλάττονι ὑποκειμένῳ ἀεὶ τὸ αὐτὸ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ὥσπερ γὰρ εἰ θύλακός τις εἴη, εἰς τοῦτον δὲ ἄλλοτε ἄλλα εἴη τὰ ἐμβαλλόμενα, ὁ μὲν ὁριστικὸς ὢν τῶν ἐμβαλλομένων καὶ οἷον εἶδός τι αὐτῶν ὁ αὐτὸς ἀεὶ μένει, τὰ μέντοι ὑπ’ αὐτοῦ περιοριζόμενα ἄλλοτε ἄλλα ἐστί· καὶ ἵνα ἐγγυτέρω τοῦ προκειμένου τὸ παράδειγμα γένηται, εἰ διὰ σωλῆνος δερματίνου διίοι ὕδωρ ποτὲ μὲν ἔλαττον ποτὲ δὲ πλεῖον, τὸ μὲν σχῆμα τοῦ σωλῆνος ποτὲ μὲν συστελλόμενον ποτὲ δὲ ἐκτεινόμενον ὅμως ἕν ἐστι καὶ τὸ αὐτό, τὸ μέντοι ὕδωρ, ἐφ’ οὗ ἐφήπλωται ὡς ἐν ὕλῃ τὸ σχῆμα, οὐκ ἔστιν ἓν καὶ τὸ αὐτὸ (ἀεὶ γὰρ ἄλλο μὲν ἀπορρεῖ, ἄλλο δὲ ἐπεισέρχεται)· οὕτω δεῖ νοεῖν ὢ καὶ ἐπὶ τῶν αὐξομένων, ὅτι ἡ μὲν ὕλη οὐδέποτέ ἐστιν ἡ αὐτή, τὸ μέντοι εἶδος τὸ ἐνυπάρχον αὐτῇ ἓν ὂν καὶ τὸ αὐτὸ ἐπιδίδωσιν εἰς μείζονα ὄγκον οὐχ ᾗ εἶδός ἐστιν αὐξόμενον, ἀλλ’ ᾗ μετέχει ποσοῦ. εἰ μὲν γὰρ ὁ ὁριστικὸς λόγος προσελάμβανεν ἢ διαφοράν τινα ἢ γένος, ηὔξετο δηλονότι τὸ εἶδος ᾗ εἶδός ἐστι· νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὥστε οὐχ ᾗ εἶδός ἐστιν ἴσχει τὴν αὔξησιν, ἀλλ’ ᾗ πεπόσωται. καὶ ἄλλως εἰ καθὸ εἶδός ἐστιν ηὖξε, πολλῷ πρότερον τὸ χωριστὸν εἶδος ηὔξετο ἄν· μὴ γὰρ ἐκείνου αὐξηθέντος οὐδ’ ἄν τὸ ἔνυλον ηὐξήθη. ὥστε οὐ καθὸ ζῷον αὔξει οὐδὲ καθὸ κύκλος οὐδὲ καθὸ σάρξ, ἀλλὰ καθὸ πηχυαία σὰρξ ἢ [*](2 εἰ] ἡ R προφανοῦς a ὑποθοῖτο GRT1: ὑποθεῖτο corr. T 4 ἀεὶ ἢν Z 5 εἰ—ἀριθμόν om. GT ἡ Ra: εἴ (del.) ἡ Z 12 προειρημένα Z 15 τὸ (ante αὐτὸ) om. GRT μένει om. Z 16 τὸ τοῦ σωκράτους Z 19 εἰς τοσοῦτον δὲ Z ἐμβαλόμενα et mox ἐμβαλομένων G 22 εἰ δὲ διὰ a διίῃ R 26 ἀπορεῖ TZ 27 καὶ om. Z 29 εἶδος τί ἐστιν Z 30 ηὔξετο corr. Τ: ηὔξητο GT1a: ηὔξαιτο RZ 31 νῦν—ᾗ εἶδός ἐστιν om. R 33 ηὖξε GRTZ: ηὔξηται a ηὔξετο R et corr. T: ηὔξαιτο GZ: ἠυξήθη a 34. 35 ζῶον αὔξει οὐδὲ καθὸ RZ: om. GT: ζῶον, ἢ suppleverat a)
106
πηχυαῖον ὀστοῦν, καὶ ἁπλῶς πεποσωμένον τι εἶδος. τῷ γὰρ ἐν μείζονι [*](24v) ὑποκειμένῳ ἐφαπλοῦσθαι, ταύτῃ αὔξεσθαι λέγεται.

Ἀπορήσειε δ’ ἄν τις ἴσως, μήποτε οὐ μόνον ἡ ὕλη τῶν αὐξομένων οὐχ ἡ αὐτὴ ἀεὶ διὰ τὸ ἐπίρρυτον αὐτῆς καὶ ἀπόρρυτον, ἀλλὰ καὶ τὸ εἶδος αὐτό. εἰ γὰρ τὸ εἶδος ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχει, ἀδύνατον δὲ τοῦ ὑποκειμένου φθειρομένου τὸ ἐν ἐκείνῳ τὸ εἶναι ἔχον σῴζεσθαι (οὕτω γὰρ ἄν χωριστὸν ἦν καὶ οὐκ ἀχώριστον ὕλης), ἀνάγκη ἄρα μηδὲ τὸ εἶδος τοῦ αὐξομένου τὸ αὐτὸ σῴζεσθαι. λύοντες δὲ τὴν ἀπορίαν φαμὲν ὡς ὅτι εἰ μὲν ἀθρόον ἅμα πᾶσα ἡ ὕλη ἐφθείρετο, ἀληθὴς ἄν ἦν ὁ εἰρημένος λόγος· νῦν δὲ κατὰ μέρος ὑπεκρεῖ, καὶ εὐθὺς ἕτερον ἀντεισφέρεται· ὅθεν ἓν καὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένει εἶδος. σαφὴς δὲ ἡμῖν δι’ ὑποδείγματος ὁ λόγος γινέσθω. ὥσπερ γὰρ εἴ τις ἐν ποταμῷ παραρρέοντι | σκιὰν ἀπό τινος [*](25r) σώματος γινομένην ἐπινοήσειεν, ἡ μὲν σκιὰ ἐν ὑποκειμένῳ τῷ ὕδατι οὖσα μία ἐστὶ καὶ ἡ αὐτὴ κατ’ ἀριθμόν, τὸ μέντοι ὕδωρ οὐ τὸ αὐτὸ ὑπομένει, ἀλλὰ κατὰ μέρος τὸ μὲν ὑπεκρεῖ τὸ δὲ ἀντεισέρχεται, οὕτως ὑπονοεῖν δεῖ κἀπὶ τοῦ εἴδους, τῆς μὲν ὕλης κατὰ μέρος ἀμειβομένης, αὐτοῦ δὲ ἀεὶ ὑπομένοντος τοῦ αὐτοῦ κατ’ ἀριθμόν. ἐπεὶ καὶ τὰ χρώματα τὰ αὐτὰ πολλάκις ὑπομένει, τῆς ὕλης οὐχ ὑπομενούσης· οὐδὲ γὰρ οὕτω κατὰ μέρος ἡ ὕλη ἀμείβεται ὡς συναφαιρεῖσθαί τι καὶ τοῦ εἴδους, οἷον ὡς εἰ ἀνδριάντος νῦν μὲν ποὺς ἀμειφθείη ἄλλοτε δὲ χεὶρ ἄλλοτε δὲ κεφαλή· συμβαίνει γὰρ οὕτω τῷ χρόνῳ τὸν ὅλον ἀνδριάντα ἄλλον ἐξ ἄλλου κατ’ ἀριθμὸν γενέσθαι, οὐ μόνον κατὰ τὴν ὕλην καὶ τὸν χαλκόν, ἀλλὰ καὶ κατὰ τὸ σχῆμα τὸ ἄτομον καὶ τὴν μορφήν. οὐχ οὕτως οὖν ἐπὶ τῆς αὐξήσεως ἡ κένωσις τῆς ὕλης γίνεται (οὕτω γὰρ ἄν κολοβὸν τὸ ὅλον ἔμελλε γίνεσθαι, ὅπερ οὐχ ὁρῶμεν ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εἰρημένου ὑποδείγματος τοῦ ποταμοῦ ποτὲ μὲν πλεῖόν ἐστι τοῦ ἀπιόντος τὸ ἐπερχόμενον ὕδωρ ποτὲ δὲ ἔλαττον τὸ ἐπιγινόμενον πλείονος ὄντος τοὐ ἀπορρέοντος, ὁ μέντοι ποταμὸς ὅλος ὡς ὅλος αὐτὸς ἑαυτῷ συνεχὴς ὑπάρχει, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ὕδατος μορίων καὶ ἀναπληρούντων ἀδιακόπως τὸν ἀπορρέοντα τόπον καὶ διάλειμμα μηδὲν μεταξὺ καταλιμπανόντων, οὕτω δὴ ἐπὶ τοῦ ἡμετέρου συμβαίνει σώματος, διαφορήσεως λεπτομερῶς πανταχόθεν τῆς ὕλης γινομένης, καὶ εἴ ποθεν πλείων γένηται ἐπανισουμένης εὐθὺς κατὰ συνέχειαν ἐκ τῶν πέριξ συνιόντων, εἴπερ καθ’ Ἱπποκράτην “σύρροια μία, σύμπνοια μία, πάντα συμπαθέα”. ὥστε τὸ εἶδος οὐδὲν πάσχει τῆς ὕλης ἐπιρρύτου οὔσης καὶ ἀπορρύτου. εἰ γὰρ τῆς ὕλης μὴ ὑπομενούσης οὐδὲ τὸ εἶδος ὑπέμενεν, ἀλλ’ ἄλλοτε ἄλλο κατ’ ἀριθμὸν ἐγίνετο, οὐδὲ τὸ ἐξ [*](1 τῷ] τὸ RT 5 ὑποκειμένῃ a 12 παραρεόντι GT1 13 ὕδατι] σώματι Z 16 μέρου Z 23 καίνωσις coniecit nescio quis in margine exempli Aldini quo utor 24 ἤμελλεν GT 25 παραδείγματος Z 29 ἀδιακόπτως a 31. 32 πανταχόθεν τῆς ὕλης λεπτομερῶς Z 31 λεπτομεροῦς R 32 πλείων Z: πλείω cett. γένοιτο a 33 πέριξ] περὶ a Ἱπποκράτην] de Alim. IX 106 n. 23 Littr. 34 σύμπνια a 35 ἀπομενούσης Ζ1 36 ἀλλ’ om. a 36. p. 107,1 ἐγίνετο— εἰ οὖν RZ: ἐπέμενεν. εἰ οὖν T: εἰ οὖν G: ὁ Σωκράτης ἐγένετ’ ἄν, εἰ δ’ a)

107
ἀμφοῖν συγκείμενον τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπέμενεν. εἰ οὖν ἔστ’ ἄν εἴη [*](25r) ὅδε ὁ ἄνθρωπος, οἷον Σωκράτης, ὁ αὐτός ἐστι κατ’ ἀριθμόν, ἡ δὲ ὕλη οὐχ ἡ αὐτή, ἀνάγκη ἄρ τὸ εἶδος τὸ αὐτὸ εἶναι. ἀλλ’ οὐδὲ τὴν ὕλην νομιστέον ὅλην καθ’ ὅλην αὑτὴν τῷ χρόνῳ ἀμείβεσθαι, κατὰ μέρος ὑπεκρέουσαν, ὥστε μηδὲν εἶναι σῶμα ἐν ἡμῖν γηράσασι τοὐ ἐξ ἀρχῆς ἐκ τῆς πρώτης συμπήξεως ὑποκειμένου ἐν ἡμῖν. εἰ γὰρ τοῦτο ἦν, δυνατὸν ἦν καὶ ἀθάνατα εἶναι τὰ ζῷα, ἀεὶ τῆς ὕλης ἀκμαζούσης. νῦν γὰρ διὰ τὸ κάμνειν τῷ χρόνῳ οὐ δύντι δι’ ὅλου σῴζειν τὸ εἶδος ἡ ὕλη, τῶν συναρμοσθέντων διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων τὴν ἁρμονίαν καὶ σύγκρασιν δι’ ὅλου σῴζειν μὴ δυναμένων. οὐκοῦν οὐ πᾶσαν ὑπονοητέον διαφορεῖσθαι, ἀλλὰ ταύτης τὰ στερεώτερα μάλιστα ἀεὶ τὰ αὐτὰ κατ’ ἀριθμὸν ὑπομένειν. ὅθεν καὶ ἐν σαρξὶ καὶ ὁσίοις τὰς ἐκ τραυμάτων οὐλάς, τὰς ἐκ νεότητος εἰ τύχοι γενομένας, μέχρι θανάτου μενούσας ὁρῶμεν. ὥστε καὶ διὰ τοῦτο καὶ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν μένειν ἀνάγκη. ὅτι μὲν οὖν τὸ ὑπομένειν τὸ αὐξόμενον ἐπὶ μὲν τῆς ὕλης οὐ σῴζεται, ἐπὶ δὲ τοῦ εἴδους, δῆλον ἐκ τούτων. καὶ τὸ ὁτιοῦν δὲ μόριον ηὐξῆσθαι τοῦ αὐξομένου ἐπὶ μὲν τῆς ὕλης ἀδύνατόν ἐστι σωθῆναι, ἐπὶ δὲ τοῦ εἴδους δυνατόν· τῆς μὲν γὰρ ὕλης παντὶ μορίῳ προσθήκην γενέσθαι ἀδύνατον, ἐπειδὴ καὶ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, τοῦ μέντοι εἴδους πὰν ὁτιοῦν μόριον μεῖζον γίνεται. ἰσοτίμως γὰρ ὅλον δι’ ὅλου ἕκαστον τῶν μορίων μεῖζον γίνεται. καὶ γὰρ τὸ πρόσωπον ὅλον δι’ ὅλου ὁμοτίμως αὔξεται καὶ τὰ τούτου μόρια, ὀφθαλμὸς λέγω καὶ ῥὶς καὶ τὰ λοιπά· καὶ γὰρ ὁτιοῦν μόριον τοῦ ὀφθαλμοῦ καὶ τῶν λοιπῶν μορίων ἰσοτίμως εἰς μέγεθος ἐπι- δίδωσι. καὶ τὰ ἄτοπα δὲ πάντα ἐκφεύγει, καὶ τὸ μὲν μὴ ἀσωμάτῳ αὔξεσθαι προφανές, ἀλλὰ καὶ σώματι γινομένης τῆς αὐξήσεως οὔτε κενὸν ἔσται οὔτε σῶμα διὰ σώματος χωρήσει· οὐ γὰρ ὅλον δι’ ὅλου χωρεῖ τὸ προσιόν, ἀλλὰ παρατίθεται μόνον τῇ προτέρᾳ ὕλῃ ἡ ἐπεισοῦσα. καὶ ὥσπερ ἐπὶ τοῦ δερματίνου σωλῆνος τοῦ μὲν ὕδατος προσθήκη γίνεται καὶ τὸ ἐπεισιὸν παρατίθεται μόνον τῷ ὑπάρχοντι καὶ προωθήσαντος τούτου τὰ πρὸ αὐτοῦ οὕτως ἰσοτίμως πανταχοῦ ὁ πλεονασμὸς τοῦ ὕδατος γίνεται, ὢ καὶ οὕτω πᾶν μόριον ὁτιοῦν τοῦ σωλῆνος ὁμοτίμως ἐκτείνεται, οὕτω καὶ ἐπὶ τῆς αὐξήσεως συμβαίνει. τῆς γὰρ ἐξαιματωθείσης τροφῆς διὰ τῶν φλεβίων πανταχοῦ ἑλκομένης καὶ περιχεομένης ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν, [*](3 ἄρα καὶ τὸ a 4 αὐτὴν libri 5 μηδὲ Z ἀρχῆς καὶ ἐκ R 6 ἐν om. T1 ἣν alterum om. Z 9 διὰ τὸ πάσχειν ἀπὸ] κάμνει δὲ διὰ τὸ συγκεῖσθαι ἐκ a σύγκρϊσιν post ras. R 11 μᾶλλον GTa 12 σα(??)κὶ Z 13. 14 ὥστε καὶ τὸ εἶδος αὐτὸ τὸ αὐτὸ κατ’ a 15 δὲ om. Z 16 τούτου a 17 ἐστι om. R 18. 19 ἐπειδὴ — ἀδύνατον om. GT 20 ἰσοτόμως hic et infra GT, qui bis habent verba ἰσοτόμως γὰρ—μορίων 21 ὁμοτόμως hic et infra GT 29 (??)τιθέμενον τῶ προϋπαρχοντι Z 31 πᾶν μόριον ὁτιοῦν RZ: μόριον πᾶν (om. ὁτιοῦν) GTa 32 ἐξαιμαχθείσης GTa 33 περιχεομένη T: περιεχομένης R, qui ἐν recte om.)
108
καὶ τῆς ἐν ἑκάστῳ τῶν μορίων φύσεως συμπεπτούσης τοῦτο καὶ μεταβαλλούσης [*](25r) εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν, οὕτω τὴν αὔξησιν συμβαίνει γίνεσθαι. ἔστι γὰρ καὶ ἐν τῇ τῶν ὀστῶν οὐσίᾳ καὶ ἐν τῇ τῆς σαρκὸς καὶ τῶν λοιπῶν ὑγρότης τις πανταχοῦ ἐγκατεσπαρμένη, καὶ μάλιστα ἐν τῇ τῶν αὐξομένων· ὑγρότερα γὰρ ταῦτα. τὸ οὖν αἷμα περιχεόμενον ἔξωθεν ἑκάστῳ τῶν μορίων παρατίθεται τῇ ὑγρότητι ταύτῃ καὶ προωθοῦν αὐτήν, μᾶλλον δὲ πανταχόθεν ὑπὸ τῶν μορίων ἑλκόμενον, κατὰ πᾶσαν διάστασιν πλείονα ποιεῖ, ἥτις συμπεφθεῖσα ὑπὸ τῆς θρεπτικῆς δυνάμεως μεταβάλλει εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν. ἐπεὶ οὖν φροντίζει ἡ φύσις καὶ τοῦ σχήματος τῶν μορίων, πλείονος τῆς ὑποκειμένης ὕλης γενομένης ἐφαπλοῖ ἐπὶ ταύτην ὁμοτίμως ἕκαστον τῶν εἰδῶν, καὶ οὕτως ὁτιοῦν μόριόν φαμεν ηὐξῆσθαι τῷ ἰσοτίμως τὴν ἐπέκτασιν τῶν σχημάτων γεγενῆσθαι. ὥσπερ οὖν ἡ περιφέρεια τοῦ σωλῆνος πλεονάσαντος τοῦ ἐντὸς ὕδατος κατὰ πᾶν ἑαυτῆς μόριον ἰσοτίμως τὴν ἐπέκτασιν δέχεται, οὕτω δὴ καὶ ἐπὶ τῶν αὐξομένων συμβαίνει τῆς ὕλης πλείονος γενομένης τὰ εἴδη ὁμοτίμως ἐπ’ αὐτὴν ἐφαπλοῦσθαι. καὶ ἐπεὶ ἡ παράθεσις τοὐ αἵματος κατὰ τὰς τρεῖς διαστάσεις γίνεται, διὰ τοῦτο καὶ ἡ αὔξησις κατὰ πᾶσαν γίνεται διάστασιν.

Τί μὲν οὖν ἐστι τὸ αὐξόμενον καὶ πῶς ἡ αὔξησις γίνεται κατὰ Ἀριστοτέλην, εἴρηται. | ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ εἰρημένα πρῶτον μὲν [*](25v) πῶς σῴζεται τὸ δεῖν τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι. εἰ γὰρ μὴ δι’ ὅλου τοῦ αὐξομένου χωρεῖ τὸ ᾧ αὔξεται, λέγω δὴ τὸ αἷμα, ἀλλὰ μόνον παρατίθεται τῷ προϋπάρχοντι, αὔξεται δὲ πᾶν ὁτιοῦν μόριον, οὐκ ἄρα παντὶ αὐξομένῳ πρόσεισιν· οὐδὲ γὰρ παντὶ μορίῳ παρετέθη τὸ αἷμα. καὶ ἔτι εἰ μὴ ἔστιν ἡ ὕλη ἡ αὐξομένη ἀλλὰ τὸ εἶδος, οὐκ ἄρα τῷ αὐξομένῳ ἡ πρόσοδος γίνεται, ἀλλὰ πρόσεισι μὲν ἡ τροφὴ ἄλλῳ, αὔξεται δὲ ἄλλο. πρὸς ταῦτα δέ φημι, ὡς οὐδὲν ἐναντία ταῦτα τοῖς παρὰ Ἀριστοτέλους εἰρημένοις. ἁπλῶς γὰρ οὕτως εἶπεν ὅτι δεῖ τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι, καὶ οὐκ εἶπε δεῖν τῷ εἴδει προσιέναι· ὥστε πρόσεισι μὲν τῇ ὕλῃ τὸ προσιόν, αὔξεται δὲ τὸ εἶδος. τῆς προσθήκης οὖν γενομένης τῇ ὕλῃ καὶ προωθήσεως γινομένης συμβαίνει ὑφ’ ἕκαστον μόριον τοῦ εἴδους τὸν πλεονασμὸν τῆς ὕλης γενέσθαι. αὐτὸ δὲ τοῦτο πάλιν ἀπορίας ἄξιον, πῶς ἡ προώθησις γίνεται ἢ ἕλξις, ἢ τί ποτέ ἐστιν ὅλως τὸ προωθούμενον ἢ ἑλκόμενον. αὐτὴν μὲν γάρ τὴν σάρκα ἕλκεσθαι ἢ προωθεῖσθαι ἀμήχανον, λέγω δὴ τὸ σύνθετον· οὕτω γὰρ συνέβαινε τὴν τῆς πτέρνης σάρκα τῆς χειρὸς γενέσθαι σάρκα ἢ μηροῦ ἢ ἄλλου τινός. εἰ δὲ τὴν κατε- [*](1 φύσεως om. T συμπεττούσης R 3 τῶν σαρκῶν Z 4 κατεσπαρμένη Za 5 γὰρ] δὲ Z περιεχόμενον Z G ἐν ἑκάστῳ a 7 πᾶσαν δὲ διάστασιν R 8 πεπτικῆς Z 12 τὸ (scripsi τῷ) ἰσοτίμως—γεγενῆσθαι RZ: om. GTa 14 ἰσοτόμως GT δέξεται GT 18 οὖν ἐστιν ἡ αὔξησις τὸ αὐξόμενον Z1 19 et 26 πρὸς] γίνεται παρὰ R 24 alterum ἡ om. T1 25 γίνεται] αὔξεται Z 25. 26 αὔξεται δὲ ἄλλο Ra: om. T1: αὔξεται δὲ ἄλλω GT2Z 28 παρϊέναι R: προσεῖναι a 30 γενομένης T 32 πῶς ἡ RZ: πῶς ἢ GT: πῶς ποτε ἡ a πρόθεσις GT ἡ ἕλξις GTZ: ἡ λέξις R: ἡ ἡ ἕλξις a 32. 33 ἐστιν post ἑλκόμενον traicit Z)

109
σπαρμένην ἐν τῇ σαρκὶ ἢ τοῖς ὀστοῖς ὑγρότητα τὴν αὐτὴν ὑπὸ τοὐ παρατιθεμένου [*](25v) αἵματος προωθεῖσθαί φασιν, ἐρήσομαι ποία ποτ’ ἄν ᾖ ἡ ὑγρότης ἀυτὴ. εἰ μὲν ἡ οὐσιώδης τῆς σαρκὸς ὑγρότης στοιχεῖον αὐτῆς ἐστι, πῶς οὑν οἷόν τε μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης τὸ στοιχειῶδες αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας προωσθῆναι μὴ φθαρείσης πρότερον αὐτῆς; εἰ δὲ μὴ οὐσιῶδες αὐτῆς εἴη τὸ ὑγρὸν τοῦτο, ἀλλὰ οἷον τὸ ᾧ τρέφεται καὶ ὅπερ ἐκ τῆς τροφῆς προσγίνεται, ἀδύνατον τοῦτο δι’ ὅλης εἶναι τῆς σαρκός. ἐπεὶ γὰρ σῶμά ἐστι τοῦτο καὶ οὐ ποιότης, ἀδύνατον αὐτὸ δι’ ὅλης χωρήσαι τῆς σαρκός· σῶμα γὰρ ἄν οὕτω χωροίη διὰ σώματος. ἔνθεν δὲ συμβήσεται μηδ’ ὁτιοῦν μέρος ηὐξῆσθαι. εἰ γὰρ παρατίθεται κατά τινα μόρια τὸ αἷμα, εἶτα οὕτω μεταβληθέντι αὐτῷ ἐφαπλοῦται τὸ εἶδος, ὅλον μὲν ὡς ὅλον μεῖζον γένοιτ’ ἄν, οὐ μὴν ὁτιοῦν αὐτοῦ σημεῖον αἰσθητόν, ὡς αὐτός φησιν. ὥσπερ γὰρ εἰ θύρᾳ ἢ ἀβακίῳ ἔξωθεν προστεθείη ξύλα, τὸ μὲν ὅλον μεῖζον γέγονεν, οὐ μέντοι ἕκαστον τῶν μορίων τοῦ ἀβακίου αὔξησιν ἐδέξατο, καὶ ὥσπερ τῷ τετραγώνῳ ὁ γνώμων περιτιθέμενος τὸ μὲν ὅλον τετράγωνον ὡς ὅλον ηὔξησεν, οὐ μέντοι τῶν μορίων τοῦ προυπάρχοντος ὁτιοῦν μεῖζον ἐποίησεν, ἀλλ’ ἔμεινε τὸ χωρίον ἀμετάβλητον, οὕτω δηλονότι καὶ ἐπὶ τῶν αὐξομένων εἰ παράθεσις τῆς ὕλης γίνεται κατά τινα μόρια, ὁμοιοτρόπως τοῖς εἰρημένοις συνέβαινεν αὔξεσθαι τὰ αὐξόμενα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειάν ἐστιν· ὁρῶμεν γὰρ τῷ ὄντι ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γινόμενον. καὶ ἴσως τὴν μὲν κατὰ τὰς ἄλλας διαστάσεις αὔξησιν δυνατὸν σῶσαι, τὴν δὲ κατὰ μῆκος οὐκέτι. ἔστω δὲ παραδείγματος ἕνεκεν ὡς ἐπὶ ἑνὸς μορίου ὁ λόγος, οἷον ὀστοῦ. τούτῳ οὖν τοῦ αἵματος ἔξωθεν περιχεθέντος οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ βάθει παρεσπαρμένως χωρήσαντος, ἡ φύσις ὕλην πλείονα λαβοῦσα ἐξαπλοῖ τὸ σχῆμα τοῦ ὀστοῦ καὶ φυλάττει τὸ αὐτὸ ἐν μείζονι ὄγκῳ. ὥσπερ εἰ αὐλοειδῆ κηρὸν νοήσεις, εἶτα τούτῳ ἔξωθεν κηρὸν περιχεόμενον ἢ καὶ ἐν τῷ βάθει ὅπῃ καὶ τύχοι, εἶτα τὴν τέχνην ἢ πνεύματι ἢ ἑτέρῳ τινὶ τρόπῳ ἐξογκοῦσαν τὸν αὐλὸν καὶ εὐρύτερον ποιοῦσαν, δῆλον δὴ οὖν ὅτι ἐν τούτω ἡ μὲν προσθήκη οὐ κατὰ πᾶν μόριον γέγονεν, ἡ μέντοι τοῦ σχήματος αὔξησις οὐχ ὥσπερ ἐπὶ τοῦ τετραγώνου ᾧ περιετέθη ὁ γνώμων ἀπετελέσθη, ἀλλ’ ὅλος δι’ ὅλου κατὰ πᾶν μόριον ὁ αὐλὸς εἰς μείζονα ὄγκον ἐπιδέδωκεν. [*](1 ἡ om. GT 2 φησὶν a ἡ om. Τ1Ζ 3 ἡ om. Τ1 5. 6 ὑγρὸν—οὐσιῶδες αὐτῆς om. R 5 προωθῆναι (sic) Z: προωθηθῆναι (GT)a 6 εἴη αὐτῆς Z 7 προγίνεται Τ1 9 τῆς σαρκὸς χωρῆσαι Z 10 ἐνθένδε συμβήσεται Z 11 οὕτω] οὐ τῶ RT 12 μεῖζον om. R 13 εἰ] ἡ GR1T 15 ἀββακίου Z τῶ τριγώνω RZ 16 τὸ μὲν ἄλλον τετράγωνον Z οὐ μέν τι R 17 ἔμενε T: ἔμηνε Z 18 εἰ in ras. Τ2: ἡ R 19 γίνεται RZ: γένηται GT: γένοιτο a μόριον R1 20 ἐνάργειαν (sic) margo exempli Aldini quo utor: ἐνέργειάν libri 22 κατὰ τὸ μῆκος GT 24 τούτω scripsi: τοῦτο GRT: τοῦ Z: τούτου a τοῦ om. Z ἔξω a περιχυθέντος a 25 παρεσπαρμένης compend. R ἐξαπλοῖ] cf. p. 110,2 26. 27 εἰ αὐλοειδῆ a: ἐν αὐλοειδῆ GR1T1: ἐν αὐλοειδεῖ corr. RT: εἰ ἐναυλοειδῆ Z 27 τοῦτο GT 28 ὅποι a 29 δὴ om. a 31 τῶ τετραγώνω Z 32 ὅλος a: ὅλον cett.)
110
τοιοῦτον οὖν τι δεῖ(??)νοεῖν καὶ ἐπὶ τῆς φύσεως, ὅτι πλείονος ὕλης τῷ ὀστῷ [*](25v) περιχεθείσης ἐξήπλωσεν ἡ φύσις ὅλον δι’ ὅλου τὸ σχῆμα καὶ οὐκ ἔξωθεν αὐτῷ προσθήκην εἰργάσατο. ἡ μὲν οὖν κατὰ τὸ πλάτος αὔξησις οὕτως ἄν ἐπινοηθῆναι δυνηθείη, τὴν δὲ κατὰ μῆκος οὐκέτι ὁμοίως δυνατόν. ἐπεὶ γὰρ τὰ αὐλοειδῆ ὀστᾶ ναστὰς ἔχει τὰς ἀποτελευτήσεις, ἔνθα καὶ οἱ σύνδεσμοι τῶν μερῶν γίνονται, πῶς ἐπιδίδωσιν εἰς μῆκος τὸ αὐλοειδὲς τοῦ ὀστοῦ; εἰ μὲν γὰρ κατὰ τὴν ἀποπεράτωσιν τοῦ μήκους ἡ προσθήκη γίνοιτο τοῦ αἵματος, εἰς τὸ ὁμοειδὲς δηλονότι τῷ ὑποκειμένῳ ἡ μεταβολὴ γένοιτ ἄν. ὥστε τὰ ναστὰ μόρια τῶν ὀστῶν αὐξηθήσεται, οὐ μέντοι τὰ αὐλοειδῆ. εἰ δὲ τῆς προσθήκης κατὰ βάθος τῶν ὀστῶν γινομένης οὕτως ἐπιδίδωσιν εἰς μῆκος, ἢ κατὰ πᾶσαν τὴν περιφέρειαν τοῦ ὀστοῦ χωρήσει εἰς τὸ βάθος τὸ αἷμα ἡ οὐ κατὰ πᾶσαν. εἰ μὲν οὖν κατὰ πᾶσαν, διαμπὰξ διαιρεθήσεται τὸ ὀστοῦν, καὶ πάλιν ἡ αὔξησις οὐκ ἔσται παντὸς μορίου κατὰ μῆκος· ἀλλ’ ὥσπερ εἰ τετραγώνῳ τετράγωνον ἕτερον ἐπιθείη τις, ποιεῖ τὸ ὅλον ἑτερόμηκες, οὐκ αὐξηθέντος κατὰ μῆκος τοῦ προϋποκειμένου, ἀλλ’ οἷον συμφύσεως αὐτῷ γενομένης ἄλλου ὁμοειδοῦς, τοῦτο δὴ καὶ ἐπὶ τῶν ὀστῶν συμβήσεται· πῶς δὲ καὶ τὰ κατὰ τὰ πέρατα τῶν ὀστῶν ναστὰ μόρια τὴν ἐπίδοσιν λήψεται; εἰ δὲ μὴ πάσῃ τῇ τοῦ ὀστοῦ περιφερείᾳ κατὰ βάθος ἡ προσθήκη γίνοιτο, ἀλλὰ κατά τινα μόρια, οὐκ ἄν δι’ ὅλου ἡ αὔξησις γίνοιτο τοῦ μήκους, ἀλλὰ τινῶν μορίων· τοῦτο δὲ ἀδύνατον. διασπασθήσεται γὰρ τὸ ὅλον τινῶν μὲν μορίων τοῦ ὀστοῦ κατὰ μῆκος αὐξομένων, τινῶν δὲ μὴ· οὐδὲ γὰρ δυνατὸν τὴν φύσιν κατὰ μῆκος ἰσοτίμως ἐκτεῖναι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ μὴ προϋποκειμένης τῆς ἐπεκτεινομένης ὕλης. ἄλλως τε πῶς ὅλως δυνατὸν πᾶν ὁτιοῦν μόριον τοῦ ὀστοῦ κατὰ μῆκος αὔξεσθαι λέγειν; τῷ μὲν γὰρ ἐκ μᾶλλον κυρτοῦ ἧττον κυρτὸν γίνεσθαι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ αὔξοιτο ἂν πᾶν μόριον ἰσοτίμως κατὰ πλάτος, κατὰ δὲ | μῆκος [*](26r) πῶς ἄν σωθείη τὸ πᾶν ὁτιοῦν μόριον αὔξεσθαι; ἔστω γὰρ δι’ ὅλου κατὰ μῆκος περιχεῖσθαι τὸ αἷμα καὶ μεταβάλλεσθαι εἰς τὴν τοῦ ὀστοῦ φύσιν· δῆλον δήπου ὅτι τὸ μεταβληθὲν τοῦτο προσετέθη συμφυὲν τῷ ἐξ ἀρχῆς καὶ ἐποίησε τὸ ὅλον μεῖζον κατὰ μῆκος, οὐ μέντοι παντὶ ᾡτινιοῦν μορίῳ ἐπίδοσις γέγονε κατὰ μῆκος. τὰ αὐτὰ καὶ περὶ βάθους εἴποιμι ἄν· εἰ γὰρ μὴ δι’ ὅλου τοῦ βάθους ἡ προσθήκη τοῦ αἵματος γίνεται, ἀλλὰ κατά τινα μόρια παρατίθεται, πῶς ἄν ὁτιοῦν κατὰ βάθος αὔξοιτο μόριον; ἔστω γὰρ σάρξ τις δακτύλου τὸ βάθος ἔχουσα καὶ προσίτω ταύτῃ αἷμά τι καὶ περιχείσθω καὶ κατεσπάρθω ἐν αὐτῇ. δῆλον δήπου ὅτι οὐ παντὶ μορίῳ αὐτῆς παρετέθη, ἀλλὰ τισίν. μεταβληθέντος οὖν τοῦ αἵματος εἰς τὴν [*](1 τοσοῦτον R1 οὖν τι R: τι Z: οὖν GTa τῳ] τὸ GT 2 περιχυθείσης a 6 et 7 μεῖκος et μείκους a 8. 9 γένοιτο (om. ἄν) R 10 κατὰ τὸ βάθος R 11 ἡ εἰ κατὰ Z εἰς βάθος a 14 εἰ τῶ τετραγώνω Z, qui mox ἕτερον om. 16 γινομένης Za 17 τὰ (post καὶ) om. GTa 18 περιφέρεια a 19 γίνοιτο (post αὔξησις) GTZ: Ra γένοιτο Ra 22 et 26 ἰσοτόμως GT 23 ἐκτεινομένης Z 27 αὔξεσθαι μόριον a 28 περικεῖσθαι libri 31 εἴποιμ’ ἄν a 34 προσϊτῶ R αἵματι GRT 35 περικεχύσθω et κατεσπέρθω et mox παρατέθη a)
111
τῆς σαρκὸς οὐσίαν, ὅτι μὲν τὸ ὅλον μεῖζον γέγονε, πρόδηλον· ἆρα δ’ ἐὰν [*](26r) λάβω μόριά τινα τῆς σαρκὸς ὡς ἐπὶ τὸ βάθος, οἷς μὴ παρετέθη αἷμα, μεῖζον ἐρῶ καὶ τοῦτο γεγονέναι; οὐ δήπου. οὐδὲ γὰρ προσετέθη αὐτῷ ὕλη τις ἐφ’ ἣν τὸ εἶδος ἐφήπλωται, ἀλλ’ ἡ αὐτὴ ἔμεινεν ἥπερ ἦν καὶ ἐξ ἀρχῆς. ὡσαύτως κἄν ἐπὶ τὸ μῆκος ληφθεῖεν μόριά τινα οἷς μὴ παρετέθη τὸ αἷμα, τὸ αὐτὸ δήπου συμβήσεται. οὐδὲ γὰρ ἄν αὔξοιτό τι ᾧ μηδεμία προσθήκη γέγονεν, ἀλλ’ ὅσων μὲν τὰ σχήματα εἰς μείζονα ὄγκον αἴρεται σφαιρικὰ ὄντα ἢ ἁπλῶς περιφερῆ, ταῦτα τῷ μᾶλλον κυρτοῦσθαι ἢ ἧττον λέγοιτ’ ἂν κατὰ πᾶν μόριον αὔξεσθαι ἢ μειοῦσθαι, ὡς ἤδη εἴρηται, διὰ τὸ μηδὲν εἶναι μόριον ὃ μὴ γέγονε μᾶλλον κυρτὸν ἢ ἧττον· ἐφ’ ὧν δὲ μὴ ἔστι τὸ σχῆμα περιφερές, οὐκ οἶδα ὅπως δυνατὸν τὸ λέγειν ὁτιοῦν μόριον τούτων αὔξεσθαι τῆς προσθήκης μὴ παντὶ ᾡτινιοῦν μορίῳ γινομένης.

[*](p. 321b14)

Ἔτι δὲ τὸ ὁτιοῦν σημεῖον αἰσθητὸν ἢ μεῖζον ἢ ἔλαττον γεγονέναι.

Ἐπειδὴ εἶπε σημεῖον, καλῶς προσέθηκε τὸ αἰσθητόν, ἀντὶ τοῦ οὐκ ἔστιν οὕτω μικρὸν μόριον ὡς σημείου λόγον ἐπέχειν πρὸς τὸ σῶμα ὃ μὴ μεῖζον γέγονεν· γίνεται δὲ μεῖζον μὲν αὐξόμενον, ἔλαττον δὲ μειούμενον.

[*](p. 321b16)

Ληπτέον δὴ τὸ αἴτιον διορισαμένοις πρῶτον.

Τὸ αἴτιον τῆς λύσεως τῶν περὶ τῆς αὐξήσεως ἀποριῶν. εἰπὼν γὰρ τί τέ ἐστι τὸ αὐξόμενον καὶ πῶς αὔξεται, ἐπιλελυμένας ἔχει τὰς περὶ αὐξήσεως ἀπορίας. τὸ οὖν αἴτιον, φησί, τῆς αὐξήσεως λυτικὸν ἔσται τῶν περὶ αὐτῆς ἀποριῶν· ἀλλὰ πρὶν τοῦτο εἰπεῖν, φησί, δεῖ πρότερον προδιορίσαι τινὰ ἃ χρήσιμα ἡμῖν ἔσται εἰς τὸν περὶ αὐξήσεως λόγον.

[*](p. 321b17)

Ἓν μὲν ὅτι τὰ ἀνομοιομερῆ αὐξάνεται τῷ τὰ ὁμοιομερῆ αὐξάνεσθαι· σύγκειται ἐκ τούτων.

Οὐ γὰρ προσώπου προσθήκῃ τὸ πρόσωπον αὔξεται οὐδὲ χειρὸς ἡ χείρ, ἀλλὰ τῷ τὴν σάρκα αὔξεσθαι καὶ ὀστοῦν καὶ νεῦρον καὶ πάντα ἁπλῶς τὰ ὁμοιομερῆ οὕτω συμβαίνει τούτων αὐξομένων καὶ τὰ ἀνομοιομερῆ [*](1 ἐὰν δ᾿ ἄρα a 2. 3 μεῖζον αἷμα tr. Z προετέθη Τ1 ἥν] ἧς Ζ 7 ὅσων Z: ὅσον cett. 9 λέγοιτ’ a: λέγοι GRT: λέγοιεν Z 17 πρὸς] παρὰ R 19 lemma om. hic a, qui pergit εἶτα τὸ αἴτιον φησὶ ληπτέον τῶν περὶ δὴ] δὲ Arist. (praeter cod. F) διωρισαμένοις GT 21 ἕξει a 21. 22 περὶ τῆς αὐξήσεως Z 22 λυπτικὸν GT1: ληπτικὸν corr. T 23 πρότερον δεῖ Z διορίσαι T1Z 24 ἔσται ἡμῖν GTa 25 lemma om. hic a, qui interpolat πρῶτον οὑν προδιορίζεται, ὅτι τῇ τῶν ὁμοιομερῶν αὐξήσει αὔξεται τὰ ἀνομοιομερῆ. οὐ γὰρ προσώπου etc. μὲν RZ: μὲν οὖν GT αὐξάνεται RZ: αὔξεται GT)

112
αὔξεσθαι. ὥσπερ γὰρ ὕλη ἐστὶ τὰ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· ἡ γὰρ [*](26r) τοιάδε τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ. εἰκότως οὖν τῶν ὁμοιομερῶν αὐξομένων συμβαίνει καὶ τὰ ἐκ τούτων συγκείμενα αὔξεσθαι. καλῶς δὲ τοῦτο προδιωρίσατο. ἐπεὶ γὰρ δεῖ τὸ αὐξόμενον ὑπομένειν, δεῖ πρῶτον εἰδέναι ποῖα αὔξεται κυρίως, ἵνα περὶ τούτων ζητῶμεν εἰ τῷ ὄντι ὑπομένει καὶ πῶς ὑπομένει. καὶ γὰρ εἰ ὅμοιον γινόμενον τὸ αὖξον τῷ αὐξομένῳ προσκρίνεται, ὡς ἐρεῖ, τὸ δὲ αὐξανόμενον εἴη πρόσωπον, καὶ ἡ τροφὴ ἄν πρόσωπον γινομένη προσκρίνοιτο. τοῦτο δὲ ἄτοπον, ὀστοῦν δὲ καὶ σάρκα γίνεσθαι λέγειν τὴν τροφὴν οὐδὲν ἄτοπον.

[*](p. 321b19)

Ἔπειθ᾿ ὅτι σὰρξ καὶ ὀστοῦν καὶ τὰ ἑξῆς.

Δεύτερόν ἐστιν ὧν προδιορίζεται τὸ ἕκαστον τῶν ἐνύλων διχῶς λέγεσθαι, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος· τὴν γὰρ σάρκα ποτὲ μὲν κατὰ τὸ ὑποκείμενον καλοῦμεν ποτὲ δὲ κατὰ τὸ εἶδος. καλοῦμεν δέ ποτε καὶ τὸ συναμφότερον σάρκα καὶ ὀστοῦν, ὡς ὅταν φῶμεν πεπονθέναι τὴν σάρκα ἢ κεκλάσθαι τὸ ὀστοῦν, δῆλον δήπου τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον λέγοντες· ἀλλὰ τοῦτο ὡς γνώριμον καὶ μηδὲν αὐτῷ λυσιτελοῦν πρὸς τὸ παρὸν παρῆκε. τοῦτο δὴ αὐτῷ πᾶσαν ἐπιλύσεται ἀπορίαν. εἰ γὰρ μάθοιμεν, ὅτε φαμὲν τὴν σάρκα ηὐξῆσθαι, ποίαν φαμέν, ὅτι τὴν κατὰ τὸ εἶδος καὶ οὐχὶ τὴν κατὰ τὴν ὕλην, εὑρήσομεν τὰς ἀπορίας πάσας ἐπιλελυμένας. εἰ μὲν γὰρ τὴν ὕλην, φησίν, εἴποιμεν αὔξεσθαι, οὔτε τὰς ἀπορίας ἐκφευξόμεθα οὔτε τὰ ὑπάρχοντα τῇ αὐξήσει σώσομεν· οὔτε γὰρ μένει ἡ αὐτὴ ὕλη, οὔτε ὁτιοῦν αὐτῆς μεῖζον γίνεται. εἰ δὲ τὸ εἶδος εἴποιμεν αὔξεσθαι, πάντα σώσομεν· ὑπομένει γὰρ τὸ αὐτὸ εἶδος· οὐ γάρ ἐστι τῇ κατὰ τὸ εἶδος σαρκὶ τὸ εἶναι ἐν τῷ τοσήνδε εἶναι, ἀλλ’ ἐν τῷ τοιάνδε. εἴπομεν δὲ καὶ περὶ τῶν λοιπῶν. οὐ τὸ εἶδος δὲ χωρὶς ὕλης σῴζεσθαι λέγει (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ αὐτὸ σῴζεται, ἄν τε πλείων ἡ ὕλη ᾖ ἄν τε ἐλάττων, ἡ δὲ ὕλη οὐκέτι ἡ αὐτὴ μένει, εἰ ποτὲ μὲν πλείων ἐστὶ ποτὲ δὲ ἐλάττων.

[*](p. 321b24)

Δεῖ γὰρ νοήσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ ὕδωρ. |

Τὸ μὲν μέτρον ἀπεικάζει τῷ εἴδει, τὴν δὲ ὕλην τῷ μετρουμένῳ. οὐ [*](26v) πρὸς τὴν αὔξησιν δὲ ἔλαβε τὸ ὑπόδειγμα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τί μέν [*](1 τῶν ἀνομοιομερῶν τὰ ὁμοιομερῆ Z 4 προσδιωρίσατο GRT ἐπειδὴ γὰρ a 7 τὸ δὲ αὐξόμενον GTa 10 lemma om. hic a, qui pergit τοῦτο μὲν οὖν πρῶτον. δεύτερον δέ δέ habent, si silentio fides, etiam GT) ἐστιν ὧν 11 προσδιορίζεται Z 13. 14 καλοῦμεν δέ ποτε καλοῦμεν δὲ (sic) Z 14. 15 φῶμεν—ὀστοῦν om. add. rarg. 15 ante δῆλον iterant ὡς ὅταν GT2 17 παρῆκε. τό γε μὴν διορισθὲν πᾶσαν αὐτῷ ἔπι λύσεται τὴν ἀπορίαν a ἐπιλύεται R 21 ἐκφευξούμεθα a 23 post αὔξεσθαι iterat οὔτε τὰς ἀπορίας ἐκφευξόμεθα Z 24 prius ἐν om. T1 τοσήδε et mox τοιάδε Z 25 εἴπομεν p. 103,25 sqq. 28 πλείω GT1)

113
ἐστι τὸ μένον, τί δὲ τὸ ῥέον. ὡς οὖν ἐπὶ τῶν μετρουμένων κατὰ μὲν τὸ [*](26v) μέτρον τὰ αὐτά ἐστι τὰ μετρούμενα, κατὰ δὲ τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐ τὰ αὐτά, οὕτως ἔχει καὶ ἐπὶ τῶν τρεφομένων τε καὶ αὐξομένων· κατὰ μὲν τὸ μετροῦν καὶ ὁρίζον, τοῦτο δέ ἐστι τὸ εἶδος, τὰ αὐτά ἐστι, κατὰ δὲ τὴν ὕλην ἄλλοτε ἄλλα. εἰ δὲ νοήσεις ἐπεκτεινόμενον τὸ μέτρον, καὶ ποτὲ μὲν ἔλαττον δεχόμενον ποτὲ δὲ πλεῖον τὸ μετρούμενον, ἁρμόσει καὶ ἐπὶ τῆς αὐξήσεως τὸ παράδειγμα.

[*](p. 321b25)

Oὕτω δὲ αὐξάνεται ἡ ὕλη τῆς σαρκός, καὶ οὐχ ὁτῳοῦν παντὶ προσγίνεται, ἀλλὰ τὸ μὲν ὑπεκρεῖ τὸ δὲ προσέρχεται.

Τὸ οὕτως ἀντὶ τοῦ οὐχ ὑπομένουσα ἡ αὐτή, ὥσπερ οὐδὲ τὸ ἐν τῷ μέτρῳ ὕδωρ τὸ αὐτό ἐστιν, ἀλλ’ ἡ μὲν ἀπορρέουσα ἡ δ’ ἐπεισιοῦσα· καὶ οὐ πάσῃ τῇ προυπαρχούσῃ ἐπεισκρινομένης τῆς ἐπεισιούσης (οὐδὲ γὰρ ὑπομένει), ἀλλὰ κατά τι μόριον παρακειμένης. ὅταν οὖν πλείων ᾖ τῆς ἀπορρευσάσης ἡ ἐπεισελθοῦσα, τότε, φησίν, ηὐξῆσθαι λέγεται ἡ τῆς σαρκὸς ὕλη. δῆλον δὲ ὅτι κατεχρήσατο τῷ τῆς αὐξήσεως ὀνόματι. προσθήκη γὰρ τὸ τοιοῦτόν ἐστιν, οὐκ αὔξησις· οὐδὲ γὰρ φυλάττει τὰ τῆς αὐξήσεως ἴδια.

[*](p. 321b27)

Τοῦ δὲ σχήματος καὶ τοῦ εἴδους ὁτῳοῦν μορίῳ.

Τῆς μὲν ὕλης, φησίν, οὐ παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται, τοῦ μέντοι σχήματος καὶ τοῦ εἴδους παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται· δι’ ὅλου γὰρ ἐξογκοῦται ἡ σάρξ. τοῦ δὲ σχήματος εἶπεν ἤτοι διὰ τὸ μέτρον (τούτῳ γὰρ ὑποδείγματι καὶ εἰκόνι τῆς κατὰ τὸ μέτρον αὐξήσεως ἐχρήσατο, σχηματίζεται δὲ τὸ μέτρον τῷ μετρουμένῳ ὡς ἐπεκτείνεσθαι ἐν τῇ τῆς πλείονος ὕλης διόδῳ ὁμοίως), ἢ σχήματος εἶπεν ὅτι ἕκαστον τῶν αὐξομένων ὄντων ὁμοιομερῶν φύσει τι σχῆμα οἰκεῖον ἔχει. οὕτω γὰρ καὶ μετὰ τούτων τὸ εἶναι αὐτοῖς· ἄλλο μὲν γὰρ σχῆμα ἀστραγάλου, ἄλλο δὲ κνήμης. ὡς οὖν γίνεται ἐξ ἀρχῆς μετὰ σχήματος οἰκείου, οὕτως καὶ ὅταν αὔξηται, μετὰ τοῦ φυλάσσειν τὸ σχῆμα αὔξεται· οὐχ οἷόν τε δὲ ἄλλως ἐν τῇ αὐξήσει τὸ αὐτὸ σχῆμα φυλάττεσθαι, εἰ μὴ πάντῃ ὁμοίως αὔξοιτο.

[*](5 καὶ ἐπεκτεινόμενον Z 8 δὲ RZ: καὶ GT: γὰρ καὶ a; cf. Ar. οὐχ οὕτω οὖν T: οὐχ οὕτως οὖν R 9 ἔρχεται Z 9. 10 προσέρχεται, καὶ οὐχ ὑπομένει ἡ αὐτὴ etc. a, qui mox ἡ μὲν ἀποῤῥέει. ἥδ’ ἐπεισέρχεται et ἐπεισκρίνεται ἡ ἐπεισιοῦσα et παράκειται 10 τοῦ FZ: om. GRT 11 ἡ δ’] εἰ δ’ Τ1 12 ἐπεισιούσης surpra): (cf. a supra): ἐπιούσης GRTZ 13 πλείω GRT1 ᾖ] ἦν GRT1 15. IG γάρ ἐστι τὸ τοιοῦτον Z, qui altemm γὰρ om. 16 φυλάττεται τὰ a 17 lemma om. hic a, qui pergit τῆς μὲν οὖν ὕλης φησὶν 18. 19 τοῦ μέντοι—γίνεται R: om. cett. 20 ἡ σὰρξ ἐξογκοῦται Z 22 τῶ μετρουμένῳ τὸ μέτρον Z ὑπεκτείνεσθαι (G)a 23 αὐξανομένων Z 26 οὕτω a 28 φυλάσσεσθαι R)
114
[*](p. 321b28)

Ἐπὶ τῶν ἀνομοιομερῶν δὲ τοῦτο μᾶλλον δῆλον, οἷον [*](26v) χειρός, ὅτι ἀνάλογον ηὔξηται.

Ὅτι τῶν αὐξομένων ὁτιοῦν μόριον τοῦ εἴδους αὔξεται, πιστοῦται σαφέστερον ἐπὶ τῶν ἀνομοιομερῶν. δοκοῦσι γὰρ τὰ ἀνομοιομερῆ τρανοτέραν φαίνειν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος διαφοράν, καὶ μᾶλλον χαρακτηρίζεται κτὰ τὸ εἶδος τὰ ἀνομοιομερῆ (τρανεστέρας γὰρ ἔχει τὰς τῶν εἰδῶν ἐνεργείας), τὰ μέντοι ὁμοιομερῆ οὐχ οὕτω σαφῆ τὴν διάκρισιν ἔχει τῆς ὕλης ἀπὸ τοῦ εἴδους. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν τεθνεώτων. τὴν γὰρ χεῖρα τοῦ τεθνεῶτος οὐδεὶς ἂν εἴποι κυρίως χεῖρα εἶναι, εἰ μὴ οὕτως ὡς καὶ τὴν λιθίνην ἢ τὴν γεγραμμένην (οὐ γὰρ ποιεῖ τὸ τῆς χειρὸς ἔργον), τὴν μέντοι σάρκα καὶ τὸ ὀστοῦν ἔτι δοκοῦμεν τὴν αὐτὴν εἶναι, οἵα ἦν καὶ ἡ τοῦ ζῶντος, ἐπειδὴ μὴ τρανεῖς αἱ τούτων ἐνέργειαι. ἐπεὶ οὖν τρανέστερα τὰ εἴδη ἐπὶ τῶν ἀνομοιομερῶν, σαφέστερόν ἐστιν ἐπ’ αὐτῶν ἰδεῖν καὶ ὅτι τὸ εἶδός ἐστι τὸ αὐξόμενον καὶ ὁτιοῦν αὐτοῦ μόριον ἰσοτίμως αὔξεται. ὅταν γὰρ εἴπωμεν τὴν χεῖρα ηὐξῆσθαι ἢ τὸ πρόσωπον, οὐ τὴν ὕλην τῆς χειρὸς εἴπομεν, ἀλλὰ τὸ εἶδος· ἡ γὰρ χεὶρ καὶ τὰ λοιπὰ τοῦ εἴδους μᾶλλόν εἰσι παραστατικὰ ἢ τῆς ὕλης. καὶ τὸ πρόσωπον λέγοντες ηὐξῆσθαι, οὐ μᾶλλον τὴν ῥῖνά φαμεν τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὁμοτίμως ἕκαστον τῶν μορίων τοῦ προσώπου αὔξεται. ἀλλὰ καὶ ἑκάστου μορίου ἰσοτίμως τὰ μόρια αὔξεται· ὁμοτίμως γὰρ ἡ πᾶσα ῥὶς αὔξεται. ὁμοίως καὶ τῆς χειρὸς ἕκαστος δάκτυλος, καὶ ἑκάστου δακτύλου σκυταλὶς ἑκάστη.

[*](p. 321b32)

Ὥστε ἔστι μὲν ὡς ὁτιοῦν τῆς σαρκὸς ηὔξηται, ἔστι δὲ ὡς οὔ.

Ἐπεὶ γὰρ ἡ σὰρξ διχῶς λέγεται καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος, κατὰ μὲν τὴν ὕλην οὐχ ὁτιοῦν ηὔξηται τῆς σαρκός, κατὰ δὲ τὸ εἶδος ὁτιοῦν ηὔξηται.

[*](p. 321b35)

Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον.

Eἰπὼν περὶ τοῦ αὐξομένου τί ποτέ ἐστιν, ὅτι οὐχὶ ἡ ὕλη ἀλλὰ τὸ εἶδος, νῦν βούλεται εἰπεῖν καὶ περὶ τοῦ αὔξοντος τί ποτέ ἐστιν. ἀνάγκη ὥ [*](1 lemma om. hic a, qui pergit ὅτι δὲ τῶν αὐξομένων δὲ post ἐπὶ collocant Aristotelis libri praeter E 3 αὐξανομένων Z 5 καὶ κατὰ τὸ εἶδος a 5. 6 καὶ μᾶλλον—ἀνομοιομερῆ om. mg. add. T2 6 τρανο(??) Z 7 ἐνεργείας] διαφοράς Z 8 τεθνεότων et mox τεθνεότος GT 12 ἐπεὶ μὴ Za τραναὶ αἱ Z 14 ὅτι ὁτιοῦν Z ἰσοτόμως GT 15 αὐξῆσθαι a ἣ πρόσωπον Z 16 εἴπομεν] λέγομεν a 19 αὔξεται induxerim 20 ἰσοτόμως T 22 lemma om. hic a 24 γὰρ] οὖν a καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὴν ὕλην tr. Z 25 κατὰ μὲν] καὶ κατὰ μὲν GT: κατὰ μέν οὖν Z 29 οὐχ Z)

115
δὲ τοῦτο ἢ σῶμα εἶναι ἢ ἀσώματον. ὅτι μὲν οὖν ἀσώματον οὐκ ἔστιν [*](26v) ἀλλὰ σῶμα, ἤδη ἔδειξε· νῦν δὲ ζητεῖ ποῖον σῶμα, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον καὶ ἐναντίον. καί φησιν ὅτι κατά τι μὲν ὅμοιόν ἐστι τῳ αὐξομένῳ τὸ αὖξον, κατά τι δὲ ἀνόμοιον καὶ ἐναντίον. δυνάμει μὲν γὰρ ὅμοιον, ἐνεργείᾳ δὲ ἐναντίον. ἐπειδὴ γὰρ τὸ αὐξόμενον προσθήκῃ τινὸς ὁμοίου αὔξεται (τὴν γὰρ σάρκα σαρκὶ δεῖ αὐξηθῆναι καὶ τὸ ὀστοῦν ὀστῷ), διὰ τοῦτο ἀνάγκη ὅμοιον εἶναι τὸ αὖξον τῷ αὐξομένῳ. ἀλλ’ ἐπειδὴ πάλιν τὴν τροφὴν δεῖ παθεῖν ὑπὸ τρεφομένου καὶ αὐξομένου, πάσχει δὲ οὐ τὸ ὅμοιον ὑπὸ του ὁμοίου ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, διὰ τοῦτο πάλιν δεῖ τὸ τρέφον καὶ αὖξον ἐναντίον εἶναι τῷ τρεφομένῳ καὶ αὐξομένῳ. ὥστε εἰ δεῖ παθεῖν τὸ αὖξον ὑπὸ τοῦ αὐξομένου καὶ οὕτω μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν, ἀνάγκη δυνάμει μὲν ὅμοιον εἶναι, ἐνεργείᾳ δὲ ἐναντίον· δυνάμει οὖν οὖσα ἡ τροφὴ ὁμοία τῷ τρεφομένῳ τε καὶ αὐξομένῳ, προσκριθεῖσα αὐτῷ καὶ παθοῦσα ὑπ’ αὐτοῦ, | ὅπερ ἦν [*](27r) δυνάμει (ἦν δὲ ὁμοία), τοῦτο ἐνεργείᾳ γενομένη καὶ ἐξομοιωθεῖσα τὲ καὶ αὔξει τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. μεταβάλλει δὲ, ἡ τροφὴ οὐκ ἀυτὴ καθ’ αὑτήν, οὐδὲ χωρὶς οὖσα τοῦ τρεφομένου καὶ αὐξομένου. οὐ γὰρ σὰρξ προσελθοῦσα τῇ σαρκί, οὕτω τρέφει αὐτὴν καὶ αὔξει. εἰ μὲν γὰρ πρὶν προσκριθῆναι τὴν τροφὴν τῷ τρεφομένῳ μετέβαλεν εἰς τὴν ἐκεινοῦ οὐσίαν, γένεσις μᾶλλον ἦν τὸ τοιοῦτον, οὐκ αὔξησις. ἀλλὰ δεῖ τὴν τροφὴν πρότερον μιχθῆναι τῷ τρεφομένῳ, εἶτα παθοῦσαν ὑπ’ ἐκείνου μεταβαλεῖν εἰς τὴν αὐτοῦ οὐσίαν. ὥσπερ γὰρ εἰ τῷ καιομένῳ πυρί ὑποθείημεν ξύλα, εἶτα παθόντα αὐξήσουσι τὴν φλόγα, τότε φαμὲν αὔξησιν πυρὸς γεγενῆσθαι· εἰ δὲ ἔξωθεν ὑφάψωμεν τὸ ξύλον, εἶτα ἐπιθῶμεν ἡμμένον τῇ ἑτέρᾳ φλογί, γένεσιν καὶ προσθήκην ἄν εἴποιμεν γεγενῆσθαι πυρός, οὐκ αὔξησιν· οὕτω δὲ καὶ ἐπὶ τῶν αὐξομένων κυρίως ἔχει. εἰ μὲν μεταβάλλουσα ἡ τροφὴ εἰς σάρκα οὕτω προσετίθετο τῇ σαρκί, γένεσις ἄν ἠν σαρκὸς καὶ πρόσθεσις, οὐκ αὔξησις· νῦν δὲ οὐ τοῦτο γίνεται, ἀλλὰ προτερον προσκρίνεται ἡ τροφὴ τῷ ὑποκειμένῳ, εἶτα μεταβάλλει εἰς τὴν ἐκείνου οὐσίαν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως.

[*](p. 322a4)

Ἀπορήσειε δ’ ἄν τις καὶ ποῖόν τι δεῖ εἶναι τὸ ᾧ αὐξάνεται.

Tὸν ἰδέ ἀντὶ τοῦ γάρ ἀκουστέον· ὡς γὰρ ἤδη λελυκὼς τὴν ἀπορίαν, οὕτως ἐπήγαγε τοῦτο. εἰπὼν γὰρ ὅτι τὸ αὖξον πῇ μὲν ὅμοιόν ἐστι τῷ [*](1 ἡ altemm om. Z 5 γὰρ (post μὲν) om. Z 6 τὴν μὲν γὰρ GT 8 δεῖ τὴν τροφὴν Z ὕπο τσῦ τρεφομένου a 10 τὸ αὖξον καὶ τρέφον et mox τῷ αὐξομένῳ καὶ τρεφομένῳ a 12 μεταβαλεῖν R 13 οὖν] μὲν Z 14 προσκριθῆναι GT 15 τούτω R 19 τρεφομένῳ RZ: αὐξομένῳ GTa 20 ἦν μᾶλλον Z 23 αὐξήσουσι RZ: αὐξήσωσι GT: αὐξήσαιεν a 24 ὑπάψομεν Z: ὑφάψαι μὲν (sic) a ἐπιθείημεν a 27 fort. μεταβαλοῦσα 31 lemma om. hic a, ubi ἐν δὲ τῷ ἀπορήσει <sic> δ᾿ ἄν τις, ὁ δὲ ἀντὶ του γὰρ ἀκουστέος ete. καὶ om. Ar.; of. 33 τὸν τ``) R: τὸ GTZ λέλυκε R 34 ποῖ Z)

116
αὐξομένῳ πῇ δὲ ἀνόμοιον, δυνάμει μὲν ὅμοιον ἐνεργείᾳ δὲ ἀνόμοιον, καὶ [*](27r) τὸ ζητούμενον λύσας, οὕτως ἐπήγαγε τὴν ἀπορίαν, ὡσανεὶ ἔλεγε ‘καὶ γὰρ ἀπορήσειεν ἄν τις ποῖόν τι δεῖ εἶναι τὸ αὖξον, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον᾿. εἶτα ὡς ἐκ τῶν ἤδη εἰρημένων προεπιλελυκὼς τὴν ἀπορίαν, ἐπήγαγεν φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, τουτέστι φανερὸν ἐκ τῶν ἤδη εἰρημένων. εἰ δὲ δυνάμει ἐκεῖνό ἐστιν, εὔδηλον ὅτι ἐντελεχείᾳ ἄλλο τι ἔσται, ἄλλο δὲ οὐ τὸ τυχόν· οὐ γὰρ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοὐ ἐναντίου. ᾗ γὰρ μετέχει ἐναντίου τῷ ὑποκειμένῳ ἡ τροφὴ, ταύτῃ πάσχει ὑπ’ αὐτοῦ.

[*](p. 322a6)

Φθαρὲν δὴ τοῦτο σὰρξ γέγονεν.

Τὸ γὰρ δυνάμει ὅμοιόν τινι, ἵνα γένηται ἐνεργείᾳ ὅμοιον, δεῖ φθαρῆναι καὶ ἀποβαλεῖν μὲν ὃ πρότερον ἦν ἐνεργείᾳ, γενέσθαι δὲ τοῦτο ἐνεργείᾳ ὅπερ ἦν τότε δυνάμει.

[*](p. 322a7)

οὐκοῦν οὐ τοῦτο αὐτὸ καθ’ αὑτό· γένεσις γὰρ ἄν ἦν, οὐκ αὔξησις.

Εἰ δεῖ τὸ αὖξον φθαρὲν γενέσθαι τῷ αὐξομένῳ ὅμοιον, οὐ δεῖ αὐτὸ καθ’ αὑτὸ φθαρῆναι· γένεσις γὰρ τὸ τοιοῦτον, οὐκ αὔξησις. καὶ ἅμα διὰ τούτων διαφορὰν γενέσεως ἡμῖν καὶ αὐξήσεως παραδίδωσιν, ὅτι ἡ μὲν γένεσις αὐτῆς καθ’ αὑτήν ἐστι μεταβολὴ τῆς ὕλης, ἡ δὲ αὔξησις μεταβολή ἐστι τῆς ὕλης τοῦ αὐξομένου, οὐκ αὐτῆς καθ’ αὑτὴν ἀλλ’ ἐν τῷ αὐξομένῳ μεταβαλλούσης.

[*](p. 322a8 Ἀλλὰ τὸ αὐξόμενον τούτῳ.)

Τουτέστιν ‘ἀλλὰ τὸ αὐξόμενον τούτῳ μεταβάλλει᾿. ἐπὶ μὲν γὰρ τῆς γενέσεως αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἐπὶ δὲ αὐξήσεως τὸ αὐξόμενον τῇ ὕλῃ προσκριθείσῃ μεταβάλλει, παθούσης δηλονότι ὑπὸ τῆς φυσικῆς αὐτοῦ δυνάμεως καὶ γενομένης τοῦτο ὅπερ ἐκεῖνό ἐστιν· ἅμα τε οὖν ἥ τε ὕλη παθοῦσα ὑπ’ αὐτοῦ μεταβέβληκεν εἰς αὐτό, κἀκεῖνο ταύτῃ μεταβέβληκεν εἰς μεῖζον μέγεθος. οὐκ ἄνευ οὖν γενέσεως οὐδὲ ἡ αὔξησις. ἀλλ’ ἐπειδὴ μὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει, ἀλλ’ ἐν ἐκείνῳ γενομένη ἐξομοιοῦται [*](1 ποῖ Z 5 ἐκεῖνος T: om. a 7 ἄλλο δὲ] ἀλλ’ οὐδὲ R 8 ὑπὸ τοῦ ἐναντίον Z ἐναντίου Za: ἐναντίον GRT 9. 11 αὐτοῦ. εἶτα φησὶν, ὅτι τὸ δυνάμει a φθαρὲν RZ: φανερὸν GT 11 τινι—ὅμοιον om. Z 14 lemma om. hic a, ubi εἰ οὖν δεῖ etc. οὐ τοῦτο αὑτὸ RZ: οὐ GT: cf. Arist. ἄν om. R 17 καθ’ ἑαυτὸ Z 18. 19 ὅτι—μεταβολὴ τῆς ὕλης om. add. mg. T2 22. 23 lemmate hic omisso pergit αὐτὸ οὖν φησι τὸ αὐξόμενον τούτω μεταβάλλει a 22 αὐξανόμενον Arist. 27 ἡ τε] ἡ a 28 μείζω GT)

117
αὐτῷ, ἐπίδοσις μᾶλλον τοῦ εἴδους καὶ αὔξησις, οὐ γένεσις λέγεται· οὐ γὰρ 27r τὸ μὴ ὂν γίνεται, ἀλλὰ τὸ ὂν εἰς μεῖζον ἐπιδίδωσι μέγεθος.

[*](ρ. 322a8)

Τί οὖν παθὸν ὑπὸ τούτου ηὐξήθη; ἢ μιχθέν, ὥσπερ εἰ οἴνῳ έπιχέοι τις ὕδωρ, ὁ δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν.

Eἰπὼν Εἰπὼν περὶ τοῦ αὐξομένου τί, ποτέ ἐστιν, ὁμοίως δὲ καὶ περὶ τοῦ αὔξοντος, λέγει καὶ τὸν τρόπον καθ᾿ ὃν γίνεται ἡ αὔξησις. δεῖ γάρ, φησί μιχθῆναι τὸ αὗξον καὶ τὸ αὐξόμενον. μιχθὲν γὰρ τὸ αὖξον τῷ αὐξομένω. καὶ μεταβαλὸν ὑπὸ τῆς ἐν τῷ αὐξομένῳ φυσικῆς δυνάμεως εἰς τὴν τοὐ αύζομένου οὐσίαν, οὐτῶ ποίει τὴν αὔξησιν, ὥσπερ ἄν εἴ τις εἰς πίθον οινου, δύναμιν ἔχοντος πᾶν τὸ ἐπιχεόμενον μεταβάλλειν εἰς αὑτὸν καὶ ἐξομοιοῦν ἐπιχέῃ ὔδωρ· μιχθὲν γὰρ τὸ ὕδωρ καὶ μεταβαλὸν ὑπὸ τῆς τοῦ Οἰνίου δυνάμεως εἶς τὴν αὐτοῦ οὐσίαν, ηὔξησε τὸ τοῦ οἴνου ποσὸν καὶ εἷς μείζονα ὄγκον μετέβαλε. καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ μετέβαλεν αὐτὸ εἰς τὴν ἑαυτοῦ οὐσίαν καὶ ταύτῃ μεῖζον ὑπ’ ἐκείνου γέγονεν, οὐτῶ δὴ καὶ ἐπὶ τῶν αὐξομένων ἔχει. ἅμα δὲ διὰ τούτων καὶ τὸ ποιητικὸν τῆς αὐξήσεως αἴτιον παραδέδωκεν, λέγω δὴ τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς ψυχῆς δύναμιν. δῆλον δὲ ὅτι οὐκ ἐπειδὴ πᾶν ὁτιοῦν μόριον αὔξεται τοῦ αὐξομένου, δεῖ καὶ τὸ αὖξον παντὶ μιχθὲν διελθεῖν ἢ γὰρ κενὸν ἔσται τὸ ὀλὸν, ἡ σῶμα διὰ σώματος χωρήσει), ἀλλ’ ἱκανὸν κατά τινα μόριά τῆς προσκρίσεως γενομένης κατὰ πᾶν τὴν αὔξησιν γενέσθαι ὥσπερ καὶ τὸ κενούμενον πάντῃ ῥυτιδούμενον ὁρᾶται καίτοι κενουμένων τῶν πλήσιον μορίων οὐχ ἅμα πάντων, ὥσπερ ἐπὶ τῶν φλεβοτομουμένων εχει διὰ τὸ συνεφέλκεσθαι τῳ κενουμένῳ μορίῳ τὸ τοῦ ὅλου σώματος αἷμα. οὐτῶ δήπου καὶ ἐπὶ τῶν αὐξομένων κατά τινα μόρια τῆς προσκρίσεως γινομένης ἡ πρόσθεσις πάντῃ γίνεται τοῦ προσγινομένου ἀεὶ τὸ πρὸ αὐτοῦ προωθοῦντος, οὐ διαδυομένου δι’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σωλῆνος ἔχει τοῦ τῷ πλείονι ὕδατι συνεκτεινομένου· ἐν παντὶ γὰρ τῷ σώματι συγκατέσπαρταί τις ὑγρότης θρεπτικὴ τοῦ ὑποκειμένου καὶ πεφυκυῖα μεταβάλλειν εἰς τὴν ἐκείνου οὐ|σίαν. τῇς οὖν τροφῆς ὑγρᾶς οὔσης καὶ μιγνυμένης τῇ προϋποκειμένῃ [*](27v) ἐν τ,ῳ σώματι ὑγρότητι συμβαίνει κατὰ ἀναλογίαν πάντῃ αὐτὴν ἐπιδιδόναι, οὐ διιούσης ἐκείνης πάντῃ, ἀλλὰ προωθούσης τὴν πρὸ αὐτῆς κἀκείνης πάλιν τὴν πρὸ αὐτῆς. καὶ οὕτω τῆς ὕλης πλείονος γινομένης πανταχοῦ εἰς μείζονα ὄγκον τὸ εἶδος ἐπιδίδωσιν· ἑκάστῳ γὰρ τῶν μορίων [*](2 εἰς μεῖζον om. Z 3 παθὼν Ra εἰ οἴνω οἴνῳ ἐπιχέει τις R: ἐπήχθη τι Z: ἐπιχέη τις GT: εἰ τις ἐπιχέοι a δύναται Z; ceterum cf. βαλλὸν et 13 μετέβαλλε GT1 10 οἴνου, δύναμιν RZ: οἶνον GTa ἔχοντα libri μεταβάλλειν <δυνάμενον> a αὑτὸν a: αὐτὸν cett. 11 ἐπιχέει R 13. 14 τοῦ καυστοῦ κατέβαλεν GT1 16 αἴτιον τῆς αὐξήσεως Z 20 προκρίσεως et 25 πρόθεσις R μὲν οὐ δι’ R 31 πάντϊ et τὰ (pro τὴν) R 32 κἀκείνης—αὐτῆς om. R οὕτως T)

118
μετ’ οἰκείου σχήματος ὑπάρχει τὸ εἶναι, ὅπερ πανταχοῦ τῆς ὕλης πλεοναζούσης [*](27v) εἰς μείζονα ἐπιδίδωσιν ὄγκον. ὡς γὰρ ἐξ ἀρχῆς μετὰ τοὐ οἰκείου σχήματος ἕκαστον τῶν μορίων ὑπεστήσατο ἡ φύσις, οὕτω μετὰ τούτου καὶ αὐτῶν πρόνοιαν καὶ φυλακὴν ποιεῖται. ὅτι μὲν οὖν τὸ εἶδος τὸ κατὰ τὸ σχῆμα κατὰ πᾶν ὁτιοῦν μόριον ἰσοτίμως ποιεῖται τὴν τροφὴν καὶ τὴν αὔξησιν, τροφῆς μὲν οὔσης τῆς τοῦ εἴδους διαμονῆς, αὐξήσεως δὲ τῆς εἰς μεῖζον ποσὸν ἐπιδόσεως, οὕτως ἄν προβαίνων ὁ λόγος εὐοδοίη· ἐπὶ δὲ τοῦ οὐσιώδους εἴδους, οἷον τοῦ τῆς σαρκὸς ὡς σαρκὸς ἢ τοῦ ὀστοῦ <ὡς ὀστοῦ> πῶς ἂν σωθείη τὸ τρέφεσθαι τὰ εἴδη ταῦτα ἢ τὸ αὔξεσθαι; εἰ γὰρ πᾶν μὲν ὁτιοῦν τῆς σαρκὸς μόριον εἰδοπεποίηται, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον σώματι τρέφεταί τε καὶ αὔξεται, πῶς ἂν σωθείη τὸ ὅλην δι’ ὅλης τρέφεσθαι τὴν σάρκα; εἰ γὰρ δεῖ τρεφομένῳ προσκρίνεσθαι τὸ τρέφον, τὰ μόρια ἄρα οἷς μὴ προσκριθῇ οὐ τραφήσονται. ἀδύνατον δὲ παντὶ προσκριθῆναι· οὐδὲ πᾶν ἄρα μόριον τραφήσεταί τε καὶ αὐξηθήσεται. πῶς δ’ ἄν πᾶν ὁτιοῦν μόριον τοὐ τῆς σαρκὸς εἴδους αὐξηθήσεται; ὅλον μὲν γὰρ ὡς ὅλον οὐκέτι. οὐδὲ γὰρ παντὶ μορίῳ τῆς σαρκὸς ἡ προσθήκη μείζων γέγονεν, ἕκαστον μέντοι μόριον τῆς ὕλης γέγονεν· ἐν ᾧ δὲ προσθήκη μὴ γέγονεν ὕλης, οὐδὲ μεταβολὴ εἰς τὸ ὅμοιον. ὥστε οὐδὲ εἰς μείζονα ὄγκον ἐπίδοσις.

Μήποτε δὲ οὐδ’ ὅλως τρέφεσθαι οὐδ’ αὔξεσθαι τοιοῦτον εἶδος <δεῖ> λέγειν, ἀλλὰ μόνον πλεῖον γεγονέναι. εἰ γὰρ τρέφεται μὲν καὶ αὔξεται σώματι μεταβάλλοντος αὐτοῦ εἰς τὴν ἐκείνου οὐσίαν, σῶμα δὲ διὰ σώματος χωρῆσαι ἀδύνατον, ἄλλο ἔσται δήπου τὸ γινόμενον ὅμοιον αὐτῷ καὶ συμφυόμενον, οὐ μέντοι τὸ προυπάρχον προσέλαβέ τι παρὰ τοῦ ἐπεισελθόντος, οὔτε εἶδός τι οὔτε μέγεθος. καὶ εἰ ἕκαστον τῶν τῆς σαρκὸς μορίων ἐξ ὕλης ἐστὶ καὶ εἴδους, τοῦ εἴδους ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχοντος, εὔδηλον δήπου ὅτι τῆς ὕλης ἀπορρεούσης τῆς σαρκὸς συναπέρχεται καὶ τὸ εἶδος τὸ ἐν ἐκείνῃ τὸ εἶναι ἔχον· οὐ γὰρ δὴ τῆς ὕλης χωρισθείσης ἐναπομένει τὸ ἄτομον εἶδος, ὅπερ ἐν ἐκείνῃ ὑφειστήκει. εἰ δὲ συναπέρχεται τῇ ὕλῃ τὸ εἶδος, καὶ ἕκαστον τῶν τῆς σαρκὸς μορίων καὶ τῶν λοιπῶν τοιοῦτόν ἐστι, τὸ μὴ μένον ἄρα οὔτε τρέφοιτο ἄν οὔτε αὔξοιτο, τῷ δὲ μένοντι προσετέθη τὸ γενόμενον, εἰ μή τις κατὰ ποιότητα τρέφεσθαι λέγοι τὴν σάρκα καὶ τὰ λοιπά, τῆς τροφῆς τῇ παραθέσει δρώσης κατὰ τὰς ποιότητας καὶ ὑγραινούσης καὶ θερμαινούσης τὰ παρακείμενα σώματα. ἀλλὰ ταύτῃ θρέψις μὲν σῴζοιτο ἄν σαρκὸς καὶ τῶν λοιπῶν, αὔξησις δὲ [*](3 τούτου] τοῦτο a 4 ὅτι εἰ μὲν GT 4. 5 τὸ κατὰ σχῆμα T 5 ἰσοτόμως GT 7 ἐπὶ scripsi: περὶ libri 8 ἢ R: ἡ (GTZ)a ὡς ὀστοῦ addidi 11 ὅλην Za: ὅλον GRT 12 δεῖ] δὴ GT τὸ τρέφον, τὰ μόρια RZ: τὸ τρέφοντα μόρια T: τὰ τρέφοντα μόρια (G)a 16 οὐκέτι—προσθήκη ponit post μέντοι μόριον (v. 17) R προσθήκης a μεῖζον R 18 μεταβλοὴ a 19 τρέφεσθαι καὶ αὔξεσθαι Z τὸ τοιοῦτον a δεῖ addidit a: λέγειν χρὴ Z 21 αὑτοῦ om. Z 22 ἄλλο δήπου ἐστὶ Z: ἄρα pro έσται solito errore R ὅμοιον om. Z 26 συναπέρχεται R: συνείχεται G: συνέρχεται ex corr. Τ2: συνέχεται (Z)a 29 εἶδος τὲ καὶ GT 30 τὸ μὴ νέμον ἄρα G: τὸ μὴ ὂν οὔτε μγ γὰρ μέγεθος(??) τρέφοιτο etc. Τ2 in eras. 31 λέγει et 34 ἄν σώζοιτο Z)

119
οὐκέτι· τὸ γὰρ ποιότητι μόνῃ ὑγραῖνον ἡ θερμαῖνον οὐ μεῖζον ποιεῖ [*](27v) κατὰ μέγεθος τὸ πάσχον ὑπ' αὐτοῦ, ἀλλὰ κατὰ ποιότητα μόνον ἀλλοιοῖ αύτό. ὥστε οὐκ ἂν σῴζοιτο ἐπὶ τοῦ οὐσιώδους τὸ πᾶν ὁτιοῦν μόριον ηὐξῆσθαι λέγειν· τὸ μὲν γὰρ ὅλον μεῖζον γέγονεν, πᾶν δὲ μόριον οὐκέτι. οὐδὲ γὰρ παντὶ προσθήκη γέγονε καὶ μεταβολή, μᾶλλον δὲ ἐν οὐδενί ἀλλὰ παράθεσις μόνον καὶ ἕνωσις, ὥσπερ εἰ ὕδωρ ὕδατι ἑνωθείη. μήποτε οὖν τὸ λέγειν πᾶν μόριον μεῖζον γίνεσθαι καὶ τρέφεσθαι οὐκ ἀληθές ἐστιν οὕτω λεγόμενον, ὡς αὐτοῦ καθ’ αὑτὸ παντὸς ἐλαχίστου μορίου τρεφομένου καὶ ἐπιδιδόντος· ἀλλ' ὥσπερ οὐ παντὶ μορίῳ πρόσθεσις γίνεται τροφῆς, διὰ δὲ τὴν τοῦ ὅλου συνέχειαν ὅλως προστίθεσθαι λέγεται, καὶ οὕτω τοῦ ὅλου μείζονος γενομένου διὰ τὸ ὀλὸν εἶναι τὸ ἐκ πάντων συγκείμενον τῶν μερῶν εἰκότως καὶ μέρος ἕκαστον τῇ ὁλότητι συνεπεκτείνεσθαι λέγεται, οὕτω καὶ τοῦ ὅλου τρεφομένου καὶ τὴν ἑαυτοῦ σῴζοντος ἰδέαν καὶ ὅτι] καὶ μόριον τῆς σαρκὸς καὶ τῶν λοιπῶν τρέφεσθαι λέγεται συμφυλασσόμενον τῷ ὅλῳ.

[*](p. 322a 16)

Ποσὸν ἰδὲ τὸ μὲν καθόλου οὐ γίνεται, ὥσπερ οὐδὲ ζῷον ὁ μήτ᾿ ἄνθρωπος μήτε τι τῶν καθ’ ἕκαστα.

᾿Επειδὴ ἡ αὔ,ξησις ποσοῦ ἐστι γένεσις, εἶπε δὲ τὴν αὔξησιν σώματι γίνεσθαι καὶ οὐκ ἀσωμάτῳ, ἵνα μή τις εἴποι ὅτι εἰ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἔδει καὶ τὸ ποσὸν ἐκ μὴ ποσοῦ γίνεσθαι, νῦν δὲ συμβαίνει πόσον ἐκ πόσου γίνεσθαι (ἡ γὰρ ὕλη τοῦ αὐξομένου ἐνεργείᾳ ἐστὶ ποσή), φησιν οὖν πρὸς τοῦτο ὅτι εἰ μὲν ἦν τῶν καθόλου γένεσις, ἔδει τῳ ὅντι τοι γινόμενον ποσόν τι ἐκ μὴ ποσοῦ γεγονέναι, ἐπειδὴ δὲ οὔτε πόσου καθόλου γένεσις ἐστιν οὔτε ἄλλου τινὸς τῶν καθόλου, οὐδὲν ἄτοπον τὸ γινόμενον ποσὸν ἐκ ποσοῦ γεγονέναι. τὶ γὰρ ποσὸν ἐκ τινὸς ποσοῦ γίνεται, ὥσπερ καὶ τὶ ζῷον ἐκ τινὸς ζῴου· οὐδενὶ γὰρ τῶν καθόλου τὸ εἶναι καθ᾿ αὑτό, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσι. τὸ οὖν γινόμενον ποσὸν τι ποσὸν ἐστιν, οἷον σὰρξ ποσὴ ἢ ὀστοῦν ποσόν. οὐδὲν οὖν θαυμαστὸν ποσὴν σάρκα ἐκ, πόσου αἵματος γενέσθαι καὶ ἄλλου ἄλλο. καὶ ὅτι μὲν τῶν καθόλου οὐδὲν γίνεται, ἐπειδὴ μηδὲ ὑφέστηκέ τι καθ’ αὑτὸ τῶν καθόλου, πρόδηλον· νῦν δὲ οὐ διὰ τοῦτο ἐκ μὴ ποσοῦ ποσὸν οὐ γίνεται. καὶ γὰρ τοῦ καθόλου ἀνθρώπου μὴ γινομένου καὶ τοῦ καθόλου ζῴου, ὅμως γοῦν ἐξ οὐκ ἀνθρώπου γίνεται ἄνθρωπος καὶ ἐξ οὐ ζῴου ζῷον. οὐ ζῶον γὰρ τὸ σπέρμα οὐδὲ ἄνθρωπος. καὶ οὐ δήπου ἐκ τινὸς μὲν οὐκ ἀνθρώπου [*](2 ἀλλὰ κατὰ] ἀλλ’ ἡ (ἢ T) μετὰ GT 5 μᾶλλον] μένον ὃν G: μ (h. e. μὲν) ὃν 6 εί om. Za ὕδωρ φέροντι ἑνωθείη T ὕδατι ὕδωρ Z 7 τὸ] τῶ] GT 8 αὐτοῦ] αὐτοῦ παντὸς ἐλαχίστου R1 9 πρόθεσις et 10 προτίθεσθαι T1 10 ὅλως] ὅλω R 13 σώζοντας Z καὶ ὅτι καὶ] καὶ τὸ a, qui mox συμφυλασσομένου του ὅλου: equidem delevi καὶ ὅτι et codicuin τὸ ὅλον mutavi in τῶ ὅλω 16 μήτε ἄνθρωπος R τι om. a (at cf. Aristotelis cod. Η) 18 ἀσωμάτων a εἴπη a 20 ἐνέργεια R 21 φησὶν οὑν] φησὶ a 23 οὑδὲ ἄτοπον Τ1 29. 30 τι τῶν καθόλου καθ’ αὐτὸ Z 32 ἐξ (post γοῦν) om. GT)

120
τινὸς δὲ ἀνθρώπου, ἀλλ’ ἁπλῶς ἐξ οὐκ ἀνθρώπου καὶ ἀπλῶς | ἐξ οὐ [*](28r) ζῴου. οὐχ οὕτω δὲ καὶ ἐπὶ τοῦ ποσοῦ ἔχει· οὐ γὰρ ἐξ ἁπλῶς μὴ ποσοῦ ποσὸν γίνεται, ἀλλ’ ἐκ τινὸς ποσοῦ τὶ ποσόν. ὥστε ἔχει διαφορότητα πρὸς τὰ λοιπά. τὸ μὲν γὰρ σπέρμα μὴ ὂν ζῷον γίνεται ζῷον, καὶ μὴ ὂν ἄνθρωπος γίνεται ἄνθρωπος, οὐ μέντοι μὴ ὂν ποσόν τι γίνεται ποσόν, ἀλλὰ πάντως τὶ ποσὸν ὂν ἄλλο γίνεται ποσόν. τούτου δὲ αἴτιον τὸ τὸ μὲν ζῷον ὡς ζῷον μὴ εἶναι ἀμετάβλητον μηδὲ τῶν ἄλλων τῶν τοιούτων μηδέν, τὸ μέντοι ποσὸν ἀμετάβλητον εἶναι, ἐπεὶ καὶ τὸ σῶμα ὡς σῶμα ἀμετάβλητόν ἐστιν· οὐδὲ γὰρ ὡς σῶμα μεταβάλλει, ἀλλ’ ὡς ἀὴρ ἡ πῦρ ἢ ἄλλο τι τῶν τοιούτων. τούτου δὲ πάλιν αἴτιον, ὅτι ὡς ὕλη προσεχεστέρα ὑπέστρωται τοῖς εἴδεσι πᾶσι τὸ τριχῇ διαστατόν.

[*](p. 322a 19)

Σὰρξ δὲ ἢ χεὶρ ἢ ὀστοῦν καὶ τούτων τὰ ὁμοιομερῆ.

προσελθόντος δή τινος ποσοῦ, ἀλλ’ οὐ σαρκὸς ποσῆς. Τουτέστι σὰρξ ποσὴ γίνεται καὶ ὀστοῦν ποσόν, οὐχ ἁπλῶς δὲ ποσόν. γίνεται δὲ ποσὴ σὰρξ τινὸς ποσοῦ προσελθόντος ὅπερ δυνάμει ἐστὶ σάρξ, οὐ μέντοι σαρκὸς ποσῆς· οὐ γὰρ ἔξωθεν σὰρξ γίνεται εἶτα προσκρίνεται, ἀλλὰ προσκριθὲν πρότερον οὕτω γίνεται σάρξ.

[*](p. 322a20)

Ἧι μὲν οὖν δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει· καὶ γὰρ ποσὴν δεῖ γίνεσθαι καὶ σάρκα· ᾗ δὲ μόνη σάρξ, τρέφει ταύτῃ.

Εἰπὼν πῶς αὔξησις γίνεται καὶ τί ἐστι τὸ αὐξόμενον καὶ τίνι αὔξεται, νῦν διαφορὰν τροφῆς καὶ αὐξήσεως βούλεται παραδοῦναι καὶ τί δήποτε τρεφόμεθα μὲν ἀεὶ ἔστ’ ἄν ὦμεν κἂν φθίνωμεν, αὐξόμεθα δὲ οὐκ ἀεί. φησὶν οὖν ὅτι ἡ προσιοῦσα τροφή, εἴτε ἄρτος εἴη εἴτε κρέας εἴτε ἄλλο ὁτιοῦν, ἔστι μὲν καὶ δυνάμει τοῦτο ᾧ πρόσεισιν, οἷον εἰ τύχοι σάρξ, ἔχει δὲ καὶ ποσόν τι. ἔστιν οὖν καὶ δυνάμει σὰρξ καὶ δυνάμει ποσὴ σάρξ. οὖσα οὖν ἄμφω δυνάμει, ὅταν μεταβάλῃ εἰς τὸ ἐνεργείᾳ, καθὸ μὲν σὰρξ ἐνεργήσει, τότε ἔθρεψε μόνον, ηὔξησε δὲ οὔ. ἔστι γὰρ τροφὴ ἡ τοῦ εἴδους φυλακή, αὔξησις δὲ ἡ τούτου εἰς μεῖζον μέγεθος ἐπίδοσις. ὥστε ἡ τροφὴ καὶ ἡ αὔξησις τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό (ἓν γάρ τῷ ὑποκειμένῳ τὸ τρέφον τε καὶ αὖξον), τῷ δὲ λόγῳ διάφορον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ δυνάμει σαρκὶ εἶναι ἢ ὀστῷ, καὶ ἄλλο τὸ τοσῷδε εἶναι.

[*](3 διαφερότητα R: διαφορὰν Z 5 τι om. Τ1 6 τὸ τὸ] τὸ τὸν R: τὸ a 8 ἀμετάβλητόν ἐστιν Z 9 οὐδὲν γὰρ R 10. 11 προσεπροσεχεστέρα ὑπέστ ωται R 11. 14 διαστατὸν, δι’ ὅ φησι σὰρξ ποσὴ γίνεται omisso hic lemmate a 12 ἢ ὀστοῦν ἢ χεὶρ et mox μὲν δή Aristot. 15 ποσοῦ τινὸς Z 17 ἀλλὰ] καὶ a 19 γενέσθαι Ra; cf. Av. 20 μόνον a Ar. τρέφει· ταύτῃ γὰρ διαφέρει etc. a 23 κἄν RZ: καὶ GTa 25 δυνάμει μέν ἐστι Z 27 μεταβάλῃ R: μετα Z: μεταβάλλῃ GTa 28 ἐνεργήσασα a 32. p. 121,2 τοσῷδε εἶναι. τροφὴν δὲ καὶ om. hic lemm. a)
121
[*](p. 322a 23)

Καὶ γὰρ διαφέρει τροφὴ καὶ αὔξησις λόγῳ.

[*](28r)

Tροφὴν καὶ αὔξησιν λέγει τὸ θρεπτικόν τε καὶ αὐξητικόν. τοῦτο οὖν ἓν ὂν τῷ ὑποκειμένῳ ἄμφω τὰς δυνάμεις ἔχει, καὶ ὅταν μὲν κατ’ ἀμφοτέρας ἐνεργῇ, καὶ τρέφει καὶ αὔξει, ὅταν δὲ κατὰ θατέραν, τρέφει μόνον αὔξει δὲ οὔ. διό, φησί, τρέφεται μὲν ἔστ’ ἄν ᾖ καὶ ὅταν φθίνῃ, αὔξεται δὲ οὐκ ἀεί διότι τότε ὡς μὲν δυνάμει σὰρξ ἐνεργεῖ ἡ τροφή, ὡς δὲ ποσὴ οὐκέτι· ὅταν γὰρ πλεῖον ᾖ τὸ ἀπορρέον τοῦ ἐπεισιόντος, οὐκέτι κατὰ τὸ ποσὸν ἐνεργεῖ. οὐ τοῦτο δέ φημι ὅτι οὐ προστίθησί τι κατὰ ποσὸν ἀεὶ ἡ τροφὴ τῷ τρεφομένῳ (οὐ γὰρ ποιότητι τρέφει ἀλλ’ οὐσίᾳ· ὥστε ἀεὶ ποσόν τι δίδωσιν ἡ τροφὴ τῳ τρεφομένῳ μετὰ του εἴδους), ἀλλὰ τοῦτό φησι τὸ μὴ ἐνεργεῖν κατὰ ποσόν, τὸ μὴ δύνασθαι τῷ ὅλῳ μεγέθει προσθήκην τινὰ ποιῆσαι πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης. ὅταν μὲν γὰρ ἴσον ᾖ τὸ ἀπορρέον τῷ ἐπεισιόντι, τροφὴ μόνον γίνεται, οὔτε δὲ αὔξησις οὕτε μείωσις· ὅταν δὲ πλεῖον εἴσεισι τοῦ ἐξιόντος, τροφὴ καὶ αὔξησις· ὅταν δὲ ἔλαττον, τροφὴ καὶ μείωσις. καὶ γὰρ μειουμένου τοῦ ποσοῦ τὸ εἶδος φυλάττεται, ἐπεὶ μὴ ἔστιν ἐν τῷ τοσῷδε εἶναι τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ ἐν τῷ τοιῷδε. p. 322a 25 Καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δὲ εἶναι ἄλλο. Ὲν γὰρ οὖσα κατὰ τὸ ὑποκείμενον ἔχει τι καὶ εἶδος, ἔχει δὲ καὶ ποσόν· ἔστι γὰρ δυνάμει σάρξ. ᾗ μὲν οὖν δυνάμει σάρξ ἐστι, ταύτῃ τρέφει· ᾗ δέ ἐστι ποσή, ταύτῃ αὔξει. p. 322a 26 Ἧι μὲν γάρ τὸ προσιὸν δυνάμει ποσὴ σάρξ. Οὐ τοῦτό φησιν ὅτι ποσὸν δυνάμει ἔχει, ἀλλ’ ὅτι ὡς ποσὴ σὰρξ τὸ ὅλον τοῦτο δυνάμει ἐστί.

[*](p. 322a 28)

Τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης οἷον ἄυλός τις δύναμις ἐν ὕλῃ ἐστίν.

Ἐπειδὴ τὴν τροφήν, ὅταν τρέφῃ μόνον αὔξῃ δὲ μή, κατὰ μόνον [*](1 καὶ γὰρ] cf. supra p. 120,20 et Ar. codd. 4. 5 τρέφῃ et αὔξη utrobique R 6 αὔξει δὲ οὐκ ἀεί, διότι τὸ τέως μὲν Z 7 πλέον ἦ τὸ ἐπιρρέον τοῦ ἐπισιόντος Z 8 φησιν a ὅτι οὐδὲ Z 9 τὸ ποσὸν Za 9. 10 οὐ γὰρ—τρεφομένῳ om. GTa 11 ποσόν, τὸ] ποσὸν τῶ GT: ποσὸν γίνεται, τῷ a 13 ᾖ] εἴη GTa μόνον] μὲν a 14. 15 ὅταν δέ πλεὶον—μείωσις om. Z 14 ὅταν δὲ RT: ὅτε δὲ (G)a 18 lemma om. a, qui pergit ἓν οὑν οὖσα 19 ἡ σὰρξ addit ante ἔχει a 21 τρέφῃ et αὔξη Z 22 lemma om. hic a, qui pergit οὐ τοῦτο οὑν φησιν 23. 25 δυνάμει ἐ̓χει—ἄυλός τις om. Z 23 δυνάμει Ra: δύναμιν GT 25 ὕλης. ὥσθ’ οἷον a 27 τρέφει Τ1 αὔξει GT)

122
τὸ εἶδος ἐνεργεῖν ἔφη, κατὰ ποσὸν δὲ οὐκέτι, ἐν ᾧ καὶ τὸ εἶναι [*](28r) ἔχει τὸ γὰρ μέγεθος ὑπέστρωται ὡς ὕλη τοῖς εἴδεσιν), ἵνα μὴ ὑπονοήσῃς ὅτι τῷ ὄντι χωριζόμενον τῆς ὕλης οὕτως ἐνεργεῖ, ὅπερ ἀδύνατον, αὐτὸ τοῦτο διαρθροῖ, ὅτι τῷ ἰδίῳ λόγῳ ἄυλος οὖσα δύναμις ἐν ὕλῃ τὸ εἶναι ἔχει. μεθ’ ὕλης οὖν ὑπάρχον οὐκ ἐνεργεῖ κατὰ τὴν ὕλην, ὅταν τρέφῃ μὲν αὔξῃ δὲ μή. ἤ, ὡς ὁ Ἀλέξανδρός φησι, τὸ τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης ἴσον ἐστὶ τῷ ῾ἡ τροφή, ὅταν τρέφῃ μέν, μὴ αὔξῃ δέ τὸ εἶδος τηρεῖ ἄνευ προσθήκης ὑλικῆς᾿.

[*](p. 322a 29)

Ἐὰν δέ τις προσίῃ ὕλη.

᾿Ενταῦθα ὑποστικτέον.

[*](p. 322a 29)

Οὖσα δυνάμει ἄυλος, ἔχουσα καὶ τὸ ποσὸν δυνάμει, οὗτοι ἔσονται μείζους ἄυλοι.

Πάλιν πότε τὸ προσιὸν αὔξει φησί. λέγει οὖν ὅτι ἐὰν ὕλη τις προσίῃ, τουτέστι τροφή τις δυνάμει ἄυλος ὑπάρχουσα, τουτέστι δυνάμει ἔχουσα τὸ τῆς σαρκὸς εἶδος ἡ τὸ τοῦ ὀστοῦ ἢ ἀπλῶς τοῦ τρεφομένου, ἔχουσα δὲ καὶ τὸ ποσὸν δυνάμει, τουτέστι δυναμένη προσθεῖναί τι κατὰ τὸ ποσὸν τῷ τρεφομένῳ, τὸ τηνικαῦτα οἷς πρόσεισιν ἡ τοιαύτη ὕλη μείζους ἄυλοι ἔσονται, τουτέστιν αὔξονται κατὰ τὸ εἶδος καὶ εἰς μεῖζον ἐπιδιδόασι μέγεθος, ὅπερ ἐστὶ καὶ τρέφονται ἅμα καὶ αὔξονται. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι μείζους ἔσονται κατὰ τὸ εἶδος τοῦτο γάρ ἐστι τὸ αὐξόμενον), εἶπεν ὅτι ἔσονται μείζους ἄυλοι. δυνάμει δὲ τὸ ποσὸν εἶπεν ἀντὶ τοῦ τὸ τηλικοῦτον καὶ αὐξητικὸν δυνάμει· πάντως μὲν γὰρ ἡ προσιοῦσα τροφὴ ποσή ἐστιν ἐνεργείᾳ, ὡς ἔδειξεν, οὐ πάντως δὲ τοσαύτη ὡς ἔχειν τὸ αὐξητικόν.

p. 322a 31 ᾿Εὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ’ οἷον οἴνῳ ὕδωρ ἀεὶ πλέον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιήσει τοῦ ποσοῦ, τὸ δ’ εἶδος μένει. |

Εἰπὼν τί ἐστιν αὔξησις, λέγει οὖν καὶ τί ἐστι φθίσις. φησὶν οὖν ν ὅτι ὅταν ἡ εἰσιοῦσα τροφὴ πλεονεκτοίη τὴν αὐξητικὴν δύναμιν, ἡ δὲ μειἵνα [*](2 δὲ μὴ a 4 αὐτῶ GT ἀύλως Z 5 ὑπάρχων Z 6 αὔξει GT ὁ om. Z 7 αὔξει Τ1 8. 13 ὑλικῆς. ἐν δὲ τῷ, ἐὰν δέ τις προσίῃ ὕλη, ὑποστικτέον. βούλεται δὲ. καὶ διὰ τούτων δηλῶσαι, ποῦ ποτὲ τὸ προσιὸν αὔξει λέγει οὑν ὅτι a 13 πότε RZ: πώποτε GT αὔξη Z 16 δυναμένη scripsi: δυνάμει libri, praeter a qui δυναμένην προσθῆναί GZ 17 τῶ (ante τηνικαῦτα) ex corr. Τ2 20 κατ’ εἶδος Z 22 ἀντὶ τοῦ —γὰρ ἡ om. Z τὸ] τοῦτο R 25 ὕδωρ οἴνῳ a; at cf. Ar. codd. EL 26 πλεῖον a et Aristotelis libri ὑδαρεῖ a 27 ποιήσει (cf. Ar. cod. Η) RZ: ποιεῖ GT: ποιεῖται a 28 prius οὗν om. Za 29 πλεονεκτοίη RZ: πλεονεκτικὴ GT: πλεονεκτῇ a)

123
οῖτο κατισχυομένη ὑπὸ τῆς προσιούσης ὕλης, ὡς ἐπὶ τῶν ἀπεπτούντων, [*](28v) τότε μείωσις ἔστι τοῦ ποσοῦ τῷ τὴν μὲν ὕλην φύσει ῥεῖν, τὴν δὲ προσιοῦσαν τροφὴν μὴ ἴσον τοῦ ἀπορρέοντος προστιθέναι διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ἐπικρατεστέρας γινομένης τῆς τροφῆς ἢ ὥστε παθεῖν ὅσον δεῖ ὑπὸ τῆς δυνάμεως τῆς ἀλλοιωτικῆς τε καὶ ἐξομοιωτικῆς τοῖς ὑποκειμένοις. διὸ θρέψις μὲν γίνεται (διαμένει γὰρ τὸ εἶδος), τῷ δὲ εἶναι τὸ ἀπορρέον τοῦ προστιθεμένου συμβαίνει καὶ μείωσιν γενέσθαι. σαφεῖ δὲ παραδείγματι ἐχρήσατο τῷ τοὐ ὕδατος τοῦ ἐπιχεομένου εἰς τὸν οἶνον, καὶ τὴν μὲν ἀρχὴν πάσχοντος μᾶλλον ὑπὸ τοῦ οἴνου ἢ ποιοῦντος εἰς αὐτόν, τέλος δὲ πλεονάζοντος τοῦ ὕδατος ἐξασθενούσης τῆς τοῦ οἴνου δυνάμεως καὶ μᾶλλον πασχούσης ὑπὸ τοὐ ὕδατος ἤπερ ποιούσης εἰς αὐτό. οὐ κατὰ πάντα δὲ ἐοικὸς τὸ παράδειγμα. κατὰ μὲν γὰρ τὴν τῆς δυνάμεως ἐλάττωσιν εἴη ἄν τῇ μειώσει ἐοικός· μειουμένης γὰρ κἀκεῖ τῆς θρεπτικῆς δυνάμεως καὶ ἧττον προσκρινούσης τοῦ ἀπορρεύσαντος ἡ φθίσις γίνεται· καθὸ μέντοι ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος πλεῖον γίνεται τὸ ποσόν, κατὰ τοῦτο οὐκ ἔοικε τὸ παράδειγμα τῷ ἐπὶ τῆς φθίσεως· ἐκεῖ γὰρ μετὰ τῆς δυνάμεως καὶ τὸ ποσὸν μειοῦται. μόνης οὖν τῆς ἀσθενείας τῆς δυνάμεως ἔστω παράδειγμα. κάμνει δὲ τῇ συνεχεῖ ἐνεργείᾳ (μετὰ σώματος γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει), κάμνουσα δὲ οὐκέτι δύναται κατὰ ποσὸν προσθήκας ποιεῖν τῷ τρεφομένῳ ὀλίγης γινομένης τῆς ἀλλοιώσεως, ἀλλὰ τρέφει μόνον. πλείονος οὖν γινομένης τῆς ἀπορροῆς μείωσις γίνεται, καὶ μάλιστα τοῦ ἐν ᾧ πρώτῳ ἐστὶν ἡ δύναμις αὕτη, λέγω δὴ τοῦ θερμοῦ ὑγροῦ. τὸ γὰρ πρῶτον ἀπολαῦον τῆς αὐξήσεως ἐν τῇ ἐπιδόσει, διὰ τὸ ἐν αὑτῷ τὸ τρέφον ἔχειν καὶ τῆς ἀσθενείας ἀπολαύει αὐτοῦ πρῶτον καὶ κρατεῖται μειούμενον διὰ τὴν ἐλάττονα τῆς τροφῆς πρόσκρισιν ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῆς τε ψυχρὰς καὶ ξηρᾶς, ὧν κατ’ ἐπικράτειαν τὸ γήρας γίνεται.

[*](p. 322b 1)

᾿Επεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, εἴτε ἔστιν εἴτε μή, καὶ πότερον ἀίδιον ἕκα- στον ἢ γίνονταί πως.

᾿Ελέγξας τὰς ψευδεῖς τῶν παλαιῶν περὶ γενέσεως δόξας, καὶ εἰπὼν καθόλου περὶ γενέσεως, καὶ διακρίνας αὐτὴν καὶ ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς, καὶ εἰπὼν τί τέ ἐστιν αὔξησις καὶ τί τὸ αὐξόμενον καὶ τίνι αὔξεται καὶ τίς ὁ τρόπος καθ’ ὃν αὔξεται τὰ αὐξόμενα, λοιπὸν ἐν- [*](1 κατισχυομένην R 2 τῷ] τὸ R 2. 3 προιοῦσαν Z 4. 5 ὅσον δεῖ GRT: ὅσον δὴ Z: om. a a τε om. Τ1 6 τῷ a: τὸ cett. 7 προτιθεμένου Z 8 σαφῆ Z παραδείγματα a τοῦ alterum om. Z 11 αὑτὸν Z1a 12 ἐοικὼς GT: ἐοικός ἐστι a 14 ἀπορρέοντος GTa 15 μέντι R1 16 τῷ a: τὸ cett. 18 συνεχῆ R 23 ἀπολαβὸν R1 24 αὐτῷ a: αὑτῶ cett. 25 ἀπολαύειν T τὴν] τὸ Z 28 πρῶτον δεῖ om. Z, qui mox πρῶτον εἰπεῖν δὴ εἴτε έστιν 30 γίνεταί a; at cf. Aristot. cod. Ε 31 ψευδεῖ T)

124
τεῦθεν ἀκόλουθον μὲν ἦν εἰπεῖν περὶ τῆς γενέσεως τῶν καθ’ ἕκαστα γινομένων, [*](28v) οἷον περὶ τῶν ἐν μετεώρῳ γινομένων περὶ φυτῶν περὶ ζῴων περὶ μετάλλων· ἀλλ’ ἐπεὶ τὸν περὶ τῆς τῶν καθ’ ἕκαστα γενέσεως διαλεξόμενον δεῖ πρότερον περὶ τῆς προσεχοῦς ἑκάστῃ γενέσει ὕλης διαλαβεῖν, οἷον τίς ἡ τοῖς μετεώροις ὑποβεβλημένη ὕλη, τίς ἡ τοῖς μετάλλοις, καὶ τοῖς λοιποῖς ὡσαύτως· ὡς γὰρ τοῦ λόγου τοὐ περὶ τῶν φυσικῶν πάντων προηγεῖται ὁ περὶ τῆς ἀπλῶς ὕλης λόγος τῆς πᾶσι τοῖς φυσικοῖς κοινῶς ὑποκειμένης, περὶ ἧς ἐν τῇ Φυσικῇ ἐδίδαξεν, οὕτω καὶ τῆς τῶν κατὰ μέρος γενέσεως καὶ τῆς ἑκάστῳ αὐτῶν ὑποκειμένης ὕλης προηγεῖσθαι δεῖ τὸν περὶ τῆς ὕλης καθόλου τῶν ἀπλῶς γινομένων, ταῦτα δέ ἐστι τὰ στοιχεῖ· οὐκοῦν ἀναγκαῖον ἦν προλαβεῖν τὸν περὶ τῶν στοιχείων. μὴ γὰρ ἐγνωκότα τίνα ποτέ ἐστι καὶ πόσα καὶ ποῖα τὰ στοιχεῖα ἀδύνατον τὴν ἰδιάζουσαν ἑκάστου ὕλην εὑρεῖν· κοινῶς γὰρ ταῦτα μετὰ τὴν πρώτην ὕλην πᾶσιν ὑποβέβληται, καὶ ἔστι σωματικὴ ὕλη κοινῶς πάντων τῶν γινομένων. διὰ τοῦτο πρῶτον τὸν περὶ αὐτῶν προχειρίζεται λόγον, εἴτε ἔστι στοιχεῖα τῶν γινομένων τὰ τέσσαρα ταῦτα τὰ πολυθρύλλητα εἴτε μὴ ἔστι, καὶ πότερον γενητά ἐστι ταῦτα ἢ ἀγένητα καὶ ἀμετάβλητα, ὡς ἐδόκει Ἐμπεδοκλεῖ, καὶ εἰ γενητά, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινός, καὶ εἰ ἐξ ἀλλήλων, πότερον ὁμοίως πάντα εἰς πάντα μεταβάλλει ἢ ἔστι τι αὐτῶν πρῶτον ἐξ οὗ τὰ ἄλλα πάντα μεταβάλλει, οἷον ὕλη τοῖς λοιποῖς ὑποκείμενον, ὡς δοκεῖ Θαλῇ μὲν τὸ ὕδωρ, ἀὴρ δὲ Ἀναξιμένει, πῦρ δὲ Ἡρακλείτῳ. ζητήσει δὲ καὶ εἰ τέσσαρα τὸν ἀριθμὸν ἢ πλείονα, καὶ δείξει ὅτι τέσσαρα μόνα. καὶ ἐν τούτοις περατοῦται πᾶσα ἡ προκειμένη πραγματεία. καὶ οὕτως λοιπὸν ἐν ταῖς ἑξῆς πραγματείαις περὶ τῶν καθ’ ἕκαστα γινομένων ποιεῖται τοὺς λόγους, ἐν μὲν τῇ τῶν Μετεώρων πραγματείᾳ περὶ τῶν ἐν τοῖς μετεώροις, ἐν δὲ τῇ Περὶ ζῴων περὶ τῆς τῶν ζῴων γενέσεως, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. ἤδη μὲν οὖν καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ ἐζήτησε περὶ τῶν στοιχείων, καὶ ἔδειξεν ὅτι τῇ τάξει πρῶτος ὁ περὶ τῶν στοιχείων λόγος, καὶ ἔτι ὅτι οὔτε ἀγένητά ἐστιν οὔτε ἄφθαρτα, καὶ ὅτι οὐκ ἐξ ἄλλου τινὸς ὑποκειμένου γίνονται, καὶ ὅτι οὐκ εἰσὶν ἄπειρα ἀλλὰ πεπερασμένα· πόσα μέντοι ταῦτα ἢ πῶς ἐξ ἀλλήλων γίνονται, ἐν ἐκείνοις ὑπερέθετο εἰπεῖν, ὡς ἐρῶν ἐνταῦθα περὶ τούτων. Ἔστιν οὖν τὸ προκείμενον δεῖξαι περὶ τῶν στοιχείων ποῖά τε καὶ πόσα τὸν ἀριθμόν, καὶ ὅτι ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις καὶ εἷς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὄντων δέ τινων | προηγουμένων τοῦ περὶ [*](29r) τῶν στοιχείων λόγου, ὧν ἀδιαρθρώτων ὄντων ἀδύνατον εὐμαρῶς προελθεῖν [*](2 γινωμένων et παθῶν (pro περὶ φυτῶν) Z 3 ἐπεὶ] ἐπὶ Τ2 τὸν a: τῶν cett. τῶν Z: om. cett. 4 ὕλης γενέσει Z 7 τοῖς πᾶσι τοῖς R φυσικῶς Z 9 ἑκάστω τῶν ὑποκειμένων ὕλης RZ 11 τὸν om. T1 στοιχείων <λόγον> a πᾶσιν Z 16 τὰ (post ταῦτα) Z: om. cett. 19 ἀλλήλων Za: ἄλλων GRT 21 ὑποκειμένοις R 22 εἰ τέσσαρα scripsi: εἰ τέτταρα Ra, ubi nihil enot. ex cett. 23 δόξει GT et fort. R1 περαιοῦται libri 24 οὕτω a ἑξῆς] ἓξ TZ 28 ἔδειξεν ὅτι (??) τῆ Z 29 ἔτι om. a 34 εἷς] τίς a 36 διελθεῖν Z)
125
τὸν περὶ τῶν στοιχείων λόγον, περὶ ἐκείνων προτίθεται πρῶτον εἰπεῖν. [*](29r) ἔστι δὲ τρία ταῦτα, τί ἐστι μίξις, τί ἐστι τὸ ποιεῖν καὶ πάσχειν, τί ἐστιν ἁφή. ὅτι δὲ ἀναγκαῖος ὁ περὶ τούτων λόγος τῷ περὶ τῶν στοιχείων διαλεξομένῳ, κατασκευάζει καὶ ἐκ τῶν παλαιοτέρων. πάντες γάρ, φησί, καὶ οἱ ἓν καὶ οἱ πλείω τὰ στοιχεῖα λέγοντες εἶναι, κέχρηνται τῷ ποιεῖν πάσχειν, καὶ συγκρίσει καὶ διακρίσει. καὶ γὰρ οἱ ἓν λέγοντες τὸ στοιχεῖον, συγκρίσει δὲ τούτου καὶ διακρίσει τἆλλα λέγοντες γίνεσθαι, τῷ ποιεῖν καὶ πάσχειν κέχρηνται· τὸ γὰρ συγκρίνεσθαι καὶ διακρίνεσθαι πάσχειν τί ἐστιν. εἰ δὲ ἔστι τὸ πάσχον, ἀνάγκη πᾶσα εἶναι καὶ τὸ ποιοῦν. ὡσαύτως δὲ καὶ οἱ πλείω λέγοντες, καὶ οἱ μεταβλητὰ αὐτὰ λέγοντες καὶ οἱ ἀμετάβλητα. καὶ οἱ μὲν μεταβλητὰ αὐτὰ λέγοντες, προφανὲς ὡς κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν· δρῶντα γὰρ εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων, οὕτω τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. καὶ Ἐμπεδοκλῆς δὲ ἀμετάβλητα λέγων κέχρηται τῷ ποιεῖν καὶ τῷ πάσχειν· εἰ γὰρ καὶ μὴ κατὰ μεταβολὴν οὐσίας πάσχουσιν, ἀλλ’ οὖν σύγκρισιν ὑπομένουσι καὶ διάκρισιν, ποιοῦντος ταῦτα τοῦ νείκους καὶ τῆς φιλίας. ὥστε ἀναγκαῖος τῷ περὶ τῶν στοιχείων διαλεχθησμένῳ ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. πῶς γὰρ ὅλως εἰσόμεθα πότερον ἀπαθῆ ἐστιν ἢ οὕ, αὐτὸ τοῦτο ἀγνοοῦντες τί ἐστιν ὅλως τὸ ποιεῖν καὶ τὸ πάσχειν; ἀλλ’ εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰπεῖν ἀνάγκη, δῆλον, φησίν, ὡς ἀνάγκη καὶ περὶ μίξεως διαλεχθῆναι. τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα δεῖ πρότερον μιχθῆναι ἀλλήλοις· οὐδὲ γὰρ σώματα ὄντα καὶ διεστηκότα ἀλλήλων δράσειαν ἂν ἢ πάθοιεν ὑπ’ ἀλλήλων. καὶ ὅτι ἀνάγκη τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν λέγουσι γίνεσθαι μίξιν παραλαμβάνειν· ἡ γὰρ σύγκρισις μίξις τίς ἐστιν. εἰ οὖν περὶ μίξεως δεῖ διαλαβεῖν, δεῖ δήπου καὶ περὶ ἁφῆς· τὰ γὰρ μιγνύμενα ἀλλήλοις δεῖ πρότερον ἅψασθαι ἀλλήλων· πῶς γὰρ ἂν μιχθείη τὰ μὴ ἁψάμενα; ὥστε πρὸς τὸν περὶ στοιχείων λόγον ἀναγκαῖος ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, καὶ πρὸ τοῦτον ὁ περὶ μίξεως (δεῖ γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα μιχθῆναι ἀλλήλοις), καὶ πρὸς τοῦτον ὁ περὶ ἁφῆς· πῶς γὰρ ἄν μιχθείη ἀλλήλοις τὰ μὴ ἁψάμενα; ὥστε ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ περὶ μίξεως καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. καὶ ἄλλως δὲ ἀναγκαίως, φησί, τὸν περὶ τούτων διοριζόμεθα λόγον, διότι χρησάμενοι τούτοις οἱ πρὸ ἡμῶν φυσικοὶ οὐδένα λόγον περὶ αὐτῶν ἐποιήσαντο, τί ποτε σημαίνει ἕκαστον αὐτῶν, ἀλλ’ εἴασαν αὐτὰ οὕτως ἀδιορίστως. περὶ τούτων οὖν πρῶτον ποιεῖται τὸν λόγον, καὶ πρότερον περὶ ἁφῆς.

[*](1 εἰπεῖν πρῶτον Z 2 τὸ om. R 3 ἀναγκαίως G 5 εἶναι λέγοντες εἶναι a 7 τὰ ἄλλα R γίγνεσθαι a 7. 8 καὶ τῶ πάσχειν Z 8 καὶ iterat initio et exitu versus T πάσχει τί R 9 εἰ δὲ τὸ πάσχον ἐστὶ Z 10. 11 μεταβλητὰ ter (pro μεταβλητὰ et ἀμετάβλητα) R 16 ἀναγκαῖος a: ἀναγκαίως cett. 17 ὁ] ὃ a 19 ὅλως om. Z 21 δεῖ] δὴ TZ et fort. R1 22 δράσειεν libri 23 καὶ ὅτι καὶ Z: καὶ ὅτι καὶ R: num καὶ ἔτι? τοῖς] τῆ Z λέγουσι iterat ante τὴν Z 24 παραλαμβάνει R τίς R: om. cett. 27 ἀναγκαίως GT1 30.31 καὶ περὶ μίξεως bis G 31 περὶ (ante τοῦ ποιεῖν) om. Z 32 διοριζόμεθα τὸν περὶ τούτων Z 33 οἱ πάλαι φυσικοὶ οὐδένα τούτων ἐποιήσαντο λόγον Z)
126

᾿Επεὶ δὲ δεῖ πρῶτον περὶ τῆς ὕλης καὶ τῶν καλουμένων [*](29r) στοιχείων εἰπεῖν. ἐπειδὴ εἶπε περὶ τῆς ὕλης, ἵνα μὴ νομίσωμεν περὶ τῆς πρώτης ὕλης τῆς ἀσωμάτου λέγειν αὐτόν, περὶ ἧς ἤδη ἔφθη διαλεχθεὶς ἐν τῇ Φυσικῇ, διὰ τοῦτο προσέθηκε καὶ τῶν καλουμένων στοιχείων, ὡσανεὶ ἔλεγε ῾περὶ τῆς ὕλης ἥτις ἐστὶ τὰ καλούμενα στοιχεῖα᾿. καλούμενα δὲ διὰ τοῦτο ἴσως εἶπεν, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι ταὐτά ἐστι τὰ στοιχεῖα. εἴτε ἔστιν εἴτε μή. τουτέστιν εἰ στοιχεῖα τῶν γινομένων εἰσίν. οὐ γὰρ ἀπλῶς εἰ ἔστι· τοῦτο γὰρ ἐναργές. ἢ γίνονταί πως. τὸ πως προσέθηκεν ἀντὶ τοῦ κατά τινα τρόπον· οὐ γὰρ καθ’ ὅλα γίνονται, ἀλλὰ κατὰ μόρια.

[*](p. 322b 5)

᾿Ανάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγε- ται νῦν.

᾿Ενταῦθα ἡ ἀπόδοσις τοῦ ἐπεὶ δέ συνδέσμου· ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν. λέγει δὲ περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν, ὡς συμβαλλομένων μὲν αὐτῷ εἰς τὴν περὶ τῶν στοιχείων διδασκαλίαν, μὴ τυχόντων δὲ διορισμοῦ τινος καὶ διαρθρώσεως παρὰ τῶν προγενεστέρων.

[*](p. 322b6)

Πάντες γὰρ οἵ τε τὰ στοιχεῖα γεννῶντες καὶ οἱ τὰ ἐκ τῶν στοιχείων διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν.

Διὰ τούτων συνίστησιν ὅτι ἀναγκαῖος ὁ περὶ τῶν εἰρημένων λόγος, εἴ γε πάντες ὅσοι περὶ γενέσεως διέλαβον συγκρίσει καὶ διακρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν γίνεσθαί φασι τὰ πράγματα. ἄξιον δὲ ἀπορίας πῶς εἶπε πάντας διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ πάσχειν. ὅτι μὲν γὰρ διακρίσει καὶ συγκρίσει πάντες κέχρηνται, πρόδηλον· οὐκέτι μέντοι τῷ ποιεῖν καὶ πάσχειν πάντες χρῶνται, ἀλλὰ μόνοι οἱ κατὰ τροπὴν τοῦ ὑποκειμένου γεννῶντες τὰ πράγματα, ἐπεὶ οἵ γε ἀμετάβλητα οἰόμενοι [*](1. 2 ᾿Επεὶ—εἰπεῖν om. a; cf. v. 13 et p. 123,28 1 ἐπεὶ δὲ δεῖ Z: ἐπειδὴ δὲ δεῖ R: ἐπειδὴ δὲ GT πρῶτον GKT: πρότερον Z 2 ἐπειδὴ δὲ εἶπε a 7. 8 τὸ δὲ εἴτε ἔστιν εἶπεν, ἀντὶ τοῦ εἰ ἔστι στοιχεῖα τῶν γινομένων, οὐ γὰρ a 7 τουτέστιν εἰ στοιχεῖα Z: τουτέστϊχεῖα R: τουτέστιν εἰ ἐστι στοιχεῖα (?) GT 8. 9 ἐναργές. τὸ δὲ πῶς ἐν τῷ γίνεταί πως προσέθηκεν a 8 ὃ] ἡ εἰ Z 10 κατὰ τὰ μόρια GTa 10. 13 μόρια· ἐν δὲ τῷ ἀνάγκη πρότερον, τὴν ἀπόδοσιν ποιεῖται τοῦ a 11 ἀνάγκη δὴ Ar. (praeter cod. E) 13 ἐπίδοσις R τοῦ ἐπεὶ δὲ RZ: τοῦ ἐπεὶ GTa ἐπεὶ δὲ πρῶτον] ἐπειδὴ γὰρ πρῶτον a 16 συμβαλομένων Τ1: συμβαλλόμενον Z 17 αὐτῶν corr. T2 18. 22 προγενεστέρων. δείκνυσι δὲ διὰ τούτων, ὅτι ἀναγκαῖος a 20 τῶ RZ: τὸ GT 22 διὰ τοῦτο T 23 πάντως GT καὶ (ante τῷ) om. GTa 25 et 27 etc. τὸ ποιεῖν Z 26 καὶ συγκρίσει om. R 28 τὰ πράγματα γεννῶντες GTa γενῶντες Z)

127
τὰ στοιχεῖα οὐ κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν, ἀλλὰ μόνον συγκρίσει [*](29r) καὶ διακρίσει. ἤτοι οὖν τοὺς μὲν διακρίσει λέγει χρῆσθαι καὶ συγκρίσει, τοὺς δὲ τῷ ποιεῖν καὶ πάσχειν, καὶ οὕτω κατὰ συνεκδοχὴν πάντας ἀμφοτέροις χρῆσθαι λέγει, διακεκριμένως δέ (οἱ μὲν γὰρ τὰ ἐκ τῶν στοιχείων μόνα γεννῶντες συγκρίσει καὶ διακρίσει ἐχρῶντο, οὗτοι δὲ ἦσαν οἱ περὶ Ἐμπεδοκλέα Δημόκριτον Ἀναξαγόραν· ἀπαθεῖς γὰρ ἕκαστος τὰς οἰκείας ἀρχὰς ὑπετίθετο· οἱ δὲ καὶ τὰ στοιχεῖα γεννῶντες, τῷ ποιεῖν καὶ πάσχειν, οὗτοι δὲ ἦσαν οἱ ἕν τι ὑποθέμενοι ἐξ οὗ τἆλλα ἐγέννων, τὸ δὲ ἓν τοῦτο ἢ τῶν τεσσάρων τι εἶναι ἢ ἄλλο τι παρὰ ταῦτα)· ἢ οὖν οὕτω φησὶ τὸ πάντας καὶ διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, ἢ ἕκαστον ἀμφοτέροις κεχρῆσθαι λέγει. ὅτι γὰρ τοῦτό φησιν, ἐδήλωσεν ἐξ ὧν ἐπήγαγε· ‟καὶ γὰρ οἱ πλείω”, φησί, ‟τὰ στοιχεῖα ποιοῦντες γεννῶσι τῷ ποιεῖν καὶ πάσχειν, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν”. ἐνταῦθα οὖν τὸ ποιεῖν καὶ πάσχειν οὐ κατὰ τροπὴν καὶ μεταβολὴν τοῦ ὑποκειμένου ἐκληψόμεθα, ἀλλ’ ἀπλῶς κατὰ τὸ ἐνεργεῖν αὐτὸ τὸ ποιητικὸν ἢ κινητικὸν αἴτιον· δεῖ γὰρ ἐν ἑκάστῳ αἴτιόν τι εἶναι συγκρίσεως καὶ διακρίσεως. καὶ Ἐμπεδοκλεῖ μὲν τὸ νεῖκος καὶ ἡ φιλία ἡ μὲν συγκρίσεως τὸ δὲ διακρίσεως αἴτιον, τὸ δὲ συγκρίνειν καὶ | διακρίνειν ποιεῖν [*](29v) τί ἐστιν, ὥστε πάσχειν τὸ διακρίνεσθαι καὶ συγκρίνεσθαι· Ἀναξαγόρᾳ δὲ ποιητικόν ἐστι συγκρίσεως καὶ διακρίσεως ὁ νοῦς. ἀλλὰ δὴ καὶ κατὰ Δημόκριτον ποιητικὰ ἄν εἶεν αἴτια ὁ ῥυσμὸς ἡ τροπὴ· καὶ ἡ διαθιγή, πορρωτέρω δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον.

[*](p. 322b8)

Πῶν δὲ μίγνυσθαι λέγομεν, οὐ διώρισται σαφῶς. Πότερον κατακερματιζομένων τῶν στοιχείων εἰς μικρὰ καὶ παρακειμένων ἀλλήλοις καὶ τῇ σμικρότητι λανθανόντων τὴν αἴσθησιν, ὥσπερ ἄν εἰ ἐκ πυρῶν καὶ κριθῶν τὰ λεπτομερῆ ἄλφιτα μίξαιμεν (δόξειε γὰρ ἄν τι εἶδος εἶναι τὸ ὅλον, τῇ σμικρότητι κλεπτομένης τῆς αἰσθήσεως), ἢ ἐν ἑκάστῳ μορίῳ πάντων ὄντων καὶ χωρούντων ὅλων δι’ ὅλων τῶν μιγνυμένων δι’ ἀλλήλων· καὶ πότερον ἐν τῇ μίξει φθείρονται τὰ εἴδη τῶν στοιχείων ἢ σῴζονται· καὶ εἰ σῴζονται, πότερον πάντα ἢ τινά.

[*](4 διακεκριμένης compend. R 6 καὶ Δημόκριτον καὶ Ἀναξαγόραν a ἕκαστον T1 8 τὰ ἄλλα· ἐγεννῶντο δὲ ἓν R ἐγένων GT1 9 εἶναι] ἐστιν Z τὸ] ἢ a 10 καὶ (post πάντας) om. Z 10. 11 καὶ τῶ ποιεῖν—κεχρῆσθαι RZ: om. GTa 12 καὶ γὰρ κτλ.] p. 322b 11 τὰ στοιχεῖα φησὶ Z 13 πάσχειν RZ (et Ar. cod. Ε): πάσχειν ὐπ’ ἀλλήλων GTa καὶ τοῖς] ita etiam Aristotelis libri; cf. p. 128.5 14 οὖν] γὰρ a τὸ Z: τῷ cett. 19 ὥστε καὶ πάσχειν R 21 αἰτία a ἡ (ante διαθιγή) om. GT διαθιγὴ a: διαθηγὴ TZ: διαθήγη GR (sed R1 διαθήκη) 22 τύχη] ψυχὴ R 23 μόγνυσθαι a λέγωμεν Z 24 Πότερον φησὶ a 25 ὥσπερ γὰρ ἄν GT 26 ἐκ] τὰ ἐκ a καὶ om. Z τἄ om. a 27 τῆ λεπτότητι Z 28 χωρούντων πάντων ὅλων Z)
128
[*](p. 322b 9)

᾿Αλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαι δυνατὸν οὐδὲ διακρίνεσθαι [*](29v) καὶ συγκρίνεσθαι, μηδενὸς ποιοῦντος μηδὲ πάσχοντος.

Μὴ ὄντος γὰρ τοῦ ἀλλοιοῦντος, οὐκ ἄν εἴη τὸ ἀλλοιούμενον· ἀλλοιοῦσθαι δὲ πῶς οἷόν τε μὴ πάσχοντός τι τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος;

[*](p. 322b 12)

Καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν, καὶ τοῦτο ὀρθῶς λέγει Διογενὴς, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἄν ἦν τὸ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων.

Εἰ γὰρ κατ’ ἀλλοίωσιν τοῦ ἑνὸς τὴν γένεσιν τῶν ἄλλων ἐποίουν πυκνουμένου αὐτοῦ καὶ μανουμένου, δῆλον ὅτι καὶ τῷ ποιεῖν κέχρηνται καὶ τῷ πάσχειν· ἐν γὰρ τῇ ἀλλοιώσει ποιεῖ μὲν τὸ ἀλλοιοῦν, πάσχει δὲ τὸ ἀλλοιούμενον. ὅτι δὲ ἀνάγκη τοῖς ἓν ὑποτιθεμένοις τὸ στοιχεῖον λέγειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, μάρτυρι χρῆται Διογενεῖ τῷ Ἀπολλωνιάτῃ ὀρθῶς λέγοντι ὅτι εἰ μὴ ἓν ἦν τὸ ὑποκείμενον πᾶσιν, οὐκ ἄν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ’ ἀλλήλων, ὡς ἀναγκαίως ἑπομένου τοῖς εἰς ἄλληλα ποιοῦσι καὶ πάσχουσι τὸ ἓν ἔχειν τὸ ὑποκείμενον. ὅτι γὰρ μὴ ὄντος ἑνός τινος τοῦ ὑποκειμένου οὐχ οἷόν τε ἦν ὑπ’ ἀλλήλων πάσχειν καὶ ποιεῖν εἰς ἄλληλα, δείκνυσιν, ὅτι Διογενὴς ἔλεγεν μὴ τὴν θερμότητα εἶναι τὴν εἰς ψυχρότητα μεταβάλλουσαν ἢ τοὔμπαλιν (ἀδύνατον γὰρ τὸ γενέσθαι ὅπερ τὸ ἐναντίον), ἀλλὰ τὸ ὑποκείμενον κοινὸν ὂν τοῖς ἐναντίοις καὶ πάσχον ὑπό τινος ποιοῦντος μεταβάλλει εἰς ἑκάτερον καθ’ ὃ ἄν τὸ ποιοῦν ποιῇ. ταῦτα δὲ καὶ ὁ Πλατῶν ἐν τῷ Φαίδωνι εἶπεν. εἰπὼν γὰρ πρότερον ὅτι ἐξ ἀλλήλων γίνονται τὰ ἐναντία, τὸ λευκὸν ἐκ τοῦ μέλανος καὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ, καὶ τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος καὶ ἔμπαλιν, ὕστερον εἶπεν ὅτι οὐδέποτε οἷόν τέ ἐστι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβαλεῖν· οὐδὲ γὰρ ἡ λευκότης γένοιτο ἂν μελανία οὐδὲ ἡ ψύξις θερμότης. ἐπὶ τούτοις οὖν ἀπορήσαντός τινος, πῶς οὐκ ἐναντία αὐτὸς ἑαυτῷ Σωκράτης ἀπεφήνατο, εἶπεν ὡς ὅτι ἄνω μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ ἐναντία εἴρηκεν, οὐ τὰ μετεχόμενα, αὐτὰς λέγω τὰς ἐναντιότητας, ἀλλὰ τὰ τούτων μετέχοντα (τὸ γὰρ λευκὸν σῶμα ἐκ μέλανος γίνεται σώματος), νῦν δέ, φησίν, ἔφην τὰ μετεχόμενα μὴ γίνεσθαι ἐξ ἀλλήλων. ἀλλὰ μᾶλλον κυριώτερον ἄν εἴη [*](1 οὐδ’ ἀλλοιοῦσθαι R φησὶ δυνατὸν a 2 καὶ συγκρίνεσθαι om. R 5. 8 ἀλλὰ καὶ τοῖς ἐξ ἑνός φησι γεννῶσιν ἀνάγκη χρῆσθαι τῷ ποιεῖν καὶ πάσχειν. εἰ γὰρ a 5 Καὶ τοῖς] cf. p. 127,13 6 τοῦτο] τοῦ R 8. 14 εἰ γὰρ—ὑπ᾿ ἀλλήλων om. Z 9 et 10 τὸ (pro τῷ) utrobique GT1 13 μὴ ἓν a: μηδὲν GRT 19 γίνεσθαι a 20 πάσχοντος Z 21 ποιῇ scripsi: ποιεῖ GRTZ: ποιοῖ a Φαίδωνι p. 70 D sqq. 103 sqq. 23 ζῶν GZ: ζῶον RTa 26 ὑπεφήνατο GTR 27 ὡς om. a 29 σώματος γίνεται GTa 30 ἀλλὰ κτλ.] cf. Philop. Phys. p. 111,31. 119,1 etc.)

129
῾μετ᾿ ἄλληλα᾿ αὐτὰ καλεῖν· μετὰ γὰρ τὴν λευκότητα γίνεται ἡ μελανία, [*](29v) ἀύτης μὲν τῆς ποιότητος φθειρομένης τοῦ δὲ ὑποκειμένου μένοντος.

[*](p. 322b 19)

Τὸ μὲν οὖν πάντα τοιαῦτα εἶναι φάσκειν οὐκ ἀληθές, ἀλλ’ ἐν ὅσοις τὸ ὑπ’ ἀλλήλων ἐστίν.

Τὸ λέγειν, φησί, πάντα τὰ ὄντα τοιαῦτα εἶναι † ὡς μίαν καὶ τὴν αὐτὴν ὑποκειμένην ὕλην ἔχειν, οὐκ ἀληθές. ἢ οὕτως· τὸ λέγειν ὅτι ἐπὶ πάντων τῶν ποιούντων καὶ πασχόντων μία ἐστὶν ὅλη, οὐκ ἀληθές. τὸ γὰρ κυκλοφορητικὸν σῶμα ποιεῖ μὲν αὐτὸ καὶ πάσχει δέ τι ὑπ’ αὐτοῦ, ταῦτα δὲ πάντα τὰ ὑπὸ σελήνην, οὐ μὴν ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὕλης εἰσὶ τό τε ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ δεῖ, φησίν, οὕτω λέγειν, ὅτι ταῦτά ἐστι τὰ κοινὴν ὕλην ἔχοντα, ἅπερ ἀντιπάσχει ὑπ’ ἀλλήλων· διὰ τοῦτο γὰρ καὶ ἀντιπάσχει ὑπ’ ἀλλήλων, διὰ τὸ μίαν αὐτοῖς ὑπεστρῶσθαι ὕλην τῶν ἐναντίων οὖσαν δεκτικήν. διὰ τοῦτο γοῦν τὰ οὐράνια ποιοῦντα εἰς τὰ τῇδε οὐκ ἀντιπάσχει ὑπ’ αὐτῶν, διὰ τὸ μὴ μίαν αὐτοῖς ὑποκεῖσθαι ὕλην.

[*](p. 322b 21)

᾿Αλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁφῆς.

Δείξας ἀναγκαῖον ὄντα τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τὸν περὶ μίξεως λόγον, ἐκ τούτων δείκνυσι καὶ τὸν περὶ ἁφῆς ὄντα ἀναγ- καιον.

[*](p. 322b 22)

Οὔτε γὰρ ποιεῖν ταῦτα καὶ πάσχειν δύναται κυρίως ἁ μὴ οἶον τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι.

᾿Αδύνατον, φησί, τὰ κυρίως ποιοῦντα καὶ πάσχοντα μὴ | ἅψασθαι ἀλλήλων· [*](30r) ἁψάμενον γὰρ τὸ ποιητικὸν τοῦ παθητικοῦ, ἢ ἀμέσως, οἷον τὸ πῦρ τῶν ξύλων, ἡ διὰ μέσου, ὥσπερ τὸ πῦρ τοῦ ὕδατος διὰ μέσου τοῦ λέβητος, οὕτως ἀλλοιοῖ αὐτό· τὸ δὲ κυρίως προσέθηκε, διότι λεγόμεθα πάσχειν ὑπὸ τῆς λοιδορίας, ἀλλ’ οὐ κυρίως ποιεῖν λέγοιτο ἂν ἡ λοιδορία, ἐπειδὴ μηδὲ απτεται, εἴπερ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν τὰ φυσικὰ σώματα· εἰ δὲ καὶ λέγεται ἅπτεσθαι τοῦ λοιδορουμένου ἡ λοιδορία, ἀλλ’ οὐδὲ τοῦτο κυρίως, εἴπερ ἅπτεσθαι ταῦτα λέγονται ὧν τὰ ἔσχατα ἅμα. ὡς ἄν οὑν λέγοιτο ἅπτεσθαι ἡμῶν ἡ λοιδορία, οὕτω δὲ καὶ ποιεῖν εἰς [*](2. 5 μένοντος. ὅ γε μὴν Ἀριστοτέλης φησὶν, ὅτι τὸ λέγειν πάντα τὰ ὄντα a 3 τοιαῦτα εἶναι GRT2 (etiam V): εἶναι τοιαῦτα Z: εἶναι om. T1; cf. Aristotelis libri 6 ὕλην ὑποκειμένην Z οὕτω a 8. 9 ταῦτα δὴ Za: an τοιαῦτα δὲ? 10 δεῖ] δὴ GT 11. 12 διὰ τοῦτο—ἀλλήλων RZ: om. GTa 1.5 καὶ πάσχειν om. RZ 17 τὸν loco)] του T 18. 23 ἀναγκαῖον. ἀδύνατον οὖν φησι τὰ omisso hie lemraate a 25 ὥσπερ τοῦ πῦρ τοῦ R 20 προσέθεικε a 30 λέγεται a 31 ἡμῶν ἅπτεσθαι Z)

130
ἡμᾶς· κυρίως δὲ οὐδέτερον, ὡς εἰσόμεθα ἐν τοῖς ἐφεξῆς. οὔτε μὴ [*](30r) ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον. ὑπερβατὸς ἡ τῆς λέξεως σύνταξις· τὸ γὰρ ἀκόλουθον οὕτως ῾ οὔτε μὴ ἁψάμενά πως πρῶτον ἐνδέχεται μιχθῆναι᾿. τὸ δὲ πως προσέθηκεν, ἵνα σημάνῃ τὰ κυρίως ἁπτόμενα, ἐπειδὴ καὶ ἡ λοιδορία ἅπτεσθαι λέγεται, ἀλλ’ οὐ κυρίως.

[*](p. 322b 26)

᾿Αρχὴν δὲ λάβωμεν τήνδε. ἀνάγκη γὰρ τῶν ὄντων οἷς ἐστι μίξις, εἶναι ταῦτα ἀλλήλων ἁπτικά.

Πρὸς εὕρεσιν τοὐ ὅτι τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν γινομένων καὶ φθειρομένων, ἔδειξεν ἀναγκαῖον ὄντα τὸν περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον, περὶ ὧν πρῶτον βούλεται διαλεχθῆναι, καὶ τούτων πρότερον περὶ ἁφῆς. καὶ ἤδη μὲν ἔδειξε προηγούμενον τῶν ἄλλων δύο τὸν περὶ ἁφῆς λόγον, καὶ νῦν δὲ πάλιν τὸ αὐτὸ ἀναλαμβάνει πρὸ τοῦ περὶ ἁφῆς λόγου. τῶν γὰρ ὄντων, φησίν, ὡς ἄν μίγνυσθαι πέφυκεν, ἀνάγκη ταῦτα πρότερον ἅψασθαι ἀλλήλων· οὐ γὰρ ἂν μιχθείη τὰ μηδ’ ὅλως ἁπτόμενα ἀλλὰ κεχωρισμένα. προηγεῖται ἄρα τοῦ περὶ μίξεως ὁ περὶ ἁφῆς λόγος. ἀλλὰ δὴ καὶ τοῦ περὶ τοῦ ποιεῖν καὶ πάσχειν· εἴ τι γὰρ τῶν ὄντων τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πάσχειν κυρίως. ταῦτα ἀνάγκη πρότερον ἅψασθαι ἀλλήλων. καὶ τοῦτο ἱκανῶς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται. κυρίως δὲ εἶπε διὰ τὴν λοιδορίαν. αὕτη γὰρ ποιεῖν μὲν λέγεται εἰς τὴν ψυχήν, οὐχ ἅπτεται δὲ τῆς ψυχῆς· οὐδὲ γὰρ κυρίως ποιεῖ, ἐπεὶ καὶ ἅπτεσθαι λέγεται οὐ κυρίως· ὡς οὖν λέγεται ποιεῖν, οὕτω λέγεται καὶ ἅπτεσθαι. τὰ αὐτὰ δ’ ἄν εἴποις καὶ ἐπὶ τῆς εἰκόνος καὶ τοῦ χόρτου καὶ ἀπλῶς τοῦ ὀρεκτοῦ· οὐδὲ γὰρ ταῦτα κυρίως ποιεῖ. ὡς δ’ ἄν ποιῇ, οὕτω καὶ ἅπτεται πρότερον. πρότερον γὰρ ἅπτεται τοῦ φανταστικοῦ καὶ τυποῖ αὐτό, ἔπειτα καὶ μεταβάλλει ἀλλοιῶσαν. καὶ ἀδύνατόν γε παθεῖν ὑπὸ τοῦ ὀρεκτοῦ τὸν μὴ πρότερον οἷον ἁψάμενον αὐτοῦ, τῷ ἐντετυπῶσθαι αὐτοῦ τὴν φαντασίαν. ἀναγκαίως οὖν πρῶτον τὸν περὶ ἁφῆς προχειρίζεται λόγον. ὥσπερ δέ, φησί, πολλὰ καὶ τῶν ἄλλων ὀνομάτων πολλαχῶς λέγεται, καὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ὁμωνύμως λέγεται (ὡς Αἴας ὁ Τελαμώνιος καὶ ὁ ᾿Οιλέως, καὶ κύων ὅ χερσαῖος καὶ ὁ θαλάττιος) ἅπερ καὶ ἰσοτίμως μετέχουσι τοῦ ὀνόματος, [*](1. 2 οὔτε—πρῶτον om. hic a 2 πρῶτον (cum Ar.) V: πρότερον GRTZ ὑπερβατὸς GT; ὑπερβατῶς R: ὑπερβατὴ (Z)a, fort, recte δὲ ἡ a 3. 4 πρώτων R1 6 lemma om. hic a, qui pergit πρὸς δὲ εὕρεσιν λάβομεν Z 7 οἷς] cf. Ar. codd. 8 ὕλη] ἀρχή a, qui post γινομένων addit ὑλικὴ 9 ἔδειξε μὲν καὶ πρότερον ἀναγκαῖον a τὸν] τὰ R 10. 12 διαλεχθῆναι. ἔδειξε μὲν οὖν ταῦτα, καὶ ὡς προηγούμενός ἐστι τῶν ἄλλων δύο ὁ περὶ ἁφῆς λόγος. καὶ νῦν δὲ πάλιν a 11.12 προηγουμένων et τῶν περὶ ἁφῆς λόγων Z 13 ὡς ἂν corrupta: ὅσα ἄν V: fort, ὅσα δὴ 16 δὴ Va: δεῖ cett. τοῦ (post καὶ) Fa: om. cett. 18 ἀνάγκη ταῦτα Z 23 χόρτου V: χοροῦ cett.; at cf. Philop. Phys. ind. s. v. χόρτος ἀπλῶς om. Z οὑδὲ] εἰ δὲ T 24 ποιῇ] ποιεῖ Z 25 ἀλλοιῶσαν Z et corr. V: ἀλλοιοῦσαν cett. 26 οἷον] οἶνον GT 28 τὸν om. T1 30 καὶ ὁ ϊλέως RTZ 31 καὶ ὁ] ὅ τε Z θαλάσσιος GTa)

131
τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὧν καὶ τὸ μὲν κυριώτερον λέγεται τὸ δὲ [*](30r) ἀκυρότερον οἷον ἐπὶ τοῦ ὄντος πρώτως μὲν καὶ κυρίως ἡ οὐσία ὄν, δευτέρως δὲ καὶ τρίτως αἱ ἄλλαι κατηγορίαι· ὁμοίως κυρίως μὲν ζῷον ὁ ἄνθρωπος ὁ ἀληθινός, τὸ δὲ γεγραμμένον ἀπὸ τοῦ ἀληθινοῦ ζῷον καλούμενον οὐ κυρίως καλεῖται ζῷον· ὁμοίως ἡ μουσικὴ ἐπιστήμη καὶ ἡ ἀπ’ αὐτῆς μουσικὴ γυνὴ ἢ μουσικὴ κιθάρα, πρώτως δηλονότι καὶ κυριώτατα ἐπὶ τῆς ἐπιστήμης τὸ τῆς μουσικῆς κατηγορεῖται ὄνομα). οὕτως οὖν καὶ ἡ ἁφὴ τῶν πολλαχῶς ἐστι λεγομένων κατὰ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ ἡ μέν τις κυριώτατά ἐστιν ἁφή, ἡ δὲ ἀκυρότερον ἀπ’ ἐκείνης. τίς οὖν ἡ κυρίως ἁφὴ καὶ τίνα τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι ταῦτά ἐστιν ἅ τινα καὶ θέσιν ἔχει, τουτέστι κεῖταί που. ἀλλὰ καὶ τὰ μαθηματικὰ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε καὶ ταῦτα ἄν ἅπτοιτο ἀλλήλων· ἅπτεσθαι γάρ φαμεν τὴν γραμμὴν τῆς γραμμῆς ἢ τοῦ ἐπιπέδου, οἷον κύκλου ἢ ἄλλου τινός· ἀλλὰ καὶ τὸ μαθηματικὸν σῶμα πέρατα ἔχον καὶ ἅπτοιτο ἄν ἢ σώματος μαθηματικοῦ ἢ γραμμῆς. ἀλλ’ εἰ καὶ λέγοιντο τὰ μαθηματικὰ ἅπτεσθαι, ἀλλ’ οὐ κυρίως, ἀλλ’ ὡς ἄν καὶ τὸ εἶναι ἔχῃ. ἔχει δὲ ἐν ἐπινοίᾳ· οὕτως ἄρα καὶ θέσιν ἔχει καὶ ἅπτεται ἀλλήλων. καὶ τοῦτο δὲ αὐτοῖς ὑπάρχει διὰ τὰ κυρίως θέσιν ἔχοντα καὶ ἁπτόμενα, λέγω δὴ τὰ φυσικὰ σώματα, ὧν ἐξ ἀφαιρέσεως εἰσι τὰ μαθηματικά. πῶς δὲ τὰ θέσιν ἔχοντα, ταῦτα καὶ ἅπτεται ἀλλήλων, κατασκευάζει ἐκ τοῦ ὁρισμοῦ τῶν ἁπτομένων, ὃν ἀποδέδωκεν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐκεῖ γὰρ εἶπεν ὅτι τὸ ἅπτεσθαι τοῦτό ἐστι, τὸ τὰ ἔσχατα ἅμα ἔχειν. εἰ δὲ τοῦτό ἐστι τὸ ἅπτεσθαι, ταῦτα ἄν ἅπτοιτο ἃ κεχωρισμένα ὄντα μεγέθη, τουτέστι μὴ ἡνωμένα ἀλλὰ κατ’ ἰδίαν ἐπιφάνειαν περιγεγραμμένα, καὶ θέσιν ἰδίαν ἔχοντα, ἅμα ἔχει τὰ ἔσχατα. οὐδὲ γὰρ ὅλως ἔσχατα ἔχειν ἐνδέχεται ἅπερ μὴ μεγέθη ἐστί, πάλιν δ’ αὖ τὰ μεγέθη ἔσχατα διάφορα ἀδύ.νατον ἔχειν τὰ μὴ κεχωρισμένα ἀλλὰ συμπεφυκότα. ταῦτα δὲ καὶ θέσιν ἔχει, ταὐτὸν δὲ τοῦτο τῷ ἐν τόπῳ εἶναι. τόπου δὲ κυριώταται διαφοραὶ δύο, τὸ ἄνω καὶ τὸ κάτω· ἄνω δέ ἐστι καὶ κάτω ὅσα ἢ βάρος ἔχει ἢ κουφότητα. ταῦτα δὲ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. συνάγεται ἄρα ἐκ τούτων, ὡς ταῦτα ἅπτεται ἀλλήλων ὅσα ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων. ταῦτα οὖν ἐστι τὰ κυρίως ἁπτόμενα, ὅσα πέφυκεν εἰς ἄλληλα ποιεῖν καὶ πάσχειν. ἃ δὲ πρὸς τὸν λόγον ἀπορῆσαι δεῖ, τὴν λέξιν ἐπιόντες ἐροῦμεν.

[*](1 ἐφ᾿ ἑνὸς T πρὸς ἓν ὧν· καὶ R ὧν τὸ μὲν κυριότερον Z 2 ἀκυρότερον Za: ἀκυρώτερον R: ἀκυριώτερον G: ἀκυρίωτον T ὃν ἡ οὐσία Z: ὄν om. a 5 ἀπ’] ἐπ’ T 6 et 9 κυριότατα Z 8 τὰ om. RT1 9 ἀκυρο τρ Ζ: ἀκυριώτερον TR1: ἀκνρώτερον (G)a et corr. R 12 ἅπτοιντο Z 14 σῶμα] ἅπτεσθαι σῶμα ἀλλ’ οὐ κυρίως— ἐπινοία (ex v. 16 sq.) Z1 καὶ (ante ἅπτοιτο) om. a 17 ἐπιπνοίᾳ R 18 τὰ (post διὰ) om. GT 20 post ἔχοντα deleta καὶ ἁπτόμενα λέγω δὴ τἄ φυσικὰ σώματα Z 21 ἀπεδέδωκεν T ἀπέδωκεν V) ἐν τῷ πέμπτῳ κτλ.] Phys. E3 p. 226 b 23 22 ὅτι τὸ RZ: ὅτι τῷ GTa 22. 23 τοῦτό ἐστι—εἰ δὲ τοῦτό ἐστι τὸ ἅπτεσθαι om. GTa 25. 27 ἔχειν ἐνδέχεται—ἀδύνατον om. GT: item a, qui mox ἔχειν τὰ mutavit in ἔχει τὰ 26 δ᾿ αὐτὰ R 29 καὶ ὅσα R 33. 34 πρὸς τὴν λέξιν ἀπορῆσαι δὴ τὴν λέξιν Z)
132
[*](p. 322b 31)

Καὶ τὰ μὲν ὁμωνύμως τὰ δὲ θάτερα ἀπότων ἑτέρων 30r καὶ προτέρων.

Σημειωτέον ὅτι οὐκ οἴεται ὁμώνυμα εἶναι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλὰ τῶν πολλαχῶς μὲν λεγομένων οὐχ ὁμώνυμα δέ· ἐπὶ πλέον γὰρ τὰ πολλαχῶς λεγόμενα τῶν ὁμωνύμων. εἰ δὲ ἐν Κατηγορίαις ἐν τῇ διαιρέσει τῶν ὁμωνύμων καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἐμνήσθη, φαμὲν ὅτι οὐκ ἀκριβολούμενος, ὡς ἐν ἐκείνοις, τὰ πολλαχῶς λεγόμενα ὁμώνυμα ἐκάλεσε· τῶν οὖν πολλαχῶς. λεγομένων ἐκεῖσε τὴν διαίρεσιν ἐποιήσατο. ἔστιν οὖν μεταξὺ τῶν ὁμωνύμων καὶ συνωνύμων τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. |

[*](p. 322b 32)

Ὅμως δὲ τὸ κυρίως λεγόμενον ὑπάρχει τοῖς ἔχουσι 30v θέσιν. θέσις δὲ οἷσπερ καὶ τόπος. Ποῖά ἐστι τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι τὰ θέσιν ἔχοντα, ταῦτα δὲ τὰ ἐν τόπῳ ὄντα· τοῦτο γάρ ἐστι τὸ θέσιν ἔχειν, τὸ ἐν τόπῳ εἶναι. καὶ νῦν μὲν τοσοῦτόν φησι περὶ τῶν ἁπτομένων, ἐφεξῆς δὲ συνάξει ὅτι καὶ ποιητικὰ ἀνάγκη αὐτὰ εἶναι καὶ παθητικά.

[*](p. 323a 1)

Καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁφὴν καὶ τόπον, εἴτε ἐστὶ κεχωρισμένον ἕκαστον αὐτῶν εἴτε τρόπον ἄλλον.

᾿Επειδὴ εἶπε τὰ ἁπτόμενα καὶ θέσιν ἔχειν καὶ ἐν τόπῳ εἶναι, ἐντέπιπτε δὲ αὐτῷ ᾿τί οὖν; ἐπειδὴ τὰ μαθηματικὰ μεγέθη ἅπτονται ἀλλήλων, οἷον ἡ γραμμὴ τοῦ κύκλου, ἤδη που καὶ θέσιν ἔχει καὶ ἐν τόπῳ εἰσί;᾿ διὰ τοῦτό φησιν ὅτι καὶ ταῦτα ἀνάλογον τῇ ἀφῇ καὶ θέσιν ἔχει καὶ τόπον. ταύτῃ γὰρ διαφέρει τὰ φυσικὰ τῶν μαθηματικῶν, τῷ τὰ μὲν πάθους λαμβάνεσθαι [τὰ φυσικά], βαρύτητος λέγω ἢ κουφότητος καὶ ἄλλων, τὰ δὲ κατ’ ἐπίνοιαν ἄνευ πάθους κατὰ μόνας τὰς διαστάσεις τὸ εἶναι ἔχειν. τὸ δὲ ἐν τόπῳ εἶναι τοῖς σώμασιν οὐ καθὸ πάθη ἔχουσιν ὑπάρχει, ἀλλὰ καθὸ διάστημα ἔχει· ἔχει δὲ διάστημα καὶ τὸ μαθημα- [*](lemma om. hic a 2 καὶ τῶν προτέρων GT (etiam V) et Aristotelis codices (praeter F) 3 σημειωτέον δὲ ὅτι a ἐφ’ ἑνὸς GT ἕν] ἑνὸς T 4 γὰρ τὰ] τὸ T1 5 Κατηγορίαις] init. 6 ἐφ’ ἑνὸς G καὶ φαμὲν Z 8 τῶν γοῦν V ἐκεῖ a 13 τὰ om. GTa 14 τοσοῦτόν] τοῦτον GT1: τοῦτο T2 16 lemma om. bic a, qui pergit ἐπειδὴ δὲ εἶπε 17. 18 ἄλλον τρόπον in continuatione superioris lemmatis a; at v. Aristot. cod. E 20 αὐτῷ τὸ τί V ἐπειδὴ τὰ RZ: ἐπειδὴ εἶπεν τὰ ἁπτόμενα καὶ θέσιν ἔχειν καὶ τὰ GT: οὐ καὶ τὰ a, qui post μεγέθη iuscrit ἐστὶ καὶ ἅπτεται (Z)a 21 τοῦ om. a ἤδη που R: ἡ δήπου GTZ: ἡ δήπου a ἔχει] ita libri εἰσί] ἐστὶν a 22 θέσει T 23 τῷ τὰ] ταῦτα R 24 ἐπιλαμβάνεσθαι, omissis τὰ φυσικά et λέγω, Z καὶ βαρύτητος R)

133
τικόν· καὶ τοῦτο ἄρ ἐν τόπῳ ἐστίν. ἀλλ’ εἰ μὲν χωριστά ἐστι τὰ μαθηματικὰ [*](30v) τῶν φυσικῶν καὶ καθ’ αὑτὰ ὑφεστῶτα, καθ’ αὑτὰ ἂν καὶ τόπον ἔχοι καὶ κυρίως ἅπτεσθαι λέγοιτο· εἰ δὲ μὴ ἔστι χωριστὰ τῶν φυσικῶν, ἀλλ’ ἐν τούτοις τὸ εἶναι ἔχει , ὅπερ καὶ ἔστιν ἀληθές, δῆλον δήπου ὅτι ὡς τὸ εἶναι ἔχουσιν, οὕτω καὶ τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἅπτεσθαι ἀλλήλων ἕξουσιν. εἰ τοίνυν ἐν ἐκείνοις τὸ εἶναι ἔχει, δι’ ἐκεῖνα δήπου καὶ τὸ ἐν τόπῳ εἶναι ἕξει καὶ τὸ ἅπτεσθαι ἀλλήλων.

[*](p. 323a 3)

Εἰ οὖν ἐστίν, ὥσπερ διωρίσθη πρότερον.

᾿Εν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως οὕτως ὡρίσατο τὸ ἅπτεσθαι, τὸ ἔχειν τὰ ἔσχατα ἅμα. καλῶς δὲ τὸ διωρισμένα μεγέθη εἶπε, διὰ τὰ μόρια τοῦ συνεχοῦς· τὰ γὰρ τοῦ συνεχοῦς μόρια μὴ ὄντα διωρισμένα μεγέθη, ἀλλὰ δυνάμει ὄντα ἐν τῷ ὅλῳ, οὐδὲ ἅπτεσθαι λέγεται, ἀλλ’ αὐτὸ τοῦτο συνεχῆ εἶναι καὶ ἕν.

[*](p. 323a 6)

᾿Επεὶ δὲ θέσις μὲν ὅσοις καὶ τόπος ὑπάρχει, τόπου δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ τὸ κάτω.

Βούλεται διαρθρῶσαι διὰ τούτων, τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα, ἁπτόμενα δὲ φυσικῶς (περὶ γὰρ τῶν φυσικῶς ἁπτομένων ὁ λόγος), ἅτινα, θέσιν τε ἔχει καὶ ἐν τόπῳ ἐστὶ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα· τὰ γὰρ θιγγάνοντα μόνον ἀλλήλων, μαθηματικῶς οὐ φυσικῶς ἅπτεται. ἀπορήσειε δ’ ἄν τις ὅτι κακῶς συνήγαγεν ὅτι τὰ θέσιν ἔχοντα πάντως καὶ βάρος ἔχει ἢ κουφότητα καὶ ποιεῖ καὶ πάσχει· αἱ γὰρ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι καὶ θέσιν ἔχουσι καὶ ἐν τόπῳ εἰσὶ καὶ ἅπτονται ἀλλήλων, καὶ ὅμως οὐδὲ ποιοῦσιν οὐδὲ πάσχουσιν ὑπ’ ἀλλήλων, ὡς αὐτῶ δοκεῖ ᾿Αριστοτέλει. πῶς οὖν φησι τὰ ἁπτόμενα δεῖν πάντως ποιητικὰ εἶναι καὶ παθητικά; ἢ γὰρ οὐχ ἅπτονται ἀλλήλων αἱ σφαῖραι, ἀλλ’ ἢ συνεχεῖς εἰσιν ἢ διεστήκασιν, ὅπερ ἄλογον· ἢ εἰ ἅπτονται ἀλλήλων, οὐκ ἀνάγκη τὰ ἁπτόμενα ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. ἤτοι οὖν ὡς ἕν τι λαμβάνει [*](2 καθ’ αὑτὰ ἄν καὶ] καὶ καθ’ αὐτὰ ἄν Ζ 3 ἔχοι a: ἔχη R: ἔχει GTZ 4. 5 ὅτι ὡς ἐν τῶ εἶναι GT 6. 7 ἔχει, δι’ ἐκεῖνα δήπου καὶ τὸ ἐν τόπω εἶναι ἕξει R (item V): ἔχει ceteris omissis Z: ἕξει GT: ἔχει, ἐν ἐκείνοις a, qui mox post ἀλλήλων inserit ἕξουσι 7 post ἀλλήλων iterant εἰ τοίνυν ἐν ἐκείνοις τὸ εἶναι ἔχει GT 8 lemma om. hic a, qui pergit τὸ δ’ ὥσπερ διωρίσθη πρότερον, διὰ τὰ ἐν τῷ πέμπτῳ τῆς φυσικῆς ἀκροάσεως εἰρημένα περὶ τοῦ ἅπτεσθαι. οὕτω γὰρ ὡρίσατο αὐτὸ ἐκεῖ. ἅπτεσθαί ἐστι, τὸ ἔχειν τὰ ἔσχατα ἄμα, καλῶς δὲ τὰ (sic) διωρισμένα μεγέθη εἶπεν etc. 9 ᾿Εν τῷ πέμπτῳ κτλ.] u. supra p. 131,21 10 μεγέθει Z 12 μεγέθη V et corr. T: μεγέθει cett. 13 τοῦτο] τὸ T υνεχεῖ GT1: συνέχειαν R 14 ἐπει δὲ et καὶ τόποις ὑπάρχει R 14. 15 πρώτη δὲ διαφορὰ τόπου a 15 καὶ τό] cf. Ar. 17 τῶν φυσικῶν ἁπτομένων GRT ἄν τινα φασὶ R 18 τὲ ἔχειν, καὶ ἐν τόπῳ εἶναι a ποιεῖν καὶ πάσχειν GTa 20 τὰ] τὸ a καὶ βάρος πάντως tr. Z 23. 24 ἀριστοτέλης Z 25 ἀλλ’ ἢ] ἀλλὰ a 26 ὅπερ ἄλογον. ἢ εἰ Z: ὅπερ ἀεργὸν· ἡ εἰ R: ὅπερ ἄλλον ἢ GT: ἀλλήλων. εἰ δὲ a)

134
τὸ οὐράνιον σῶμα, ὅπερ οὐδὲ θέσιν ἔχει οὐδέ ἐστιν ἐν τόπῳ οὐδὲν γὰρ [*](30v) αὐτὸ ἔξωθεν περιέχει, καὶ ταύτῃ οὐκ ἐν τόπῳ, κατὰ τὸν ὑπὸ τοὐ ᾿Αριστοέλους ἀποδοθέντα περὶ τοῦ τόπου λόγον, ὅτι ἐστὶ τόπος ‘τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον᾿), ἢ οὐδ’ ὅλως περὶ τούτου νῦν ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἁπτομένων, ἅπερ καὶ ὁμόυλα ὄντα ἐν τῷ ποιεῖν καὶ ἀντιπάσχει, καὶ ἤτοι ἄνω πάντως ἐστὶν ἢ κάτω. καὶ εἰ μὲν καλῶς ὡρίσατο ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς, ἁπτόμενα εἶναι λέγων ὧν τὰ ἔσχατα ἅμα, οὐκ ἀνάγκη πάντα τὰ ἁπτόμενα ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικά· ἅπτονται γὰρ αἱ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι ἀλλήλων, ἀλλ’ ὅμως ἀπαθεῖς εἰσιν. εἰ δὲ ἀνάγκη τὰ ἁπτόμενα ἀντιπάσχειν ὑπ’ ἀλλήλων, οὐ καλῶς ἀποδέδοται ἐν τῇ Φυσικῇ ὁ τῶν ἁπτομένων ὁρισμός· πλείονα γὰρ περιλαμβάνει. καλῶς δὲ πρώτην εἶναι τόπου διαφορὰν εἶπε τὸ ἄνω καὶ τὸ κάτω. καὶ γὰρ πρώτη καὶ μόνη τῶν τόπων αὕτη διαφορά, καθ’ ἣν καὶ διαφέρει ἀλλήλων τὰ φυσικὰ σώματα. αἱ γὰρ ἄλλαι ἀντιθέσεις, ἔμπροσθεν ὄπισθεν, δεξιὰ ἀριστερά, οὐκ εἰσὶ κυρίως ἀντιθέσεις κατὰ τόπον, ἀλλ’ ἐν σχέσει τῇ πρὸς ἡμᾶς τὸ εἶναι ἔχουσι. μία οὖν μόνη ἡ τοπικὴ ἀντίθεσις, ἡ κατὰ τὸ ἄνω καὶ τὸ κάτω, ὡς καὶ ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. πᾶσα γὰρ εὐθυφορικὴ κίνησις ἢ ἀπὸ τοῦ μέσου ἐστὶν ἐπὶ τὸ πέριξ, ἢ ἀπὸ τοὐ πέριξ ἐπὶ τὸ μέσον· ὧν ἡ μὲν ἄνω λέγεται, [ἡ ἐπὶ τὸ πέριξ,] ἡ δὲ κάτω. αἱ δὲ λοιπαὶ ἀντιθέσεις, ὡς εἶπον, ἐν σχέσει ἔχουσι τὸ εἶναι· τὸ γὰρ ἄλλῳ δεξιὸν ἄλλῳ ἐστὶν ἀριστερόν, καὶ τὸ ἄλλῳ πρόσω ἄλλῳ ἐστὶν ὀπίσω. ἄλλως τε καὶ αὗται αἱ κινήσεις, εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ τῷ ὄντι κατὰ τὴν αὐτὴν θέσιν ἐπ’ ἄπειρον ἐπὶ τὰ δεξιὰ ἴοιεν, φθάνουσι τὸν οὐρανόν. ὥστε καὶ τούτοις εἰς τὸ πέριξ ἡ κίνησις· τοῦτο δὲ ἦν τὸ ἄνω. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων.

[*](p. 323a8)

Βάρος ἄν ἔχοι ἢ κουφότητα, ἢ ἄμφω ἢ θάτερον.

Θάτερον μὲν γὰρ ἔχει μόνον τὰ ἄκρα, γῆ καὶ πῦρ τὸ μὲν γάρ ἐστι μόνως κοῦφον, ἡ δὲ μόνως | βαρεῖα), τὰ δὲ μεταξὺ ἄμφω καὶ κουφότητα 31r ἔχει καὶ βαρύτητα, ἀὴρ καὶ ὕδωρ, ὡς ἐν τῇ Περὶ οὐρανοῦ ἔδειξεν· τῶν μὲν γὰρ κούφων ἐστὶ βαρύτερα καὶ ταύτῃ βάρος ἔχει, τῶν δὲ βαρέων [*](2 τοῦ om. GTa 2. 3 Ἀριστοτέλους] Phys. Δ 4 p. 212a5sq. Cf. Diels, Zur Textgesch. der Ar. Physik p. 4 sq. 3 ὑποδοθέντα T 6 ἀντιπάσχει corr. Z: ἀντιπάσχειν cett.: ἀντιπάσχειν τυγχάνει a 7. 8 καὶ εἰ—φυσικῆς RZ: ἀκροάσεως ceteris omissis GT: εἰ δὲ καὶ ὁ ἐν τῷ πέμπτῳ τῆς φυσικῆς ἀκροάσεως ἀποδοθεὶς τῶν ἁπτομένων λόγος εὑ ἔχοι, ἁπτόμενα εἶναι λέγων etc. a 9. 10 ἀλλήλων—σφαῖραι om. Z 9 γὰρ καὶ αἱ R 11 ἐπιδέδοται GT1 12 ὁ om. GT: ante ὁρισμός ponit a 13 εἶπε τόπου διαφορὰν εἶναι Ζ 17 ἡ alterum om. R 18 ὡς—Περὶ om. Z ὡς καὶ R (et V): καὶ om. GTa Περὶ οὐρανοῦ] B2 20 ἡ (ante ἐπὶ) om. TZ: ἡ—πέριξ delevi: contra post κάτω addit ἡ ἐπὶ τὸ μέσον V 22 αὐταὶ (bis Z) libri 23 περίοιεν (G)a: προίοιεν Z 25 εἰς V: om. cett. ἦν] ὦ Z ὡσαύτως δὲ καὶ a 25. 27 ἄλλων. τὸ δὲ ἢ ἄμφω ἢ θάτερον εἶπεν, ἐπειδὴ θάτερον ἔχει μόνον τὰ ἄκρα etc. a 28 ἄμφω om. a 29 Περὶ οὐρανοῦ] Δ 5 ἔδειξεν] ἔχει R 30 βαρύτερον Z: βαρύτατα T)

135
κουφότερα καὶ ταύτῃ κουφότητα ἔχει. ὥστε οὐ περὶ τοῦ κυκλοφορητικοῦ [*](31r) σώματος ὁ λόγος· τοῦτο γὰρ οὔτε βάρος ἔχει οὔτε κουφότητα. εἰ δὲ δεῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀκούειν τὰ εἰρημένα, ἵνα ἡ καὶ καθολικώτερος ὁ λόγος, τὸ ἢ ἄμφω ἢ θάτερον οὐκ ἐπὶ τῆς κουφότητος καὶ τῆς βαρύτητος ἐκληπτέον, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἁπτομένων· ἀνάγκη γὰρ πάντως δύο εἶναι τὰ ἁπτόμενα, ἅπερ ἁπτόμενα ἐξ ἀνάγκης ἡ ἄμφω ἢ θάτερον αὐτῶν ἢ βάρος ἔχει ἢ κουφότητα. καὶ τὸ ὑπ’ ἀλλήλων, φησίν, ἐν οἷς λέγε· ὄντων κινητικῶν καὶ κινητῶν ὑπ’ ἀλλήλων, ἀντὶ τοὐ θάτερον ὑπὸ θατέρου νοητέον, ὥσπερ ἐν Κατηγορίαις εἶπεν ὑπ’ ἄλληλα γένη οὐχ ἑκάτερον ἑκατέρου γένος, ἀλλὰ θάτερον θατέρου.

[*](p. 323s 9)

Τὰ δὲ τοταῦτα παθητικὰ καὶ ποιητικά.

Οὐκ ἐκ συλλογισμοῦ τοῦτο εἴληφεν οὐδὲ γὰρ εἰ βάρος ἔχει καὶ κουφότητα τὰ ἁπτόμενα, ἤδη ἀνάγκη ποιητικὰ αὐτὰ εἶναι καὶ παθητικὰ ὑπ’ ἀλλήλων), ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο συνήγαγεν, ὅτι τὰ τούτοις τοῖς τόποις διῃρημένα παθητικά ἐστι καὶ ποιητικά, ἀντὶ τοῦ κινητικὰ καὶ κινητά· τοῦτο γὰρ καὶ ἐπιφέρει εὐθύς. ἐναργέστερον γὰρ ὁρῶνται τὴν τοπικὴν κίνησιν κινούμενα ὑπ’ ἀλλήλων· ἐξωθεῖται γὰρ τῶν βαρέων καὶ κούφων ἄλλο ὑπ’ ἄλλου σπεῦδον ἐπὶ τὴν χώραν τὴν οἰκείαν. ἢ δυνάμει ἔδειξεν ὅτι ταῦτα παθητικὰ καὶ ποιητικά, εἰπὼν τοὺς τόπους αὐτῶν ἐν οἷς εἰσιν ἐναντίους· τὰ γὰρ ἐν τοῖς ἐναντίοις τόποις ὄντα, ἐναντίας δυνάμεις ἔχοντα, παθητικὰ καὶ ποιητικὰ ὑπ’ ἀλλήλων ἀνάγκη εἶναι. καὶ εἰ οὕτως ἐκλάβοιμεν τὸ χωρίον, δῆλον ὅτι οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος, ἀλλὰ περὶ τῶν ὁμοΰλων. δυνατὸν δέ, ὥσπερ ἤδη εἶπον, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἐπεκτεῖναι τὸν λόγον, τὸ ὑπ’ ἀλλήλων ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου ἐκλαμβάνοντας. ἀλλ’ εἰ μὲν ὡς ἕν τι τὸ οὐράνιον λάβωμεν σῶμα, οὐδὲν ἔσται τὸ ἀντικείμενον· εἰ δὲ τὰς ἐντὸς σφαίρας ἀλλήλων ἁπτομένας θεωρήσομεν, πῶς ἔτι σωθήσεται τὸ ποιητικὰς αὐτὰς καὶ παθητικὰς ὑπ’ ἀλλήλων εἶναι, ἢ ὅλως βάρος ἔχειν ἢ κουφότητα; ἔστιν οὖν τὸ ἅπτεσθαι κοινότερον μέν, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπε, τὸ ἔχειν ἅμα τὰ ἔσχατα (καὶ οὕτως καὶ τὰ οὐράνια τῶν τῇδε καὶ ἅπτεται), ἰδικώτερον δὲ καὶ μᾶλλον φυσικώτερον τὸ ἔχειν ἅμα τὰ ἔσχατα [*](3 δεῖ] δή R 5 βαρότητος T 6 γὰρ om. GT 6. 7 ἅπερ ἁπτόμενα om. Z 10 Κατηγορίαις c. 3 p. 1b 20 sqq. 12. 13 τὰ δὲ τοιαῦτα λέγων παθητικὰ καὶ ποιητικὰ, οὐκ ἐκ συλλογισμοῦ λαμβάνει· οὐδὲ a 12 ποιητικὰ καὶ παθητικὰ R 13 ἔχοι GRT1Z2 14 τὰ om. R 15 ἐναργείας V: ἐνεργείας cett. 16 ποιητικά ἐστι καὶ παθητικὰ Z 17 ὁρῶνται RZ: ὁρῶντες GT (item V): ὁρῶμεν a 19 ἐπὶ τὴν οἰκείαν χώραν Z 20 ὅτι R: om. Z: ὅτι ἔστι GTa ποιητικὰ καὶ παθητικὰ Za 21 ἐν om. R 22 καὶ εἰ] εἰ καὶ a 26 ἐκλαμβάνοντος GTa 27 λάβοιμεν Za ἀντικείμενον V: ὑποκείμενον cett. 28 θεωρήσομεν RZ: θεωρήσωμεν GT: θεωρήσαιμεν a 29 βάρος] μέρος G1T 31 οὔτω (G)a)

136
μετὰ τοῦ τὴν δραστήριόν τε καὶ παθητικὴν ἔχειν δύναμιν εἰς ἄλληλα, ὥσπερ 31r ἐνταῦθά φησιν.

[*](p. 323a 12)

᾿Επεὶ δὲ τὸ κινοῦν οὐχ ὁμοίως κινεῖ τὸ κινούμενον, ἀλλὰ τὸ μὲν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν, τὸ δὲ ἀκίνητον ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ποιοῦντος ἐροῦμεν ὡσαύτως.

᾿Αποδοὺς τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα ἀλλήλων, ὅτι τὰ διῃρημένα μεγέθη καὶ ἐν τόπῳ ὄντα καὶ ἔχοντα ἅμα τὰ ἔσχατα, ὄντα κινητὰ καὶ καὶ κινητικὰ ὑπ’ ἀλλήλων, νῦν μέτεισιν ἐπὶ τὰ ἄλλα, ἃ καὶ αὐτὰ μὲν ἅπτεσθαι λέγεται, οὐκέτι δὲ κυρίως ὁμοίως ἐκείνοις. ἐπειδὴ δέδεικται ἐν τῇ Φυσικῇ ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον κινεῖ, τοῦτο νῦν λαβὼν ἐξ αὐτοῦ δείκνυσιν ὅτι μηδὲ πάντα τὰ ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐφ’ ὧν οὐδὲ κυρίως ἡ ἁφὴ λέγοιτ’ ἄν, ἀλλὰ κοινότερον. λαβὼν δὲ τὸ μὴ πᾶν τὸ κινοῦν κινούμενον κινεῖν, ὡς ἀκόλουθον τούτῳ λαμβάνει τὸ μηδὲ πᾶν τὸ ποιοῦν πάσχειν, καὶ τοῦτο κατασκευάζει καὶ ἐκ τῆς περὶ τοῦ ποιεῖν καὶ κινεῖν τινων δόξης, ἣν καὶ ἐλέγχει. τινὲς γὰρ ταὐτὸν οἴονται εἶναι τὸ κινεῖν καὶ τὸ ποιεῖν, καὶ ἀντιστρέφειν γε ταῦτα, καὶ εἴ τι ποιεῖ, τοῦτο καὶ κινεῖ πάντως, καὶ ἔμπαλιν εἴ τι κινεῖ, τοῦτο πάντως καὶ ποιεῖ. ὥστε εἰ μὴ πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖ, τὸ δὲ κινεῖν ποιεῖν ἐστιν, οὐδὲ πᾶν ἄρα τὰ ποιοῦν ἀνάγκη πάντως πάσχειν. ἀλλ’ εἰ καὶ τοῦτο ἀληθές, τὸ μὴ πᾶν τὸ ποιοῦν πάσχειν, ἀλλ’ οὖν ψεῦδος τὸ ταὐτὸν οἴεσθαι εἶναι τὸ κινεῖν τῷ ποιεῖν. διαφέρει γὰρ ταῦτα ἀλλήλων τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν. ὥστε εἴ τι μὲν ποιεῖ, τοῦτο πάντως κινεῖ, οὐκέτι μέντοι εἴ τι κινεῖ, τοῦτο ἀνάγκη καὶ ποιεῖν. καὶ τοῦτο κατασκευάζει ἐκ τοῦ ἀντικειμένου, λέγω δὴ τοῦ πάσχειν· εἰ γὰρ εἰδείημεν τί ποτέ ἐστι τὸ πάσχειν,, γνωσόμεθα καὶ τί τὸ ποιεῖν ἐστι. πάσχειν οὖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν, οἷον λευκαίνεσθαι θερμαίνεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι κατὰ ποιότητα. εἰ τοίνυν τοῦτό ἐστι τὸ πάσχειν, καὶ τὸ ποιεῖν ἄρα τοῦτό ἐστι, τὸ κατὰ ποιότητα μεταβάλλειν. ὅσα ἄρα τῶν κινούντων εἰς πάθος τι ἄγει τὰ κινούμενα, ταῦτα δηλονότι καὶ ποιεῖ· ὅσα δὲ τῶν κινούντων μὴ εἰς πάθος ἄγει τὰ κινούμενα, ταῦτα κινεῖ μὲν οὐ ποιεῖ δέ. τὰ γοῦν κατὰ τόπον κινοῦντα οὐκ εἰς πάθος ἄγει τὰ κινούμενα· τὸ γοῦν οὐράνιον σῶμα κινεῖται μὲν κατὰ τόπον, οὐκ ἀλλοιοῦται δέ. ἐπὶ πλέον ἄρα τὸ κινεῖν τοῦ ποιεῖν. καὶ ἐντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν οὐ φαίνεται Ἀριστοτέλης ποιητικὸν εἶναι λέγων τὸν θεὸν τοῦ [*](1 δραστικὴν καὶ Z 5 καὶ om. a 7 μεγέθει R 9 ἐπεὶ δὲ a 10 Φυσικῇ] Θ 6 τοῦτον (sic etiam Z) οὑν λάβωμεν GT 13 κινεῖ R 13. 14 τὸ ποιοῦν πᾶν Z 15 οἷοντε GT1: ᾤοντο a 17 scripserim κινεῖν πάντως et πάντως καὶ ποιεῖν καὶ (ante ποιεῖ) om. GTa ὥστ’ εἰ a 19. 20 ἀλλ’ εἰ—πάσχειν om. GT 23 εἴ τι που κινεῖ a τοῦτο κινεῖ tr. GT 28. 29 τοῦτό ἐστι, τὸ κατὰ—ὅσα ἄρα om. add. mg. Τ2 29 τὰ om. a 29. 30 ταῦτα δηλονότι—μὴ εἰς πάθος ἄγει τὰ κινούμενα RZ: om. GTa 32 τὸ γοῦν] τὸ (??) Ζ1: τὸ γὰρ a)

137
κόσμου. εἰ γὰρ ποιεῖν ἐστι τὸ κτὰ ποιότητα μεταβάλλειν, ὁ δὲ θεὸς τῆς [*](31r) οὐσίας τοῦ παντός ἐστι δημιουργός, δῆλον ὅτι οὐκ ἄν κυρίως λεχθείη ποιεῖν τὸν κόσμον, ἀλλὰ μᾶλλον δημιουργεῖν καὶ παράγειν.

[*](p. 323a20)

᾿Εκεῖνο δ’ οὖν φανερόν, ὅτι ἔστι μὲν ὡς τὰ κινοῦντα τῶν κινουμένων ἅπτοιτο ἄν, ἔστι δὲ ὡς οὔ.

Δείξας ὅτι ἐπὶ πλέον | ἐστὶ τὸ κινεῖν τοῦ ποιεῖν, ἐπάνεισιν ἐπὶ [*](31v) τὸν περὶ τῶν ἁπτομένων λόγον, δι’ ὃν καὶ τῶν κινούντων καὶ κινουμένων ἐμνήσθη. φησὶν οὖν· ἐπειδὴ τῶν κινούντων τὰ μὲν κινούμενα κινεῖ τὰ δὲ μὴ κινούμενα, φανερὸν ἐκ τούτων ὅτι τινὰ μὲν τῶν κινούντων καὶ ἅπτεται τῶν κινουμένων, τινὰ δὲ οὔ. ἐφ’ ὧν μὲν γὰρ τὰ κινούμενα καὶ ἀντικινεῖ, κυρίως ἐπὶ τούτων τὸ ἅπτεσθαι λέγεται· ἐπὶ δὲ τῶν κινούντων μέν, οὐκ ἀντικινουμένων δέ, οὐ κυρίως ἡ ἁφὴ λέγεται. οὕτε γὰρ ἡ εἰκὼν οὔτε ἡ λοιδορία ἅπτεται κυρίως τῆς ψυχῆς, ἐπεὶ μηδὲ ἀντιπάσχει ὑπ’ αὐτῆς. οὐδὲ γὰρ ἐπὶ τούτων εἴποι ἄν τις τὰ ἔσχατα ἄμα εἶναι, ὅπερ δεῖ πάντως ὑπάρχειν τοῖς κυρίως ἁπτομένοις.

[*](p. 323a 22)

᾿Αλλ᾿ ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου μὲν τῶν θέσιν ἐχόντων καὶ τοῦ μὲν κινητικοῦ τοῦ δὲ κινητοῦ, πρὸς ἄλληλα δὲ κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ πάσχειν.

Εἰπὼν ὅτι μὴ πάντα τὰ κινοῦντα καὶ ἅπτεται τῶν κινουμένων, διορίζεται νῦν καὶ λέγει τίνα ἐστὶν ἐν τοῖς κινοῦσι τὰ ἁπτόμενα· καὶ ἀπαριθμεῖται τρία σημαινόμενα τοῦ ἅπτεσθαι, δύο μὲν κοινότερα, ἓν δὲ ἰδικώτερόν τε καὶ κυριώτερον. καθόλου μὲν οὗν ἅπτεσθαι λέγει τὰ θέσιν ἔχοντα, τουτέστι τὰ κατὰ θίξιν ἁπτόμενα, οὕτω δὲ καὶ τὰ μαθηματικὰ ἅπτεται ἀλλήλων, καὶ τὰ οὐράνια καὶ ἑαυτῶν καὶ τῶν τῇδε. καὶ γὰρ καὶ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν αὐτὸς θέσιν ἔχειν λέγει· καὶ εἰ οἷς ὑπάρχει θέσις, τούτοις ὑπάρχει καὶ τόπος, εἴη ἂν καὶ ἡ γραμμὴ ἐν τόπῳ καὶ τὰ οὐράνια. καίτοι τίς ἂν εἴη γραμμῆς τόπος; ἀλλ’, ὡς ὁ Ἀλέξανδρός φησι, θέσις ἄν εἴη κοινῶς ὑπ’ αὐτοῦ λεγομένη ἡ τάξις ἡ πρὸς ἄλληλα τῶν κινεῖσθαι δυναμένων, καὶ ἡ τοῦ ἀθρόου ἅμα ὑπόστασίς τε καὶ ὑπομονή, ὡς ἐν Κατηγορίαις λέγει. δοκεῖ δὲ ὡς τὸ εἶναι ἔχει ταῦτα, οὕτω καὶ τόπον, ὡς αὐτὸς εἶπε ‟καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁφὴν καὶ τόπον”. πρῶτον μὲν οὖν καὶ κοινότατον τοῦτο σημαινόμενον [*](4 lemma om. hic a, qui pergit δείξας δὲ ὅτι 5 κινουμένων] κινητῶν Aristot. 7 τῶν om. a δι’ ὧν GT 9 καὶ om. a 12 δέ om. GT 13 ἀντιπάσχη GT: ἄν τι πάσχῃ R 16 τῶν RZ: ὁ τῶν GTa Arist. 17 νικητικοῦ Z 18 κινητικοῦ καὶ κινητοῦ a Arist. (praeter cod. E) καὶ τὸ πάσχειν Ra; cf. Ar. et infra p. 138,10 19. 20 διωρίζεται a 23 θίξιν RZ: om. GT: τὰ ἔσχατα a 24 et 27 ἅπτεται et ὁ om. R 30 Κατηγορίαις] cf. c. 6 p. 5 b 15sqq. 31 ὡσαύτως εἶπε Z καὶ γὰρ κτλ.] p. 323 a 1 ὁμοίοις RT)

138
τῶν ἁπτομένων, ὥσπερ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ὡρίσατο, ὅτι [*](31v) ἁπτόμενά ἐστιν ὧν ἄμα τὰ ἔσχατα. δεύτερον δέ, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται· καὶ τοὺ μὲν γάρ φησι κινητοῦ, τοῦ δὲ κινητικοῦ. κατὰ τοῦτο δὲ τὰ μὲν μαθηματικὰ οὐχ ἅπτονται ἀλλήλων, οὐδὲ ὅσων οὐκ ἔστι τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, τὰ δὲ οὐράνια ἅπτεται τῶν τῇδε· τὰ μὲν γὰρ ποιεῖ, τὰ δὲ πάσχει. τρίτον δέ, ὅπερ ἰδικώτατόν ἐστι καὶ κατ’ αὐτὸν κυριώτατον, ὡς ἐν τοῖς φυσικῶς ἁπτομένοις ταῦτα ἅπτεσθαι λέγει τῶν κινούντων καὶ κινουμένων, ἐν οἷς ἐστι τὸ ὑπ’ ἀλλήλων ἀντικινεῖσθαί τε καὶ ἀντιπάσχειν. τοῦτο γὰρ σημαίνει διὰ τοῦ πρὸς ἄλληλα δὲ κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ δὲ πρὸς ἄλληλα ἀντὶ τοῦ ὑπ’ ἀλλήλων, ἐν τούτοις δὲ οὐκέτ’ ἂν τὰ οὐράνια ἀπαριθμοῖτο. ἤτοι οὖν ὡς τρία σημαινόμενα ταῦτα ἀπαριθμεῖται, ἢ καὶ ὡς ἕν· ἀλλὰ τὴν ἀρχὴν ἀπροσδιορίστως εἰπὼν ὅτι τὰ ἁπτόμενα ταῦτά ἐστι τὰ θέσιν ἔχοντα, ὧν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἐφεξῆς δὲ ἀκριβέστερον προσδιοριζόμενος ἐπήγαγεν ὅτι δεῖ ταῦτα καὶ ἀντικινεῖσθαι ὑπ’ ἀλλήλων καὶ ἀντιπάσχειν.

[*](p. 323 a 25)

Ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἀπτομένου ἁπτόμενον· καὶ γὰρ κινεῖ κινούμενα πάντα σχεδὸν τὰ ἐμποδών.

Εἰπὼν περὶ τῶν κυρίως ἁπτομένων, λέγει καὶ περὶ τῶν κοινότερον ἅπτεσθαι λεγομένων. φησὶν οὖν ὅτι ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶν τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται, ἐν οἷς καὶ κυρίως τὸ ἅπτεσθαι· εἰ γὰρ τὰ ἁπτόμενα κινητικά ἐστιν ἀλλήλων, ἀνάγκη ὅσα τὴν τοῦ ἀντικινεῖσθαι ἔχει δύναμιν ἁπτομένων ἅπτεσθαι. διὰ τί δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται; ἐπειδὴ τὰ ἐμποδὼν [πάντα], τουτέστι τὰ ἐν σχεδὸν πάντα κινοῦντα ἀντικινεῖται. καὶ καλῶς τὸ σχεδόν· οὐδὲ γὰρ ἡ εἰκὼν ἢ ὁ ἐρώμενος ἢ ἀπλῶς τὸ ὀρεκτὸν κινοῦντα ἀντικινεῖται. τὰ δὲ οὕτως κινοῦντα καὶ ἀντικινούμενα ἁπτομένων ἅπτεται, οὐ πᾶν δὲ τὸ ἀπτόμενον ἁπτομένου ἅπτεται, ἐπειδὴ μηδὲ πᾶν τὸ κινοῦν ἀντικινούμενον κινεῖ. ἐφ’ ὧν οὖν τὰ κινοῦντα μὴ ἀντικινεῖται ὑπὸ τῶν κινουμένων, αὐτὰ μὲν ἅπτεται τῶν κινουμένων, τὰ δὲ κινούμενα τῶν κινούντων οὐχ ἅπτεται· ὥστε τὰ μὲν οὐράνια ἅπτεσθαι τῶν τῇδε ταῦτα δὲ μὴ ἅπτεσθαι τῶν οὐρανίων, καὶ τὴν λοιδορίαν ἅπτεσθαι τοῦ λοιδορουμένου τὸν δὲ λοιδορού- [*](2 κινεῖ GTZ1 3 κινεῖται GT καὶ—φησι] τοῦ μὲν ὄντος a κινητοῦ etc.] ita libri 4 οὐχ om. Z ἅπτεται a 6 εἰδικώτατόν R 7 κυρίως GTa φυσικῶς scripsi: φυσικοῖς libri ἁπτόμενα R: om. Z 9 τε om. T 12 ταῦτα σημαινόμενα Z 13 ἀπροσδιωρίστως GT1Z1 ὄτα (sic) G: ὅτε ἑ in eras.) T 14 δὲ delendum (an εἶπεν scrib. v. 13?) 15 δεῖ καὶ ταῦτα καὶ GTa 17 lemma om. hic a, qui pergit εἰπὼν δὲ περὶ ὡς ἐπὶ πολὺ G 18 σχεδὸν πάντα Z 20 λέγει] XXVI fere litterae erasae T; cf. G ubi post λέγει καὶ iterantur περὶ τῶν κυρίως ἁπτομένων καὶ 25 πάντα delevi 28 οὕτω a 29 κινοῦν RZ: κινούμενον GTa 33 τὸν] τὸ a)

139
μένον μὴ ἅπτεσθαι τῆς λοιδορίας. καὶ ἐπὶ τῶν ὀρεκτῶν καὶ τῆς ὀρεκτικῆς [*](31v) δυνάμεως ὠσαύτως, ἐφ’ ὧν κοινότερον καὶ τὸ ἅπτεσθαι λέγεται, οὐ κυρίως. ὤστε αὖ τὰ μὲν κυρίως ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κινοῦντα ἀντικινῖται· τὰ δὲ μὴ κυρίως ἁπτόμενα οὐχ ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κίνει μὴ ἀντικινούμενα.

[*](p. 323a 27)

Οἷς ἀνάγκη καὶ φαίνεται τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου.

Προσθετέον τὸ ῾ὥσπερ᾿, ἵν’ οὕτως ᾖ ἰοῖς ἀνάγκη τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου, ὥσπερ καὶ φαίνεται᾿ εἰπὼν δὲ ὅτι ἔστι δὲ ὡς ἐνίοτέ φαμεν τὸ κινοῦν ἅπτεσθαι μόνον τοῦ κινουμένου, ἐπήνεγκε τὸ δὲ ἁπτόμενον μὴ ἅπτεσθαι ἁπτομένου, ὡς ἴσον ὂν τῷ ῾τὸ δὲ κινούμενον μὴ ἅπτεσθαι τοῦ κινοῦντος᾿.

[*](p. 323a 30)

᾿Αλλὰ διὰ τὸ κινεῖν κινούμενα τὰ ὁμοιογενῆ, ἀνάγκη δοκεῖν εἶναι ἁπτομένου ἅπτεσθαι.

᾿Επειδὴ δοκεῖ τῶν πρός τι εἶναι τὰ ἁπτόμενα (τὸ γὰρ ἁπτομένου ἅπτεται), αὐτὸς δὲ εἶπεν ὅτι οὐ πάντως τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται, διὰ τοῦτο τὴν αἰτίαν προστίθησι δι’ ἣν οἰόμεθα πᾶν τὸ ἁπτόμενον ἁπτομέ|νου ἅπτεσθαι· διότι γάρ, ὡς εἶπεν ἀνωτέρω, ‟πάντα [*](32r) σχεδὸν τὰ ἐμποδών”, τουτέστι τὰ παρ’ ἡμῖν, λέγω δὲ τὰ ἐν γενέσει καὶ φθορά, τοιαῦτά ἐστι, διὰ τοῦτο καὶ πάντα τοιαῦτα οἰόμεθα εἶναι. ὁμογενῆ δὲ εἶπεν ἀντὶ τοῦ ὁμόυλα (πολλαχοῦ γὰρ ῾γένος᾿ τὸ ὑποκείμενον καὶ ὕλην λέγει), ἅπερ καὶ κινοῦντα ἀντικινεῖται. ἢ ἁπλῶς ὁμογενῆ λέγει τὰ σώματα· καὶ γὰρ εἰ μὴ πᾶν σῶμα κινοῦν ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ, ἀλλ’ οὖν πάντως κινούμενον αὐτὸ οὕτω κινεῖ. διὰ τοῦτο οὖν δοκεῖ καὶ τὸ ἁπτόμενον πᾶν ἁπτομένου ἅπτεσθαι. ἀλλ’ εἰ καὶ κινεῖται, ἀλλ’ οὑν οὐκ ἀντικινεῖται. διὰ τοῦτο οὐδὲ ἁπτόμενον ἁπτομένου ἅπτεται. ὥστε καὶ εἴ τι εἴη κινοῦν αὐτὸ ἀκίνητον ὄν, πολλῷ μᾶλλον αὐτὸ μὲν ἅπτοιτο του κινουμένου, τὸ δὲ κινούμενον ἐκείνου οὐκέτι. εἴπομεν δὲ ὅτι τὰ οὕτως ἁπτόμενα, ὡς ἅπτεσθαι μὴ ἁπτομένων, οὐδὲ κυρίως ἅπτεται. πάντα γὰρ [*](1 ὀρεκτικῆς Za: ὀρεκτῆς GRT 2 κοινώτερον a τὸ om. R 3 αὖ τὰ scripsi: ἁπτὰ codices: τὰ μὲν κυρίως ἁπτὰ coni. a 6 lemm. om. pergit ἐν δὲ τῷ οἷς ἀνάγκη, προσθετέον a οἶς] ὅσοις Ar. 7 τοῦ ἁπτομένου Z 9 ἁπτομένου ἅπτεσθαι a 10 μόνου Arist. (praeter codd. EL) 13 omisso hic lemmata pergit ἐπειδὴ δὲ a ὁμογενῆ cod. Laur. 85,1 14 δοκεῖν RZ: δοκεῖ GT; cf. Ar. 16. 17 αὐτὸς—ἅπτεται om. a τοῦ ἁπτομένου G 17 προτίθησι T 18 ἀνωτέρω p. 323a 26 19 δὲ RZ: δὴ GTa 21 τοῦ τὰ ὁμόυλα R πολλαχοῦ κτλ.] cf. Index in Philop. Phys. p. 987 a 8 sq. 23. 24 ἀπὸ τοῦ κινουμένου ἀπ’ αὐτοῦ GRT 24 αὐτὸ] αὐτῶ GT 27 fort. μὲν ἄν ἅπτοιτο (at cf. Ar. codd. p. 323 a32))

140
τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ὥστε εἴ τι κυρίως ἅπτεται, ἀπτο- [*](32v) μένου ἅπτεται.

[*](p. 323a33)

Περὶ μὲν οὖν ἁφῆς τῆς ἐν τοῖς φυσικοῖς διωρίσθω τὸν τρόπον τοῦτον.

Εἶπε γὰρ αὐτὸς ὅτι τῶν πολλαχῶς λεγομένων ἡ ἁφή, ἡ δὲ κυρίως λεγομένη ἁφὴ ἐν τοῖς φυσικοῖς ἐστιν. ἐμνημόνευσε μέντοι καὶ τῆς οὐ φυσικῆς, τῆς τε ἐν τοῖς μαθηματικοῖς καὶ τῆς ἐν τοῖς ἁπτομένοις μὴ ἁπτομένων, ἅπερ οὐ φυσικῶς ἅπτεται, μᾶλλον δὲ οὐδὲ κυρίως.

[*](p. 323b 1)

Περὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν λεκτέον ἐφεξῆς.

Διαλεχθεὶς περὶ ἁφῆς, νῦν διαλέγεται περὶ τοῦ ποιεῖν καὶ πάσχειν. τὸ δὲ προκείμενον οὐ διακρῖναι τὸ ποιεῖν καὶ πάσχειν τῆς ἁφῆς (ἤδη διέκρινεν), ἀλλὰ δεῖξαι πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν. ὡς ἔθος δέ, καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν πρότερον ἐκτίθεται δόξας, καὶ ταύτας διελέγξας οὕτω τὴν οἰκείαν εἰσάγει. τῶν οὖν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρηκότων, φησίν, οἱ μὲν πλείους τὸ ἐναντίον εἰς τὸ ἐναντίον ποιεῖν ἔφασαν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι. εἰ γὰρ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, κἂν αὐτὸ ὑφ’ αὑτοῦ πάθοι. εἰ δὲ τοῦτο, οὐδὲν ἂν εἴη τῶν ὄντων ἄφθαρτον οὐδὲ ἀίδιον. ἀδύνατον ἄρα τὸ ὅμοιον εἰς τὸ ὅμοιον ποιεῖν. τί γὰρ μᾶλλον δράσει ἢ πείσεται, τῆς αὐτῆς οὔσης ἔν τε τῷ ποιοῦντι καὶ τῷ πάσχοντι δυνάμεως; νῦν δὲ ὁρῶμεν τὰ μὲν ποιητικήν τε καὶ δραστήριον, τὰ δὲ παθητικὴν μᾶλλον ἔχοντα δύναμιν. τὸ ἐναντίον ἄρα ὑπὸ τοὐ ἐναντίου πείσεται, καὶ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. κὰν γάρ τι δοκῇ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, οἷον τὸ πολὺ πῦρ ὑπὸ τοὺ ὀλίγου ἐὰν γὰρ εἰς πυρκαϊὰν προσενέγκῃς λύχνον, σβέννυται), οὐχ ᾗ ὅμοιον ἀλλ’ ᾗ ἐναντίον πάσχει ἐναντίον γὰρ τὸ πολὺ τῷ ὀλίγῳ), ἐκδαπανωμένης τῆς ὕλης τοῦ ἐλάττονος πυρὸς ὑπὸ τοῦ μείζονος. οἱ μὲν οὖν πλείους, ὡς ἔφθην εἰπών, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου πάσχειν φασίν, ἰδίως δὲ παρὰ τοὺς ἄλλους ὁ Δημόκριτος τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν φησί. τὰ γὰρ πάντῃ, φησίν, ἀνόμοια καὶ ἕτερα οὐδὲν ποιεῖν εἰς ἄλληλα πέφυκεν οὐδὲ πάσχειν ὑπ’ ἀλλήλων. διὰ τοῦτο [*](1 ἀντιστρέφοντι a 3 lemma om hic, qui pergit τὸ δὲ ἐν τοῖς φυσικοῖς προσέθηκεν, ἐπειδὴ αὐτὸς εἶπεν ὅτι τῆς] τοῖς R 4 τοῦτον τὸν τρόπον Ar. 6 λεγομένη ἁφὴ ἡ ἐν R 6. 7 οὐ φυσικοῖς GTZa 8 οὐδέ] οὐ Z 11 διακρίναι (sic) RZ: διακρίνει GTa 11. 12 τῆς ἁφῆς—γίνεται τὸ ποιεῖν καὶ πάσχειν RZ: om. GTa 14 οἰκίαν a 15 τοῦ ZR2: τὸ GR1Ta 16. 17 ἀπαθὲς—ὁμοίου bis R 17 fort. γὰρ πάσχοι καὶ αὐτὸ ὑφ’ αὐτοῦ πάθοι ἂν a αὐτοῦ Z 18 οὐδὲ ἄν εἴη TZ 19 εἰς τὸ ὅμοιον om. GTa 21 ποιτικήν a ἔχοντα] ἔσχατα T 23 δοκεῖ GT1Z 24 οἷον τὸ ὀλίγον πῦρ ὑπὸ τοῦ πολλοῦ em. a 26 ὀλίγον Z ἐκδαπανομένης GT: ἐκδαπανουμένης Z 28 φησὶν GTa 28. 29 ἰδίως—φησί om. GT 28 ἰδίως (Ar. p. 323b 10) RZ: ἰδία a 29 φησί (post πάσχειν) R: φασὶ Za 30 οὐδὲ ποιεῖν T)

141
γοῦν γλυκύτης οὐδὲν ἄν ποιήσει εἰς μελανίαν οὐδὲ βαρύτης εἰς γλυκύτητα [*](32r) ἐπειδὴ τούτοις οὐδεμία κοινωνία. δεῖ ἄρα τὰ ποιοῦντα καὶ τὰ πάσχοντα μὴ εἶναι ἀνόμοια, ἀλλὰ ταὐτά· χρῶμα γὰρ εἰς χρῶμα ποιεῖ καὶ χυμὸς εἰς χυμὸν καὶ τὰ ἄλλα ὁμοίως. τὰ ἄρα ὅμοιά ἐστι τὰ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων, καὶ οὐ τὰ ἐναντία. ἐγὼ δέ, φησί, λέγω ὅτι οὔτε ὅμοιά εἰσι τὰ ποιοῦντα καὶ πάσχοντα, οὔτε πάντῃ ἀνόμοια καὶ ἐναντία. ὅμοια μὲν οὐκ εἰσίν, ὅτι τὸ ὅμοιον οὐδὲν πάσχει ὑπὸ τοῦ ὁμοίου· <εἰ γὰρ> τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου> πάσχει τι, καὶ ὑφ’ ἑαυτοῦ πείσεται· αὐτὸ ἑαυτῷ πᾶν ἐστιν ὅμοιον. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἄφθαρτον καὶ ἀίδιον. διὰ ταῦτα μὲν οὐκ ἔσονται τὰ ποιοῦντα καὶ πάσχοντα ὅμοια. ἀλλὰ δὴ οὐδὲ πάντῃ διάφορα καὶ ἐναντία· οὐδὲ γὰρ γραμμὴ ὑπὸ λευκότητος πείσεται, οὐδὲ γλυκύτης ὑπὸ μελανίας. οὕτως οὖν ἀνατρέψας τὰς τῶν παλαιῶν δόξας, ἔρχεται λοιπὸν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν.

Τὰ μὲν οὖν παρὰ τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένα | ταῦτά ἐστιν. ἐοίκασι δέ, φησίν, οὗτοι ἐναντία λέγοντες εἰς ταὐτὸν [*](32v) ἄγεσθαι. τούτου δὲ αἴτιον ὅτι εἰς μέρος ἑκάτερος αὐτῶν ἀπέβλεψεν δέον ὅλον τι θεωρῆσαι. τῷ γὰρ ὄντι τὰ ποιοῦντα καὶ πάσχοντα οὔτε πάντῃ ἕτερά ἐστιν οὔτε πάντῃ ταὐτά, ἀλλὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια καὶ ἐναντία. ἐπεὶ γὰρ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ (οὐ γὰρ ποιεῖ εἰς γλυκύτητα ἢ εἰς γραμμήν), ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον τὸ γὰρ λευκὸν εἰς τὸ μέλαν καὶ τὸ γλυκὺ εἰς τὸ πικρόν), τὰ δ’ ἐναντία καὶ γένος κοινὸν ἔχει καὶ ὑποκείμενον, δῆλον ἄρα ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ταὐτά ἐστι κατὰ τὸ γένος καὶ ὑποκείμενον πῇ δ’ ἐναντία τὸ εἶδος. τῶν οὖν παλαιοτέρων ὅσοι μὲν εἰς τὸ γένος ἀπέβλεψαν τῶν ποιούντων καὶ πασχόντων, τὰ ὅμοια ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ἔφασαν· ὅσοι δὲ εἰς τὸ εἶδος, τὰ ἐναντία.

[*](p. 323b4)

Διὰ τὸ μηδὲν μᾶλλον ποιητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου.

Δεῖ γὰρ τὸ μὲν ποιοῦν τὴν δραστήριον ἔχειν δύναμιν, τὸ δὲ πάσχον τὴν παθητικήν. τὰ δὲ ὅμοια ἴσην ἔχοντα καὶ τὴν αὐτὴν δύναμιν, τί μᾶλλον ἑκάτερον αὐτῶν ποιητικὸν ἔσται ἢ παθητικόν; ὥστε οὔτε ποιήσει οὕτε πείσεται ὑπ’ ἀλλήλων, ὁμοίαν γε ἔχοντα καὶ τὴν αὐτὴν ποιητικήν τε καὶ παθητικὴν δύναμιν. εἰ δέ τις [*](1 γοῦν] οὑν a ποιήσει Τ1Ζτ; ποιήση RT2Z2: ποιήσειεν (G)a: fort. ποιήσοι 3 ταῦτα R γὰρ] δὲ GT 4 τὰ ὅλα R: τἄλλα a 4. 5 καὶ τὰ παθητικὰ GTa 7 τὸ om. Ra οὐδὲ a 7. 8 εἰ—πάσχει τι scripsi: πάσχει τὶ GTR: εἰ δὲ πάσχει τὶ Z: εἰ γὰρ πάσχει τὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου a 9 πᾶν] πάντη a 10 ἔσεται a 13 παλαιοτέρων Z 14 παρὰ a: περὶ cett. 19 ἐπεὶ] εἰ a 23 τὰ πάσχοντα a ταῦτα R κατὰ—ὑποκείμενον om. a κατά τε τὸ GT2 post ὑποκείμενον iterant δῆλον—ταυτὰ ἐστὶν GT 24 ἀπέβλεψαν εἰς τὸ γένος Z 26 τἀναντία (G)a 28 θάτερον om. Z 29 ποιοῦν τι δραντήριον Z 30 ὅμοια RZ: ὄντα GTa τὴν αὐτὴν] ταύτην R 31 αὐτῶ Τ1 32 ποιήση a)

142
εἴποι ὅτι οὐδὲν ἄτοπον τὸ ποιοῦντα καὶ ἀντιπάσχειν (τοιαῦτα γὰρ τὰ [*](32v) ὁμόυλα), φημὶ ὅτι τὸ μὲν ἀντιπάσχειν οὐκ ἄτοπον, τὸ δὲ μηδὲ μᾶλλον ἄτοπον. τὸ γὰρ ποιοῦν εἰ καὶ ἀντιπάσχει, ἀλλὰ μᾶλλον δρᾷ ἢ πάσχει, καὶ τὸ πάσχον εἰ καὶ ποιεῖ, ἀλλὰ μᾶλλον πάσχει ἢ ποιεῖ. ἐπὶ δὲ τῶν ὁμοίων οὐδὲν μᾶλλον ἐν ἑκατέρῳ ἐστὶν ἢ ποιητικὴ ἢ παθητικὴ δύναμις. ὥστε οὐ πείσεται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. καὶ εἰ τὸ ποιοῦν εἰς ἑαυτὸ βούλεται μεταβάλλειν τὸ πάσχον, τὸ δὲ ὅμοιον οὐκ ἄν εἰς τὸ ὅμοιον τραπείη (ἔστι γὰρ ἤδη καὶ πρὸ τῆς τροπῆς ἐκεῖνο εἰς ὃ καὶ δῆλον ἄρα ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου οὐ πείσεται.

[*](p. 323b 22)

Oὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον.

Καὶ γὰρ τὸ κινεῖν ποιεῖν τί ἐστιν. ὥστε εἰ αὐτό τι ὑφ’ ἑαυτοῦ πάσχει, αὐτό τι πάντως ὑφ’ ἑαυτοῦ πᾶν κινηθήσεται καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ πᾶν φθαρήσεται. ὥστε οὐδὲν ἔσται ἄφθαρτον οὐδ’ ἀκίνητον, ὅπερ ἀδύνατον. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ, ὅτι τε πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ ὅτι αὐτὸ ἑαυτὸ οὐδὲν κινεῖ, εἰ μὴ κατ’ ἄλλο μόριον καὶ ἄλλο, ὡς τὸ ζῷον (ἄλλῳ γὰρ κινεῖ, τῇ ψυχῇ, καὶ ἄλλῳ κινεῖται, τῷ καὶ ὅτι οὐ πάντα κινεῖται, ἀλλ’ εἰσὶ πρὸ τῶν κινουμένων τὰ ἀκίνητα αἴτια· τὰ γὰρ πρώτως κινοῦντα ἀκίνητα. οὐ καλῶς δὲ συνάγειν δοκεῖ, ὅτι εἰ τὸ ὅμοιον ὑπὸ τοὐ ὁμοίου παθητικὸν καὶ διὰ τοῦτο καὶ αὐτὸ εἰς ἑαυτό τι ποιήσει, ἤδη μηδὲν εἶναι ἀκίνητον μηδὲ ἄφθαρτον· τί γὰρ εἰ λέγοι τις ὅτι κινητικὸν μὲν ἔσται τι αὐτὸ ἑαυτοῦ καὶ παθητικὸν αὐτὸ ὑφ’ ἑαυτοῦ, τὸ πεφυκὸς μέντοι κινεῖσθαι καὶ πάσχειν· τὸ δ’ ὅλως μὴ πεφυκὸς οὔτε πείσεται ὑφ’ ἑαυτοῦ τό γε μὴ πεφυκὸς πάσχειν πάθος οὔτε κινήσει ἑαυτὸ ἀκίνητον ὄν; ἀλλ’ ἀκριβῶς προσέθηκεν εἴπερ τὸ ὅμοιον ᾖ ὅμοιον ποιητικόν· εἰ γὰρ ᾖ ὅμοιον ποιητικόν, καὶ πᾶν ὑφ’ ἑαυτοῦ πείσεται καὶ οὐδὲν ἔσται ἀκίνητον οὐδὲ ἄφθαρτον.

[*](p. 323b28)

Οὐκ ἐξίστησι γὰρ ἑαυτὰ τῆς φύσεως ὅσα μήτε ἐναντία μήτε ἐξ ἐναντίων ἐστίν.

Ὅτι οὐδὲν ποιεῖ τὸ πάντῃ ἕτερον εἰς τὸ ἕτερον, οἷον ἡ γραμμὴ εἰς λευκότητα, εἰ μὴ κατὰ συμβεβηκός, τεκμήριον ποιεῖται τὸ μὴ ἐξιστᾶν ἑαυτὰ τῆς φύσεως· τὸ γὰρ ποιοῦν εἴς τι ἐξιστᾶν αὐτὸ βούλεται τῆς αὑτοῦ ποιοῦν GTa 6 εἰ om. GTa 8 ἤδει a εἰς ἐκεῖνο εἰς ὃ a 10 ἀλλὰ μὴν οὐδὲ ἄφθαρτον οὑδὲ ἀκίνητον φησί τι ἔσται pro lemmate a 11 ποιεῖν RZ: καὶ ποιεῖν GTa ἐστί τι Z εἰ] εἰς R 12 πάντων a ἑαυτοῦ πῶς κινηθήσεται Z γὰρ] δ’ Z Φυσικῇ] Θ 4 sqq. τε om. a 16 post alterum ἄλλω addunt τῶ (sc. τῷ) GT τῶ σώματι κινεῖται tr. Z 20 λέγει GTZ 24 προσέθηκε τὸ. εἴπερ a εἴπερ] εἶπε GT 24. 25 ᾖ] ἡ utrobique R 25 εἰ γὰρ—ποιητικόν om. GTa 27 omisso hic lemmate pergit ὅτι δὲ οὐδὲν ποιεῖ a ἑαυτὰ] ἄλληλα Ar. (praeter codd. FH) 30 τεκμόριον T μὴ ἐξανιστᾶν Z 31 αὐτοῦ libri

143
φύσεως. ὅτε δὲ λέγεται τὸ μέλαν εἰς τὴν ἐν τῷ λευκῷ γραμμὴν ποιεῖν, [*](32v) δῆλον ὅτι κατὰ συμβεβηκὸς ἐποίησεν εἰς τὴν γραμμήν· καὶ γὰρ μετὰ τὸ μέλαν γενέσθαι τὸ λευκὸν ἔμεινεν ἡ γραμμὴ γραμμὴ καὶ οὐκ ἐξέστη τῆς φύσεως. δῆλον ἄρα ὅτι κατὰ συμβεβηκὸς ἐποίησε τὸ μέλαν εἰς τὴν γραμμήν, διότι συνέβη τὴν γραμμὴν λευκὴν εἶναι. τῷ οὖν εἰς τὸ λευκὸν ἐν τῇ γραμμῇ ὑπάρχον δρᾶσαι τὸ μέλαν, λέγεται κατὰ συμβεβηκὸς καὶ ἐν τῇ γραμμῇ δρᾶσαι. ὡς ἐπὶ παραδείγματος δὲ εἶπεν ‘τὴν γραμμὴν εἶναι᾿, λέγε δὲ σὺ ἀντὶ τῆς γραμμῆς τὴν ἐπιφάνειαν. διὰ μὲν οὖν τοῦ εἰπεῖν ὅσα μήτε ἐναντία τὰ ἄκρα ἐδήλωσε, τὸ λευκὸν καὶ τὸ μέλαν, διὰ δὲ τοῦ μήτε ἐξ ἐναντίων τὰ μεταξύ, οἷον τὸ φαιόν.

[*](p. 323b29)

᾿Αλλ' ἐπεὶ οὐ τὸ τυχὸν πέφυκε πάσχειν ἢ ποιεῖν, ἀλλ’ ὅσα > ἐναντίωσιν ἔχει.

Μέχρι μὲν οὖν ὧδε τοὺς τῶν παλαιοτέρων ἐξέθετο λόγους, ἐντεῦθεν δὲ λοιπὸν τὴν ἰδίαν δόξαν ἐκτίθεται. βουλόμενος δὲ δεῖξαι ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον πῇ μὲν ὅμοιά ἐστι πῇ δὲ ἀνόμοια, κέχρηται συλλογισμῷ τοιούτῳ, λαμβάνων ἐκ τῆς ἐναργείας ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἐναντίωσιν ἔχει ἢ ἐναντία ἐστίν, ἐναντίωσιν μὲν ἔχειν λέγων τὰ μεταξύ, οἷον τὸ φαιὸν ὅταν εἰς τὸ λευ|κὸν ποιῇ ἢ εἰς ἄλλο τι 33r χρῶμα, ἐναντία δέ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν. ἔστιν οὖν ὁ συλλογισμὸς τοιοῦτος· τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, τὰ ἐναντία πῇ μέν ἐστι τὰ αὐτὰ πῇ δὲ ἕτερα (γένει γὰρ τὰ αὐτά, εἴδει δὲ ἕτερα), τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα πῇ μέν εἰσι τὰ αὐτὰ πῇ δὲ ἕτερα.

[*](p. 323b 33)

Πέφυκε γὰρ σῶμα μὲν ὑπὸ σώματος, χυμὸς δὲ ὑπὸ χυμοῦ.

Παραδείγματα ὅτι ὅμοιά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα. σῶμα δὲ ὑπὸ σώματός φησι πάσχειν οὐχ ἀπλῶς, ἀλλὰ τὸ πεποιωμένον. πάλιν δὲ [*](1 ὅτε F: ὅτι GRT: ὅταν Za λέγηται GZa τὸ μέλαν] ὅτι τὸ μέλαν ποιεῖ a 1. 2 ποιεῖν, δῆλον ὅτι—γραμμήν Z: om. GT: κατὰ συμβεβηκὸς λέγεται a: verba δῆλον ὅτι— φύσεως (4) om. R 4 ἄρα om. Z 5. 6 τὸ λευκὸν τὸ ἐν a 6. 7 καὶ εἰς τὴν γραμμὴν em. a 6 ἐν (post καὶ) om. G 7 δρᾶσαι a: δρᾶται cett. παραδείγματος Z: παραδείγματι cett. 9 εἰπεῖν ὅτι ὅσα a 11 ποιεῖν ἢ πάσχειν Z: πάσχειν καὶ ποιεῖν a Arist. 12 ἡ ἐναντίωσιν ἔχει scripsi cl. Arist. cod. Ε: ἐναντίως ἔχει RZ: ἐναντία ἢ ἐναντίωσιν ἔχει GT: ἢ ἐναντία ἐστὶν, ἡ ἐναντίωσιν ἔχει a; at cf. infra v. 17 13 οὑν om. GTa 14 δὲ (ante δεῖξαι) om. GT 15 πῆ μὲν οὖν ὅμοιά Z 16 ἐνεργίας Z ὁμολογημένον Gt1Z 17 καὶ (pro priore ἣ) Z ἔχειν] ἔχει R 18 ποιεῖ Z 19 οὖν om. GT: ἔστι δὲ scripsit a 20. 21 πῆ μὲν ταὐτὰ (om. ἐστι) a 21 γένη Z γὰρ ταῦτα GT: γὰρ ταὐτὰ a 23 lemma om. hic a μὲν om. GT 25. 26 παραδείγματα δὲ τοῦ ὅμοια εἶναι τὰ ποιοῦντα καὶ πάσχοντα, τίθησι, τὸ σῶμα ὑπὸ σώματος πάσχειν, καὶ χυμὸν ὑπὸ χυμοῦ. σῶμα δὲ ὑπὸ σώματός φησι a 25 εἰσι R 26 τὸ] τὸ μὲν T πεποιωμένον a: πεποιημένον cett.)

144
χρῶμα ὑπὸ χρώματος λέγων πάσχειν τὸ ἐν ὑποκειμένῳ δηλονότι [*](33r) λέγει.

[*](p. 324a 1)

Τούτου δ’ αἴτιον ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει.

Αἴτιον, φησί, τοῦ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος, τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ὁμοιογενῆ.

[*](p. 324a 5)

᾿Επειδὴ τὸ πάσχον καὶ τὸ ποιοῦν τῷ μὲν γέννει ταὐτά.

Δείξας ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ὁμογενῆ, λαβὼν ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, νῦν βούλεται δεῖξαι ὅπερ ὡμολογημένον εἴληφε, λέγω δὲ ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί. δείκνυσι δὲ πάλιν τοῦτο λαβὼν ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ὅμοιά εἰσι πῇ δ’ ἀνόμοια· τοιαῦτα δέ ἐστι τὰ ἐναντία· τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ἐναντία. ἔστι δὲ ἡ δεῖξις διάλληλος.

[*](p. 324a8)

Καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις ἐν τούτοις.

᾿Επὶ πλέον ἡ γένεσις καὶ ἡ φθορὰ τοὐ ποιεῖν καὶ πάσχειν· ἔστι γὰρ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τὶς γένεσις καὶ τὶς φθορά, καὶ ἡ φθορὰ δὲ καὶ ἡ γένεσις οὐκ ἄνευ τοῦ ποιεῖν καὶ πάσχειν. εἰπὼν οὖν ὅτι τὸ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἐναντίοις, κατασκευάζει τοῦτο ἐκ τοῦ μᾶλλον. καὶ γὰρ ἡ γένεσις καὶ ἡ φθορά, φησίν, ἐν τούτοις· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἡ γένεσις καὶ ἡ φθορὰ ὁμοίως, ὡς δέδεικται ἐν τῇ Φυσικῇ. εἰ τοίνυν ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις, ἐν οἷς ἄρα οὐκ ἔστιν ἐναντίωσις, ἐν τούτοις οὐκ ἔστι γένεσις καὶ φθορά. τοιοῦτον δέ ἐστι τὸ πέμπτον στοιχεῖον.

[*](1 τὸ a: τῶ GRT: τὰ Z ἐν om. R 3 omisso hic lemmate pergit αἴτιον δέ φησι a; item 8 et 15 δείξας δὲ et ἐπὶ πλέον δὲ) 4 τοῦ τὸ scripsi: τοῦτο libri 7 Ἐπειδὴ] ἐπεὶ δὲ vel ἐπεὶ δὲ καὶ Ar. codd. τὸ μὲν πάσχον Z ταὐτὸν corr. Z 8 καὶ πάσχοντα om. GTa ὁμοιογενῆ Z ὡμολογούμενον GT1 ὁμολ. corr. T): ὁμολογημένον a 9 καὶ τὰ πάσχοντα T 11 τοῦτο πάλιν Z 15 ἡ φθορὰ οὖσα τοῦ ποιεῖν καὶ τοῦ πάσχειν a 16 καὶ τὶς] καὶ τῆς a 17. 18 εἰπὼν—πάσχειν RZ (sed καὶ τὸ πάσχειν R): om. GTa 18.21 ἐν τοῖς ἐναντίοις ἐστὶν, ἐκ δὲ τούτου πρῶτον μὲν κατασκευάζει ἐκ τοῦ μᾶλλον, ὅτι τὸ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἐναντίοις. εἰ γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τούτοις, δηλονότι τοῖς ἐναντίοις, ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἡ γένεσις καὶ ἡ φθορὰ, ὡς δέδεικται ἐν τῇ φυσικῇ, καὶ τὸ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἐναντίοις ἔσται. δεύτερον δὲ οἶόν τε συμπεραίνειν, ὅτι εἰ ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις, ἐν οἷς ἄρα a 18 τοῦτο RT: τοὺς Z: om. (G) καὶ γὰρ] γὰρ om. Z 20. 21 ὁμοίως— ἡ γένεσις καὶ ἡ φθορὰ om. R 20 ὡς Z: om. GT Φυσικῇ] cf. scripsi p. 83,15 22 τοιοῦτο Ga —p. 145,5 στοιχεῖον. ἑξῆς δὲ ἐπάγει, ὅτι εὔλογον τὸ θερμὸν καὶ τὸ ψυχρὸν ποιητικὰ ὄντα καὶ παθητικὰ θερμαίνουσί τε καὶ ψύχουσι, καὶ ἑαυτοῖς τὰ πάσχοντα ποιοῦσιν ὅμοια. ὅτι δὲ τὸ ποιοῦν ἐξομοιοῖ ἑαυτῷ a)
145
[*](p. 324a9)

Διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ [*](33r) ψυχρὸν ψύχειν.

᾿Εναντία γὰρ ταῦτα· διὸ καὶ ποιητικὰ καὶ παθητικά.

[*](p. 324a 10)

Καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον.

Ὅτι τὸ ποιοῦν ὁμοιοῖ ἑαυτῷ τὸ πάσχον κατασκευάζει, δεδειγμένον ἔχων ὅτι ἡ γένεσις εἰς τὸ ἐναντίον ἐστὶ μεταβολὴ καὶ ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον ἐναντία. ἔστιν οὖν ἡ κατασκευὴ τοῦ συλλογισμοῦ τοιαύτη· ἡ γένεσις ἤτοι τὸ γινόμενον καὶ ἀπλῶς τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἑαυτῷ μεταβάλλει, ἐναντίον δὲ τῷ γινομένῳ καὶ μεταβάλλοντι τὸ ποιοῦν, τὸ γινόμενον ἄρα καὶ ἀπλῶς τὸ πάσχον τε καὶ μεταβάλλον εἰς τὸ ποιοῦν μεταβάλλει, τὸ ἄρα ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ πάσχον.

[*](p. 324a 14)

Κατὰ λόγον δὲ μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους.

Εὔλογον, φησί, τὸ λέγειν ὅτι καίπερ οὐ ταὐτὰ λέγοντες οἵ τε ὅμοια λέγοντες εἶναι τὰ ποιοῦντα καὶ πάσχοντα καὶ οἱ ἀνόμοια, ὅμως ἀμφότεροι τῆς φύσεως αὐτῶν ἅπτονται. πῶς δ’ ἑκάτερος αὐτῶν τῆς φύσεως ἅπτεται, ἐπήγαγεν. καὶ γὰρ ἡ κοινὴ χρῆσις, φησί, τῶν ἀνθρώπων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ οὕτως εἴωθε λέγειν. λέγομεν γάρ, φησίν, ὁτὲ μὲν ὅτι ὁ ἄνθρωπος ὑγίανεν ἐκ τοῦ ὑποκειμένου καλοῦντες τὸ ὑγιαζόμενον, ὁτὲ δὲ ὅτι ὁ νοσῶν ὑγίανεν ἐκ τοῦ πάθους καλοῦντες, καὶ θερμαίνεσθαι ποτὲ μὲν τὸν λίθον ποτὲ δὲ τὸ ψυχρόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ποιούντων ποτὲ μὲν θερμᾶναι λέγομεν τὸν ἄνθρωπον, ὅταν δηλονότι τῇ ἁφῇ θερμάνῃ, ποτὲ δὲ τὸ θερμὸν θερμᾶναι. ἐπεὶ οὖν τὰ ποιοῦντα καὶ τὰ πάσχοντα ποτὲ μὲν ἐκ τοῦ ὑποκειμένου καλοῦνται ποτὲ δὲ ἐκ τοῦ πάθους, ὅσοι μὲν εἰς τὸ ὑποκείμενον αὐτῶν ἀπέβλεψαν, τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν ἔφασαν (ὁμόυλα γάρ ἐστιν, ὡς εἴρηται, τὰ ποιοῦντα καὶ τὰ πάσχοντα), ὅσοι δὲ εἰς τὸ πάθος, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δῆλον δὲ ὅτι, ὅταν λέγω ὁμόυλα εἶναι τὰ ποιοῦντα καὶ τὰ πάσχοντα, οὐ κατὰ τὴν προσεχῆ ὕλην φημὶ καὶ ἐσχάτην (δῆλον γὰρ ὅτι ἑτέρως δεῖ κεκράσθαι τὸ ὑποκείμενον σῶμα λευκῷ χρώματι, ἑτέρως δὲ τὸ τῷ μέλανι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ἀλλὰ κατὰ τὴν πρώτην, ἥτις ἐστὶν ἡ αὐτὴ καὶ θερμοῦ καὶ ψυχροῦ δεκτικὴ [*](6 ἔχον GRT 10. 11 μεταβάλλοι a 11 πάσχειν compend. R 12 κατὰ λόγον δὲ μὴ ταῦτα (sic) RZ: καὶ κατὰ λόγον δὴ τὸ μὴ ταὐτὰ GTa Avist. (sed δὲ cod. Ε) ταῦτα R 14 καὶ πάσχοντα om. R 15 αὕτη (pro priore αὐτῶν) R ἑκάτερον T1 16 φησί om. a 16. 17 ὅτε μὲν οὕτως ὅτε δὲ Z 16 ὅτι μὲν E 17 λεγόμενα γάρ Z ὅτι ὁτὲ μὲν Z 18 et 19 ὑγίανεν] ὑγείαν ἐν G: ὑγ*ίαν ὲν T 22 οὑν καὶ τὰ a καὶ πάσχοντα Z 28 κεκερᾶσθαι Z τοῦ ὑποκειμένου GT 30 ἡ αὐτὴ om. Z)

146
καὶ λευκοῦ καὶ μέλανος. ἀλλ’ εἰ τοῦτο, καὶ διὰ τὴν πρώτην ὕλην ὁμόυλά [*](33r) φαμεν τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ πᾶν ὑπὸ παντὸς πάσχει καὶ πᾶν εἰς πᾶν ποιεῖ, καὶ λευκότης, φημί, εἰς γλυκύτητα καὶ εἰς εὐωδίαν ἢ δυσωδίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως; πάντων γὰρ μία καὶ κοινὴ ὕλη ἡ πρώτη. λέγω οὖν ὅτι οὐκ ἀρκεῖ μόνον εἰς τὸ ποιεῖν τινα καὶ πάσχειν εἰς ἄλληλα τὸ εἶναι τὴν ὕλην αὐτῶν κοινήν οὕτω γὰρ ἄν τὸ τυχὸν εἰς τὸ τυχὸν ἐποίει· πάντα γὰρ ὁμόυλα), ἀλλὰ δεῖ πρὸς τῷ κοινὴν εἶναι τὴν ὕλην καὶ ἐναντία εἶναι τὰ εἴδη τῶν ποιούντων καὶ πασχόντων.

᾿Απορήσειε δ’ ἄν τις ἐπὶ τούτοις· εἰ τὰ ἐναντία ἐστὶν ἅπερ καὶ κοινὴν ὕλην ἔχει τὴν πρώτην τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ ποιεῖ τὸ ἐν ἵππῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, καὶ ἀπλῶς πᾶν μέλαν εἰς πᾶν λευκόν; λέγω | τοίνυν ὅτι οὐδὲ ὁμόυλα ταῦτα κυρίως. οὔτε γὰρ τὴν προσεχεστάτην [*](33v) ὕλην τῶν μεταβαλλόντων δεῖ λαμβάνειν οὔτε τὴν πρωτίστην· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν στοιχείων τὸ τριχῇ διαστατὸν κοινὴ τούτων ἐστὶν ὕλη, ἐπὶ δὲ τῶν συνθέτων οὐ δεῖ ταύτην λαμβάνειν κοινὴν ὕλην οὐδὲ τὴν ἐσχάτην, ἀλλὰ τὴν μεταξύ. οἷόν τι λέγω. ἔστι τι κράσεως πλάτος, καθ’ ἣν ἡ τοῦ ἀνθρώπου γίνεται σάρξ· ἐν τῷ πλάτει τούτῳ συμβαίνει ποτὲ μὲν λευκαίνεσθαι τὴν σάρκα ποτὲ δὲ μελαίνεσθαι, ἐπιτεινομένων τινῶν ποιοτήτων ἢ ἀνιεμένων· τοῦτο οὖν τὸ πλάτος τῆς κράσεως τῆς σαρκὸς κοινὴν λέγω ὕλην τῶν ἐναντίων τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ τοῦ ἀνθρώπου σαρκί. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. διὸ οὐ πᾶν ἐναντίον εἰς πᾶν μεταβάλλει, διότι μηδὲ κοινὴ ἡ ὕλη κατὰ τὸν εἰρημένον τρόπον τῷ ἐν γάλακτι φέρε λευκῷ καὶ τῷ ἐν τῇ ἐβένῳ μέλανι. ἄνωθεν τοίνυν φημὶ διαρθρῶν τὸ πᾶν θεώρημα, ὅτι τὰ μὲν ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστίν, οὐ πάντως δὲ τὰ ἐναντία ποιεῖ καὶ πάσχει. οὔτε γὰρ τὸ σκληρὸν εἰς τὸ μαλακὸν ποιεῖ, οὔτε τὸ ἄνω εἰς τὸ κάτω, οὔτε ἁπλῶς τὸ λευκὸν εἰς τὸ μέλαν, οὔτε πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον, ἀλλὰ ταῦτα τῶν ἐναντίων ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ὅσα τὴν δραστήριον ἔχει δύναμιν (τοιαῦτα δὲ μάλιστά ἐστι τὸ θερμὸν ψυχρόν), ὅσα μέντοι ποιεῖ καὶ πάσχει προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστί. προσέθηκα δὲ ῾προσεχῶς᾿, διότι δρᾷ ἡ ψύξις εἰς τὴν μαλακότητα· τὸ γὰρ μαλακὸν γένοιτο ἄν ὑπὸ ψυχροῦ σκληρόν, οἷον ὁ κηρός, ἢ ὑπὸ θερμοῦ, οἷον ὁ πηλός, καὶ οὐ δήπου ἡ τὸ ψυχρὸν ἐναντίον ἄν εἴη τῷ ἐν κηρῷ μαλακῷ, ἢ τὸ θερμὸν τῷ ἐν πηλῷ, ἢ ὅλως τὸ θερμὸν ἢ ψυχρὸν ἐναντία ἐστὶ τῷ μαλακῷ. ποιοῦσι δὲ εἰς τὸ μαλακὸν οὐ προσεχῶς· προσεχῶς γὰρ εἰς τὰ ἐναντία ποιοῦσι. τὸ μὲν γὰρ ψυχρὸν εἰς τὸ ἐν τῷ κηρῷ θερμὸν δρᾶσαν καὶ ἐκδιαφορῆσαν αὐτό, συνεκδιαφορουμένης δηλονότι [*](2 ὑπὸ] ἐπὶ R1 4. 5 ἡ ὕλη ἡ a 6 αὐτὴν Z 7 πρὸς τὸ libri, praeter corr. Z 7. 8 κοινὴν ὕλην εἶναι Z 10 καὶ τὰ πάχοντα GTa ποιῇ R 11 λευκῶ Z ἐβαίνω GT1; item v. 23 et p. 147,32 12 ὅτι om. T1 13 μεταβαλόντων R 14. 15 ἐστὶν ἡ ὕλη a 19 ἀνιομένων R 20 ὕλην λέγω Z 24 ὅτι] καὶ GT 29 ἐστὶ μάλιστα Z 33 ὁ om. GT δήπου τὸ ψυχρὸν ἢ Z 37 θερμῶν R)

147
καί τινος ὑγρᾶς οὐσίας σὺν τῷ θερμῷ, ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν, οὕτω [*](33v) συμβαίνει τὸν κηρὸν παγῆναί τε καὶ σκληρὸν γενέσθαι. ὥστε προσεχῶς ἡ ψύξις εἰς τὴν θερμότητα ἔδρασε καὶ δι’ αὐτὴν εἰς τὴν ὑγρότητα, καὶ οὐτῶ λοιπὸν κατὰ συμβεβηκὸς εἰς τὴν μαλακότητα. οὕτω καὶ ἐπὶ ὕδατος ἡ ψύξις δράσασα ποιεῖ κρύσταλλον· προσεχῶς τὸ ἔμφυτον θερμὸν τὸ ἐν αὐτῷ διαφορῆσαν ἢ καὶ παντελῶς ἔστιν ὅτε ἀποσβέσαν καὶ συνεκδιαφορῆσάν τινα οὐσιώδη τοῦ ὕδατος ὑγρότητα, ἢ τῇ ἐπιτάσει τῆς ψύξεως τό γε ἀληθέστερον πιλῆσαν τὰ μόρια τοῦ ὕδατος καὶ πυκνῶσαν, οὕτω ποιεῖ τὸ ὕδωρ σκληρὸν καὶ ἀντίυπον ἀντὶ ὑπεικτικοῦ καὶ μαλακοῦ. ὡσαύτως δὲ καὶ ἡ θερμότης ἔπι τίου πηλοῦ τὴν ἐν τῷ πηλῷ ψῦξιν ἀποσβέσασα, ἢ εἰς θερμότητα μεταβάλλουσα καὶ ἐκδιαφορήσασα, συνεκδιαφορεῖ τῇ θερμότητι τὴν ὑγρὰν οὐσίαν ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν ἡ ψύξις· καὶ οὕτω τὸ καταλειπόμενον σκληρὸν ἀντὶ μαλακοῦ γέγονε, τῆς θερμότητος πρώτως εἰς τὴν ψῦξιν τὴν ἐν τῳ πηλῷ δρασάσης. εἴρηται δὲ ταῦτα ἀκριβῶς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων.

Μήποτε δὲ οὕτω δεῖ λέγειν, ὅτι ἡ θερμὴ καὶ ξηρὰ τοῦ πυρὸς οὐσία εἰς τὴν ψυχρὰν καὶ ὑγρὰν τοῦ πηλοῦ δράσασα, καὶ μεταβαλοῦσα ταύτην ἢ ἐκδιαφορήσασα, οὐτῶ ποιεῖ σκληρὸν τὸν πηλόν· ὥστε προσεχῶς τὸ ἐνάντιον εἰς τὸ ἐναντίον ἐποίησε. τὸ μὲν οὖν ῾προσεχῶς᾿ διὰ τοῦτο προσέθηκα, τὸ δὲ ῾ὁμόυλα᾿ διὰ τὰ οὐράνια. κἄν γὰρ ἡ πρώτη ὕλη κοινὴ τῶν ὑπὸ σελήνην, τὸ τριχῇ λέγω διαστατόν, ἀλλ’ οὐχ ἡ προσεχεστέρα, ὡς δύνασθαι τὸ μὲν τῶν ἐναντίων ἀποβάλλειν, τὸ δὲ δέχεσθαι. ποιεῖ οὖν καὶ τᾶι οὐράνια προσεχῶς εἰς τὸ ὑπέκκαυμα (πρώτως γὰρ αὐτὸ πάσχει τὸ ὑπέκκαυμα ὑπὸ τῶν οὐρανίων προσεχῶς, ἀλλ’ ὅμως οὐκ ἔστιν ἐναντία ταῦτα. τοῦτο δὲ διότι, ὡς εἶπον, οὐδὲ ὁμόυλα. καλῶς ἄρα εἴρηται ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστιν.

᾿Απορήσειε δ’ ἄν τις καὶ τοῦτο εἰκότως ἐν τῷ περὶ τῶν ἐναντίων λόγῳ, πῶς λέγομεν τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. εἰ γὰρ μὴ πάντα τὰ ἐναντία ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, εὔλογον μηδὲ πάντα τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. οὐ γὰρ δὴ τὸ ἐν ψιμυθίῳ λευκὸν μεταβάλλοι ἂν εἰς τὸ ὲν ἐβένῳ μέλαν ἢ εἰς τὸ ἐν κόρακι. οὐκ ἄρα πᾶν ἐναντίον εἰς πὰν ἐναντίον μεταβάλλει. εἰ τοίνυν ἀληθὴς ὁ λόγος ὁ λέγων τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, οὐ μεταβάλλει δὲ τὸ ἐν ψιμυθίῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, οὐδ᾿ ἄν ἐναντίον αὐτῷ εἴη, ὅπερ ἄτοπον. καθόλου γὰρ τὸ [*](2 τὸ T 3 αὐτῆς a 4 οὕτω δὲ καὶ a τοῦ ὕδατος GT 5 κρύσταλον R fort. τὸ <τό γὰρ ψυχρὸν> προσεχῶς 6 διαφορήσασα et ἀποσβέσασα καὶ συνεδιαφορήσασα πλήσασα et πυκνώσασα) a 7 τοῦ ψύχους a 8 πιλῆσαν RZ: πλῆσαν GT 9 καὶ μαλακοῦ om. GT ἡ om. GT 10 ἢ] ἡ R 11 μεταβαλοῦσα a 14. 15 ἐν τῷ τετάρτῳ τῶν Μετεώρων] c. 5 sqq. 16 δεῖ] δὴ GRT1 17 καὶ ὑγρὰν om. GT μεταβαλλοῦσα R 18 ποιεῖ a: ποιεῖν cett. 21 τῶ τριχῆ G 24 οὐνιων GRTZ: ἐναντίων 31 ψιμιθίῳ a: sim. v. 34. p. 148,18 al. μεταβάλοι G: μεταβα Ζ τὸ μέλαν τῶ ἐν ἐβαίνω (ἐβένω Τ2) GT: τὸ ἐν ἐβένῳ μέλαν a)

148
λευκὸν ἐναντίον τῷ μέλανι. ὥστε εἰ τὸ καθόλου λευκὸν τῷ καθόλου [*](33v) μέλανι ἐναντίον, καὶ τὸ τὶ ἄρα τῷ τινί. δοκεῖ οὖν ἑκατέρωθεν ὁ λόγος ἀναγκάζεσθαι ἕν τι τῶν κοινῶν ὁμολογημάτων ἀναιρεῖν, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς τὸ λευκὸν τῷ μέλανι ἐναντίον, εἰ μὴ πᾶν εἰς πᾶν μεταβάλλει, ἡ ὅτι οὐ τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα. φαμὲν οὖν πρὸς ταῦτα ὅτι καὶ τὸ πᾶν λευκὸν παντὶ μέλανι ἐναντίον εἶναι ἀληθές (δρᾷ γὰρ πάθη ἐναντία· πᾶν γὰρ μέλαν συγκριτικὸν ὄψεως καὶ πᾶν λευκὸν διακριτικόν), καὶ τὸ τὰ ἐναντία πάλιν εἰς ἄλληλα μεταβάλλειν ἀληθές· μεταβάλλει γὰρ εἰς τὰ κατ’ εἶδος ἐναντία, οὐδὲν δὲ εἰς τὸ κατ’ ἀριθμὸν τὸ αὐτὸ ἐναντίον μεταβάλλει. οὐ γὰρ δὴ τὸ ἐν τῷδε τῷ ὕδατι ψυχρὸν γίνεται θερμὸν τὸ ἐν τῷδε τῷ πυρί, ἢ τὸ ἐν τῷδε τῷ σώματι μέλαν γίνεται τὸ ἐν τῷδε τῷ σώματι λευκόν. ὅλως γὰρ ἡ μεταβολὴ τὸ αὐτὸ κατ’ ἀριθμὸν εἶναι οὐ συγχωρεῖ, οὐδὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πράγματι. οὐ γὰρ δὴ ἡ αὐτή ἐστι κατ’ ἀριθμὸν λευκότης ἡ πρὸ τῆς ἡλιοκαίας τῇ μετὰ τὴν ἡλιοκαίαν, οὐδὲ ἡ ὑγίεια ἡ πρὸ τῆς | νόσου τῇ μετὰ τὴν [*](34r) νόσον. δέδεικται δὲ τοῦτο ἐν ἑτέροις. εἰ τοίνυν οὐδὲ ἐν τῷ αὐτῷ ἀτόμῳ μίαν εἶναι καὶ τὴν αὐτὴν λευκότητα δυνατόν, τὴν πρὸ τῆς εἰς τὸ μέλαν μεταβολῆς καὶ τὴν ἐκ τοῦ μέλανος, πόσῳ μᾶλλον τὸ ἐν τῷ ψιμυθίῳ λευκὸν εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν οὐκ ἂν μεταβάλλοι τὸ ἐν ἐβένῳ· ἀλλὰ μεταβάλλει τὸ ἐναντίον κατ’ εἶδος τὸ λευκὸν εἰς τὸ μέλαν, οὐχ ἁπλῶς εἰς τόδε τὸ μέλαν, ἀλλ’ ἀπλῶς εἰς μέλαν. ὅσα μὲν οὖν τῶν ἐναντίων τὴν δραστήριον ἔχει δύναμιν, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα πάσχοντα ὑπ’ ἀλλήλων καὶ μεταβάλλοντα, εἰς τὸ αὐτὸ προσεχῶς εἶδος μεταβάλλει, οἷον ὅταν πάσχῃ τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, πάσχει δὲ δηλονότι κατὰ γένεσιν καὶ φθοράν, μεταβάλλει προσεχῶς εἰς τὸ αὐτὸ θερμὸν [ὕδωρ] οἷον ἦν καὶ τὸ ποιῆσαν, οἷον τὸ πύριον. ὅταν δὲ φθείρηται, ἀλλ’ οἷον ἀλλοιῶται, ὁδεῦον ἐπὶ τὴν φθορὰν τὸ ὕδωρ θερμαινόμενον, τότε εἰς τὸ αὐτὸ εἶδος τοῦ θερμοῦ μεταβάλλει, οὐχ ἁπλῶς τὸ προσεχὲς καὶ οἷον τὸ ποιοῦν, ἀλλὰ τὸ ἐν πλάτει τοῦ θερμοῦ εἶδος θεωρούμενον. ἴσως δὲ οὐδ’ ὅταν φθείρηται τὸ ὕδωρ, προσεχῶς εἰς τὸ αὐτὸ κατ’ εἶδος τῷ ποιοῦντι εἶδος μεταβάλλει. πρῶτον γὰρ ἐξαεροῦται καὶ εἰς ἑτέραν καὶ οὐ τὴν πυρίαν θερμότητα μετέβαλλεν· ὁ δὲ ἀήρ, ἐὰν ἄρα, ἤτοι τὸ ἐν τῷ ἀέρι ψυχρόν, προσεχῶς εἰς τὸ ἐν τῷ πυρὶ θερμὸν μετα- [*](4 μεταβάλλει R: μετάβ(??) Z: μεταβάλλῃ GT: μεταβάλλοι a 5 μεταβάλλῃ GT1 6 εἶναι ἀληθές] ἐστὶ Z 10 τὸ ἑαυτὸ Z 11. 12 τὸ τῶ Z) ἐν τῶδε τῶ πυρί—λευκόν RZ: τὸ ἐν τῶδε τῶ σώματι λευκόν ceteris omissis GT: οὐδὲ τὸ ἐν τῷδε τῷ σώματι λευκὸν μέλαν a 15 ὑγεία Z 18 τὸ ἐν] τῶ ἐν Z 19 μετάβ(??) Z τὸ ἐν R: τῶ ἐν GTZ: τὸ ἐν τῷ a 20. 21 οὐχ ἁπλῶς] οὐκ em. a 21 τόδε R: τὸ δὲ cett. 24 πάσχῃ] πάσχει ZT1 πάσχει] πάσχῃ a 26 ὕδωρ delevit a οἷον καὶ τὸ ποιῆσαν ἦν GTa οἷον τὸ πύριον R: οἷον τὸ πυρί Z: τῷ πυρί GTa ὅτε δὲ Z 27 ἀλλοιοῦται libri ὁδεύων Z 30 φθείρεται T1 31 εἶδος alterum om. a καὶ om. GT 32 οὐ] εἰς GT πυρείαν R μετέβαλεν GTa ὁ δὲ RZa: οὑδὲ GT ἐὰν ἄρα om. a 33 προσεχῶς—μεταβάλλει bis Z)
149
βάλλει. τῶν δὲ μὴ τὴν δραστήριον δύναμιν ἐχόντων ἐναντίων, οἷον τοῦ [*](34r) λευκοῦ ἢ τοῦ μέλανος, εἰ μὲν ἀχωριστα εἴη, οἷον ὥσπερ τοῦ ψιμυθίου ἡ λευκότης καὶ τῆς πίττης τὸ μέλαν , μεταβάλλει ταῦτα εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν τῇ γενέσει καὶ τῇ φθορᾷ (γένοιτο γὰρ ἄν τὸ ἐν λευκὸν μέλαν, φθαρέντος τοῦ ψιμυθίου· γένοιτο γὰρ ἄν ἔβενος τυχὸν ἢ πίττα ἤ τι τοιοῦτον)· εἰ δὲ χωριστὰ εἴη, μεταβάλλει πάλιν εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν πλάτει· γένοιτο γὰρ ἄν τὸ λευκὸν σῶμα μέλαν, οὐ μέντοι τόδε τὸ μέλαν, οἷον τὸ ἐν ἐβένῳ, ἐπειδὴ μηδὲ πάσχει ἐξ αὐτοῦ, ἀλλ’ ἁπλῶς μέλαν. οὕτως οὖν ἀληθὲς τὸ τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. ἄλλως τε καὶ ἡ τῆς ὕλης παχύτης κώλυμα γίνεται πολλάκις τῆς μεταβολῆς· τὸ γὰρ ἐν τῷ θόλῳ τῆς σηπίας μέλαν ἐπικρατήσει πολλάκις τῆς ἐν γάλακτι λευκότητος, τὸ δὲ ἐν ἐβένῳ οὐκέτι. δεῖ οὖν πρὸς τὴν μεταβολὴν τῶν ἐναντίων καὶ τὴν ὕλην ἐπιτηδείαν εἶναι πρὸς τὸ ποιεῖν τε καὶ πάσχειν.

᾿Αλλ᾿ ἐρεῖ τις· εἰ τῷ δύνασθαι φθαρὲν τὸ μέλαν σῶμα ποιεῖν ἕτερον τὸ λευκὸν σῶμα, οὕτω φῄς τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, τί μᾶλλον τὰ ἐναντία μεταβάλλειν λέγοιτ’ ἄν εἰς ἄλληλα ἢ ἀπλῶς πᾶν εἰς πᾶν μεταβάλλειν, διότι ἐκ παντὸς φθαρέντος δύναται πάντως ἄλλ’ ὁτιοῦν γενέσθαι; φημὶ οὖν πρὸς τοῦτο, ὅτι εἴρηται ἐν τῇ Φυσικῇ ὅτι ἡ γένεσις πάντως ἐξ ἐναντίου εἰς ἐναντίον ἐστί. κἂν γὰρ λέγωμεν ἐκ τῆς στερήσεως γίνεσθαι τὰ γινόμενα, πάντως ἐστὶν ἐν τῇ στερήσει τι ἐναντίον εἶδος τῷ ἐσομένῳ ἐξ οὗ ἡ μεταβολὴ γίνεται, εἰ καὶ ἀνώνυμον τοῦτό ἐστι καὶ ἄγνωστον· οὐ γὰρ ἄν ἦν μεταβολή, εἰ μὴ ἦν τις πάντως ἐναντιότης τοῦ ἐξ οὗ καὶ τοῦ εἰς ὅ. ὥστε εἰ πάντως πᾶσα γένεσις ἐξ ἐναντίου, ἀδύνατον ἀμέσως ἐκ παντὸς πᾶν γενέσθαι· οὐ γὰρ ἂν γένοιτο ἀμέσως ἐκ γῆς ὄστρακον, ἀλλὰ δεῖ πρότερον τοιώσδε κραθῆναι καὶ σχεῖν πρὸς τὸ γενησόμενον εἶδος ἐναντιότητά τινα, ἵνα οὕτω τὸ ποιητικὸν μεταβάλλῃ τὸ ἐναντίον εἰς τὸ ἐναντίον. οὕτως οὖν κἂν πᾶν μεταβάλλῃ διὰ τὴν κοινὴν καὶ πρώτην ὕλην τὴν πάντων τῶν εἰδῶν δεκτικήν, ἀλλὰ πρότερον ἴσχει τινὰ κρᾶσιν ἐναντίωσίν τινα πρὸς τὸ γενησόμενον εἶδος ἔχουσαν, καὶ οὕτως ἐπιτηδείαν οὖσαν εἰς τὸ μεταβαλεῖν εἰς τὸ ἐναντίον.

[*](1 ἐναντίον Z 2 οἶον om a ἡ τοῦ ψιμιθίου a 3 πίσσης R: πίπτῃς a 5 ἄν om. GT 6 πίσσα R τοιοῦτο a πάλιν om. Z 7 γὰρ om. GT 8 οἶον om. a ἐπεὶ a 9 οὖν] ὃ Z 11 θολῶ Z; at of. Bonitz Ind. Arist. s. v. 13 καὶ (aute τὴν) om. Z 15 εἰ] εἰς T1: ἐν Z 16 τὸ om. T1 18 πάντως om. Z ἀλλοτιοῦν R: ἄλλο ὁτιοῦν Z 19 Φυσικῇ] cf. supra p. 83,15 20 λέγομεν Z 21 ἐστὶ πάντως Z 23 ἦν ἡ μεταβολὴ R 24 καὶ τοῦ] καὶ τὸ GRT 25 ἐκ παντὸς—ἀμέσως om. R 26 τοιώδε Τ1 27 μεταβάλῃ R: μετάβα Z 28 κἀν] εἰ καὶ a, et mox μεταβάλλει a et μεταβάλῃ Z 31 μεταβαλλεῖν GRT1: μεταβάλλειν a)
150
[*](p. 324a 24)

Τὸν αὐτὸν δὲ λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν [*](34r) καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ κινεῖσθαι καὶ κινεῖν. |

Εἰπὼν τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, ὅτι τὰ πῇ μὲν ὅμοια [*](34v) πῇ δὲ ἀνόμοια, ζητεῖ νῦν ὅπως ἔχουσι ταῦτα πρὸς ἄλληλα, τὰ ποιοῦντα λέγω καὶ πάσχοντα, πότερον πᾶν τὸ ποιοῦν καὶ ἀντιπάσχει ἢ οὔ. φησὶν οὗν ὅτι, ἵνα τοῦτο εὕρωμεν, ἴδωμεν ὅπως ἔχουσι τὰ κινοῦντα καὶ κινούμενα· ὡς γὰρ ἄν ἔχωσι ταῦτα, ἀνάγκη ἔχειν καὶ τὰ ποιοῦντα καὶ πάσχοντα. ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν· πᾶν μὲν γὰρ τὸ ποιοῦν καὶ κινεῖ, οὐ πᾶν δὲ τὸ κινοῦν ποιεῖ, εἴ γε ποιεῖν ἐστι τὸ εἰς εἶδός τι καὶ πάθος ἄγειν. εἴρηται δὲ ἐν Κατηγορίαις, ὅτι ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται. ὅσα ἄρα ὑπάρχει τῷ κινοῦντι καὶ κινουμένῳ, καὶ τοῖς ποιοῦσιν ὑπάρξει καὶ πάσχουσιν. ἔστι δὲ τῶν κινούντων τὸ μὲν πρώτως κινοῦν, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς. τὸ μὲν οὖν πρώτως κινοῦν, φησίν, οὐδὲν κωλύει ἐν τῷ κινεῖν ἀκίνητον εἶναι, ἐπ’ ἐνίων δὲ καὶ ἀνάγκαῖον, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς κινοῦν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν. οἷον ἡ ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, ἀλλ’ οὐκ ἀνάγκη ταύτην καθάπαξ ἀκίνητον εἶναι (κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῷ συμμεταβαίνουσα τῷ σώματι καὶ μὴ ἀπολείπουσα αὐτὸ κινούμενον), ἡ μέντοι εἰκὼν ἀκίνητος μένει πρώτως κινοῦσα τὸ ὀρεκτικόν. ὁμοίως δὲ καὶ ἡ λοιδορία κινοῦσα τὸν θυμὸν ἀκίνητος μένει. ταῦτα γὰρ οὐδὲ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν κινοῦνται. τὸ μέντοι ἔμφυτον θερμὸν προσεχῶς κινοῦν τὸ ζῷον, καὶ οἱ μύες ἢ εἴ τινα ἄλλα εἴη μόρια κινητικὰ τοῦ ὅλου ζῴου προσεχῶς, τῷ κινεῖσθαι καὶ αὐτὰ κινεῖ. ἐπεὶ οὖν ταῦτα ὑπάρχει τῷ κινοῦντι, ὑπάρχει δὲ αὐτῷ οὐχ ὡς γένει, οἷον ὡς τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, ἀλλ’ ἀπλῶς <ὡς> καὶ κινοῦντι, ὑπάρχοι ἂν ταῦτα καὶ τῷ ποιοῦντι. οὐ πᾶν ἄρα τὸ ποιοῦν καὶ ἀντιπάσχει, ἀλλὰ τὸ μὲν πρώτως ποιοῦν ἔστι μὲν ὅτε καὶ ἀντιπάσχει, ἔστι δὲ ὅτε οὔ. οἷον ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸν ἄρρωστον, καὶ ἀπλῶς αἱ ἐπιστῆμαι ποιοῦσαι εἰς τοὺς μανθάνοντας πρώτως, αὐταὶ ἀκίνητοι μένουσι. πρώτως δὲ ποιεῖ καὶ τὸ πῦρ εἰς τὸ ὕδωρ, ἀλλ’ ὅμως καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ. τὰ δὲ προσεχῶς ποιοῦντα πάντως καὶ ἀντιπάσχει, οἷον τὸ φάρμακον ποιοῦν εἰς τὸν ἄρρωστον καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ, καὶ ὁ ἐν τῷ βαλανείῳ ἀὴρ προσεχῶς ποιῶν εἰς ἡμάς καὶ ἀντιπάσχει ὑφ’ ἡμῶν, καὶ [*](2 κινεῖν καὶ κινεῖσθαι Ar. (praetcr cod. FH) κινεῖν. διχῶς γὰρ λέγεται καὶ τὸ κινοῦν GT: item a, qui continuat lemma usque ad τοῦτον τὸν τρόπον (p. 824b24) 5 οὔ] ὄν a 6 εἴδωμεν GT 7 τὰ πάσχοντα (G)a 8 πᾶν μὲν γὰρ τὸ κινοῦν καὶ ποιεῖ a 9 εἰς Z: om. cett. 10 Κατηγορίαις] c. 3 p. 1b 10 13 ταῦτα καὶ τοῖς ποιοῦσιν a 13. 14 τὰ μὲν et τὰ δὲ ἐσχάτως R 22 κινοῦνται] κινεῖται a 23 et p. 151,14 μύες R ἄλλων GT 24 τῷ] τὸ R 26 ὡς addidit a 30 πιστῆμαι T αὗται libri 32. 33 τὰ δὲ—αὐτοῦ GRT: om. Za 32 ἄν τι πάσχει GT τὸ R: om. GT 33 τὸν GR: τὸ T)

151
ἵνα συντόμως εἴπω, τῶν ποιούντων ταῦτά ἐστι τὰ ἀντιπάσχοντα ἐν τῷ [*](34v) ποιεῖν, ὅσα ἐν τῇ αὐτῇ ὕλῃ ὑφέστηκε. διὰ τοῦτο ἡ μὲν ἐπιστήμη οὐκ ἀντιπάσχει, οἷον ἡ ἰατρικὴ ὑπὸ τοῦ ἀρρώστου; τὸ φάρμακον δὲ ἀντιπάσχει διότι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ ἔχει τὸ εἶναι, ἡ δὲ νόσος ἐν σώματι τῷ ἐζωωμένῳ, ἀντιδρᾷ δὲ εἰς τὸ φάρμακον, διότι τὸ πρῶτον ὑποκείμενον ἡ ὕλη κοινὴ τῶν σωμάτων ἐστὶν ἀπάντων·

Δοκεῖ δὲ τὴν παραβολὴν τῶν κινούντων πρὸς τὰ ποιοῦντα μὴ ὀρθῶς ποιήσασθαι. ἐπιζητῶν γὰρ ποῖα τῶν ποιούντων ἐν τῷ ποιεῖν ἀντιπάσχει ὑπὸ τῶν πασχόντων, καὶ εἰπὼν ὅτι ὡς ἔχει τὰ κινοῦντα οὕτως ἔχει καὶ τὰ ποιοῦντα, παρήγαγέ τινα ποιοῦντα οὐκ ἐν τῷ κινεῖν ἀντικινούμενα ὑπὸ τῶν κινουμένων, ἀλλ’ ἁπλῶς κινούμενα καὶ αὐτὰ ἐν τῷ κινεῖν καὶ δεόμενα κινήσεως εἰς τὸ κινῆσαι, οὐ μέντοι ἀντικινούμενα <ἐν> τῷ γάρ ἐστι πάντα τὰ προσεχῶς κινοῦντα, οἷον τὸ ἔμφυτον θερμὸν ἢ οἱ μύες, ὁμοίως δὲ καὶ ἡ βακτηρία. οὐ τοῦτο δὲ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ ἐν κινεῖν κινεῖν ἀντικινοῦνται. λέγω οὖν ὅτι εἰ καὶ μὴ πρὸς ἅπαν τὸ παράδειγμα ἔοικεν, ἀλλ’ οὖν τοσοῦτον ἀρκεῖ μόνον, ὅτι ὥσπερ τῶν κινουντων ἔστι τινὰ οὐκ ὄντα ἀκίνητα, οὕτω καὶ τῶν ποιούντων, ὁπότε τὸ τῆς ψυχῆς καὶ σῴζει τὴν ἀναλογίαν· ἡ γὰρ ψυχὴ κινοῦσα ἀντικνεῖται, εἰ καὶ κατὰ συμβεβηκός. ὅλως δὲ ἐπειδὴ ἡ κίνησις οὐχ ὡς γένος εἰς εἴδη διαιρεῖται, ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα οὐ γάρ ἐστιν ἐν μιᾷ. κατηγορίᾳ ἀλλ’ ἐν πλείοσιν, οὐκ ἔστι δὲ τῶν κατηγοριων γένος), διὰ τοῦτο οὐδ’ ἀπαιτητέον καθόλου ὡς ἔχει ἐπὶ κινήσεως οὕτως ἔχειν καὶ ἐπὶ ποιήσεως, ἀλλ’ ἀρκεῖ καὶ εἰ μέχρι τινὸς σῴζεται ἡ ἀνα- λογία.

[*](p. 324a 28)

Καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν.

Τουτέστι τὸ ἔσχατον τῶν κινούντων ἢ ποιούντων οὐ πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κινούμενον ἢ γινόμενον, τουτέστι τὸ προσεχὲς τῳ κινουμένῳ ἢ γινομένῳ, ὥσπερ τῷ ἀρρώστῳ τὸ σιτίον ἢ τὸ φάρμακον· τοῦτο γὰρ ἔσχατον ὡς πρὸς τὸ πάσχον.

[*](p. 324b 6)

Τὴν μὲν γὰρ ὕλην λέγομεν ὁμοίως ὡς εἰπεῖν την αὐτὴν εἶναι τῶν ἀντικειμένων ὁποτερουοῦν, ὥσπερ γένος ὂν.

Τὸ ὡς εἰπεῖν προσέθηκεν, ὅτι ἡ προσεχεστάτη τῶν ἀντικειμένων ὕλη [*](1 ἐστι καὶ τὰ Z 5 ἐζωομένω GT1 12 κινῆσαι] ἀντικινεῖσθαι a ἐν addidi 13 κινούμενα GTa 15 μὴ om. Z 17 ὁπότε] lac. VIII litt. Z 22. κινήσεως—ἐπὶ bis G 23 ἔχειν] ἔχει Z: post ἔχειν ras. XVIII lilt. T ἄρκει κὰν εἰ a σώζηται GT1: σώζοιτο a 25 et 31 lemmata om. a, qui pergit (27) ἔσχατον δέ φησι τῶν κινούντων et (33) τὸ δὲ ὡς εἰπεῖν προσέθηκεν 32 ὁποτέρου οὑν libri 33 προσεσχεστάτη GT1)

152
οὐκ ἔστιν ἀπαραλλάκτως ἡ αὐτή· ἄλως γὰρ δεῖ κεκράσθαι τὰ στοιχεῖα τὰ [*](34v) τὸ λευκὸν χρῶμα δεξόμενα, καὶ ἄλλως τὰ τὸ μέλαν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἶπε δὲ τὴν ὕλην τῶν ἀντικειμένων ὥσπερ γένος εἶναι, διότι ὡς ἓν καὶ τὸ αὐτὸ γένος ἐστὶ τῶν ἐναντίων, οὕτω καὶ μία ὕλη· καὶ ὡς τὰ ἐναντία οὐδὲν διαφέρουσι κατὰ τὸ γένος, οὕτως οὐδὲ κατὰ τὸ ὐποκεί- μενον.

[*](p. 324b 7)

Τὸ δὲ δυνάμενον θερμὸν εἶναι καὶ τὰ ἑξῆς.

᾿Επειδὴ ἡ αὐτή ἐστι τῶν ἀντικειμένων ὕλη, διὰ τοῦτο τὸ δυνάμενον θερμὸν εἶναι (τοῦτο δέ ἐστι τὸ μὴ ὂν μήπω θερμόν, τοῦτο δέ τὸ ψυχρόν), διὰ τὸ ἐν ὕλῃ εἶναι πεφυκυίᾳ καὶ τὸ θερμὸν δέχεσθαι, ὅταν πλησιάσῃ αὐτῷ τὸ θερμαντικόν, θερμαίνεται. καλῶς ἄρα εἴρηται, ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ πέφυκεν εἶναι, ταῦτα ἐν τῷ ποιεῖν ἀντιπάσχειν, διὰ τὸ τὴν ἑκατέρου ὕλην <τὴν> αὐτὴν πεφυκέναι τὸ τοῦ ἀντικειμένου εἶδος δέχεσθαι, τούτου πλησιάζοντος εἰκότως πάσχει ὑπ’ αὐτοῦ.

[*](p. 324b 14)

Τὸ δὲ οὗ ἕνεκα, οὐ ποιητικόν. | διὸ ἡ ὑγίεια οὐ ποιητικόν, εἰ μὴ κατὰ μεταφοράν.

[*](35r)

Κατὰ μεταφορὰν εἶπεν ἀντὶ τοῦ καταχρηστικῶς, ἢ ὅτι ὡς τὸ ποιητικὸν αἴτιον τῷ σώματι παρὸν γίνεται τοῦ ὑγιαίνειν, οὕτω καὶ ἡ ὑγεία. ὅτι δὲ ἡ ὑγεία καὶ ἁπλῶς τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐ ποιητικόν, δι’ ὧν ἐπήγαγε κατεσκεύασε· καὶ γὰρ τοῦ μὲν ποιοῦντος, φησίν, ὅταν ὑπάρχῃ, γίνεταί τι τὸ πάσχον, τῶν δὲ ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἔστιν ἤδη. ὅτι, φησί, τὸ οὗ ἕνεκα οὐκ ἔστι ποιητικόν, δῆλον ἐντεῦθεν. τοῦ μὲν γὰρ ποιητικοῦ παρόντος ἔτι γίνεταί τι τὸ μεταβάλλον, καὶ εἰς τὸ εἶδος ὁδεύει μήπω τελείως αὐτὸ ἀπειληφός (ἕως γὰρ ἄν ποιῇ τὸ οὕπω ἀπείληφε τὸ εἶδος τὸ γινόμενον), τῶν δὲ τελῶν καὶ τῶν ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἤδη ἐστίν· οὐκ ἄρα τὸ οὗ ἕνεκα ποιητικόν. διὰ τοῦτο ἄρα οὐδαμοῦ φαίνεται τὸν θεὸν ποιητικὸν αἴτιον λέγων τοῦ κόσμου. ἐπειδὴ γὰρ τὸ ποιητικὸν τοῦτό φησιν εἶναι, τὸ διὰ ὁδοῦ τινος καὶ γενέσεως ἄγον εἰς τὸ εἶναι τὰ γινόμενα, ὁ δὲ θεὸς οὐκ ἐν χρόνῳ ποιεῖ οὐδὲ ἀτελῆ, διὰ τοῦτο οὐ ποιητικὸν αὐτόν φησιν, ἀλλ’, εἰ ἄρα, [*]( ἀπαραλάκτως GT1Z τὰ alterum om. GTa 2 δεξάμενα Z 3 ὥσπερ om. a 5. 8 ὑποκείμενον. ἐπειδὴ δὲ ἡ αὑτή a 8 τὸ R: om. GTZa 9 εἶναι φησί a μὴ ὃν μήπω] μήπω ὄν a 10 καὶ διὰ τὸ a καὶ om. a ὅταν γὰρ a 11 αὐτὸ GT1: αὐτῇ a 13 ἀντιπάσχει. διὰ γὰρ τὸ a; an deest particula in proximis (ex. gr. τούτου Ε;)? τὴν alterum addidit a 16 ἕνεκα φησιν οὐ a διότι ἡ ὑγεία 18 εἶπεν] δέ φησιν a τὸ om. GT 19. 20 ὑγίεια utrobique a: priore loco R1 20 καὶ τὸ οὗ ἕνεκα καὶ ἁπλῶς τὸ τέλος tr. a 20. 23 ποιητικὸν, ἐδήλωσε δι’ ὦν ἐπήγαγε λέγων, ὅτι δὲ τὸ οὗ ἕνεκα οὐκ ἔστι ποιητικὸν a 21 ὑπάρχει Z 24 ἔτι om. T1 25 μήπω] μὴ GT ἀπειληφὼς libri praeter a 28 τὸν] τὸ R 31 αὐτό GT1)

153
προαγωγὸν αὐτὸν δεῖ καλεῖν. λέγεται δὲ καὶ τελικὸν αἴτιον, διὰ τὸ πρὸς [*](35r) αὐτὸν πάντα ἐπεστράφθαι καὶ αὐτοῦ ἐφίεσθαι.

[*](p. 324b 17)

Τὰ δὲ εἴδη καὶ τέλη ἕξεις τινές.

᾿Επειδὴ εἶπε ‟τῶν ἕξεων”, ἐπεξηγούμενος τίνα εἶπεν ἕξεις προσέθηκεν ὅτι τὰ τέλη καὶ τὰ εἴδη. ἡ δὲ ὕλη παθητικόν· αὕτη γάρ ἐστιν ἡ πάσχουσα καὶ ποιουμένη καὶ μεταβάλλουσα κατὰ τὰ εἴδη. διὰ τοῦτο οὖν φησιν, ὅσα τῶν εἰδῶν ἐν ὕλῃ ἔχει τὸ εἶναι, ταῦτα ἄν πάσχοι, διότι τὸ ὑποκείμενον οὐκ ἀμετάβλητον ἔχει οὐδὲ ἀπαθές· τοιοῦτο δέ ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ ὅμοια. εἰ δέ τινα εἶεν εἴδη χωριστὰ ὄντα τῆς ὕλης, ταῦτα ἂν εἶεν καὶ ἀπαθῆ.

[*](p. 324b22)

Τί μὲν οὖν τὸ ποιεῖν καὶ τὸ πάσχειν.

Ὅτι ποιεῖν ἐστι τὸ εἰς πάθος ἄγειν, πάσχειν δὲ τὸ εἰς πάθος ἄγεσθαι· καὶ ὅτι ποιεῖν ἐστι τὸ ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον, πάσχειν δὲ τὸ ὁμοιοῦθαι τῷ ποιοῦντι. καὶ τίσιν ὑπάρχει. ὅτι τοῖς ἐναντίοις. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ἔχειν δεκτικὴν τῶν ἐναντίων παθῶν. καὶ πῶς. ὅτι προσιόντος τοῦ ποιοῦντος καὶ πλησιάζοντος τῷ πάσχοντι.

[*](p. 324b25)

Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν.

Εἰπὼν τί ἐστι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, νῦν βούλεται εἰπεῖν ποίῳ τρόπῳ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. πρότερον δὲ πάλιν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ διελέγχει τούτους, καὶ οὕτω τὸν ἀληθῆ | τρόπον ἐκτίθεται. οἱ μὲν γάρ, φησί, διὰ πόρων [*](35v) ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὧν ἦν καὶ ὁ ᾿Εμπεδοκλῆς· εἶναι γὰρ πόρους ἐν τοῖς σώμασιν, ἐν οἷς εἰσιὸν τὸ ποιοῦν οὕτω δρᾶν εἰς τὸ πάσχον. οὕτω δὲ καὶ τὸ ὁρᾶν ἔλεγον γίνεσθαι· εἶναι μὲν γὰρ ἐν πᾶσι τοῖς σώμασι πόρους, ἐν δὲ τοῖς διαφανέσι πυκνοτέρους μᾶλλον καὶ κατὰ στοῖχον, δι’ ὧν διιούσας τὰς ὄψεις οὕτω προσβάλλειν τοῖς ὁρατοῖς· ἐν δὲ τοῖς μὴ διαφανέσι σώμασι διὰ τὸ μὴ εἶναι κατὰ στοῖχον τοὺς πόρους μὴ δύνασθαι δι’ ὅλου διιούσας τὰς ὄψεις προσβάλλειν τοῖς ὁρατοῖς. τῷ αὐτῷ δὲ τρόπῳ καὶ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθάνεσθαι, οἷον ἀκούειν [*](1 δεῖ αὐτὸν GT 2 ἐπιστράφθαι GT1 καὶ αὐτοῦ ἐφίεσθαι om. Z 2. 4 ἐφίεσθαι. ἐπειδὴ δὲ εἶπε a 5 ὅλη ᾗ ὕλη Ar. 7 ταῦτα ἀντιπάσχοι Z 10 ἀπαθῆ] πάθη R 10. 12 ἀπαθῆ. εἶτα συμπεραίνων, εἴρηται ἤδη φησὶ, τί ἐστι τὸ ποιεῖν, ὅτι τὸ εἰς πάθος ἄγειν a 11 τὸ alteiitm om. Ar. (praeter cod. H) 17 λέγομεν R 18 τὸ alterum GT 19 τίνα τρόπον a 20 post πάσχειν expuncta καὶ τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα R, ubi πότερον δὲ 23 ὧν ἦν] ὦ νῦν GT ὁ om. a 27 στίχον R1 28 μὴ (ante διαφανέσι) om. Z1)

154
ἢ ὀσφραίνεσθαι, διὰ πόρων διιούσης τῆς ποιότητος τῆς εὐώδους ἢ τοῦ [*](35v) ψόφου. οἱ δὲ περὶ Δημόκριτον καὶ Λεύκιππον διὰ τοῦ κενοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν γίνεσθαι ἔλεγον· κενῷ γὰρ διαλαμβάνεσθαι τὰς ἀτόμους, ἐν ᾧ γινόμενον τὸ ποιοῦν οὕτως ἀλλοιοῦν μετατιθὲν τῇ κινήσει ἢ μετατάττον τὰς ἀτόμους ἢ προστιθέμενον αὔξειν. διαφέρουσι δὲ τοῦ κενοῦ οἱ πόροι, διότι οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον; πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος, οἷον ἀέρος ἤ τινος τοιούτου. ἐπαινεῖ δὲ μᾶλλον τοὺς περὶ Δημόκριτον ᾿Εμπεδοκλέους καὶ τῶν ἄλλων, ὅτι τοιαύτας ἀρχὰς ἐφεῦρον, αἵτινες ἀρκέσουσιν αὐτοῖς πρὸς τὴν πάντων τῶν ἐκ φύσεως γινομένων ἀπόδοσιν. οἱ μὲν γὰρ τοὺς πόρους εἰσάγοντες απεοιοοσαν μὲν εἰ τύχοι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δι’ αὐτῶν τὴν αἰτίαν, ἴσως δὲ καί τινων ἄλλων, οἷον μίξεως ἔλεγον γὰρ διὰ πόρων μίγνυσθαι τὰ σώματα· ὅταν γάρ, φησίν, οὕτως ἔχωσιν οἱ πόροι ὡς σύμμετροι εἶναι δέξασθαι τὸ ἐμμιγνύενον σῶμα, τότε γίνεσθαι μίξιν), κινήσεως μέντοι τὴν αἰτίαν οὐκέτι ἀποδοῦναι ἐδύναντο, ποίῳ τρόπῳ διὰ τῶν πόρων γίνεται τὸ κινεῖσθαι, ἢ αὐξήσεως· εἰσιὸν γὰρ τὸ αὖξον τοὺς μὲν πόρους ἀναπληρώσει, μεῖζον δὲ οὐ ποιήσει. οἱ δὲ περὶ Δημόκριτον, φησί, τοιαύτας ἀρχὰς ἐπενόησαν, αἵτινες ἁρμόσουσιν αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὰς αἰτίας πάντων τῶν φυσικῶς γινομένων, αὗται δέ εἰσι τὰ ἄτομα καὶ τὸ κενόν. προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην * * * <οἱ γὰρ Παρμενίδην,> φησίν, ἀρχὰς ἀφανεῖς καὶ ἀναποδείκτους λαβόντες, δι’ ἐναργῆ καὶ ὁμολογούμενα ἀνελεῖν ἐπεχείρησαν· οἱ δὲ περὶ Δημόκριτον ἀρχὰς ὁμολογουμένας τῇ αἰσθήσει λαβόντες, δι’ αὐτῶν τὰ ἄδηλα κατεσκεύασαν. ὁ μὲν γὰρ Παρμενίδης, θέλων δεῖξαι ὅτι οὐκ ἔστι πλῆθος ἐν τοῖς πράγμασιν οὐδὲ κίνησις, ὅπερ ἦν τῇ αἰσθήσει μάχεσθαι καὶ τὰ ἐναργῆ ἀναιρεῖν, λαμβάνει ὡς ἀξίωμα τὸ μὴ εἶναι κενόν, ὅπερ οὐκ ἔστι τῇ αἰσθήσει ὁμολογούμενον, ἀλλὰ πολλῆς δεόμενον ἀποδείξεως. τοῦτο οὑν λαβών, πρόεισι διὰ συλλογισμοῦ οὕτως· εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι κίνησις· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα ἐστὶ κίνησις. ἔλαβεν οὖν τὸ συνημμένον ὁμολογούμενον, ὅτι κενοῦ μὴ ὄντος οὐκ ἂν εἴη κίνησις (διὰ κενοῦ γὰρ ἄν μόνως τὴν κίνησιν), ὁμοίως δὲ καὶ τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν οὐκ ἔστι κενόν. [*](2 καινοῦ Ζ1 3 τὸ om. Z τοὺς ἀτόμους R 4 ἀλλοιεῖ Z μετατεθὲν R 4. 5 μετατάττων GRT1 5 τοῦ] τὸ R 6. 7 οὐκ—εἶναι om. R πεποροποιεῖσθαι GT1: πεπορωποιεῖσθαι Z 7 πλήρη GT δὲ εἶναι] δεινᾶι a 14 οἱ πόρω GT1 σύμμετρον GT 15. 16 ἀποδοῦναι οὐκέτι εἰδύναντο Z 16 ποίω γὰρ τρόπω a 19 τῶν om. GT 21 ὧν] αἷς a lacunam signavi et partim supplevi: ἐχρήσαντο. οἱ μὲν γάρ supplet a 23 ἐναργεῖ Z: ἐνεργῆ GT1 ὡμολογούμενα GT1 (sim. v. 27. 30. p. 155,1. 2. 8 etc.) ὑπεχείρησαν R 24 δι’ αὐτῶν om. Z τὰ δῆλα GRTZ1 27 ὡς om. a post ὅπερ expuncta ἦν τῆ αἰσθήσει R 28 πολλοῖς a 28. 29 διὰ συλλόγου et p. 155,3 σύλλογον Z 29 οὐκ ἔσται κίνησις GT: item auctor codicis R, ubi solito errore οὐκ ἄρα κίνησις 30 ὡς ὁμολογούμενον a 31 μόνου Z 32 δὲ καὶ ἐπὶ τὴν GT)
155
λαβὼν οὖν ταῦτα ὁμολογούμενα, ἅπερ ἀφανῆ ἐστι καὶ ἀμφίβολα, δι’ αὐτῶν [*](35v) ἀνεῖλε τὸ ὁμολογούμενον, λέγω δὴ τὴν κίνησιν. μᾶλλον δὲ οὕτω δεῖ τὸν συλλογισμὸν εἰπεῖν· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν οὐκ ἔστι κενόν. οὐκ ἔστιν ἄρα κίνησις. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὸ πλῆθος ἀναιρεῖ. εἰ ἔστι γάρ, φησίν, ἐν τοῖς πράγμασι διαίρεσις, ἔστι κενόν (κενῷ γὰρ τὴν διαίρεσιν γίνεσθαι)· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα διαίρεσις. συνεχὲς ἄρα τὸ γᾶν καὶ ἕν. πάλιν οὖν τό τε συνημμένον καὶ τὴν πρόσληψιν ἔλαβεν ὁμολογούμενα ἄδηλα ὄντα, καὶ δι’ αὐτῶν τὰ ὁμολογούμενα ἀνεῖλεν. ὁ μὲν οὖν Παρμενίδης οὕτως τὰ ἐναργῆ ἐκ τῶν ἀφανῶν ἀναιρεῖ, ὁ μέντοι Δημόκριτος ἀρχὰς λαβὼν ἐκ τῆς αἰσθήσεως μαρτυρουμένας, ὅτι διαίρεσις καὶ πλῆθος ἐστὶν ἐν τοῖς πράγμασι καὶ κίνησις, ἐκ τούτων εἰσάγει τὸ κενόν, τὸ ἀφανὲς διὰ τῶν φανερῶν κατασκευάζων. εἰ γὰρ ἔστι διαίρεσις, φησί, καὶ πλῆθος ἐν τοῖς πράγμασιν, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι διαίρεσις καὶ τὸ πλῆθος· ἔστιν ἄρα τὸ κενόν· τὸ μὲν συνημμένον ὡσαύτως λαμβάνων τῷ Παρμενίδῃ, τὴν μέντοι πρόσληψιν οὐκέτι. ὁ μὲν γὰρ ἔλεγεν ῾ἀλλὰ μὴν οὐκ ἔστι κενόν᾿, ὅπερ ἦν ἄδηλον, ὁ δὲ ῾ἀλλὰ μὴν ἔστι πλῆθος καὶ διαίρεσις᾿. ὁμοίως καὶ ἐπὶ κινήσεως· εἰ ἔστι κίνησις, ἔστι κενόν. ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν· κἀνταῦθα τὸ συνημμένον μὲν τὸ αὐτὸ τῷ Παρμενίδῃ λαμβάνων. τὴν πρόσληψιν δὲ οὐκέτι. τῷ αὐτῷ τρόπῳ ὁ Παρμενίδης καὶ τὸ ἄπειρον εἰσῆγεν. εἰ γάρ ἐστι πεπερασμένον τὸ πᾶν, τῷ κενῷ δηλονότι, φησί, περαίνεται· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα τὸ πᾶν πεπερασμένον ἐστί. διὰ ταῦτα ἀποδέχεται τὸν Δημόκριτον, ὡς καὶ τῇ αἰσθήσει ὁμολογουμένας ἀρχὰς εἰληφότα, καὶ τοιαύτας ἐξ αὐτῶν ὑποθέσεις καὶ ἀρχὰς τῶν φυσικῶν πραγμάτων κατασκευάσαντα, δι’ ὧν πάντα ἀποδοῦναι ἠδύνατο τὰ ἐκ φύσεως γινόμενα. p, 324b 26 Εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου. Εἰσιέναι γὰρ τὸ ποιοῦν ἐν τοῖς πόροις καὶ οὕτω ποιεῖν οὐ τὸ πρώτως ποιοῦν, οἷον τὴν ἰατρικήν, ἀλλὰ τὸ προσεχῶς, οἷον τὸ φάρμακον ἢ τὸ σιτίον.

[*](p. 324b31)

Καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον.

Διὰ τοῦτό φησι μᾶλλον ὁρᾶσθαι τὰ ὁρατὰ διὰ τῶν μᾶλλον διαφανῶν, [*](2 λέγω δὲ et οὕτω δὴ τὸν Z 5. 6 κενῷ—γίνεσθαι om. a 6 γίνεσθαι RZ: γενέσθαι GT 8 ἐλάβομεν Z 9 οὕτω a 10 μέντοι] δὲ Z 11 διαιρέσεις GT1 12 τὸ κενὸν om. Z φανερῶν] ἀφανῶν a 12. 13 φησὶ διαίρεσις Z 14 τὸ μὲν RZ: ἀλλὰ τὸ μὲν GT: τὸ μὲν οὖν a 15 μέντοι om. a 17 ὁμοίως δὲ καὶ a 19 δὲ om. a τρόπω καὶ ὁ Z 23 τοιαύτης (G)a 25 εἰδύνατο Z τὰ om. a 25. 27 γινόμενα. περί γε μὴν ᾿Εμπεδοκλέους λέγων, εἰσιέναι φησὶ λέγειν αὑτὸν τὸ ποιοῦν εἰς τοὺς πόρους καὶ οὕτω a 27 ποιεῖν οὐ τὸ πρώτως RZ: ποιεῖ εἰ τὸ πρώτως GT: ποιεῖν· οὐχ ὡς τὸ πρώτως δὲ a, qui mox ἀλλ’ ὡς τὸ προσεχῶς 29. 31 σιτίον. καὶ διατοῦτο δέ φησιν ἔλεγε μᾶλλον ὁρᾶσθαι a 31 τῶν] τὸ a)

156
διότι τὰ μᾶλλον διαφανῆ μᾶλλον ἔχει καὶ πυκνοτέρους καὶ κτὰ στοῖχον [*](35v) τοὺς πόρους.

[*](p. 324b 32)

Οἱ μὲν οὖν ἐπί τινων οὕτω διώρισαν.

Τουτέστιν οὐκ ἐξαρκούσας ἔλαβον ἀρχὰς πρὸς πάντα τὰ φυσικά, ἀλλ’ εἴς τινα μόνον αὐτοῖς ἁρμοζούσας, οἷον εἰς τὸ πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν, ἢ πῶς μίγνυται τὰ μιγνύμενα· οὐκέτι μέντοι πῶς ἡ κίνησις γίνεται ἢ ἡ διαίρεσις ἐκ τούτων ἀποδοῦναι δύνανται, ἢ τῶν λοιπῶν ἕκαστον.

[*](p. 324b35)

῾Οδῷ δὲ μᾶλλον καὶ περὶ πάντων διωρίκασιν Λεύκιππος καὶ Δημόκριτος.

Τουτέστι τοιαύτας διωρίσαντο ἀρχάς, αἵτινες εὐοδήσουσιν αὐτοῖς περὶ τὰς πάντων τῶν γινομένων ἀποδείξεις.

[*](p. 325a 1)

Ἀρχὴν ποιησάμενοι κατάφυσιν ἥπερ ἐστίν.

Διὰ τοῦ|το, φησίν, εὐοδεῖ αὐτοῖς τὰ ἐφεξῆς, ὅτι τοιαύτην ἀρχὴν εἰλήφασιν [*](36r) ἥτις ἔστι τε καὶ ὁμολογεῖται ὑπὸ τῆς φύσεως, λέγω δὴ τὸ εἶναι πλῆθος καὶ κίνησιν ἐν τοῖς πράγμασιν. ἔδοξε γάρ, φησί, τισὶ τῶν ἀρχαίων μήτε εἶναι πλῆθος μήτε κίνησιν, ὅπερ ἦν τῇ ἐναργείᾳ μάχεσθαι. οὐκ ἀνεῖλεν οὖν ὁ Δημόκριτος τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, ἀλλὰ ταύταις ἀρχαῖς ἐχρήσατο.

[*](p. 325a3)

Τὸ μὲν γὰρ κενὸν οὐκ ὄν.

Μόνως γὰρ τὸ πλῆρες ὄν. ζήτησον μὴ δυνατὸν ἐνταῦθα <τὸ> μὲν γὰρ κενὸν οὐκ ὂν λαμβάνειν ἀντὶ τοῦ οὐκ ἔστιν ἐν τοῖς οὖσι τὸ κενόν, ἵν’ ᾖ οὕτως· εἰ μὴ κινηθῆναι δυνατὸν ἄνευ κενοῦ, οὐκ ἔστι δὲ τὸ κενόν, οὐκ ἔστιν ἄρα κίνησις. ἐν δὲ τοῖς περὶ Δημοκρίτου λόγοις ἐφεξῆς οὐκέτι οὕτως δυνατὸν ἐκλαβεῖν λέγεσθαι τὸ κενὸν οὐκ ὄν, ὡς μὴ ὑπάρχον ὅλως, ἀλλὰ μόνως πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους· ὡς γὰρ μὴ ἔχον 2. 4 τοὺς πόρους. οὗτος οὖν φησιν οὐκ ἐξαρκούσας a 3 ἐπί τινων om. Z 4 ἔλαβον Z: ἔλαβεν cett. 5 μόνοις αὐτὰς Z 5. 6 καὶ τὸ πάσχειν Z 6 ἢ (ante κίνησις) corr. T 6. 7 γίνεται ἡ διαίρεσις RT 7 δύναται a 7 10 ἕκαστον. οἱ δὲ περὶ Δημόκριτον φησι τοιαύτας a 8 μάλιστα et ἑνὶ λόγῳ διωρίκασι Ar. (sed v. ἑνὶ λόγῳ omittit cod. E) 10 εὐωδήσουσιν R: εὐοδωήσουσιν a 11 τῶν om. GT 12 lemma om. a et pergit διὰ τοῦτο οὑν φησιν 13 εὐοδεῖ Z: εὐωδεῖ R: εὐοδοῖ GTa 16 ἐνεργεία T 17 ἐνεργείας GT 18. 22 ἐχρήσατο. ἐν τῷ λέγειν δὲ τὸ κενὸν οὐκ ὂν, ἐνταῦθα μὲν ἀντὶ τοῦ οὐ δυνατὸν νοεῖ, δηλονότι μὴ εἶναι ἐν τοῖς οὖσιν ὅλως τὸ κενόν. ἵν’ ἦ a 20 τὸ (ante τὸ) addidi 23 δημόκριτον GT 24 οὕτω a λέγεσθαι] γενέσθαι Z ὑπάρχων Z 25 ἔχον corr. T: ἔχων cett.

157
οὐσίαν τινὰ ὑπετίθετο εἶναι τὸ κενὸν ὁ Δημόκριτος. εἰπὼν δὲ μὴ ὄντος [*](36r) κενοῦ προσέθηκε κεχωρισμένου. εἴρηται γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ κενὸν καὶ ὁ τόπος καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα· κενὸν γὰρ οὐδέν ἐστιν ἢ τόπος ἐστερημένος σώματος, πλῆρες δὲ τόπος πλήρης σώματος, τόπος δὲ κενὸν δεκτικὸν σώματος ἢ διαστημα περιεκτικὸν σώματος.

[*](p. 325a6)

Τοῦτο δὲ οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πὰν.

Ἔτι ὡς ἀπὸ Παρμενίδου ὁ λόγος. τοῦτο δέ φησιν οὐ τὸ εἰρημένον ἤδη, ἀλλὰ λεχθησόμενον. ἐπεὶ γὰρ ἀνεῖλεν ὁ Παρμενίδης, μὴ εἶναι κενὸν ὑποθέμενος, τό τε πλῆθος καὶ τὴν κίνησιν, τῷ μὴ δύνασθαι λέγειν μήτε διαίρεσιν μήτε κίνησιν εἶναι ἄνευ κενοῦ, ὁ δὲ ἀληθὴς λόγος ἔχει ὅτι καὶ κενοῦ μὴ ὄντος οὐδὲν κωλύει καὶ διαίρεσιν εἶναι καὶ κίνησιν, τῶν πραγμάτων διῃρημένων μὲν ἁπτομένων δὲ ἀλλήλων καὶ κενῷ μὴ διειργομένων, τοῦτο ἀναιρῶν ὁ Παρμενίδης φησὶν ὅτι τὸ οὕτως ὑποτίθεσθαι οὐδὲν διαφέρει τοῦ ἄτομα καὶ κενὸν εἰσφέρειν. πότερον γάρ, φησί, τὸ ὂν πάντῃ ἐστὶ διαιρετὸν ἢ οὔ ; εἰ μὲν γὰρ πάντῃ ἐστὶ διαιρετόν, οὐ μόνον πολλὰ οὐκ ἔσται τὰ πράγματα, ἀλλ’ οὐδὲ ἕν (διαιρεθὲν γὰρ πάντῃ οὐδὲν ἔσται λοιπόν, ἀλλὰ μόνον κενόν), εἰ δὲ μὴ πάντῃ διαιρετόν, πεπλασμένῳ τὸ τοιοῦτον ἔοικεν· διὰ τί γὰρ πῇ μέν ἐστι διαιρετὸν πῇ δ’ οὔ; οὕτω δὲ καὶ ἡ τῶν ἀτόμων εἰσκωμάσει δόξα, ᾗτινι ἕπεται καὶ τὸ κενὸν εἶναι.

[*](p. 325a 12)

Ἔτι δὲ ὁμοίως ἀναγκαῖον μὴ εἶναι κίνησιν.

Τῷ αὐτῷ λόγῳ, φησί, δείκνυσι κίνησιν μὴ εἶναι, μήτε τὸ κενὸν εἰσφέρων μήτε κίνησιν εἶναι λέγων ἄνευ κενοῦ.

[*](p. 325a 13)

᾿Εκ μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν.

Μέμφεται τοὺς περὶ Παρμενίδην, ὅτι ἐνόμισαν δεῖν τῇ μὲν ἐναργείᾳ [*](1 ὑποτίθετο T 2 Φυσικῇ] Δ 6 p. 213a 12 sqq. 3 ταῦτά RTZ 4 οὐδὲν ἄλλο ἐστὶν a 6. 11 περιεκτικὸν σώματος. ἐν δὲ τῷ τοῦτο δ’ οὐδὲν διαφέρει, τὸ, τοῦτο οὐ πρὸς τὸ ἤδη εἰρημένον ἀλλὰ πρὸς τὸ λεχθησόμενον ἀναφέρειν δεῖ. ἔτι δέ ὡς ἀπὸ Παρμενίδου τὸν λόγον ποιεῖται. ὑποθέμενος γάρ φησιν ὁ Παρμενίδης μὴ εἶναι κενὸν, ἀνεῖλε τό, τε πλῆθος a, qui V. 15 τοῦτο δὲ ἀναιρῶν 7 τούτου δὲ GT εἴτεαι R1 11 τῳ] τὸ Z: τῶν GT 14 κενῶν R διηργομένων R1: διεργωμένων Z 17 ἡ οὔ;—διαιρετόν om. GT: ἢ οὐ πάντη. εἰ μὲν γὰρ πάντη suppleverat a 21 εἴτινι Z 21. 27 καὶ τὸ κενὸν εἶναι. τῷ δ’ αὐτῷ λόγῳ δείκνυσι φησὶ καὶ κίνησιν μὴ εἶναι, κενὸν μὲν μὴ εἶναι ὑποθέμενος, κίνησιν δὲ ἄνευ κενοῦ μὴ εἶναι λαμβάνων. ἔπειτα μέμφεται a 22 ἔτι δὲ] cf. Ar. codd. ὁμοίως RZ (cf. Ar. cod. E): ὁμοίως φησὶν GT 23 μήτε] μὴ Τ1 27 ἐναργία Z: ἐνεργεία GRT)

158
τῶν πραγμάτων μὴ δεῖν ὅλως προσέχειν, μόνῃ δὲ τῇ τῶν λόγων ἀκολουθίᾳ, [*](36r) ὅπερ πεπονθότες ἓν τὸ πᾶν ἔλεγον εἶναι καὶ ἀκίνητον καὶ ἄπειρον.

[*](p. 325a 17)

Ἔτι δὲ ἐπὶ τῶν λόγων μὲν δοκεῖ ταῦτα συμβαίνειν.

Εἰ δοκεῖ, φησί, συμβαίνειν ταῦτα, λέγω δὴ τὸ εἶναι τὸ πᾶν ἓν καὶ ἄπειρον καὶ ἀκίνητον, ὅσον ἐκ τῆς τῶν λόγων ἀκολουθίας, καὶ πιθανὴ εἶναι ἡ ἐπιχείρησις, ἀλλ’ οὖν ἐπ’ αὐτῶν τῶν πραγμάτων μανίας οὐδὲν διαφέρει τὸ τοιοῦτον, μᾶλλον δὲ καὶ μανίας ἐστὶν ἐπέκεινα. οὐδεὶς γὰρ τῶν μαινομένων πρὸς τὴν αἴσθησιν πεπλάνηται, οὐδὲ τὸ πῦρ νενόμικεν εἶναι ταὐτὸν τῷ κρυστάλλῳ, ἀλλ’ ἡ πλάνη τοῖς μαινομένοις περὶ τὰ καλὰ καὶ μὴ καλά, καὶ συμφέροντα καὶ μὴ συμφέροντα· αἱρεῖται γὰρ διὰ τὴν μανίαν τὸ ἀσύμφορον ἀντὶ τοῦ συμφέροντος. οὗτοι μὲν οὖν τοιοῦτοι. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον, ὁμολογούμενα τῇ αἰσθήσει λέγοντες, οὐκ ἀνεῖλον οὔτε τὸ πλῆθος οὔτε τὴν κίνησιν.

[*](p. 325a 25)

῾Ομολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις.

Τοῖς μὲν οὖν φαινομένοις, φησίν, ὁ Λεύκιππος σύμφωνος ὢν κατὰ τοῦτο, εἶτα δεξάμενος ἐκ τῶν τὸ ἓν εἰσαγόντων καὶ συμφωνήσας αὐτοῖς κατὰ τὸ μὴ εἶναι κίνησιν ἄνευ κενοῦ, καὶ ὅτι τὸ κενὸν οὐκ ὄν ἐστι, τουτέστιν οὐ πλῆρες οὐδὲ οὐσία τις καὶ σύστασις, οὕτω τὰ ἑξῆς κατεσκεύασεν, λέγω δὴ ὅτι ἄτομα ἐστὶ καὶ τὸ κενόν. εἰ γάρ ἐστι πολλὰ τὰ ὄντα καὶ διῃρημένα, διαίρεσιν δὲ ἄνευ κενοῦ γενέσθαι ἀδύνατον, ἔστιν ἄρα κενόν. οὕτω μὲν οὖν τὸ εἶναι κενὸν κατεσκεύασεν, τὸ δὲ ἄτομα εἶναι πάλιν οὕτως· ἔστιν ἕκαστον τῶν ὄντων κυρίως ὄν, ἐν δὲ τῷ ὄντι οὐδέν ἐστιν οὐκ ὄν, οὐδὲν ἄρα ἐν τοῖς οὖσι κενόν (τὸ γὰρ κενὸν οὐκ ὄν)· εἰ οὐδὲν κενὸν ἐν αὐτοῖς, τὴν δὲ διαίρεσιν ἄνευ κενοῦ ἀδύνατον γενέσθαι, ἀδύνατον ἄρα αὐτὰ διαιρεθῆναι.

[*](p. 325a 32)

Ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα.

Τουτέστι διὰ τοῦ κενοῦ· τούτῳ γὰρ ἅπτονται ἀλλήλων. οὐ γὰρ κυρίως τὴν ἁφὴν ἔλεγεν ὁ Δημόκριτος, λέγων ἅπτεσθαι ἀλλήλων τὰς [*](2 ὅπερ πεποιθότες GT: ᾖ τινι πεποιθότες a 3 lemma om. a et pergit ἐδόκει (ad hoc nihil enotatum ex G) γάρ φησι Ἔτι] ἐπεὶ Bekkeri Aristoteles ἐπὶ μὲν τῶν λόγων Ar. (praeter cod. E) 5. 6 καὶ πιθανὴ ἐφαίνετο ἡ 7 ἐστὶν om. GT 9 κρυστάλω GT1Z 10 γὰρ] γὰρ ὁ μαινόμενος F 12 λεύκιππον φησὶ R 14 lemma om. a ταῦτα μὲν RZ: μὲν om. GT 15 μὲν om. (G)a 17 καὶ ὅτι κενὸν R 18 τουτέστιν post οὐ πλῆρες traicit Z 19 δὴ] δὲ GT: δεῖ Z ὅτι τὰ ἄτομα Z τὰ om. T 20 διακρινόμενα GTa 22 ἕκαστον τῶν ὄντων ἔστι tr. a 23 οὐδὲν ἄρα—οὐκ ὄν om. GT: ὥστε οὑδὲ κενὸν suppleverat a 25. 27 διαιρεθῆναι. ἁπτόμενα δ’ ἔλεγε ποιεῖν καὶ πάσχειν, τουτέστι a 28 τὴν κυρίως ἁφὴν a ἀλλήλων ἅπτεσθαι Z, qui mox ἥτις—ἀτόμους om.)

159
ἀτόμους, ἥτις γίνεται τῶν ἐπιφανειῶν ἐφαρμοζουσῶν ἐπ’ ἀλλήλας τῶν 36r ἁπτομένων, ἀλλὰ <τὸ> πλησίον εἶναι ἀλλήλων τὰς ἀτόμους καὶ διεστάναι, τοῦτο ἁφὴν ἐκάλει· κενῷ γὰρ πάντως διείργεσθαι αὐτὰς.

[*](p. 325a34)

Καὶ συντιθέμενα δὲ καὶ (??) γεννᾶν.

Συντιθέμενα, φησίν, ἀλλήλοις τὰ ἄτομα καὶ περιπλεκόμενα τὰ πάθη γεννῶσιν, ὡς πολλάκις εἴρηται. δηλοῖ δὲ διὰ τῆς συνθέσεως αὐτῶν καὶ περιπλοκῆς τὴν θέσιν καὶ τὴν τάξιν.

[*](p. 325a 34)

᾿Εκ δὲ τοῦ κατὰ ἀλήθειαν ἑνὸς οὐκ ἄν γενέσθαι πλῆθος.

Οὔτε, φησί, τὸ κυρίως ἓν πλῆθος ἄν ποιήσοι, τοὐ μὲν πλήθους κατὰ διαίρεσιν γινομένου τῆς δὲ διαιρέσεως διὰ τοῦ κενοῦ (τὸ οὖν ἓν οὐκ ἔχον ἐν ἑαυτῷ κενὸν οὐκ ἂν διαιρεθείη), οὕτε ἐκ τῶν κατ᾿ ἀλήθειαν πολλῶν ἓν οὐκ ἄν γένοιτο· οὐδὲ γὰρ δύνανται συγκριθῆναι αἱ ἄτομοι κενῷ διειργόμεναι καὶ ἑνωθῆναι μὴ δυνάμεναι.

[*](p. 325b5)

Σχεδὸν δὲ καὶ ᾿Εμπεδοκλεπῖ ἀναγκαῖον λέγειν, ὥσπερ καὶ Λεύκιππός φησιν. |

Περιάγεται, φησίν, ἡ Ἐμπεδοκλέους δόξα εἰς τὴν Δημοκρίτειον, ὅσον [*](36v) ἐξ ὧν ὑποτίθεται ὁ ’Eμπεδοκλλͅς ἀνάγκη αὐτὸν ἄτομα εἰσάγειν σώματα· εἰ γὰρ διὰ πόρων ὑποτίθεται τὸ ποιεῖν καὶ πάσχειν, ἀνάγκη πᾶσα εἰσιόντος εἰς τοὺς πόρους τοῦ ποιοῦντος τὰ περιέχοντα τοὺς πόρους σώματα ἀπαθῆ εἶναι καὶ ἀδιαίρετα. εἰ γὰρ πάσχοιεν, ἐπειδὴ τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐκ ἄλλως ἢ διὰ πόρων φησὶ γίνεσθαι, ἀνάγκη κἀκεῖνα πόρους ἔχειν, καὶ πάλιν τὰ σώματα τὰ περιέχοντα τοὺς πόρους ἐκείνους. ὥστε ἢ τὸ ὅλον πόρος ἔσται, ἢ εἰ τοῦτο ἀδύνατον, ἀνάγκη εἶναί τινα ἔσχατα ἀπαθῆ καὶ ἀδιαίρετα σώματα. καὶ τοῦτο δὲ καὶ ὁ Δημόκριτος ἔλεγεν. ὥστε τὰ αὐτὰ ὁ Ἐμπεδοκλῆς Δημοκρίτῳ καὶ Λευκίππῳ ὅσον ἐκ τῶν ἰδίων ὐποθέσεων λέγειν ἀναγκασθήσεται.

[*](2 τὸ addidit a 4 ἀλλὰ καὶ pro lemmate a 5 τὰ (ante πάθη) om. GTa 7 θέσιν] σύνθεσιν R 7. 9 τάξιν. ἀλλὰ καὶ ἐκ τοῦ κατὰ ἀλήθειαν καὶ κυρίως φησὶν ἑνὸς πλῆθος οὐκ ἂν γένοιτο, τοῦ μὲν πλήθους a 9 ποιήσοι R: ποιήσει T1Z: ποιήση G et corr. T 10 γενομένου TZ1 11 ἔχων a οὔτε] ἀλλ’ οὐδ’ αὖ a 12 γένηται Z: γένοιτ’ ἄν ἓν (om. οὐκ) a δύναται GT αἱ om. GT 13 διειργόμενα a 16 δημοκρίτιον Z: Δημοκρίτου a 16 ὅσον] νόσον R: om. (G)a 17 ἐξ ὧν γὰρ a 18 εἰσιόντα GTa 19 τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος a 23 εἰ om. Z 24 καὶ (ante τοῦτο) recte om. Fa 25 ὁ Ra: om. Z: καὶ ὁ GT 26. p. 160,3 ἀναγκασθήσεται. τοῦτο δὴ αἰνίττεται λέγων, εἶναι γὰρ ἄττα στερεά. ἤγουν ἀναγκαῖον τῷ Ἐμπεδοκλεῖ λέγειν a)
160
[*](p. 325b6)

Eἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ,. εἰ μὴ πάντῃ [*](36v) πόροι συνεχεῖς εἰσι. τοῦτο δὲ ἀδύνατον.

᾿Αναγκαῖον, φησί, τῷ Ἐμπεδοκλεῖ λέγειν εἶναί τινα στερεὰ καὶ ἀδιαί- ρετα, διὰ τὸ μὴ εἶναι πάντῃ τοῦ σώματος πόρους συνεχεῖς. τοῦτο γὰρ ἀδύνατον· πόρος γὰρ ἄν εἴη τὸ πᾶν σῶμα καὶ κενόν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀνάγκη τὰ μὲν ἁπτόμενα μόρια τοῦ σώματος στερεὰ εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς Ἐμπεδοκλῆς πόρους ἐκάλεσεν. τὰ αὐτὰ δὲ καὶ οἱ περὶ Λεύκιππον ὑπετίθεντο, τὰ μὲν ἄτομα ἅπτεσθαι ἀλλήλων, διαλαμβάνεσθαι δὲ τῷ κενῷ, δι’ οὗ τὸ ποιεῖν καὶ πάσχειν γίνεται, πλὴν ὅτι τὴν ἁφὴν οἱ περὶ Λεύκιππον οὐ κυρίως ἔλεγον, ὡς εἴρηται ἀνωτέρω.

[*](p. 325b 12)

Οἱ μὲν οὖν τρόποι καθ᾿ οὓς τὰ μὲν τοιεῖ τὰ δὲ πάσχει, σχεδὸν οὗτοι λέγονται.

᾿Εκθέμενος τοὺς τρόπους, καθ’ οὗς ὅ τε ’Eμπεδοκλλͅς καὶ οἱ περὶ Δημόκριτον ὑπετίθεντο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐν τούτοις ἀποδέχεται μᾶλλον τοὺς περὶ Δημόκριτον, ὅπερ ἤδη ἐποίησεν, ὡς ἀρχὰς τοιαύτας ὑποθεμένους, αἵτινες αὐτοῖς ἤρκεσαν καὶ πρὸς γένεσιν καὶ φθορὰν καὶ πρὸς ἀλλοίωσιν καὶ πρὸς τὰς ἄλλας φυσικὰς μεταβολάς, Ἐμπεδοκλέους μὴ δυναμένου διὰ τῶν οἰκείων ἀρχῶν πάντων τοὺς λόγους ἀποδοῦναι. πρῶτον μὲν γὰρ ἀπαθῆ λέγων τὰ τέσσαρα στοιχεῖα καὶ εἰδοποιοὺς αὐτῶν εἶναι διαφορὰς τὰ πάθη, ἀλλοίωσιν σῴζειν οὐ δύναται· γένεσιν δὲ τῶν μὲν συνθέτων τῇ συγκρίσει τῶν στοιχείων εἶναι λέγει, αὐτῶν δὲ τῶν στοιχείων γένεσιν οὐκέτι λέγειν δύναται, μὴ ὑποτιθέμενος καὶ αὐτῶν τούτων ἁπλούστερα στοιχεῖα· ὁρῶνται δὲ τὰ στοιχεῖα φθειρόμενα καὶ γινόμενα. οἱ μέντοι περὶ Δημόκριτον καὶ αὐτοὶ λέγοντες τὰ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων ἔχειν τὴν γένεσιν, καὶ αὐτῶν τῶν στοιχείων τὸν λόγον τῆς γενέσεως ἐκ τῶν οἰκείων ἀποδιδόασι· γίνεσθαι γὰρ αὐτὰ καὶ φθείρεσθαι τῇ τῶν ἀτόμων συγκρίσει καὶ διακρίσει. καὶ τὴν ἀλλοίωσιν δὲ ἔσῳζον τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων· μὴ γὰρ ἀποτιθέμενοι τὰ πάθη ἐν ταῖς ἀτόμοις, ἀλλ’ ἀπαθεῖς αὐτὰς εἶναι λέγοντες, τῇ θέσει αὐτῶν καὶ τῇ τάξει τὰ πάθη γίνεσθαι δοκεῖν ἔλεγον. ὁ μέντοι [*](1 ἄττα] αὐτὰ τὰ GRTZ 6. 7 εἶναι καὶ ἀδιαίρετα a 7 οὑς] ἅπερ ὁ a 7. 8 τὰ αὐτὰ RZ: τοιαῦτα GTa 10. 11 οὐ κυρίως εἰρήκασιν, cos ἔλεγον ἔλεγεν a) ἀνωτέρω GTa 12 lemma καὶ περὶ μὲν τούτων—καὶ αἱ διακρίσει (p. 325b13—30) a, superius lemma (p. 159,14) usque ad λέγονται (p. 325b 13) continuaverat τὰ μὲν GT: τἄ RZ 14 ἐκθεμένους GT1 16 ὡς RZ: εἰς GT: ὅπερ—ὡς om. et τοιαύτας ἀρχὰς traicit a 20. 21 διαφορὰς εἶναι Z 21 δύνανται R 24 ὁρῶντα Z 27 ἐκ τῶν] αὐτῶν Z 28 συγκράσει Z 29 τῇ alterum om. Z 29. 30 ὑποτιθέμενοι Z 30 ἀπαθεῖς αὐτὰ λέγοντες Z)

161
Ἐμπεδοκλῆς ἐν τοῖς στοιχείοις ἐναποτιθέμενος τὰ πάθη καὶ ἀμετάβλητα [*](36v) αὐτὰ εἶναι λέγων, ἀλλοίωσιν σώζειν οὐ δύναται.

Σχεδὸν οὗτοι λέγονται. παρὰ τῶν ἀρχαιοτέρων δηλονότι. εἰσὶ δὲ τρόποι δύο, ὅ τε διὰ τῶν πόρων καὶ ὁ διὰ τοῦ κενοῦ.

[*](p. 325b 13)

Καὶ περὶ μὲν τούτων.

Τῶν περὶ Λεύκιππον καὶ Δημόκριτον. δῆλον δὲ ἐκ τῶν ἐφεξῆς.

[*](p. 325b 14)

Καὶ πρὸς τὰς αὐτῶν θέσεις αἶς χρῶνται σχεδὸν ὁμολογουμένως φαίνεται συμβαὶνον.

᾿Ακόλουθα, φησί, καὶ συμβαίνοντα ταῖς ἀρχαῖς αὑτῶν τὰ ἐφεξῆς εἰρήκασιν, ἐν οἷς καὶ τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον.

[*](p. 325b 15)

Τοῖς δὲ ἄλλοις ἧττον.

Τοῖς περὶ Ἐμπεδοκλέα, φησίν, ἧττον ἀκόλουθα καὶ συμβαίνοντα ταῖς ἀρχαῖς τὰ ἐφεξῆς, λέγω δὲ τὰ περὶ γενέσεως καὶ φθορᾶς καὶ ἀλλοιώσεως καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν.

[*](p. 325b 17)

Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων.

Τοῖς περὶ Δημόκριτον, φησί, τὰ πρῶτα σώματα, ἐξ ὧν γίνεται πάντα πρώτων καὶ εἰς <ἅ> ἔσχατα διαλύονται, τὰ ἀδιαίρετά ἐστι· εἰς καὶ ἡ τῶν τεσσάρων στοιχείων ἀνάλυσις. τῷ δὲ Ἐμπεδοκλεῖ τὰ μὲν ἄλλα, τουτέστι τὰ σύνθετα, μέχρι τῶν τεσσάρων στοιχείων ἔχει τὴν ἀνάλυσιν· πρῶτα γὰρ στοιχεῖά εἰσιν αὐτῷ τὰ τέσσαρα. καὶ διὰ τοῦτο τῶν συνθέτων τῆς γενέσεως ἔχοι ἂν λόγον τὴν τῶν στοιχείων σύγκρισιν, τίνα δὲ τρόπον καὶ αὐτὰ τὰ στοιχεῖα γίνεται καὶ φθείρεται οὐκ ἔχει λέγειν, μὴ λέγων καὶ αὐτῶν τῶν τεσσάρων στοιχείων ἁπλούστερά τινα στοιχεῖα. τὸ δὲ σωρευόμενον μέγεθος τοῦτό ἐστι, τὸ ἐκ τῆς γενέσεως αὐτῶν σωρευόμενον, οἷον ὕδωρ ἢ ἀὴρ ἢ πῦρ, ἅπερ ἐν τῇ γενέσει αὐτῶν κατὰ | [*](2 εἶναι om. a δύνανται Z 3. 4 σχεδὸν οὖν φησιν οἱ παρὰ τῶν ἀρχαιοτέρων λεχ‘θέντες τρόποι οὔτοι οἱ δύο εἰσίν. ὅ, τε a 4 ὁ om. GT 5. 12 καὶ περὶ μὲν τούτων φησὶ τῶν περὶ Λεύκιππον δηλονότι καὶ Δημόκριτον. δῆλον δὲ τοῦτο ἐκ τῶν ἐφεξῆς, καὶ πως ἤγουν τρόπω λέγουσι, δῆλον. ἀλλὰ καὶ πρὸς τὰς θέσεις αὐτῶν φησιν, αἷς—συμβαῖνον. δηλονότι ἀκόλουθα καὶ συμβαίνοντα—εἰρήκασι τά τε ἄλλα καὶ τὸν—λόγον. τοῖς δὲ περὶ ᾿Εμπεδοκλέα a 7 ὑποθέσεις GT 9 αὐτῶν libri 13 λέγω δὴ a 15 lemma om. hic a, qui pergit τοῖς μὲν γὰρ περὶ Δημόκριτον 16. 17 ἐξ ὢν γὰρ πρῶτον πάντα Z 17 ἅ addidit a ἀναλύονται a τὰ om. a διαιρετὰ GT 17. 18 καὶ εἰς ταῦτα καὶ et ἀνάλυσις γίνεται a 19 μέρϊ R 20 ἐστιν GT: αὐτῶ εἰσιν traicit Z 21 συγχώρησιν Z 24. 25 et p. 162,1 σορευόμενον utrobique et σορεύεται GT1 24 τουτέστι libri)

162
μικρὸν σωρεύεται καὶ αὔξεται, ὡς τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ, ἢ ὁ ἐκ τοὐ [*](37r) ἐξατμιζομένου ὕδατος ἀήρ, ἢ τὸ ἐκ τῆς φλογουμένης ὕλης πῦρ.

[*](p. 325b 24)

Ομοίως καὶ τῶν ἄλλων ἁπάντων.

Ὕδατος δηλονότι καὶ ἀέρος καὶ γῆς.

[*](p. 325b 24)

Ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν ὁ Πλατῶν.

Καὶ γὰρ τῶν τεσσάρων στοιχείων ὁ Πλάτων στοιχεῖα εἶναί φησι τὰ ἐπίπεδα, ταῦτα δέ ἐστι τρίγωνα ἰσόπλευρα καὶ ὀρθογώνια. τὴν δὲ πυραμέδα οὐ στοιχεῖον πυρὸς ἔλεγεν ἀλλὰ σπέρμα, ὁμοίως καὶ τῆς γῆς τὸν κύβον καὶ τῶν ἄλλων ὁμοίως, ὕδατος μὲν τὸ ὀκτάεδρον, ἀέρος δὲ τὸ εἰκοσάεδρον· τὸ γὰρ δωδεκάεδρον τῷ παντὶ κόσμῳ ἀφώρισεν. τὰ δὲ τρίγωνα τουτέστι τὰ πρῶτα στοιχεῖα, ἀδιαίρετα ἔλεγεν· οὐκέτι γὰρ διαιρεῖσθαι ταῦτα εἰς ἕτερα ἀρχοειδέστερα. ἡ οὖν Πλάτωνος, φησί, δόξα τῆς Λευκίππου καὶ Δημοκρίτου ταύτῃ διαφέρει, ὅτι οἱ μὲν περὶ Λεύκιππον τὰ ἀδιαίρετα, ἃ καὶ πρῶτα στοιχεῖα ἐποίουν, στερεὰ εἶναι ἔλεγον, Πλατῶν δὲ τὰ ἀδιαίρετα, ἐπίπεδα· καὶ ὁ μὲν Δημόκριτος ἀπείροις σχήμασιν ἐσχηματίσθαι ἔλεγε τὰς ἀτόμους, ὁ δὲ Πλατῶν ὡρισμένοις, μᾶλλον δὲ ἑνί. τρίγωνα γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα, τὰ δὲ πρώτως ἐκ τῶν στοιχείων ὡρισμένοις ὡρίσθαι σχήμασι (πέντε γάρ), πυραμίδι κύβῳ ὀκταέδρῳ καέδρῳ εικοσαεορῳ.

[*](p. 325b 27)

Καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερέων ἕκαστον.

Οὐ τοῦτο λέγει, ὅτι ἑκάστη ἄτομος ἄπειρα σχήματα ἔχει (ἓν ἑκάστη εἶχεν), ἀλλ’ ὅτι αἱ ἄτομοι ἄπειρα σχήματα εἶχον μεριζόμενα καθ’ ἑκάστην. ἢ ἀντιστρόφως νοητέον· καὶ ὁ μὲν τῶν σχημάτων ἕκαστον ἀπείροις ἀδιαιρέτοις ὡρίσθαι, τουτέστιν ἕκαστον σχῆμα ἐν ἀπείροις ἐστὶν ἀτόμοις, οἷον τὸ σφαιρικὸν τὸ κυβικὸν καὶ τῶν ἀλῶν ἕκαστον, ὥστε καὶ τὰ σχήματα ἄπειρα εἶναι καὶ τὰ ὑφ’ ἕκαστον σχῆμα ἄτομα.

[*](1 ὡς] ὥστε T ὁ Ra: τὸ Z: ὅτι GT ἐκ (post ὁ) om. R 3 ὁμοίως δὲ καὶ περὶ τῆς γῆς. μὴ λέγοντι οὖν φησι πυρὸς στοιχεῖα μὴ δὲ τῶν ἄλλων ἁπάντων a ὁμοίως δὲ καὶ Ar. 4. 6 καὶ γῆς, οὐχ οἷόν τε ἀποδοῦναι τὴν γένεσιν αὐτῶν. δι’ ὃ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ τῶν τεσσάρων στοιχείων στοιχεῖα a 5 ὁ om. Arist. 7 εἰσι R ὀρθογόνια a 8 εἶναι ἔλεγεν Z 9 ἄλλων ὁμοίων ὕδατος (G)a 15 τὰ διαιρέτα β GT 18. 19 εἰκ(??)σαέδρῳ. δωδεκαέδρῳ (sic!) Z 20 lemma om. hic a 22 λέγει RZ: φησιν GT: δέ φησιν a ἔχει] εἶχεν Z 23 εἶχον] ἔσχον a 24. 26 νοητέον. ἀπείροις ὡρίσθαι σχήμασιν ἕκαστον τῶν στερεῶν. ἀντὶ τοῦ ἕκαστον σχῆμα ἐν ἀπείροις στερεοῖς τουτέστιν ἀτόμοις ὡρίσθαι. οἷον a 25 ἐστὶν] ἐστὶν ἀδιαιρέτοις Z: εἶναι F 27 εἶναι] ἐστι Z 27. p. 163,3 ἄτομα. τὸ δὲ ὡρίσθαι, ἀντὶ τοῦ a)
163
[*](p. 325b28)

᾿Επεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα 37r σχήμασιν.

Τὸ ὡρισμένα ἐνταῦθα ἀντὶ τοῦ περιγεγραμμένα ἕκαστον τῶν ὑπό τινος σχήματος.

[*](p. 325b 30)

Λευκίππῳ μὲν δύο τρόποι ἄν εἶεν, διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς· ταύτῃ γὰρ ἀδιαίρετον ἕκαστον.

Δοκεῖ διὰ τούτων ἐναντιοῦσθαι τοῖς ἀνωτέρω εἰρημένοις αὐτῷ. φησὶ γὰρ ἐν ἐκείνοις τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως καὶ γενέσεως καὶ φθορᾶς καὶ τῶν ἄλλων μεταβολῶν· νῦν δέ φησι δύο τρόπους εἶναι γενέσεως, τὸν διὰ τοῦ κενοῦ καὶ τὸν διὰ τῆς ἁφῆς. ἔοικεν οὖν ἐνταῦθα κοινότερον τὴν γένεσιν εἰρηκέναι, ἐπί τε τῆς ὄντως γενέσεως, λέγω δὲ τῆς τῶν οὐσιῶν, καὶ ἐπὶ τῆς τῶν συμβεβηκότων, καὶ τὸν μὲν ἕτερον τρόπον, τὸν διὰ τοῦ κενοῦ, τῆς γενέσεως εἶναι, τὸν δὲ διὰ τῆς ἁφῆς τῆς ἀλλοιώσεως· ἁπτόμεναι γὰρ ἀλλήλων αἱ ἄτομοι καὶ προσκρούουσαι ἀλλήλαις μετατίθενται καὶ μετατάττονται, καὶ οὕτω τὴν ἀλλοίωσιν ποιοῦσιν, ἅπτονται δὲ δηλονότι διὰ τοῦ κενοῦ. ὥστε οὐκ ἐναντία ταῦτα ἐκείνοις. δύναται δὲ τὸ δύο τρόποι μὴ κατ’ ἄλλον καὶ ἄλλον τρόπον λέγειν γίνεσθαι τὴν γένεσιν, ποτὲ μὲν τούτῳ ποτὲ δὲ τούτῳ, ἀλλ’ ἑκάστην γένεσιν διὰ τῶν δύο τρόπων, καὶ δεῖσθαι ἕκαστον τῶν γινομένων τῶν δύο τρόπων ἵνα γένηται, τοῦ τε κενοῦ φημι καὶ τῆς ἁφῆς· διὰ γὰρ τοῦ κενοῦ καὶ ἡ ἁφὴ γίνεται, κἄν τὴν κυρίως εἴπῃς ἁφήν, κἀν τὴν οἷον πλησίασιν. ἀμέλει καὶ ἀνωτέρω κοινῶς τὸ ποιεῖν καὶ πάσχειν διὰ τῆς ἁφῆς εἶπε γίνεσθαι, φησὶ δὲ οὕτως· “καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν· ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα.” ποιεῖ δὲ καὶ πάσχει δηλονότι οὐ μόνον τὰ ἀλλοιούμενα, ἀλλὰ καὶ τὰ γινόμενα. οὕτως οὖν τῷ μὲν Δημοκρίτῳ, φησί, δύο τρόποι γενέσεως εἰσι, Πλάτωνι δὲ εἷς, ὁ διὰ τῆς ἁφῆς. οὔ φησι γὰρ εἶναι κενὸν ὁ Πλατῶν, ἀλλὰ τὰ μὲν ἐπίπεδα, ἁπτόμενα ἀλλήλων κατὰ τὸ κυρίως τῆς ἁφῆς σημαινόμενον, ποιεῖν τὰς [*](2 σχήματα Z 3 ὡρισμένον GT περιγεγραμμένον GT: περιγεγράφθαι a στερεῶν] στοιχείων Z 6 διαιρετὸν a Arist. (praeter cod. Η) 7 τοῦτο Z 9 γινομένοις RZ τῆς διαλύσεως] τῆς φθορᾶς καὶ τῆς διαλύσεως Z ὁμοίως—γενέσεως om. GTa 10 τῆς φθορᾶς GTa 11 τὸν alterum om. Z 12 ὄντος GT 13 τῆς om. GT καὶ τὸν] καὶ τοῦ GT1 14 κινοῦ a 17 ἐν ἐκείνοις GT: τοῖς ἐν ἐκείνοις a 18 τὸ] τὰ GT 19 τοῦτο utrobique Z 20 post prius δύο addit τούτων a κα̣ὶ δεῖσθαι—τρόπων om. GT: haec et proxima ἵνα γένηται om. a, qui eorum loco γίνεσθαι iuseruit et, mox τε delevit 21 φημι om. Z(?) 22 εἴποις GT 22. 23 ἀνωτέρω p. 325a31 24 οὕτω a γένεσιν] γίνεσθαι GT 27 πλατῶν GRT)

164
πυραμίδας ἢ τοὺς κύβους καὶ τὰ λοιπὰ στερεὰ τῶν σχημάτων, ταῦτα δὲ [*](37r) πάλιν ἁπτόμενα ἀλλήλων ποιεῖν τὰ στοιχεῖα.

[*](p. 325b 33)

Περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις.

Ἀνεῖλε γὰρ αὐτὰ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τούτῳ μέντοι λόγῳ, ὅτι ἄλογόν τε μέχρις ἐπιπέδων ἀναλύειν (τῷ γὰρ αὐτῷ λόγῳ μέχρι σημείων ἔσται ἡ ἀνάλυσις) καὶ ὅσα ἄλλα εἴρηται. p. 325b 34 Περὶ δὲ τῶν ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν.

Ἡ τῶν ἀτόμων σωμάτων ἀνασκευὴ εἴρηται μὲν αὐτῷ καὶ ἰδίᾳ ἐν τῷ Περὶ ἀδιαιρέτων μεγεθῶν βιβλίῳ, εἴρηται δὲ αὐτῷ καὶ ἐν τῇ Περὶ οὐρανοῦ. δεῖ δὲ ἡμᾶς εἰπεῖν διὰ πόσων καὶ ποίων ἐπιχειρημάτων ἐν τῇ Περὶ οὐρανοῦ τὴν ἀνασκευὴν ἐποιήσατο αὐτῶν. ἐν μὲν οὖν τῷ τρίτῳ λόγῳ ἕξ τινα τίθησιν ἐπιχειρήματα, ἐν δὲ τῷ τετάρτῳ ἓν ἁρμόζον τῇ περὶ τοῦ βαρέος καὶ κούφου θεωρίᾳ. ἔστιν οὖν τὸ μὲν πρῶτον τῶν ἐπιχειρημάτων, ὅτι οὐ πρεπούσας ἐπιστήμονι ἀρχὰς ὑποτίθενται οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, ἀπείρους αὐτὰς εἶναι λέγοντες· τὸ γὰρ ἄπειρον τῇ ἑαυτοῦ φύσει ἄγνωστον, ἡ δὲ ἐπιστήμη ὡρισμένων ἐστὶ καὶ ὡρισμένη γνῶσις. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐ πρὸς τὸ ἀδιαίρετον τῶν ἀτόμων, ἀλλὰ πρὸς τὸ ἄπειρον εἴρηται. δεύτερον ὅτι ἀναιροῦσιν οἱ ταῦτα λέγοντες τὰς ἀκριβεστάτας τῶν ἐπιστημῶν, τὰς μαθηματικὰς λέγω. ἐκεῖνοι γὰρ τᾶν μέγεθος καὶ τὸ κατ’ ἐπίνοιαν λαμβανόμενον διαιροῦσι δίχα, οὗτοι δὲ οὐδὲ τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν ἀτόμων συγκείμενον δίχα διαιρεθῆναι οὐ δύναται. ὥστε μάχονται ταῖς ἀκριβεστάταις τῶν ἐπιστημῶν. τρίτον ὅτι ἀναιροῦσι τὴν συναίσθησιν καὶ τὰ πάθη. ὡς γὰρ εἴρηται πολλάκις, ὅταν κεντήσῃ τὸ σῶμα βελόνη τις, ἀνάγκη πᾶσα ἢ ἐν τῷ κενῷ χωρῆσαι αὐτὴν ἢ τῆς ἀτόμου * * * ἅψεται, [*](2 στοιχεῖα RZ: σχήματα GT: σώματα a 3. 7 Περὶ μὲν—εἴρηται] προτέρους δὲ λόγους τοὺς περὶ οὐρανοῦ φησι, ἀντεῖπε γὰρ ἐν ἐκείνοις Πλάτωνι τὰ ἐπίπεδα ἀρχὰς λέγοντι a 3 καὶ περὶ μὲν Ar. 5 τῇ] τῶ GT1 Περὶ οὐρανοῦ] v. ad p. 25,11 ἐν τούτῳ κτλ.] De gen. Α2 p. 315b31 (cum Philop. comm. p. 25,31sqq.) 6.7 καὶ μέχρι σημείων RZ: ὅτι ἄλογόν ἄλλογόν G) τε μέχρις ἐπιπέδων GT 9 θωρῆσαι a τονῦν GRTa: τὰ νῦν Z 11 περὶ τῶν RT βυβλίῳ a αὐτῷ om. Z 12. 13 τὴν ἀνασκευὴν αὐτῶν ἐν τῆ περὶ οὐρανοῦ ἐποιήσατο Z 12 Περὶ Οὐρανοῦ Γ 1. Δ 2 14 τετάρτῳ ἐναρμόζον R ἓν om. Τ1 14. 15 κούφου καὶ βαρέως Z 18 ὡρισμένων RZ: ὡρισμένῳ GT: ὡρισμένου a 20 δεύτερον δὲ ὅτι Z ἀκριβεστάτων Ζ 21 ἐπίννοιαν GT1 22. 23 οὐδὲ τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν ἀτόμων ἀτόμων om. R) συγκείμενον δίχα διαιρεθῆναι οὐ δύναται δύνανται Z, si recte enot.) RZ: τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν ἀτόμων συγκειμένων δίχα. οὗτοι δὲ οὐδὲ τὸ φυσικὸν οὐ δύνανται GT: τὸ φυσικὸν οὐ διαιροῦσιν a 25 βολόνη T: βελώνη Z 26 χωρίσαι et ἢ εἰ τῆς Z lacuuam signavi: ἅψασθαι. εἰ μὲν οὑν ἐν τῷ κενῷ χωρήσει, οὐκ αἰσθήσεται. ἢν (sic) δέ τῆς ἀτόμου suppl. a ἅψηται GTa)

165
διὰ τὸ ἀπαθῆ εἶναι πάλιν οὐκ αἰσθήσεται. ὥστε ἀνῄρηται ἡ αἴσθησις καὶ [*](37r) οὐδὲν ἔσται αἰσθητόν. εἰ γὰρ τὸ αἰσθάνεσθαι τῷ πάσχειν τι ὑπὸ τῶν | αἰσθητῶν τὴν αἴσθησιν λέγεται, οὐκ ἔστι δὲ συναίσθησις οὐδὲ πάθος, [*](37v) οὐδ’ ἄρα αἰσθητόν τι ἂν εἴη κυρίως.. εἰ δέ τις εἴποι ὅτι φύσει οὐδέν ἐστιν αἰσθητόν, θέσει δὲ καὶ τῇ πρὸς τὰς αἰσθήσεις ποιᾷ σχέσει (τῷ γὰρ τοίως ἢ τοίως προσβάλλειν τὰς ἀτόμους, ταύτῃ εἶναι δοκεῖν τὰ αἰσθητά), ἴστω ἐληλεγμένον τὸν λόγον τοῦτον ἱκανῶς ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. τέταρτον ὅτι ἀναιροῦσι συνέχειαν καὶ διαίρεσιν· οὐδὲν γὰρ ἔσται συνεχὲς καὶ διὰ τοῦτο οὐδὲ διαιρετόν. καίτοι ὅτι ἐστὶ συνεχῆ τὰ σώματα, δῆλον ἐξ ὧν ἑνὸς μορίου πάσχοντος ἀχρόνως σχεδὸν τὸ ὅλον συναισθάνεται σῶμα τοῦ πάθους κατὰ συνέχειαν διαβαίνοντος. εἰ δὲ μὴ ἦν τὸ σῶμα συνεχές, πῶς ἂν ἔμελλεν ἑνὸς μορίου πάσχοντος, οἷον ποδὸς προσπταίσαντος, ἡ συναίσθησις κατὰ τὸ συνεχὲς διήκειν εἰς τὸ ὅλον; οὐδὲ γὰρ εἰ ἱστάμεθα δέκα ἐφεξῆς, εἶτα πληγῇ εἷς, γίνεται εἰς τοὺς λοιποὺς συναίσθησις, διὰ τὸ μὴ εἶναι αὐτοὺς συνεχεῖς ἀλλὰ διῃρημένους. πέμπτον ὅτι ἀναιροῦσι γένεσιν καὶ φθοράν. πῶς γὰρ ἂν γίνοιτο ἐξ ὕδατος ὁ ἀὴρ ἐξατμιζομένου; δῆλον ὅτι ἐροῦσιν ἐκκρινομένων τῶν ἀτόμων ἐξ ὧν ὁ ἀὴρ καὶ συγκρινομένων συνίσταται. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἔδει οὐδέποτε ἅπαν τὸ ὕδωρ ἐξατμίζεσθαι, ἀλλ’ ἀεὶ ἀπολίμπάνεσθαι ἐξατμιζομένου. οὐ γὰρ αἱ αὐταὶ ἄτομοι πάντων εἰσὶ τῶν στοιχείων ποιητικαί, ἀλλ’ ἄλλαι ἄλλων. ὥστε εἰ μὴ τῆς οὐσίας τοῦ ὕδατος τρεπομένης οὕτως ἀὴρ γίνεται, ἀλλ’ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν τοῦ ἀέρος ἀτόμων, ἔδει μηδέποτε ὅλον τὸ ὕδωρ ἐξατμίζεσθαι. ὥστε ἢ οὐδ’ ὅλως ἐστὶ γένεσις, ἢ ψευδὴς ἡ τῶν ἀτόμων ὑπόθεσις· ἀδύνατον γὰρ σωθῆναι ἐπὶ τῇ ὑποθέσει ταύτῃ τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοιχείων. καίτοι καὶ αὐτοὶ λέγουσι, φησίν, ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα. ὥστε αὐτοὶ ἑαυτοῖς ἐναντιωθήσονται, λέγοντες μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ὅσον δὲ πάλιν ἐπὶ ταῖς οἰκείαις ὑποθέσεσιν ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν. ἕκτον ἐπὶ τούτοις, ὅτι εἰ διαφέρουσι τοῖς σχήμασιν αἱ ἄτομοι, ἄπειρα δὲ τὰ σχήματα, ἄπειροι ἄρα αἱ τῶν ἀτόμων φύσεις. εἰ δὲ ἄπειροι αἱ φύσεις, ἄπειροι καὶ αἱ κινήσεις, ἄπειροι καὶ οἱ τόποι· νῦν δὲ οὔτε αἱ κινήσεις οὔτε οἱ τόποι ἄπειροι. εἰ δέ τις εἴποι ῾ἀλλὰ πάσας βαρείας εἶναι ἔλεγεν, ὥσπερ καὶ ἔλεγε, καὶ ἐπὶ τὸ κάτω κινεῖσθαι, τὴν δ’ ἐπὶ τὸ ἄνω κίνησιν ἐκθλιβομένων τινῶν ἀτόμων, οἷον τῶν σφαιρικῶν, γίνεσθαι᾿, ἐροῦμεν ὅτι τὰ παρὰ φύσιν βίᾳ [*](1 ἡ om. R 2 τὸ RZa: τῶ GT 4. 5 οὐδὲ ἐστὶν R 5 ποία R 6 τοιῶς ἢ τοιῶς GTa 7 ἴστω] ἴσως T 7. 8 τοῦτον τὸν λόγον ἱκανῶς ἐν τῶ τοῦ πλάτωνος θεαιτήτω Z 7 τοῦ om. R Πλάτωνος] v. ad p. 108,11 9 οὐδὲ] οὐ T 10 τὸν ὅλον a 12 ἔμελεν T οἷον] ἢ Z 14 ἐστάμεθα R: στάμεθα T εἶτα πληγέντος ἑνὸς, ἐγίνετ’ ἄν εἰς τοὺς λοιποὺς ἡ a 16 ἂν (Z)a: om. cett. 18 καὶ delet a 19 ὑπολιμπάνεσθαι a ἐξατμιζόμενον (Z)a 19 20 γὰρ αὐτὰ R 22 ἔδει RZ: εἰ δὲ GT: om. a, qui mox οὐδέποτε τὸ ὅλον ὕδωρ ἐξατμιθήσεται 23 ἢ prius om. R 25 τῶν στοιχείων γένεσιν Z αὐτοί φησι λέγουσιν a ἐξ om. GT 28 ὑπόθεσιν et 29 οἱ (pro αἱ) (GTZ)a)
166
τινί ἐστιν εἰς τὸν παρὰ φύσιν τόπον κινούμενα, καὶ ὅσῳ μείζονά ἐστι, [*](37v) τοσούτῳ βραδύτερον τὴν παρὰ φύσιν κινεῖΤαι κίνησιν· τὴν γὰρ μεγάλην γῆν βραδύτερόν τις ῥίψας ἐπὶ τὸ ἄνω κινήσει ἢ τὴν μικρὰν βῶλον. ἔδει οὖν καὶ τὸ πῦρ τὸ μὲν μέγα βραδύτερον ἐπὶ τὸ ἄνω κινεῖσθαι, τὸ δὲ μικρότερον θᾶττον, νῦν δ’ ἔμπαλιν ὁρῶμεν· ὅσῳ γὰρ μεῖζόν ἐστι τὸ πῦρ, τοσούτῳ ταχύτερον τὴν ἐπὶ τὸ ἄνω κινεῖται.

Ταῦτα μὲν οὖν ἐν τῷ τρίτῳ τίθησι τὰ ἐπιχειρήματα. ἐν δὲ τῷ τετάρτῳ φησὶν ὅτι οὐχ ἕξουσι τὴν αἰτίαν ἀποδοῦναι τοῦ βαρύτερα εἶναι ἄλλα ἄλλων ἢ κουφότερα οἱ τὰ ἄτομα ὑποτιθέμενοι καὶ τὸ κενόν. διὰ τί γὰρ τῶν σωμάτων τὰ μὲν βαρύτερά ἐστι τὰ δὲ κουφότερα; ἀνάγκη γὰρ πᾶσα ἢ διὰ τὸ πλῆρες μόνον ἢ διὰ τὸ κενὸν μόνον ἢ δι’ ἀμφότερα. οἷον διὰ τὸ πλῆρες μόνον, ἵνα λέγωσιν ὅτι τὰ μὲν πλεῖον ἔχοντα πλῆρες βαρύτερα τὰ δὲ ἔλαττον πλῆρες ἔχοντα κουφότερα, τοῦ κενοῦ μηδὲν συντελοῦντος· εἰ δὲ διὰ τὸ κενόν, ἵνα τὰ πλείονος κενοῦ μετέχοντα κουφότερα ᾖ, τὰ δὲ ἐλάττονος βαρύτερα· εἰ δὲ διὰ τὴν ἀναλογίαν τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ἵνα λέγωμεν ὅτι ἐν οἷς μείζονα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ κενὸν ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες, ταῦτα κουφότερά ἐστι, τὰ δὲ ἕτερα βαρύτερα, ἵνα φέρε εἰπεῖν δύο ὄντων σωμάτων μείζονα λόγον ἔχῃ τὸ ἐν τῷ ἑτέρῳ κενὸν πρὸς τὸ τοῦ ἑτέρου Ε; ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες τὸ ἵνα τὸ μὲν κενὸν ᾖ διπλάσιον φέρε εἰπεῖν τοῦ ἐν τῷ ἑτέρῳ κενοῦ, τὸ δὲ πλῆρες ἡμιόλιον ἢ ἴσον. εἰ μὲν οὖν διὰ τὸ πλῆρες μόνον τὰ μὲν ἦν βαρύτερα τὰ δὲ κουφότερα, ἔδει τὴν ὀλίγην γῆν κουφοτέραν εἶναι τοὐ πολλοῦ πυρός· πλεῖον γὰρ πλῆρές ἐστιν ἐν τῷ πολλῷ πυρὶ ἤπερ ἐν τῇ ὀλίγῃ γῇ. εἰ δὲ διὰ τὸ κενὸν μόνον, ἔδει τὴν πολλὴν γῆν κουφοτέραν εἶναι τοῦ ὀλίγου πυρός· πλεῖον γὰρ κενόν ἐστιν ἐν τῇ πολλῇ γῇ ἢ ἐν τῷ ὀλίγῳ πυρί. εἰ δὲ διὰ τὴν ἀναλογίαν ἀμφοτέρων, καὶ κουφότερα ταῦτα ἦν ἐν οἷς μείζων ἐστὶν ὁ λόγος τοῦ κενοῦ πρὸς τὸ κενὸν ἡ τοὐ πλήρους πρὸς τὸ πλῆρες, δῆλον ὅτι ἐν οἷς ἴσοι εἰσὶν οἱ λόγοι τοῦ κενοῦ καὶ τοῦ πλήρους, ταῦτα ὁμοίως ἔσονται κοῦφα ἢ βαρέα. ἔδει οὖν τὴν μεγάλην γῆν ὁμοίως εἶναι κούφην ἢ βαρεῖαν τῷ μορίῳ ἑαυτῆς· ὁ αὐτὸς γάρ ἐστιν ἐν τῷ ὅλῳ καὶ ἐν τῷ μορίῳ τοῦ κενοῦ καὶ τοῦ πλήρους λόγος. ἔδει οὖν τὸν ταλαντιαῖον λίθον καὶ τὴν ὀλίγην γῆν τοῖς βραχυτάτοις ἑαυτῶν μορίοις ἰσόρροπα εἶναι, ὅπερ ἀδύνατον.

Τὰ μὲν οὖν ἐπιχειρήματα τὰ ἐν τῇ Περὶ οὐρανοῦ ταῦτά ἐστι. τίθησι δὲ καὶ ἐνταῦθα ἕτερά τινα.

[*](1 ἐστί τινι tr. GT: om. a καὶ Z: om. cett. ὅσον GT 4 βραδύτερον om. Z 5 τοσοῦτο Z 9 κουφότερον T 12 πλείονα GRT 13 post κουφότερα expuncta ἡ τὰ δὲ ἐλάττονα, βαρύτερα R 18 φέρει G σωμάτων ὄντων Z 19 πρὸς τὸ τοῦ ἑτέρου κενὸν addidit a πρὸς alterum RZ: ὡς GT: ὡς πρὸς a 21 ἣν RZ: οὖν GT: om. a 22 κουφοτέραν] κουφότερα a 26 καὶ βαρύτερα καὶ κουφότερα a 27 ἦν] ἐστὶν a μεῖζον ὁ λόγος ἐστὶν Z πλήρους] πλῆρες T 28 εἰσιν ἴσοι a 29 καὶ κοῦφα T 34 τοιαῦτά Z καὶ om. Z 35 ἕτερ’ ἄττα a)
167
[*](p. 325b 36)

῾Ως δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, ἀναγκαῖον ἀπαθές [*](37v) τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ ἢ διὰ τοῦ κενοῦ) καὶ μηδενὸς ποιητικὸν πάθους. |

᾿Ανάγκη, φησί, τοὺς ὑποθεμένους τὰς ἀτόμους ἀπαθεῖς αὐτὰς ὑποτίθεσθαι. [*](38r) ἐπειδὴ γὰρ τὸ πάσχειν οὐκ ἄλλως γίνεσθαι λέγουσιν εἰ μὴ διὰ τοῦ κενοῦ, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, οὐδ’ ἄρα πάθος τι. ἀλλ’ εἰ ἀπαθεῖς αἱ ἄτομοι, οὐδ’ ἂν δράσωσιν εἰς αὑτάς· ὃ γὰρ μὴ ἔχουσι πάθος, οὐκ ἄν ποτε οὔτε ἄλλῳ οὕτε αὑταῖς μεταδοῖεν. εἰ δὲ μὴ δράσουσιν εἴς τι, οὐδὲν ἔσται ποιοῦν οὐδὲ πάσχον, ὅπερ ἄτοπον καὶ τῇ ἐναργείᾳ αὐτῇ μαχόμενον. ὥστε οὐδὲν ἔσται οὔτε σκληρὸν ἐκ μαλακοῦ οὔτε ψυχρὸν ἐκ θερμοῦ οὔτε τῶν τοιούτων οὐδέν. καίτοι, φησίν, αὐτοὶ τοῖς ἑαυτῶν μάχονται λόγοις. φασὶ γὰρ τὰς σφαιρικὰς τῶν ἀτόμων θερμὰς εἶναι, καὶ προσέτι τὰ ὑπερέχοντα τῶν ἀτόμων βαρύτερα εἶναι· ὥστε, φησίν, ἱεῖ τὰ μείζω ἄτομα βαρύτερα, δῆλον ὅτι καὶ τὰ μείζω σφαιρικὰ θερμοτέρα· θερμότεραι δὲ οὖσαι καὶ βαρύτεραι πῶς οἷαί τε μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας; τὸ γὰρ ἠρέμα θερμὸν πάσχει ὑπὸ τοῦ σφόδρα θέρμου· ὥστε πάλιν ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. ἄτοπον δὲ καὶ τὸ τὰ σφαιρικὰ θερμὰ μὲν λέγειν, μὴ ἀποδιδόναι δὲ καὶ τὸ ἐναντίον τῷ θερμῷ τὸ ψυχρὸν ἑτέρῳ τινὶ σχήματι. ἄτοπον δὲ καὶ τὸ λέγειν θερμότητα μὲν καὶ βαρύτητα ὑπάρχειν ταῖς ἀτόμοις, τὰ δ’ ἐναντία τούτοις καὶ ἁπλῶς τὰ, ἄλλα πάθη μὴ λέγειν ὑπάρχειν· εἰ γὰρ ὑπάρχει τὸ σκληρὸν ταῖς ἀτόμοις, φησί, διὰ τί μὴ καὶ τὸ μαλακὸν ὑπάρξει; εἰ δὲ ὑπάρξει τὸ μαλακόν, τὸ δὲ μαλακὸν ὑπεικτικόν, ὑπείκει δὲ τῷ πάσχειν τι, οὐκ ἀπαθεῖς ἄρα καὶ κατὰ τοῦτο.

[*](p. 326a 14)

᾿Αλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα.

Δεῖ ἡμᾶς ἐκθέσθαι ἐκ διαιρέσεως ὅσα δυνατὸν ἂν ἦν ὑπάρξαι ταῖς ἀτόμοις, ἵνα ταῦτα διελέγξαντες δείξωμεν οὐδαμῇ οὐδαμῶς δυναμένην συστῆναι τὴν τῶν ἀτόμων ὑπόθεσιν. αὐτὸς μὲν οὖν ὁ φιλόσοφος ού τελείως ἅπασιν ἐπεξέρχεται τοῖς τμήμασι τῆς διαιρέσεως, ἡμεῖς δὲ τελείως [*](1 παρέκβασιν RZ 2 διαιρετῶν et mox πάθους ποιητικὸν R 3 ποιητικοῦ GT 4 ὑποτιθεμένους T 5 γίγνεσθαι a 7 ἄν δράσουσιν GT; v. Index s. v. ἂν αὐτάς libri praeter a 8 αὐταῖς RZ, sed R traicit μεταδοῖεν post ποτε δράσωσιν GTa 12 φησὶ GTa 13 τὰ ὑπάρχοντα R1 14 βαρύτερα εἶναι GTa δῆλον ὅτι om. a 15 οἷόν τε GTa 15. 16 εἰς ἀλλήλας μὴ ποιεῖν καὶ πάσγειν Z 17 καὶ ποιήσονται R δὲ om. Z τὸ om. GTa 17. 18 τὰ μὲν σφαιρικὰ θερμὰ Z: τὰ σφαιρικὰ μὲν θερμὰ R 18 λέγειν εἶναι Z 22 καὶ om. GT τὸ μαλακόν (post εἰ δὲ ὑπάρξει) om. GTa 23 δὲ prius om. GT ὑπείκειν δὲ GTa τῶ RZ: τὸ GTa 25 ἀλλ' ἢ μόνον Arist. (praeter cod. E) 27 δεῖ δ’ ἡμᾶς a 29 οὖν] γὰρ a 30 στήγμασι G1T1)

168
αὐτὴν ἐκθώμεθα. ἀνάγκη οὗν τὰς ἀτόμους ἢ μηδὲν ἔχειν πάθος ἢ ἔχειν· [*](38r) καὶ εἰ ἔχοιεν πάθος, ἢ ἓν ἑκάστην ἔχειν ἢ ἑκάστην πλείονα ἢ πλείους ἓν ἢ πλείους πλείονα· τῷ δὲ τμήματι τῷ ὑποτιθεμένῳ πλείους συμπεριειλήφθω καὶ πάσας. εἰ μὲν οὖν μηδὲν ἔχοιεν πάθος, οὐδ’ ἄν τὰ ἐξ αὐτῶν συγκείμενα σχοίη ἄν τι πάθος. πῶς γὰρ ὃ μὴ ἔχουσι τοῖς ἐξ αὐτῶν συγκειμένοις δοῖεν ἄν; ἀλλ’ εἰ μηδὲν ἕξουσι τὰ ἐξ αὐτῶν πάθος, ἀναιρεθήσεται ἡ αἴσθησις καὶ τὰ αἰσθητά. ἡ γὰρ αἴσθησις τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν λέγεται, ταῦτα δέ ἐστι τὰ πάθη. ὥστε οὐδὲν ἔστι φύσει αἰσθητόν. αἰσθητοῦ δὲ μὴ ὄντος οὐδὲ αἴσθησις ἔσται· ταῦτα γὰρ τῶν πρός τί ἐστιν. ὅτι δὲ οὐδὲ ἐν τῇ σχέσει τῇ πρὸς τὰς αἰσθήσεις τὰ αἰσθητὰ τὸ εἶναι ἔχουσι, καὶ Πλατῶν ἐν τῷ Θεαιτήτῳ ἔδειξε καὶ αὐτὸς πολλαχοῦ ὁ Ἀριστοτέλης. ὥστε συμβήσεται παντελῶς ἀναιρεῖσθαι καὶ τὸ αἰσθητὸν καὶ τὴν αἴσθησιν. ἀδύνατον ἄρα μηδὲν αὐτὰς ἔχειν πάθος. εἰ δὲ ἔχοιεν, ἓν δὲ ἔχοι ἑκάστη, λέγω δὲ ἓν ἑκάστην ἔχειν, ἵνα μηδεμία τὸ αὐτὸ τῇ ἑτέρᾳ ἔχῃ ἀλλ’ ἑκάστη ἰδιάζον παρὰ τὰς λοιπάς, εἰ τοίνυν ἓν ἑκάστη ἔχοι πάθος, οὐκ ἔσονται τῆς αὐτῆς φύσεως. εἰ γὰρ μὴ πέφυκεν ἡ ἑτέρα τὸ τῆς ἑτέρας δέχεσθαι πάθος, οὐκ ἄρα μιᾶς εἰσι φύσεως. καίτοι γε καὶ τοῦτο λέγουσιν. εἰ δὲ μὴ τῆς αὐτῆς εἶεν φύσεως, οὔτε ποιοῦσιν εἰς ἀλλήλας οὔτε πείσονται. ὥστε ἀναιρεθήσεται τούτῳ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ μάτην ἔσονται ἐν αὐταῖς τὰ πάθη μὴ δρῶντα μηδὲ πάσχοντα μηδὲν ὑπ’ ἀλλήλων· οὐδὲν δὲ μάτην ὑπὸ τῆς φύσεως γίνεται· οὐκ ἄρα δυνατὸν μίαν ἑκάστην ἓν ἔχειν πάθος. εἰ δὲ ἑκάστη πλείονα ἔχοι, ἑκάστην δὲ λέγω πλείονα ἔχειν οἷον εἰ χίλιαι εἶεν ἄτομοι, ἵνα ἑκάστη αὐτῶν ἔχοι φέρε εἰπεῖν πέντε τινὰ πάθη, μὴ ταὐτὰ μέντοι τῶν λοιπῶν μηδεμιᾷ, ἀλλ’ ἑκάστην σωρείαν τινὰ ἰδιάζουσαν ἔχειν παθῶν· εἰ οὖν οὕτως ἑκάστη ἔχοι πλείονα, ἐρήσομαι ῾πῶς ἔχει ταῦτα καὶ κατὰ τίνα λόγον;’ ἤτοι κατὰ τὴν τῶν μερῶν σύνθεσιν, ἢ ὡς εἶδος ἐν ὕλῃ· λέγω δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν οὐχὶ ὡς κατ’ ἐνέργειαν ἐκ μερῶν διῃρημένων συγκειμένης τῆς ἀτόμου, ἀλλ’ ὅτι διὰ τὴν τοιάνδε τῶν κατ’ ἐπίνοιαν λαμβανομένων μερῶν ἁρμονίαν τὰ πάθη ἐν ἑκάστῃ ὑπάρχει. εἰ τοίνυν διὰ τὴν τῶν μερῶν σύνθεσιν ὑπάρχει ἐν αὐταῖς τὰ πάθη, συμβήσεται τὸ αὐτὸ καθ’ ὃ δρᾷ κατὰ τοῦτο πάσχειν. οἷον εἰ ἔχοι ἡ ἄτομος καὶ θερμότητα καὶ ὑγρότητα, ἔπειτα δρᾷ μὲν κατὰ τὴν θερμότητα πάσχει δὲ κατὰ τὴν ὑγρότητα, ἐπειδὴ καθ’ ὅ ἐστιν ὑγρὰ κατὰ τοῦτό ἐστι καὶ θερμή, πάσχουσα ἄρα [*](5 ἄν τις G 7 ἡ (ante αἴσθησις) om. T1: καὶ τὰ αἰσθητὰ καὶ ἡ αἴσθησις tr. Z τῷ] τὸ Z 10 οὐδὲ om. a ἐν Za: ἓν GRT 11 Θεαιτήτῳ p. 152 sqq. 12 ἀνηρῆσθαι Z 13 τὴν] τὸ T αὐταῖς GT 14 ἔχοι a: ἔχει cett. ἓν] οἱ ἐν a ἔχειν] ἔχει* T 15 altero loco ἔχη G: ἔχει corr. T2 16 αὐτῆς om. GT 17 καὶ om. R 19 ποιήσονται GT 21 γίνεται] γὰρ Z 22 ἔχειν ἓν Z 23 χίλιοι GT εἶεν] εἰ ἐν a ἔχοι GRT: om. Z: ἔχει a 24 ταῦτα libri praeter a: μέντοι ταῦτα traicit Z μηδεμιᾷ a: μηδὲν μία GRT: μηδ’ ἐν μιᾷ Z 24. 25 fort. ἀλλ’ ὡς ἑκάστην 25 ἑκάστη] ἑκάστης a 27 τῶν (altero loco) om. T 28 οὐχ’ R 29 τοιάδε a 32 τοῦτο] τοῦ R 33 μὲν καὶ κατὰ Z)
169
κατὰ τὴν ὑγρότητα πάσχοι ἄν καὶ κατὰ θερμότητα. ὥστε ποιοῦσα κατὰ [*](38v) τὴν θερμότητα πάσχοι ἄν κατὰ θερμότητα, ὅπερ ἄλογον · θερμαίνουσα γὰρ θερμανθήσεται ἣν θερμαίνει θερμότητα. οὐκ ἄρα κατὰ τὴν τῶν μερῶν σύνθεσιν ἔχοι ἄν τὰ πάθη. ’ τὸ αὐτὸ δ’ ἂν ἄτοπον ἀκολουθοῦν δόξῃ τοῖς τε τῶν κράσεων ἀποτελέσματα τὰ εἴδη λέγουσιν εἶναι, οἷοί εἰσιν οἱ ἰατροί, τοῖς τε μὴ τῶν κράσεων μὲν ἀποτελέσματα λέγουσι, τῇ μέντοι ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεσθαι τὰ εἴδη, ὡς καὶ ὁ ἀληθὴς ἔχει λόγος. εἴτε γὰρ τῶν κράσεων ἀποτελέσμαlτα [*](38v) εἶεν τὰ εἴδη, ἐπειδὴ τῇ τοιᾷδε συμμετρίᾳ τῆς πρώτης κράσεως, τῶν ξηρῶν φημι καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν, πλείους ἕπονται ποιό- τητες (καὶ χρῶμα γὰρ τοιόνδε καὶ χυμὸς καὶ μαλακότης ἢ σκληρότης καὶ τὰ ὅμοια), δῆλον ἄρα ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ γλυκὺ ἔσται καὶ ἐρυθρὸν καὶ ὑγρὸν καὶ θερμὸν καὶ τὰ λοιπά· ὥστε εἰ κατὰ τὸν αὐτὸν λόγον πάντα ἐστί, πάσχον ἄρα κατὰ τὸ ἕτερον πάθοι ἄν καὶ κατὰ τὸ λοιπόν· ὥστε εἰ ποιεῖ μὲν κατά τι πάσχει δὲ κατ’ ἄλλο, κατὰ τὸ αὐτὸ ἄρα καθ’ ὃ ποιεῖ καὶ πείσεται· κατὰ γὰρ τὸν αὐτόν ἐστι λόγον ἀμφότερα. εἰ δὲ καὶ μὴ τῶν κράσεων εἰσιν ἀποτελέσματα τὰ εἴδη, ἕπονται μέντοι ἔξωθεν τῇ τῶν κράσεων ἐπιτrιδειότητι, δῆλον ὅτι κατὰ τὴν αὐτὴν πάλιν ἐπιτηδειότητα τὰ διάφορα ἐπιγέγονε πάθη. εἰ δὲ κατὰ τὸν αὐτὸν τῆς ἐπι- τηδειότητος λόγον ἐπιγεγόνασι τὰ διάφορα πάθη, τὸ αὐτὸ πάλιν ἀκολουθήσει ἄτοπον, εἰ τῷ μὲν ποιεῖ τῷ δὲ πάσχει· καθ’ ὃ γὰρ πάλιν ποιεῖ, κατὰ τοῦτο καὶ πείσεται. ὥστε τὸ αὐτὸ καὶ τῷ ἀληθεῖ λόγῳ ἠκολούθησεν ἄτοπον.

Zητήσεως οὖν ἄξιον καὶ αὐτὸ καθ’ αὑτὸ ἄν εἴη τὸ θεώρημα, πῶς ὑπὸ τῆς αὐτῆς κράσεως ἢ τὰ διάφορα ἀποτελεῖται εἴδη ἤγουν, ὡς ὁ ἀλη- θέστερος ἔχει λόγος, ἐπιγίνονται τῇ αὐτῇ ἐπιτηδειότητι διάφοροι ἰδέαι· ὅτι γὰρ οὐχ ἀπλῶς ἀποτελέσματα τῶν κράσεων τὰ εἴδη , πρόδηλον. ἔστω γὰρ τὸ θερμὸν καὶ ψυχρὸν τῆς πρώτης κράσεως ἀποτέλεσμα ἢ τὸ ξηρὸν καὶ ὑγρὸν ἢ τὸ βαρὺ καὶ κοῦφον. πόθεν δὲ τὸ εὐῶδες καὶ τὸ δυσῶδες καὶ τούτων αἱ ἄπειροι διαφοραί; πόθεν τῶν χυμῶν τὰ πλήθη καὶ τῶν χρωμάτων αὐτά τε τὰ οὐσιώδη εἴδη, σαρκός φημι καὶ ὀστοῦ καὶ τῶν ἀπείρων εἰδῶν; καὶ εἰ κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως τὰ διάφορα ἀποτελεῖται ἐν τοῖς ὁμοιομερέσιν εἴδη, οἷον τὸ γλυκὺ καὶ ξανθὸν καὶ γλίσχρον ἐν τῷ μέλιτι, τί δήποτε μὴ παθόντος τοῦ ἑνὸς συμπάσχει [*](1 θερμότητα] τὴν θερμότητα GTa 1. 2 ποιοῦσα κατὰ τὴν ὑγρότητα GTa 2 ἄν κατὰ τὴν θερμότητα a 5 δόξη RZ: δόξει GT: δόξειε em. a; cf. ad p. 167,7 7 ἐπιγίγνεσθαι a 8. 9 ὡς—εἴδη a 14 πάσχοντα ἄρα GTa καὶ om. GTa 15 εἰ ποιεῖ] εἴποι εἰ GT 15. 16 μὲν—ποιεὶ om. Z 17 καὶ om. GTa ἀποτελέσματά εἰσι Ζ 19 τὰ διάφορα ἐπιγέγονε RZ: τὸ διάφορα ἐπιγεγονέναι GT: διάφορα ἐπιγεγόνασι a 21 τὸ μὲν et τὸ δὲ Ζ 24 πῶς om. GT: εἰ a 25 ἢ τὰ scripsi: ἦ τὰ GRTZ: om. a ἤγουν, ὡς] ὡς γοῦν a ὁ superser. R 26 ἐπιγίνονται corr. T2: ἐπιγίνεται cett. 27. 28 ἔστω—ἀποτέλσμα om. add. mrg. T2)

170
καὶ τὸ ἕτερον; πάσχει μὲν γὰρ τὸ χρῶμα τὸ τοῦ μέλιτος καὶ ἐκ ξανθοῦ [*](38v) γίνεται λευκόν, ἡ μέντοι γλυκύτης εἰ τύχοι οὐ πέπονθεν οὐδέν. δῆλον δὲ ὅτι εἰ μὴ μετέβαλεν ἡ τοῦ μέλιτος κρᾶσις, οὐκ ἄν τὸ χρῶμα μετέβαλε. πῶς οὖν οὐ συμμετέβαλε καὶ ὁ χυμός, εἴπερ καὶ τὴν ἀρχὴν κατὰ τὸν λόγον τὸν αὐτὸν τῆς κράσεως ὑπέστησαν; ὁμοίως δὲ καὶ τοῦ οἴνου ὀξίσαντος ὁ μὲν χυμὸς μετέβαλε, τὸ χρῶμα δὲ οὐκέτι. καίτοι ἔδει ἄμφω συμπάσχειν τῆς κράσεως παθούσης. ἐπεὶ κατὰ τὸν αὐτὸν συνυπέστησαν τῆς κράσεως λόγον. καὶ μυρία ἐστὶ τοιαῦτα εὑρεῖν παραδείγματα. εἰ δὲ ἐπί τινων συμμεταβάλλουσιν αἱ ποιότητες, οἷον ὡς ἐπὶ τοῦ ἑψομένου οἴνου, λέγω δὴ τοῦ καλουμένου ἑψήματος ἢ σειρίου (τουτου γὰρ ἐν τῇ ἑψήσει μετὰ τοῦ χυμοῦ καὶ τὸ χρῶμα συμμεταβάλλει), ἀλλ’ οὖν ἐφ’ ὧν οὐ τοῦτο συμβαίνει ζητήσεως ἄξιον καὶ ἀπορίαν οὐκ εὐδιάλυτον ἔχει τὸ θεώρημα. τί οὖν πρὸς ταῦτά φαμεν; ἑκάστη ποιότης ἐν πλάτει τινὶ θεωρεῖται, καὶ οὐκ ἔστιν ἄτομος αὐτῆς ἡ οὐσία. ἥ τε γὰρ λευκότης ἐν πλάτει ἐστίν (οὐ γὰρ εὐθὺς τὸ τοῦ ἄκρως λευκοῦ ἐκστὰν ἤδη καὶ τοῦ λευκὸν ὅλως εἶναι ἐξέστη), ὁμοίως δὲ καὶ ἡ γλυκύτης ἐν πλάτει θεωρεῖται (πολὺ γάρ ἐστι τῶν γλυκέων τὸ πλάτος), ὁμοίως δὲ καὶ ἐπὶ πάντων ἔχει. εἰ τοίνυν πλάτος ἔχουσιν αἱ ποιότητες, δῆλον ὅτι καὶ αἱ τῶν κράσεων ἐπιτηδειότητες, αἷς ἐγγίνεσθαι πεφύκασιν, πλάτος ἄν ἔχοιεν. ἔστι μέντοι τις ἔσχατος κράσεως λόγος, ἐν ᾧ οὐκέτι πέφυκεν ἑκάστη ἐγγίνεσθαι, ἀλλ’ εὐθὺς κατ’ ἐκεῖνο τὸ τῆς κράσεως ἄτομον ἡ ὅλη τῆς ποιότητος φύσις ἠλλοίωται. οἷον, ἵνα ὡς ἐπὶ παραδείγματος γυμνάσω τὸν λόγον, ἔστω δέκα τυχὸν θερμοῦ μέρη ψυχροῦ δὲ τὰ ἴσα καὶ ξηροῦ καὶ ὑγροῦ, καθ’ ἃ τὸ ἄκρον τῆς γλυκύτητος ἐγγίνεσθαι πέφυκε εἶδος. ἐὰν οὖν μειωθῇ τῆς ἑτέρας ἀντιθέσεως ἓν μόριον, οὐχ οὕτω μὲν ἔσται γλυκύ, οὐ μέντοι οὐδαμῶς γλυκύ, ἀλλ’ ἧττον γλυκύ· ἐὰν μέντοι πέντε μοῖραι μειωθῶσιν (ἔστω γὰρ μέχρι τούτου σῴζεσθαι τὴν γλυκύτητα), δῆλον ὅτι παντελῶς τὸ εἶδος οἰχήσεται. ὅταν οὖν τῇ αὐτῇ κράσει διάφοροι ἕπωνται ποιότητες, οὐ πάντως πᾶσαι κατὰ τὸν ἴσον ἀλλήλαις ἐγγίνονται λόγον, ἀλλ’ ἡ μὲν φέρε εἰπεῖν γλυκύτης κατὰ τὸ τέλειον εἶδος ἐγγίνεται, τὸ δὲ λευκὸν ἢ τὸ ξανθὸν ἡ τὸ γλίσχρον οὐ κατὰ τὸν τέλειον ἑαυτοῦ λόγον, ἀλλὰ πολλάκις κατὰ τὸν ὑφειμένον. διὰ τοῦτο οὖν ὀλίγον τῆς κράσεως παρατετραμμένης τὸ μὲν γλυκὺ οὐχ ὅλον παρατέτραπται, τὸ δὲ χρῶμα πολλάκις ἐτράπη ὅλον, ἐγγὺς οὔσης τῆς ἐξ ἀρχῆς κράσεως ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου, καθ’ ἣν οὐκέτι ἐπεφύκει τὸ τοιοῦτον χρῶμα γίνεσθαι. ὅτι γὰρ κἂν ὀλίγον παρατραπῇ [*](3 οὐκ ἄν μετέβαλε τὸ χρῶμα R 4 συμμετέβαλεν T: συμμετέβαλλεν G 4. 6 καὶ ὁ χυμός—μετέβαλε RZ: om. GTa 6 τὸ χρῶμα δέ οὐκέτι RTZ: τὸ χρῶμα (mrg. G2 χυμὸς) οὐκέτι G: τῷ χρώματι a 7 συνεπέστησαν libri praeter R 9 συμβάλλουσιν GTa ἀλλήλαις αἱ R 15 λευκὸν] λευκοῦ GT 18 καὶ τῶν κράσεων αἱ a 19 μέντοι] μέν GT 21 ἡ ὅλη R ἀλλοίωται a 22 ὡς om. add. Τ2 δέκα RZ: (δὴ δὴ a) κατὰ τὸ GTa 23 ψυχροῦ δὲ RZ: ψυχρὸν δὲ GT: δέκα. καὶ ψυχροῦ a ἁ τὸ RZ: αὑτὴ GT: ὃ τὸ a 26 ἐὰν] ἄν (G)a 28 ἕπωνται R: ἕπονται Z: ἔσονται GT: ὧσι a 29 τὸν] τὸ GT1 35 τοιοῦτο Ra)
171
τῆς ἐξ ἀρχῆς κράσεως, οὐδεμία ποιότης ὡς εἶχεν ἐξ ἀρχῆς ἀπαραλλάκτως [*](38v) μένει, πρόδηλον. οὔτε γὰρ ἡ τοῦ μέλιτος γλυκύτης, ὅταν ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως συμπαγῇ, ἡ αὐτὴ μένει, οὔτε τὸ χρῶμα τοῦ οἴνου ὅταν ὀξίσῃ, ἀλλ’ ὡς πρὸς τὴν αἴσθησιν καὶ ὡς ἐν πλάτει τὸ αὐτὸ δοκεῖ μένειν. ἀλλ’ ἐπειδὴ ξηροτέρου γινομένου τοῦ μέλιτος ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως ἡ μὲν γλυκύτης ὡς ἐν πλάτει τῆς κράσεως ἔτι ἐπεφύκει μένειν τὸ κυρίως ὂν τὸ αὐτὸ † τὸ δὲ παντελῶς ἠμεῖφθαι. ἔστι μὲν οὖν ἐν τῷ μέλιτι καὶ τὸ ἐναπολαμβανόμενον πνεῦμα τοῦ χρώματος τοῦ λευκοῦ αἰτιάσασθαι καὶ οὐχ ἁπλῶς τῆς τοὐ μέλιτος φύσεως αὐτὸ εἶναι λέγειν, ἀλλ’ ἐπειδὴ προφανῶς ἐπὶ τοῦ ὄξους καὶ ἐπί τινων ἄλλων τὸ μὲν χρῶμα ὡς ἐν πλάτει μένει, ὁ δὲ χυμὸς οὐδ’ ὅλως, διὰ τοῦτο οὐδὲ ἐπὶ τοῦ μέλιτος προσφιλονεικήσομεν.

Ταῦτα μὲν οὖν περὶ τοῦ μὴ συμπάσχειν ἀλλήλαις τὰς ποιότητας κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως γεγενημένας. ἀλλ’ εἰς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν. εἰ μὲν οὖν κατὰ τὴν τῶν μερῶν σύνθεσιν τὰ διάφορά ἐστι πάθη ἐν ἑκάστῃ τῶν ἀτόμων, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ποιήσει καὶ πείσεται. εἰ δέ τις εἴποι ὅτι οὐκ ἐκ τῆς τῶν μερῶν συνθέσεως ἁπλῶς ὑπάρχει τῇ ἀτόμῳ τὰ πάθη, ὥστε κατὰ τὸν αὐτὸν | λόγον εἶναι ἅπαντα, [*](39r) ἀλλ’ ὅτι διάφορα τὴν ὕλην συμβέβηκεν ἔχειν τῷ ἕκαστον μόριον ἰδιάζον τι ἔχειν πάθος, ἐροῦμεν πρῶτον μὲν περὶ ἑκάστου τῶν μερῶν τὸν αὐτὸν λόγον ὅνπερ ἐλέγομεν ἐν τῇ ὑποθέσει τῇ λεγούσῃ ἓν ἕκαστον ἔχειν πάθος, ἔπειτα, εἰ ἄλλα μόρια ἄλλα ἔχουσι πάθη, δῆλον ὅτι διὰ τὸ ἄλλης τινὸς ἕκαστον τῶν μορίων εἶναι φύσεως, εἴ γε μὴ πᾶσα πέφυκε δέχεσθαι τὸ τοῦ ἑτέρου μέρους πάθος. εἰ γὰρ πέφυκεν, ἢ δέξεταί ποτε καὶ μεταβαλεῖ καὶ οὕτως οὐκ ἀμετάβλητοι ἔσονται, ἢ εἰ μὴ δέξεται, μάτην ἕξει τὴν δύναμιν. εἰ δὲ ἑτέρας φύσεως τὰ μόρια, τί τὸ συνάψαν; καὶ πῶς τὰ πάντῃ κεχωρισμένα συνῆπται; καὶ οὐκέτι ὁμοιομερεῖς αἱ ἄτομοι οὐδὲ πρῶται ἀρχαί, ἀλλ’ ἐκεῖνα ἐξ ὧν αὗται σύγκεινται. ἀλλ’ οὐδὲ κυρίως ἄτομοι διαιρούμεναί γε εἰς τὰ ἐξ ὧν σύγκεινται. εἰ δὲ ὡς εἶδος ἐν ὅλῃ, τὸν ἡμέτερον καὶ ἀληθῆ λόγον ἐροῦσι. κοινῆς οὖν ὑποκειμένης τῆς τῶν ἀτόμων οὐσίας δεκτικὴ ἔσται ἑκάστη τῶν ἐν ταῖς ἄλλαις ἀτόμοις παθῶν. ὥστε καὶ ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. δέδεικται γὰρ ὅτι τὰ κοινὴν ὕλην ἔχοντα ποιητικά εἰσι καὶ παθητικὰ ὑπ’ ἀλλήλων, ἐναντία γε πάθη ἔχοντα. ὥστε εἰ μὲν πᾶσαι αἱ ἄτομοι τὰ ἕτερα τῶν ἐναντίων μόνα ἕξουσι, χωλεύσει ἡ φύσις καὶ μάτην ἔσονται. εἰ δὲ ἐν τῇ αὐτῇ τὰ ἐναν- [*](1 ἀπαραλάκτως GT 4 μένειν] βαίνειν TG1 (corr. mrg. G2) 6. 7 μένειν, οὐ κυρίως οὖσα ἡ αὐτὴ a 7 τὸ κυρίως—ἠμεῖφθαι corrupta τὸ δὲ] τόδε R ἠμείφθαι R 8 ἐναπολαμβάνον GT 9 μέλανος GTa 11 οὑδὲ om. T1 14 εἰς] εἰ Τ1 15 τὴν om. GRT1 16 καὶ om. Z 18 λόγον εἶναι R: εἶναι λόγον Z: εἶναι om. GTa post ἅπαντα inserit καὶ ποιεῖν καὶ πάσχειν a 19 ὕλην R: ὅλην cett. τὸ Z 20 μὲν om. T 24. 25 καὶ μεταβαλεῖ—ἔσονται om. Z 24 μεταβάλλει R 25 μάτην om. R 26 εἰ δὲ] οὐδὲ R τί τὰ συνάψαντα Z 27 πάντῃ om. Z: πάντα a 27. 28 οὐδὲ πρῶται—ἄτομοι om. Z 29 διαιρούμενοί R γε om. Z 35 χολεύσει GTa ἔσονται τὰ ἕτερα a)

172
τία, ἄτοπον ἅμ εἶναι τὰ ἐναντία. εἰ δὲ τὰς ἀντιθέσεις τῶν ἐναντίων [*](39r) παθῶν ἐμερίσαντο, κοινοῦ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας· τούτῳ γὰρ ἡ τῶν ἐναντίων φύσις γνωρίζεται. εἰ δὲ πλείους ἄτομοι ἓν ἔχοιεν πάθος, λέγω δὲ πλείους ἓν ἔχειν πάθος, τουτέστιν ἢ πάσας ἓν ἡ κατὰ συμμορίαν ἕν, οἷον δέκα μὲν τὸ λευκὸν ἄλλας δὲ δέκα τὸ μέλαν, εἰ μὲν οὖν τὸ πρότερον, ἔδει πάντα τὰ ἐξ αὐτῶν τῆς αὐτῆς εἶναι φύσεως καὶ μηδεμίαν εἶναι διαφοράν, νῦν δὲ ἄπειροί εἰσιν αἱ ἰδέαι κατὰ ποιότητα· εἰ δὲ τὸ δεύτερον, εἰ μὲν ἐν πάσαις ταῖς συμμορίαις τὰ ἕτερα μόνον ὑπάρχει τῶν ἐναντίων, χωλεύσει πάλιν ἡ φύσις καὶ ἀναιρεθήσεται τὸ ποιεῖν καὶ τὸ πάσχειν ποιοῦσι γὰρ καὶ πάσχουσι τὰ ἐναντία), εἰ δὲ διενείμαντο αἱ ἄτομοι τὰ ἐναντία πάθη, δῆλον ὅτι κοινοῦ ὄντος τοῦ ὑποκειμένου ποιήσουσι καὶ πείσονται καὶ μεταβαλοῦσιν εἰς ἀλλήλας ἢ μάτην ἔσονται τὰ ἐναντία μὴ ποιοῦντα καὶ πάσχοντα. εἰ δὲ πλείους πλείονα ἔχοιεν, λέγω δὲ πλείους πλείονα ἢ πάσας πάντα ἢ πάλιν κατὰ συμμορίαν, ἵνα δέκα μὲν ἔχωσι τοσάδε πάθη ἄλλαι δὲ δέκα ἕτερα, πάλιν κοινῶς μὲν οὖν ἐπ’ ἀμφοῖν ἐροῦμεν ὅτι εἰ μὲν ἀμφότερα ἔξουσι τὰ ἐναντία αἱ αὐταί, ἄτοπον ἅμα εἶναι καὶ κατὰ ταὐτὸν τὰ ἐναντία, εἰ δὲ τὰ ἕτερα τῶν ἐναντίων πᾶσαι, χωλεύσει πάλιν ἡ φύσις· ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προτέρου, ὅτι ἔδει πάντα ὁμοούσια εἶναι, ἐπὶ δὲ τοὐ δευτέρου ἐροῦμεν τά τε εἰρημένα ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν ἑκάστῳ πλείονα εἶναι τὸ αὐτὸ γὰρ καὶ ἐπὶ τούτων ἁρμόσει) καὶ ἔτι τὰ ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν πλείοσιν ἕν.

Ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα. καίτοι καὶ αὐτὸ τὸ σχῆμα ποιότης ἐστίν. τίς οὖν ἡ ἀποκλήρωσις τοῦτο μὲν τὸ εἶδος τῆς ποιότητος ὑπάρχειν ἄλλο δὲ μή; εἰπὼν δὲ ὅτι ἄτοπον ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν ἔχειν πάθος τὰ ἄτομα, ἐσίγησε τὸ ἄτοπον ὡς προφανές, εἴπομεν δὲ αὐτὸ ἡμεῖς.

[*](p. 326a16)

Καὶ εἰ ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν σκληρὸν τὸ δὲ θερμόν.

Τὸ δεύτερον τμῆμα ἐξέθετο τὸ λέγον μίαν ἑκάστῃ ἀτόμῳ ποιότητα ὑπάρχειν ἣ μὴ τῇ ἑτέρᾳ ὑπάρχει. ἄτοπον δὲ τὸ μὴ μιᾶς αὐτὰς εἶναι φυσεως.

[*](1 ἅμα τὰ ἐναντία εἶναι R 2 ἐμερίσατο Τ1 4 λέγει GT 5 ἓν ἡ] ἐν ἡ GRT 8 ἰδίαι T 9 χολεύσει Τ1 15 τόσα δὲ GRT ἄλλαι om. T1: ἄλλα RZ δὲ δέκα] δώδεκα GT οὖν om. a 16 ὅτι om. GTa 17 πᾶσαν a 21. 23 πλείοσιν ἕν. ἐπεὶ δὲ καὶ τὸ σχῆμα ποιότης ἐστὶν, ἄτοπον φησὶ τοῦτο μόνον αὐταῖς ἀποδιδόναι. τίς γὰρ ἡ ἀποκλήρωσις a 23 τοῦτο] τοῦ T 26 εἴπωμεν R ψυχρόν 26. 29 ἡμεῖς. εἶτα τὸ δεύτερον ἐκτίθησι τμῆμα τὸ λέγον a 27 (??) R; cf. Ar. libri 2.9 τὸ (ante λέγον) om. Τ1 29. 30 ποιότητα ὑπάρχει ἢ μὴ R 30 αὐτὰς Za: αὐτὰ GRT 31. p. 173,3 φύσεως. ἀλλ’ οὐδὲ πλείονα πάθη φησὶν ἔχειν a)
173
[*](p. 326a17)

Ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί.

[*](39r)

Ὅτι οὐδὲ πλείονα πάθη ἔχειν ἕκαστον ἄτομον δυνατόν. μέχρι δὲ τῶν ἐνταῦθα ἐκθέμενος τὴν διαίρεσιν τὰ λοιπὰ τμήματα παρῆκεν, ἅπερ ἡμεῖς ἐξεθέμεθα.

[*](p. 326a18)

Ἀδιαίρετον γὰρ ὂν ἐν ταὐτῷ ἕξει τὰ πάθη.

Εἰ οὕτως ἐκλάβοιμεν αὐτὸν λέγειν ἀδιαίρετον, οἷον τὸ μὴ πεφυκέναι τέμνεσθαι, δόξει οὐκ εὐλόγως συνάγειν τὰ ἑξῆς· οὐδὲ γὰρ εἰ μὴ πέφυκε διαιρεῖσθαι, ἤδη καὶ ἐν τῷ αὐτῷ ἔσονται τὰ πάθη δυνατὸν γὰρ ἄλλο ἐν ἄλλῳ μορίῳ εἶναι). ἀλλὰ τὸ ἀδιαίρετον κατὰ δύναμιν· οὐδὲ γὰρ εὔλογον ἐν ἄλλῳ μορίῳ ἄλλην δύναμιν ἀποτίθεσθαι. οὔτε γὰρ ἔλεγον τοῦτο οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, εἴτε καὶ λέγοι τις, οὐκέτι σώσει τὴν τῶν ἀτόμων καὶ ἔννοιαν καὶ ὑπόθεσιν. οὔτε γὰρ ἄν πρῶται ἀρχαὶ εἶεν ἔτι, ἀλλ’ ἐκεῖνα λέγω δὴ τὰ μόρια ἐξ ὧν καὶ αὗται ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν σύγκεινται, ἕτερα δὲ κατ’ οὐσίαν τὰ δυνάμεως ἑτέρων μετειληχότα), οὔτε κυρίως ἄν εἶεν ἔτι ἄτομοι· τέμνονται γὰρ ταῖς διαφόροις δυνάμεσιν, εἰ καὶ μὴ τῷ τόπῳ. ἐπεὶ οὖν δεῖ τὰς ἀτόμους καὶ κατὰ δύναμιν ἀτόμους εἶναι, συμβήσεται κατὰ τὴν αὐτὴν δύναμιν τὰ πλείονα ἔχειν πάθη. ὥστε ἑνὸς παθόντος ἀνάγκη καὶ τὰ λοιπὰ συμπάσχειν. καὶ εἰ ἔχοι καὶ ποιητικὰ πάθη καὶ παθητικά, ἐπειδὴ κατὰ τὴν αὐτὴν ἄμφω ὑπάρχει δύναμιν, καθ’ ὃ ποιεῖ κατὰ τοῦτο καὶ πείσεται, ὥσπερ εἴπομεν ἀνωτέρω.

[*](p. 326a20)

Tὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων.

Έπειδὴ ὡς ἐπὶ ψύξεως ἐγύμνασε τὸν λόγον, φησὶν ὅτι ὁμοίως ἄν ἔχοι καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων. ποιοῦν γὰρ κατὰ θερμότητα ποιήσει καὶ κατὰ μανότητα, εἰ μανὸν εἴη. καὶ εἰ πάσχοι κατὰ ὑγρότητα ὂν θερμὸν καὶ ποιοῦν κατὰ τὸ θερμόν, πείσεται ἅμα κατ’ αὐτό· κατὰ ταὐτὸν γάρ ἐστιν ὑγρὸν καὶ θερμόν.

[*](p. 326a21)

Tοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον.

Ὑποθέμενος ὅτι εἰ ἔχοιεν πάθος αἱ ἄτομοι, ἢ ἓν ἕξουσιν ἢ πολλά, [*](1 εἰ GT: om. RZ (et Ar. cod. F) 2 δυνατόν (G)a: ἀδύνατον RTZ 4. 6 ἐξεθέμεθα. τὸ δὲ ἀδιαίρετον, εἰ οὕτως ἐκλάβοιμεν αὐτὸν λέγειν, τὸ οἷον μὴ a 5 ὂν RZ: om. GT 8 καὶ om. GTa 9 ἄλλο] ἄλλω GR1T 10 ὑποτίθεσθαι GTa 11 καὶ om. GTa λέγει T 13 αὐταὶ R 14 σύγκειται RT1 δυνάμεων Z ἑτέρας a 18 εἰ om. T1 ἔχει R1 et corr. T 19 ποιητικὰ] παθητικὰ R πάθη om. GTa 22 ἐγύμνωσε R 27 lemma om. et pergit ὑποθέμενος δὲ ὅτι a, qui superius lemma plenius dederat)

174
καὶ ἀνελὼν ἑκάτερον ὅτι οὔτε πολλὰ δυνατὸν ἔχειν αὐτὰς οὔτε ἕν, ὡς [*](39r) συνάγεσθαι δηλονότι ὡς οὐκ ἐνδέχεται | αὐτὰς πάθος τι ἔχειν, ἐπήγαγεν [*](39v) ὅτι τοῦτο αὐτὸ ἀκολουθεῖ οὐ μόνον τοῖς στερεὰ ἀδιαίρετα ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἐπίπεδα, τουτέστι τὸ μὴ δύνασθαι μήτε ἓν ἔχειν πάθος μήτε πλείονα. εἶτα τοῦτο κατασκευάζων ἐπήγαγεν οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαι- ρέτοις. τὸ γὰρ μανὸν καὶ πυκνὸν τῇ τοῦ κενοῦ παρεμπλοκῇ γίνεσθαι ἔλεγον οἱ περὶ Δημόκριτον· μανότερα γὰρ εἶναι τὰ πλείονος κενοῦ μετέχοντα, πυκνότερα δὲ τὰ ἥττονος. εἰ τοίνυν ἐν ταῖς ἀτόμοις κενὸν οὐκ ἔστιν, οὐκ ἂν εἶεν μανότεραι ἢ πυκνότεραι. τοῦτο δὲ ἐπήγαγεν οὐχ ὡς τῇ τούτου ἀναιρέσει συναναιρουμένων καὶ τῶν ἄλλων παθῶν οὐ γὰρ εἰ μὴ εἶεν μανότεραι ἢ πυκν·ότεραι, οὐδ’ ἄλλο τι πάθος ἔχοιεν ἄν), ἀλλ’ ἤδη μὲν τὸ μὴ δύνασθαι πάθος ἔχειν αὐτὰς κοινῶς ἀνεῖλεν, καὶ ὡς ἐπί τινων δὲ ἰδίᾳ παθῶν τοῦτο γυμνάζων ἐπήγαγεν. οἱ δὲ τὰ ἐπίπεδα λέγοντες κενὸν μὲν οὐκ ἔλεγον εἶναι, ἴσως δὲ κἀκεῖνοι τὸ μανότερον καὶ πυκνότερον ἔλεγον γίνεσθαι τῷ πλείονας ἢ ἐλάττονας πόρους ἔχειν. ἄλλως τε αὐτὸς ἀλλαχοῦ περὶ τούτων εἶπεν ὅτι “πάθος οὐδὲ ἐπιχειροῦσι γεννᾶν”. ἤτοι οὖν τοῦτο σημαίνει τὸ τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσι συμβαίνει τὸν αὐτὸν τρόπον, λέγω δὲ τὸ μὴ δύνασθαι ἔχειν πάθος μηδέν, ἡ ὅτι πλείονα ἔχοντα πάθη, ἐπειδὴ κατὰ τὸν αὐτὸν αὐτὰ ἔχει λόγον, ἀδιαίρετά γε ὄντα κατὰ δύναμιν, ὡς εἴρηται, καθ’ ἓν καὶ τὸ αὐτὸ ἅμα συμβήσεται αὐτὰ καὶ ποιεῖν καὶ πάσχειν· ἃ γὰρ ἄν εἴποιμεν ἐπὶ τῶν στερεῶν ἀτόμων, τοῦτο λέξομεν καὶ ἐπὶ τῶν ἐπιπέδων. τὸ δὲ ἐφεξῆς, τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις, πρὸς τὴν δευτέραν ἐξήγησιν οὕτως νοητέον. ἐπειδὴ γὰρ διὰ τοῦ καθ’ ἕνα καὶ τὸν αὐτὸν λόγον εἶναι ἐν ταῖς ἀτόμοις τὰ πλείονα πάθη, οὕτως ἀνεῖλεν τὸ ὅλως ἔχειν αὐτὰς ἅμα πλείω πάθη, εἶπε δὲ ἄν τις, ὅπερ ἤδη καὶ ἡμεῖς προηπορήσαμεν, ὅτι οὐκ ἀνάγκη καθ’ ἕνα εἶναι καὶ τὸν αὐτὸν λόγον, ἀλλ’ ἐν ἄλλῳ μορίῳ ἄλλο ἐστὶ τῶν παθῶν, διὰ τοῦτο ἐπήγαγε τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε εἶναι. εἰ γὰρ κατὰ τὰς αὐτῶν ὑποθέσεις τῇ τοῦ κενοῦ παρεμπλοκῇ τὸ μανὸν καὶ τὸ πυκνὸν γίνεται, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, δῆλον ἄρα ὅτι οὔτε πυκνότερα αὐτὰ οἷόν τε εἶναι οὔτε μανότερα οὔτε ἄλλα ἄλλου οὔτε αὐτὰ ἑαυτῶν ἄλλοις καὶ ἄλλοις μορίοις. ὥστε εἷς καὶ ὁ αὐτὸς ἔσται αὐτῶν λόγος καὶ μία ἡ δύναμις. εἰ γὰρ ὁμοιομερής [*](2 ἐνδέχεσθαι a 4 ἔχειν ἓν R 5. 7 et 24. 25 μανότερα—ἀδιαιρέτοις] μανώτερα καὶ τὰ ἑξῆς a 8 μανώτερα (G)a γάρ ἐστι Z 9 ταῖς R: τοῖς cett. 10 et 12 μανώτεραι GTa 11 συναιρουμένων GT1 13 μὲν om. T1 14 τοῦτο παθῶν Z οἱ] εἰ Z 15 τὸ om. GTa μανώτερον GTa 17 ἀλλαχοῦ κτλ.] c. 2 p. 316a4 19 λέγουσι] ita hic libri συμβαίνειν a 20 πάθος om. Z 22 εἴποιεν T1 23. 24 ἑξῆς a 26 οὕτω a 30 μανώτερα a 31 ὑποθέσει a 33 ταῖς Za: τοῖς cett. 33. 34 μανώτερα GTa 34 ἄλλα ἄλλου Z: ἄλλα ἀλλ’ GRT: πρὸς ἄλλα a)
175
ἐστιν ἑαυτῇ ἡ ἄτομος καὶ διαφορὰν μηδεμίαν ἔχουσα, δῆλον ὅτι καὶ εἷς [*](39v) ὁ τῆς συνθέσεως τῶν μερῶν αὐτῆς λόγος, καὶ μία καὶ ἡ αὐτὴ δὲ ἁπάσης ἡ δυνάμις· ὥστε οὐ δυνατὸν κατὰ ἄλλο· μὲν εἶναι μόριον θερμόν, κατὰ ἄλλο δὲ ἄλλο τι.

[*](5p. 326a24)

’́Eτι δὲ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι μεγάλαδὲ μή. rEτερον ἐπιχείρημα. εἰ φύσει, φησίν, ἀδιαίρετα τὰ ἄτομα καὶ μὴ διὰ τὴν σμικρότητα (οὕτω γὰρ οὐκ ἄν εἶεν φύσει ἄτομα· καὶ γὰρ οἱ μὴ 3o ἄτομα ὑποτιθέμενοι οὐκ εἰς ἄπειρον διαιροῦσιν, ἀλλ’ ἱστᾶσι διὰ τὴν σμι- κροτητὰ τὴν τομήν, οὐ μέντοι φύσει ἀδιαίρετα αὐτὰ λέγουσιν, ἀλλὰ κατὰ δύναμιν ἐπ’ ἄπειρον διαιρετά), εἰ τοίνυν φύσει ἀδιαίρετα ὑποτίθενται τὰ ἄτομα, ἀποκληρωτικόν, φησίν, ἂν εἴη μικρὰ μὲν ὑποτίθεσθαι μὴ διαιρεῖ- σθαι, μεγάλα δέ. διὰ τί γὰρ καὶ κατὰ τίνα λόγον τοῖς μικροῖς μὲν ὑπάρχει τὸ ἀδιαίρετον, τοῖς δὲ μεγάλοις οὔ; ἡμεῖς μὲν γὰρ εὐλόγως εὐδιαί- ρετα τὰ μεγάλα σώματα τῶν μικρῶν εἶναι λέγομεν , ἐπειδὴ φύσει διαιρετὰ πάντα ἐπ’ ἄπειρον ὑποτιθέμεθα (διαιρετῶν οὖν ὄντων συμβαίνει τὰ μεγάλα μᾶλλον εἶναι διαιρετὰ διὰ τὸ προσπταίειν μᾶλλον τοῖς διαιροῦσι, τὰ μικρὰ δὲ ἐκφεύγει διὰ τὴν σμικρότητα τὸ διαιροῦν καὶ ἐξολισθαίνει), τοῖς δὲ ἀδιαίρετα φύσει λέγουσι τοῦτο οὐκ ἔξεστι· τὸ γὰρ ἀδιαίρετον φύσει ὁμοίως ἐστὶ καὶ ἐν τῷ μείζονι καὶ ἐν xto ἐλάττονι.

[*](p. 326a29)

Ἔτι δὲ πότερον μία πάντων φύσιςἐκείνων τῶν ῥεῶν, ἢ διαφέρει θάτερα θατέρων;

Ἕx£pov ἐπιχείρημα. ἀνάγκη, φησίν, ἢ πάντα μιᾶς εἶναι καὶ τῆς αὐτῆς φύσεως, ἢ ἄλλα ἄλλης. εἰ μὲν οὖν μίαν ἔχοι πάντα καὶ τὴν αὐ- τὴν φύσιν, ὥσπερ εἰ τύχοι τὰ διάφορα ὕδατα ἢ αἱ βῶλοι, τί ἐστι τὸ τοῦ χωρισμοῦ αὐτῶν καὶ τῆς διακρίσεως αἴτιον; ἢ διὰ τί πάλιν ἀπτό- μένα οὐ συμφύεται, ὥσπερ ὅταν ὕδωρ ὕδατος ἁφθῇ ἢ πῦρ πυρός; ἔδει γὰρ μιᾶς ὄντα καὶ τῆς αὐτῆς φύσεως δύνασθαι συμφύεσθαι ἀλλήλοις. εἰ δέ τις εἴποι ι διὰ τὴν σκληρότητα οὐ συμφύεται, ὥσπερ οὐδὲ ὀστράκου κλασθέντος ἔτι δυνατὸν τὰ μόρια συμφύεσθαι’, πρῶτον μὲν οὖν τὸ αἴτιον τοῦ χωρισμοῦ καὶ τῆς διαιρέσεως, ὥσπερ καὶ ἤδη εἴρηται, ζητητέον, ἔπειτα εἰ οὕτως ἦν φύσεως μιᾶς πάντα, οὐκ ἔδει ἐν τῇ συνθέσει διαφό- ρους ποιεῖν φύσεις, ἀλλ’, εἰ ἄρα, μόνον σχήματα, ὥσπερ καὶ σωρεία τῶν λίθων ἢ τῶν ὀστράκων φύσιν μὲν ἑτέραν οὐκ ἐποίησεν, μόνον δὲ τὸ [*](1 μηδεμίαν διαφορὰν Z 2 δὲ ora. Z 9 ἱστῶσι (Z)a 15 τὰ] τὸ GT 16 πάντα om. a ὑποτιθέμενα R’ 18 ἐξολισθαίνειν T-’Z: ἐξ ὀλισθαίνει a 21ἡ φύσις a; at cf. Ar. cod. E 22 διαφέροι et (cum Ar.) τῶν ἑτέρων a τὰς GT 24 ἔχει a et corr. Z 25 ἐστι om. hie Z, qui inox αἴτιον ἐστὶν 27 ἅψηται a 29 συμφύεσθαι Z 30 οὖν om. Za τὸ] ὅτι τὸ GT)

176
σχῆμα τῆς σωροῦ διάφορον. οὐκ ἄρα δυνατὸν τῆς αὐτῆς εἶναι φύσεως [*](39v) πάσας τὰς ἀτόμους. εἰ δὲ ἄλλα ἄλλης εἶεν φύσεως, δῆλον ἄρα ὅτι ποιότητι διαφέρουσιν, οὐ σχήματι μόνον. ὥστε, φησίν, οὐκ ἀρχαὶ ἄν εἶεν τῶν | πραγμάτων, ἀλλὰ τὰ τούτων ἀρχοειδέστερα, αἱ ποιότητες, καθ’ ἃς [*](40r) ταῦτα καὶ ἔστι καὶ διαιρεῖται.

[*](p. 326a31)

Ὥσπερ εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήινα τὸν ὄγκον·

Τουτέστιν εἰ τὰ μὲν ἔχοι τὸν ὄγκον καὶ τὴν σωματότητα πυρίνην, τὰ δὲ γηίνην.

[*](p. 326a34)

Οὐδὲ γὰρ διαφέρει τὸ ὕστερον τοὐ προτέρου.

Τὸ ὕστερον ὕδωρ τὸ ἐπιγενόμενον καὶ ἑνωθὲν τῷ προτέρῳ οὐδὲν αὐτοῦ διαφέρει, ὅθεν καὶ ἥνωται αὐτῷ.

[*](p. 326a34)

Εἰ δὲ ἕτερα, ποῖα ταῦτα;

Τινὰ μὲν ἔχουσι πόσα ταῦτα, τινὰ δὲ ποῖα ταῦτα. εἰ μὲν οὖν ἔχοι πόσα ταῦτα, λέγοι ἂν πόσα ταῦτα πόσαι τῶν φύσεων αὐτῶν ἰδιότητες᾿· εἰ δὲ ποῖα ταῦτα, τουτέστι ταῦτα καθ’ ἃ διαφέρουσι, ποιότητες ἂν εἶεν. ὥστε αὗται τῶν σωμάτων ἀρχαί, οὐ τὰ ἄτομα·

[*](p. 326b1)

Ἔτι δὲ διαφέροντα τὴν φύσιν, κἄν ποιοι κἄν πάσχοι θιγγάνοντα ἀλλήλων.

Ἐπειδὴ τὰ πάντῃ ὅμοια δέδεικται μὴ ποιεῖν καὶ πάσχειν εἰς ἄλληλα, ἀλλὰ τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια, ἀνάγκη πᾶσα, εἰ διαφόρου εἶεν αἱ ἄτομοι φύσεως, τοιαύτας εἶναι αὐτάς· τό τε γὰρ ὑποκείμενον αὐταῖς ἓν καὶ τὸ αὐτό, ὅθεν καὶ τὸ ἄτομοι εἶναι ἔχουσι, καὶ ἡ ποιότης διάφορος. τοιαῦτα δὲ ὄντα ἐν τῇ θίξει κἄν ποιοῖ κἄν πάσχοι ὑπ’ ἀλλήλων.

[*](1 τῆς prius mutavit in τοῦ a: fort, τῆς σωρείας 2 πάσας—φύσεως om. GTa ἄλλλα R: om. Z 5. 8 διαιρεῖται. τὸ δὲ ὥσπερ εἰ τὰ μὲν εἴη πύρινα, ἀντὶ του εἰ τὰ μὲν ἔχει a 6 ὥσπερ ἄν εἰ Ar. 9 τὰ δὲ γηίνην om. GTa 10. 11 om. lemmate pergit τὸ δὲ ὕστερον φησὶν ὕδωρ τουτέστι τὸ ἐπιγενόμενον a 10 οὐδὲν (cum. Ar.)S 11 ὕδωρ om. Z 12 post αὐτοῦ addit τοῦ προτέρου a 12. 14 αὐτῷ. ἐν δὲ τῷ, ποῖα ταῦτα, τινὰ μέν τῶν ἀντιγράφων ἔχουσι a 14 οὖν om. Z 15 ἔχει a λέγοι ἄν πόσα ταύτα R: λέγοι ἂν πόσα ταῦτα ἀντὶ τοῦ Z: λέγοι ἄν πόσα ταῦτα λέγοι ἂν GT: λέγοι ἂν tantum a αὐτῶν om. T1 ante τῶν φύσεων ponit a 18 lemma om. hic a, qui pergit ἐπειδὴ δὲ τὰ ποιεῖ corr. T2: ποιῇ et πάσχῃ Ar. (praeter codd. EH) 19 θϊγΐάνο(??) R 20 πάντα R 21 τὰ om. a, qui ἀνάγκη φησὶ πᾶσα διαφόρου] διαφέρουσιν R αἱ om. GT 24 ποιῇ Τ2 καὶ πάσχοι Za)
177
[*](p. 326b2)

Ἔτι δὲ τί τὸ κινοῦν; εἰ μ.ὲν γὰρ ἕτερον, παθητικά.

[*](40r)

Ἕτερον ἐπιχείρημα. τί, φησίν, αἴτιόν ἐστι τῆς κινήσεως ταῖς ἀτόμοις; κινεῖσθαι γὰρ αὐτὰς ἀεί φασιν. εἰ μὲν οὖν ἕτερόν ἐστι τὸ κινοῦν αὐτάς, οὐκέτι ἄν εἶεν ἀπαθεῖς· δῆλον γὰρ ὅτι τῷ ἐκεῖνο μὲν ποιεῖν εἰς αὐτάς, ταύτας δὲ πάσχειν ὑπ’ ἐκείνου, οὕτω κινοῦνται. εἰ δὲ ἑκάστη ἑαυτὴν κινεῖ, ἢ μέρει μὲν κινεῖ μέρει δὲ κινεῖται. ἢ ὅλη ἑαυτὴν καὶ κινεῖ καὶ κινεῖται. εἰ μὲν γὰρ τὸ πρότερον, οὐκέτι ἀδιαίρετος ἔσται οὐδ’ ἡ αὐτὴ καὶ ὁμοιομερής διαιρεῖται γὰρ εἰς τὸ κινοῦν καὶ κινούμενον)· εἰ δὲ ἡ ὅλη καὶ κινεῖ καὶ κινεῖται, ἔσται τὰ ἐναντία ἐν τῷ αὐτῷ· ἐναντίον γὰρ τῷ ποιοῦντι τὸ πάσχον. καὶ ἡ ὕλη, φησίν, οὐ μόνον ἀριθμῷ μία ἀλλὰ καὶ δυνάμει. εἴπερ ὅλως, φησίν, ἡ αὐτὴ ἄτομος καὶ κινεῖ καὶ κινεῖται, ἔσται οὐ μόνον ἀριθμῷ μία, ἀλλὰ καὶ δυνάμει. ἡμεῖς γὰρ μίαν φαμὲν εἶναι τὴν ὕλην ἀριθμῷ, δυνάμει δὲ οὐ μίαν ἀλλὰ πολλά· τὰ ἀντικείμενα γάρ ἐστι δυνάμει, εἰς ἑκάτερον αὐτῶν μεταβάλλειν δυναμένη παρὰ μέρος. εἰ δὲ ἀπαθὴς οὖσα ἡ αὐτὴ καὶ κινεῖ καὶ κινεῖται, ἅμα ἓν καὶ ταὐτὸν ἔσται τὸ δύνασθαι κινεῖν καὶ τὸ δύνασθαι κινεῖσθαι. ὁμοίως καὶ ἐπὶ τῶν ἐναντίων. τὰ γὰρ ἐναντία ποιητικὰ καὶ παθητικά, καὶ τὸ μὲν ποιοῦν κινεῖ, τὸ δὲ πάσχον κινεῖται. ἡ αὐτὴ <ἄρα> ἅμα τὰς ἐναντίων ἕξει δυνάμεις, εἴπερ καθ’ ἓν καὶ ταὐτὸν ἅμα κινεῖ καὶ κινεῖται. οὐκοῦν ἡ αὐτὴ δύναμις ἔσται καθ’ ἣν ποιεῖ καὶ πάσχει, τουτέστι καθ’ ἣν θερμαίνει τε καὶ θερμαίνεται, ψύχει τε καὶ ψύχεται. ὥστε καὶ ἅμα τὰ ἐναντία ἔσται, τοῦτο δὲ ἀδύνατον.

[*](p. 326b6)

Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως φασι τὰ πάθη συμβαίνειν.

Ἐκθέμενος τοὺς τρόπους καθ’ οὗς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, εἶτα ἀποδεξάμενος μᾶλλον τὰς ὑποθέσεις τῶν περὶ Δημόκριτον, ὡς συμφώνους μᾶλλον τοῖς φαινομένοις καὶ δυναμένας πᾶσι τοῖς ἐκ φύσεως γινομένοις ἀκολούθους εἶναι αὗται δὲ ἦσαν αἱ τὰς ἀτό- μους καὶ τὸ κενὸν ὑποτιθέμεναι), εἶτα ἔνθεν ὁρμηθεὶς εἰς τὸν ἔλεγχον τῆς τῶν ἀτόμων ὑποθέσεως, ἀνατρέχει λοιπὸν εἰς τὸ προκείμενον. τοῦτο δὲ ἦν τὸ ἐλέγξαι τὰς τῶν παλαιῶν δόξας, καθ’ ἃς τὸ ποιεῖν ἔλεγον γίνεσθαι καὶ τὸ πάσχειν. ἦσαν δὲ ἥ τε διὰ πόρων τοῦτο γίνεσθαι λέγουσα ἧς Ἐμπεδοκλῆς προειστήκει, καὶ ἡ διὰ τοῦ κενοῦ ὡς οἱ [*](1 παθητικόν Ar. (praeter codd. EHL) 3 ἀεὶ φασὶν αὐτάς a 6 κινεῖ (post μὲν) om. GT ἑαυτὴν] an ἡ αὐτὴ? 10.11 καὶ εἴπερ (om. ἡ ὕλη—δυνάμει) a 10 ἔσται μία Ar. 12 μία] ὁμοία Z 12. 13 μίαν μὲν φαμὲν a 11 δυναμένην R 15 ἀπαθὲς GT οὖσα om. Z 16 τὸ αὐτ`` R 18 ἄρα addidit a τὰς ἐναντίας (GZ)a 25 καθ’ οὖς Za: om. GRT (Τ2 inserit οὓς) 27 δυναμένοις R 28. 29 αὗται—ὑποτιθέμεναι om. GT 28 αὗται a 28. 29 ταῖς ἀτόμοις R 30 ὑποθέσεων a 32 γίνεσθαι alterum om. Τ1 33 ἧς] εἷς a)

178
περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπελάμβανον. ὅτι οὖν οὐ διὰ πόρων γίνεται [*](40r) τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείκνυσιν οὕτως. ἴσμεν δὲ ὅτι οἱ τοὺς πόρους ὑποτιθέμενοι οὐ κενοὺς ὑπετίθεντο τούτους, ἀλλὰ πεπληρωμένους λεπτομερεστέρου τινὸς σώματος, οἷον ἀέρος· ταύτῃ γὰρ διέφερον τῶν τὸ κενὸν ὑποτιθεμένων. τὸ τοίνυν ποιοῦν, εἰ μὲν ἔξωθεν ἁπτόμενον τοὐ περιέχοντος τοὺς πόρους σώματος, οἷον εἰ αὐτοῦ τοῦ χείλους καθ’ ὃ ὁ πόρος, οὕτως ποιεῖ, περιττὸς ὁ πόρος εἰ γὰρ ὅλως ἔξωθεν ἁψάμενον ἔδρασεν, δῆλον ὅτι, κἀν μὴ πόρους εἶχε, τῇ ἁφῇ ἔδρασεν ἄν)· εἰ δὲ τῷ εἰσιέναι εἰς τοὺς πόρους οὕτω ποιεῖ, ἢ ἐξωθεῖ τὸ ἐν τοῖς πόροις σῶμα ἢ οὐκ ἐξωθεῖ. εἰ μὲν οὖν μὴ ἐξωθεῖ, σῶμα διὰ σώματος ἐχώρησεν· εἰ δὲ ἐξωθεῖ, ἢ δρᾷ εἰς τὰ παρακείμενα ἐντὸς σώματα καὶ περιέχοντα τοὺς πόρους, ἢ οὐδὲν δρᾷ. εἰ μὲν οὖν μηδὲν δρᾷ, οὐδὲν ἄρα εἰς τὸ ποιεῖν καὶ πάσχειν συνεβάλοντο οἱ πόροι· εἰ δὲ δρᾷ, πότερον διά τινων πόρων κἀκεῖ ἢ μόνον ἁψάμενον; εἰ μὲν οὖν διά τινων πόρων, πάλιν καὶ περὶ ἐκείνων τὰ αὐτὰ ἐροῦμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε συμβήσεται τὸ ὅλον πόρον εἶναι. εἰ δὲ εἰς τὰ ἐντὸς καὶ περιέχοντα τοὺς πόρους σώματα ἔδρασε μὴ οἴα πόρων, ἀλλὰ μόνον ἁψάμενα, δῆλον ὅτι, κἀν μὴ πόροι ὦσιν, ἁψάμενα τὰ μὲν ποιήσει τὰ δὲ πείσεται, καὶ πόρων οὐδεμία χρεία πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν. οὕτω μὲν συναναιρεῖ τὸ διὰ πόρων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν. ὅτι δὲ οὐ διὰ κενοῦ γίνεται, αὐτὸς μὲν οὐ προστέθεικεν ἢ ὡς ἀνελὼν τὰς ὑποθέσεις τῶν ταῦτα λεγόντων ὅτι τε γὰρ κενὸν ὅλως οὐκ ἐνδέχεται εἶναι, δέδεικται ἐν τῇ Φυσικῇ· καὶ ὅτι ἄτομοι οὐκ εἰσίν, καὶ ἐν ἄλλοις καὶ ἐνταῦθα ἤλεγξεν), ἡ, ὅπερ καὶ μᾶλλον, ὅτι ὅσα εἴρηται ἐπὶ τῶν πόρων, ταῦτα καὶ ἐπὶ τῆς τοῦ κενοῦ ὑποθέσεως ἀπαραλλάκτως ἁρμόσει λέγεσθαι. εἴτε γὰρ ἁπτόμενον ἔξωθεν τῶν σωμάτων τῶν τὸ κενὸν περιεχόντων ποιεῖ τὸ ποιοῦν, περιττὸν τὸ κενόν καὶ μὴ ὄντος γὰρ | τῇ [*](40v) ἁφῇ ἄν ἐποίησεν), εἴτε ἐγγινόμενον ἐν αὐτῷ, τὰ αὐτὰ πάλιν ἁρμόσει λέγειν ἅπερ καὶ ἐπὶ τῶν πόρων.

Όσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως. ἢ τῆς τῶν πόρων κινήσεως λέγει ἀντὶ τοῦ διὰ τῆς τῶν πόρων κινήσεως καὶ εἰσόδου τοῦ ποιοῦντος, ἢ διὰ τοῦ ἐν τοῖς πόροις πρῶτον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, τουτέστι διὰ τοῦ παθεῖν καὶ κινηθῆναι τὸ ἐν τοῖς πόροις σῶμα, ἁψαμένου τοῦ ποιοῦντος.

[*](4 γὰρ διαφερόντων τὸ GT 7 οὕτω a ποεῖ T ἁψάμενος R 8 κἀν εἰ μὴ a τῷ] τὸ Z 10 εἰ μὲν οὖν—εἰ δὲ ἐξωθεῖ om. GTa, sed a pergit καὶ ἣ δρᾶ 13 συνεβάλλοντο GTa μόνον om. a 17 μόνων GT 19. 20 οὕτω—πάσχειν om. Z 21 ταῦτα] αὐτὰ Z 23 ὅτι et ἐπὶ om. T1 24 ἀπαραλάκτως GT 27 λέγειν] λέγεται a 20. p. 179,5.6 Ὅσοι μέν οὖν—ἐπανατρέχει] διὰ τῆς τῶν πόρων δὲ κινήσεως λέγει, ἡ ἀντὶ τοῦ διὰ τῆς εἰσόδου τοῦ ποιοῦντος διὰ τῶν πόρων, ἡ διὰ τὸ (sic etiam F) ἐν τοῖς πόροις—τουτέστι διὰ τὸ (sic) παθεῖν—ἁψαμένου τοῦ ποιοῦντος. εἰπὼν δὲ τὸ εἰ μὲν (om. καὶ) πεπληρωμένων ὄντων τῶν πόρων, οὐκέτι—ἡμεῖς. Ἔτι δὲ, πῶς ἐνδέχεται—(lemma usque ad p. 326b14) ἔσται πλῆρες. ἐπανατρέχει a 30 λέγει—κινησεως καὶ scripserat ante ἢ (v. 29) sed statim delevit R 31 πρῶτον et mox τὸ (ante πάσχειν) om. Z)
179
[*](p. 326b10)

Ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν [*](40v) ὡς λέγουσιν;

Eἰπὼν τὸ εἰ μὲν καὶ πεπληρωμένων τῶν πόρων” οὐκέτι ἀνταπέδωκεν τὸ ἱεῖ δὲ κενῶν ὄντων᾿, τουτέστιν εἰ ἐξωθοῦντος τοῦ ποιοῦντος τὸ ἐν τοῖς πόροις σῶμα. εἴπομεν δὲ περὶ τούτου ἡμεῖς. αὐτὸς δὲ ἐπανατρέχει εἰς τὸ δεῖξαι, ὅτι οὐδὲ τὸ ὁρᾶν τοῦτον γίνεται τὸν τρόπον ὅνπερ ἔλεγον οὗτοι, διὰ πόρων τινῶν διιουσῶν τῶν ὄψεων. ἀνάγκη γὰρ τὰς ὄψεις ἢ ἐξωθῆσαι τὸ ἐν τοῖς πόροις τῶν διαφανῶν σῶμα καὶ οὕτω διιούσας ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, ἢ μηδὲν ἐξωθούσας διὰ τοῦ σώματος διιέναι ἢ διὰ τῶν ἁφῶν αὐτῶν καὶ τῶν ἐφαρμογῶν τῶν δύο σωμάτων, τοῦ τε ἐν τῷ πόρῳ σώματος καὶ οὗ ἐστιν ὁ πόρος, οἷον τῆς ὑάλου. ὅτι μὲν οὖν διὰ τῶν ἁφῶν ἀδύνατον διιέναι τὰς ὄψεις, σώματα οὔσας κατὰ τὰς ἐκείνων ὑποθέσεις, πρόδηλον· τὰ μὲν γὰρ πέρατα ἁπτόμενα ἐφαρμόζει ἀλλήλοις καὶ χώραν οὐδεμίαν μεταξὺ ἐᾷ, αἱ δὲ ὄψεις σώματα οὖσαι διὰ ἀδιαστάτου διιέναι οὐ πεφύκασιν. οὐκ ἄρα διὰ τῶν ἁφῶν δυνατὸν διιέναι τὰς ὄψεις. δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ διὰ τοῦ σώματος χωρεῖν δυνατὸν τοῦ ἐν τῷ πόρῳ· σῶμα γὰρ ἄν διὰ σώματος χωροίη. ἄλλως τε καὶ μάταιον οἱ πόροι. εἰ γὰρ ὅλως χωρεῖν διὰ σώματος πεφύκασιν αἱ ὄψεις, ἐχώρησαν ἂν καὶ διὰ τῆς τῶν διαφανῶν οὐσίας καὶ πόρων οὐκ ἦν χρεία. εἰ δὲ τέμνουσαι καὶ κατὰ μόρια ἢ καὶ παντελῶς ἐξωθοῦσαι αἱ ὄψεις τὸ ἐν τοῖς πόροις σῶμα, οὕτω διιᾶσι καὶ τῶν ὁρατῶν ἀντιλαμβάνονται, πολλὰ καὶ ἄτοπα τῷ λόγῳ τούτῳ ἕψεται. πρῶτον μὲν γὰρ οὐδὲν ἅμα ὁρᾶν ἡμᾶς ἔδει, ἀλλὰ κατὰ μόρια· ἑκάστης γὰρ ὄψεως μορίῳ τινὶ προσβαλλούσης, μὴ συνεχῶν οὐσῶν τῶν ὄψεων, οὐκ ἔδει οὐδὲν συνεχὲς ὁρᾶσθαι. ἔπειτα πῶς ὁρῶμεν διὰ τοῦ ἀέρος; εἰ γὰρ καὶ ἐνταῦθα διά τινων πόρων τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος ταῖς ὄψεσιν, ἐπειδὴ τοῖχόν τινα ὁλόκληρον — καὶ τί λέγω τοῖχον; τὸ τεταρτημόριον ὅλον τοὐ οὐρανοῦ ἅμα ὁρῶμεν, ἀνάγκη πᾶσα τὸν μεταξὺ τόπον, τὸν ἀπὸ τῶν ὀφθαλμῶν λέγω μέχρι τοῦ ὁρωμένου, κενὸν εἶναι, ὅπερ ἀδύνατον· καὶ ἐπειδὴ τὸ αὐτὸ ὁρατὸν ἅμα πλείονες ὁρῶμεν, συμβήσεται τὰς ὄψεις πάλιν σώματα οὔσας χωρεῖν δι’ ἀλλήλων, ὅπερ ἀδύνατον. καὶ ἐντεῦθεν οὖν ὅτι οὐ σώματα ἐκ τῶν ὀφθαλμῶν ἔξεισι, δῆλον.

[*](p. 326b13)

Τί γὰρ διοίσει τοῦ μὴ πόρους ἔχειν;

Εἰ δίεισι, φησί, διὰ τῶν πόρων πεπληρωμένων ὄντων, διὰ τί μὴ καὶ [*](3 πεπληρωμένων ὄντων τῶν GT 4 εἰ alterum om. R 6 ὅπερ GT 9 ἐξωθούσης (G)a 10 et 12 ἁφῶν F: ἀφανῶν GRTZ: ἁφῶν a 12 οὑν ἀδύνατον διὰ τῶν ἀφανῶν Z σώματος Z 13 ἐφαπτόμενα Z 14 μηδεμίαν a 15 διὰ διαστάτου Τ1 15. 16 οὐ— διιέναι om. Z 15 ἁφῶν R: ἀφανῶν GT: ἁφῶν a 17 χωρείη Z 18. 19 ὅλως δία σώματος χωρεῖν αἱ ὄψεις πεφύκασιν Z 20 καὶ (ante κατὰ) om. a 22 ἕψεται τούτω a 28 τῶν ἀπὸ τῶν GT 29 ὁρομένου Τ1a 32. 34 δῆλον. εἰ δὲ δίεισι φησὶ a 33 διοίσει GT: οἰήσει RZ ἔχειν πόρους Ar. (praeter codd. FH))

180
δι' αὐτῶν τῶν σωμάτων τῶν διαφανῶν δίεισιν; ὁμοίως γὰρ οἵ τε πόροι [*](40v) πλήρεις καὶ τὸ λοιπὸν τῶν διαφανῶν σῶμα.

[*](p. 326b15)

Ἀλλὰ μὴν εἰ κενὰ μὲν ταῦτα. ἀνάγκη δὲ σώματα ἐν αὐτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν.

Εἴ τις, φησί, μὴ λέγοι πόρους δι’ ὧν τὸ ποιεῖν καὶ τὸ πάσχειν ἢ τὸ ὁρᾶν γίνεται, κενὰ δὲ ταῦτα λέγοι εἶναι πλήρη σωμάτων, τὰ αὐτὰ συμβήσεται ἅπερ καὶ ἐπὶ τῶν πόρων συνέβαινεν. τί οὖν διαφέρουσι τῶν πόρων; ὅτι οἱ μὲν πόροι οὐδέποτε κενοὶ σώματος πεφύκασιν εἶναι, τὸ μέντοι κενὸν καὶ πλῆρες 〈καὶ οὐ πλῆρες〉, ᾗ πέφυκέ ποτε καθ’ αὑτὸ ὑφίστασθαι. εἰ δέ τις εἴποι εἶναι ἐν τοῖς σώμασι τοῖς ἐν τοῖς κενοῖς πόρους τινὰς μεταξὺ ἢ κενὰ ἕτερα εἶναι, πάλιν περὶ ἐκείνων τὰ αὐτὰ ἀπορήσομεν, πότερον ὄντων ἐν αὐτοῖς ἑτέρων σωμάτων διιᾶσιν αὐτὰ αἱ ὄψεις ἢ οὕ, καὶ πάλιν τὰ αὐτὰ συναχθήσεται. εἰ δέ τις εἴποι μικρὰ εἶναι τὰ μεταξὺ κενὰ ὡς μὴ δύνασθαι σῶμά τι δέξασθαι, πρῶτον μὲν οὐδὲ αἱ ὄψεις διελεύσονται δι’ ἐκείνων σώματά γε οὖσαι ὥστε μάτην ἔσονται), ἔπειτα, φησίν, εἴγε ὅλως πέφυκε τὸ κενὸν ὑφίστασθαι καθ’ αὑτό, ἄλογον καὶ ἀποκληρωτικὸν μικρὸν μὲν κενὸν ὑποτίθεσθαι, μέγα δὲ μή. τί γάρ ἐστιν ἄλλο τὸ κενόν, φησίν, ἢ τόπος ἐστερημένος σώματος; εἶτα ἀκόλουθον ὂν ἐπαγαγεῖν ‘ὥστε παντὶ κενῷ ἴσον ἔσται σῶμα᾿, ἀντιστρέψας εἶπεν ὥστε παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν· οὕτω γὰρ ὃ βούλεται κατεσκεύασεν. εἰ γὰρ παντὶ σώματι ἴσον ἔσται κενόν, ἔστι δὲ μέγα σῶμα, ἔστιν ἄρα καὶ κενὸν μέγα. τοῦτο δὲ ἴσως ἐποίησεν διὰ τὸ ἀντιστρέφειν τό τε κενὸν πρὸς τὸ σῶμα τό τε σῶμα πρὸς τὸ κενόν. καὶ παντὶ σώματι ἴσον ἔσται κενόν, ἀλλ’ οὐ κεχωρισμένον ὅπερ ἐκεῖνοι ὑπετίθεντο, ἀλλ’ ἔχον ἐν ἑαυτῷ τὸ σῶμα. οὐ παντὶ δὲ κενῷ ἀνάγκη ἴσον εἶναι σῶμα· τί γὰρ εἴ τις ὑπόθοιτο εἶναι μὲν κενόν, καὶ τοῦτο τόπον εἶναι ἐστερημένον σώματος, μὴ μέντοι δέχεσθαί ποτε σῶμα; οὗτος μὲν οὖν οὐκ | ἀναγκαῖος [*](41r) ὁ λόγος, τῷ δὲ ἀποκληρωτικὸν εἶναι τὸν λόγον, ἐλέγχοιτο ἄν μᾶλλον· τίς γὰρ ἡ ἀποκλήρωσις μικροῦ ὄντος κενοῦ μὴ καὶ μέγα εἶναι;

[*](2 πλῆρες GT 3 εἰ καὶ κενὰ a Ar. (praeter cod. E) 3. 4 ἔχειν ἐν αὐτοῖς Z 4 ταὐτὸ] τοῦτο RZ 5 λέγει a 6 κενὰ] κατὰ Z λέγει a: εἶναι λέγει tr. Z 9 καὶ πλῆρες καὶ οὐ πλῆρες scripsi: καὶ πλῆρες libii (praeter a qui καὶ πλῆρες καὶ κενόν, et F qui οὑ πλῆρες) 9 ᾗ] ἣ RF 11 ἢ κενὰ ἢ ἕτερα GT εἶναι om. aF 12 διίασιν Za 14 σῶμά τι scripsi pro σώματι: σώματα a (et F) 15 οὖσα a 16 ὅλως RZ: ὁ λόγος GT: om. a 17 γὰρ ἄλλο ἐστὶ Z 19 ὥστε— εἶπεν RZ: om. GT: ὅτι οὔτε κενὸν οὔτε πόροι εἰσὶν, ὁ δὲ ἐπήγαγεν suppleverat a 19. 20 ὥστε δηλονότι παντὶ a Ar. 20 καὶ οὕτω γὰρ a 21. 24 ἔστι δὲ μέγα— ἔσται κενόν om. GT 23 παντὶ RZ: παντὶ γοῦν a 24 ὑποτίθεντο T 26 ὑποθοῖτο G: ὑπέθου τὸ R 27 fort, οὕτως 29. p. 181,3 μέγα εἶναι. εἶτα ἐπαναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἐκτίθεται, περίεργον ὅλως λέγων τὸ πόρους ποιεῖν· εἰ γάρ φησι μὴ a)
181
[*](p. 326b21)

Ὅλως δὲ τὸ πόρους ποιεῖν περίεργον.

[*](41r)

Ἐπαναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἐκτίθεται. εἰ οὖν, φησί, μὴ δυνατὸν ἔξωθεν ἁπτόμενον ποιεῖν, οὐδὲ διὰ τῶν πόρων ποιήσει· μόνον γὰρ εἰσελεύσεται τε] πάσχον, δράσει δὲ οὐδὲν εἰς τὰ παρακείμενα τοῖς πόροις σώματα, εἴ γε μὴ δυνατὸν τῷ ἅπτεσθαι ποιεῖν. εἰ δὲ εἰσελθὸν καὶ ἁψάμενον ἐποίησεν, κἂν μὴ πόροι ὦσι, τῇ ἀφῇ ποιήσειεν ἄν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλὰ χρεία τῶν πόρων πρὸς τὸ καὶ τὸ βάθος παθεῖν᾿, ἴστω μηδὲν πρὸς τὴν νῦν ὑπόθεσιν λέγων. οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ μηδαμῇ μηδαμῶς διὰ πόρων εἴσεισι τὸ ποιοῦν. εἴσεισι γοῦν καὶ διὰ στόματος καὶ διὰ γαστρός καὶ διὰ τῶν λοιπῶν φυσικῶν ὄντων πόρων, ἀλλ’ οὐχὶ πρὸς τὸ ποιεῖν οἱ πόροι συμβάλλονται ἐνταῦθα, ἀλλὰ πρὸς τὸ πλησιάσαι τὸ ποιοῦν τῷ πάσχοντι· αὐτὸ τὸ ποιεῖν γίνεται διὰ τῆς ἁφῆς. οὕτως κἄν τις λέγοι δεῖσθαι πόρων πρὸς τὸ παθεῖν τὸ βάθος, οὐ τοὺς πόρους αἰτίους φήσειεν εἶναι τοῦ ποιεῖν τὸ ποιοῦν, ἀλλὰ μόνον αἰτίους τοῦ θιγγάνειν ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον. p. 326b24 Τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων. τουτέστι ποιεῖν καὶ πάσχειν.

[*](p. 326b24)

Ὅτι μὲν οὖν οὕτως λέγειν τοὺς πόρους ὥς τινες ὑπολαμβάνουσιν, ἢ ψεῦδος ἢ μάταιον, φανερὸν ἐκ τούτων ἐστίν.

Oὕτως ἀντὶ τοὐ ἀφωρισμένους τινὰς καὶ ἐνεργείᾳ εἶναι πόρους ἐν τῷ σώματι, καὶ οἱονεὶ κεκεντημένα αὐτὰ εἶναι. οὐχ ἀπλῶς δὲ τὸ εἶναι πόρους ἀναιρεῖ εἰσὶ γάρ, ὥσπερ εἴπομεν, ἔντερα φλέβες ἀρτηρίαι καὶ τὰ λοιπά), ἀλλ’, ὡς εἶπον, τὸ κεκεντῆσθαι τὸ λοιπὸν σῶμα καὶ εἶναι πόρους ἀφανεῖς διὰ σμικρότητα δι’ ὅλου τοῦ σώματος. ψεῦδος μὲν οὖν φησι τὴν τοιαύτην ὑπόθεσιν διὰ τὸ μὴ ὂν ὑποτίθεσθαι, μάταιον δὲ ὅτι εἰ καὶ ὑποθώμεθα εἶναι, οὐδὲν αὐτοῖς πρὸς τὸ ποιεῖν καὶ πάσχειν συντελέσουσιν, ὥσπερ ἐδείξαμεν.

[*](4 τε GRT: τὸ Z: delevit a 11 ταῦτα pro ἐνταῦθα GT: item a qui traicit ταῦτα οἱ πόροι συμβάλλονται 12 αὐτὸ δὲ τὸ fort, recte (G)a: ὥστε τὸ F 13 οὕτω a κἄν F: οὐκ ἄν GRTZ: δὲ κἄν a 14 φησὶν αἰτίους εἶναι F 15 θιγάνειν R 16. 20 Τῶν πρὸς—ἀντὶ] τῷ δὲ πεφυκότων πρόσθες τὸ ποιεῖν καὶ πάσχειν. τὸ δὲ οὕτως, ἀντὶ a 21 οὐ γὰρ ἁπλῶς τὸ εἶναι τοὺς πόρους a 23 τὸ κεκτῆσθαι GT: τὸ κεντῆσθαι a 25 διὰ τὸ τὸ μὴ ὃν (G)a, fort, recte ματαίαν a εἰ om. GT: καὶ εἰ tr. R ὑποθοίμεθα a)
182
[*](p. 326b26)

Διαιρετῶν δὲ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν [*](41r) γελοῖον· ᾗ γὰρ διαιρετά, δύναται χωρίζεσθαι.

Εἰ καὶ πόρων ἔδει πρὸς τὸ ποιεῖν καὶ πάσχειν, γελοῖον ἦν, φησί, τὸ ἀφωρισμένους καὶ ἐνεργεία ὑπάρχοντας ὑποτίθεσθαι πόρους. διαιρετῶν γὰρ ὄντων πάντῃ τῶν σωμάτων δύναται τὸ ποιοῦν τότε ποιεῖν ἑαυτῷ πόρον καὶ διαιρεῖν τὸ σῶμα, ὅταν ἅψηται καὶ ποιεῖν μέλλῃ. ὥστε οὐ χρεία ἀφωρισμένων τινῶν πόρων.

[*](p. 326b29)

Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ πάσχειν, λέγωμεν λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην.

Ἐλέγξας τὰς ὑποθέσεις δι’ ὧν οἱ πρότεροι τὸ ποιεῖν καὶ πάσχειν ὑπετίθεντο, βούλεται τὴν ἀληθῆ λοιπὸν ἐκθέσθαι δόξαν, πῶς γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. δεῖ δέ, φησί, τὴν πολλάκις ἡμῖν ἀρχὴν εἰρημένην καὶ νῦν προυποθέσθαι, λέγει δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τῷ γὰρ ὄντι, ὡς ἐν τῇ Φυσικῇ αὐτὸς εἴρηκεν, αὕτη ὀφθεῖσ’ ἄν ἡ φύσις πάσας ἡμῖν ἔλυσε τὰς ἐν τοῖς φυσικοῖς ἀπορίας’. ἐπεὶ οὖν ἐστι, φησί, τὸ μὲν δυνάμει τοιοῦτον τὸ δὲ ἐνεργείᾳ, οἷον θερμὸν μὲν δυνάμει τὸ ὕδωρ ἐνεργείᾳ δὲ τὸ πῦρ, ἐπειδὴ τὸ φυσικῶς ποιοῦν ἐξομοιοῦν ἑαυτῷ βούλεται τὸ πάσχον, ὅταν τὸ ποιητικὸν τὸ ἐνεργείᾳ ὂν προσπελάσῃ καὶ ἅπτηται τοὐ δυνάμει ὄντος, τουτέστι τοῦ παθητικοῦ, μεταβάλλει τὸ ἐν αὐτῷ δυνάμει εἰς τὸ ἐνεργείᾳ. ἀνάγκη οὖν πᾶσα ἅπτεσθαι τὸ ποιητικὸν τοῦ παθητικοῦ ἢ ἀμέσως ἢ διὰ μέσου τινός, ὅταν τὸ μέσον τοιοῦτον ᾖ ὡς δύνασθαι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ποιοῦντος δρᾶν δὲ καὶ αὐτὸ εἰς τὸ πάσχον, οἷόν ἐστιν ὁ ἀήρ· οὐ γὰρ ἀμέσως ὑπὸ τοῦ πυρὸς ἐν τοῖς βαλανείοις θερ- μαινόμεθα, ἀλλὰ θερμαίνει μὲν τὸ πῦρ τὸν ἀέρα, ἡμᾶς δὲ ὁ ἀήρ. οὐ χρεία οὖν πόρων πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλὰ μόνον τοῦ θιγεῖν ἀλλήλων ταῦτα, εἰ μή τις, φησί, πόρους εἴποι τὰ εὐπαθέστερα μόρια τῶν σωμάτων, ὥσπερ ἐπὶ τῶν μετάλλων συμβαίνει. εἰσὶ γὰρ φλέβες τινὲς ἐν τοῖς μετάλλοις διήκουσαι δι’ ὅλου, οἷον ἐν τοῖς μαρμάροις, εἰ λευκὸν εἴη, μέλαιναί τινες ἢ ἕτεραι τῷ χρώματι, δηλονότι διὰ τὸ ἑτέρας τινὸς εἶναι κράσεως καὶ ἢ εὐπαθέστερα εἶναι τὰ μόρια ταῦτα ἢ δυσπαθέστερα. οὕτως οὗν, φησίν, οὐδὲν θαυμαστὸν καὶ ἐν τοῖς πάσχουσιν εἶναί τινα. τοιαῦτα μόρια δι’ ὅλου διήκοντα εὐπαθέστερα, καὶ ταῦτα μᾶλλον πάσχειν [*](1 lemma om. et pergit ἀμέλει εἰ καὶ πόρων ἔδει φησὶ πρὸς a 3 ἦν, φησι] ἄν ἣν a 6 μέλη GTZ 8 τινὰ δὲ a τὸ γεννᾶν R; cf. p. 184,7 9 λέγομεν Ra 13 λέγειν (G)a 14 Φυσικῇ Α 8 p. 191b33 αὕτη Ar. (cf. Philop. Phys. p. 182,2): αὐτὴν R: αὐτὴ cett. ὀφθεῖσ᾿ ἄν scripsi: ὀφθεῖσαν GR: ὀφθεῖσα* T: ὀφθεῖσα Za: ἄν ὀφθεῖσα Ar. φύσις] ὑπόθεσις a 14. 15 πάσας—ἀπορίας] ἔλυσεν αὐτῶν πᾶσαν τὴν ἄγνοιαν Ar. 15 φησὶν ἐστὶ Z 16 τοιοῦτο GTa 17 ἐπειδὴ τὸ] τὸ δὲ a 18 ἅψηται aF 23 μελανείοις GT 25 τὸ alterum om. GTa 26 εἴπῃ a 27 μετάλων GT et mox μετάλοις Τ1 30 καὶ om. GTa ταῦτα] τινὰ R1)

183
ἁπτομένου τοῦ ποιοῦντος. εἴ τις οὖν, φησί, τούτους ἀξιοῖ καλεῖν [*](41r) πόρους, καλείτω.

Ἀποροῦσι δέ τινες ἐπὶ τούτοις, τί οὖν οὐκ εἰσὶν οὐδαμῇ οὐδαμῶς ἐν τῷ σώματι πόροι ἀφωρισμένοι. πόθεν οὖν αἱ καθ’ ἡμέραν διαφορήσεις τῶν σωμάτων ἀδήλως γίνονται; πόθεν οἱ ἱδρῶτες διιᾶσι; πῶς δέ φαμεν ἀλείμματά τινα ἀραιωτικὰ εἶναι ἢ πυκνωτικὰ τῶν σωμάτων; φασὶν οὖν πρὸς τοῦτο ἀπολογούμενοι, ὅτι τὸ μὲν μανότερα ἢ πυκνότερα γίνεσθαι τὰ σώματα διά τινων ἀλειμμάτων, οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι, ὡς ὁ ἱμὰς ἢ τὸ ἔριον, τῷ διαστέλλεσθαι καὶ κενάς τινας χώρας μεταξὺ ποιεῖν, ἀλλ’ ὥσπερ τὸ ὕδωρ μανούμενον ποιεῖ τὸν ἀέρα οὐ τῷ εἰς μικρὰ κατακερματίζεσθαι καὶ διαλαμβάνειν μεταξὺ κενά, ἀλλὰ τῷ εἰς λεπτομερεστέραν οὐσίαν μεταβάλλειν, οὕτω καὶ τὰ σώματα ἀραιοῦται ὁμαλῶς ὅλα δι’ ὅλων λεπτομερέστερα γινόμενα. τοῦτο μὲν οὖν σαφές. τοὺς δὲ ἱδρῶτας καὶ τὰς διαφορήσεις οὐκ ἀνάγκη, φασί, διὰ πόρων γίνεσθαι. τὴν γὰρ περιττὴν καὶ ἄχρηστον ὑγρότητα τῇ ἐκκριτικῇ δυνάμει ἀποκρίνει ἡ φύσις, οὐ διά τινων πόρων, ἀλλὰ κατὰ συνέχειαν τέγγουσα ἄλλο ἐξ ἄλλου μόριον, καὶ οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνουσα τὸ ὑγρόν. ὥσπερ γάρ, φασί, τέγγεται τὸ λίνον, οὐκ ἐν τοῖς κενοῖς μόνον παρακειμένης τῆς τοῦ ὕδατος οὐσίας, ἀλλὰ καὶ αὐτῆς τῆς τοῦ λίνου οὐσίας διανθείσης, οὐ διά τινων πόρων συνέβαινε γὰρ ὅλον εἶναι πόρον), οὕτω δεῖ νομίζειν καὶ ἐπὶ τοῦ σώματος γίνεσθαι, ἐκ τοῦ βάθους κατὰ συνέχειαν ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνειν τὸ ὑγρόν. οὗτος δὲ ὁ λόγος πιθανὸς μέν ἐστιν, | ἀληθὴς δὲ οὐδαμῶς. εἰ μὲν γὰρ ποιότης μόνον ἐκ τοῦ [*](41v) βάθους ἀπεκρίνετο, εἶχεν ἂν λόγον τὸ λεγόμενον· εἰ δὲ μὴ μόνον ποιότης ἀλλὰ καὶ οὐσία τις, οἷον οἱ ἱδρῶτες ἢ οἱ ἀτμοί, δυοῖν ἀνάγκη θάτερον, ἢ σῶμα διὰ σώματος χωρεῖν ἢ διά τινων πόρων ἀποκρίνεσθαι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λίνου ἐροῦμεν· εἰ γὰρ δίεισι τὸ ὕδωρ εἰς τὴν τοῦ λίνου οὐσίαν μὴ διά τινων πόρων, σῶμα διὰ σώματος ἐχώρησεν. ἢ οὖν οὐδὲ ὅλως ἡ οὐσία αὐτὴ τοῦ λίνου διαίνεται, ἀλλὰ μόνον τοῦ ὑγροῦ παράθεσίς ἐστιν, ἢ εἰ διαίνεται, δεῖ νομίζειν πάσχειν τι τὴν οὐσίαν τῇ παραθέσει τοῦ ὑγροῦ καὶ μεταβάλλειν κατὰ ποιότητα, οὐ τῆς οὐσίας αὐτῆς τοῦ ὕδατος εἰσιούσης· ἀδύνατον γάρ. μήποτε δὲ περὶ τὰς λεπτὰς ἶνας περιχεῖται πάντῃ τὸ ὑγρὸν οὐκ εἰς τὸ βάθος τῆς οὐσίας χωροῦν, καὶ διὰ τὴν λεπτομερεστάτην παράθεσιν δοκεῖ διὰ τῆς οὐσίας κεχωρηκέναι, ὥσπερ καὶ ἐπὶ τῶν λεπτομερεστάτων ξηρίων λανθάνει σχεδὸν τῶν διαφόρων εἰδῶν ἡ [*](1 τούτους a et Z (qui traicit ἀξιοῖ τούτους): τούτοις cett. 5 διίασι libri praeter R 7 μανώτερα GTa πυκνώτερα Ga 11 τῷ] τὸ GT λεπομενεστέραν (-μενέστερα R1; post hoc γινόμενα expunctum) R 13 λεπτομενέστερα R: λεπτομερεστέρας a 14 φησί GT 16 κατὰ] καὶ Z 17 φησι libri 18 λϊνον R: λίνιον GT παρακειμένοις R1: περικειμένης Z 20 γὰρ om. add. T2 21 τοῦ cm. Z 24 ἀπεκρίνατο GT1 25 prius ἡ om. a ἀττμοὶ R δυεῖν Z 26 χωρήσειν Z 28 οὑν om. a 30 εἰ om. GT νομάζειν G περιθέσει Z 32 περιέχεται a 33 καὶ διὰ] διά δὲ a)

184
παράθεσις. ἀλλ’ οὐδ’ ἐπειδὴ διὰ πόρων αἶ διαφορήσεις γίνονται, ἀνάγκη [*](41v) ἀφωρισμένους εἶναί τινας ἐν τοῖς σώμασι πόρους, ἀλλ’, ὡς εἶπεν ὁ ᾿Αριστοτέλης, “διαιρετῶν ὄντων πάντῃ τῶν σωμάτων” δεῖ νομίζειν ἐν ταῖς διαφορήσεσι διαιρεῖσθαι τὰ σώματα καὶ πάλιν μετὰ τὴν διαφόρησιν συμφύεσθαι. οὐκ ἀνάγκη δὲ ἅμα ἐκ παντὸς μορίου διαφόρησιν γίνεσθαι, ἵνα οὕτως ὅλον διαιρεῖσθαι νομίσωμεν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου.

Τίνα δὲ τρόπον τοῖς οὖσιν ὑπάρχει τὸ γεννᾶν καὶ ποιεῖν. γεννᾶν μὲν ἐπὶ τῆς κατ’ οὐσίαν μεταβολῆς, ποιεῖν δὲ ἐπὶ τῆς κατὰ ποιότητα.

[*](p. 326b31)

Πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὒ πάσχειν, ἀλλὰ πάντῃ καθ᾿ ὅσον ἐστὶ τοιοῦτον.

Τουτέστι καθ’ ὃ δυνάμει ἐστί τι, οἷον θερμὸν ἢ ψυχρόν· καθ’ ὅλον γὰρ δυνάμει ὂν καθ’ ὅλον καὶ πάσχειν πέφυκεν. μᾶλλον δέ, φησί, καὶ ἧττόν ἐστι παθητικὸν τὸ μᾶλλον ἢ ἧττον ὂν δυνάμει· τὸ γὰρ μᾶλλον δυνάμει θερμὸν μᾶλλον θερμαίνεται ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ, τὸ δ’ ἧττον οὐχ οὕτως.

[*](p. 326b34)

Καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον.

Ταύτῃ, τῷ τινὰ τῶν μορίων μᾶλλον εἶναι παθητικὰ τῶν λοιπῶν, ἵνα τὰ εὐπαθέστερά τις τῶν μορίων καταχρώμενος καλοίη πόρους. ὅτι δέ ἐστιν ἐν τοῖς σώμασιν ἄλλα ἄλλων εὐπαθέστερα μόρια, δεικνύουσιν αἱ ἐν ταῖς μετάλλοις διατείνουσαι φλέβες, εὐπαθέστεραι πολλάκις οὖσαι τῶν λοιπῶν, ἴσως δὲ καὶ δυσπαθέστεραι ἀπλῶς, ὅτι ἐστὶν ἀνωμαλία ἐν τοῖς τούτων μορίοις τοῦ ἧττον πάσχειν ἢ μᾶλλον.

[*](p. 327a1)

Συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές. ὁμοίως δὲ καὶ μὴ θιγγάνοντα μήτε αὐτῶν μήτ᾿ ἄλλων, ἃ ποιεῖν πέφυκε καὶ πάσχειν.

Oὔτε, φησί, τοῦ συνεχοῦς τὰ μόρια ποιεῖν πέφυκεν εἰς ἄλληλα οὔτε τὰ πάντῃ διῃρημένα καὶ ἀπέχοντα, ἀλλὰ δεῖ τὰ ποιοῦντα καὶ τὰ πάσχοντα διῃρῆσθαι μὲν ἀλλήλων, ἅπτεσθαι δὲ ἢ ἀμέσως ἢ διά τινων [*](1 περίθεσις Z 2 τινὰς εἶναι Z 2. 3 Ἀριστοτέλης c. 8 p. 326b26 6 ὅλον οὕτως Z ἀπ’ RZ: ὑπ’ GTa 7. 8 τίνα—γεννᾶν μὲν] ἰστέον δὲ ὅτι τὸ μὲν γεννᾶν a, qui mox τὸ δὲ ποιεῖν et ποιότητα τάττει 9 τὸ δὲ πέφυκεν et 10. 11 τοιοῦτον. φησὶ, τουτέστι a 9 οὐ libri 12 καθ’ ὅλον καὶ] καὶ καθ’ ὅλου Z 12. 14 μᾶλλον δέ—μᾶλλον θερμαίνεται] ἀλλὰ δὴ καὶ τὸ μᾶλλον δυνάμει θερμὸν ὃν, μᾶλλον φησὶ θερμαίνεται a 15. 18 οὐχ οὕτως θερμαίνεται. καὶ ταύτῃ δὲ πόρους ἄν τις λέγοι μᾶλλον, ἔνθα δηλονότι τὰ μόρια μᾶλλον εἰσὶ παθητικὰ τῶν λοιπῶν. ὡς ἄν τὰ εὐπαθέστερά a 16 ταὐτὴ τῶ (τὸ R) τινὰ τῶν RZ: θερμαίνεται τῶν GT 20 μετάλοις Τ2 22 τοῦ] τῷ a ἢ om. Z 23 ἓν ὃν Za: ἐνὸν GRT 24 θιγάνοντα R 28 διαιρεῖσθαι GT ἢ prius om. GT)

185
μέσων, τῶν μέσων τοιούτων ὄντων ὥστε πεφυκέναι καὶ ποιεῖν καὶ πάσχειν, [*](41v) πάσχειν μὲν ὑπὸ τοῦ ἐνεργείᾳ ποιεῖν δὲ εἰς τὸ δυνάμει τοιοῦτον. σαφῶς δὲ τίθησι τὰ παραδείγματα.

[*](p. 327a6)

Tὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας Ἐν ἀρχῇ τοῦτο λεκτέον.

Ἐπειδὴ εἶπεν ὅτι τὸ δυνάμει τοιοῦτον “πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὒ πάσχειν, ἀλλὰ πάντῃ καθ’ ὅσον ἐστὶ τοιοῦτον’’, νῦν βούλεται εἰπεῖν ποίᾳ ὑποθέσει ἀκολουθεῖ τὸ μὴ εἶναι πάντῃ παθητικὸν τὸ σῶμα, ἀλλὰ τῇ μὲν τῇ δὲ οὔ. εἰ γὰρ μὴ πάντῃ, φησί, διαιρετὸν τὸ σῶμα, ἀλλ’ ἔστιν ἄτομά τινα μεγέθη ἢ στερεὰ ἢ ἐπίπεδα, οὐκ ἄν εἴη πάντῃ παθητικὸν οὐδὲν τῶν σωμάτων, τῶν συνθέτων δηλονότι, ἀλλ’ οὐδὲ συνεχές· οὐ γὰρ δὴ καὶ κατὰ τὰ ἄτομα μόρια πείσεται ἀπαθῆ τε ὄντα καὶ ἀδιαίρετα. διὰ τοῦτο δὲ οὐδὲ συνεχές, ἐπειδὴ μηδὲ συμφύεσθαι τὰ ἀδιαίρετα δύναται (οὕτω γὰρ ἄν καὶ διαιρετὰ ἄν ἦν), ἀλλὰ μόνον παράκεινται ἀλλήλοις. ταύτῃ μὲν οὖν τῇ ὑποθέσει ἀκολουθήσει τὸ μὴ πάντῃ παθητικὰ εἶναι τὰ σώματα. εἰ δὲ ψευδὴς αὕτη ἡ ὑπόθεσις, ἀληθὴς δὲ τὸ πάντῃ διαιρετὰ εἶναι τὰ σώματα, οὐδὲν διαφέρει, φησί, τὸ ἐνεργείᾳ ποιεῖν διῃρημένα εἶναι τὰ σώματα ἁπτόμενα δὲ ἀλλήλων, ὥσπερ ἔλεγε Πλατῶν ἅπτεσθαι γὰρ ἀλλήλων τὰ ἐπίπεδα καὶ διὰ τῶν ἁφῶν γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν), ἢ ἐνεργείᾳ μὲν μὴ διῃρῆσθαι δυνάμει δέ· τὸ γὰρ δυνάμενον διαιρεθῆναι διαιρεθήσεται παρόντος τοὐ διαιροῦντος. ὥστε μάταιον καὶ περιττὸν πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ προυποτίθεσθαι ἐνεργείᾳ διῃρῆσθαι τὰ σώματα, ἅπτεσθαι δὲ μόνον ἀλλήλων κατὰ τὰς διαιρέσεις.

[*](p. 327a14)

Ὅλως δὲ τὸ τοῦτον γίνεσθαι τὸν τρόπον μόνον σχιζομένων τῶν σωμάτων ἄτοπον. |

Δείξας ὅτι εἰ καὶ διαιρουμένων τῶν σωμάτων ἐγίνετο τὸ ποιεῖν καὶ [*](42r) τὸ πάσχειν, ὥσπερ δοκεῖ λέγειν ὁ Πλατῶν, διὰ τῶν ἁφῶν λέγων γίνεσθαι διῃρημένων τῶν σωμάτων καὶ ἁπτομένων, εἴ γε πάντῃ διαιρετὸν ὂν τὸ σῶμα ἐν τῷ πάσχειν διαιρεθήσεται καὶ οὐκ ἀνάγκη καὶ πρὸ τοῦ πάθους ἐνεργείᾳ διῃρῆσθαι, νῦν δείκνυσιν ὅτι ὅλως τὸ οὕτως ὑποτίθεσθαι σχιζομένων τῶν σωμάτων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν ἄλογον. ἀναιρεῖ [*](2 μὲν οὖν Z 4 lemma om. hic et pergit ἐπεὶ δὲ εἶπεν a 6 οὐ libri 8 παθητὸν libri 9 γὰρ] δὴ a 10 παθητικὸν πάντη a 10. 11 οὐδὲν τῶν συνθέτων σωμάτων, ἀλλ’ a 11 οὐδὲν G 13 δὲ om. Z 14 ἄν prius om. a, alterum om. Z διαιρετὰ GTa: ἀδιαίρετα RZ περίκεινται Z 15 τοῦ μὴ GT 16 ἡ om. Z εἶναι διαιρετὰ RT τὰ om. add. T2 17 fort. διῃρημένα <μὲν> 18 Πλάτων] πάντων T 19 ἀφανῶν R1 22 διαιρεῖσθαι a 24 τούτων GT τὸν τρόπον γίνεσθαι a μόνων R: om. a, at cf. Ar. codd. EH 24. 25 σχιζομένων a: σχηματιζομένων cett. 27 γίνεσθαι λέγων Z 28 ante εἴ γε lacuna statuenda 30. 31 σχηματιζομένων GT)

186
γάρ, φησίν, οὗτος ὁ λόγος ἀλλοίωσιν. πρῶτον μὲν γὰρ ὅτι μένοντος [*](42r) συνεχοῦς τοῦ σώματος καὶ μηδαμῶς διαίρεσιν ὑπομένοντος γινεται κατὰ ποιότητα μεταβολή, ὡς ἐπὶ τῆς πήξεως τοῦ γάλακτος καὶ τοῦ ὕδατος. οὕτε γὰρ διαιρεθὲν τὸ ὕδωρ ἢ τὸ γάλα ἐπάγη, οὔτε κατὰ τὰς Δημοκρίτου δόξας τροπὴν πεπονθὸς ἢ διαθιγήν, τοῦτο δέ ἐστι μετάταξιν ἢ μετάθεσιν τῶν μορίων, ἀλλ’ οὐδὲ τῷ ἐκκριθῆναι τινὰς ἀτόμους, λέγω δὴ τὰς ὑγρότητος ἐμποιητικάς, καὶ ἐναπομεῖναι τὰς σκληράς. πρὶν γὰρ παγῇ τὸ ὕδωρ, ὅλον ἐστὶν ὁμοιομερές, μὴ ἔχον ἐν ἑαυτῷ μόρια σκληρὰ καὶ ἀδιαίρετα, ἀλλ’ ὅλον κατὰ πᾶν μόριον ὑγρόν ἐστιν· ὁμοίως δὲ καὶ ὅταν παγῇ, κατὰ πᾶν πεπηγός ἐστιν. ἔτι δέ, φησίν, οὐδ’ αὔξησιν οἷόν τε εἶναι καὶ φθίσιν. οὐ μόνον ἀλλοίωσιν, φησίν, ἀναιροῦσιν οἱ ταῦτα λέγοντες, ἀλλὰ καὶ αὔξησιν καὶ φθίσιν. εἰ γὰρ ἀληθὲς τὸ ἅπαν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι καὶ τοῦ φθίνοντος ἔλαττον, ἀδύνατον τοῦτο ἐπὶ τῆς τούτων ὑποθέσεως σωθῆναι. εἰ γὰρ προστιθεμένων τινῶν ἐν τοῖς πόροις ἢ ἐν τοῖς κενοῖς ἢ ἐν ταῖς ἁφαῖς γίνεται ἡ αὔξησις, δῆλον ὅτι οὐ κατὰ πᾶν ηὔξηται τὸ αὐξόμενον, ὥσπερ οὐδὲ εἰ ἐν δεξαμενῇ προστεθείη κατά τι μέρος ὕδωρ, πλεῖον μὲν γεγενῆσθαι λέγεται, ηὐξῆσθαι δὲ οὕ.

[*](p. 327a24)

Καὶ μὴ πᾶν μεταβεβληκὸς ἢ μιχθέντος τινὸς ἢ καθ’ αὑτὸ μεταβάλλοντος.

Μιχθέντος μὲν ὡς ἐπὶ τῆς τροφῆς τῆς γὰρ τροφῆς ἐμμιχθείσης καὶ μεταβληθείσης μεῖζον τὸ ὅλον γίνεται), καθ’ αὑτὸ δὲ μεταβάλλοντος ὡς ὅταν μεταβάλλῃ τὸ ὕδωρ εἰς ἀέρα· κἀνταῦθα γὰρ πᾶν μόριον τοῦ ὕδατος μεῖζον γέγονε, τοῦτο δὲ οὐκ ἔστιν αὔξησις ἀλλὰ γένεσις. τοῦτο δὲ εἶπε δεικνὺς ὅτι οὐδὲ γένεσιν σῴζειν δύνανται. εἰ γὰρ ἐξ ὕδατος ἀήρ, γίνεται δὲ τῶν ἐν αὐτῷ τοῦ ἀέρος ἀτόμων ἐκκρινομένων, οὐκ ἔδει μείζονα ὄγκον γίνεσθαι ἀέρος· νῦν δὲ γίνεται. ἢ τοίνυν ἀληθῶν οὐσῶν τῶν ὑποθέσεων οὔτε ἀλλοίωσις οὔτε γένεσις σωθήσεται, ἢ εἰ ἔστι καὶ ἀλλοίωσις καὶ γένεσις, ψευδεῖς αἱ ὑποθέσεις.

[*](1 ἀναλλοίωσιν GT γὰρ (post μὲν) om. a 5 διαθήγειν G: διαθηγὴν R et corr. T 6 τῷ] τὸ GT 6. 7 ὑγρότητας compend. R 7 ποιητικὰς a 8 αὐτῶ GT: αὐτῷ a μορία a 10. 11 ἔτι—φθίσιν om. a 11 οὐ μόνον δὲ a 12 τὸ πᾶν a 16 δεξαμένη R 17 πλεῖον Fa: πλείω cett. μὲν γὰρ a, fort, recte γενέσθαι GTa λύεται (pro λέγεται) Z 18. 20 omisso hic lemmate pergit μιχθέντος μὲν οὖν φησιν, ὡς ἐπὶ a 18 πᾶν GT: πάντη RZ μιχθέντος Z: μιχθέν GRT 19 μεταβάλλοντος (prius λ eras. T) GT; cf. Arist. codd. 21. 22 μεταβάλλοντος R: μετὰ τοῦ βάλλοντος Z: μεταβάλλοντος GT1: μεταβαλόντος a et corr. T 22 μεταβάλῃ Za 23 γέγονε] γίνεται Ta 24 δύνανται a: δύναται cett. 24. 25 ἀὴρ γίνεται. τῶν ἐν (om. δὲ) Fa 25 ἐκκρινομένων ἀτόμων a 27 οὔτε γένεσις οὔτε ἀλλοίωσις Z 28. p. 187, 2 ὑποθέσεις. εἶτα ἐπαναλαμβάνων τὰ εἰρημένα, εἴρηται φησὶ τί τὸ γεννᾶν καὶ τὸ ποιεῖν. ἅπερ εἰ μὲν ἐπὶ οὐσίας ἄμφω ληφθείη a)
187
[*](p. 327a25)

Ὅτι μὲν οὖν ἔστι τὸ γεννᾶν καὶ τὸ ποιεῖν.

[*](42r)

Γεννᾶν καὶ ποιεῖν εἰ μὲν ἐπὶ οὐσίας ληφθείη, τὸ αὐτό ἐστι τῷ μεταβάλλειν τὴν δυνάμει οὐσίαν εἰς ἐνεργείᾳ οὐσίαν· εἰ δὲ τὸ μὲν ἐπὶ οὐσίας ἔσται τὸ γεννᾶν, τὸ δὲ ποιεῖν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς, τὸ δυνάμει ποιὸν μεταβαλλούσης εἰς ἐνέργειαν * * *

[*](p. 327a26)

Καὶ τὸ γίνεσθαί τε καὶ πάσχειν.

Tὸ ἀντίστροφον εἶπεν. εἰπὼν τὰ ποιητικὰ εἶπε καὶ τὰ παθητικά. γίνεσθαι οὖν ἐστι τὸ ἄγεσθαι ἐκ δυνάμει οὐσίας εἰς ἐνεργείᾳ οὐσίαν, πάσχειν δὲ τὸ ἀλλοιοῦσθαι κατὰ ποιότητα.

[*](p, 327a27)

Καὶ τίνα τρόπον ἐνδέχεται.

Ὅτι τῆς ὕλης τρεπομένης καθ’ ὅλην αὑτὴν καὶ μεταβαλλούσης.

[*](p. 327a28)

Καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ.

Φᾶσί γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν συγκρίσει γίνεσθαι καὶ διακρίσει, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων· δέδεικται δὲ ὅτι οὐκ ἐνδέχεται.

[*](p. 327a30)

Λοιπὸν δεῖ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου.

Τρία ἔφησε δεῖν προληφθῆναί τε καὶ διαρθρωθῆναι τοῦ περὶ τῆς τῶν στοιχείων εἰς ἄλληλα μεταβολῆς καὶ ἀπλῶς τοῦ περὶ γενέσεως καὶ φθορᾶς λόγου, τί τέ ἐστιν ἁφὴ καὶ τί ποιεῖν καὶ πάσχειν καὶ ἔτι τί ἐστι μίξις. εἰπὼν οὖν περὶ ἁφῆς καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, ἀκολούθως ἐπὶ τὸ τρίτον τῶν προτεθέντων μεταβέβηκεν, ἐπὶ τὸν περὶ μίξεως λόγον. μίξιν δέ φησιν ἐνταῦθα τὴν ἰδικωτέραν λεγομένην ἐπὶ τῆς κράσεως· καθολικωτέρα γὰρ ἡ μίξις καὶ κράσεως καὶ παραθέσεως καὶ τῶν λοιπῶν, λέγεται μέντοι ἰδικώτερον μίξις καὶ ἡ κρᾶσις, περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον. δεῖ δέ, φησί, πέντε τινὰ ζητῆσαι εἰς τὸν περὶ μίξεως λόγον, ἅπερ σαφῶς ἀπαριθμεῖται· τί τε γάρ ἐστι, φησίν, ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, καὶ πρὸς τούτοις, φησίν, εἰ ὅλως [*](2 τῷ scripsi: τὸ libri 3 τὴν] τῆ Z 5 lacunam signavi: 〈εἴη αὐτὸ〉 τὸ δυνάμει ποιὸν μεταβάλλειν εἰς ἐνέργειαν a, qui proximum lemma om. et pergit εἶτα εἰπὼν τὰ ποιητικὰ ἐπιφέρει καὶ τὰ παθητικὰ τὸ γίνεσθαι καὶ πάσχειν. γίνεσθαι μὲν οὖν ἐστι (v. 8) 6 γενέσθαι τε T 10 εἶτα καὶ τινα a 11 αὐτὴν (sic) libri: ἑαυτὴν a 12 pro lemmate inserit καὶ ὅτι ἓν (sic) τρόπον οἱ ἄλλοι φασὶν οὐκ ἐνδέχεται a φασὶ μὲν] φαμὲν R 16 δεῖ RZ: δὴ GT: δὲ a Ar. θεωρητέον a 20 τί τὸ ποιεῖν a, qui mox ἔτι om,)

188
ἐστὶ μίξις, ὅπερ ἐστὶ καὶ πρῶτον τὸν προβλημάτων. ἀπορήσειε γὰρ ἄν τις [*](42r) μήποτε οὐδ’ ὅλως ἐστὶ μίξις. ἀνάγκη γάρ, φησί, τὰ μιγνύμενα, ἐπειδὴ τοὐλάχιστόν ἐστι δύο, ἢ ἀμφότερα σῴζεσθαι ἐν τῇ μίξει ἢ ἀμφότερα φθείρεσθαι ἢ τὸ μὲν σῴζεσθαι τὸ δὲ φθείρεσθαι· καὶ οὐκ ἔστι <τι> παρὰ ταῦτα. ἐὰν οὖν δειχθῇ ὅτι κατ’ οὐδεμίαν τῶν ὑποθέσεων δύναται σῴζεσθαι ἡ μίξις, μήποτε οὐδ’ ὅλως ἐστίν. εἰ μὲν γὰρ ἀμφότερα σῴζοιντο, οὐκ ἄν εἴη μίξις. τί γὰρ διαφέρει τῶν πρότερον; οὕτω γὰρ ἂν οὐδὲν μᾶλλον πρὶν μιχθῇ μεμιγμένα ἄν ἦν ἢ μετὰ τὸ μιχθῆναι. εἰ δ’ ἀμφότερα φθείρονται, οὐδ’ ἂν ὅλως μιγνύοιτο· τὰ γὰρ μιγνύμενα δεῖ εἶναι, ἵνα καὶ μιγνύηται, τὰ δὲ ἐφθαρμένα οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν σῴζεται τὸ δὲ φθείρεται, οὐδ’ οὕτως ἂν εἴη μίξις· δεῖ μὲν γάρ, ὥσπερ εἶπον, εἶναι τὰ μιγνύμενα, ἐνταῦθα δὲ τὸ μὲν ἔστι τὸ δὲ οὐκ ἐστι. καὶ ἄλλως ὁμοίως ἔχειν δεῖ τὰ μιγνύμενα, ἐνταῦθα δὲ οὐχ ὁμοίως ἔχουσι τοὐ ἑτέρου φθαρέντος. αἱ μὲν οὖν ἀπορίαι, αἳ ἀναιροῦσι τὴν μίξιν αὗται καὶ | τοιαῦταί εἰσιν. ἐπιλύεται δὲ [*](42v) τὰς ἀπορίας διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. ὄντων γάρ, φησί, τῶν μὲν δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἴη ἄν τὰ μιγνύμενα δυνάμει μὲν τὰ αὐτὰ ἐν τῇ μίξει, ἐνεργείᾳ δὲ οὔ. ἔστι γὰρ ἐν τῷ κεκραμένῳ οἴνῳ δυνάμει καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος, δυνάμει δὲ οὐ κατὰ τὸ πρότερον, τὸ κατὰ τὴν ἐπιτηδειότητα λέγω, ὡς ἔστι τὸ ὕδωρ δυνάμει ἀήρ, ἀλλ’ οὐδὲ ἁπλῶς κατὰ τὸ δεύτερον, τὸ κατὰ τὴν ἕξιν μόνην λέγω, ὥσπερ ἔχει ὁ καθεύδων γεωμέτρης. ἀλλ’ ὃν τρόπον ὁ μεθύων γεωμέτρης καὶ ἐπιχειρῶν γεωμετρεῖν ἐνεργεῖ μὲν κατὰ τὴν ἕξιν, οὐκ εἰλικρινῶς δέ, οὕτως καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἔχει ἐν τῷ κράματι· ἑκάτερος γὰρ ἐν τῇ μίξει κεκολασμένως ἐνεργεῖ. οὕτω μὲν οὖν δυνάμει ἀμφότερα σῴζεται, ἐνεργείᾳ δὲ οὐδέτερον οἷον ἦν ἐξ ἀρχῆς· κεκόλασται γὰρ ἡ αὐτῶν εἰλικρινὴς ἐνέργεια, καὶ οὐκ ἔστιν οἵαπερ ἦν πρὶν μιχθῆναι. οὕτως οὖν ἐκφευξόμεθα πάσας τὰς ἀπορίας. οὔτε γὰρ ἀμφοτέρων ἁπλῶς σῳζομένων ἐστὶν ἡ μίξις οὔτε φθειρομένων ἀμφοτέρων οὔτε τοὐ μὲν φθειρομένου τοῦ δὲ σῳζομένου, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτά ἐστιν ἡ μίξις· σῳζομένων γὰρ ἀμφοτέρων δυνάμει, ὡς εἴρηται, ἐνεργείᾳ δὲ οὐδετέρου. δέδεικται τοίνυν ὅτι ἔστι τι ἡ μίξις, τῶν ἀποριῶν λυθεισῶν αἵτινες τὰ ἐναργῆ ἀναιρεῖν ἐδόκουν. ὅτι μὲν γὰρ μίξις ἐστίν, ἡ ἐνάργεια ὁμολογεῖ, αἱ μέντοι φερόμεναι ἀπορίαι ἀμφιβάλλειν ἠνάγκαζον πρὸς τὰ ἐναργῆ. λελυμένων οὖν τούτων, ἔχομεν ὅτι ἐστί τι ἡ μίξις.

Κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου. εἴωθε γὰρ ἀεὶ τὰς τῶν παλαιῶν δόξας τιθέναι πρότερον καὶ διελέγχειν, ἐδόκει δέ, φησί, παρά τισι [*](2 γιγνόμενα a 3 εἰσὶ a 4 τι addidi 7. 8 prius ἄν om., alt. post πρὶν collocat a 8 ἡ] ἡ a φθείρεται(G)a 10 εἰ] ἡ (G)a τὸ μὲν] τῶ μὲν GT1 11 εἴπομεν R1 11. 12 ἐνταῦθα μὲν τὸ μέν GRT 13 ἔχει a 14 αἱ ἀναιροῦσαι GTa 17 κεκραμμένω GT 18 τὸ alterum om. add. T2 19 δυνάμει τὸ ὕδωρ GTa 20 ὃ καθεύδων (GTZ)a 21 ἀλλ᾿—γεωμέτρης om. GT 22 οὕτω a 22. 23 καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ Z 23 ἔχειν (G)a 25 εἰλικρινῶς R1 ἐνεργεία libri praeter Z 26. 27 τὰς ἀπολογίας οὕτως γὰρ Z 31 ἐνεργῆ GZa ἐνέργεια GRTZ1 32 φθειρόμεναι GT: φυόμεναι a 33 τι om. Z 34 τὸ μὲν οὗν κατὰ τὸν αὐτὸν τρόπον φησὶν, ἐπειδὴ εἴωθεν ἀεὶ a 35 δέ] γὰρ Z φασι a)

189
μὴ εἲναι ἡ μίξις, οἳ καὶ ταῦτα διηπόρουν. ἢ καὶ κατὰ τὸν αὐτὸν τρόπον [*](42v) εἶπε προαποροῦντας, ὡς αὐτὸς ἀλλαχοῦ εἴρηκε, περὶ ὧν εὐπορεῖν δεῖ, ἤγουν ζητοῦντα καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι καὶ τὰ λοιπά.

[*](p. 327a32)

Καὶ τί τὸ μικτὸν καὶ τίσιν ὑπάρχει τῶν ὄντων.

Μήποτε ἐκ παραλλήλου ταῦτα εἴρηκε. μικτὸν γάρ ἐστι τὸ δυνάμενον τὴν μίξιν καταδέξασθαι, τοιαῦτα δέ ἐστι καὶ οἷς ὑπάρχει ἡ μίξις. τὸ δὲ καὶ πῶς ἀντὶ τοῦ τίνα τρόπον μίγνυται τὰ μιγνύμενα. ἔσχατον δὲ τίθησι τὸ τῶν προβλημάτων πρῶτον, τὸ εἰ ἔστιν ὅλως ἡ μίξις, ἀλλ’ ἐν τῇ κατασκευῇ πρῶτον αὐτὸ ἀποδείκνυσιν.

[*](p. 327b6)

Oὗτος μὲν οὖν ὁ λόγος ἔοικε ζητεῖν διορίσαι τίνι διαφέρει μίξις γενέσεως καὶ φθορᾶς.

Ὁ λόγος, φησίν, ὁ διαπορῶν εἴτε σῳζομένων γίνεται ἡ μίξις εἴτε φθειρομένων, ἔοικε ζητεῖν γενέσεως τε καὶ φθορᾶς πρὸς μίξιν τίς ἡ διαφορά· φθειρομένων γὰρ ἢ ἀμφοτέρων ἢ θατέρου φθορὰ ἂν εἴη δηλονότι καὶ γένεσις, ἀλλ’ οὐ μίξις. τίς οὖν ἡ διαφορὰ μίξεως πρὸς φθορὰν καὶ γένεσιν; σῳζομένων γὰρ πάλιν οὐχ οἷόν τε εἶναι μίξιν διὰ τὰ εἰρημένα. εἰ οὖν ἔστιν ὅλως, φησί, μίξις, πάντως που διοίσει γενέσεως καὶ φθορᾶς.

[*](p. 327b9)

Ὥστε τούτων ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιτ᾿ ἄν.

Τούτων φησὶ “τίνι διαφέρει μίξις γενέσεως καὶ φθορᾶς”· εἰ γὰρ τοῦτο εὑρεθείη, λελυμέναι ἂν εἶεν αἱ ἀπορίαι.

[*](p. 327b10)

Ἀλλὰ μὴν οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν.

Εἰπὼν δεῖν διαφέρειν γένεσιν καὶ φθορὰν μίξεως, τοῦτο αὐτὸ βούλεται δεῖξαι, ἅμα καὶ τὰ παραδείγματα τῶν ἀνωτέρω εἰρημένων τιθείς, ὅτι οὕτε ἀμφοτέρων φθειρομένων ἡ μίξις οὔτε θατέρου οὔτε σῳζομένων ἀμφοτέρων. ἀσαφῆ δὲ τὴν πρὸς τὰ ἄνω συνέχειαν ὁ “ἀλλά” σύνδεσμος ἐποίησε. δεῖ οὖν οὕτως εἰπεῖν· ‘οὔτε γὰρ τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν᾿. οὐ γὰρ μίγνυται τῷ πυρὶ τὰ ξύλα, ἀλλὰ φθορὰ μέν ἐστι τῶν ξύλων γένεσις δὲ τοῦ πυρός. τοῦτο δὲ παράδειγμα ἂν εἴη τοῦ ἑνὸς σῳζομένου τοὐ δὲ ἑτέρου φθειρομένου.

[*](1 ἡ μίξις] μίξιν a ἡ καὶ om. Z: καὶ om. a 2 ὡσαύτως T ἀλλαχοῦ] respici videtur Phys. Δ 1 p. 208a35 (cum Philop. comment, p. 498,8) 3 ζητοῦντας a 4 Καὶ τί] τὸ δὲ τί a 5 μήποτε et ταῦτα om. a εἴρηται T 6 ἡ et mox καὶ om. Z 10 οὕτως compend. R τίνι] τί a; at cf. Ar. cod. L 11 γενέσεως τε καὶ GT 13. 14 διαφθορὰ R 14 γὰρ ἡ a 17 ἡ μίξις Z 18. 22 ὥστε τούτων φησὶ φανερῶν γενομένων, ἤγουν εὑρεθέντος τοῦ τὶ διαφέρει μίξις γενέσεως καὶ φθορᾶς, λελυμέναι ἄν εἶεν αἱ ἀπορίαι. εἰπὼν δὲ δεῖν a 18 λύοιντ’ Arist. 21 οὔτε] item Ar. cod. E; cf. p. 190,8 μεμῖχθαι φαμὲν τῶ πυρὶ Z 22 αὐτὸ om. Z)
190
[*](p. 327b12)

Οὔτε αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί.

[*](42v)

Τοῦτο παράδειγμα ἀμφοτέρων φθειρομένων. οὐδὲ γὰρ τὰ μόρια τῆς ὕλης τοῦ πυρὸς ἀλλήλοις μίγνυσθαι ἄν ἐν τῷ πυρὶ λέγοιτο, διὰ τὸ ἀποτελεῖσθαι ἐξ αὐτῶν μίαν φλόγα· ὡς γὰρ εἶπον, τῶν μὲν ξύλων ἐστὶ φθορὰ τοὐ δὲ πυρὸς γένεσις, μίξις δὲ οὐδαμῶς. μόρια δὲ τῆς ὕλης τοῦ πυρός φησι τὰ πλείονα ξύλα. τὰ οὖν ξύλα, ἐξ ὧν τὸ πῦρ γίνεται, οὐ μίγνυται ἀλλήλοις ἐν τῆ φλογί, ἀλλὰ φθείρονται. τὸ δὲ οὔτε τῷ πυρὶ ὥσπερ οὐδὲ τῷ πυρὶ ἀκουστέον. εἶπε γὰρ ἤδη ὅτι “οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν”, ὥστε περιττὸν τὸ πάλιν τὸ αὐτὸ λέγειν, εἰ μή, ὡς εἶπον, ἐξακούεται ὅτι οὐ μίγνυνται ἀλλήλοις τὰ ξύλα ὥσπερ οὐδὲ τῷ πυρί.

[*](p. 327b13)

Tὸν αὐτὸν δὲ τρόπον οὐδὲ τῷ σώματι τὴν τροφήν.

Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ τὸ μὲν φθείρεσθαι τὸ δὲ σῴζεσθαι. ἴσως δὲ διακρῖναι θέλων καὶ τῆς αὐξήσεως τὴν μίξιν, ὥσπερ καὶ τῆς γενέσεως, ἐχρήσατο καὶ τούτῳ τῷ παραδείγματι.

[*](p. 327b14)

Οὐδὲ τὸ σχῆμα τᾷ κηρῷ.

Τοῦτο τοῦ σῴζεσθαι ἀμφότερα παράδειγμα. σῴζεται γὰρ καὶ ὁ κηρὸς καὶ τὸ σχῆμα. ἀλλ’ οὐκ ἄν τις εἴποι μίγνυσθαι τῷ κηρῷ τὸ σχῆμα· ἔστι γὰρ τὸ μὲν ὑποκείμενον τὸ δὲ εἶδος, οὐκ ἔστι δὲ τῶν μιγνυμένων τὸ μὲν εἶδος τὸ δὲ ὑποκείμενον. καθάπαξ οὖν οὐδὲν τῶν ἐν ὑποκειμένῳ μίγνυσθαι λέγεται, οὔτε αἱ ἕξεις οὔτε τὰ πάθη, εἴτε ψυχικὰ εἶεν εἴτε σωματικά. εἴη δ’ ἂν διὰ τούτων ἀλλοιώσεως διακρίνας τὴν μίξιν.

[*](p. 327b17)

Ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν τε καὶ τὴν ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδ’ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν.

Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ ἀμφότερα σῴζεσθαι. οὐδὲ γὰρ ἐπειδὴ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐστι ζῴῳ τό τε λευκὸν καὶ ἡ ἐπιστήμη μιγνυσθαι ἄν λέγοιντο· | σῴζονται γὰρ ἄμφω ἀπαθῆ ὑπ’ ἀλλήλων. προσέθηκε 43r [*](1 οὔτε] τὸ δὲ οὔτε a, qui οὕτε τῷ πυρί om. αὐτῆς (sic) GTZ: αὐτοῖς compendiose R: αὑτῇ a 2 Τοῦτο om. a 4 τὸ μὲν ξύλον Z 7 φλογῆ R1 7. 8 ὥσπερ οὐδὲν τῶ GT 8 γὰρ ἡ διότι οὔτε Z 9 εἰ] ἣν a ἐξακούεται R: ἐξακούετε Z: ἐξακούηται GTa 10 μίγνυται GTa 10. 12 πυρί. τὸ δὲ οὐδὲ τῷ σώματι τὴν τροφὴν, παράδειγμά ἐστι τοῦ a 11 οὑδὲ] cf. Ar. codd. EL 13 θέλω et mox τοῦτο Z 15. 16 τὸ δὲ οὐδὲ τὸ σχῆμα τῷ κηρῷ, τοῦ σώζεσθαι a 15 οὐδὲ] cf. Ar. codd. τὸ] τῶ Z 17 εἴπῃ Z 19 οὐδὲν ex οὐδὲ Τ2 ὑποκειμένων Z 20 μόγνυσθαι a 21 διὰ om. GTa 22. 24 τὸ δὲ οὐδὲ τὸ λευκὸν καὶ τὴν ἐπιστήμην, παράδειγμα a 22 τε GRTZ (om. a): γε Ar. 25 ἐπεὶ Z 26 ἀπαθῆ] τὰ πάθη a)

191
δὲ καὶ τοῦτο τὸ παράδειγμα εἰς τὸ δεῖξαι ὅτι οὐκ ἂν μιγνύοιντο ταῦτα, [*](43r) κἄν ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ᾖ τὰ μήτε ποιοῦντα μήτε πάσχοντα εἰς ἄλληλα μήτε χωριστὰ ὄντα. λάβοις δ’ ἄν κυριώτερον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ, ἐν ᾧ δύο πάθη, τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι ὄντα. ταῦτα οὖν οὐκ ἂν μίγνυσθαι λέγοιτο, σῳζόμενα τε ἄμφω καὶ μὴ χωριστὰ ὄντα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα· δεῖ γὰρ τὰ μιγνύμενα τοιαῦτα εἶναι. οὐδὲν οὖν τῶν μὴ πεφυκότων καθ’ αὑτὰ ὑφίστασθαι μίγνυσθαι ἄν λέγοιτο, καὶ διὰ τοῦτο οὔτε ἡ ποιότης τῷ ὑποκειμένῳ μίγνυται (οὐ γὰρ χωριστὴ ἡ ποιότης), οὔτε τῇ ὕλῃ τὸ εἶδος· οὐδέτερον γὰρ χωριστόν. ἔχεις δὲ ἐντεῦθεν ὅν τι χαρακτηριστικὸν ἰδίωμα τῶν μικτῶν, ἤτοι οἷς ὑπάρχει ἡ μίξις, τὸ δεῖν αὐτὰ δύνασθαι ὑποστῆναι καθ’ αὑτά· ἐφεξῆς δὲ τελείως τὰ χαρακτηριστικὰ αὐτῶν ἐκθήσεται.

[*](p. 327b22)

Ἐπεὶ δ’ ἐστὶ τὰ μὲν δυνάμει τὰ δ᾿ ἐνεργείᾳ τῶν ὄντων.

Ἐντεῦθεν ἡ τῶν ἀποριῶν ἐπίλυσις. ἐπεὶ οὖν, φησίν, ἐστὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, δυνατὸν καὶ εἶναί πως καὶ μὴ εἶναι τὰ μιχθέντα· τὸ γὰρ ἀποτελεσθὲν δυνάμει μέν ἐστιν ἑκάτερον ἐξ ὧν μέμικται, ἐνεργείᾳ δὲ οὐδέτερον. ὥστε λέλυνται αἱ ἀπορίαι, πῇ μὲν σῳζομένων τῶν μιχθέντων πῇ δὲ οὔ· τοῦτο γὰρ καὶ ἐβούλοντο αἱ ἀπορίαι, καὶ σῴζεσθαι αὐτὰ καὶ μὴ σῴζεσθαι.

[*](p. 327b27)

Φαίνεται δὲ τὰ μιγνύμενα πρότερόν τε ἐκ κεχωρισμένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι πάλιν.

Τούτοις, φησίν, ὑπάρχει ἡ μίξις, ἅτινα αὐτά τε καθ’ ἑαυτὰ. προϋφέστηκε καὶ μετὰ τὴν μίξιν πάλιν χωρίζεσθαι πέφυκεν, οὐ τοῦτο δὲ ὅτι ἐνεργείᾳ ὑπάρχοντα ἐν τῷ πράγματι τὰ μιχθέντα, οὕτω πάλιν χωρίζεσθαι δύναται οὐκ ἄν γὰρ οὐδὲ μεμιγμένα ἦν, εἰ ἦν ἐνεργείᾳ ἔτι καὶ ἄνευ μεταβολῆς τινος), ἀλλ’ ἢ τοῦτό φησιν ὅτι πέφυκε τὰ κεκραμένα, διὰ τὸ μὴ τὸ τέλειον εἶδος ἀπολέσαι ἀλλὰ μόνον τὸ εἰλικρινές, διά τινων διακριτικῶν τε καὶ ἀλλοιωτικῶν ὀργάνων ὁλόκληρον πάλιν τὸ οἰκεῖον εἶδος ἀπολαβεῖν. φασὶ γοῦν διὰ τῶν καλουμένων ἐν τῇ συνηθείᾳ στρατιωτῶν ποταμοῦ διηθούμενον τὸν κεκραμένον οἶνον διακρίνειν τοῦ ὕδατος τὸν οἶνον· ἀνιμᾶσθαι γὰρ μόνον τὸ ὕδωρ, καὶ μάλιστα ὅταν ᾖ παχύτερος ὁ οἶνος. ἢ τοίνυν τοῦτό φησι τὸ δυνάμενα χωρίζεσθαι πάλιν, ἢ εἴ τῳ τοῦτο ἀδύνατον [*](1 τὸ (post τοῦτο) om. Z 2 ἐν om. R τὸ αὐτὸ Z 4. 5 ὄντα ante τὸ γλυκὺ traicit et ταῦτα οὖν om. a 7 καθ’ αὑτὸ RZ 11 ἤτοι] ἤγουν a ἡ μίξις ὑπάρχει Z 12 ἐκτίσεται a 13 δέ ἐστι et δὲ ἐνεργεία R 14 ἀποριῶν ἄρχεται ἐπίλυσις a ἐστὶ om. R 18 ἀπολογίαι Z 20 lemma hic om. et pergit τούτοις οὖν φησιν a 22 ἑαυτῶν GT 23 δέ φησιν ὅτι a 25 prius ἦν om. et mox ἔστι pro ἔτι Z 27 ἀποτελέσαι T1 εἱλικρινὲς R 30 διακρίνειν καὶ χωρίζειν a 32 δυνάμενον a)

192
εἶναι δοκεῖ, μὴ ἄν τὰ κεκραμένα ἀκριβῶς δύνασθαι χωρισθῆναι πάλιν, [*](43r) τὸ δυνάμενα χωρίζεσθαι ἀκουσόμεθα τὰ πεφυκότα ὅσον ἐφ’ ἑαυτοῖς δυνάμενα πάλιν καθ’ ἑαυτὰ ὑποστῆναι, εἴ γέ τις ἦν διακριτικὴ αὐτῶν δύναμις. τοῦτο μὲν οὖν, ὥσπερ ἤδη εἴπομεν, ἕν τί ἐστι χαρακτηριστικὸν ἰδίωμα τῶν ἐν οἷς ὑπάρχει ἡ μίξις, ἅτινα, φησίν, ἐν τῇ μίξει οὔτε διαμένουσιν ἐνεργείᾳ οὕτως ὥσπερ τὸ σῶμα καὶ ἡ λευκότης ἡ ἐν αὐτῷ, οὔτε μὴν φθείρεται οὔτε θάτερον οὔτε ἀμφότερα. ταύτῃ τε καὶ τῆς γενέσεως καὶ ἀλλοιώσεως διαφέρει ἡ μίξις. οὐδὲ γάρ ἐστι χωριστὸν τῆς ὕλης τὸ εἶδος, οὐδ’ οὕτως ἐστὶ δυνάμει ἐν τῷ κράματι τὰ ἐξ ὧν, ὡς λέγεται δυνάμει τὸ ὕδωρ ἀὴρ εἶναι. ἐπὶ μὲν γὰρ τῆς γενέσεως ἡ ὕλη τοῦ ἀέρος δυνάμει μὲν ἀήρ ἐστιν ἐνεργείᾳ δὲ ὕδωρ, ἐν δὲ τῷ κράματι δυνάμει ἐνυπάρχει τὰ ἐξ ὧν, οὐχ ἡ ὕλη αὐτῶν, ἀλλ’ αὐτὰ τὰ εἴδη κεκολασμένα, καὶ διὰ τοῦτο δυνάμει, διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδὲ τοιαῦτα οἷα ἦν πρὸ τῆς κράσεως. ταῦτα εἰπὼν ἐπιπλήττει τοῖς περὶ Ἀναξαγόραν, λέγουσιν εἶναί ποτε ‘όμοῦ πάντα χρήματα᾿· εἰ γὰρ μὴ ἔστιν ἅπαν παντὶ μικτόν (πάθος γὰρ πάθει οὐ μίγνυται), πῶς ἦν ὁμοῦ πάντα χρήματα;

[*](p. 327b31)

Διὸ ταῦτα μὲν ἀφείσθω.

Tὰ περὶ τῶν ἀποριῶν δηλονότι.

[*](p. 327b31)

Tὸ συνεχὲς δὲ τούτοις ἀπόρημα διαιρετέον.

Τὸ διαιρετέον ἀντὶ τοὐ διοριστέον, ἢ οἱονεὶ καὶ αὐτὸ κατὰ διαίρεσιν ἀπορητέον. ζητεῖ γὰρ λοιπὸν ἐφεξῆς τί ποτέ ἐστιν ἡ μίξις, καὶ προάγει κατὰ διαίρεσιν τὸν λόγον. ὑποτίθεται γὰρ δύο τρόπους μίξεως, ἕνα μὲν ὡς πρὸς τὴν αἴσθησιν εἰς μικρὰ κατακερματιζομένων τῶν μιγνυμένων καὶ παρακειμένων ἀλλήλοις τῶν μορίων ὥστε διὰ τὴν σμικρότητα τῶν μορίων συναίσθησιν μὴ εἶναι τῆς παραθέσεως, ἀλλὰ δοκεῖν μίξιν καὶ· κρᾶσιν εἶναι, ὥσπερ εἴ τις σεμίδαλιν λεπτὴν ἐκ πυρῶν μίξει ἀλεύρῳ κριθῆς· παραθέσεως γὰρ ἐν τούτοις οὔσης, διὰ τὸ τῆς σμικρότητος τῶν μορίων μὴ ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν δόξει κρᾶσίς τις εἶναι καὶ ὁμοιομερὲς εἶναι τὸ πᾶν. οὕτως ἔχει καὶ ἐπὶ τῶν ξηρίων, οἷον τοῦ ἑξαείδου. ἕνα μὲν οὖν μίξεως τρόπον τοῦτον ὑποτίθεται, καθ’ ὃν σῴζεται μὲν τὰ εἴδη τῶν μιγνυμένων, [*](1 εἶναι in ras. Τ2 2 τὸ a: τοῦ cett. 3 δύνασθαι a καθ’] ἐφ’ Z 7 φθείρεται] cf. Ar. codd. EL (p. 325b30) 9 δυνάμει ἐστὶν Z 10 τὸ ὕδωρ δυνάμει a 11 μὲν om. a ἐστιν] εἶναι GT 12 οὐχὶ ὕλη Z 13 εἱλικρινῆ R 15 ποτὲ om. Z: ποτὲ μὲν R1 16 πάθει] πάθη GT1 17. 18 δι’ ὃ ταῦτα μέν φησι, τὰ περὶ τῶν ἀποριῶν δηλονότι, ἀφείσθω a 19 τὸ δὲ συνεχὲς a; at cf. Ar. cod. Ε 20 τὸ δὲ συνεχὲς ἀπόρημα διαιρετέον φησὶν, ἀντὶ a, qui mox οἱονεὶ om. διωριστέον GT1a 22 τὸν] τὸ Z 23 ·κατα·κερματιζομένων τῶν Z: κατακερματιζόμενον. ὄντων R: κατακερμαζόμενον (sic) ὧν τῶν GT: κατακερματιζόμενον, τῶν a 25 ἐπαίσθησιν a 28 δόξειεν ἄν a 29 ἑξαείδου] ἑξαείδου libri praeter R, qui ἐξἀΐδου; cf. ad f. 60r 16 30 εἴδει a)

193
ἀνεπαίσθητα δὲ γίνεται τῇ σμικρότητι τῆς παραθέσεως· δεύτερον δὲ οὐκέτι 43r σῳζομένου τοῦ εἴδους τῶν μιγνυμένων, ἀλλ’ ἀναλυομένων αὐτῶν εἰς τὰ ἐξ ὧν σύγκεινται, καὶ οὕτως τῶν στοιχείων αὐτῶν παρακειμένων ἀλλήλοις, ὅπερ ἔλεγον οἱ τὰ ἄτομα ὑποτιθέμενοι· ἀναλυομένου γὰρ τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος | εἰς τὰς ἀτόμους ἐξ ὧν σύγκειται, εἶτα ἐκείνων ἀλλήλαις συντιθεμένων [*](43v) ὡς ἑκάστην πυρὸς ἄτομον παρακεῖσθαι ἀτόμῳ ὕδατος, οὕτω τὴν κρᾶσιν γίνεσθαι, ὥσπερ ἄν εἰ οἱ λίθοι, ἐξ ὧν τὸ θέατρον εἰ τύχοι καὶ ἡ οἰκία σύγκειται, ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοὐ θεάτρου ἕκαστος παρ’ ἕκαστον παρακεοιτο.

Τούτων τῶν ὑποτεθέντων τῆς μίξεως τρόπων ἑκάτερον ἐλέγξας, οὕτως αὐτὸς τὸν ἀληθῆ ὑποτίθεται. κέχρηται δὲ πρὸς τὸν ἔλεγχον δύο ἀξιώμασιν, ἑνὶ μὲν ὅτι ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἑτέρῳ δὲ ὅτι [τὸ] πᾶν σῶμα ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἁπλῶς πᾶν τὸ συνεχές, ὧν τὸ μὲν ὅτι τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν ἔχει προαποδεδειγμένον ἐν τῇ Φυσικῇ, τὸ δὲ ὅτι ἡ μίξις ἕτερον τῆς συνθέσεως ὡς ἀξίωμα κοινὸν καὶ πᾶσιν ὁμολογούμενον ἔλαβεν. οὐδεὶς γὰρ λέγει ἐπὶ τοῦ κράματος ὅτι σύγκειται ὁ οἶνος καὶ τὸ ὕδωρ, ἀλλ’ ὅτι μέμικται καὶ κέκραται, οὐδ’ ὅτι ἡ οἰκία κρᾶσίς ἐστι λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν, ἀλλ’ ὅτι σύνθεσις, ὡς ἅτε δὴ εἰδότων ἡμῶν ἑτέραν οὖσαν τῆς συνθέσεως τὴν μίξιν καὶ τὴν κρᾶσιν. ἑκατέρῳ οὖν τῶν ἀξιωμάτων ἑκατέραν τῶν ὑποθέσεων ἀναιρεῖ, διὰ μὲν τοὐ λέγοντος ἐπ’ ἄπειρον εἶναι πᾶν τὸ συνεχὲς διαιρετὸν ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡ μίξις τοιαύτη οἵαν ἔλεγον οἱ τῇ εἰς τὰ στοιχειωδέστερα ἀναλύσει, τουτέστι τὰ ἄτομα, καὶ τῇ τούτων οὑτινοσοῦν παρ’ ὁτιοῦν παραθέσει τὴν μίξιν γίνεσθαι λέγοντες, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. εἰ γάρ ἐστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κεῖσθαι· ἀεὶ γὰρ τὰ παρακείμενα ἀλλήλοις μόρια διαιρετὰ ὄντα οὐκ ἔχει ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κείμενον. διαιρεθέντος γὰρ τοῦ μορίου εἰς τρία τὸ μεταξὺ τμῆμα εἰλικρινῶς ἐστι μὴ ἔχον ἑαυτῷ ἑτεροφυὲς παρακείμενον. ὥστε εἰ μὲν ἦν εἰς ἄτομα ἡ διαίρεσις, ἀναστοιχειουμένων τῶν μιγνυμένων δυνατὸν ἦν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι· ἐπειδὴ δὲ πᾶν τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἀδύνατον ἄρα ἐστὶν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι. καὶ ἄλλως εἰ δέδεικται ὅτι δεῖ τὴν μίξιν μὴ φθειρομένων γίνεσθαι τῶν μιγνυμένων, ἀδύνατον ἄρα τῇ εἰς τὰ ἄτομα ἀναλύσει τὴν μίξιν γίνεσθαι· οὕτω γὰρ ἄν φθείροιτο καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μιγνύμενα· οὐ γάρ ἐστιν [*](3 σύγκειται et οὕτω Za περικειμένων Z ὥσπερ GTa 5. 6 συντεθειμένων T 6 περικεῖσθαι Z 7 et 8 τὸ θάτερον et τοῦ θατέρου R, ubi σύγκεινται 9 παραχέοιτο Z: παρακέοιτ’ ἄν a 10 τῆς om. R τρόπον GRT 11 δυσὶν FZa 11. 12 ἀξίωμα Z 12 τῆς om. Z τὸ delevit a (om. F) 13 διαιρετέον G 14 ἄπειρόν ἐστι Z Φυσικῇ] Α 2 p. 185b10 al. 16 λέγει R: λέγει ὅτι Z: om. GT: φησιν a 17 ὁ om. R οἰκεία R 21 πᾶν om. Z 23 οὐ τινὸς οὖν R 25 μόριον om. a 27 ὁτιοῦν] ὁτι GT εἰς τὰ τρία Z 28 εἱλικρινῶς R: εἰλικρινές a 29. 30 ὁτιοῦν παρ’ ὁτιοῦν μόριον Z: παρ’ ὁτιοῦν ὁτιοῦν μόριον a 30. 31 ἐπειδὴ δὲ (ἐπεὶ δὲ Z)—παρακεῖσθαι RZ: om. GTa 34 φθείρητο a μιγνύμενον Z)

194
ἑκάστη σφαιρικὴ ἄτομος πῦρ, ἀλλ’ ἡ τούτων σωρεία. ὁμοίως δὲ καὶ ἐπὶ [*](43v) τοῦ ὕδατος. ὥστε εἰ ἀναλύοιτο τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, φθείροιτο ἄν· δεῖ δὲ τὴν μίξιν ὄντων τινῶν εἶναι, οὐ φθειρομένων.

Οὕτω μὲν οὖν διὰ τοῦ ἑνὸς τῶν ἀξιωμάτων τὴν μίαν τῶν ὑποθέσεων ἀνεῖλεν, ὁμοίως δὲ καὶ τὴν ἑτέραν διὰ τοῦ ἑτέρου ἀναιρεῖ ἀξιώματος. εἰ γὰρ ἕτερον συνθέσεως μίξις, οὐκ ἄν εἴη πρὸς τὴν αἴσθησιν ἡ μίξις. εἰ γὰρ κατὰ μικρὰ εἴη παρακείμενα, ὥστε μὴ ὑποπίπτειν τῇ αἰσθήσει τὴν παράθεσιν διὰ τὴν σμικρότητα, σύνθεσις ἂν εἴη καὶ παράθεσις, οὐ μίξις. οὐδὲ γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν σμικρότητα τὰ παρακείμενα μίξις ἄν εἴη, ἀλλὰ διὰ τὸ παρακεῖσθαι καὶ μὴ κεκράσθαι, κἄν μὴ τῇ αἰσθήσει φαίνηται, οὐκ ἄν εἴη μίξις. ἄλλως τε εἰ πρὸς τὴν αἴσθησιν ἡ μίξις, τὸ αὐτὸ ἄλλῳ μὲν ἄν εἴη μεμιγμένον, τῷ μὴ ὀξὺ ὁρῶντι, ἄλλῳ δέ, οἷον τῷ Λυγκεῖ, οὐ μεμιγμένον, ὃς διὰ τὴν τῶν ὄψεων ὀξύτητα καὶ κατὰ γῆς ὁρᾶν λέγεται. οὕτω δ’ ἄν ἐν σχέσει τὸ εἶναι ἔχοι ἄν ἡ μίξις, οὐ φύσει, ὅπερ ἄλογον· τὰ γὰρ μεμιγμένα, κἂν μηδεὶς ᾖ ὁ κρίνων, μεμιγμένα δηλονότι ἐστίν.

[*](p. 328a1)

Ἀλλ’ ἔστιν ὥστε ὁτιοῦν παρ’ ὁτιοῦν εἶναι μόριον τῶν μιχθέντων.

Ἡ δευτέρα ὑπόθεσις. δῆλον δὲ ὅτι τῷ ἀναλύεσθαι τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, τουτέστιν ἀτόμους, καὶ ἑκάστην ἑκάστῃ παρακεῖσθαι· ἄλλως γὰρ ἀδύνατον.

p. 328a2 Λέγεται μὲν οὖν ἐκείνως, οἷον κριθὰς μεμῖχθαι πυροῖς καὶ τὰ ἑξῆς.

Παράδειγμα τοῦ πρώτου τρόπου τίθησι, τοὺ πρὸς τὴν αἴσθησιν εἶναι τὴν μίξιν λέγοντος. δοκεῖ δὲ ὡς πρὸς τὸν δεύτερον τρόπον ταῦτα λέγειν, διὰ τὸ εἰπεῖν ὅταν ἡτισοῦν παρ’ ὁντινοῦν τεθῇ· τῇ γὰρ αὐτῇ λέξει ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ δευτέρου τρόπου. οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὸν πρῶτον ταῦτα καὶ δῆλον ἐξ ὧν φησι τὸ λέγεται μὲν οὖν ἐκείνως, δηλονότι ὡς τὸ πρότερον, οὐχ ὡς τὸ προσεχές. εἶπε δὲ τὸ ἡτισοῦν παρ’ ὁντινοῦν, κριθὴ δηλονότι πρὸς πυρόν, ἵνα ἑκάστην κριθὴν πυρῷ τινι ἑνὶ παρακεῖσθαι λάβωμεν, μὴ μέντοι κατὰ σωρείαν πολλὰς ἅμα κριθὰς πολλοῖς ἅμα πυροῖς. ἁρμόσει δὲ μᾶλλον τὸ ὑπόδειγμα τῷ δευτέρῳ τρόπῳ· ἐπὶ [*](1 σωρία GT1 2 πρὸς τὰ στοιχειοδέστερα Z 7 κατὰ] καὶ τὰ R 8 περίθεσις Z, ut mox περικείμενα sim. οὐ] ἡ GTa 12 μεμιγμένον] μιγνύμενον (G)a ἄλλω δὲ οὔ. οἷον a 13 γλυκεῖ G1T (corr. G2) 16 τὸ δὲ ἀλλ’ a εἶναι] ἐστὶ compend. R 18 διὰ τὴν δευτέραν ὑπόθεσιν φησί. δῆλον δὲ a τῷ] τὸ Z 21 τὸ δὲ λέγεται a, qui μεμῖχθαι πυροῖς om. ἐκεῖνος R πυροῖς Z: πυρὸς GT1: πυροὺς RT2 24 δὲ om. Z 25 εἰτισοῦν R αὐτῇ] ταῦτα T 27 ἐκεῖνος RZ 28 ὡς priore loco RZ: πρὸς GTa οὐχ ὡς GT: οὐχ ὡς πρὸς RZ: οὐ πρὸς a εἴτις οὖν R)

195
γὰρ τῶν διὰ λεπτομέρειαν ἀφανῶν (ὡς ἐπὶ τῶν ξηρίων, τῆς μίξεως τῶν [*](43v) ἀλεύρων τῶν ἐκ κριθῆς καὶ πυρῶν, καὶ ἄλλων τινῶν) οὐ πάντως ὁτιοῦν παρ’ ὁτιοῦν τῶν μιχθέντων κεῖται, ἀλλ’ ἐνδέχεται καί τινα ψήγματα παρακεῖσθαι ὁμοειδῆς, οἷον κρίθινα ἢ ἄλλου εἴδους.

[*](p. 328a3)

Εἰ δ’ ἐστὶ πάν σῶμα διαιρετόν, εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν, ὁμοιομερὲς ὁτιοῦν ἄν δέοι μέρος γίνεσθαι παρ’ ὁτιοῦν. Ἐντεῦθεν ἀνασκευάζει τοὺς εἰρημένους δύο τῆς μίξεως τρόπους. κέχρηται δ’ ὑποθετικῷ συλλογισμῷ τοιούτῳ· εἰ ἐστι πᾶν σῶμα σώματι μικτόν, καὶ εἰ ἔστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀκολουθήσει τὸ ὁμοιομερὲς ὁτιοῦν τοῦ μιγνυμένου γίνεσθαι μέρος. τὸ γὰρ ‘ὁτιοῦν ἄν δέοι ὁμοιομερὲς γίνεσθαι παρ’ ὁτιοῦν᾿ | ἴσον ἐστὶ τῷ ‘πᾶν μέρος παντὶ ὁμοιομερὲς [*](44r) ὀφείλει ἔσεσθαι᾿. καὶ τὸ μὲν συνημμένον τοιοῦτον, οὗ τὸ ἡγούμενον, καθάπερ εἶπον, δύο ἐστὶν ἀξιώματα, τό τε ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετὸν καὶ τὸ ἕτερον εἶναι τῆς συνθέσεως τὴν μίξιν. δυνάμει γὰρ ἐμπεριέχεται ἐν τῷ εἴπερ ἐστὶ σῶμα σώματι μικτὸν ‘ἕτερον δηλονότι τῆς συνθέσεως ἡ μίξις᾿· ἐν γὰρ τῇ συνθέσει ἤτοι παραθέσει οὐχ ὁτιοῦν ᾡτινιοῦν παράκειται, διαιρετοῦ ὄντος ἐπ’ ἄπειρον τοῦ σώματος. καὶ εἰ ὁμοιομερὲς ἀνάγκη εἶναι πᾶν μόριον τοῦ μιγνυμένου, οὐκ ἄν οὔτε κατὰ μικρὰ σύνθεσις εἴη ἡ μίξις, οὔτε ὁτιοῦν ᾡτινιοῦν παράκειται κατὰ τὴν εἰς τὰ ἄτομα ἀνάλυσιν· οὔτε γὰρ ὅμοιαι αἱ παρακείμεναι ἄτομοι, καὶ κεῖται ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν. πόθεν δέ; ὅτι τῷ ἡγουμένῳ ἕπεται τὸ ἑπόμενον, ὅτι εἰ ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἡ δὲ σύνθεσις ἀνομοιομερῆ ἔχει τὰ μόρια, οὐκ ἄν ἡ μίξις ἔχοι ἀνομοιομερῆ. ὁμοιομερῆ ἄρα. ἀλλ’ οὐχ οὕτως ὁμοιομερῆ ὡς ἄν εἴποιεν οἱ τὰ ἄτομα λέγοντες. ἐπεὶ γὰρ τὰ σύνθετα ἐκ τῶν ἀτόμων μίγνυσθαι ἔλεγον (οὐ γὰρ αὐτὰς τὰς ἀτόμους), μίγνυσθαι δὲ αὐτὰ τῇ εἰς τὰ ἄτομα ἀναλύσει καὶ παραθέσει οὑτινοσοῦν ἀτόμου παρ’ ὁτιοῦν, εἶπον ἄν ὁμοιομερὲς τὸ ὅλον, μέρη λέγοντες οὐ τὰς ἀτόμους στοιχεῖα γὰρ αὗται), ἀλλὰ τὰ συγκείμενα ἐξ αὐτῶν τοῦ ὅλου μόρια, ἐν οἷς πᾶσιν ὁμοία ἡ παράθεσις ὁρᾶται. ὅτι οὖν οὐχ οὕτως ὁμοιομερὲς τὸ μιγνύμενον, ἐκ τοῦ προειλῆφθαι ὅτι πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετὸν δῆλον, ἀλλ’ ὅτι ἀεὶ καὶ ἐπ’ ἄπειρον γινομένης τῆς διαιρέσεως πάντα τὰ μόρια ὁμοιομερῆ εὑρίσκεται. τὸ μὲν οὖν συνημμένον, ὥσπερ εἶπον, τοιοῦτον. ἡ δὲ πρόσληψις αὐτῷ γίνεται δυνάμει μὲν ἡ αὐτὴ τῷ [*](3 ψίγματα GRT 4 ὁμοιοειδῆ G2: ὁμοιειδῆ T 5 ἐστὶ καὶ] καὶ ἔστι a Ar. (καὶ om. Ar. codd. EFG); cf. v. 16 et p. 196,7 6 μικτὸν ὁμοιομερές, ὁτιοῦν a (ex ed. Ar.) 9 πᾶν et 10 τὸ (ante σῶμα) om. GTa 11 ὁτοιοῦν altero loco GT2 fort, δέοι 〈μέρος) 12 τῷ a: τὸ cett. 13 ὀφείλειν R τοιοῦτο a 15 ἑτέραν R τὴν μίξιν τῆς συνθέσεως Z 17 ἤτοι] ἢ τῆ Z 20 εἴη] ἄν εἴη a 23 εἰ δὲ σύνθεσις R 24 ἔχοι] ἔχει Ζ1 27 δὲ om. add. Τ2 28 ἄν ὁμοιομερές a: ἀνομοιομερὲς cett. 31 μιγνύμενον] λεγόμενον Z 34 αὐτῇ (G)a)

196
ἡγουμένῳ τῷ ἐν τῷ συνημμένῳ, τῇ λέξει δὲ διάφορος. ἀντὶ γὰρ τοῦ [*](44r) προσλαβεῖν ‘ἀλλὰ μήν ἐστι πᾶν σῶμα διαιρετὸν καὶ ἄλλο μίξεως σύνθεσις᾿, προσλαμβάνει ἴσον δυνάμενον τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαρεθῆναι, οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, ὧν τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαιρεθῆναι ἴσον ἐστὶ τῷ ἐπεὶ δὲ πᾶν σῶμα διαιρετόν, τὸ δὲ οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, τὸ παραληφθὲν ἐν τῷ ἡγουμένῳ ὅπερ δυνάμει περιεῖχε, τῷ εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν. τούτοις οὖν προσληφθεῖσιν ἀκόλουθον συμπέρασμα τὸ ὁμοιομερὲς εἶναι πάντῃ ἑαυτῷ τὸ μιγνύμενον, ὅπερ αὐτὸ μὲν οὐ τέθεικε δι’ ἄλλων δὲ αὐτὸ κατασκευάζει. δῆλον γάρ, φησίν, ὡς οὔτε κατὰ μικρὰ σῳζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι· σύνθεσις γάρ ἐστι καὶ οὐ κρᾶσις οὐδὲ μίξις, οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. ταῦτα δὲ δεικτικά ἐστι τοῦ ὁμοιομερὲς εἶναι τὸ μιγνύμενον· τῇ γὰρ ἀναιρέσει τοῦ ἀνομοιομερὲς τὸ ὁμοιομερὲς εἶναι εἰσάγεται. ἂν δὲ ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐδὲν συμβήσεται τούτων· οὐ γὰρ ὁμοιομερὲς τὸ ὅλον. οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον, ὅπερ εἵπετο τῷ ἀξιώματι τῷ λέγοντι ἕτερον εἶναι σύνθεσιν μίξεως. εἰ δὲ μὴ ἔστι τὸ ὅλον ὁμοιομερές, φαινομένη ἐστὶ καὶ οὐκ οὖσα κρᾶσις, καὶ διὰ τοῦτο τῷ Λυγκεῖ εἴη ἄν οὐ μεμιγμένον.

[*](p. 328a15)

Οὔτε τῇ διαιρέσει.

Κατὰ κοινοῦ τὸ ‘οὐ μεμιγμένον᾿. ἐπὶ τὸν ἕτερον δὲ τρόπον μεταβέβηκεν, τὸν ὁτιοῦν λέγοντα παρ’ ὁτιοῦν εἶναι τὴν μίξιν, ὃν καὶ αὐτὸν συμβαίνει γίνεσθαι τῇ κατὰ μικρὰ συνθέσει. δεδομένου γὰρ τοῦ ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν κεῖσθαι· ἀδύνατον γὰρ εἰς ἄτομα διαιρεθῆναι τὸ συνεχές. ὥστε συμβήσεται καὶ τοῦτον τῇ κτὰ μικρὰ παραθέσει γίνεσθαι, ὅπερ ἄτοπον πρὸς τῷ, ὡς ἤδη εἶπον, καὶ τῇ ἀναστοιχειώσει μὴ σῴζειν τὴν τῶν μιγνυμένων φύσιν, ὅπερ ἔδει.

[*](p. 328a17)

Ἢ οὖν οὐκ ἔστι μίξις, ἢ λεκτέον τοῦτο πῶς ἐνδέχεται γενέσθαι πάλιν.

Ἦν ἡ ὅλη τοῦ συλλογισμοῦ ἔφοδος τὸ ‘εἰ ἔστι μίξις, ὁμοιομερῆ δεῖ εἶναι τὰ μόρια τοῦ μιγνυμένου᾿. δύο οὖν τρόπων ὑποκειμένων μίξεως, [*](2 et 8 προλαβεῖν et προληφθεῖσιν Z 7 τῷ scripsi: τὸ libri 12 γὰρ έσται Ar. οὐθ’ ἔξει R1 14 εἶναι τὸ ὁμοιομερὲς Z 15.10 εἰσάγεται. οὐδὲν δέ φησι συμβήσεται τούτων, ἄν ἦ κατὰ μικρὰ σύνθεσις ἡ μίξις. οὐ γὰρ a 15 ἄν] ἢν GT 19 γλυκεῖ (ex λυγκεῖ) T2 20. 21 ἐν δὲ τῷ οὔτε τῇ διαιρέσει, κατὰ κοινοῦ ὑπακουστέον τὸ οὐ μεμιγμένον a 23 διδομί μένου Za 20 τῳ] τὸ GTZ 28 εἶτα ἐπάγει, ἢ οὖν a (??)ις R πῶς ἐνδέχεται τοῦτο Z 29 γίνεσθαι (G)a Arist. 30 ἦν γὰρ ἡ ὅλη a δεῖ ex corr. R: δὲ GT 31 μίξεων libri)

197
ἀνῄρητο ἑκάτερος, τῷ μηδέτερον δύνασθαι σῴζειν ὁμοιομερῆ τῶν μιγνυμένων [*](44r) τὰ μόρια. τούτου οὖν δειχθέντος, φησίν, ἀκολουθήσει τὸ ἢ μηδ’ ὅλως εἶναι μίξιν, ἢ ἕτερόν τινα εἶναι τρόπον μίξεως παρὰ τοὺς εἰρημένους. τὸ δὲ πάλιν προσέθηκεν, ὅτι τὸ αὐτὸ τοῖς ἐπὶ τῶν πρώτων ἐποίησεν· ἀνελὼν γὰρ τὰς προκαταβεβλημένας δόξας, αὐτὸς ἔδειξε πῶς ἕκαστον αὐτῶν γίνεται.

[*](p. 328a18)

Ἔστι δή, ὡς ἔφαμεν, τῶν ὄντων τὰ μὲν ποιητικὰ τὰ δὲ ὑπὸ τούτων παθητικά.

Ἀνελὼν τὰς ψευδεῖς περὶ μίξεως ὑπονοίας, καὶ βουλόμενος λοιπὸν εἰπεῖν τί τέ ἐστιν ἡ μίξις καὶ πῶς γίνεται, ἀναμιμνῄσκει ἡμᾶς τῶν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένων, ὅτι ταῦτα τῶν ποιούντων καὶ ἀντιπάσχει ὅσα τῆς αὐτῆς ὕλης κοινωνεῖ ἀλλήλοις, ταῦτα δὲ τῶν ποιούντων οὐκ ἀντιπάσχει ὅσα μὴ κοινὴν ἔχει ὕλην. ἐπεὶ οὖν τὰ μιγνύμενά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα εἰς ἄλληλα, ποιεῖ δὲ καὶ πάσχει εἰς ἄλληλα τὰ ὁμόυλα, ταῦτα ἂν μιγνύοιτο ἀλλήλοις τὰ τῆς αὐτῆς ὕλης μετέχοντα. ὥστε τοῦτό ἐστι μίξις, ἡ τῶν ὁμοΰλων εἰς ἄλληλα ποίησις.

[*](p. 328a22)

Τούτων μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδὲ ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασιν.

Τούτων, φησί, τῶν μὴ ὁμοΰλων καὶ διὰ τοῦτο μηδὲ ἀντιπασχόντων ἐν τῷ ποιεῖν μίξις οὐκ ἔστι. καὶ διὰ τοῦτο, φησίν, οὔτε ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸ σῶμα μίγνυται αὐτῷ· οὐ γάρ ἐστιν ὁμόυλος ἡ ἰατρικὴ τῷ σώματι· ἐν ψυχῇ γὰρ αἱ ἐπιστῆμαι. διὰ τοῦτο οὖν ὑγιάζουσα τὸ σῶμα ἡ ἰατρικὴ οὐ μίγνυται αὐτῷ, εἴ γε μίγνυται τὰ ἀντιπάσχοντα ὑπ ἀλλήλων, ἀντιπάσχει δὲ τὰ ὁμόυλα. ἔχει δὲ ἡ λέξις δύσκολόν τι. ‘διὸ γάρ φησιν ‘οὔτε ἡ ἰατρικὴ μιγνυμένη ποιεῖ ὑγίειαν, οὔτε πάλιν ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασι ποιεῖ ὑγίειαν᾿. ἢ οὖν | οὕτως ἀκουστέον ‘διὸ [*](44v) οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν μιγνυμένη τοῖς σώμασιν, οὔτε ἡ ὑγίεια μίγνυται τοῖς σώμασιν᾿, ἵνα τὸ μιγνυμένη συλληπτικῷ τρόπῳ εἰρημένον ὑπάρχῃ, οὐ μίγνυται δὲ δηλονότι ἡ ὑγίεια εἶδος οὖσα, εἴρηται δὲ ὅτι τὰ εἴδη οὐ μίγνυται τοῖς ὑποκειμένοις· ἢ ὑγίειαν μὲν ποιοῦσαν ληψόμεθα τὸν τῆς [*](1 τὸ Τ 4 πρῶτον GT 7 δή] δὲ R 7. 8 τὰ δ᾿ ὑπὸ a 10 τῶν om. GT 13 ὕλην ἔχει Z 14 εἰς ἄλληλα priore loco om. Z 17 lemma om. hic a, qui pergit τούτων οὑν φησι 18 ὑγείαν et ὑγεία Z 19 μὴ om. GT τοῦτο] τούτων φησὶ G: τοῦτο(??) φησὶ T μηδὲ] μὴ GTa 20 φησίν om. GTa fort. οὐδὲ ἡ 21 οὐ μίγνυται R 21. 23 οὐ γάρ—αὐτῷ om. Z 25 ὑγείαν et ὑγεία Z, itemque in proximis 26 ἡ] εἰ T 27 οὐδὲ] fort, οὔτε ἰατρικὴ μιγνυμένη τοῖς σώμασιν ποιεῖ ὑγείαν Z μίγνυται RZ: μιγνυμένη GTa 28 post μιγνυμένη addunt τοῖς σώμασιν GTa ὑπάρχει R1: ὑπάρ(??) Z)

198
ὑγιείας λόγον, γινομένην δὲ τὴν ἐν τῷ σώματι, ὧν οὐδετέρα μίγνυται τῷ [*](44v) σώματι. ἡ μὲν γὰρ ἐν ψυχῇ τὸ εἶναι ἔχει, ἡ δὲ εἶδός ἐστι τοὐ ὑπο-

[*](p. 328a23)

Τῶν δὲ ποιητικῶν καὶ παθητικῶν ὅσα διαιρετά, πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν.

Εἰπὼν τί τέ ἐστι μίξις καὶ τίνων, ὅτι ὁμοΰλων, ἐπεὶ οὐ πάντα τὰ ὁμόυλα μίγνυται οὐδὲ γὰρ λίθος ξύλῳ μικτός), διὰ τοῦτο προσδιορίζεται ποῖα τῶν ὁμοΰλων ἐστὶ τὰ μιγνύμενα, ὅτι τὰ εὐδιαίρετα. εὐδιαίρετα δὲ λέγει τὰ εὐόριστα, εὐόριστα δὲ τὰ ὑγρά· ὥστε ὅσα τῶν ὁμοΰλων ἐστὶν ὑγρά, ταῦτα μίγνυται. πῶς δὲ τὰ ὑγρὰ μίγνυται ἐπάγει, ὅτι οὐχ ὡς ἔτυχεν ὄντα· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν ὑγρὸν ἐγγινόμενον ποιεῖ μίξιν. οὐδὲ γὰρ εἰ σταγὼν οἴνου, φησί, μυρίοις χοεῦσιν ὕδατος ἐμβληθῇ, μεμιγμένον ποιεῖ τὸ ὅλον. τῷ γὰρ ὑπερβάλλειν τὴν τοῦ ὕδατος δύναμιν πάσχει μόνον ἡ σταγὼν τοῦ οἴνου ὑπ’ αὐτοῦ, οὐκέτι δὲ ἰσχύει καὶ ἀντιδρᾶσαι εἰς αὐτό, ἀλλὰ παθοῦσα μόνον ἡ τοὐ οἴνου σταγὼν μεταβάλλει τὸ εἶδος, καὶ γίνεται φθορὰ καὶ γένεσις, οὐ μίξις. εἰ γὰρ καὶ πεφύκασί τινα ποιεῖν εἰς ἄλληλα, ἀλλ’ οὐχ ὡς ἔτυχεν ἔχοντα, ἀλλ’ ἔχοντα καὶ ποσόν τι σύμμετρον· δεῖται γὰρ τὰ εἴδη καὶ ποσοῦ τινος, ἵνα συστῇ, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπεν. ἐν οὖν τῇ σταγόνι εἰ καὶ ἔστι τὸ τοῦ οἴνου εἶδος, ἀλλ’ οὐκ ἔστι δυνάμει δραστήριος εἰς μυρίους χοᾶς ὕδατος. καὶ ἐξ ἀρχῆς μὲν δῆλον ὅτι μίξις τις γίνεται ἐν τῷ πλησιάζοντι μορίῳ, ὅταν δὲ ἐπὶ πολὺ διαχεθῇ ἡ σιαγὼν καὶ ἀεὶ τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον ἡ ποιότης ἀμβλύνηται, τέλος καὶ παντελῶς μεταβάλλει. δεῖ οὖν τὰ μιγνύμενα, φησίν, ἰσάζειν πως ταῖς δυνάμεσι. καὶ καλῶς εἶπε πως· οὐ γὰρ πάντως ἴσα δεῖ εἶναι, ἀλλὰ μὴ πολὺ τὸ ἕτερον ὑπερβάλλειν. ἰσαζουσῶν οὖν πως τῶν δυνάμεων κρατεῖ κατά τι ἑκάτερον ἑκατέρου, οὐ μὴν πάντῃ φθείρει, ἀλλὰ τὰς ὑπερβολὰς κολάζει μόνον· καὶ οὕτως τὸ ὅλον γίνεται κοινόν τι ἀμφοῖν τῶν μιγέντων, οὐ μέντοι θάτερον αὐτῶν, ὥσπερ ἐπὶ τῆς ἐμβληθείσης σταγόνος. τὸ μὲν οὖν γενόμενον κοινὸν ἀμφοῖν, σῴζεται μέντοι δυνάμει ἑκάτερον ἐν τῷ μίγματι τὸν εἰρημένον τρόπον.

[*](1 ὑγιείας a: ὑγιείας (sic) R: ὑγείας GTZ 4 διαιρετὰ GRTZ (cf. p. 200,19): εὐδιαίρετα a Arist. (item Philoponi libri v. 8 utrobique) 9 ὥστε om. T 10 οὐδὲ] οὐ GT 11 γὰρ alt. om. Z 11. 12 εἰ(??)ταγὼν R 12 ἐμβληθείη, μιγνύμενον a 19 Φυσικῇ] nescio ubi 20 immo δύναμις χοὰς (sic) GRT: χόας Za 21 μίξις γίνεταί τις Z 22 διαχυθῇ a καὶ ἀεὶ om. a τῷ] τὸ T πλοῖον R 23 ἀμβλύνηται R: ἀμβλύνεται Za et corr. T: ἀμβρύνεται GT1 τέλος GRTZ: τελείως F: τέλος δὲ a μεταβάλλῃ R 24 φησίν om. Z πῶς utrobique libri 25 τὸ ὕστερον Z 26 φθείρειν T 27 κολάζειν GT οὕτω a 28 οὐ μέν τι Z θατέρου GTa ὡς ἐπὶ a 29 γινόμενον a)
199
[*](p. 328a31)

Φανερὸν οὖν ἐκ τούτων, ὅτι ταῦτά ἐστι μικτὰ ὅσα [*](44v) ἐναντίωσιν ἔχει τῶν ποιούντων.

Δῆλον, φησίν, ἐκ τῶν εἰρημένων τίνα ἐστὶ τὰ μικτά, ὅτι ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει. τοῦτο δὲ εἶπε διὰ τὰ οὐράνια· ποιεῖ γὰρ καὶ ταῦτα εἰς τὰ τῇδε, ἀλλ’ οὐκ ἔχει ἐναντίωσιν, διότι μηδὲ κοινὴν ὕλην ἔχει. ὅσα οὖν τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει, ὑγρὰ ὄντα καὶ ἐξισάζοντά πως ταῖς δυνάμεσι, ταῦτά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα·

[*](p. 328a33)

Καὶ μικρὰ τοῖς μικροῖς παρατιθέμενα μίγνυται μᾶλλον.

Δείξας ὅτι οὔτε κατὰ παράθεσιν ἡ μίξις οὔτε τῇ εἰς μικρὰ διαιρέσει, νῦν φησιν ὅτι εἰ καὶ μὴ ἔστιν ἡ παράθεσις μίξις, συντελεῖ μέντοι εἰς τὴν μίξιν ἡ εἰς μικρὰ διαίρεσις καὶ παράθεσις· εὐκολώτερον γὰρ εἰς μικρὰ διαιρεθέντα μίγνυται τὰ μιγνύμενα. ῥᾷον γάρ, φησί, τὸ μικρὸν ὑπὸ τοὐ μικροῦ πείσεται μᾶλλον ἡ τὸ μέγα ὑπὸ τοῦ μεγάλου, τὸ δὲ πολύ, φησίν, ὑπὸ τοῦ πολλοῦ χρονιώτερον πάσχει. δοκεῖ δὲ τοῦτο ἐκβαίνειν πως τὴν ἀναλογίαν. διὰ τί γὰρ μὴ ὥσπερ ὁ αὐτός ἐστι λόγος τοῦ μορίου πρὸς τὸ μόριον, οὕτωσπερ ὁ τοῦ ὅλου πρὸς τὸ ὅλον, οὕτω κατὰ τὸν αὐτὸν λόγον ὁμοίως πείσεται τὸ ὅλον ὑπὸ τοῦ ὅλου, ὥσπερ τὸ μόριον ὑπὸ τοῦ μορίου; εἰ δὲ τοῦτο, συμβάλλεται συμβάλλεται ἡ κατὰ μικρὰ διαίρεσις καὶ παράθεσις εἰς τὴν θάττω μίξιν. ἀλλὰ κἄν μὴ διαιρεθῇ, τὸ ὅλον δὲ τῷ ὅλῳ παρακέηται, οὐδὲν ἧττον μιχθήσονται πάσχοντα ὑπ’ ἀλλήλων. καὶ ἄλλως εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι, τοσούτῳ σφοδρότεραι καὶ ὑπερβαίνουσαι τὴν τῶν μερῶν ἀναλογίαν, ὡς δείκνυται σαφῶς ἐπὶ τῶν ῥοπῶν διαιρούμενα γὰρ τὰ βάρη οὐ σῴζει τὴν τοῦ ὅλου ἀναλογίαν, καὶ τοῦτό ἐστιν ἐπὶ τοῦ χρυσοῦ σαφέστατον, ἀλλ’ ἐνδέοντα βάρει τινὶ τοῦ ὅλου φαίνονται τὰ μόρια· ὁμοίως πάλιν συντιθεμένων τῶν μερῶν βαρύτερον τὸ ὅλον τῆς τῶν μερῶν ἀναλογίας φαίνεται· καὶ τὸ πῦρ δὲ ὅσῳ ἀθροώτερον, θερμότερόν ἐστι, διὸ ἐν καμίνῳ μεγάλῃ ῥιφὲν ξύλον μέγα ἐξάπτεται ἀθρόως, οὐκ ἄν δὲ ἐν ἥτ|τονι φλογὶ μικρότερον ξύλον κατὰ ἀναλογίαν τοῦτο ἄν πάθοι), εἰ τοίνυν [*](45r) αἱ δυνάμεις ὅσῳ εἰσὶν ἀθροώτεραι, τοσούτῳ σφοδρότεραι, ἀκόλουθον τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα. φαμὲν δὲ πρὸς ταῦτα, ὅτι τὸ μὲν ἐπὶ τοὐ πυρὸς παράδειγμα καὶ τοῦ ξύλου, εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ, [*](1 lemma om. hic, qui pergit δῆλον οὑν φησιν ἐκ τούτων GRTZ: om. Ar. 7. 8 τὰ ποιοῦντα καὶ πάσχοντα] immo τὰ μικτά 9 τοῖς RZ: δὲ τοῖς GT: δὲ a Arist. περιτιθέμενα solito errore Z 10 οὕτε (priore loco) Za: οὐ GRT 12 γὰρ om. Z 13 μίγνυσθαι Z 15 πῶς libri 17 οὕτω περ a 20 θᾶττον Z τὸ ὅλον δὲ τῶ RZ: τὸ GT: ἀλλὰ τὸ ὅλον τῷ suppleverat a 24 βάρη] μέρη T 25 βάρη T φαίνεται Za 28 μεγάλ* Τ1 ἡ ῥιφὲν a 29 ξίλον T et πάθη GT)

200
διότι γένεσίς ἐστι καὶ φθορά· μόνως οὗν τοῦ πυρὸς ποιοῦντος καὶ μόνως [*](45r) πάσχοντος τοῦ ξύλου εἰκότως ὅσῳ ἀθροωτέρα ἡ ποιητικὴ δύναμις μᾶλλον δρᾷ, ἢ μηδ’ ὅλως ἀντιπάσχουσα ὑπὸ τούτου εἰς ὃ καὶ δρᾷ ἢ ἀμυδρότατα, μᾶλλον δὲ καὶ αὐξομένη· φθορὰ γὰρ καὶ γένεσις τὺ πρᾶγμα. τὸ δὲ ἐπὶ τῶν ῥοπῶν, οὐκ ἐναντίων ἐστὶ σύνοδος ἀλλ’ ὁμοίων, τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ προσελθὸν συμπνεῖ μᾶλλον καὶ ζωοῖ τὸ ὅλον, διότι καὶ ἡ διαίρεσις εἰς φθορὰν μᾶλλον ἐπιτηδειότερον ποιεῖ τὸ διαιρούμενον, ὡς εἴρηται ἀνωτέρω· εἰκότως οὖν καὶ ἡ ἕνωσις ζωοῖ μᾶλλον. ταῦτα μὲν οὕτως. ἐπὶ μέντοι τῶν μιγνυμένων, ἐπειδὴ ἰσοτίμως ἀντιδρῶσιν εἰς ἄλληλα τὰ μιγνύμενα, δρῶσι δὲ εἰς ἄλληλα ἁπτόμενα ἀλλήλων, ἅπτονται δὲ μᾶλλον διαιρεθέντα (ἀθρόα γὰρ ὄντα πολὺ ἔχει τὸ βάθος), εἰκότως ἄρα διαιρεθέντα μᾶλλον μίγνυται, διότι καὶ μᾶλλον ποιεῖ καὶ πάσχει. τοῦτο δὲ διότι καὶ μᾶλλον ἅπτεται· καὶ γὰρ ἐπὶ τοῦ πυρὸς τὸ αὐτὸ ξύλον θᾶττον ἄν ἔπαθε διαιρεθέν, ἐπειδὴ καὶ μᾶλλον ὡμίλει τὰ μόρια αὐτοῦ τῷ πυρί. ὥστε ἐπὶ τῶν μιγνυμένων, ἐπειδὴ δεῖ ἀμφότερα παθεῖν, δεῖ ἀμφότερα διαιρεθῆναι εἰς τὸ θᾶττον παθεῖν· τὸ γὰρ πάσχον διαιρούμενον θᾶττον πάσχει. καλῶς ἄρα εἴρηται, ὅτι διαιρεθέντα τὰ μιγνύμενα καὶ κατὰ μικρὰ παρακείμενα μᾶλλον μίγνυται.

[*](p. 328a35)

Διὸ τὰ εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά.

Ἅπερ πρότερον εἶπε “διαιρετά” νῦν φησιν εὐόριστα, ὅθεν δῆλον ὅτι καὶ ἀνωτέρω “διαιρετὰ” τὰ εὐόριστα ἔλεγεν. τῶν οὖν διαιρετῶν τὰ εὐόριστα (ταῦτα δέ ἐστι τὰ ὑγρά· ὁ γὰρ λίθος διαιρετὸς μέν, οὐκ εὐόριστος δέ), ταῦτά ἐστι μικτά, διότι διαιρεῖται ῥᾳδίως, τὰ δὲ διαιρούμενα μᾶλλον μίγνυσθαι ἐλέγομεν.

[*](p. 328b2)

Τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι.

Οὗτός ἐστι, φησίν, ὁ τοῦ εὐορίστου λόγος, τὸ εὐδιαίρετον εἶναι. εὐόριστον γάρ ἐστι τὸ ῥᾳδίως τῷ περιέχοντι ὁριζόμενον, τοιοῦτον δὲ τὸ εὐδιαίρετον, οἷον τὸ ὑγρόν· τὸ γὰρ σκληρὸν οὐκ εὐόριστον.

[*](p. 328b3)

Eὐόριστον γὰρ μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἄν μὴ γλίσχρον ᾖ.

Ἕτερον προσδιορισμὸν προσέθηκεν, ὅτι οὐ πᾶν ὑγρὸν μικτόν, ἀλλὰ [*](1 φθορᾶ a 2 ὅσα Ζ ἡ] ἢ a 4 γὰρ om. Z 6 προελθὸν GTa συμπνοῖ GT1: συμπλεῖ R1 ζωοῖτο ὅλον a 8 μὲν οὖν οὕτως GR 9 ἰσοτόμως T 15 ἐπεὶ Z δεῖ (post ἐπειδὴ) om. a, qui mox παθεῖν δεῖ, ἀμφότερα <δεῖ> διαιρεθῆναι 17 ὅτι τὰ Z 18 om. hic lemmate pergit ct δὲ πρότερον εἶπε a 19 πρότερον κτλ] p. 328a24; cf. supra 198,4 21 δέ] γάρ Z 24 om. lemm. pergit οὗτος οὖν ἐστι φησὶν a τοῦτο GT: τούτω RZ τὸ] τῶ R2 26 τοιοῦτο a 28 om. lemm. pergit καὶ ἕτερον δέ προσδιορισμὸν προστίθησιν a μάλιστα et ἂν RZ: μᾶλλον et ἐὰν GT)

201
τὸ μὴ γλίσχρον. γλίσχρον δὲ ἔλαιον ἰξὸς ὑγρὰ πίττα καὶ ὅσα τοιαῦτα· διὰ [*](45r) γὰρ τὴν γλισχρότητα ταῦτα καὶ τὴν εὐτονίαν δυσδιαίρετά ἐστι καὶ δυσδιαχώριστα, καὶ περιολισθαίνει αὐτοῖς τὰ ἐπιχεόμενα καὶ οὐκ ἐν τῷ βάθει χωρεῖ, διὸ οὐδὲ μίγνυται. ἧττον γάρ ἐστιν εὐόριστα τῶν μὴ γλίσχρων, διόπερ καὶ συνιόντα μίγνυται μὲν οὐδαμῶς, μόνον δὲ τὸν ὄγκον πλείονα ἐποίησεν.

[*](p. 328b6)

Ὅταν δὲ ᾖ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἡ ἤρεμα. Ὅταν, φησί, τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου παθητικὸν ᾖ μόνον, μηκέτι δὲ καὶ θάτερον ὑπὸ τοῦ ἑτέρου, ἢ τὸ μὲν σφόδρα καὶ ῥᾳδίως πάσχει, τὸ δὲ μὴ ῥᾳδίως καὶ ἠρέμα, ἐπὶ τούτων φησὶν ἐν τῇ μίξει μηκέτι τὰ συναμφότερα μείζω τὸν ὄγκον ποιεῖν θατέρου, ἢ εἰ καὶ γένοιτό τις προσθήκη, ὀλίγη, ὡς τοῦ πλείονος ἀναλισκομένου, ὅπερ συμβαίνειν φησὶ περὶ τὸν κασσίτερον καὶ τὸν χαλκόν· ἀέριος γὰρ ὢν ὁ κασσίτερος καὶ πλήρης ἀέρος καὶ ἐπιτήδειος εἰς τὴν τούτου μεταβολήν, πᾶς ἐξατμίζεταί τε καὶ ἐξαεροῦται θερμαινόμενος ὑπὸ τοῦ πυρὸς ἐν τῇ πρὸς τὸν χαλκὸν μίξει, καὶ μόνον χρώννυσι τὸν χαλκόν, οὐ μέντοι καὶ τῷ ποσῷ τι προστίθησι. μήποτε δὲ οὐδ’ ὅλως ἐστὶ μίξις τοῦ καττιτέρου πρὸς τὸν χαλκόν, ἀλλὰ παράθεσις καὶ κόλλησις· οὐδὲ γὰρ ὑγρῷ ὄντι τῷ χαλκῷ μίγνυται οὐδὲ δι’ ὅλης αὐτοῦ χωρεῖ τῆς οὐσίας, ἀλλὰ μόνον τὴν ἐπιφάνειαν χρώννυσιν. ἔοικεν οὖν μᾶλλον εἴδει τινὶ ὁ καττίτερος ἐν ὑποκειμένῳ τῷ χαλκῷ, ὡς καὶ αὐτὸς προϊὼν λέξει.

[*](p. 328b8)

Ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει.

Επεὶ οἱ ψελλίζοντες καὶ διαλέγονταί πως καὶ οὐ διαλέγονται, τῷ ἀδιαρθρώτως προφέρειν τοὺς λόγους, τοιαῦτα δέ ἐστι, φησί, τινὰ καὶ ἐπὶ τῶν πραγμάτων, ἀμυδρὰν καὶ ἀσαφῆ καὶ ἀδιάρθρωτον τὴν μίξιν ἔχοντα, τρόπον μέν τινα μιγνύμενα, τρόπον δὲ μή. εἰπὼν δὲ ὅτι ἔνια ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει, τοῦτο ἐξηγήσατο διὰ τοῦ φαίνεται γὰρ καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν θάτερον δὲ εἶδος. ὁ οὖν καττίτερος τρόπον μέν τινα εἶδός τι [*](1 ὑγρὰ om. (G)a; at cf. p. 220,23 ὅσα] ἄλλα Z 3 περιολισθένει T 6 om. lemm. pergit ὅταν δέ φησι τὸ ἕτερον a 7 ἡ RZ (cf. Ar. codd.): om. GT 9 post ἑτέρου iterant παθητικὸν ἢ (sic in iteratis) μόνον, μηκέτι—ἑτέρου GT 11 μείζω FZa: μεῖζον cett. 12 ὀλίγη 〈πάνυ ἐστὶν〉 a φασὶ a 13. 17. 20 κατίτ- τερον, κασίττερος κατιττέρου, κατίττερος (item 30 et 202,3) a 14 πᾶ(??) R: ante πᾶς distinguit a, ubi nihil adn. ex cett. 16 sq. ση〈μείωσαι〉 ὅτι βάπτεται ὁ χαλκὸς ὑπὸ τοῦ κασιτέρου mrg. R 25 δέ ἐστι RZ (et V): δέ GT: om. a: equidem δέ deleverim (τοιαῦτα φησὶν ὅτι τινὰ F) 27 δὲ μή] δέ τινα μὴ a 29 γάρ πως Arist.)

202
καὶ πάθος ἐστὶ τοῦ χαλκοῦ, ἐξατμιζόμενος ἐν τῇ μίξει καὶ μόνον χρωματίζων 45r τὸν χαλκόν, οὐκ ἦν δὲ τὰ πάθη μικτὰ τοῖς ὑποκειμένοις, οὐ μὴν παντάπασι τοιοῦτος ὁ καττίτερος. διὸ καὶ εἶπε τὸ ψελλίζεται καὶ τὸ ἐπαμφοτερίζει· γίνεται γάρ τις ὀλίγη τοῦ ὑποκειμένου αὔξησις, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν εἰδῶν. ὁμοία δὲ γίνεται ἡ μίξις καὶ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος. καὶ γὰρ ἐπ’ ἐκείνων σχεδὸν μόνον | χρωματίζεται τὸ ὕδωρ [*](45v) ὑπὸ τῆς τέφρας, αὔξεται δὲ ἐπ’ ὀλίγον· γίνεται γάρ τις τῆς τέφρας ἐν τῷ ὕδατι αὔξησις.

[*](p. 328b14)

Φανερὸν τοίνυν ἑκτῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις.

Τουτέστιν ὅτι ἐν ὑπάρξει ἐστὶ καὶ οὐχ, ὥς τινες ἐνόμιζον, μόνον ἐστὶν οὐκ οὖσα δέ. καὶ τί ἐστιν. αὐτὸς ἐφεξῆς ὁρίζεται τί ἐστιν ἡ μίξις, ὅτι “τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις”, κατὰ ποιότητα ὄντων παθητικῶν καὶ ποιητικῶν, οὐδετέρου μὲν κατ’ ἐνέργειαν ἔτι μένοντος τοῦ αὐτοῦ, δυνάμει δὲ ἀμφοτέρων. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ὑποβεβλῆσθαι τοῖς μιγνυμένοις, καὶ εἶναι ἐπ’ ἴσης ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. καὶ ποῖα μικτὰ τῶν ὄντων. ὅτι οὔτε τὰ στερεὰ οὔτε πάντα τὰ ὑγρά, ἀλλ’ ὅσα ἐστὶν εὐόριστα καὶ εὐδιαίρετα, μὴ ὄντα γλίσχρα μηδὲ περιολισθαίνοντα ἐν τῇ διαιρέσει.

[*](p. 328b17)

Ταῦτα γὰρ οὔτε ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτε εντι τὰ αὐτὰ ἁπλῶς εἶναι.

Οὐ γάρ ἐστι φθορὰ ἡ μίξις, μένει δὲ ἀμφότερα δυνάμει μὲν ἅπερ ἦν πρὶν μιχθῆναι, ἐνεργείᾳ δὲ οὔ, ἀλλὰ κεκολασμένας ἔχοντα τὰς ἰδίας ποιότητας, δεόμενα δὲ προσθήκης ἑκάτερον κατὰ τὴν οἰκείαν ποιότητα εἰς τὸ κατ’ ἐνέργειαν γενέσθαι ὅπερ ἦν, οὐ μέντοι ὁλοκλήρου μεταβολῆς· ἡ γὰρ τοιαύτη γένεσίς ἐστι καὶ φθορά, οὐχὶ δὲ μίξις.

[*](p. 328b19)

Oὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν.

* * * ποιοῦντα καὶ τὸν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν τίθεσθαι λέγοντα.

[*](5 ἡ] καὶ ἡ Z 6 μόνων R τὸ ὕδωρ om. a 7. 8 τῆς τέφρας ἐν τῷ ὕδατι αὔξησις recepi ex V: καὶ οὐσία τῆς τέφρας ἐν τῷ ὕδατι cett. 9 φανερὸν οὑν φησι καὶ ὅτι a 10 ὅτι RZ: om. GTa ἐνυπάρξει a 11 οὐκ οὔσα δέ] καὶ οὐκ οὖσα a ὁρίζεται γὰρ αὐτὸς ἐφεξῆς τί a 13 ποιητικῶν καὶ παθητικῶν FR 15 παθητικὰ καὶ ποιητικὰ GTa ἐπίσης libri 16 τῶν ὄντων om. a 17 ὅσον GT καὶ διαιρέτα (sic?) GT 19 om. lemm. pergit τὰ γὰρ τοιαῦτα φησὶν οὐκ ἐφθάρθαι ἀνάγκη οὐ γάρ ἐστι φθορὰ a ἔφθαρται TZ 22 ἰδίας] οἰκείας Z 23 δεόμενον R 24 μεταβολῆς a: μεταβολαὶ GTRZ 26. 203,2 οὐδὲ σύνθεσις φησὶν ἡ μίξις αὐτῶν, ὥστε ὁτιοῦν μόριον παρ’ ὁτιοῦν τίθεσθαι. οὐδὲ πρὸς αἴσθησιν ἤγουν αἰσθητὴν δεῖ ποιεῖν αὐτὴν, εἰπὼν δὲ μικτὸν εἶναι a 28 lacunam ante ποιοῦντα signavi: κατὰ τὸν λόγον ποιοῦντα S)
203
[*](p. 328b21)

Πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν.

[*](45v)

Εἰπὼν μικτὸν εἶναι ὃ ἄν εὐόριστον ὂν παθητικὸν εἴη καὶ ποιητικὸν καὶ τοιούτῳ μικτὸν ὁποῖόν ἐστιν αὐτό, ἐπήγαγε πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν, τὸ ὁμώνυμον ἀντὶ τοῦ ‘συνώνυμον᾿ θείς, ἡ δὲ χρῆσις αὐτῷ συνήθης. εἰ γὰρ ἀμφότερα εὐόριστα καὶ ὑπ’ ἀλλήλων παθητικά, συνώνυμά ἐστι δηλονότι κατὰ τοῦτο· μικτά τε γὰρ ἄμφω καὶ τὸν λόγον ἔχοντα τοῦ μικτοῦ.

[*](p. 328b22)

Ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις.

Τουτέστι δι’ ἀλλοιώσεως ἕνωσις. ὅταν γὰρ ἀλλοιωθῇ τὰ μιγνύμενα οὕτως ὡς τὸ ἐξ αὐτῶν ἕν τι ὁμοιομερὲς ὅλον γενέσθαι, τότε ἥνωται. καὶ ὁ λόγος ἄν οὗτος εἴη μίξεως ‘ἕνωσις τῶν μικτῶν δι’ ἀλλοιώσεως᾿, ὡς πῇ μὲν σῴζεσθαι τὰ μιγνύμενα πῇ δὲ φθείρεσθαι, ἐνεργείᾳ μὲν οὐκ ὄντα τοιαῦτα, ὡς εἴρηται, ἀλλὰ κεκολασμένα ἐφθάρθαι δοκεῖ, μηκέτι τὴν ἀκρότητα τοὐ τοιούτου σῴζοντα εἴδους, τῷ δὲ μὴ καθ’ ὅλας αὑτὰς μεταβεβληκέναι τὰς ποιότητας, ἀλλ’ ἕνωσιν ὑπομεῖναι τούτων, ταύτῃ ὑπομένει καὶ σώζεται.

[*](3 τοιούτῳ Ar.: τοιοῦτο RZa: τοιοῦτον GT 4 τὸ (ante ὁμώνυμον)] τὴν Z 7 ἔχοντα RZ: ἔσχατον GT: ἔχει τὸν a 8 τελευταῖον ἐπάγει ὅτι ἡ μίξις τῶν a 10. 11 ἥνωτε. καὶ λόγος ἄν a 14 αὐτὰς libri 16 τέλος τῆς ἐξηγήσεως τοῦ πρώτου τῶν περὶ γενέσεως καὶ φθορᾶς Z)
204

* * * ἁπλῆν μὲν γένεσιν καλῶν τὴν τῆς κυριωτέρας καὶ κρείττονος οὐσίας γένεσιν, οἷον πυρός, τινὰ δὲ γένεσιν τὴν τῆς χείρονος, οἷον γῆς. τὸ δὲ πῶς, ὅτι κατὰ μεταβολὴν τοῦ εἴδους τοῦ οὐσιώδους. τὸ δὲ διὰ τίνα αἰτίαν, διότι κοινὴ ὕλη αὐτοῖς ὑποβέβληται, τρεπτὴ οὖσα καὶ τῶν ἐναντίων δεκτική. καὶ τίνα ἔχει διαφορὰν αὐτῶν. λείπει τὸ ‘ἑκάτερον᾿, τουτέστι τίνα ἔχει ἑκάτερον αὐτῶν πρὸς ἄλληλα διαφοράν.

[*](p. 328b31)

Λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖ τῶν σωμάτων. Ἢ τὴν πτῶσιν χρὴ ἐναλλάξαντα λέγειν ‘λοιπὸν δὲ θεωρῆσαι περὶ τῶν καλουμένων στοιχείων᾿, [ἐσὶ [ἐστὶ καὶ

  1. οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ἀντὶ τοῦ ‘τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει᾿] ἢ προσυπακοῦσαι ἔξωθεν χρὴ τὸ ‘πῶς ἐστιν ἐν αὐτοῖς γένεσις καὶ φθορά᾿, ἵν’ ᾖ συνεχὴς ὁ λόγος τοῖς προειρημένοις. ἔστι γὰρ ἅπας ὁ λόγος ἄνωθεν ἀνα- [*](1 tit. σχόλια καὶ ἀποσημειώσεις ἐκ τῶν συνουσιῶν ἀμμωνίου τοῦ ἑρμείου εἰς [τὸν deleta] τὸ δεύτερον τῶν περὶ γενέσεως καὶ φθορᾶς ἀριστοτέλους R: om. Z 2 ἀποσημειώσης a 3 τινων G: καί τινων Ta 5 lemma περὶ μὲν οὖν μίξεως—τῶν σωμάτων (Ar. p. —32) praeponit a καλεῖ coni. a: satius duxi lacunam indicare 5. 6 τὴν τῆς οὐσίας τῆς κυριωτέρας καὶ κρείττονος γένεσιν Z 7 διά τινα GT 8 ἀποβέβληται G 9 ἐν δὲ τῷ καὶ τίνα a 11 λοιπὸν δὲ θεωρῆσαι] ἐν δὲ τῷ a 13. 14 Ἢ—στοιχείων om. Z 14 τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων primitus R 14. 16 ἐστὶ καὶ—ἱκάνει delevi 14 ἐστὶ καὶ παρ’ ὁμήρῳ R: ἐστὶ (οἷον ἐστὶ a) καὶ τὸ em. a) παρ’ ὁμήρῳ GTa: καὶ ἐν ὁμήρῳ ἐστὶ Z ‘Ομήρῳ μ 73 15 σκόπολοι T εὐρὺν οὐρανὸν Z 16 ἀντὶ—ἱκάνει om. GT τοῦ a: τῶν τούτων RZ δὲ RZ. om. a 18 τῶ προειρημένω Z ὁ λόγος ἅπας Z)
205
λαβοῦσι τοιοῦτος. εἴρηται, φησίν, ἡμῖν ἤδη καθόλου ἐν τοῖς κατὰ φύσιν [*](45v) μεταβάλλουσι πῶς ὑπάρχει ἁφὴ καὶ μίξις καὶ τὸ ποιεῖν καὶ πάσχειν, εἴρηται δέ, φησί, περὶ γενέσεως καὶ φθορᾶς τίνος ἐστὶ καθόλου, ἐφεξῆς δὲ λοιπὸν μετὰ τὸν καθόλου περὶ αὐτῶν λόγον θεωρητέον πῶς περὶ τὰ καλούμενα στοιχεῖά ἐστι ταῦτα, τουτέστι πῶς ὑπάρχει τοῖς στοιχείοις ἡ γένεσις καὶ ἡ φθορὰ καὶ τὰ λοιπὰ τὰ εἰρημένα. καλούμενα δὲ εἶπε, διότι οὐκ αὐτὸς ἔθετο αὐτοῖς τοὔνομα, ἀλλ’ ἐν τῇ συνηθείᾳ περιφέρεται. οὐδὲ γὰρ κυρίως ταῦτα στοιχεῖα ὀνομάζεται, ἀλλ’ ὥσπερ ἐν τῷ λόγῳ στοιχεῖα λέγεται τὰ πρώτιστά τε καὶ ἁπλούστατα καὶ ἀσύνθετα, λέγω δὲ τὰ εἰκοσιτέσσαρα στοιχεῖα, οὕτως καὶ τῶν φυσικῶν σωμάτων κυρίως στοιχεῖα ἂν λέγοιντο τὰ πρώτιστα καὶ ἁπλούστατα· ταῦτα δέ ἐστιν ὕλη καὶ εἶδος. ἢ καλούμενα αὐτὰ εἶπεν, ὡς μήπω ἀποδεδειγμένου τοῦ ταῦτα εἶναι τὰ ὕλης λόγῳ ὑποκείμενα τοῖς συνθέτοις πᾶσι σώμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ· τοῦτο γάρ ἐστι τὸ προκείμενον αὐτῷ κατὰ τὸ παρόν, διδάξαι τε τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως καὶ ἀποδεῖξαι ὅτι ταῦτα μόνα ἐστὶ καὶ το|σαῦτα τὰ ὀνομαζόμενα, ἐξ ὧν πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ [*](46r) σύγκειται.

[*](p. 328b32)

Γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνεστώσαις οὐσίαις οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων.

Μέλλων διαλεχθῆναι περὶ στοιχείων καὶ τῆς εἰς ἄλληλα αὐτῶν μεταβολῆς, δείκνυσιν ὅτι οὔτε ταῦτα οὕτε τούτων τί ἐστι τὸ ὑποκείμενον τῶν ἐν γενέσει καὶ φθορᾷ, ὥσπερ ᾤοντό τινες ὧν καὶ τὰς δόξας ἐκτίθεται· ἀρχαὶ γὰρ κυρίως καὶ στοιχεῖα πρῶτα τῶν ἐν γενέσει καὶ φθορᾷ ἡ ὕλη ἐστὶ καὶ τὸ εἶδος, ἐξ ὧν καὶ αὐτὰ ταῦτα τὰ καλούμενα στοιχεῖα σύγκειται, καὶ ἐν αὐτοῖς ἐστι γένεσις καὶ φθορά. εἰ δὲ τῶν γινομένων καὶ φθειρομένων ἐστὶ καὶ αὐτά, δῆλον ὡς οὐκ ἄν εἴη πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ στοιχεῖα ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἅπερ καὶ τούτων καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ κοινὰ ὑπάρχει. ἡ μὲν οὖν κατὰ τὴν διδασκαλίαν τάξις τοιαύτη τις. ὃ δέ φησι τὸ ῥητόν, τοιοῦτόν ἐστιν. ἐπειδή, φησίν, ἡ γένεσις καὶ ἡ φθορὰ πασῶν τῶν φυσικῶν οὐσιῶν οὐκ ἄνευ αἰσθητῶν ἐστι σωμάτων, ἀλλ’ ἀεὶ ἐν τούτοις, εὔλογον ἂν εἴη τὸν ἀρχὰς ζητοῦντα τῶν γινομένων καὶ φθειρομένων, τῶν αἰσθητῶν σωμάτων ζητεῖν τὰς ἀρχὰς καὶ τὰ στοιχεῖα· ἐν τούτοις γὰρ τὰ γινόμενα καὶ φθειρόμενα. ὅρα δὲ ὅπως ἀσφαλῶς οὐκ εἴρηκεν ὅτι πάντα τὰ γινόμενα καὶ φθειρόμενα [*](3 φησι καὶ περὶ a 4 τὸν] τῶν Z 6 δὲ εἶπε RZ: om. GT: δέ φησι a 7 οὐκ—ἀλλ’ om. GTa ἔθετο αὐτοῖς R: αὐτοῖς ἔθετο Z τοὔνομα R: τὸ ὄνομα Z συνηθείᾳ οὕτω περιφέρεται GTa 9 λέγεται] λέγω Z 10 οὕτω a τῶν] τὰ Z 11 ἄν λέγοιντο Z: ἂν λέγοι(??)ο R: λέγεται GTa 12 ἀποδεδειγμένα Z 13 σώματα Z 20 διελεγχθῆναι G: διελεχθῆναι Τ1 23 ἀρχὴ GT 25 φθορᾷ a 29 τοιαύτη τίς ἐστιν Za 34 κὰλ φθειρόμενα om. R)

206
αἰσθητὰ σώματά εἰσιν, ὅπερ ἄν τις ἀσκεπτότερον ὑπώπτευσεν, οἰόμενος [*](46r) τὰ μὲν γινόμενα καὶ φθειρόμενα αἰσθητὰ εἶναι ἐξ ἀνάγκης σώματα, μὴ μὴν πάντως τὰ αἰσθητὰ σώματα καὶ γενητὰ εἶναι καὶ φθαρτά, καθάπερ τὰ οὐράνια· ἀλλ’ ἀκριβέστερον αὐτὸ θεωρήσας, ἵνα μή τις προφέροι τὰς φυσικὰς δυνάμεις, αἵτινες φυσικαί τέ εἰσιν οὐσίαι καὶ γίνονται καὶ φθείρονται, οὐ μὴν καὶ σώματά εἰσιν αἰσθητά, ἀληθέστατά τε ἅμα καὶ ἀσφαλέστατα. τὸν λόγον προήγαγε, φάσκων μὴ ἄνευ τῶν αἰσθητῶν σωμάτων ταῖς φύσει συνεστώσαις οὐσίαις ὑπάρχειν γένεσιν καὶ φθοράν. αἱ γὰρ φυσικαὶ δυνάμεις οὐσίαι τινὲς οὖσαι καὶ αὐταί, εἰ καὶ μὴ σώματά εἰσιν, ἀλλ’ οὖν ἐν σώμασι τὸ εἶναι ἔχουσαι ἐν αὐτοῖς γεννῶνται καὶ φθείρονται· οὐκ ἄρα ἄνευ τούτων φθορᾶς καὶ γενέσεως μετειλήχασιν. εἰ δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις εἶπεν ὁ Ἀριστοτέλης τὰς φυσικὰς δυνάμεις καὶ τὰς ζωὰς τὰς ἐν τοῖς φυσικοῖς σώμασιν μὴ ἔχειν γένεσιν, οὐκ ἐναντιοῦται τοῖς ἐνταῦθα εἰρημένοις. ἐκεῖ γὰρ γένεσιν ἐκάλει οὐχ ἁπλῶς τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν πάροδον. τοιαύτην μὲν γὰρ γένεσιν οὐκ ἔχουσιν αἱ τοιαῦται δυνάμεις καὶ ζωαί, ὡς δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προαγόμεναι καὶ πάλιν ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῇ μηδαμῶς χωροῦσαι, ταύτῃ γίνεσθαι ἄν λέγοιντο καὶ φθείρεσθαι.

[*](p. 328b34)

Οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν.

Κατασκευάσας ὅτι χρὴ περὶ τῶν γινομένων καὶ φθειρομένων τὸν λόγον ποιουμένους τῶν αἰσθητῶν σωμάτων τὰς ἀ·ρχὰς ζητεῖν (ἐν γὰρ ἡ γένεσις καὶ ἡ φθορά), νῦν χωρεῖ ἐπὶ τὴν ζήτησιν, καὶ δείκνυσιν ὅτι τὰ καλούμενα τέσσαρα στοιχεῖα οὐκ ἔστιν ὕλη κοινὴ τῶν αἰσθητῶν σωμάτων οὐδὲ κυρίως ἀρχή, οὔτε πάντα οὔτε ἕν τι αὐτῶν, ὥσπερ τινὲς ᾠήθησαν, ἀλλὰ καὶ αὐτὰ αἰσθητὰ σώματά εἰσι γενητὰ καὶ φθαρτά. τίθησι δὲ τἀς δόξας τῶν οἰηθέντων ἀρχὰς αὐτὰ εἶναι τῶν γενητῶν καὶ φθαρτῶν. οἱ μὲν γὰρ ἕν τι αὐτῶν ὑπέθεντο ἀρχὴν τῶν σωμάτων, ὥσπερ πῦρ μὲν Ηράκλειτος ὁ Ἐφέσιος καὶ Ἵππασος, ἀέρα δὲ Διογενὴς ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης, Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ· Ἀναξίμανδρος δὲ ἄλλο τι παρὰ τὰ τέσσαρα στοιχεῖα ὑπέθετο τῶν ὄντων ἀρχήν.

Ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. ἐπειδὴ ὁ Ἀναξίμανδρος ἠδύνατο, τὴν ὅλην ὀρθῶς ὑποθέμενος ἀρχὴν τῶν σωμάτων, [*](1 ὑπόπτευσεν GT1 2 μὲν om. Z 4 τὰ om. Z αὐτὸς a προσφέροι T2: προφέρῃ a 8 ταῖς in lac. om. R συνιστάσαις T1 ὑπάρχει GT1 10 ἐν σώματι Z 12 Ἀριστοτέλης] cf. Phys. Η c. 3 15 ὃν RZ: εἶναι GTa 15. 17 πάροδον—εἰς τὸ ὂν iterat R 17 post εἰς τὸ ὃν habent πρὸ ὄν GT, προὸν R: non intellego 19 φασὶ μίαν εἶναι a 20 τί τῶν μεταξὺ a 26 σώματά ἐστι a 28 αὐτῶν ἐν τι T 30 θάλης R 31 ὑπέθε(??)ο R 32 Ἤ—χωριστόν om. a, qui pergit ἐπειδὴ δὲ ὁ)

207
μεταξὺ αὐτὴν εἶναι λέγειν τῶν στοιχείων ὡς ὑποκειμένην αὐτοῖς (οὕτω [*](46r) γὰρ κατὰ τὸ τρίτον σχῆμα μέσον ὅρον ὀνομάζομεν τὸν μηδετέρῳ τῶν ἄκρων ὄντα τὸν αὐτόν, ἀμφοτέροις δὲ ὑποκείμενον), δεικνὺς ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ ταύτην τὴν ἔννοιαν ὑπετίθετο, ἀλλὰ τὸ μεταξὺ γῆς καὶ πυρὸς ἢ ἀέρος καὶ ὕδατος, προσέθηκε σῶμά τε ὂν καὶ χωριστόν. ἀδύνατον δὲ παρὰ τὰ τέσσαρα ἄλλο τι σῶμα ἁπλοῦν ὑποθέσθαι ὑφεστηκὸς ἐφεξῆς δείκνυσιν. εἰ γὰρ σῶμά ἐστιν ὑφεστώς, ἐν τόπῳ τε ἔσται καὶ πεποιωμένον, ἐν τόπῳ δὲ ὂν ἢ ἄνω ἢ κάτω, ἄνω δὲ ὂν ἢ πῦρ ἢ ἀὴρ, κάτω δὲ ὕδωρ ἢ γῆ τυγχάνει. ὁ αὐτὸς δὲ λόγος κἀπὶ ποιοτήτων. ἀνάγκη γὰρ αὐτὸ τὸ ἕτερον τῶν ἐναντιώσεων ἔχειν· ἢ γὰρ κοῦφόν ἐστιν ἢ βαρύ, καὶ ἤτοι θερμὸν ἢ ψυχρόν, καὶ ἢ ὑγρὸν ἡ ξηρόν. οἵαις δ’ ἂν αὐτὸ χαρακτηρίσῃς τῶν εἰρημένων διαφοραῖς, τῶν τεσσάρων ἕν τι ἔσται ἐξ ἀνάγκης. καλῶς δὲ τὸ σῶμα εἰπὼν προσέθηκε χωριστόν, ἵνα τὸ φυσικὸν δηλώσῃ σῶμα· τὸ γὰρ μαθηματικὸν οὐ τοιοῦτον.

[*](p. 329a1)

Οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν. |

Εἰπὼν τοὺς ἕν τι τῶν τεσσάρων ὑποτιθεμένους ἀρχὴν τῶν σωμάτων, [*](46v) νῦν τοὺς πλείους μιᾶς ὑποτιθεμένους ἀρχὰς ἐκτίθεται, ἤτοι τινὰ τῶν τεσσάρων † τί ὄντα † πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταῦτα δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγῳδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.

[*](p. 329a3)

Ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν.

Εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι οἱ μὲν πλείους μιᾶς ἀρχὰς ὑποθέμενοι συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν εἰρήκασιν γίνεσθαι, δυνάμενοι καὶ ἀλλοίωσιν σῶσαι ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, οἱ δὲ μίαν ἀρχὴν ὑποθέμενοι, ἐπειδὴ ἀμετάβλητον χρὴ μένειν τὴν ἀρχὴν εἴπερ ὄντως εἴη ἀρχή, ἐξ ἀνάγκης κατὰ ἀλλοίωσιν ἔλεγον τὴν γένεσιν καὶ τὴν φθοράν, καὶ οὐ κατὰ τὴν τῆς οὐσίας μεταβολήν, καὶ οὕτως εἰς ταὐτὸν [*](2 μηδετέρῳ] δευτέρω (spatio vacuo ante relicto) R 4. 5 γῆς ἣ πυρὸς καὶ ὕδατος καὶ ἀέρος GTa 5 τε om. GTa 6 ἀλλ’ ὅτι R 7 ὑφεστὸς GT1Z: ὑφεστηκὼς a 8 ἡ ἄνω ἔσται ἡ R 9 ἣ ὕδωρ ἢ Z 11 δ᾿ ἄν] γὰρ R χαρακτηρίσῃς Z: χαρακτηρίσεις R: χαρακτηρήσης GT: χαρακτηρίσαις a 15 οἱ μὲν γὰρ πῦρ a γῆ T 16. 17 ἀρχὴν—ὑποτιθεμένους bis GT 17 ἀρχὰς om. a ἤτοι] ἤγουν a 17. 18 τῶν τεσσάρων τινὰ Z 18 τί ὄντα R: ὄντα GT: ὧν Z: ἡ καὶ αὐτά τὰ τέσσαρα. οἷον a: scrib. ἢ πάντα <ὥσπερ> παρμενίδης RZ: καὶ παρμενίδης GT: ὁ παρμενίδης ὑπετίθετο T1 19 ἴωνος ὁ χιὼν ὁ τραγοδοποιὸς R 21. 25 ἐξ ὧν—σῶσαι] οὗτοι μὲν οὖν καὶ γένεσιν καὶ ἀλλοίωσιν σῶσαι ἡδύναντο a 21 συγκρινουμένων Z διακρινομένων ἢ om. RZ 22 συμβαίνειν Arist.: συμβαίνει GRTZ 22. 24 τοῖς πράγμασιν—φθορὰν RZ: om. GT 23 ἐν τῷ κτλ.] Α 1 26 ὑποτιθέμενοι a ἀμετάβλητα GT 27 ὄντος R ἔλεγον γίνεσθαι τὴν Z)

208
ἠναγκάζοντο ἄγειν γένεσιν καὶ ἀλλοίωσιν, μὴ δυνάμενοι διαφορὰν αὐτῶν [*](46v) ἀποδοῦναι.

[*](p. 329a5)

Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνωμολογημένον.

Τὸ μὲν οὖν, φησί, τὰ πρῶτα, ἐξ ὧν τὰ ἄλλα γίνεται, στοιχεῖα καλεῖν καὶ ἀρχὰς εὔλογον, τὸ δὲ ταῦτα ὑποθέσθαι πρῶτα, ἅπερ ἐκεῖνοι λέγουσιν, οὐκ εὔλογον, ὅπερ ὡς ἀκόλουθον καὶ σαφὲς παρῆκεν. ὑπέθεντο δὲ οἱ μὲν τὰ τέσσαρα στοιχεῖα ἢ τινὰ ἢ πάντα, οἱ δ’ ἄλλο τι παρὰ ταῦτα, ὥσπερ Ἀναξίμανδρος. ἐλέγχει δὲ αὐτὸν οὐχ ὡς ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖα ὕλην ὑποθέμενον (ταύτῃ γὰρ ἐδύνατο λέγειν ὀρθῶς, εἴπερ ἀσώματον αὐτὴν καὶ ἀνείδεον ἔφασκεν), ἀλλ’ ἐλέγχει διότι σῶμα αὐτὸ ὑπετίθετο χωριστόν.

[*](p. 329a11)

Ἢ γὰρ κοῦφον ἢ βαρὺ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον. Δείξας ὅτι εἰ σῶμά ἐστιν ὑφεστηκὸς ἣν ὑποτίθεται ὕλην Ἀναξίμανδρος, ἀνάγκη μετὰ ἐναντιώσεως αὐτὴν θεωρεῖσθαι, δέον ἐπαγαγεῖν ὅτι ‘τὸ ἐναντίωσιν δὲ ἔχον τῶν τεσσάρων ἕν τι ἔσται’, ὡς σαφὲς ὃν ἀφῆκε προσ- υπακούεσθαι.

[*](p. 329a13)

Ὡς δὲ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διο- ρισμον.

Πρὸς Πλάτωνα ἐντεῦθεν ἀποτεινόμενος πρῶιον μὲν ἐγκαλεῖ ὡς εἰπόντι μὲν τὴν ὕλην ἀρχὴν εἶναι τῶν φυσικῶν, μὴ διορισαμένῳ δὲ σαφῶς εἴτε δύναται χωρίζεσθαι τῶν σωματικῶν στοιχείων αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα εἴτε μή. στοιχεῖα δὲ εἴτε τὰ καλούμενα λέγει τὰ τέσσαρα, εἴτε τοὺς κύβους καὶ τὰς πυραμίδας, ἅπερ ὁ Πλατῶν ὑπετίθετο, οὐδὲν διοίσει· ὁ λόγος γὰρ αὐτῷ ἐστιν, εἰ δύναται αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη ὑποστῆναι ἢ εἰ μετά τινός ἐστι σώματος. καί φησι μηδὲν περὶ τούτου σαφῶς εἰρηκέναι τὸν Πλάτωνα. εἰδέναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ οὕτω σαφῶς μηδὲ τοῖς αὐτοῖς ῥήμασιν Ἀριστοτέλει χρησάμενος εἶπε περὶ τούτου ὁ Πλατῶν, ἀλλ’ οὖν ἱκανῶς πρὸς τὸ σαφηνισθῆναι τὴν περὶ τούτου γνώμην αὑτοῦ. αὐτὸς γάρ ἐστιν ὁ εἰπὼν περὶ τῆς ὕλης διαλεγόμενος “δέχεται γὰρ ἀεὶ [*](3 lemma om. hic a 4 ἔστω RZ: ἔστω οὖν GT συνομολογούμενον Arist. 8 οἱ δ’] οὐδ’ GT 10 ἡδύνατο Z 11. 12 ὑπετίθεντο R 13 lemma om. hic a, qui pergit δείξας δὲ ὅτι 15 ὑπετίθετο ὕλην R: ὕλην ὑποτίθεται Z 17 ἐναντίωσιν] ἐναντίως Z 21 εἰπόντα et 22 διωρισμένον R 24 λέγοι R 26 γάρ ἐστιν αὐτῶ Z 27 περὶ τούτου μηδὲν Z 28 οὕτως T 30 αὐτοῦ libri 31 δέχεται κτλ.] cf. Platon. Tim. p. 50 B sq.)

209
πάντα, καὶ μορφὴν οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληχεν”. εἰ δὲ ἀεὶ [*](46v) δέχεται, δῆλον ὅτι οὐδέποτε αὐτὴ καθ’ ἑαυτὴν ὑφέστηκεν.

[*](p. 329a15)

Οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι τοῖς καλουμένοις στοιχείοις.

Eἰς ἕτερον νῦν αἰτιᾶται τὸν Πλάτωνα, ὅτι θέμενος εἶναι ὕλην ὑποκείμενον οὖσαν τῶν στοιχείων, ἐν τῇ κοσμοποιίᾳ εἰς οὐδὲν αὐτῇ ἐχρήσατο κτὰ τὰς τῶν σωμάτων γενέσεις, ἐξ ἐπιπέδων πάντα λέγων γίνεσθαι συντιθεμένων. ἀμφότερα δὲ πιστοῦται, τὸ μὲν ὅτι ἔθετο ὕλην ὑποκειμένην τοῖς στοιχείοις, ἀναμνήσας ἡμᾶς τοῦ παραδείγματος τοῦ Πλατωνικοῦ, διὰ τοῦ οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς· εἶτα πρὶν τοῦ δευτέρου τὴν πίστιν παραγάγῃ, ὅτι οὐ χρῆται τῇ ὕλῃ ἐν τῇ γενέσει τῶν σωμάτων, εἰς ἄλλο ἐπισκήπτει τῷ Πλάτωνι, διότι ἔφη ὁ Πλατῶν χρῆναι μᾶλλον ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐπιφέρειν τὸ ὄνομα τοῖς ἐν γενέσει καὶ φθορᾷ, οὐ δεῖ δὲ ἐκ τῆς ὕλης χαρακτηρίζειν τὰ ὄντα ἀλλ’ ἐκ τοῦ εἴδους· τοῦτο γάρ ἐστι τὸ τὴν ἰδίαν ἑκάστου ἀφορίζον φύσιν.

Πρὸς τοῦτο τοίνυν εἴποι ἄν ὁ ὑπὲρ Πλάτωνος τὸν λόγον ποιούμενος, ὅτι καὶ αὐτὸς διατάττει κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι ἕκαστον. εἶπε γάρ, φησίν, ἑκάστῳ τὸ μὲν εἶναι κτὰ τὸ εἶδος ὑπάρχειν, τὸ δὲ γίνεσθαι κατὰ μέθεξιν τοῦ εἴδους, τὸ φθείρεσθαι δὲ κατὰ ἀποβολήν. ἐκ τῆς ὕλης δὲ εἶπε χρῆναι ὀνομάζεσθαι, οὐχ ὡς κατὰ ταύτην χαρακτηριζομένων τῶν ἐνύλων πραγμάτων καὶ συνθέτων, ἀλλ’ ὡς ἀσφαλέστερον ὂν ἐκ τῆς ὕλης αὐτὰ καλεῖν· τοῦ γὰρ εἴδους μεταβάλλοντος αὕτη μένει ἀεὶ. τὸν γοῦν χρυσοῦν <ἀνδριάντα> ἀνδριάντα μὲν καλεῖν, ἐὰν μεταβαλὼν γένηται τρίπους, ἀληθὲς ὑπάρχει, χρυσὸν δὲ καλεῖν ἀληθὲς καὶ μετὰ τὴν μεταβολήν· μένει γὰρ ἡ ὕλη ἡ αὐτὴ τὰ εἴδη ὑποδεχομένη. πρὸς τοῦτο δικαίως ἄν φαίη Ἀριστοτέλης, ὅτι ἐπὶ μὲν ἀλλοιώσεως καλῶς ἂν ἔχοι τὸ μεταβάλλον ἐκ τοῦ ὑποκειμένου ὀνομάζειν, διότι εἰδοπεποιημένον ὂν τὸ ὑποκείμενον ἐκ τοῦ εἴδους χαρακτηρίζεται καὶ οὐκ ἐκ τοῦ πάθους τοὐ κατὰ τὴν ἀλλοίωσιν προσγεγονότος, ἐπὶ δὲ γενέσεως καὶ φθορᾶς ἀδύνατον τὸ γεγονὸς ἐκεῖνο λέγειν εἶναι ὅπερ ᾖν πρὶν γένηται, καὶ τὸ φθαρὲν καλεῖν ἐκ τῆς ὕλης ἥτις ὑπομένουσα οὐκ ἔφθαρται. οἷον ἐπειδὴ τὰ σύνθετα γίνεται καὶ φθείρεται, εἴ τις περί τινος αὐτῶν ἔροιτο, εἰ τύχοι τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου τί τὸ φθαρέν ἐστι καὶ τί τὸ γεγονός, εἴπερ φαίην ὅτι ὕλη, ἄντικρυς ψεύ|δομαι· οὔτε γὰρ τὸ φθαρὲν ἡ ὕλη ἐστίν (ἔτι γὰρ [*](47v) [*](1 εἴληφεν Z 2 καθ’ αὐτὴν Z 3 lemmate om. pergit ἔπειτα καὶ καθ’ ἕτερον αἰτιᾶται τὸν a 5 αἱ τοιαῦται τὸν πλάτωνα R: τὸν πλάτωνα αἰτιᾶται Z 6 οὖσα R 7 γίνεσθαι λέγων a 9 Πλατωνικοῦ] Tim. 50 A 9. 10 διὰ τοῦτο Z 16 ὑπὲρ RZ: περὶ GTa τὸν om. Z 17. 18 φησὶ γὰρ (om. εἶπε) a; ceterum cf. Philop. Phys. p. 183,15 sqq. 19 δὲ om. T 22 αὐτὴ a τὸν F: τὸ cett. 23 prius ἀνδριάντα addidi ex F: om. cett. μεταβαλὸν a τρόπους GT1 24 μετὰ τὴν bis Z 26 ὁ Ἀριστοτέλης GTa 29 προγεγονότος RZ τὸ γεγονὸς ἀδύνατον Z 30 γεγένηται (GT)a 32 ἐροῖτο R: ἔροιτό με a)

220
μένει), οὔτε τὸ γεγονὸς ὕλην καλεῖν δυνατόν· ἦν γὰρ καὶ πρὸ τῆς γενέσεως. [*](47r) ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄνθρωπον καλοῦμεν καὶ τὸν ἀποβαλόντα τὴν μελανίαν καὶ τὸν προσλαβόντα τὴν λευκότητα, καὶ οὐχὶ λευκὸν καὶ μέλαν· τὸ γὰρ λευκὸν καὶ μέλαν παθῶν καὶ οὐκ οὐσίας ἐστὶ σημαντικά.

[*](p. 329a21)

Ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν.

Διὰ μέσου ἀπαντήσας πρὸς τὸ λέγειν ἐκ τοῦ ὑποκειμένου μᾶλλον δεῖν τὰ ὀνόματα τίθεσθαι, νῦν ἐγκαλεῖ αὐτῷ ὅτι στερεὰ τὰ στοιχεῖα ὑποθέμενος μέχρι ἐπιπέδων αὐτὰ διαλύει, διὰ τούτου καὶ τὸ πρότερον εἰρημένον πιστούμενος, ὅτι εἰς οὐδὲν χρῆται τῇ ὕλῃ· μέχρι γὰρ ἐπιπέδων, φησί, προῆλθεν, ἐξ ὧν εἶπεν γίνεσθαι τὰ σώματα, ἅπερ ἐπίπεδα οὐκ ἄν εἴη ὕλη. εἰδέναι δὲ χρὴ ὅτι οὐχ οὕτως ἀγεωμέτρητος ἦν ὁ Πλατῶν, ὡς οἴεσθαι τὸ σῶμα εἰς ἐπίπεδα διαλύεσθαι, ἀλλ’ ἐπίπεδα ἔφασκεν ἐκεῖνος φυσικά, δηλονότι σωματικά, τὰ καὶ βάθος ἔχοντα· τὰ δὲ τοιαῦτα δηλονότι ἐν αὑτοῖς καὶ τὴν ὕλην ἔχει θεωρουμένην. ὥστε οὐκ ἄνευ ὕλης κατὰ Πλάτωνα τὰ γινόμενα.

[*](p. 329a24)

Ἡμεῖς δέ φαμεν εἶναί τινα ὕλην τῶν αἰσθητῶν.

Νῦν ἐκτίθεται τὴν οἰκείαν δόξαν, καθ’ ἣν δόξει δῆθεν πρὸς Πλάτωνα διαφέρεσθαι, λέγων ὅτι ὑποτιθέμεθα ὕλην τινὰ ὑποκειμένην τοῖς αἰσθητοῖς σώμασι, μηδέποτε δὲ καθ’ ἑαυτὴν ὑφισταμένην, ἀλλ’ ἀεὶ μετά τινος ἐναντιώσεως θεωρουμένην· ἐξ ἧς, φησίν, ὕλης προσλαμβανούσης ἐν εἴδους λόγῳ τὰς ἐναντιώσεις τὰ στοιχεῖα γίνονται.

[*](p. 329a27)

Διώρισται δὲ περὶ αὐτῶν ἐν ἄλλοις.

Περὶ ὕλης καὶ τῆς ἐναντιώσεως ἀκριβέστερον διέλαβεν ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα καὶ περὶ στερήσεως αὐτῷ γέγονε λόγος.

[*](2 ἀποβαλόντα GT: ἀποβάλλοντα R 3 τὸν om. GT 4 μέλανα (priore loco) a 5 lemma om. hic a, qui pergit διὰ μέσου δὲ ἀπαντήσας ὁ Ἀριστοτέλης πρὸς 9 διὰ τοῦτο GT 10. 11 φησὶν ἐπιπέδων Z 14. 15 αὐτοῖς libri 17 εἶναί τινα ὕλην GRTZ: ὕλην τινὰ τῶν σωμάτων a; ceterum cf. Ar. libri 18 δείξει a 20 μήποτε GT μετά] κατά GT 21 ὕλης a et post ras. Z2: ὅλης cett. ἐν] ἐν ὕλης ἐν R 22 γίνεται (G)a 23 lemma om. a, qui pergit φησὶ δὲ περὶ ὕλης καὶ ἐναντιώσεως ἀκριβέστερον διαλαβεῖν ἐν ἄλλοις, δηλονότι ἐν τῷ πρώτῳ ἐν ἑτέροις Arist. 24 ἐν τῷ κτλ.] Phys. A 4—9 26. p. 211,3 λόγος. ἐν δὲ τῷ, καὶ τὸν τρόπον, ἢν τὸν, ἐπειδὴ εἰς τὸν εἰ μετά λάβοις, σαφέστερσν ποιήσεις a)
211
[*](p. 329a27)

Οὐ μὴν ἀλλ’ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν 47r ἐκ τῆς ὕλης τὰ σώματα πρώτιστα, διοριστέον καὶ περὶ τούτων.

Σαφὲς ποιήσεις τὸ ῥητὸν τοῦτον τὸν τρόπον παραφράσας ‘οὐ μὴν ἀλλ’ εἰ καὶ τὸν τρόπον τοῦτον ἐκ τῆς ὕλης ἐστὶ τὰ σώματα, διοριστέον καὶ περὶ τούτων᾿, ἵνα ᾖ λέγων ὅτι εἰ καὶ δέδεικται τὰ στοιχεῖα εἶναι ἐκ τῆς ὕλης τῷ δέχεσθαι αὐτὴν ἐναντιώσεις, οὐκ ἀρκεῖ τοῦτο πρὸς διδασκαλίαν, ἀλλὰ διοριστέον καὶ περὶ τῶν ἐναντιώσεων τούτων, ποῖαί τέ τινές εἰσι καὶ πόσαι, καθ’ ἃς προσγινομένας τῇ ὕλῃ συμπληροῦνται τὰ στοιχεῖα τὰ τέσσαρα, ἅπερ πρῶτα εἶπε σώματα.

[*](p, 329a29)

Ἀρχὴν μὲν πρώτην οἰόμενος εἶναι τὴν ὕλην.

Εἰπὼν ὅτι δεῖ ὁρίσασθαι περὶ τῶν ἐναντιώσεων, διορίζει πρῶτον τίνες εἰσὶν αἱ ἀρχαί. ἀρχὰς δὲ ζητεῖ νῦν τὰς ὡς στοιχεῖα, οὐ τὰς ποιητικάς, καί φησιν ὅτι ἀρχὴ μὲν πρώτη ἐστὶν ἡ ὕλη, δευτέρα δὲ ἡ ἐναντίωσις, ὅπερ ἐστὶ τὸ ἔνυλον εἶδος. πρώτην δὲ ἀρχήν φησι τὴν ὕλην, διότι αὐτὴ μὲν ἄφθαρτος, ἡ δὲ ἐναντίωσις φθαρτή (κατὰ ταύτην γάρ ἐστι καὶ τὸ φθείρεσθαι), καὶ ὅτι ἡ ὕλη ὑπόκειται ἀμφοτέραις ταῖς ἐναντιώσεσιν. οὐ γὰρ δύναται τὸ ἕτερον τῶν ἐναντίων ὑποκείμενον γίνεσθαι τῷ ἑτέρῳ, οἷον τὸ θερμὸν τῷ ψυχρῷ· ἀμφοτέρων γὰρ ἡ ὕλη ἐστὶ τὸ ὑποκείμενον. ὡς γὰρ κἀν τῷ πρώτῳ τῆς Φυσικῆς εἴρηκεν, οὐδὲν τῶν ἐναντίων ὑπομένον καὶ σῳζόμενον τοῦ ἐναντίου αὑτοῦ δεκτικὸν γίνεται· φθείρεται γὰρ ὑπ’ ἀλλήλων τὰ ἐναντία. ὥστε εἰκότως πρώτη μὲν ἀρχὴ ἡ ὕλη, ὡς ὑποκειμένη τῷ εἴδει τῷ ἐνύλῳ (οὐδὲ γὰρ τῷ ἀξιώματι· ἀξιωματικώτερον τὸ εἶδος), δευτέρα δὲ τὸ εἶδος, ὅ ἐστιν ἡ ἐναντίωσις, ὡς ἐν τῇ ὕλῃ ὑπάρχον (οὐ γὰρ χωρίζεται, φησί, τῶν εἰδῶν ποτε ἡ ὕλη, ἣν καὶ αἰσθητὸν σῶμα καλεῖ· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἀσώματος οὖσα ἐνεργείᾳ, δυνάμει ἐστὶ σῶμα, καὶ σῶμα οὐ μαθηματικὸν ἀλλ’ αἰσθητόν, τουτέστι φυσικόν), τρίτη δέ, φησίν, ἀρχὴ τὸ ἀπλοῦν σῶμα, οἷον πῦρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον τῶν πρώτων σωμάτων, ἅπερ ἀρχὴ οὐχ ἀπλῶς, ἀλλ’ ὡς πρὸς τὰ σύνθετα. διὸ εἰκότως τρίτην ἀρχὴν ταῦτα ὑπέθετο, καὶ ὅτι σύνθετα καὶ ὅτι μεταβλητικά, τῆς κυρίως ἀρχῆς καὶ ἀπλῶς ὀφειλούσης εἶναι, τῷ μὴ ἐξ ἄλλων ἀρχῶν εἶναι, καὶ ἀμεταβλήτου· τὸ γὰρ [*](2 πρώτιστα] τὰ πρῶτα Ar. (cf. infra v. 9) 3 σαφὲς Z: σαφῶς GRT 5 ἴν’ GTa 7 τέ om. GTa 8 πρὸς γινομένας R, qui καθ’ ἅς om. 8. 9 τὰ τέσσαρα στοιχεῖα Za 10. 11 εἰπὼν δὲ ὅτι omisso lemmate a 10 οἰομένοις vel οἰομένους scrib. ex Aristot. 11 δεῖ] χρὴ Z διορίσασθαι Za 14 αὐτὴ] αὐτὴν R1 18 τῷ ψυχρῷ RZa: τὸ ψυχρὸν GT τὸ alterum om. Z 19 πρώτῳ κτλ.] Phys. Α 5 φυσικῆς ἀκροάσεως GTa 20 αὐτοῦ libri 21 πρώτην a μὲν om. Z 22 οὑδὲ γὰρ RZ: οὐδέν γὰρ GT: ἔν γε μὴν a γὰρ RZ: om. GTa 23 δεύτερον libri 25 σῶμα αἰσθητὸν Z Arist. καλεῖν Z 27 δὲ ἀρχή φησι a 29 τρίτην om. add. T2 30 ἁπλῆς em. a 31 τῷ] τὸ Z1: τῶν R)

212
μεταβλητικὸν ἀνάγκη καὶ σύνθετον εἶναι, εἴ γε περί τι τῶν ἐν αὐτῷ μένον 47r ἡ μεταβολὴ γίνεται.

[*](p. 329b1)

Καὶ οὐχ ὥσπερ Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις.

Εἰ τὰ στοιχεῖ κατὰ τὰ πάθη οὐσιωμένα ἀμετάβλητά ἐστι τὴν φύσιν κατὰ τὸν Ἐμπεδοκλέα, δῆλον ὅτι τὰ πάθη ἀμετάβλητά ἐστι καὶ ἀχώριστα· εἰ δὲ τοῦτο, οὐκ ἔσται ἀλλοίωσις, εἴ γε ἀλλοίωσις μεταβολή ἐστι κατὰ πάθη τοῦ ὑποκειμένου εἰδοπεποιημένου μένοντος. οὐ μόνον δὲ ἀλλοίωσιν ἀναιρεῖ ὁ Ἐμπεδοκλῆς, ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ ποιότητας ἐν αὐτοῖς οὐσιώδεις ἀποτιθέμενος, ἀλλὰ καὶ τὴν κυρίως γένεσιν, τὴν κατ’ εἶδος μεταβολήν· καὶ γὰρ καὶ αὕτη μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη.

[*](p. 329b2)

Αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν.

Ότι εἰκότως τρίτην ἀρχὴν ὑπέθετο τὰ ἀπλᾶ σώματα, δευτέραν δὲ τὰς ἐναντιώσεις, δείκνυσιν ἐκ τῆς μεταβολῆς, διότι τὰ μὲν ἀπλᾶ σώματα μεταβλητικά (ἔχουσι ἔχουσι γὰρ τὴν ὕλην ὑπομένουσαν καὶ τἀναντία παρὰ μέρος ἐπιδεχομένην), αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. οὐ γὰρ ἡ ψυχρότης ὑπο|μένουσα δέχεται τὴν θερμότητα· οὐ γὰρ ἂν εἴη ἅμα [*](47v) κατὰ ταὐτὸ τἀναντία. ὥστε οὐχ αἱ ἐναντιώσεις αἱ μεταβάλλουσαι, ἀλλὰ τὰ σώματα <τὰ> τὰς ἐναντιώσεις ἔχοντα μεταβάλλει κατὰ ταύτας.

[*](p. 329b3)

Ἀλλ’ οὐδὲν ἧττον καὶ ὡς σώματος ποίας καὶ πόσας ἀρχὰς λεκτέον.

Εἰρήκαμεν, φησίν, ὅτι αἱ ἐναντιώσεις ἀρχαί, καὶ ὅτι οὐ μεταβάλλουσιν, ἀλλὰ καὶ οὕτω ῥητέον ἡμῖν πόσαι καὶ ποῖαί εἰσιν αἱ ἐναντιώσεις ἃς χρὴ ὑποθέσθαι ἀρχὰς τῶν σωμάτων. οὐ γὰρ αὔταρκες τὸ εἰπεῖν ὅτι αἱ ἐναντιώσεις ἀρχαί εἰσιν, ἀλλὰ καὶ ζητῆσαι χρὴ ποῖαι καὶ πόσαι εἰσίν. οἱ γὰρ ἄλλοι εἰρηκότες εἶναί τινας τῶν ἐναντιώσεων ἀρχὰς οὐδεμίαν γεγράφασιν ἀπόδειξιν τοῦ ταύτας ἢ τοσαύτας ὑποθέσθαι ἐναντιώσεις.

[*](3. 5 εἶτα ἐπιλαμβανόμενος Ἐμπεδοκλέους, οὐκ ἄν ἦν φησιν ἀλλοίωσις. εἶτα (sic) στοιχεῖα a 3. 4 ὡς Ἐμπεδοκλῆς et (praetcr cod. E) οὐδὲ γὰρ Ar. libri 4 ἀλλοιώσεως GT 6 ὡς δηλονότι a 6. 7 τὰ πάθη ἀμετάβλητά—μεταβολή ἐστι RZ: verba καὶ ἀχώριστα— μεταβολή ἐστι om. GT: omnia om. a 8 τὰ πάθη GTa 10 ὑποτιθέμενος (G)a 11 αὕτη Z: αὐτὴ cett. 13. 14 ὅτι δὲ εἰκότως omisso lemmate a 14 ἀρχὴν τρίτην Z 16 τὰ ἐναντία a 19 κατταυτὸ R: κατ’ αὐτὸ Z: κατὰ GTa τὰ ἐναντία GTa 20 <τὰ> addidi ex F ἔχοντα om. Z μεταβάλλῃ GT1 κατὰ μετὰ RZ 22 λεκτέον ἀρχάς a Arist. 23 ἰ καὶ εἰρήκαμεν a εἰσὶν ἀρχαὶ a 24 ἀλλὰ—ποῖαί] ἀλλ’ οὖν καὶ ποῖαι καὶ πόσαι a, ubi mox ῥητέον ἂν εἴη ἡμῖν, ἃς χρὴ)
213
[*](p. 329b7)

Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο [*](47v) δέ ἐστιν απτου.

Εἰπὼν τρεῖς εἶναι τὰς ἀρχάς, πρώτην μὲν τὴν ὕλην, δευτέραν δὲ τὸ εἶδος τὸ ἔνυλον ὃ ταὐτόν ἐστι ταῖς ἐναντιώσεσι, τρίτην δὲ τὰ ἁπλᾶ σώματα ἅπερ ἐκ τῆς ὕλης προσλαβούσης τὰς ἐναντιώσεις εἶπε γίνεσθαι, νῦν προτίθεται ζητῆσαι τίνες ποτέ εἰσιν αἰ εἰδοποιοὶ ἐναντιώσεις, ἃς προσλαβοῦσα ἡ ὕλη τὰ ἁπλᾶ ἀποτελεῖ σώματα. ἐπειδὴ δὲ οὐκ ἀποφαντικῶς οὐδὲ ἀναποδείκτως χρὴ τάσδε τινὰς τὰς ἐναντιώσεις καὶ οὐχὶ τάσδε τίθεσθαι, ὅπερ ἄλλοις ποιήσασιν ἐμέμψατο, ἐμμεθόδως πάνυ καὶ κατὰ ἀποδεικτικὴν ἀκολουθίαν ἄρχεται τῆς αὐτῶν ζητήσεως, δυνάμει ταῦτα λέγων. ἐπειδὴ σώματος ἀρχὰς ζητοῦμεν· οὐκ ἀιδίου, ἀλλὰ γενητοῦ καὶ φθαρτοῦ, τοῦτο δὲ πεποίωται (οὐ γὰρ δυνατὸν γενητὸν καὶ φθαρτὸν σῶμα ἄποιον γένεσις γὰρ καὶ φθορὰ μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη· ἄλλως τε πᾶν φυσικὸν σῶμα καὶ κίνησιν ἔχει, αἱ δὲ κινήσεις κατὰ τὰς ῥοπὰς γίνονται, βαρύτητά φημι καὶ κουφότητα, αὗται δὲ ποιότητές εἰσι), σώματος ἄρα πεποιωμένου ἀρχὰς ζητοῦμεν. τοῦτο δὲ αἰσθητόν ἐστιν· αἱ γὰρ αἰσθήσεις τῶν ποιοτήτων εἰσὶν ἀντιληπτικαί, καὶ ἕκαστον ποιότητας ἔχον κατὰ ταύτας ὑποπίπτει τῇ αἰσθήσει. ὥστε ἐπειδὴ ἀναπέφανται σώματος ἡμᾶς ζητεῖν ἀρχὰς φυσικοῦ τε καὶ αἰσθητοῦ, ἐναντιώσεις ζητητέον αἰσθητάς, αἰσθητὰς δὲ οὐ τὰς τυχούσας, ἀλλὰ τὰς προσεχεστάτας τῇ ὕλῃ καὶ κοινοτάτας καὶ διὰ πάντων τῶν σωμάτων διηκούσας. τίνες δέ εἰσιν ἀυτᾶι, εἰσόμεθα εἰς τὰς αἰσθήσεις ἀναδραμόντες. δῆλον γὰρ ὅτι τὰς ὑποβεβλημένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς ἐκείνας ὡς κοινοτάτας οὔσας χρὴ τίθεσθαι ἀρχὰς εἰδοποιοὺς τῶν σωμάτων. τῶν τοίνυν αἰσθήσεων ἡ μὲν ὄψις πρώτη τῷ ἀξιώματι ὡς τιμιωτέρα, οὐ μὴν διὰ πάντων διαπεφοιτηκυῖα τῶν αἰσθητικῶν. ὡσαύτως δὲ οὐδὲ ἀκοή, οὔτε τῶν ἄλλων τις πλὴν τῆς ἁφῆς· αὕτη γάρ ἐστιν ἡ κοινοτάτη πασῶν, καὶ ταύτῃ πρώτη εἰκότως λεγομένη, τῷ συναναιρεῖν <μὲν> μὴ δέ. τά μὲν γὰρ τῶν ἄλλων τινὸς αἰσθήσεων μετέχοντα πολὺ πρότερον καὶ ἁφῆς μετέχει, τὰ δὲ ἁφῆς οὐκ ἐξ ἀνάγκης καὶ τῶν ἄλλων τινός, ὡς δηλοῖ τὰ ζωόφυτα ἁφὴν μὲν ἔχοντα, μηδεμίαν δὲ τῶν ἄλλων αἰσθήσεων· ὡσαύτως δὲ ἐχούσας καὶ τὰς αἰσθητὰς εὑρήσομεν διαφοράς. αἱ μὲν γὰρ [*](1 lemma om. et pergit εἰπὼν οὑν τρεῖς a αἰσθητοῦ bis R 3 τρεῖ** R1 6 post τίνες τινές a) add. τε GTa ποτέ] καὶ πόσαι a 7 ἀποφαντικῶς Za: ἀποφατικῶς cett. 8. 9 τίθεσθαι] τινας θέσθαι a 9 ἄλλοι T ποιήσουσιν GT 9. 10 ἀποδεκτικὴν a 11 τοῦ σώματος GTa 12 πεποίηται G1T 13 ἀλλ’ ὥστε T 14 κίνησιν] κίνησις a 16 ἀρχὰς πεποιωμένου GTa 20 τυχούσης a 23. 24 κοινοτάτης a 25 τῶν ἀξιωμάτων GT 26 διαπεφοιτηκυῖα RZ: πεφυκυῖα GTa τῶν αἰσθήσεων GT 26. 27 ὡσαύτως—αὕτη γάρ RZ: ἁφὴ γὰρ GTa 26 οὔτε] immo οὐδὲ 28 εἰκότως πρώτη Z μὲν addidit a 29 γὰρ om. Z 29. 30 πολὺ καὶ ἁφῆς πρότερον GT 30 μετέχειν Z 32 διαφορὰς εὑρήσομεν Z γὰρ om. R)

214
ὁραταί, οἷον τὰ χρώματα, οὐ διὰ πάντων διήκουσι τῶν σωμάτων· οὐδὲ [*](47v) γὰρ ὁ ἀὴρ κεχρωσμένος ἐστὶν ἢ ὅλως ὁρατός. ὡσαύτως δὲ οὐδὲ αἱ ἀκουσταί, οἷον οἱ ψόφοι· οὐ γὰρ πάντα ἐστὶ ψοφητικά (οὐ γὰρ τὸ ἔριον οὐδὲ ὁ σπόγγος), ἀλλὰ τὰ στερεά, καὶ ταῦτα οὐ καθ’ αὑτά, ἀλλ’ ἐν τῇ πρὸς τὸν ἀέρα προσρήξει. οὕτως γοῦν τὸ ὕδωρ ὑποβρύχιος κινῶν ψόφον οὐδένα ἀποτελεῖς. ἀλλὰ μὴν οὐδὲ <αἱ> ὀσμαί· ὁ γὰρ ἀὴρ ἄνοσμος ὥσπερ καὶ ἄχρους, καὶ ταύτῃ διαπορθμευτικὸς χρωμάτων τε καὶ ὀσμῶν γινόμενος. οὕτως οὐδὲ <αἱ> γευσταὶ ποιότητες ἐν πᾶσιν εἰσί· τὸ γοῦν ὕδωρ ἄχυμον ὑποκείμενον τοῖς χυμοῖς. μόνας δὲ τὰς ἁπτὰς διαφορὰς ὁρῶμεν διὰ πάντων διαπεφοιτηκυίας τῶν σωμάτων· θερμότητος γὰρ ἢ ψυχρότητος οὐδέν ἐστιν ἄμοιρον σῶμα, οὐδὲ ξηρότητος ἢ ὑγρότητος. αἱ ἁπταὶ ἄρα ἐναντιότητές εἰσιν αἱ κοινόταται καὶ διὰ πάντων τῶν σωμάτων διαπεφοιτηκυῖαι καὶ συναναιροῦσαι καὶ μὴ συναναιρούμεναι. ταύτας οὖν ληπτέον ἀρχάς. ἀλλ’ ἐπειδὴ πολλαὶ καὶ διάφοροί εἰσιν αὗται, χρὴ πάσας ἐκθέσθαι, καὶ τούτων τὰς καθολικωτέρας λαβεῖν καὶ ταῖς λοιπαῖς μὴ ἐμπεριεχομένας, οὐ πάντως δὲ τὰς καθολικωτέρας, ἀλλ’ ὅσαι τούτων ποιητικαί εἰσι καὶ παθητικαί, διότι σωμάτων ζητοῦμεν ἀρχὰς ποιητικῶν καὶ παθητικῶν ὑπ’ ὰλλήλων καὶ ταύτῃ τὴν εἰς ἄλληλα μεταβολὴν ποιουμένων. ἐκτίθεται τοίνυν ἑπτά τινας ἐναντιότητας, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ | ὑγρόν, βαρὺ καὶ [*](48r) κοῦφον, σκληρὸν καὶ μαλακόν, γλίσχρον καὶ κραῦρον, τραχὺ καὶ λεῖον, παχὺ καὶ λεπτόν.

Καὶ ζητοῦμεν τί δήποτε τὴν τοῦ μανοῦ καὶ πυκνοῦ ἀντίθεσιν παρῆκεν. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρός φησιν ὡς ἀναγόμενον ὑπὸ τὸ βαρὺ καὶ κοῦφον· τὸ γὰρ μανὸν κοῦφον, ὥσπερ τὸ πυκνὸν βαρύ. ἔστι δὲ εἰς ταὐτὸν ἄγειν αὐτὰ τῷ λεπτῷ καὶ παχεῖ· ἡ γὰρ λεπτότης ἡ κατὰ ποιότητα οὐχ ἡ κατὰ μέγεθος θεωρουμένη δοκεῖ ταὐτὸν εἶναι τῇ μανότητι. λεπτὸν γὰρ καλοῦμεν σῶμα διιτητικόν, ὅπερ ταὐτὸ δοκεῖ εἶναι τῷ μανῷ. οὕτως καὶ τὸ παχὺ τῷ πυκνῷ· τὸ γὰρ παχὺ μεγαλομερὲς ὂν οὐ διὰ τῶν τυχόντων δίεισι πόρων, ἀλλὰ διὰ μειζόνων. τοιοῦτον δέ πως καὶ τὸ πυκνόν, πολλοῦ σώματος εἰς ὀλίγον ὄγκον συνηγμένου.

Ταύτας ἐκθέμενος πάσας τὰς ἀντιθέσεις, ἀποκρίνει τὰς μὲν ὡς μὴ κτὰ τὸ ποιεῖν καὶ πάσχειν λεγομένας, τὰς δὲ ὡς ἐμπεριεχομένας ταῖς ἄλλαις. τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον, καὶ τραχὺ καὶ λεῖον, διὰ τὸ μὴ τῷ ποιεῖν καὶ πάσχειν λέγεσθαι· οὐ γὰρ ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῷ θερμαίνειν ἢ ψύχειν τὰ παραπλήσια λέγεται, οὕτω καὶ τὸ κοῦφον καὶ [*](1 οὐ om. GT 4 ταῦτα] αὐτὰ a 5 οὕτω a ὑποβρύχιον a 6 et 8 οὐδ᾿ αἱ et οὐδὲ αἱ a: οὐδὲ cett. 6 ὀσμαὶ ἐν πᾶσιν R ἄνοσμος Τ2Ζ: ἄνομος GRT1: ἄοσμος a 7 τε om. GTa 8 τὸ γὰρ ὕδωρ Z 9 ὁρῶμεν διαφορὰς a 10 διαπεφυκυίας a 11. 12 ἐναντιώσεις Z 16 πάντως] πάσας a 18 ταύτην libri 20 καὶ (ante λεῖον) om. GT 23 ὑπὸ τοῦ T 25 παχὺ R1 ἡ (post λεπτότης) om. R 26 οὐχὶ κατὰ Z 27 διιτητικόν R et corr. (ex διητητικόν) Z: διητικόν GT: διηθητικόν a ὅπερ Za: om. GRT ταυτὸ Z: αὐτὸ GRT: τὸ αὐτὸ a 28 οὕτω δὲ καὶ a καὶ τῶ πυκνῶ Z μεγαλομερὲς RZ: λεπτομερὲς GT: παχυμερὲς a)

215
βαρύ· οὐ γὰρ ποιεῖ τὰ παρακείμενα βαρέα. ὡσαύτως οὐδὲ τὸ κοῦφον. [*](48r) οὕτως οὐδὲ τὸ τραχὺ καὶ λεῖον. τὸ δὲ λεπτὸν καὶ παχύ, καὶ μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, ἀποβάλλεται ὡς ἐμπεριεχόμενα. εἰκότως· εἰ γὰρ λαβόντες τὰς καθολικωτέρας ἐναντιώσεις μὴ ἀποβαλλώμεθα τὰς ὑπὸ ταύτας ἀναγομένας, ἐσόμεθα πλείους τῆς χρείας εἰληφότες. ἀνάγει δὲ τὰς τρεῖς ταύτας ἐναντιώσεις ὑπὸ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ὁριζόμενος τί ποτέ ἐστι τούτων ἑκάτερον καὶ λέγων ὑγρὸν μὲν εἶναι τὸ εὐόριστον μὲν ἀλλοτρίῳ 〈ὅρῳ〉 δυσόριστον δὲ οἰκείῳ, ξηρὸν δὲ τὸ δυσόριστον μὲν ἀλλοτρίῳ εὐόριστον δὲ οἰκείῳ. εἰ τοίνυν τὸ ὑγρὸν εὐόριστόν ἐστιν ἀλλοτρίῳ ὅρῳ καὶ ἀναπληστικόν, ὡς ῥᾳδίως πληροῦν τοὺς πόρους, ἔστι δὲ καὶ τὸ λεπτομερὲς τοιοῦτον (ἀναπληστικὸν γὰρ καὶ τοῦτο), εἰκότως ἀναχθήσεται ὑπὸ τὸ ὑγρόν. τῷ αὐτῷ δὲ λόγῳ καὶ τὸ παχὺ ὑπὸ τὸ ξηρόν. καὶ τὸ γλίσχρον δέ, φησίν, ὑγρὸν πεπονθός τι. καὶ τὸ κραῦρον ὡσαύτως ξηρόν. οὕτως καὶ τὸ μαλακὸν ὑπὸ τὸ ὑγρόν, φησίν, ἀνακτέον· μαλακὸν γὰρ τὸ ὑπεῖκον τῇ ἀφῇ, ὅπερ ἴδιον τοῦ ὑγροῦ. ταῦτα οὕτως διακρίνας, λαμβάνει τὰς δύο ἀντιθέσεις, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, ταύτας ἐγκρίνων ὡς ἀρχὰς εἰδοποιοὺς τῶν στοιχείων, διότι ποιητικαί εἰσι καὶ παθητικαί, καὶ ἔτι μέντοι κοινόταται ὑπάρχουσι καὶ οὐδετέρα ὑπὸ τὴν ἑτέραν ἀνάγεται.

Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ. ἐπειδή, φησί, σώματος αἰσθητοῦ ζητοῦμεν ἀρχάς τοιοῦτον γὰρ τὸ γενητὸν καὶ φθαρτὸν σῶμα), πᾶν δὲ τὸ αἰσθητὸν ἁπτόν ἐστιν (οὐ γὰρ ὁρατὸν πάντως ἢ ἀκουστὸν ἡ τῶν ἄλλων τι), ἁπτὰς ζητητέον διαφορὰς εἰδοποιοὺς τῶν σωμάτων.

[*](p. 329b10)

Κατὰ ἐναντίωσίν τε γὰρ διαφέρουσιν, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν.

Τὰ σώματα, φησί, τὰ πρῶτα, ὧν τὰς ἀρχὰς ζητοῦμεν, κατὰ ἁπτὰς ἐναντιώσεις ἀλλήλων διαφέρουσιν, διὰ τούτου δεικνὺς ὅτι εἰκότως ἁπτά τέ φαμεν εἶναι τὰ αἰσθητὰ καὶ ἁπτὰς ἐναντιώσεις αὐτῶν τὰς ἀρχὰς τιθέμεθα καὶ γὰρ τὸ λέγειν τὰ πρῶτα σώματα καὶ στοιχεῖα τῶν ἄλλων ταῖς ἁπταῖς ἀλλήλων διαφέρειν ἐναντιώσεσι, δηλοῖ τὸ διὰ πάντων αὐτὰς διαπεφοιτηκέναι τῶν σωμάτων. μὴ τοίνυν ληπτέον μήτε ὁρατὰς μήτε ἀκουστὰς μήτε γευστὰς ἢ ὀσφραντὰς διαφοράς· οὐ γὰρ ταύταις εἰδοποιοῦνται τὰ πρῶτα [*](1 οὐδὲ GTZ: δὲ R: ἐν δὲ a 4. 5 ἀποβαλλώμεθα GRTa: ἀποβαλώμεθα Z 5 εἰσόμεθα GT 8 μὲν prius om. R ὅρῳ addidi 9 τῷ οἰκείῳ a 11 γὰρ om. T1: ὡς ῥαδίως γὰρ R1 14 et 15 οὕτω a 15 ταύτας R 17 ἐγκρίνως ὡς Z 20. 21 ἐπειδὴ οὖν φησι om. lemm. a 21 τοιοῦτο a 24 σωμάτων (non τῶν) om. R 25. 27 τὰ σώματα γάρ φησι omisso lemmate a 27 κατὰ] καὶ τἀς a 28 ἁπτά R: αὐτὰ cett. τέ om. Z 29 τιθείκαμεν (superscr. μέθᾳ) Z 30 τῷ λέγειν em. a 31 διαφέρειν RZ: διαφέρει GTa 31. 32 διαπεφυτηκέναι R)

216
σώματα. εἰ γὰρ καὶ πρώτη, φησίν, ὄψις ἁφῆς καὶ τὰ ὁρατὰ τῶν ἁπτῶν, [*](48r) ἅπερ ὑποκείμενα ὠνόμασε τῶν αἰσθήσεων, ἀλλ’ οὐδὲν εἰς τὸ εἰδοποιῆσαι τὸ ἁπτὸν σῶμα συμβάλλονται, οὗ νῦν τὰς ἀρχὰς ζητοῦμεν.

[*](p. 329b15)

Ἀλλὰ καθ’ ἕτερον.

Ἡ ὁρατή, φησί, ποιότης, εἰ καὶ προτέρα τῆς ἁπτῆς ποιότητος, ἀλλ’ οὐκ ἔστιν, φησίν, ἁπτοῦ σώματος πάθος καθ’ ὃ ἁπτόν, ἀλλὰ καθ’ ἕτερόν τι, οἷον καθ’ ὃ ὁρατόν ἐστι. πρώτη δέ, φησίν, ἡ ὄψις τῆς ἁφῆς, οὐχ ἁπλῶς· πῇ γὰρ ἡ ἁφὴ προτέρα τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι, ἡ δὲ ὄψις, φησί, τυχὸν τῇ φύσει προτέρα, τουτέστι τῷ ἀξιώματι ὡς τελειοτέρα, διότι τοῖς τελείοις ζῴοις παραγίνεται.

[*](p. 329b24)

Θερμὸν δὲ καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν, τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται.

Οὐ τοῦτό φησιν ὅτι ποιητικαὶ καὶ παθητικαί εἰσιν ἀμφότεραι αἱ ἐναντιώσεις τῷ ἑκατέραν ποιεῖν καὶ πάσχειν, ἀλλὰ δύο οὐσῶν ἀντιθέσεων τὴν μὲν τοὐ θερμοῦ καὶ ψυχροῦ ποιητικὴν καλεῖ, τὴν δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ παθητικήν. καὶ τίθησι μὲν τὴν τούτων πίστιν, ὁριζόμενος τούτων ἕκαστον· θερμὸν γάρ, φησίν, ἐστὶ τὸ συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἑτερογενῶν· ψυχρὸν δὲ τὸ συγκριτικὸν τῶν ὁμογενῶν καὶ τῶν μὴ ὁμοφύλων. τὸ δὲ συγκριτικὸν καὶ διακριτικὸν ἐνεργειῶν ἐστιν ὀνόματα. πάλιν δὲ τὸ μὲν ὑγρόν φησιν εἶναι τὸ δυσόριστον οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ δυσόριστον δὲ ἀλλοτρίῳ. τὸ δὲ δυσόριστον καὶ εὐόριστον παθῶν ἐστι δηλωτικά.

Ἀπορήσειε δ’ ἄν τις εἰκότως πρὸς τὸν λόγον τοῖς πράγμασι προσανέχων. οὐδὲ γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ποιητικὰ μόνον ἐστίν, ἀλλὰ καὶ παθητικά (πάσχει γὰρ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ, καὶ τοῦτο ὑπὸ τοῦ θερμοῦ), οὔτε πάλιν τὸ ὑγρὸν καὶ ξηρὸν παθητικὰ μόνον, ἀλλὰ καὶ ποιητικά. εἰ γὰρ πάντα εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα, ἀνάγκη εἰς ἄλληλα δρᾶσαι τὸ ὑγρὸν καὶ ξηρόν· αὐτὸς γάρ ἐστιν ὁ λέγων τὴν γῆν εἰς ὕδωρ μεταβάλλειν, ἔνθα τὸ ὑγρὸν ἀνάγκη δρᾶσαι περὶ τὸ ξηρόν, ὡσαύτως καὶ τὸ ὕδωρ εἰς | γῆν, τοῦ ξηροῦ δηλονότι περὶ τὸ ὑγρὸν δράσαντος. τί [*](48v) οὖν ἐνταῦθα ἀποδιακρίνας ποιητικὰ μέν φησι τὸ θερμὸν καὶ τὸ ψυχρόν, [*](1 πρώτην GT 3 οὖ] ὧν R 4 lemma om. a 5 ἡ RZ: om. GT: καὶ ἡ a ἁπτῆς RZa: αὐτῆς GT 6 φησὶν post ἁπτοῦ ponit Z: om. a 8 τῷ] τὸ GT καὶ μὴ] μὴ καὶ R 9 προτέρᾳ a 10 παραγίνεται ζώοις Z παρὰ γίνεται a 11 καὶ ὑγρὸν καὶ ξηρόν Ar. (praeter codd. FH) 15 καὶ prius cm. GT 18. 19 τῶν ὁμογενῶν καὶ τῶν μὴ ὁμοφύλων R: τῶν ἑτερογενῶν καὶ ὁμογενῶν Z: om. GT: ἀμφοτέρων a 19 τὸ δὲ συγκριτικὸν om. GT: τὸ δὲ διακριτικὸν καὶ συγκριτικὸν transponit Z ἐνεργῆ R 20 τὸ δὲ δυσόριστον μὲν et mox ξηρὸν δὲ τὸ εὐόριστον μέν a 24 fort. οὕτε 28 αὐτὸς γάρ κτλ.] Aristot. De Gen. et corr, B 4 p. 331a32 sqq.)

217
παθητικὰ δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν; ταύτην τοίνυν τὴν ἀπορίαν ἐκ τῶν [*](48v) ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων εἰρημένων ἐπιλυσόμεθα, φάσκοντες ὡς πρὸς τὴν τῶν συνθέτων σωμάτων γένεσιν τοῦτο εἰρῆσθαι. ταῦτα γὰρ περὶ τὸν μέσον τόπον τοῦ παντός ἐστι, λέγω δὲ περὶ τὴν γῆν ὡς ἄν μέρος γῆς μετέχοντα· ἐκ ταύτης γὰρ μόνης οὐκ ἐδύνατο εἶναι. ἡ γὰρ γῆ καθ’ ἑαυτὴν ἀσύνδετος καὶ εὐδιασκέδαστος, διὸ ἐδεήθη τοὐ ὕδατος συνδέοντος καὶ φύροντος αὐτήν, ὥσπερ τὸ ὕδωρ ταύτης περιοριζούσης. ταῦτα δὲ ἀλλήλοις μιγνύμενα συνέχει μὲν ἄλληλα, οὐ μὴν σύμφυσιν ἀκριβῆ ἐργάζεσθαι δύναται αὐτὰ καθ’ αὑτά, ἀλλὰ δέεται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ταῦτα συμφύοντός τε καὶ εἰδοποιοῦντος, ὑποκειμένου μὲν λόγον ἐπέχοντος καὶ ὕλης τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, εἴδει δὲ ἀναλογοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. εἰ γὰρ καὶ δρᾷ τι περὶ ἄλληλα τὸ ξηρὸν καὶ τὸ ὑγρὸν συνέχοντα ἄλληλα καὶ περιορίζοντα, ἀλλ’ οὖν ἐγκαταμιγνύμενα ἀλλήλοις δρᾷ. διόπερ ὑλικωτέρας ταύτας καλεῖν εἰώθασι τὰς ποιότητας οἱ φυσικοί, τὸ δὲ θερμὸν καὶ ψυχρὸν δραστικά, διότι ἐκτὸς ὄντα τῶν περὶ ἃ δρῶσιν, τὴν ἑαυτῶν δύναμιν ἐπιδείκνυται. μεμνῆσθαι δὲ χρὴ καθόλου τοῦ εἰρημένου, ὡς ἐπὶ τῆς τῶν συνθέτων γενέσεως σαφέστερον διαφαίνεται παθητικὴ μὲν ἡ ἑτέρα οὖσα ἀντίθεσις, ποιητικὴ δὲ ἡ λοιπή. καὶ γὰρ ἐπὶ τῆς τῶν κεράμων ἐργασίας τὸ ὑγρὸν συνελθόντα καὶ τὸ ξηρὸν τὴν ὕλην τῶν κεράμων ἐργάζεται, τὸ δὲ ψυχρὸν πήγνυσι ταύτην, καὶ τὸ θερμὸν μεταβάλλει μάλιστα καὶ ποιεῖ κέραμον. οὕτως μὲν οὖν ἐπὶ τῶν συνθέτων. ἐπὶ δὲ τῆς ἐξ ἀλλήλων γενέσεως πᾶσαι ὁμοίως εἰσὶ ποιητικαί τε καὶ παθητικαί.

[*](p. 329b26)

Θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμοιογενῆ· τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα.

Τὸ θερμόν, φησί, συγκριτικὸν ὂν τῶν ὁμογενῶν οὐσιῶν, νομίζεται διακριτικὸν εἶναι, διότι ἐν τῷ συνάγειν καὶ ἑνοῦν ἀλλήλοις τὰ ὁμογενῆ ἐξ ἀνάγκης διακρίνει καὶ χωρίζει τὰ ἀλλότρια. αὐτὴν γὰρ ἣν ποιεῖται τῶν ἀλλοτρίων διάκρισιν, διὰ τὴν τῶν ὁμοίων οὐσιῶν σύγκρισιν ἐργάζεται· ἐξ ἀλλήλων γὰρ τὰς ἑτερογενεῖς οὐσίας διακρῖνον ἕνωσιν ἑκατέρας καθ’ αὑτὴν ἐργάζεται. διόπερ διακριτικὸν μὲν τῶν ἀλλοτρίων, συγκριτικὸν δὲ τῶν ὁμοίων ὁριζόμεθα τὸ θερμόν. ἔστι δὲ τάχα φάναι τὸ θερμὸν κατὰ πρῶ- [*](5 τῆς γῆς a μετέχων τὰ GT ἡδύναντο Z; cf. p. 206, 34. 208, 10 etc. 6 δι’ ὃ καὶ ἐδεήθη Z 8 σύνθεσιν a 9. 10 καὶ τὸ ψυχρὸν R 11 et 12 τοῦ (post καὶ) om. T 12 δρᾷ τι] δρᾶται GT 12. 13 τὸ ὑγρὸν καὶ ξηρὸν T 16 ἐπιδείκνυνται Z 17 τὰ εἰρημένα GTa τῶν om. R 18 δὲ οἱ λοιπή a 19 fort, τὸ ὑγρὸν καὶ τὸ ξηρὸν συνελθόντα 21 οὕτω a 24 lemma om. hic a συγκρῖνον R ὁμογενῆ R1 Arist. 25 διακρίνειν scripsi ex Ar.: διακρῖνον R: διακρῖνον GTZ 26 ὁμοιόφυλα R 29 ἦν ποιεῖεῖται R1 31 τὰς] ὡς Z ἑτερογενὴς (G)a)

218
τὸν λόγον διακριτικὸν εἶναι, διάκρισιν λαμβανόντων ἡμῶν οὐ τὸν χωρισμόν [*](48v) (τοῦτο γὰρ ἐπὶ ἑτερογενῶν καὶ μεμιγμένων ποιεῖ, οὐκέτι δὲ ἐπὶ τῶν ἀμίκτων), ἀλλὰ καθόλου διάκρισιν νοούντων ἡμῶν τὴν οἷον χύσιν καὶ μάνωσιν. κατὰ δεύτερον δὲ λόγον ἐπὶ ταύτῃ ἕπεται ὅ τε τῶν ἀλλοτρίων χωρισμὸς καὶ τῶν ὁμοίων ἡ ἕνωσις· χύσεως γὰρ γινομένης ἕκαστον πρὸς τὸ οἰκεῖον χωρεῖ καὶ τούτῳ κολλᾶται, ὡς ἔχει ἐπὶ τῆς χωνεύσεως τῶν μετάλλων. ὅσον γάρ ἐστι τηκτόν, ἀθροιζόμενον ἑαυτῷ προσκολλᾶται τοῦ γεώδους καὶ ἀτήκτου χωριζόμενον. ὅτι δὲ ἡ χύσις αἰτία τῆς τῶν ἑτερογενῶν διακρίσεως, καὶ οὐ καθ’ ἑαυτὸ οὐδὲ πρώτως τὸ πῦρ, δῆλον ἐκεῖθεν. ὅταν γὰρ δύο τινὲς οὐσίαι ὦσι τὴν αὐτὴν χύσιν ἐπιδεχόμεναι, τηνικαῦτα τὸ πῦρ οὐ διακρίνει ταύτας ἐξ ἀλλήλων, ἀλλὰ τοὐναντίον καὶ συγκρίνει καὶ ἑνοῖ ἀλλήλαις οὕτως ὡς μηδὲ χωρίζεσθαι ἔτι δύνασθαι, ὡς ἔχει ἐπὶ κηροῦ καὶ πίττης· ταῦτα <γὰρ> διακεκριμένα ὄντα ἀλλήλων καὶ ἕτερα ἑνοῖ, καὶ χωρίζειν οὐ δύναται. εἰ μέντοι εἴη τι σὺν τῷ κηρῷ γεῶδες, διὰ τὸ μὴ τὰς οὐσίας ἀμφοτέρας πεφυκέναι χεῖσθαι, ἀλλὰ τὸν κηρὸν μόνον, ἑνούμενος κατὰ τὴν χύσιν ὁ κηρὸς ἀποκρίνεται, τοῦ γεώδους ὑφιζάνοντος διὰ τὸ βάρος. ὅταν δὲ δύο τινὲς ὦσιν οὐσίαι τηκταὶ ἀμφότεραι, ἀλλ’ ἡ μὲν μᾶλλον ἡ δὲ ἔλαττον, αὗται ὁμιλοῦσαι τῷ πυρὶ ἑνοῦνται, ἀλλ’ οὐχ οὕτως ὡς μηκέτι διακρίνεσθαι, ὡς ἔχει ἐπὶ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων· καὶ γὰρ ἑνοῦνται ἀλλήλοις ταῦτα καὶ πάλιν διακρίνονται τῷ διαφέρειν ἀλλήλων τὰς συστάσεις. εἰ δέ τις λέγοι ὁμοιογενῆ αὐτὸν λέγειν τὰ ὁμοίως τήκεσθαι δυνάμενα καὶ χεῖσθαι ἢ τὰ μὴ δυνάμενα, ἵνα τὸ ὅμοιον ᾖ μὴ κατὰ τὸ εἶδος μόνον ἀλλὰ κατὰ τὸ γένος, οἷον ἵνα μὴ χρυσὸν χρυσῷ λέγοιμεν μόνον εἶναι ὅμοιον, ἀλλὰ καὶ τὰ ὡσαύτως αὐτῷ χεῖσθαι δυνάμενα, οἷον ἄργυρον ἢ χαλκόν, οὐκ ἔσται οὐδὲ οὕτω καθόλου ὁ λόγος· οὐδὲ γὰρ τὰ ἄτηκτα ὁμογενῆ ὄντα ἀλλήλοις ἑνοῖ τὸ πῦρ, καὶ τὰ πεφυκότα δὲ τήκεσθαι διακρίνει, ὥσπερ τὸν χρυσὸν ἐκ τοῦ ἀργύρου. ἐκεῖνα γάρ ἐστι μόνα ἅπερ ἑνοῖ ὡς μηκέτι διακρίνεσθαι, τὰ τὴν αὐτὴν χύσιν ἔχοντα, ὡς μὴ τὸ μὲν μᾶλλον εἶναι χυτὸν τὰ δ’ ἔλαττον, ὡς τὸν μόλιβδον καὶ τὸν καττίτερον, ἢ τὸν κηρὸν καὶ τὴν πίτταν, καὶ τὰ λίαν μαλακά.

[*](p. 329b29)

Ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα.

’Ev γὰρ τοῖς ὑπὸ ψύξεως πηγνυμένοις ἔστιν ἰδεῖν ἑτερογενεῖς οὐσίας [*](2 μεμιγμένον T 6 τοῦτο GT ὡς ἔχει om. Z 10 τινὲς δύο Z 13 γὰρ addidit a 15 χρῆσθαι R ἀλλ’ ἢ a, qui distinguit post ἑνούμενος τὸν] τὸ GT 20 τῳ] τὸ (sic) R 21 ὁμογενῆ a 23 μόνον om. a post ἀλλὰ addit καὶ T2 23. 24 μὴ χρυσῶ χρυσῶ GT 24 λέγ*μεν T1 αὐτὰ Z 28 ἐκεῖ GT γάρ] δ’ a 29 χυτὸν εἶναι μᾶλλον GTa τὰ] τὸ em. a 30 μόλυβδον GTa κατίττερον a 31. 34 μαλακά. οὕτω μὲν τὸ θερμόν· τὸ δὲ ψυχρὸν πάντων φησὶ καὶ ὁμοίων καὶ ἀνομοίων συγκριτικόν. ἐν γὰρ a 33 μὴ RZ: om. GT 34 πϊγνυμένοις R)

219
ἐμφερομένας· ἐν γοῦν κρυστάλλῳ καὶ κάρφη καὶ ζωΰφιά τινά ἐστιν- ἐμπεπηγότα.

[*](p. 329b30)

Ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δε τὸ εὐόριστον οἰκείῳ ὅρῳ, δυσόριστον δέ.

Δείξας διὰ τῶν ὅρων τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ὅτι ποιητικὰ εἰκότως λέγεται, λοιπὸν τοὺς τοῦ ὑγροῦ καὶ ξηροῦ προχειρίζόμενος ὅρους δείκνυσιν ὅτι παθητικὰ ταῦτα· τὸ εὐόριστον γὰρ καὶ δυσόριστον παθῶν ὀνόματά ἐστιν.

Ἀπορεῖται δὲ πρὸς τὸν ὅρον τοῦ ξηροῦ, πῶς φησιν αὐτὸ εὐόριστον οἰκείῳ ὅρῳ. ἰδοὺ γὰρ, φασίν, ἡ τέφρα ξηρὰ οὖσα διαρρεῖ. πρὸς ὃ ῥητέον ὅτι εἰ καὶ μὴ περιώρισται ἡ τέφρα καὶ μένει τὸν οἰκεῖον ὅρον φυλάττουσα, ἀλλ’ οὖν δύναται σωρευθῆναι, ὅπερ οὐχ ὑπάρχει τῷ ὑγρῷ· καὶ | ἄλλως ἔχει τινὰ καὶ σύστασιν οἰκείαν, καὶ οὐ πᾶσα διαπίπτει, ὡς καὶ ἡ [*](49r) ψάμμος. καὶ περὶ τῆς φλογὸς δὲ ἀποροῦσί τινες, ὡς ξηρᾶς οὔσης καὶ ἀλλοτρίῳ ὅρῳ συσχηματιζομένης ἐν ταῖς καμίνοις. ῥητέον δὲ ὅτι πρῶτον μὲν οὐδέποτε ἡ φλὸξ ἀκριβῶς συσχηματίζεται τοῖς περιέχουσιν ἀνώφορος οὖσα καὶ οὐχ ὅλῳ συσχηματίζεται τῷ περιέχοντι· θᾶττον γὰρ ἂν οὕτως ἀποσβεσθείη, μὴ διαλαμβανομένη κενοῖς ἑκατέρωθεν, κενοῖς δέ φημι πυρός. ἄλλως τε εἰ καὶ συγχωρηθείη ὁρίζεσθαι τοῖς περιέχουσιν, ἀλλ’ οὖν καὶ οἰκείῳ συνέχεται σχήματι· οὐ γὰρ διαπίπτει καὶ χεῖται, ἀλλὰ συνεχὴς μένουσα ἐπὶ τὸ ἄνω χωρεῖ. τὸ μέντοι ὑγρὸν τοῖς περιέχουσιν ἀκριβῶς συσχηματίζεται· εἰ οὖν ἐκ κεράμῳ παγείη ὕδωρ, εἶτα καταθραύσεις τὸν κέραμον, ὄψει συνεσχηματισμένον αὐτῷ.

[*](p. 329b32)

Τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων.

Δείξας ὅτι τῶν δύο ἀντιθέσεων ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, τὰς λοιπὰς πάσας ὑπὸ ταύτας ἀναγαγεῖν βούλεται, ὡς εἶναι τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ τὰς δύο ταύτας πρωτίστας, ἵνα τοῦτο δείξας ἐντεῦθεν δείξῃ τὰ τέσσαρα στοιχεῖα γινόμενα. τὸ δὲ καὶ αἱ ἄλλαι διαφοραὶ προσέθηκεν ἤτοι διὰ τὴν λειότητα Λαὶ τραχύτητα, ἃς πρὸ τούτου κατα- [*](1 κρυστάλω RZ 4 μὲν οἰκείῳ a Arist. δυσόριστον δέ RZa: δυσόριστον ὄν GT 5 τοῦ (ante ψυχροῦ) 0111. Z 6. 7 προχειρίζεται ὅρους καὶ δείκνυσιν Z 7 ταῦτα παθητικά R τὸ] τὰ a 8 ἐστιν om. R 9 ἀπορεῖται δὲ RZ: ἀπορεῖ δέ τις GT: ἀπορήσειε δ’ ἄν τις a αὐτῶ Z 10 φασίν scripsi: φησὶν RZa: om. GT διαρεῖ GT 12. 13 καὶ ἄλλως δὲ a 15 σχηματιζομένης (G)a ταῖς RZ: τοῖς GTa; at cf. p. 199, 28 16 ἡ φλὸξ οὐδέποτε συσχηματίζεται ἀκριβῶς R 17 συσχηματιζομένη a 19 τε om. Z εἰ καὶ] καὶ εἰ a 24 καὶ κραῦρον om. Z 25 καὶ τὸ σκληρὸν a 27 ἀνάγειν a καὶ τοῦ ψυχροῦ GTa 28 τοῦ (ante ὑγροῦ) om. Z 29 δείξει Z 30 ἤτοι] ἣ τὸ Z)

220
ριθμησάμενος νῦν παρέλειπεν, ἢ μᾶλλον δι’ ἃς προσθήσει· διαιρεῖ γὰρ [*](49r) ἐφεξῆς τὸ ξηρὸν καὶ ὑγρόν, καὶ δείκνυσι τούτων ἕκαστον πολλαχῶς λεγόμενον.

[*](p. 239b34)

Ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δὲ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ.

Πῶς ὑπὸ τὸ ὑγρὸν ἀναφέρεται τὸ λεπτὸν δείκνυσι. τὸ γὰρ λεπτόν, φησίν, ἀναπληστικόν ἐστι· μικρομερὲς γὰρ ὑπάρχον τὰς κενὰς ἀναπληροῖ χώρας. εἰ γὰρ εἰς μέδιμνον καρύων σεμίδαλιν ἐμβάλοις, διεισδύνουσα εἰς τὰς μεταξὺ τῶν καρύων κενὰς τοῦ στερεοῦ σώματος χώρας ἀναπληροῖ ταύτας. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τὸ ὑγρόν, οἷον τὸ ὕδωρ· εὐόριστον γὰρ ὂν ἀλλοτρίῳ ὅρῳ ἀκολουθεῖ, φησί, τῷ ἁπτομένῳ καὶ περιέχοντι καὶ πανταχόθεν ἅπτεται αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ λεπτόν. εἰκότως ἄρα τὸ λεπτὸν τοῦ ὑγροῦ. οὐκοῦν καὶ τὸ ἐναντίον τὸ παχὺ ὑπὸ τὸ ἐναντίον τὸ ξηρὸν ἔσται· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὑπάρχει. ὡς γὰρ τὸ ξηρὸν ἀντιβατικὸν καὶ οὐκ ἀκολουθεῖ τοῖς περιέχουσιν οὐδ’ ὅλων ἅπτεται δυσόριστον γάρ ἐστιν ἀλλοτρίῳ ὅρῳ), οὕτω καὶ τὸ παχὺ μεγαλομερὲς ὂν οὐκ εἰς ἅπασαν εἴσεισι χώραν.

[*](p. 330a4)

Πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ· τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον.

Ὅτι καὶ τὸ γλίσχρον ὑπὸ τὸ ὑγρόν, συντόμως ἔδειξεν εἰπὼν ὅτι ὑγρόν τί ἐστι τὸ γλίσχρον πεπονθός τι. τὰ γὰρ μὴ εὐδιαίρετα τῶν ὑγρῶν μηδὲ δυσαπάλλακτα τῶν ἁπτομένων καὶ ὀλισθηρὰ γλίσχρα λέγεται, ὡς ἰξὸς ἔλαιον ὑγρὰ πίσσα. τὸ δὲ κραῦρον ὑπὸ τὸ ξηρόν· τὸ γὰρ δι’ ἔλλειψιν ὑγρότητος πεπηγὸς καὶ διὰ τοῦτο εὔθραυστον, κραῦρον καλεῖται.

[*](p. 330a8)

Ἕτι μὲν μαλακὸν τοῦ ὑγροῦ· μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς αὑτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ ὑγρόν.

Πάλιν τὸ μὲν μαλακὸν ὑπὸ τὸ ὑγρὸν ἀνάγει, τὸ δὲ σκληρὸν ὑπὸ τὸ ξηρόν· μαλακὸν γάρ ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτὸ τοῖς ἁπτομένοις, ὅπερ ποιεῖ καὶ τὸ ὑγρόν· ὑπείκει γὰρ καὶ τοῦτο. ἀλλὰ τίς ἡ διαφορά; ὅτι πάλιν τὸ μὲν μαλακὸν ὑγρόν ἐστι πεπονθός τι τὸ μὴ μεθίστασθαι, ὅπερ οὐ πρόσεστι [*](1 παρέλιπεν Τ2Ζ προσθείσει a 4. 6 lemmate om. pergit πῶς δὴ ὑπὸ a 8 ἐμβάλλεις a διεισδύνουσαν Z 1.5 οὐκ om. GT ὅλως R 18. 20 lemmate om. peigit ὅτι δὲ καὶ a 22 δυσαπάλακτα Za λέγεται καὶ γλίσχρα GT: γίνεται καὶ γλίσχρα a 23 ὑγρὰ om. a; at cf. p. 201,1 25. 27 pergit om. lemmate πάλιν δὲ τὸ μαλακὸν ὑπὸ a 26 αὐτὸ libri ὅπερ τὸ ὑγρὸν ποιεῖ GT 30 τὸ μὴ] τῷ μὴ (Z)a)

221
τῷ ὕδατι μεθίσταται γάρ), ὡς καὶ τὸ γλίσχρον ὑγρὸν ἦν πεπονθός τι. [*](49r) τοιοῦτον οὖν καὶ τὸ μαλακόν. ὥστε εἴ τι μαλακόν ὑγρόν πώς ἐστιν εὐόριστον γὰρ ἀλλοτρίῳ ὅρῳ), οὐκ εἴ τι ὑγρόν, μαλακόν. ἐπὶ πλέον οὖν τὸ ὑγρόν. διὸ καὶ ὑπὸ τοῦτο τὸ μαλακὸν ἀναφέρομεν· διαφοραὶ γὰρ τοῦ ὑγροῦ τὸ μεθίστασθαι καὶ μὴ μεθίστασθαι, ἴδιον δὲ καὶ συμπληρωτικὸν τὸ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, εὐόριστον δὲ ἀλλοτρίῳ. πάλιν οὖν καὶ τὸ σκληρὸν ὑπὸ τὸ ξηρὸν ἀνάγει. τὸ γὰρ σκληρὸν πεπηγός ἐστι τῷ συνε- στράφθαι γὰρ τὰ μόρια καὶ πεπῆχθαι σκληρὸν γέγονεν), τὸ δὲ πεπηγὸς ξηρόν· δυσόριστον γὰρ ἀλλοτρίῳ γέγονεν ὅρῳ τῷ πεπῆχθαι, ὥστε ξηρὸν γέγονεν.

[*](p. 330a12)

Λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς· ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός. |

Δείξας ὁ Ἀριστοτέλης πάσας τὰς ἁπτὰς ἀντιθέσεις ὑπὸ δύο τὰς πρώτας [*](49v) ἀναγομένας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, βούλεται καὶ ἑτέρας τινὰς παρ’ ἃς ἤδη κατηριθμήσατο δεῖξαι ὑπὸ τὸ ξηρὸν καὶ ὑγρὸν ἀναγομένας, ὑπὸ μὲν τὸ πρῶτον ὑγρὸν τὸ διερὸν καὶ τὸ ἰδίως ὑγρόν, ὑπὸ δὲ τὸ ξηρὸν τὸ πεπηγὸς καὶ ἕτερόν τι ἰδίως ξηρὸν ὁμωνύμως τῷ γένει λεγόμενον. ἵνα δὲ τοῦτο δείξῃ, φησὶ πλεοναχῶς λέγεσθαι τὸ ὑγρόν καὶ ξηρὸν. ὅτι δὲ ταῦτα τῶν πλεοναχῶς λεγομένων ἐστὶ δεικνύς, τόπῳ χρῆται τῷ ἀπὸ τῶν ἀντικειμένων· ὅταν γὰρ τῷ αὐτῷ πλείονα ᾖ τὰ ἀντικείμενα, καὶ αὐτὸ τῶν πλεοναχῶς λεγομένων ἐστίν. οἷον τῷ βαρεῖ ἀντίκειται ἐν φωνῇ μὲν τὸ ὀξύ ἡ γὰρ ὀξεῖα φωνὴ τῇ βαρείᾳ ἀντίκειται), ἐν ῥοπῇ δὲ τὸ κοῦφον· τὸ γὰρ βαρὺ πάλιν καὶ κοῦφον ἐν τοῖς ὄγκοις τῶν ἀντικειμένων ἐστίν. οὐκοῦν ἐπεὶ τῷ βαρεῖ καὶ τὸ κοῦφον καὶ τὸ ὀξὺ ἀντίκειται, τῶν πλεοναχῶς λεγομένων ἐστὶ τὸ βαρύ. ἀλλὰ καὶ τὸ ὀξὺ τῶν πλεοναχῶς λεγομένων ἐστίν· ἀντίκειται γὰρ αὐτῷ καὶ τὸ ἀμβλὺ καὶ τὸ γλυκὺ καὶ τὸ βαρύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν χυμῷ δὲ τὸ γλυκύ, ἐν σχήμασι δὲ ἢ ἀπλῶς ὄγκῳ τὸ ἀμβλύ· ὀξεῖαν γάρ φαμεν γωνίαν καὶ ἀμβλεῖαν, καὶ ὀξὺ καὶ ἀμβλὺ τὸ μαχαίριον. οὕτως οὖν δείκνυσι καὶ [*](1 ἦν om. Z 3 οὐκ εἴ τι δὲ ὑγρὸν a 5 τὸ om. GTa 6 τὸ (ante ἰδίῳ) scripsi: τῶ libri praeter a, qui τὸ τῷ οὖν] δ’ αὖ a 7 τῷ] τὸ T 12 τὸ διερόν a: τὸ δΐ τὸ διαῖρόν R: τὸ διὰ τὸ διερὸν Z: τὸ διαῖρον διερὸν GT1 15 καὶ τοῦ ψυχροῦ T 17 διαῖρον GT: διαιρ`` R 11) δείξῃ om. GT: ἴνα δὲ τοῦτο δείξη om. a, qui suppleverat δι’ ὅ 20 ξηρὸν καὶ ὑγρόν a ἐστὶ] καὶ GT 21 τόπω om. add. Τ2 22 αὐτῶ et τῶ βαρὺ R 23 ἀντίκειται ἐν φωνὴ μὲν R: ἀντίκειται ἐν ἡ μὲν GT: ἐν φωνὴ μὲν ἀντίκειται Z: ἀντίκειται ἐν μὲν φωνῇ a 25 εἰσίν TZ οὐκοῦν om. add. mrg. R τῷ] τὸ GTR1Z1 βαρὺ GTZ1 βαρεῖ τὸ ὀξὺ καὶ τὸ κοῦφον a 26 ἀντίκεινται TZ 20. 27 ἀλλὰ καὶ τῶν πλεοναχῶς λεγομένων ἐστὶ τὸ ὀξύ Z 28 φωνῇ] ἦ G: ἡ T τὸ γλυκύ (alt. loco) om. GT 29 καὶ ἐν σχήμασιν ἢ GTa)

222
τὸ ὑγρὸν καὶ τὸ ξηρὸν τῶν πλεοναχῶς λεγομένων· ἑκατέρῳ γὰρ τούτων [*](49v) πλείονά ἐστι τὰ ἀντικείμενα. τῷ γὰρ ξηρῷ ποτὲ μὲν ἀντιτίθεμεν τὸ ὑγρόν, ποτὲ δὲ τὸ διερόν· καὶ τῷ ὑγρῷ ποτὲ μὲν τὸ ξηρόν, ποτὲ δὲ τὸ πεπηγός. ἔστι μὲν οὖν τὸ πρώτως ὑγρὸν καὶ οἱονεὶ γενικώτατον, οὗ τὸν ὁρισμὸν ἤδη ἀποδέδωκεν, τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, τὸ δὲ τούτῳ ἀντικείμενον ξηρόν, λέγω τὸ πρῶιον καὶ τὸ γενικώτατον, τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ δυσόριστον δὲ ἀλλοτρίῳ, ὡς ἔφθη ὁρισάμενος. ὑπὸ ἓ̀̀͂σ τὸ πρῶτον ὑγρὸν ἀνάγεται τό τε διερὸν καὶ τὸ ἰδίως ὑγρόν. διερὸν μὲν οὖνἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, ὡςεἰὕδωρἐπι- χέεις λίθῳ ἢ T(0 ἡμετέρῳ σώματι ἢ ἱματίῳ μετρίως (τὸ γὰρ ἐν βάθει τὴν ἀλλοτρίαν ἔχον ὑγρότητα βεβρεγμένον καλεῖται), ὑγρὸν δὲ τὸ ἔχον οἰκείαν ὑγρότητα ἐν τῷ βάθει. διαφέρει οὖν τοῦ πρώτως ὑγροῦ τὸ διερόν, διότι τὸ πρώτως ὑγρὸν αὐτῷ τῷ εἶναι τοιοῦτόν ἐστιν ὅλον δι’ ὅλου ὑγρόν, τὸ δὲ διερὸν τῷ πεπονθέναι τι τοιοῦτον· τοῦ δὲ ἰδίως ὑγροῦ τὸ ἁπλῶς ὑγρὸν διαφέρει, διότι τὸ μὲν πρώτως ὑγρὸν ὅλον δι’ ὅλου τοιοῦτόν ἐστιν ὡς εἶπον, τὸ δὲ ἐν τῷ βάθει ·κεκ̀ρυuι μ--̓́νrιν ἔχει τὴν οἰκείαν ὑγρότητα· τοῦ δὲ βεβρεγ- μένου τὸ ἰδίως ὑγρὸν διαφέρει, ὅτι τὸ μὲν οἰκείαν τὸ δὲ ἀλλοτρίαν ἔχει τὴν ἐν τῷ βάθει ὑγρότητα, βεβρεγμένον μὲν ὡς ὁ πηλός, ὑγρὸν δὲ ὡς τὰ τηκτά, κηρὸς καὶ μόλιβδος καὶ τὰ τοιαῦτα. πάλιν ὑπὸ τὸ πρῶτον ξηρὸν ἀνάγεται τό τε ἰδίως ξηρόν, ᾧπερ ἀντίκειται τὸ διερὸν ὁμωνύμως τῷ γένει λεγὁ- λεγόμενον (ἰδίου γὰρ οὐκ ἔτυχεν ὀνόματος), καὶ τὸ πεπηγός, ὅπερ ἀντίκειται τῷ ἰδίως ὑγρῷ, ὅπερ καὶ αὐτὸ τῷ γένει ὁμωνύμως εἴρηται διὰ τὸ μὴ τυχεῖν ἰδίου ὀνόματος. ἐπεὶ οὖν διερόν ἐστι τὸ ἔχον ἀλλοτρίαν ἐπιπολῆς ὑγρότητα, τὸ ἀντικείμενον τούτῳ ξηρὸν ἔσται δηλονότι τὸ τῆς τοιαύτης ἐσ-c-ργͅμ-́--νον ὑγρότητος, οἵαν εἶχε τὸ διερόν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰδίως ὑγροῦ καὶ πεπ·ηγότος· τὸ μὲν γὰρ ἐν βάθει εἶχε τὴν οἰκείαν ὑγρότητα, τὸ δὲ ταύτης ἐστέρητο, οἷά ἐστι τὰ μὴ τηκτά, ὡς ὄστρακον καὶ τὰ ἄτηκτα τῶν μετάλλων· καὶ τὰ τηκτὰ δέ, πρὶν τακῇ, πεπηγότα ἐστίν. ὥστε τῶν πεπηγότων τὰ μὲν τηκτὰ τὰ δὲ ἄτηκτα, τὰ δὲ τηκτὰ ὑγρά ἐστιν, ἐπειδὰν τακῇ καὶ ἡ ἐν βάθει ὑγρότης εἰς τὸ ἐμφανὲς ἔλθῃ. εἰ δὲ ἀπουσίᾳ καὶ παρουσία ὑγρότητος ταῦτα λέγεται, εἰκότως τὰ μὲν ὑπὸ τὸ πρώτως ὑγρὸν τὰ δὲ ὑπὸ τὸ πρώτως ξηρὸν ἀναφέρεται.

Παρέθετο δὲ τὸ βεβρεγμένον, φησὶν ὁ Ἀλέξανδρος, εἰς δήλωσιν τοῦ τε διεροῦ καὶ τοῦ ὑγροῦ ἀπὸ τῆς πρὸς τοῦτο διαφόρας, ὅτι ἐστὶ τοι- οῦτον ἑκάτερον αὐτῶν ὁποῖον ὡρίσατο, πιστούμενος· ὡς γὰρ εἶπον, τοῦ μὲν διεροῦ διαφέρει τὸ βεβρεγμένον τῷ ἐν βάθει ἔχειν τὴν ἀλλοτρίαν [*](3 δίαῖρον (sim. in proximis) GT: διαιρ (item ν. 3G διαιροῦ) R (1 ἀντικείμενον τούτω R 9 ἐπὶ πολῆς Z: ἐπὶ (accent, eras. R) πολλῆς cett. 9. 10 ἐπιχέῃς a 13 αὐτὸ GRT τὸ cIvaiR’ 14 τὸ πεπονθέναιGT IG. 17 διαβεβρεγμἐνου a 19 μόλυβδος libri praeter Z πρώτως a 20 τό τε] τὸ ὅτε Z ὅπερ l{ 21 ὧπερ Z 22 τὸ (ante ἰδίως) RTZ ὑγρὸν T 23 τὸ διερόν a ἐπὶ πολῆς Z: ἐπὶ πολλῆς cett. 26 τὴν οἰκείαν εἶχεν R 27 ὁία R 30 ἐν τῷ βάθει a 34 τοῦ (post καὶ) om. R 35 γὰρ iu eras. T2)

223
ὑγρότητα ἐκείνου ἐπιπολῆς ἔχοντος, τοῦ δὲ ἰδίως ὑγροῦ τῷ ἀλλοτρίαν [*](49v) ἔχειν ἐκείνου τὴν οἰκείαν ἐν τῷ βάθει ἔχοντος.

[*](p. 330a24)

Δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας. αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ τὸ] ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ’ ὑπ’ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν.

Αἱ μὲν οὖν ἄλλαι ἀντιθέσεις πῶς ὑπὸ τὰς δύο ἀνάγονται διὰ τῶν φθασάντων ἐδείξαμεν. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἡ μὲν λειότης ὑπὸ τὸ ὑγρὸν ἡ δὲ τραχύτης ὑπὸ τὸ ξηρὸν ἀναφέρεται. διότι τὸ τραχύ, φησί, δόξειεν εἶναι τοῦ πεπηγότος καὶ ξηροῦ ἰδίοις γάρ τισιν ὅροις τὰ μόρια τούτου συνέχεται), τὸ δὲ λεῖον τοῦ ὑγροῦ· ὁμαλὸν γάρ τι τὸ ὑγρὸν καὶ λείαν ἀεὶ τὴν ἐπιφάνειαν ἔχον τῶν μορίων συνιζανόντων εἰς ἄλληλα. ἢ ἄμεινον, φησί, λέγειν ὅτι μήτε ποιητικαὶ μήτε παθητικαὶ αἱ ἐναντιώσεις αὗται, τῷ μηδὲ τὴν ἀρχὴν ποιότητες εἶναι.· ἐν ποιᾷ γάρ ἐστι τῶν μορίων θέσει τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἐν Κατηγορίαις εἴρηται. εἰ δὲ μὴ ποιότητες, οὐδὲ παθητικαί εἰσιν οὐδὲ ποιητικαί. ὅτι δὲ οὐκέτι τῶν γενικῶν δύο ἐναντιώσεων, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὐδεμία ὑπὸ τὴν λοιπὴν ἀνάγεται, διδάσκει· οὔτε γὰρ τὸ ξηρὸν ὑπὸ τὸ θερμόν ἐπεὶ πᾶν ξηρὸν ἔμελλεν εἶναι θερμόν· νῦν δὲ ἡ ἡ ξηρὰ οὖσα ψυχρά ἐστιν), οὔτε τὸ ὑγρὸν πάλιν ὑπὸ τὸ θερμόν· τὸ γὰρ ὕδωρ ὑγρὸν ὑπάρχον ψυχρόν ἐστι. πολλῷ οὖν μᾶλλον οὐδὲ τὸ | ψυχρὸν ὑπὸ τὸ θερμόν· πῶς [*](50r) γὰρ ἐνδέχεται τὰ μαχόμενα ὑπ’ ἄλληλα εἶναι; πάλιν ὑπὸ τὸ ψυχρὸν οὔτε τὸ ξηρόν τὸ γὰρ πῦρ ξηρὸν ὑπάρχον θερμόν ἐστιν), οὔτε τὸ ὑγρόν ὁ γὰρ ἀὴρ ὑγρός ἐστι καὶ θερμός), οὐδὲ πολλῷ μᾶλλον τὸ ἐναντίον θερμόν. καὶ διὰ τὰς αὐτὰς αἰτίας, οὐδ’ εἰ ἀντιστρέψωμεν τὴν τάξιν, οὐδὲν τῶν λοιπῶν οὔτε ὑπὸ τὸ ὑγρὸν οὔτε ὑπὸ τὸ ξηρὸν ἀνοίσομεν.

[*](1 ἐπὶ πολῆς Za: ἐπὶ πολλῆς cett. τὸ ἀλλοτρίαν R1 2 ἔχοντα Z 3 lemma om. hic a; continuaverat enim, solito more, superius lemma usque ad p. 330a29, unde ego hoc quidem loco varias lectiones adferam ὅτι om. Z καὶ αἱ ἄλλαι πᾶσαι διαφοραὶ a 4 πρώτας om. add. T2 τέσσαρας libri ἐλάσσους a 6 τὸ (post ὅπερ) delevit a: in R exstat τὸ, turn deletum ξηρὸν 7 οὔθ’] οὔτε utrobique Ga, et priore loco etiam T τὸ (ante ὑγρόν) om. a ἐστιν GT 8 ἄλλαι om. a 10 φησί om. R 11 δόξειεν ἂν scripserit Alexander 12 τι] τοι Z 15 τῷ μηδέ a: τῶ μήτε cett. ποία R 15. 16 θέσει τῶν μορίων θέσει T 16 Κατηγορίαις c. 9 p. 10a22 18 ἐναντιώσεων] ἔνεστι ἀντιθέσεων Z 19 διδάσκειν compend. R 20 ἤμελλεν Z 25 ἀνὴρ Z 26 οὐδ’ εἰ] οὐδὲ ἂν R: οὐδ’ ἐὰν a ἀντιστρέψομεν Z)
224
[*](p. 330a30)

Ἐπειδὴ τέτταρα τὰ στοιχεῖ, τῶν δὲ τεττάρων ἓξ αἱ [*](50r) συζεύξεις.

Στοιχεῖα μὲν καλεῖ τὰς ἐναντιώσεις εἴρηνται γὰρ δευτέρως μετὰ τὴν ὕλην στοιχεῖα καὶ ἀρχαὶ αἱ ἐναντιώσεις), φησὶ δὲ ἐκ τῶν τεσσάρων ἐναντιώσεων ἓξ ἀποτελεῖσθαι συζυγίας, ὧν ἀσύστατοι μὲν αἱ τὰ ἐναντία παραλαμβάνουσαι, ἡ τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ ἡ τὸ ξηρὸν καὶ ὑγρόν ἅμα γὰρ τἀναντία ὑπάρχειν ἀδύνατον), αἱ λοιπαὶ δὲ συνίστανται τέσσαρες, αἷς φησιν εὐλόγως ἠκολουθηκέναι τὸν ἀριθμὸν τῶν φαινομένων ἁπλῶν σωμάτων· ταῦτα γὰρ καὶ τῇ αἰσθήσει ὑποπίπτει ἑκάστου αὐτῶν κτὰ μίαν συζυγίαν χαρακτηριζομένου, πυρὸς μὲν κατὰ τὸ θερμὸν κὰλ ξηρόν, τοῦ δ’ ἀέρος κατὰ τὸ θερμὸν καὶ ὑγρόν, καὶ κατὰ μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν τοῦ ὕδατος, κατὰ δὲ τὸ ψυχρὸν καὶ ξηρὸν τῆς γῆς. ἐπισημαίνεσθαι δὲ χρὴ ὅτι τἆλλα μὲν ἐκτὸς κατασκευῆς τέθεικεν, ἐπὶ δὲ μόνου τοῦ ἀέρος ὡς ἔχοντός τινα ἀμφισβήτησιν κατασκευῇ ἐχρήσατο τοῦ εἶναι αὐτὸν θερμὸν καὶ ὑγρόν, οὐχ ὅτι ὑγρός ἐστι κατασκευάζων, ἀλλ’ ὅτι θερμός· γεγόνασι γὰρ οἱ δοξάσαντες αὐτὸν ψυχρὸν καὶ ὑγρὸν εἶναι. τί οὖν φησιν αὐτός; ὅτι οἷον ἀτμίς ἐστιν ὁ ἀήρ, ἡ δὲ ἀτμὶς θερμή τε καὶ θερμῷ τὴν γένεσιν ἔχουσα. ἔστι δὲ καὶ διὰ πλειόνων τοῦτο κατασκευάσαι, πρῶτον μὲν ἐκ τοῦ κοῦφον αὐτὸν εἶναι, ὅπερ ἐστὶ θερμότητος. ὅτι δὲ τὸ κοῦφον θερμότητος, ἐκεῖθεν γνώσῃ· ἐπειδὴ γὰρ τὸ πῦρ θερμὸν καὶ ξηρὸν <ὂν> κοῦφόν ἐστιν, ἀνάγκη ἡ τῷ ξηρὸν εἶναι κοῦφον ὑπάρχειν ἢ τῷ θερμόν. ἀλλ’ εἰ μὲν καθὸ ξηρὸν τὸ πῦρ κοῦφον ἦν, ἐχρῆν καὶ τὴν γῆν ξηρὰν οὖσαν κούφην ὑπάρχειν· τοῦτο δὲ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ τὸ ξηρὸν ἔχει τὸ κοῦφον. λείπεται ἄρα κατὰ τὸ θερμόν. εἰ οὖν τὸ κοῦφον λόγῳ θερμότητος γίνεται, ἔστι δὲ ὁ ἀὴρ κοῦφος, ἔσται ἄρα καὶ αὐτὸς θερμός. ἔτι ὁρῶμεν ὅτι τὰ γειτνιάζοντα ἀλλήλοις στοιχεῖα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, ἐπεὶ οὐκ ἂν οὐδὲ πλησίον ἀλλήλων ὑπῆρχον. εἰ οὖν καὶ ὁ ἀὴρ τοῦ πυρὸς διενήνοχε κατὰ τὸ ὑγρόν, κοινωνήσει αὐτῷ δηλονότι κατὰ τὸ θερμόν· καὶ εἰ κοινωνεῖ τῷ ὕδατι κατὰ τὸ ὑγρόν, εἰ μὴ κατὰ τὸ θερμὸν αὐτοῦ διοίσει, οὐκ ἔσται διαφορὰ ὕδατος καὶ ἀέρος. ἔτι ὁρῶμεν ὅτι ἡ μεταβολὴ αὐτῷ ἐξ ὕδατος διὰ θερμοῦ γίνεται· ἐξατμιζόμενον γὰρ τὸ ὕδωρ ἀεροῦται, ὡς καὶ αὐτός φησιν ὁ Ἀριστοτέλης.

[*](1 ἐπεὶ δὲ a τέσσαρα RZ τὰ ora. RTa τεσσάρων GTZ: δ΄ R αἱ om. GT1a 2 συνεζεύξεις GT 6 παραλαμβάνουσιν Z τὸ (ante ψυχρόν) om. R καὶ * ὑγρόν Τ 7 τέτταρες GT: om. R 13 δὲ prius om. GT 16 γὰρ R: δὲ cett. 18 ἴσχουσα R 2(1 γνώσει GT1 καὶ iterat (init. et fin. vens.) G 20 ὃν addidit a 21 τῷ utrobique a: τὸ cett. ὑπάρχειν om. Z 23 οὐκ ἄρα] οὐχ’ ὅτι R 25 καὶ om. R ἔτι in eras. T2 27 ἐπεὶ οὖν οὐκ R1 πλησίων a 28 αὐτὸ R1 τὸ (ante θερμὸν) om. GT 30 ἔσται] ἄρα hic non solum R sed etiam Z)
225
[*](p. 330b7)

Ἅπαντες γὰρ οἱ τὰ ἁπλᾶ σώματα στοιχεῖα ποιοῦντες.

[*](50r)

Διδάξας ποίας χρὴ τίθεσθαι ἐναντιότητας ἀρχὰς καὶ εἰδοποιοὺς τῶν σωμάτων, νῦν βούλεται τὴν οἰκείαν περὶ τούτων δόξαν κρατῦναι, δι’ ὧν δείκνυσι καὶ τοὺς ἀρχαιοτέρους πάντας τοὺς περὶ στοιχείων δοξάσαντας τὰς εἰρημένας ἐναντιώσεις εἰσάγοντας, ἢ τινὰς ἢ πάσας, τὸν ἀριθμὸν δὲ τῶν τεσσάρων μὴ ὑπερβαίνοντας· εἰ γὰρ καὶ μὴ τὸν αὐτὸν τρόπον περὶ αὐτῶν φασιν, ἀλλ’ οὖν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι φαίνονται ταύτας πρεσβεύοντες. οἵ τε γὰρ ἕν τι τῶν τεσσάρων στοιχείων ποιοῦντες τῶν πάντων μανώσει καὶ πυκνώσει τἆλλα ἐξ αὐτοῦ γεννῶσι μάνωσις δὲ καὶ πύκνωσις θερμότητι καὶ ψυχρότητι ἀποτελεῖται), ὅ τε Παρμενίδης αὐτόθεν δύο ὑποτιθέμενος στοιχεῖα, πῦρ καὶ γῆν, τὴν ἐναντίωσιν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ εἰσῆγε, τὸν ἀέρα καὶ τὸ ὕδωρ μῖγμα φάσκων εἶναι τῶν δύο στοιχείων, καθάπερ καὶ ὁ Πλατῶν. καὶ γὰρ καὶ οὗτος δύο τινὰς ὑποθέμενος ἀρχάς, τὸ μέγα καὶ τὸ μικρόν, τρίτην ὑπετίθετο ἄλλην, ὅπερ μῖγμα ἔφασκεν εἶναι τῆς τοῦ μεγάλου καὶ μικροῦ ἐναντιώσεως, μέγα μὲν καὶ μικρὸν λέγων τὰς ἐπιγινομένας εἰδοποιοὺς διαφορὰς τῇ ὕλῃ, ἃς πρῶτον δέχεται ποσουμένη καὶ διαστάτη γινομένη, μῖγμα | δὲ ἐκάλει τὴν [*](50v) ὕλην οὐχ ὡς ἐκ μεγάλου καὶ μικροῦ μιχθέντων γινομένην, ἀλλ’ ὡς ἐν αὐτῇ τούτων μιγνυμένων τῷ ἑκάτερον παρὰ μέρος ἐν αὐτῇ γίνεσθαι. καὶ Ἐμπεδοκλῆς δὲ τέσσαρα μὲν καὶ αὐτὸς ὑπέθετο στοιχεῖα, θερμοῦ δὲ καὶ ψυχροῦ ἐναντίωσιν εἰσηγεῖτο, τὸ μὲν πῦρ θερμὸν ὑποτιθέμενος τἆλλα δὲ πάντα ἀντικεῖσθαι τούτῳ φάσκων ὡς ψυχρά.

[*](p. 330b11)

Tούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τό τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ θερμὸν καὶ ψυχρόν.

Οἱ τὸ ἕν, φησί, στοιχεῖον ὑποτιθέμενοι, μανώσει δὲ καὶ πυκνώσει τούτου τἆλλα λέγοντες γίνεσθαι, ἀρχὰς δύο ποιοῦσι τὸ μανὸν καὶ πυκνόν, μᾶλλον δὲ τὸ θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γάρ ἐστι τὰ δημιουργικὰ καὶ ποιητικὰ μανώσεως καὶ πυκνώσεως. καὶ ἐπισημήνασθαι χρὴ ὅτι τὸ μανὸν καὶ πυκνὸν ὑπὸ τὸ θερμὸν καὶ ψυχρὸν ἄγει· ὅθεν ἴσως παρῆκεν ἐν τῇ τῶν ἁπτῶν ποιοτήτων ἀπαριθμήσει τὸ μανὸν καὶ πυκνόν, ὡς εἰς ταὐτὸν ἀγόμενα τῷ θερμῷ καὶ ψυχρῷ.

[*](1 γὰρ] δὲ GT καὶ οἱ a 2 ἐναντιώσεις Z 6 τεσσάρων Z: δ΄ R: τέσσαρα (GT)a 14 τινὰς om. Z ὑποτιθέμενος GT2a 17 διαστάτη scvipsi: διαστατὸς a: ἀδιάστατος cett. ἐκάλλει GT1 20 ὑπέθετο καὶ αὐτὸς R 23 lemma om. hic et pergit οἱ δὴ τὸ ἐν φησι a 24 καὶ τὸ ψυχρόν R 27 τὸ (post καὶ) om. T 29 καὶ τὸ πυκνὸν Z, qui mox (29. 30) ὑπὸ—πυκνόν om, 30 ποιοτήτων om. a)
226
[*](p. 330b15)

Ὡσαύτως δὲ καὶ οἱ τρία λέγοντες, καθάπερ Πλατῶν 50v ἐν ταῖς διαιρέσεσι.

Καὶ ὁ Πλάτων, φησίν, ὡσαύτως τῷ Παρμενίδῃ τρεῖς ἀρχὰς ὑποτιθέμενος, δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, τρίτην δὲ τὸ μεταξὺ τούτων, ὃ καὶ μῖγμά φησιν ἀμφοῖν εἶναι. εἰδέναι δὲ χρὴ ὅτι τοῦ Πλάτωνος ἐμνήσθη κατὰ τὸ παρὸν οὐχ ὡς εἰσάγοντός τινας ἀρχὰς τῶν προαποδεδειγμένων τεσσάρων, λέγω δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἀλλ’ ὡς καὶ αὐτοῦ ἐναντίωσίν τινα ἐν ταῖς ἀρχαῖς θεωροῦντος, καθάπερ καὶ ὁ Ἀριστοτέλης, ἔτι δὲ καὶ διὰ τὴν ὁμοιότητα τῶν λόγων τὴν πρὸς Παρμενίδην· μίαν γὰρ ἄμφω τῶν ἀρχῶν ἐναντίωσιν ὑπετίθεντο, καὶ καθάπερ Παρμενίδης τρίτον τι ἐκ πυρὸς καὶ γῆς ὑπετίθετο τὸν ἀέρα καὶ τὸ ὕδωρ, οὕτως καὶ ὁ Πλατῶν τὴν ὕλην τρίτην ἀρχὴν λέγων μεταξὺ τῶν ἐναντίων αὐτὴν ἔλεγεν εἶναι, διότι ἀμφοτέροις ὑπόκειται παρὰ μέρος, δι’ αὐτὸ δὲ τοῦτο καὶ μῖγμα ἀμφοῖν ὡς δεχομένην ἀνφότερα.

Καθάπερ Πλατῶν ἐν ταῖς διαιρέσεσι. ζητητέον ποίας καλεῖ διαιρέσεις, ἐν αἷς διατάττειν φησὶ περὶ τούτων τὸν Πλάτωνα. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρος λέγει τὰς φερομένας Πλάτωνος διαιρέσεις νοθεύεσθαι, ἀλλ’ εἴη ἄν, φησίν, ὁ Ἀριστοτέλης λέγων περὶ τῶν ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ εἰρημένων, διαιρέσεις καλῶν τὰ ἐν ἐκείνῳ. ἰστέον δὲ ὅτι πρῶτον μὲν ‘διαιρέσεις’ ὅλως Πλάτωνος ἐπιγεγραμμέναι οὐ φέρονται, ἐν δὲ τῷ Σοφιστῇ οὐδὲν φαίνεται τοιοῦτον ὁ Πλατῶν λέγων οἷον εἴρηται ἐνταῦθα, οὐδὲ ἔστιν εὑρεῖν τινα αὐτοῦ δόξαν τοιαύτην αὐτὸν ἐκτιθέμενον· ὅλως γὰρ οὐδὲ περὶ τῶν τοιούτων ἐστὶν αὐτῷ σκοπὸς ἐκεῖσε διαλεχθῆναι, πλὴν ὅτι καθ’ ἱστορίαν διαφόρους δόξας φυσικῶν ἀνδρῶν ἐκτίθεται. ἀποδεκτέον οὖν μᾶλλον ὅπερ τελευταῖον προστίθησιν ὁ Ἀλέξανδρος, φάσκων περὶ τῶν ἀγράφων δογμάτων τοῦ Πλάτωνος λέγειν τὸν Ἀριστοτέλην, ἅπερ αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράφετο, καὶ ταῦτα καλεῖν διαιρέσεις. ἐν ἐκείνοις τοίνυν ὁ Πλατῶν τὸ μέγα καὶ μικρὸν καὶ τὸ μεταξὺ τούτων ὑπο- τίθεται.

[*](1 lemma om. hic et pergit καὶ πλατῶν δέ φησιν a 3 τῷ] ras. G: τῶν compend. R 4 μὲν om. R τοῦ priore loco] ras. G 11 καὶ prius om. GTa, sed καθάπερ γὰρ supplet a 12 οὕτω a 13 ἔλεγεν αὐτὴν Z 16 ζητητέον δὲ a, qui Καθάπερ—διαιρέσεσι om. 17 διατάττει T 19 ἀλλ’ εἴη ἄν φησὶν ὁ ἀριστοτέλης λέγων RZ, itemque GT (qui εἰ κἄν pro εἴη ἂν): ὁ δ’ Ἀριστοτέλης φησὶ περὶ τῶν—εἰρημένων λέγει a 21 διαιρέσει Τ1 ὅλως om. Z: post Πλάτωνος ponit a 23 οὐδὲν ἔστιν GT τοιαύτην δόξαν αὐτοῦ τινα αὐτῶν Z 24 ἐκεῖ a 25 κατ’ ἱστορίαν (G)T1a 26 ὅπερ καὶ Z προστίθησιν] προσ om. in lac. R φάσκων] γράφων Z 28 ὁ om. a)
227
[*](p. 330b17)

Καὶ σχεδὸν ταὐτὰ λέγουσιν οἵτε δύο καὶ οἱ τρία 50v ποιοῦντες· πλὴν οἱ μὲν τέμνουσιν εἰς δύο τὸ μέσον, οἱ δὲ ἓν μόνον ποιοῦσι.

Tοῦτο δύναται περὶ Πλάτωνος καὶ Παρμενίδου εἰρῆσθαι. ὥσπερ γὰρ Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος ἄλλο τι μῖγμα ἐκ τούτων ἐποίει, οὕτω καὶ Πλάτων τρία λέγων δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τὸ δὲ τρίτον μεταξὺ τούτων ἐτίθει· ἡ διαφορὰ δὲ μόνον τῶν ἀνδρῶν κατὰ τοῦτο, ὅτι ὁ μὲν Παρμενίδης εἰς δύο διῄρει τὸ μέσον, ἀέρα καὶ ὕδωρ, Πλατῶν δὲ ἀδιαίρετον αὐτὸ ἐφύλαττεν. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ῥητόν, μηκέτι περὶ Πλάτωνος αὐτοῦ ποιουμένου τὸν λόγον, ἀλλ’ ὡς ἀποχρήσαντος μὲν αὐτοῦ τῶν πρὸς τοῦτον λόγων, τοιοῦτον δέ τι λέγοντος, ὅτι ὁ μὲν Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος μέσον τι τούτων ἐλάμβανεν, ὅπερ εἰς ἀέρα καὶ ὕδωρ διῄρει, οἱ δὲ ἐξ ἀρχῆς ἀρχὰς ὑποτιθέμενοι, καθά· περ ὁ Ἴων, τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, μέσον ἀμφοῖν καὶ αὐτοὶ τὸ ὕδωρ λέγοντες εἶναι ἀδιαίρετον αὐτὸ ἐφύλαττον. μέσον δὲ πυρὸς καὶ γῆς τὸν ἀέρα καὶ τὸ ὕδωρ ὑπετίθεντο, ἴσως τῇ ῥοπῇ προσέχοντες· οὐδὲ γὰρ ἔστιν εἰπεῖν κατὰ τὰς ποιότητας, εἴπερ γῆ μὲν καὶ πῦρ ξηρά, ταῦτα δὲ ἄμφω ὑγρά.

[*](p. 330b19)

Ἔνιοι δὲ εὐθὺς τέτταρα λέγουσιν. οἷον Ἐμπεδοκλῆς. συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο.

Καὶ ὁ Ἐμπεδοκλῆς, φησί, τέσσαρας ἀρχὰς ὑποτιθέμενος τὰ τέσσαρα στοιχεῖα, ὅμως ἐναντίωσιν μίαν ὑπετίθετο, τὸ μὲν πῦρ θερμὸν εἶναι φάσκων τὰ δὲ ἄλλα τρία ψυχρά.

[*](p. 330b21)

Oὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρημένων μένων ἁπλοῦν, ἀλλὰ μικτά.

Δόξει μὲν λέγειν προχειρότερον σκοποῦσιν, ὅτι τὰ στοιχεῖα οὐκ ἔστιν ἁπλᾶ οὐδὲ εἰλικρινῆ, ἀλλὰ μικτὰ καὶ ὑπ’ ἀλλήλων ἀεὶ νοθευόμενα, ὥσπερ πολλοὶ ἐδόξασαν. ἔστι δὲ τοῦτο καθ’ αὑτὸ σκέψεως ἄξιον. καὶ ζητητέον [*](1. 2 Καὶ σχεδὸν—πλὴν] τὸ δὲ a 1 ταῦτα R οἶ τε RZ: ὅτε GT 4 Τοῦτο om. a post δύναται addunt καὶ GTa 4. 5 εἰρῆσθαι· ὥσπερ γὰρ ἅπερ om. γὰρ R) παρμενίδης RZ: om. GT: νοεῖσθαι· ὡς γὰρ οὗτος suppleverat a 6 οὕτως R 9 δὲ om. Z 10. 11 ἀλλ’ ἀποχρήσαντος μὲν τὸν πρὸς τοῦτον λόγον a 11 τοῦτον Z: τούτων GRT 12 ὁ om. GT τούτων ὦν ἐλάμβανεν GT 13. 14 καθάπερ om. a 14 ὁ ἴων R: οἶον cett.; cf. p. 207,19 καὶ τὸ ὕδωρ καὶ τὴν γῆν tr. a 19. 21 lemmate om. pergit ὁ δὲ Ἐμπεδοκλῆς φησι a 19 δ΄ λέγουσιν GRT: λέγουσι τέσσαρα Z οἶον RZ: ὥσπερ GT, qui omittunt Ἐμπεδοκλῆς—δύο 23 ἄλλα τρία] ἀλλότρια R 25 μικτόν a Arist. (praeter cod. E) 26 δόξειν GT: Δόξειε et μὲν ἄν λέγειν a)

228
ἐφεξῆς ὅπως ἔχει τοῦτο, εἰποῦσι πρότερον τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν. [*](50v) λέγει δὲ ὅτι οὐ καθάπερ αἱ ἄλλαι ἀρχαὶ πρώτως καὶ δευτέρως λεγόμεναι, οὕτω καὶ ὁ ἀὴρ καὶ τὰ ἄλλα ἀπλᾶ τετύχηκεν ὄντα· ἀλλ’ ἔστι, φησί, ταῦτα μικτὰ καὶ σύνθετα ἐξ ὕλης καὶ εἴδους. ἁπλᾶ δέ, φησίν, ἐστὶ τὰ κατὰ τὰς ἐναντιότητας εἴδη· τὸ γὰρ εἶδος τοῦ πυρὸς τὸ κατὰ τὴν συζυγίαν τῶν ποιοτήτων, θερμοῦ φημι καὶ ξηροῦ , θεωρούμενον, τοῦτο ἀπλοῦν ἐστι καθάπερ καὶ ἡ ὕλη ἁπλὴ, τὸ δὲ πῦρ σύνθετον ἤδη ἐξ ἀμφοῖν.

Ἡ μὲν οὖν τοῦ ῥητοῦ ἔννοια τοιαύτη τίς ἐστι. ζη|τητέον δὲ καθ’ [*](51r) αὑτὸ τὸ περὶ τῶν στοιχείων πρόβλημα, πότερον οὐδέν ἐστι τῶν στοιχείων εἰλικρινές, ὥς φασί τινες, ἀλλὰ πάντα ἀλλήλοις ἀναμέμικται καὶ ἐξ ἀλλήλων νοθεύεται, ἢ οὐδὲν κωλύει καὶ αὐτὰ καθ’ αὑτὰ ὑφεστηκέναι ἄμικτα τῆς πρὸς ἄλληλα συμπλοκῆς θεωρούμενα. πρὸς ὃ ῥητέον ὅτι εἰ μὲν τὸ πῦρ τῷ ὁρατῷ, καθάπερ Τίμαιος, χαρακτηρίσωμεν καὶ τὴν γῆν τῷ ἁπτῷ, ἔσται οὕτω πάντα ἐν πᾶσι καὶ οὐδὲν ἔσται καθ’ αὑτό· ἁπτὰ γὰρ πάντα τὰ στοιχεῖα καὶ ὁρατὰ σχεδὸν πάντα. εἰ δὲ κατὰ τὸν Ἀριστοτέλην ἕκαστον χαρακτηρίσωμεν, τῷ εὐορίστῳ μὲν τὸ ξηρὸν δυσορίστῳ δὲ τὸ ὑγρόν, καὶ τὸ μὲν θερμὸν τῷ διακριτικῷ τὸ δὲ ψυχρὸν τῷ συγκριτικῷ, οὐδὲν ἔσται τὸ κωλῦον εἶναι αὐτὰ εἰλικρινῆ καὶ ἀμιγῆ πρὸς ἄλληλα· εἰ δὲ μηδέν ἐστι τὸ κωλῦον ἀλλ’ ἐνδέχεται, καὶ ἐκβαίη ἄν.

[*](p. 330b23)

Οἶον τὸ τῷ πυρὶ ὅμοιον, τὸ] πυροειδές, οὐ πῦρ.

Αἱ ἐναντιότητες αἱ εἰδοποιοὶ τῶν ἁπλῶν σωμάτων ὅμοιαι, φησί, τοῖς στοιχείοις, οὐ μὴν αἱ αὐταί, διότι τὸ πῦρ ἔοικε μὲν τῇ συζυγίᾳ καθ’ ἣν εἰδοποιεῖται, οὐ μὴν ταὐτὸν ἡ συζυγία καὶ τὸ πῦρ, ἀλλ’ ἡ ὁμοιότης κατὰ τὴν ποιότητα, καὶ ἡ συζυγία πῦρ μὲν οὐκ ἔστι, πυροειδές δὲ καὶ εἶδος τοῦ πυρός. κἀπὶ τῶν ἄλλων δὲ ἑκάστου ὁ αὐτὸς λόγος.

[*](p. 330b25)

Τὸ δὲ πῦρ ἐστιν ὑπερβολὴ θερμότητος, ὥσπερ κρύσταλλος ψυχρότητος.

Πῦρ ἐνταῦθά φησι τὸ διακονικόν, ὅπερ ὑπερβολὴν ἔχειν λέγει ζέσεως, ὥσπερ τὸν κρύσταλλον ὑπερβολὴν ψύξεως, καὶ διὰ τοῦτο μηδὲν ζῳογονεῖσθαι μήτε ὑπὸ κρυστάλλου μήτε ὑπὸ τοῦ ἐν χρήσει πυρός, διότι τὸ στοι- [*](1 ἔχη GT 2 αἱ ἄλλαι αἱ R1 3 ὁ om. a τἄλλα Za 6 θερμοῦ καὶ ξηροῦ φημι Z, qui mox ἡ om. 8 οὖν om. GTZ 11 νοθεύονται Z ὑφέστηκεν GT 13 ὁ τιμαῖος a Τίμαιος Platonis p. 31 Β 13 et 16 χαρακτηρίσομεν Za 14. 15 τὰ στοιχεῖα πάντα Z 1.5 σχεδὸν ἅπαντα GTa Ἀριστοτέλη (G)a 18 et 10 κωλῦον libri 19 ἔσται a 20. 21 lemmate om. pergit αἱ ἐναντιότητες δὲ αἱ a 20 τὸ τῶ (cf. Arist. codd.) S: τῶ RZ: τὸ GT τὸ alterum delevi πυροειδές] πῦρ ὃ εἶδος Z 25. 28 λόγος. λέγων δέ τὸ πῦρ ὑπερβολὴν θερμότητος, τὸ διακονικὸν πῦρ φησίν. ὅπερ a 26 ὥσπερ καὶ Ar. 26. 27 κρύσταλος, ut solet, Z 28 λεγ T: λέγειν (G)a 29 τὸν] τὸ T καὶ διὰ τοῦτο RZ: καὶ διὰ τοῦ GT: ὅπερ πιστοῦται διὰ τοῦ a)

229
χειῶδες πῦρ καὶ τὸ ὕδωρ, ἅπερ καὶ ζωογόνα ἐστὶ καὶ πρὸς σύστασιν τῶν [*](51r) συνθέτων σωμάτων παραλαμβάνεται, ἐξιστάμενα ἐπὶ ἀμετρίαν τὸ μὲν ὕδωρ τὸν κρύσταλλον ἐργάζεται, τὸ δὲ στοιχειῶδες πῦρ τουτὶ τὸ διακονικὸν καὶ ἐν τῇ χρήσει λεγόμενον πῦρ.

[*](p. 330b30)

Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστί.

Περὶ τῆς πρὸς τοὺς τόπους οἰκειότητος τῶν στοιχείων διαλέγεται, ἥτις ἐστὶ ῥοπὴ αὕτη καθ’ ἣν βαρέα καὶ κοῦφα λέγεται. ὄντων οὖν δύο τόπων, τοῦ μὲν ἄνω ὃν πρὸς τὸν ὅρον φησὶν εἷναι ὅρον καλῶν τὸ πέρας τοῦ περιέχοντος καὶ πέριξ), τοῦ δὲ πρὸς τὸ κάτω καὶ μέσον, τὸ μὲν πῦρ καὶ ὁ ἀὴρ τοῦ ἄνω ἐστὶ τόπου, ὕδωρ δὲ καὶ γῆ πρὸς τὸ κάτω. ἑκάτερα γὰρ τοῖν δυοῖν, τουτέστι τῶν δυάδων τῶν δύο ἑκατέρα ἑκατέρου τῶν τόπων, ἡ μὲν τοῦ ἄνω ἡ δὲ τοῦ κάτω· ἑκάτερα γὰρ εἶπεν οὐδετέρως, οἱονεὶ τὰ ἑκάτερα τῶν δύο.

[*](p. 330b33)

Καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα γῆ καὶ πῦρ.

Ἄλρα καὶ εἰλικρινῆ καλεῖ κατὰ τὴν ῥοπὴν τὸ πῦρ <καὶ τὴν πῦρ μὲν γὰρ ἄκραν τὴν πρὸς τὸ ἄνω ῥοπὴν ἔχει, γῆ δὲ τὴν πρὸς τὸ κάτω, ὕδωρ δὲ καὶ ἀὴρ μέσως πως ἔχουσι κατὰ τὴν δύναμιν, τὸ μὲν ὕδωρ ἧττον κατώφορον ὑπάρχον τῆς γῆς, ἀὴρ δὲ τῷ πυρὶ ἡσσώμενος κατὰ τὸ ἀνώρροπον.

[*](p. 331a1)

Ἑκάτερα δὲ ἑκατέροις ἐναντία.

Ἑκάτερον, φησί, τῶν ἐν τῇ ἑτέρᾳ τῶν δυάδων ἐναντίον ἐστὶν ἑκατέρῳ τῶν ἐν θατέρᾳ, πῦρ μὲν ὕδατι γῇ δὲ ὁ ἀήρ. δεικνὺς δὲ πῶς ποτέ φησιν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, ἐπιφέρει λέγων ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων ἐστίν. οὐ γὰρ ἡ σύνθετος οὐσί τῇ συνθέτῳ ἐστὶν ἐναντία ὡς ὕλη θεωρουμένη· οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἐναντιότης ἐν [*](1 ζωόγονά R: ζωογονία GT1 2 σωμάτων bis Z 3 τουτὶ πῦρ traicit Z: post πῦρ rep. καὶ τὸ ὕδωρ ἅπερ καὶ ζωογόνα R1 διακριτικὸν a 5 τεττάρων a: δ΄ R: τεσσάρων GTZ ἑκάτερα (cf. Ar. cod. E) RTZ: ἑκάτερον (G)a 6 τόπων] πρώτων Z (et Ar. cod. E) ἐστί om. R 8 ἐστὶν ἡ ῥοπὴ a 9 πρὸς τῶ ὅρω RZ 11 ἡ γῆ GTa 12 τοῖν] τῶν GTa τουτέστι τῶν τῶν (?) δύο εἰδῶν (om. δυάδων) Z ἑκατέρα a: ἑκάτερα cett. 13 τῶν om. GT prius τοῦ om. GTa, alterum om. a: ἡ δὲ τοῦ κάτω ἡ δὲ τοῦ ἄνω R γὰρ] δὲ a 15 lemma om. Ra, quorum hic pergit ἄκρα δὲ καὶ εἰλικρινῆ καλεῖ ἄκρα] ἄρα T1; item v. 16 16 τὸ πῦρ Za: cm. GRT καὶ τὴν γῆν addidit a 17 γῆν R 18 πῶς libri 21 lemma (quo de cf. Ar. codd.) om. GTa, quorum hic pergit ἑκάτερον δέ φησι 22 ἑκατέρῳ] ἑκατέρα R 23 ὁ om. add. T2 24 οὐσίαν om. GT: οὐσία οὐσίαν tr. a ἐναντίαν a: ἐναντία cett. 25 ἐστίν] συνέστηκεν Ar. ἐστὶν] οὐσία (scil. οὐσίᾳ) a 26 ὕλη TZ: ὅλη cett.)

230
τῇ συνθέτῳ οὐσίᾳ, ἀλλὰ μόνον κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἃς καὶ ἐνανκατὰ [*](51r) τὸ εἶδος λέγομεν οὐσίαν. οὕτως δὲ καὶ πῦρ ὕδατί φαμεν ἐναντίον εἶναι, τῷ ἐξ ἐναντίων εἰδοποιεῖσθαι διαφορῶν. ἐν δὲ ταῖς Κατηγορίαις εἰκότως εἶπεν οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν, ὡς ἄν περὶ τῶν συνθέτων οὐσιῶν ποιούμενος τὸν λόγον καὶ μὴ θέμενος ἐκεῖσε μήτε τὴν ὕλην μήτε τὸ εἶδος οὐσίαν λέγεσθαι.

[*](p. 331a3)

Οὐ μὴν ἀλλ’ ἀπλῶς τέτταρα ὄντα ἑνός γε ἕκαστόν ἐστιν.

Tεσσάρων ὄντων τῶν εἰδοποιούντων τὸ σῶμα, θερμοῦ ψυχροῦ ξηροῦ ὑγροῦ, ἕκαστον τῶν ἁπλῶν σωμάτων ἀπλῶς καὶ κυρίως ἑνὶ χαρακτηρίζεται· συμπληροῦται μὲν γὰρ ἕκαστον ὑπὸ συζυγίας ποιοτήτων, ὡς εἴρηται, κυριώτερον δέ, φησί, χαρακτηρίζεται ἕκαστον κατὰ μίαν ποιότητα. ὅτι μὲν οὖν ὑπὸ συζυγίας δύο ποιοτήτων ἕκαστον κατέχεται, ἐκεῖθεν δῆλον. ᾗ μὲν γὰρ μεταβλητικά ἐστιν εἰς ἄλληλα, ταύτῃ ἐναντίων αὐτὰ χρὴ ποιοτήτων μετέχειν· ᾗ δὲ γειτνιάζουσιν ἀλλήλοις, ἀνάγκη καὶ κοινωνεῖν αὐτὰ κατά τι. οἷον τὸ πῦρ τῷ ἀέρι γειτνιάζει, καὶ καθὸ μὲν γειτνιάζει, κοινωνήσει αὐτῷ κατά τινα ποιότητα, οἷον τὴν θερμότητα· καθὸ δὲ ἑκάτερον εἰς τὸ ἕτερον μεταβάλλει, ἀνάγκη αὐτὰ κατ’ ἄλλην διαφέρειν ποιότητα ὑγρὰν καὶ ξηράν. ἀλλ’ εἰ καὶ δύο ἕκαστον μετέχει ποιοτήτων, φησί, κατὰ μίαν μάλιστα κυρίως χαρακτηρίζεται, τὸ μὲν πῦρ κατὰ θερμότητα, ἀὴρ δὲ ὢ κατὰ ὑγρότητα, γῆ δὲ κατὰ ξηρότητα. καὶ ἀποροῦσί τινες τί δήποτε τῷ ἀέρι τὴν ὑγρότητα ἀπένειμε καὶ οὐχὶ τῷ ὕδατι, ὑγραντικωτέρου ὄντος τοῦ ὕδατος, ὡς ἔστιν ἐκ τῆς ἐνεργείας ἀμφοτέρων ἰδεῖν· ὁρῶμεν δὲ τὸ ὕδωρ πολλῷ πλέον ἡμᾶς τοῦ ἀέρος ὑγραῖνον. πρὸς οὓς ῥητέον ὅτι ἀμέθοδόν ἐστι μὴ διορισάμενον πρότερον τί ποτέ ἐστι τὸ ὑγρόν, ἐκ τοῦ | ὑγραντικοῦ ποιεῖσθαι [*](51v) τὴν ἀπόδειξιν. ἴδωμεν οὖν τίποτε τὸ ὑγρόν ἐστι κατὰ Ἀριστοτέλην. τὸ δυσόριστον, φησίν, οἰκείῳ ὅρῳ. τοῦτο δὲ τίνι μᾶλλον ὑπάρχει; ἢ δῆλον ὅτι τῷ ἀέρι μᾶλλον ἤπερ τῷ ὕδατι; ὁ γὰρ ἀὴρ μᾶλλόν τε τοῦ ὕδατος κέχυται καὶ διαρρεῖ καὶ δυσοριστότερος ὑπάρχει. τὸ μὲν γὰρ ὕδωρ [*](2 οὐσία οὐσίαν a 3 οὕτω (G)a τὸ πῦρ a 4 τῷ (G)a: τὸ cett. Κατηγορίαις c. 5 3b24 (cf. infra f. 62r48) 8. 10 lemmate om. pergit τεττάρων δὲ ὄντων a 8 τέτταρα] δ GTZ: δ’ R γε post ἁπλῶς ponit Ar. (om. cod. F) 10 τεττάρων libri 10. 11 ξηροῦ καὶ ὑγροῦ a: ὑγροῦ ξηροῦ traicit T 11 καὶ Za: cm. GRT καρακτηρίζεσθαι a, qui post σωμάτων inserit φησὶν 12 συμπληροῦνται GT 14 δύο om. a 16 αὐτοὺς Z 20 ὑγρὰν τὴν ὑγρὰν R) καὶ ξηράν. ἀλλ’ εἰ—φησί RZ: οἷον τὴν θερμότητα. καθὸ δὲ ἑκάτερον εἰς τὸ ἕτερον μετέχει ποιητήτων φησὶ GT: οἷον τὴν ξηρότητα. καθ’ ὃ δὲ ἕκαστον καθ’ αὑτὸ θεωρεῖται a, qui φησὶ ponit post μίαν 22 ὑγρότητα. ὕδωρ δὲ κατὰ ψυχρότητα> a 23. 24 ὑγραντικωτέρω ὄντι, ὡς εἴη ἐκ Z 24 δὲ] δὴ fort, γὰρ 26 ὑγρόν] ὑγραῖνον R1 27 εἰδῶμεν GT1 28 φησίν c. 2 p. 329 b 30 δέ τι a 30 διαρεῖ T1 δυσοριστότερος a: δυσοριστότερον cett.)

231
κἂν σώσῃ ποτέ τινα ὅρον ἀφιέμενον ἄνωθεν, ὡς συνηγμένον πως αὐτὸ [*](51v) καταφέρεσθαι, ὁ δὲ ἀὴρ διαρρεῖ τε καὶ διαχεῖται ῥᾳδίως. εἰ τοίνυν ὑγρόν ἐστι τὸ δυσόριστον, μᾶλλον ἂν εἴη ὑγρὸς ὁ ἀήρ. ζητητέον λοιπὸν πῶς μᾶλλον τὸ ὕδων ὑγραῖνον φαίνεται τὸ σῶμα. ὁρῶμεν δὲ ὅτι καὶ ὁ ἀὴρ αὐτὸς παχυνόμενος καὶ πρὸς τῷ ὕδατι γινόμενος, ὑγραντικώτερος ἀποτελεῖται. τοῦτο δὲ συμβαίνει διὰ τὸ > ὕδωρ παχυμερέστερον ὂν ἀναπληστικὸν εἶναι τῶν ἐν ἡμῖν πόρων, τοῦ ἀέρος ὑπὸ λεπτότητης ῥᾳδίως διαρρέοντος. τοῦτο δὲ εὐλόγως συμβαίνει· τὸ γὰρ ὕδωρ συμφυῶς ἔχει πρὸς τὴν γῆν καὶ ῥᾳδίως αὐτῇ συνδυάζεται συμβαλλομένης εἰς τοῦτο τῆς ῥοπῆς, τοῦ ἀέρος ἀσυνδυάστως πρὸς ταύτην ἔχοντος. διὰ τοῦτο τοίνυν γήινα ὄντα τὰ ἡμέτερα σώματα καὶ ταύτης μᾶλλον μετέχοντα, ὑπὸ τοῦ ὕδατος μᾶλλον ἐνυγραίνεται πεφυκότος ῥᾳδίως ἐγκαταμίγνυσθαι καὶ μὴ διαρρεῖν, καθάπερ ὁ ἀήρ.

[*](p. 331a7)

Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις.

Δείξας ὅτι τέσσαρά ἐστι τὰ στοιχεῖα, καὶ τίνι ἕκαστον εἰδοποιεῖται, νῦν προτίθεται διδάξαι ὅτι τε ἐξ ἀλλήλων ἔχουσι τὴν γένεσιν, καὶ εἴτε πάντα εἴτε μή, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὅτι μὲν οὖν τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις, διώρισται, φησί, πρότερον· εἴρηται δὲ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. λέγει δὲ αὐτὸ τοῦτο κἀνταῦθα, πῇ μὲν τὴν αἴσθησιν ἐπιμαρτυρόμενος πῇ δὲ καὶ λογικῇ ἐφόδῳ κατασκευάζων. τοῦτο δὲ δείξας τρέπεται ἐπὶ τὸν τρόπον τῆς ἐξ ἀλλήλων μεταβολῆς, διδάσκων πῶς τε εἰς ἄλληλα μεταβάλλει καὶ ποῖα μὲν ῥᾷον μεταβάλλει ποῖα δὲ χαλεπώτερον.

p, 331a8 Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις· κατὰ γὰρ τῶν ἁπτῶν τὰ πάθη ἡ ἀλλοίωσις.

Εἰ μὴ ἐξ ἀλλήλων, φησίν, τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις, οὐκ ἄν ἦν ἀλλοίωσις, διότι τὸ γίνεσθαι τούτοις κατὰ τὴν τῶν ἁπτῶν ποιοτήτων μεταβολὴν ὑπάρχει ὡς ἂν κατὰ ταύτας εἰδοποιουμένοις· εἰ δὲ ταῦτα τὰ ἁπτὰ πάθη ἀμετάβλητά φασιν οἱ ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοιδιαρρεῖται [*](2 καὶ R: διαρεῖται καὶ T1 3 ζητητέον δὲ a 4 ὑγραῖνον τὸ ὕδωρ Z τὸ σῶμα om. R τὸ τὸ alterum addidit a 12 ὑγραίνεται a πεφυκότως Z ἐγκαταμίγνεσθαι a διαρεῖν Τ1: διαιρεῖν Z 16 εἰδοπεποιεῖται a 17 προ*τίθεται Τ1 τε om. a 18 εἴτε καὶ μή Z 18. 19 γενέσεως—ἀλληλων ἡ om. GT: γενέσεως. ἡ δὲ ἐξ ἀλλήλων suppleverat a 20 ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ 0. 6 21 κατεσκευάζων a 22 διδάξας T μεταβολῆς] γενέσεως Ζ 25. 28 om. lemmate pergit εἰ οὖν μὴ a 25 καὶ RZ: om. GT 26. 27 γὰρ τὰ τῶν ἁπτῶν πάθη ἡ ἀλλοίωσίς ἐστιν Arist. 28 ἀπλῶς Z 31 φασιν] φὴ R)

232
χείων, ἀναιροῦσι καὶ τὴν ἀλλοίωσιν, εἴπερ κατὰ τὰ ἁπτὰ πάθη θεωρεῖται [*](51v) ἀλλοίωσις. ἀλλοίωσιν δὲ χρὴ νοεῖν οὐχ, ὥσπερ Ἀλέξανδρος, τὴν γένεσιν· οὐδὲ γὰρ κατάλληλος ἡ ἔννοια τοῦ ῥητοῦ εὑρεθήσεται λέγοντος ὅτι εἰ μὴ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις, οὐκ ἄν εἴη γένεσις. ἀλλοίωσιν τοίνυν ἀκούειν χρὴ τὴν καθόλου κατὰ ποιότητα μεταβολήν, εἴτε οὐσιώδης εἴτε συμβεβηκυῖα ὑπάρχει ἡ ποιότης. ἀλλ’ ἴσως τις ἐρεῖ· πῶς τὴν καθόλου ἀλλοίωσίν φησι κατὰ τὰ ἁπτὰ πάθη γίνεσθαι; οὐδὲ γὰρ ἡ τοῦ λευκοῦ εἰς μέλαν μεταβολὴ οὐδὲ ἡ τοῦ γλυκέος εἰς τὸ πικρὸν κατὰ τὰ ἁπτὰ πάθη γίνεται. πρὸς ὅ φαμεν ὅτι αἱ ἄλλαι πᾶσαι ἀλλοιώσεις εἰ καὶ μὴ κατὰ τὰ ἁπτὰ πάθη θεωροῦνται, ἀλλ’ οὖν τῇ τῶν ἁπτῶν ποιοτήτων μεταβολῇ ἕπονται· ταῖς γὰρ κράσεσι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τὰ χρώματα καὶ οἱ χυμοὶ καὶ πᾶσαι αἰ αἰσθηταὶ ποιότητες ἕπονται.

Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. τοῦτο διὰ μέσου ἔγκειται· ἡ γὰρ συνέχεια τοιαύτη τις ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις, διὰ μέσου δὲ τὸ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. ὑποπίπτει δὲ τῇ αἰσθήσει, ὅτι τὸ τέως ψυχρὸν θερμὸν ἀποτελεῖ καὶ τοὔμπαλιν, καὶ τὸ ὑγρὸν ξηρὸν καὶ τοὔμπαλιν.

[*](p. 331a11)

Καὶ πότερον ἅπαν ἐξ ἅπαντος γίνεσθαι δυνατόν.

Οὐ μόνον, φησίν, εἰπεῖν χρὴ ὅτι ἐξ ἀλλήλων γεννῶνται, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων μεταβολῆς διδάξαι, ἀλλὰ καὶ ὅτι ἕκαστον τῶν τεσσάρων ἐξ ἑκάστου γεννᾶται καὶ οὐκ ἔστι τι αὐτῶν ἀμετάβλητον, καθάπερ ὁ Πλατῶν τὴν γῆν ὑπετίθετο.

[*](p. 331a12)

Ὅτι μὲν οὖν ἅπαντα πέφυκεν εἰς ἄλληλα μεταβάλλειν, <φανερόν>.

Νῦν δείκνυσιν ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, ἔστι δὲ ἡ δεῖξις τοιαύτη. τἀναντία ἐξ ἀλλήλων γίνεται εἰς ἄλληλα γὰρ μεταβάλλει· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχόν, ὡς ἀποδέδεικται), τὰ δὲ στοιχεῖα ἐναντίως ἔχει, τὰ στοιχεῖα ἄρα πάντα ἐξ ἀλλήλων γίνεται καὶ εἰς ἄλληλα μεταβάλλει. ὅτι δὲ τὰ στοιχεῖα ἐναντία, δείξει διὰ τοῦ ἐκθέσθαι τὰς διαφορὰς αὐτῶν ἐναντίας οὔσας, καθ’ ἃς καὶ εἰδοποιοῦνται καὶ εἰς ἄλληλα μεταβάλλουσιν.

[*](1 τὰ om. R 6 ὑπάρχοι a ἔ ἡ om. add. Τ2 8 γίνεται RZ: γὰρ (ortum sc. e compendio vocis γίνεται) ἐστί GT: ἐστί a 9 αἱ iterat post πᾶσαι T τὰ om. Z 12 αἰσθητικαὶ a 13 Ἅμα] τὸ δὲ ἅμα a γιγνόμενα a, qui τοῦτο om. 16 τὸ] τὰ R γιγνόμενα a 17 ἀποτελεῖται a τὸ ἔμπαλιν GTZ 18 τὸ ἔμπαλιν Z 19. 20 om. lemm. pergit οὐ μόνον δέ φησιν a 20 χρὴ εἰπεῖν R 23 ὑπέθετο Τ1a 24. 26 om. lemm. pergit ταῦτα εἰπὼν, δείκνυσιν a 25 φανερόν addidi 27 τὰ ἐναντία Z 27.29 γὰρ μεταβάλλει—ἄλληλα om. R 27 οὐδὲ Z: οὐ GTa)
233
[*](p. 331a21)

Ἤδη δὲ καθ’ ἕκαστον οὐ χαλεπὸν ἰδεῖν πῶς. |

[*](51v)

Eἰπὼν ὅτι ἐξ ἀλλήλων γεννῶνται οὐ τὰ μὲν τὰ δ’ οὔ, ἀλλ’ ἕκαστον [*](52r) ἐξ ἑκάστου, νῦν ἐπὶ δεύτερον μετῆλθε πρόβλημα, τὸν τρόπον ζητῶν τῆς ἐξ ἀλλήλων μεταβολῆς. φησὶ δὲ ὅτι τὰ μὲν ἔχει κοινὴν ποιότητα πρὸς ἄλληλα, ὅπερ σύμβολον προσαγορεύει, ὥσπερ τὸ πῦρ πρὸς τὸν ἀέρα ἔχει κοινωνίαν κατὰ τὴν θερμότητα, καὶ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν ὑγρότητα, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐφεξῆς ἀλλήλων· τὰ δὲ οὐδεμίαν ἔχει πρὸς ἄλληλα κοινωνίαν κατ’ ἀμφοτέρας ἐναντία ὄντα τὰς συζυγίας, ὥσπερ ἔχει πῦρ πρὸς ὕδωρ καὶ ἀὴρ πρὸς γῆν. τὰ μὲν οὖν, φησίν, ἔχοντα πρὸς ἄλληλα κοινωνίαν ῥᾷον μεταβάλλει, διότι κατὰ μίαν μόνην ποιότητα μεταβάλλει, τὰ δὲ κατ’ ἄμφω ἐναντία βραδύτερον ἐξ ἄλλήλων γίνεται· δυσχερέστερον γὰρ ἀμφότεραι αἱ ποιότητες μεταβάλλουσι τῆς μιᾶς. καθόλου τοίνυν πάντα εἰς ἄλληλα μεταβάλλει, ἀλλὰ τὰ μὲν συγγένειάν τινα κατὰ μίαν τῶν ἐναντιώσεων <ἔχοντα> ῥᾷον, τὰ δὲ ἐναντία βραδύτερον.

[*](p. 331b11)

Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δὲ ἑκατόρου θάτερον φθαρῇ, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ τούτων μετάβασις.

Eἰπὼν περὶ τῆς μεταβολῆς τῶν σύμβολα ἐχόντων πρὸς ἄλληλα καὶ σύνεγγυς ὄντων, ἣν καὶ ῥᾴστην εἷπεν, ἔτι τε περὶ τῆς τῶν ἐναντίων, ἥτις γίνεται κατ’ ἄμφω μεταβαλλόντων, ἣν καὶ χαλεπωτέραν φησὶν εἶναι, νῦν ἐκτίθεται τρίτην διαφορὰν μεταβολῆς, καθ’ ἣν ἐκ δύο τινῶν τῶν ἐναντίων ἕν τι τρίτον ἀποτελεῖται, ἑκατέρου κατὰ τὴν ἑτέραν ποιότητα μεταβάλλον- τος, οἷον ἐκ πυρὸς καὶ ὕδατος ἐναντίων ὄντων γίνεται ποτὲ μὲν ἀὴρ ποτὲ δὲ 77). ὅταν μὲν γὰρ τὸ πῦρ μεταβάλλῃ κατὰ τὸ ξηρὸν τὸ δὲ ὕδωρ κατὰ τὸ ψυχρόν, μένει τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν, ὅπερ εἰδοποιεῖ τὸν ἀέρα· ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρὸν φθαρείη, μένει τὸ ψυχρὸν καὶ ξηρὸν ἀποτελεστικὰ ὄντα τῆς γῆς. οὕτω δὲ κἀπὶ ἀέρος καὶ γῆς συμβαίνει. ποτὲ μὲν γὰρ ὕδωρ ἔσται, ὅταν [*](3 ἐξ om. add. Τ2 τὸ δεύτερον a 5 πρὸς om. R1 ἀγορεύει R 6. 10 πρὸς ubique om. R 9 πῦρ καὶ ὕδωρ GT 10 πρὸς ἄλληλα ἔχοντα φησὶ Z: ἔχοντα φησὶ πρὸς ἄλληλα a 10. 11 διότι—μεταβάλλει om. GTa 14 ἔχοντα addidit a 16. 19 om. lemma et pergit εἰπὼν δὲ περὶ a 16 χρονιώτερα R1 17 φθαρεῖ T1 φθαρῇ θάτερον Arist. cod. E ῥᾷον libri τούτων om. Ar. (praeter cod. Η) 20 τῶν πάντη ἐναντίον (sic) a 21 καὶ om. GTa 23 ἀποτελεῖται τρίτον Z 24 ποτὲ μὲν γίνεται R 25 γὰρ om. GT 26 μένη R μὲν om. GTa 28 ὄντα om. a 29. p. 234,2 lacuna laborant, quam explere conatus ποτὲ μὲν γὰρ ὕδωρ, ποτὲ δὲ πῦρ ἔσται. ὅταν γὰρ τῆς μὲν γῆς τὸ ξηρὸν, τοῦ δ’ ἀέρος τὸ θερμὸν φθαρῇ, μένει τῆς μὲν γῆς τὸ ψυχρὸν, τοῦ δ’ ἀέρος τὸ ὑγρόν. ἅπερ εἰδοποιεῖ τὸ ὕδωρ. ὅταν δ’ αὖ τῆς μὲν γῆς τὸ ψυχρόν. τοῦ δ’ ἀέρος τὸ ὑγρὸν φθαρῇ, μένει τῆς μὲν γῆς τὸ ξηρόν. τοῦ δ’ ἀέρος τὸ θερμόν. ἅπερ εἰδοποιεῖ τὸ πῦρ scripsit a)

234
τοῦ μὲν ἀέρος τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρὸν φθαρῇ • μένει γὰρ τὸ θερ- [*](52v) μὁν καὶ ξηρόν, ἅπερ εἰδοποιεῖ τὸ πῦρ. τοῦτο μὲν οὖν τὸ ἐκ δύο μετα- ὢ βαλλόντων στοιχείων ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα ἐπὶ τῶν ἐναντίων συμβαίνει στοιχείων, ἐπὶ δὲ τῶν ἐφεξῆς οὐκέτι· οὔτε γὰρ πυρὸς καὶ ἀέρος μεταβαλλόντων δυνατὸν ἄλλο τι τρίτον ἀποτο͂λεσθr-ι αἰ, οὔτε ἀέρος καὶ ὕδατος, οὔτε ὕδατος καὶ γῆς. καὶ σαφηνείας ἕνεκεν γυμναζέσθω ὡς ἐπὶ πυρὸς καὶ ἀέρος. φημὶ δὴ ταῦτα μὴ δύνασθαι μεταβαλόντα κατὰ τὴν ἑτέραν τῶν ποιοτήτων ἕν τι ἀποτελέσαι παρὰ ταῦτα. ἀνάγκη δὴ ἢ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ἀέρος τὸ ὑγρὸν φθαρῆναι, καὶ ὑπολειφθήσεται τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμὸν ὅπερ τὸ πῦρ εἰδοποιεῖ, καὶ οὐκ ἔσται ἄλλο τι παρὰ ταῦτα· ἢ ἔμπαλιν τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν, καὶ ἔσται τὸ ὑπολιμπανόμενον θερμὸν καὶ ὑγρὸν ταὐτὸν τῷ ἀέρι· ἢ τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ ὑγρόν, καὶ καταλεί- πεται δύο θερμὰ μηδὲν εἰδοποιοῦντα· ἢ καὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν φθαρήσεται, καὶ ἔσται λοιπὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἐναντία ὑπάρ- χοντα ἃ μὴ συνδυάζεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς ὁ αὐτὸς λόγος. ᾧ δῆλον ὅτι κατ’ οὐδένα τρόπον δύναται ἐκ τῶν ἐφεξῆς μετα- βαλλόντων ἕν τι τρίτον ἀποτελεσθῆναι.

Ἡ μὲν οὖν τοῦ ῥητοῦ πᾶσα ἔννοια τοιαύτη τις ὑπάρχει, ἐνδέχεται δὲ διαφόρως ἐκλαβεῖν τὸ εἰρημένον. ὁ μὲν | γὰρ Ἀλέξανδρος ἀπλούστε- [*](52v) ρον, καθάπερ καὶ φαίνεται λέγων Ἀριστοτέλης, οὕτως ἐξηγήσατο, φάσκων τὰ ἐναντία στοιχεῖα δύνασθαι ἕν τι κατὰ ἀριθμὸν ἀποτελέσαι, ἑκατέρου αὐτῶν τὴν μὲν ἑτέραν τῶν ποιοτήτων μεταβάλλοντος, τὴν δὲ ἑτέραν φυλάξαντος. ἡ γὰρ 7^ καὶ ὁ ἀὴρ ποτὲ μὲν irup, ποτὲ δὲ ὕδωρ ἀποτε- •35 λοῦσιν. εἰ γὰρ φθαρείη τοῦ μὲν ἀέρος τὸ ὑγρὸν καὶ μένει τὸ θερμόν, τῆς δὲ γῆς τὸ ψυχρὸν ὡς ὑπολειφθῆναι τὸ ξηρόν, τὸ πῦρ ἀποτελεσθήσε- τᾶι· καὶ ὕδωρ δὲ πάλιν ἔσται τοῦ μὲν θερμοῦ καὶ ξηροῦ φθαρέντος, ὑπο- λειφθέντος δὲ τοῦ ὑγροῦ καὶ ψυχροῦ. καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, εἴρηκεν ταύτην τὴν μεταβολὴν ῥᾷον γίνεσθαι τῆς ἐξ ἐναντίας ἐναντίον ἓν ἐξ ἑνὸς ποιούσης, διότι, φησίν, ἐν μὲν τῷ γίνεσθαι πῦρ ἐξ ὕδατος δύο φθείρονται ποιότητες, τὸ θερμὸν καὶ ξηρόν, καὶ ἕτεραι δύο γεννῶνται, τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἐπὶ δὲ τῆς προκειμένη μεταβολῆς, καθ’ ἣν ἐκ δύο ἓν ἀποτελεῖται τρίτον, δύο μὲν φθείροντι, οὐ γεννῶνται δὲ ἕτεραι. οὕτως μὲν ὁ Ἀλέξανδρος. δυνατὸν δὲ λέγειν ὅτι Ἀριστοτέλης ἕν φησιν ἀποτε- λεῖσθαι ἐκ δύο, οὐ κατὰ ἀριθμὸν ἕν, ἀλλὰ τῷ εἴδει. οὐδὲ γὰρ δυνατὸν [*](3 ἕτερον cm. R 5 ἀλλ’ ὅτι R 7 ταὐτὴ GT μεταβάλλοντα GTa 8 ἀποτελἐσθαι GT δὴ RZ: δὲ GT : γὰρ a 9 υι ὀ͂λrιφθησεται R 10 ἅπερ a 12 post τὸ θερμόν scripserat ὕπερ τὸ πῦρ R’ 15 φθαρείσεται a λοιπὸν Z 19 οὑν om. add. T’-’ ἔννοια πᾶσα Z 20 ἐκβαλεῖν GT’ 21 ὁ Ἀριστοτέλης a 23 ὄντων αὐτῶν GT ἀποβάλλοντος GTa 24 φυλάττον- τος a 25 τὸ (ante ὑγρὸν) oin. R μένει corr. ex μένη vel viceveisa R: μείνῃ (Z)a 26 ὑποληφθῆναι GR’a 29 εἰρηκέναι R ἐναντίας] ἐναντίου a ἓν ἐναντίον tr. Z 31 ἑτέραι R δύο] oe GT 33 οὕτω a 34 μὲν οὖν GT ὅτι] ὅτι ὁ R)

235
τῆσδέ τινος τῆς ποιότητος φθαρείσης μὴ οὐ τὴν ἐναντίαν γενέσθαι, οἷον, [*](52v) φησίν, ἐκ πυρὸς καὶ ὕδατος μεταβαλλόντων ἀὴρ ἀποτελεῖται, οὐχ εἰς κατ᾿ ἀριθμόν, ἀλλ’ ἄλλος μὲν ἐκ πυρὸς ἕτερος δὲ ἐξ ὕδατος. φθειρομένης γὰρ τῆς τοῦ πυρὸς ξηρότητος ἐπιγίνεται πάντως ὑγρότης, καὶ ἀποτελεῖται ὁ ἀήρ. καὶ τὸ ὕδωρ ὡσαύτως ἀποβάλλον τὴν ψῦξιν προσκτᾶται θερμότητα καὶ ἀὴρ ἀποτελεῖται. καὶ ἴσως τις ἐρεῖ· εἰ δύο μὲν φθείρεσθαι λέγοιμ‘εν ποιότητας δύο δὲ γίνεσθαι, πῶς ἂν εὐχερεστέρα λέγοιτο ἡ μεταβολὴ αὐτὴ τῆς εἰς τἀναντία μεταβολῆς, εἴ γε ἐφ’ ἑκατέρας μεταβολῆς δύο ποιοτήτων γένεσις καὶ δύο φθορὰ θεωρεῖται; πρὸς ὃν εὐλόγως ἐροῦμεν ὅτι του μὲν ἐναν·τίου εἰς τὸ ἐναντίον μεταβάλλοντος περὶ τὸ αὐτὸ θεωρεῖται ἡ πάσα μεταβολή, τουτέστιν ἡ γένεσις τῶν δύο καὶ ἡ φθορὰ τῶν ἄλλων δύο ποιοτήτων, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἓν ἐκ δύο ἀποτελεῖται, περὶ δύο θεωρεῖται ἡ τῶν δύο ποιοτήτων μεταβολὴ ἑκατέρου κατὰ μίαν μεταβάλλοντος ποιότητα, τοῦ μὲν πυρὸς κατὰ τὴν ξηρότητα μεταβάλλοντος τοῦ δὲ ὕδατος κατὰ τὴν ψυχρότητα. αὕτη δὲ ῥᾴστη ἐστὶν ἡ μεταβολὴ μηδὲν διαφέρουσα τῆς πρώτης παρ’ αὐτοῦ εἰρημένης, καθ’ ἣν ἓν εἰς ἓν μεταβάλλει τῶν ἐφεξῆς ἀλλήλων καὶ σύμβολα ἐχόντων πρὸς ἄλληλα, ἢν καὶ εὐχερεστέραν πασῶν εἶναι ἀπεφήνατο.

[*](p. 331b24)

Ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γενεσις· μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ’ ἐστὶ καπνὸς καιόμενος·

Eἰπὼν ὅτι ἐκ γῆς καὶ ἀέρος ἕν τι ἀποτελεῖται, ποτὲ μὲν πῦρ ποτὲ δὲ ὕδωρ, φησὶν ὅτι ἐπὶ πυρὸς ἔστι φανερὰν ἰδεῖν τὴν τοιαύτην γένεσιν· η γαρ φλόξ, φησί, πῦρ τυγχάνουσα οὐδὲν ἕτερόν ἐστιν ἢ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς μῖγμά ἐστιν ἀέρος καὶ γῆς· ἡ γὰρ ἀπὸ τῆς ὑγρότητος ἀναθυμίασις ἔχουσα σὺν αὑτῇ μεμιγμένον τι γεῶδες συνίστησι τὸν καπνόν, μεταβαλλόντων δὲ τῆς μὲν γῆς κατὰ τὸ ψυχρὸν τοῦ δ’ ἀέρος κατὰ τὸ ὑγρὸν ἡ φλὸξ γίνεται, ἔχουσα τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν·

[*](p. 331b26)

Ἔv δετοῖς ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἑκα- τέρῳ θατέρου.

Καὶ τοῦτο τὸ ῥητὸν ὡσαύτως τῷ προτέρῳ διττῶς ἐνδέχεται ἐξηγήσασθαι, κατὰ μὲν Ἀλέξανδρον λέγοντας ὅτι] τὰ ἐφεξῆς ἀλλήλων μὴ δύνασθαι ἕν τι ἀπογεννῆσαι· εἰ γὰρ ὑποθώμεθα ἐξ ἑκατέρου μίαν φθειρο- [*](1 μὴ οὐχὶ Z 2 φασὶν (G)a μεταβαλόντων GTa 4 πάντως ὡς Z ὁ om. a 5 ἐπικτᾶται a 6 λέγομεν a 7 πραότητας GT λέγοιτο] γένοιτο R 8 τὰ ἐναντία GT 18 εὐχερεστάτην em. a 20 γὰρ ἡ φλὸξ πῦρ a 23 ἰδεῖν φανερὰν Z 26 σὺν] ἐν a αὐτῇ libri 26. 27 μεταβαλόντων a 29. 31 τὸ δὲ ἐν τοῖς ἐφεξῆς οὐκ ἐνδέχεται, ὥσπερ καὶ τὸ πρότερον διττῶς a 32 λέγοντα Z ὅτι delevit a τὰ om. GT 33 ἀποτελέσαι Z ὑποθοίμεθα a)

236
μένην ποιότητα, αἱ ὑπολειπόμεναι ἢ ἐναντίαι εὑρεθήσονται ἢ αἱ αὐταί, οὐ [*](52v) δύναται δὲ οὐδὲ ἐξ ἐναντίων οὐδ’ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ποιότητος ἀποτελεσθῆναι τρίτον, καθάπερ πρότερον σαφέστατα ἐδείξαμεν. κατὰ μὲν Ἀλέξανδρον οὕτως. κατὰ δὲ τοὺς λέγοντας μὴ δύνασθαι φθαρείσης ποιότητος μὴ ἐπιγενέσθαι τὴν ἐναντίαν, οὐκ ἔσται ἀληθὲς τὸ λέγειν ἐκ τῶν ἐφεξῆς μεταβαλλόντων μὴ δύνασθαι τρίτον τι ἀποτελεσθῆναι· ἐκ γὰρ τοῦ πυρὸς καὶ ἀέρος, μεταβάλλοντος κατὰ μίαν ποιότητα ἑκατέρου, ἔσονται. ἀλλ’ εἰ μὲν ἑκάτερον μεταβάλλοι κατὰ θερμότητα, ἔσται γῆ καὶ ὕδωρ, ἐκ μὲν πυρὸς γῆ ἐξ ἀέρος δὲ ὕδωρ· * * * καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πῶς οὖν δυνατὸν κατὰ ταύτην τὴν ἐξήγησιν ἀληθῆ σῴζειν τὴν Ἀριστοτελικὴν ἔννοιαν; ἢ λέγοντα ὅτι λόγῳ μόνῳ θεωρήσας ἐξ ἑκατέρου μίαν ποιότητα ὑπολειπομένην ἔφη ταύτας μὴ δύνασθαι συνδυασθείσας ἀποτελέσαι τρίτον τι ἕτερον. τῆς τῶν πραγμάτων φύσεως μὴ ἐχούσης οὕτως; οὐδὲ γὰρ δυνατὸν τοῦ πυρὸς φθαρείσης τῆς θερμότητος μὴ οὐχὶ ἐπιγενέσθαι ψῦξιν, οὐδὲ ἐπὶ τῶν ἄλλων οὐδενός. ὥστε κατ’ ἐπίνοιαν χρὴ μόνον λαβεῖν τὸ εἰρη- μένον σῳζόμενον, ὅτι ἐὰν ἀφελόντες τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν λάβωμεν τὰς ὑπολειπομένας, τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος | τὴν ὑγρότητα, [*](53r) οὐδενὸς ἔσονται αὗται συστατικαί, ὡς ἂν ἐναντίαι οὖσαι καὶ τῷ αὐτῷ μὴ δυνάμεναι ὑπάρχειν. ἀλλ’ οὐδὲ εἰ τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος τὴν ὑγρότητα ἀφέλωμεν, δυνατὸν ἐκ τοῦ κατὰ τὸ πῦρ καὶ τὸν ἀέρα θερμοῦ συστῆσαι στοιχεῖον· κατὰ συζυγίαν γὰρ τούτων ἕκαστον εἰδοποιειται.

[*](p. 331b33)

Ἑv ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸν τὸ δὲ εναντιον.

Σαφῶς αὐτὸς ἐδίδαξε διὰ τί ἐκ τῶν ἐφεξῆς ἑκατέρου μίαν ὑπολιπόντες ποιότητα οὐ γεννᾶταί τι· ταῦτα γάρ, φησί, τὴν μὲν ἑτέραν τῶν ποιοτήτων κοινὴν ἔχουσι, τὴν δὲ ἑτέραν ἐναντίαν, οὕτε δὲ τῶν ἐναντίων ὑπολειφθεισῶν οὔτε τῆς αὐτῆς ποιότητος δυνατὸν γενέσθαι τι ἕτερον.

[*](p. 331b35)

Ὥσθ᾿ ἅμα δῆλον ὅτι τὰ μὲν ἐξ ἑνὸς εἰς ἓν μετα- βαίνοντα.

Συμπεραινόμενος τὸν λόγον ἀναλαμβάνει τὰ εἰρημένα, ὅτι ὅταν μὲν ἐξ ἑνὸς γίνηται, μιᾶς φθαρείσης ποιότητος, ἀποτελεῖταί τι, ὡς ἐπὶ τῶν ἐχόνοὔτε [*](2 ἐξ ἐναντίων οὔτ’ a 3 μέν οὑν a 8 εἰ] ἀεὶ R μεταβάλοι R2a 9 lacunam indicavi 11 τῷ λόγῳ GTa ἐξ om. a 12 συνδυασθείσης a 13 γὰρ om. Z 14 οὐχὶ om. a ἐπιγίνεσθαι Z 16 ἄν Z ἀφελῶντες GT1 18 αὗται ἔσονται et mox μὴ δυνάμεναι ὑπάρχειν τῶ αὐτῶ Z 20 ἀφέλοιμεν a ἀδύνατον GT 23. 25 om. lemm. pergit σαφέστερον δὲ αὐτὸς ἐδίδαξε a 23. 24 τὸ utrobique ex τῶ corr. T 25. 26 ὑπολιπόντες] ita libri 29. 31 συμπεραινόμενος δὲ om. lemm. a 31 ἐνπαναλαμβάνει Z 32 et p. 237,1 γένηται GT)

237
τῶν πρὸς ἄλληλα σύμβολα· ὅταν δὲ ἐκ δύο ἓν γίνηται, δύο φθείρονται [*](53r) ποιότητες. ὡσαύτως δὲ καὶ ὅταν τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνηται· καὶ τότε γὰρ δύο φθείρονται ποιότητες, ὡς εἴρηται.

[*](p. 332a3)

Οὐ μὴν ἀλλ’ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν.

Δείξας ὅτι τέσσαρα τὰ στοιχεῖα καὶ πάντα εἰς ἄλληλα μεταβάλλει, ἔτι τε διδάξας τὸν τρόπον τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν, νῦν προτίθεται οἷον ἀρχήν τινα ποιησάμενος ἄλλης ἐφάψασθαι θεωρίας τῇ περὶ τῶν στοιχείων σκέψει προσηκούσης. τίς δ’ αὕτη ῥητέον. ἐπειδὴ ἀρχόμενος τοῦ βιβλίου ἐξέθετό τινας τῶν παλαιοτέρων δόξας περὶ τῶν ἀρχῶν γενομένας καὶ διελέχθη οὐ πρὸς πάσας, ἀλλὰ μόνην τὴν Ἀναξιμάνδρου ἤλεγξεν ἐπὶ βραχύ, καὶ πρὸς Τίμαιον διαλεχθεὶς ὡς οὐ σαφῶς περὶ τῆς ὕλης διορίζοντα, νῦν μετὰ τὴν τῶν στοιχείων ἅπερ αὐτὸς ἔθετο ἀπόδειξιν ἐκτίθεται πάσας τὰς περὶ στοιχείων δόξας, ὅσας τε οἱ παλαιότεροι ἐδόξασαν καὶ ὅσας δυνατὸν τῇ διαιρέσει ἑπόμενον ὑποθέσθαι, καὶ πάσας ἐλέγχων τὰς ἄλλας καταλείπει τὴν παρ’ αὐτοῦ εἰρημένην ὡς ἀληθῆ. ἔστι δὲ καὶ οὕτως τὸν σκοπὸν τῶν προκειμένων ἀφορίσαι. εἰπὼν τρεῖς ἀρχὰς εἶναι, τὴν ὕλην τὴν ἐναντίωσιν τὰ στοιχεῖα, εἶτα διδάξας περὶ τῶν ἐναντιώσεων, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ ξηροῦ καὶ ὑγροῦ, καὶ προσέτι περὶ τῶν στοιχείων, νῦν βούλεται καὶ περὶ τῆς ὕλης τῆς ὑποκειμένης τοῖς στοιχείοις διδάξαι, εἴτε ἓν τούτων πᾶσιν ὑπόκειται εἴτ’ ἄλλο τι παρὰ ταῦτα. ἵν’ οὖν τοῖς κατὰ μέρος παραδιδομένοις ῥᾳδίως παρακολουθῶμεν, προσληπτέον διαίρεσιν ἐν ᾗ πάντα τὰ μέλλοντα λέγεσθαι ἐμπεριέχεται. ἀνάγκη γὰρ τὸν ἀρχὰς σωματικὰς τῶν ὄντων ὑποτιθέμενον ἤτοι μίαν λέγειν ἢ πλείους· καὶ εἰ μίαν, ἤτοι ἑτέραν οὖσαν τῶν τεσσάρων, ὡς Ἀναξίμανδρος ἔλεγεν, ἢ ἓν τῶν τεσσάρων, ὡς Ἡράκλειτος καὶ Θαλῆς καὶ οἱ ἄλλοι· καὶ εἰ ἓν τῶν τεσσάρων, ἤτοι ὡς ἀμετάβλητον ἢ ὡς μεταβλητικόν· καὶ εἰ ἀμετάβλητον, ἤτοι ὡς ὕλης τάξιν ἐπέχον πρὸς τὰ λοιπὰ τρία καὶ τὰ ἐκ τούτων σύνθετα, ὡς ἔφασκον οἱ ἀέρα ἢ πῦρ ἀρχὴν τῶν ὄντων ὑποτιθέμενοι, ἢ ὡς μηδὲ ὕλης λόγον ἐπέχον πρὸς τὰ ἄλλα, ὅπερ οὐδεὶς ὑπέθετο. εἰ δὲ ἓν καὶ μεταβλητικὸν φαίη τις, ὡς μὲν ὕλην οὐκέτι δυνατὸν ἀρχὴν τοῦτο ὑποδύο [*](1 ἓν] ἓν om. Ta, quorum hic scribit δυοῖν 2 ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον a γίνηται GTa: γίνεται R: γίνοιτο Z 3 ποιότητες φθείρονται ὥσπερ εἴρηται Z 4 θεωρήσομεν T1Z 5 τὰ στοιχεῖα τὰ τέσσαρα Z 6 τε] δὲ R 9 βυβλίου a 10 διελεγχθῆναι G: διελεχθῆναι Τ1: διαλεχθῆναι Τ2: διηλέχθη a, qui et proximum διαλεχθεὶς in διηλέχθη mutavit 12 διορίζονται GT μετὰ—ἀπόδειξιν om. Z 12 τὴν περὶ τῶν R 13 τῶν στοιχείων T 16 οὕτω a 18 τοῦ ψυχροῦ GTa καὶ (post ψυχροῦ) om. Ra ὑγροῦ καὶ ξηροῦ GTa καὶ προσέτι καὶ T 21 προληπτέον R 22 τὸν] τὰς R 23 λέγειν αὐτὴν ἡ a 25 εἰ] οἱ GT 26 ἡ ἢ ὡς μεταβλητικόν om. R μεταβλητικόν scripsi: μεταβλητόν GTZ: μεταβλητήν a εἰ] εἰ ὡς Z 27 ἐπέχον a: ἐπέχοντα GRT: ὑπέχοντα Z 28 μηδὲ] μὴ a 29 ἐπέχον a: ἐπέχοντα cett. τἄλλα a ante ὅπερ addunt ἀλλὰ GT)

238
θέσθαι, κατ’ ἄλλον δὲ τρόπον δυνατὸν ἴσως ἀρχὴν τοῦτο λέγειν, οἱονεὶ [*](53r) προσεχεστέραν ὕλην, ὡς ἄν μηδενὸς ἐκ τῆς πρώτης ὕλης γενέσθαι δυναμένου μὴ πρῶτον πυρὸς γενομένου, εἰ πῦρ εἴη ἡ ἀρχή, καὶ διὰ τούτου εἰς τὴν τῶν ἄλλων φύσιν μεταβάλλοντος, λέγω δὲ ἀέρος καὶ ὕδατος καὶ γῆς, ὡς δέον τὸ γινόμενον ἀέρα πῦρ πρότερον γενέσθαι, ὡσαύτως δὲ καὶ τὸ ὕδωρ διὰ πυρὸς πρότερον ὁδεῦσαν γενέσθαι ὕδωρ, κἀπὶ τῶν ἄλλων ὡσαύτως. ταῦτα μὲν οὖν εἰ μία εἴη ἡ ἀρχή. εἰ δὲ πλείους, ἤτοι ἐλάττους ἔσονται τῶν τεσσάρων ἢ πάντα τὰ τέσσαρα· πλεῖον γὰρ οὐδεὶς ὑπέθετο. εἰ μὲν οὖν τινὰ τῶν τεσσάρων ἀρχὰς θώμεθα, ἀνάγκη πάλιν ταῦτα ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ λέγειν· καὶ εἰ ἀμετάβλητα, ἢ ὡς ὕλην ὑποκείμενα τοῖς ἄλλοις ἢ οὔ· καὶ πάντα ἀπλῶς ὅσα περὶ τοῦ ἑνὸς εἴρηται, τὰ αὐτὰ δυνατὸν λέγεσθαι κἀπὶ τῶν πλειόνων μὲν ἔλαττον δὲ τῶν τεσσάρων. εἰ δὲ τὰ τέσσαρα εἴη, ἤτοι ἀμετάβλητα, ὡς Ἐμπεδοκλῆς, ἐροῦμεν, ἤ μεταβλητικά· καὶ εἰ μεταβλητικά, ἢ πάντα, ὡς αὐτῷ δοκεῖ, ἢ τὰ μὲν τὰ δ’ οὔ, ὥσπερ ὁ Πλατῶν ἔφασκε, τὴν γῆν ἀμετάβλητον οἰόμενος εἶναι. ἡ μὲν οὖν πᾶσα διαίρεσις τοιαύτη τις. ἀποτείνεται δὲ πρότερον πρὸς τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως, τὸ λέγον ἓν τῶν τεσσάρων ἀμετάβλητον ὑπάρχον ἀρχὴν ὑλικὴν εἶναι τῶν ἄλλων, εἶτα τοῦτο ἐλέγξας ἐρεῖ τινα καὶ πρὸς τὴν Ἀναξιμάνδρου δόξαν, ἣν ἤλεγξε μὲν κἀν τοῖς προλαβοῦσιν, ἐλέγχει δὲ καὶ νῦν δι’ ἑτέρων τινῶν λόγων, καὶ μετὰ ταῦτα τρέπεται ἐπὶ τὸ τέταρτον τμῆμα, τὸ ἓν τῶν τεσσάρων μεταβλητικὸν ὑποτιθέμενον. τὸ γὰρ τρίτον οὐδὲ λόγου ἀξιοῖ, τό φάσκον ἕν τι τῶν τεσσάρων ἀρχὴν εἶναι ἀμετάβλητον ὂν καὶ ἐν ὕλης τάξει μὴ ὑποκείμενον, ὡς εὔηθες· εἰ γὰρ ἀμετάβλητόν ἐστι καὶ ὡς ὕλη μὴ ὑπόκειται, πῶς ἔσται ἀρχὴ τῶν ἄλλων μηδεμίαν ἔχουσα σχέσιν πρὸς ταῦτα; οἷς δὲ τὰ προειρημένα τμήματα λόγοις ἐλέγχεται, τοῖς αὐτοῖς καὶ ἡ τινὰ τῶν τεσσάρων ἀρχὰς λαμβάνουσα ὑπόθεσις ἐλέγχεται. καὶ γὰρ καὶ αὐτὴ ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ ὑποτίθεται, καὶ ἢ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ ἄλλα ἢ μή· ὥστε καὶ οἱ ἔλεγχοι κοινοὶ ἔσονται, ὡς προἰόντος τοῦ λόγου δείκνυμεν.

[*](p. 332a4)

Εἰ γὰρ ἐστί τι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα. |

Νῦν ἐλέγχει τὸ τμῆμα τὸ φάσκον ἕν τι τῶν φυσικῶν καὶ ἁπλῶν 53v σωμάτων ὕλην εἶναι τῶν ἄλλων.

[*](1 ἴσως λέγειν ἀρχὴν τοῦτο Z 5 πρώτως Z 7 ἡ om. GT εἰ δὲ] οὑδὲ R ἐλατοὺς G: ἐλάσσους a 8 πλείω emendat a 10 εἰ om. RZ ὕλην scripsi: ὕλη GTZa: ὅλη R 14 αὐτῶ δέδεικται καὶ δοκεῖ Z 15 ἔφασκεν ἀμετάβλητον τὴν γῆν a 18 ὑλικὴν ἀρχὴν Z 21 τέταρτον] ἕτ(??)ρον Z 22 λόγων R 25 σχέσιν] σχεδὸν Z 26 ἀρχὴν T 27 ἡ αὐτὴ GT 28 καὶ ἡ RZ: καὶ ἡ (GT)a ὕλη Τ1 τὰ ἄλλα] ἄλληλα a 29 προϊόντως a λόγου om. R δεικνύομεν R: δείξομεν a 30 τι om. a Aristot.)
239
[*](p. 332a5)

Ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω.

[*](53v)

Eἰπὼν ὅτι ἀνάγκη τὸν ὑποτιθέμενον ἀρχὴν τῶν ἄλλων ὡς ἀμετάβλητον καὶ ὕλης λόγον ἐπέχον ἤτοι ἕν τι τῶν τεσσάρων ὑποτίθεσθαι ἢ δύο ἡ πλείω, ἐφεξῆς ὡς ἐπὶ ἑνὸς γυμνάζει τὸν λόγον, φάσκων ἓν μὲν δὴ πάντα οὐχ οἷόν τε εἶναι· δι’ ὧν γὰρ δείκνυμεν ἀδύνατον ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ δύο δυνατὸν οὐδὲ τρία. διόπερ ὡς ἐπὶ ἑνὸς ποιεῖται τὸν λόγον.

[*](p. 332a7)

Eἴπερ ἡ μεταβολὴ εἰς τἀναντία.

Ὡμολογημένου, φησί, τοῦ τὴν μεταβολὴν εἰς τἀναντία ‘γίνεσθαι, ἀδύνατον τὸν ἀέρα ἢ τὸ ὕδωρ ὕλην εἶναι τῶν λοιπῶν· τούτῳ γὰρ χρώμενος ἐφεξῆς δείκνυσι τὸ ἀδύνατον, ὡς μαθησόμεθα.

[*](p. 332a8)

Εἰ γὰρ εἴη ἀήρ, εἰ μὲν ὑπομένει.

Eἰπὼν τὸ εἰ μὲν ὑπομένει εἴασε τὸ ἕτερον προσυπακούεσθαι, ἔστι δὲ τοῦτο ἱεῖ δὲ μὴ ὑπομένει ἀλλὰ μεταβάλει᾿· τοῦτο γάρ ἐστι τὸ ἀντιδιαιρούμενον, ὅπερ ἐν τοῖς ἐφεξῆς ἐξετάζει, τέταρτον ὂν τμῆμα τῆς παραδεδομένης διαιρέσεως. ὅπως δὲ τέως τὸ παρὸν ἐλέγχει, τὸ μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην ἀμετάβλητον εἶναι τῶν λοιπῶν, θεωρητέον.

[*](p. 332a8)

Εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλ’ οὐ γένεσις. ἅμα δὲ οὐδὲ οὕτως δοκεῖ, ὥσθ’ ὕδωρ ἅμα εἶναι καὶ ἀέρα.

Εἰ ἐξ ἑνός, φησί, τῶν τεσσάρων μὴ μεταβάλλοντος ἀλλ’ ἐν ὕλης τάξει ὑποκειμένου καὶ ὑπομένοντος τἆλλα ἀποτελοῦνται, πρῶτον μέν, φησίν, οὐκέτι ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις ἡ γὰρ περὶ εἰδοπεποιημένον γινομένη κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσίς ἐστιν, εἰδοπεποιημένα δὲ πάντα τὰ στοιχεῖα, ὧν ἕν τι πρόκειται ὑπομένον ποιεῖν τἆλλα), ἔπειτα, φησίν, εἰ μένων ὁ ἀὴρ ὑποκείσθω γὰρ τοῦτο ὂν ἀρχή) πῦρ γίνεται, ἔσται τὸ αὐτὸ πῦρ καὶ ἀήρ, ὅπερ μάχεταί τε τοῖς φαινομένοις καὶ τἀναντία ἐν τῷ αὐτῷ εἰσάξει ὑπάρχοντα. εἰ γάρ, ὡς ἡ ὑπόθεσις, ὁ ἀὴρ ὑπομένων γέγονε [*](1. 2 εἰπὼν δὲ ὅτι om. lemm. a 3 ἐπέχουσαν em. a τι om. Z 7 οὐδὲ a: οὔτε cett. διὸ Z 8 lemma om. a 9 ὡμολογημένου Z: ὡμολουγομένη R: ὡμολογουμένου GT ὁμ. corr. T): ὁμολογουμένου οὑν a 10 τὸν om. add. T2 12. 13 εἰπὼν δὲ om. lemm. a 13 τὸν ἕτερον RZ 14 τοῦτο τὸ εἰ GTa ὑπομένῃ GT1 15 ἑξῆς Z 17 τεσσάρων scripsi: δ΄ ut solet R: τεττάρων (GTZ)a 18 om. lemma a 19 εἶναι ἄμα Ar. ἀέρα RZ: ἀὴρ GT 20 ἰ] εἰ οὗν a 21 ἀποτελεῖται a 22 ἀλλ’ a 25 μένων RZ: μὲν ὧν GT: μὲν οὖν a πῦρ om. Z 26 τε om. R ὑπομένον a)

240
πῦρ, ἐπειδὴ ἀνάγκη τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως ἁπτῆς [*](53v) οὔσης τὴν ἑτέραν εἶναι ἐν τῷ πυρί, κείσθω θερμὸν ὄν. ἔσται οὖν ὁ ἀὴρ ὁ πῦρ γενόμενος οὐδὲν ἄλλο ἢ θερμὸς ἀήρ, καὶ ταύτῃ ἀληθὲς ἄν εἴη τὸ μὴ εἶναι γένεσιν ἀλλὰ ἀλλοίωσιν τὸ γινόμενον. ἔπειτα καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐξ ἀνάγκης ἕξει. εἰ γὰρ πῦρ ὁ ἀὴρ γενόμενος θερμὸς ἀπετελέσθη, λέσθη, δῆλον ὅτι πρότερον οὐκ ἦν θερμός· εἰ γὰρ ἦν θερμός, πῶς γέγονε θερμός; εἰ δὲ μὴ εἶχε τὴν θερμότητα, τῇ ἐναντίᾳ πάντως κατείχετο ποιότητι. ἡ γὰρ μεταβολὴ ἐξ ἐναντίων, καὶ προείληπται ὅτι αἱ ἀναντιώσεις κοιναί εἰσιν ὑπὸ πάντων κατεχόμεναι. εἰ γὰρ ὁ ἀὴρ μὴ ὢν θερμὸς γέγονε θερμὸς εἰς πῦρ μεταβαλών, ψυχρὸς ἦν δήπου. ἀλλὰ καὶ νῦν πῦρ ὢν ἐφύλαξε τὴν τοῦ ἀέρος φύσιν· ἐν τῷ αὐτῷ ἄρα ἕξει ψῦξιν μὲν ὡς ἀήρ, θερμότητα δὲ ὡς πῦρ. τὸ αὐτὸ καὶ εἰ μένων ὁ ἀὴρ καὶ εἰς πῦρ μεταβάλλων ξηρὸς γέγονεν· ἦν γὰρ καὶ ὑγρός· ἅμα ἄρα ξηρὸς καὶ ὑγρὸς ἔσται. δείκνυσι δὲ τοῦτο καὶ ἔμπαλιν. ἀνακάμπτον γάρ, φησί, τὸ πῦρ εἰς τὴν τοῦ ἀέρος οὐσίαν ἀποβάλλει τὴν θερμότητα, ταύτην δὲ ἀποβάλλον ψῦξιν ἐξ ἀνάγκης προσκτᾶται, διὰ τὸ προσληφθὲν ἀξίωμα· εἰ δὲ ψυχρὸς ὁ ἀὴρ κατὰ φύσιν γεγονὼς πῦρ καὶ μὴ μεταβάλλων τοῦτο γὰρ ὑπόκειται), ἐν τῷ αὐτῷ ἄρα θερμότητα καὶ ψῦξιν ἐκτήσατο, ὅπερ ἀδύνατον. τὸν δὲ ἀέρα ψυχρὸν εἶπεν καθ’ ὑπόθεσιν προαγαγὼν τὸν λόγον· κατὰ γὰρ τὸ ἀληθὲς κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν μεταβολὴ γίνεται ἐν τῇ ἐξ ἀέρος εἰς πῦρ γενέσει.

[*](p. 332a13)

Ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ δθρμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται. ὑπάρξει ἄρα τοῦτο τῷ ἀέρι.

Οὐκ ἀναγκαία μοι δοκεῖ ἡ ἀντιστροφή. οὐδὲ γὰρ ὑπόκειται μένον πῦρ καὶ γενόμενον ἀήρ, ἀλλὰ μεταβάλλον· εἰ δὲ τοῦτο, οὐχ ὡς θερμὸν μεταβάλλει ἵνα γένηται ἀήρ, ἀλλ’ ὡς ξηρόν. τάχα δὲ οὐδὲ τὸ πρότερον ἀναγκαῖον. μένων γὰρ ὁ ἀὴρ γινέσθω πῦρ καὶ ἀλλοιούσθω· ἀλλ’ οὐ κατὰ τὸ θερμὸν ἀνάγκη ἀλλοιοῦσθαι, ἵνα ἅμα ψυχρὸς ᾖ καὶ θερμός ἔστι γὰρ θερμός), ἀλλὰ κατὰ τὸ ξηρόν, καὶ τὸ ἄτοπον τὸ ὑγρὸν εἶναι ἅμα καὶ ξηρόν, οὐ μὴν ψυχρὸν καὶ θερμόν.

[*](3 ὁ om. Z 4 γενόμενον T τἀναντία R 5. 6 ἀποτελέσθη R 7 τῇ om. GTa 10 μεταβάλλων G ἦν] ὢν Ζ1 11 ὢν a: ὃν cett. 11. 12 ὡς ἀήρ] ὁ ἀήρ GT 12 τὸ αὐτὸ] ὡσαύτως δὲ a ὁ om. a 13 ἄρα] ἔσται R, qui proximum ἔσται om. 14 ἀνακάμπτον a: ἀνακάπτον Z: ἀνακάμπτων GRT 16 Φύξιν om. Z 17 γεγονὸς GRT μεταβαλὼν a 18 ψῦξιν] ψυκρότητα R 19 ἀέρα] ἄρα Τ1 22 ἐν γε μὴν τῷ, ἅμα a 22. 24 ἀήρ — ἀέρι] καὶ τοῖς ἑξῆς a 22 ὁ ἀήρ R 23 τοῦτο R: τούτω GTZ; ceterum de ordine verborum cf. Ar. codd. 25 οὐδὲ] οὐ (G)a μένων R 26 γενόμενον a: γενόμενος cett. 29 ἵν’ ἅμα ἴνα μὴ a 31 ψυχρὸν] ξηρὸν Z)
241
[*](p. 332a47)

Ἄλλο τι ἄρα ἀμφότερα τὸ αὐτὸ ἔσται.

[*](53v)

Εἰ μὴ δυνατόν, φησί, τὸν ἀέρα ὑπομένοντα ἀμετάβλητον ποιῆσαι τὸ πῦρ, δῆλον ὅτι ἄλλο τι ὑποκείμενον τὸ αὐτὸ μένον ἀμφότερα ἔσται καὶ πῦρ καὶ ἀήρ, ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο γινόμενον, ὅπερ ἐστὶν ἡ ὕλη.

[*](p. 332a20)

Οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ ταῦτα.

Ἐx τῶν εἰρημένων, φησί, δῆλον ὅτι οὐδὲν τῶν τεσσάρων δύναται ὕλη τῶν λοιπῶν εἶναι, ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα ὂν καὶ ὑφεστὼς παρὰ τὰ τέσσαρα δύναται ὕλη εἶναι τῶν τεσσάρων. καὶ τρέπεται ἐνταῦθα πρὸς τὴν Ἀναξιμάνδρου δόξαν ὑποτιθεμένην σῶμά τι ὑφεστὼς μέσον ἀέρος καὶ πυρὸς ἡ ὕδατος καὶ ἀέρος, ἣν ἤλεγξε καὶ πρῶιον, ἐλέγχει δὲ καὶ νῦν δι’. ἑτέ- ρων ἐγχειρήσεων.

[*](p. 332a22)

Ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως.

Τὸ με|ταξύ, φησί, κατὰ Ἀναξίμανδρον εἰ ὑφεστηκὸς ὂν σῶμα ὑπομένει [*](54r) ἐν τῇ παρ’ ἑκάτερα μεταβολῇ, ἐναντίωσιν ἕξει πρὸς ἑκάτερον ἐξ ἀνάγκης, καὶ ἔσται κατὰ τὸ αὐτὸ θερμὸν καὶ ψυχρόν. εἰ γὰρ ὡμολόγηται ὅτι τὸ μεταβάλλον ἐξ ἐναντίου μεταβάλλει εἰς ἐναντίον, δῆλον ὅτι τοῦτο κατὰ Ἀναξίμανδρον σῶμα γινόμενον θερμὸν ἐν τῇ εἰς πῦρ μεταβολῇ ἐκ ψυχροῦ γίνεται θερμόν. ἔστιν οὖν ἐν αὐτῷ ψύξις ἐνθεωρουμένη κατὰ οὐσίαν. εἰ δὲ ὑπομεῖναν τοῦτο γέγονε πῦρ, δῆλον ὅτι μὴ ἀποβάλλον τὴν ψῦξιν γέγονε θερμόν. ἐν τῷ αὐτῷ ἄρα ἕξει τὸ ἐναντίον. ᾗ μὲν γὰρ θερμὸν γέγονε, δῆλον ὅτι ἐκ ψυχροῦ, τῷ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολήν, ταύτῃ ψῦξιν ἀποτιθέμεθα ἐν τῷ σώματι τῷ μεταξύ· ᾗ δὲ πάλιν φαμὲν αὐτὸ ὑπομένον ποιεῖν τὸ πῦρ, ταύτῃ ἀναγκαζόμεθα κατὰ τὸ αὐτὸ τῇ θερμότητι καὶ ψῦξιν λέγειν ἐν τῷ ὑποκειμένῳ ὑπάρχειν, ὅπερ ἀδύνατον. ἄμεινον δὲ τοῦτον τὸν τρόπον κατασκευάζειν τὸ προκείμενον. εἰ τοῦτο τὸ μεταξύ, ὃ λέγουσι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ μανότερον, κατὰ μηδὲν διαφέρει τοὐ πυρὸς ἢ κατὰ τὴν πύκνωσιν, ὡς μάνωσιν μόνον προσλαβὸν [*](1. 2 lemma om. et pergit εἰ οὖν μὴ a 1 ἀλλ’ ὅτι GRTZ ἄρα R (cf. v. 3): ἄρα παρ’ GTZ; cf. Ar. codd. αὐτὸ RZ: om. GT ἀλλ᾿ ὅτι R μένον τὸ αὐτὸ R 6 τί γε a Arist. (praeter cod. L) 8 ὑφεστὸς GT1Z2a 10 σώματι RT ὑφεστὼς GT1a 11 ἤλεγξε μὲν καὶ a fort. πρότερον καὶ (post δὲ) om. GT 12 ἐπιχειρήσεων Z 13. 14 lemma om. et pergit τὸ οὖν μεταξύ a 13 ἐναντιότητος Ar. 14 κτά ἀλέξανδρον GT 15 ἐν om. add. Τ2 16 καὶ έσται om. R 19 ἐνθεωρουμένην R: ἐν θεωρουμένῃ a 20 ante μὴ expuncta ἐκ ψυχροῦ τῶ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολὴν R ἀπολαβὸν GT: ἀποβαλὸν Fa 21 τὸ ἐναντίον Τ2Ζ: τῶ ἐναντίω GT1R: τἄ ἐναντία Fa 22 ἐναντίων GTa 23 τὸ μεταξὺ libri praeter Fa ᾖ] εἰ GTa 24 ταύτην GT: om. R 25 ἐν om. Z 27 μανώτερον a)

242
ποιεῖν τὸ πῦρ, δῆλον ὅτι τἆλλα τὰ ἐν τῷ πυρὶ θεωρούμενα ὑπῆρχεν ἐν [*](54r) αὐτῷ. ἦν οὖν ξηρὸν τοῦτο φύσει· πυκνώσει γὰρ καὶ μανώσει γεννῶσι τἆλλα ἐξ αὐτοῦ. ὡσαύτως δὲ εἰ πύκνωσιν μόνον προσλαβὸν γέγονεν ἀήρ, τὰ ἄλλα ὅσα ἐστὶν ἐν ἀέρι ὑπῆρχεν αὐτῷ. ἓν δέ ἐστι τούτων ἡ ὑγρότης τῶν ὑπαρχόντων τῷ ἀέρι· ἦν ἄρα ὑγρότης ἐν τῷ μεταξὺ σώματι. προϋπεθέμεθα δὲ καὶ ξηρότητα· τὸ αὐτὸ ἄρα καὶ ξηρὸν καὶ ὑγρὸν ὑπάρχει, ὅπερ ἀδύνατον. ἢ ἐκ τρίτου καὶ συντομώτερον οὕτω. εἰ τὸ μέσον τοῦτο πυρὸς καὶ ἀέρος ἑκάτερον γίνεται, πᾶσα δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ πῦρ θερμόν ἐστι, ψυχρὸν ἄρα ἦν. μεταβάλλον δὲ πάλιν εἰς ὕδωρ γίνεται ψυχρόν· θερμὸν ἄρα ἦν. ἅμα οὖν ψυχρὸν ἔσται καὶ θερμόν. τὸ αὐτὸ ἔσται καὶ ἐπὶ ξηροῦ καὶ ὑγροῦ. μεταβάλλον γὰρ εἰς πῦρ κατὰ τὸ ξηρὸν ὑγρὸν ἔσται, εἰς δὲ ἀέρα κατὰ τὸ ὑγρὸν ξηρὸν ἔσται· ἅμα οὖν ἔσται ξηρὸν καὶ ὑγρόν. καὶ τοῦτό ἐστιν ἔσται ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως.

[*](p. 332a23)

Ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων.

Ὥσπερ αὔξων τὸ ἀδύνατον τοῦτο ἐπιφέρει. εἰ γὰρ ἀδύνατον ὡμολόγηται εἶναι τὸ ἐν ταὐτῷ τὴν στέρησιν καὶ τὴν ἕξιν ὑπάρχειν, ἀδύνατον καὶ τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. καὶ γὰρ καὶ τῶν ἐναντίων τὸ μὲν ἕτερον τῷ εἴδει, τὸ κρεῖττον, τὸ δὲ ἕτερον τῇ στερήσει ἀναλογεῖ. εἴρηται γὰρ κἀν τοῖς προλαβοῦσιν, ὅτι τὸ κρεῖττον τῶν ἐναντίων εἴδει ἀναλογεῖ, οἷον λευκοῦ καὶ μέλανος τὸ μὲν λευκὸν τῷ εἴδει, τὸ δὲ μέλαν τῇ στερήσει.

[*](p. 332a24)

Ὥστε οὐκ ἐνδέχεται μονοῦσθαι.

Μονοῦσθαί φησι τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι· ἐκ τῶν εἰρημένων οὖν φησι δῆλον γεγενῆσθαι ὅτι οὐκ ἔστι παρὰ τὰ τέσσαρα στοιχεῖα σῶμά τι ἕτερον ὑφεστηκός. ἤγουν μονοῦσθαι τὸ ἐκτὸς ποιότητός τινος τῶν ἄλλων ὑπάρχειν, οἷον θερμότητος ἢ ψυχρότητος. ἐδείχθη δὲ ὅτι ἀνάγκη ταύτας ὑποτίθεσθαι ἐν σώματι ὑπάρχοντι καθ’ αὑτό, καθὼς ἐκεῖνοί φασιν.

[*](2 γὰρ] δὲ GT εἰ Za: ἡ GRT 4 τἄλλα Za 4. 5 ὑπῆρχεν—ἀέρι om. add. Τ2 4 ἡ ὑγρότης τούτων Z 6 καὶ (ante ξηρὸν) om. a 7 τοῦτο] τοῦ GT 8. 9 εἰς ἐναντίον γίνεται GTa 10. 11 ἄμα—θερμόν om. GTa 11 ἔσται Z: ἄρα cett. 12 εἰς δὲ TZ: εἰ δὲ GRa τὸ alt. om, Z 13 ἔσται ἀὴρ GRT: ἔσται om. Z: ὃ φησιν, ἔσται γὰρ ἀὴρ a 15. 16 ὥσπερ δὲ αὔξων τὸ ἀδύνατον, ἐπιφέρει τὸ, ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. εἰ γὰρ ἀδύνατον a 17 ταυτῶ F: αὐτῶ cett. 18 ἐν om. add. T2 19 τὸ (ante κρεῖττον) om. Z fort, τὸ δὲ ἕτερον <, τὸ χεῖρον,< 23 ὥστε φησὶν οὐκ (G)a 24 φησι] δέ φησι Z: λέγων 24. 25 δῆλον γὰρ ἐκ τῶν εἰρημένων φησὶν. ὅτι οὐκ a 25 γενῆσθαι Τ1 ὁ ἔσται T 20 ὑφεστηκόν Z ἢ μονοῦσθαι φησὶ, τὸ ἐκτὸς a 27 δὲ] γὰρ a 28 fort. ἀποτίθεσθαι καθ’ ὃς a φησιν R ουκ)
243
[*](p. 332a25)

Ὁμοίως ἄρα ὁτιοῦν τούτων ἢ οὐδέν. εἰ οὖν μηδὲν [*](54r) αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἄν εἴη πάντα.

Δείξας ὅτι οὐ δύναται ἕν τι τῶν τεσσάρων ὕλη εἶναι τῶν λοιπῶν, προσθεὶς δὲ καὶ τὰς πρὸς Ἀναξίμανδρον ἀντιρρήσεις, νῦν συμπεραινόμενός φησιν ὅτι ὁμοτίμου τάξεως οὔσης ἑκάστου τῶν τεσσάρων στοιχείων ἀνάγκη ἢ ἕκαστον αὐτῶν ὕλην εἶναι καὶ ἀρχὴν σωματικὴν ἢ μηδὲν αὐτῶν. εἴπερ οὖν ἐπὶ ἑνὸς δεδείχαμεν μὴ δύνασθαι ὕλης τάξιν ἐπέχειν πρὸς τὰ ἄλλα, δῆλον ὅτι οὐδὲν αὐτῶν ἔστι ὕλη τῶν λοιπῶν· ἐδείξαμεν δὲ ὅτι οὐδὲ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα κατὰ Ἀναξίμανδρον γεννήσει ὡς ὕλη τὰ ἄλλα. δι’ ὧν δὲ λόγων ἀπεδείξαμεν μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δειχθήσεται ὅτι οὐδὲ δύο ἐξ αὐτῶν, οἷον τὸ πῦρ καὶ ἡ γῆ, καθάπερ Παρμενίδης ἔφασκεν, ὕλη ἔσται τῶν λοιπῶν, ἀέρος καὶ ὕδατος. καὶ γὰρ ὑπομένον καὶ μὴ μεταβάλλον τὸ πῦρ καὶ ἡ γῆ ποιεῖ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι. ὁμοίως δὲ οὐδὲ τρία ἔσται ὕλη τοῦ λοιποῦ. εἰ τοίνυν μηδ’ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα ἀρχὴ ὑλική ἐστι τῶν ὄντων μηδὲ τῶν τεσσάρων ἕν τι μηδέ τινα τῶν τεσσάρων δύο ἢ τρία, ἀνάγκη δὲ εἶναι ἀρχὴν σωματικὴν τῶν ὄντων, ταῦτα ἂν εἴη, φησί, πάντα τὰ τέσσαρα ἀρχὴ σωματική, οὐκ ἀλλήλων τοῦτο γὰρ ἐδείχθη ἀδύνατον), ἀλλὰ τῶν συνθέτων. τούτων δὲ ἡ ὕλη οὐκ ἔστι σωματική, ἀλλ’ ἀσώματος καὶ ἀνείδεος. ταῦτα δὲ πάντα τὰ τέσσαρα ὕλη ἐστὶ τῶν ἐφεξῆς τῶν συνθέτων. ἀλλ’ εἰ ἀρχή ἐστι πάντα καὶ ὅλη τῶν συνθέτων, ἆρα, φησίν, ὡς ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, ἢ ὡς μεταβλητικὰ εἰς ἄλληλα; καὶ εἰ μεταβάλλει εἰς ἄλληλα, ἆρα τὰ μὲν μεταβάλλει τὰ δ’ οὔ, ὥσπερ Πλατῶν ἔλεγε τὴν γῆν ἀμετάβλητον ὑποτιθέμενος, ἢ | πάντα εἰς ἄλληλα μεταβάλλει, καθάπερ ἐδείξαμεν, [*](54v) μὲν, διότι καὶ πάντα ἐναντίωσιν ἔχει πρὸς ἄλληλα;

[*](p. 332a30)

Ὅτι μὲν τοίνυν ἀνάγκη μεταβάλλειν εἰς ἄλληλα, εἴρηται πρότερον.

Ὑπομιμνῄσκει τῶν πρότερον εἰρημένων, ἀναλαμβάνων τὸν λόγον ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει διὰ τὸ πάντα ἔχειν πρὸς ἄλληλα ἐναντίωσιν, [*](1. 2 ἡ οὐδὲν μᾶλλον ἀὴρ ἡ πῦρ εἰ οὖν οὐδὲν αἰσθητόν a 2 ἄν om. Z 3 ὑαλῆν T 4 ἀντιρήσεις R 6 ἢ prius om. GTa 7 ἔχειν a πρὸς τὸ τὰ ἄλλα GT 8 οὐδὲ] οὐδὲν GT 10 ἐπεδείξαμεν GTa ἐν τι τῶν τεσσάρων μὴ δύνασθαι a 12 οὐκ ἔσται ὕλη a 13 καὶ γὰρ] εἰ γὰρ emendat a 14 πρότεροι Τ1 16 ἀρχὴ om. R 17 εἶναι] ἐστὶν Z 20. 21 τούτων—συνθέτων om. Z 21 ἐστὶ τῶν] ἐστὶν a 22 ἄρα, φησίν scripsi: ἄρα φησὶν GRTa: ἔσται Z, qui mox φησὶ inserit post ἀμετάβλητα 24 ἆρα a, ad quod nihil enotatum ex GTZ: ἄρα R 27. 28 Ὅτι— εἴρηται πρότερον] ταῦτα δ’ εἰπὼν a 27 et 28 μεταβάλλειν ἀνάγκη et δέδεικται Arist. 29 τῶν προτέρων R1)

244
καὶ ὅτι τὰ μὲν ῥᾷον μεταβάλλει ὅσα ἔχει πρὸς ἄλληλα τινὰ κοινωνίαν, τὰ 54v δὲ βραδύτερον ὅσα μηδεμίαν ἔχει πρὸς ἄλληλα συγγένειαν, καὶ ὅτι ἀνάγκη τέσσαρα εἶναι τὰ ἀπλᾶ σώματα διὰ τὸ‘ δύο εἶναι ἐναντιώσεις καθ’ ἃς μεταβάλλουσιν εἰς ἄλληλα, τήν τε τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. τῶν δὲ δύο ἐναντιώσεων συμπλεκομένων ἀλλήλαις ἓξ γίνονται συζυγίαι, ὧν αἰ μὲν δύο ἀσύστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι εἰδοποιοῦσι τὰ τέσσαρα στοιχεῖα.

[*](p. 332a34)

Εἰ μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθ’ ἣν μεταβάλλουσιν, ἀνάγκη δύο εἶναι.

Ὅ λέγει τοῦτό ἐστιν, ὅτι εἰ μὲν μία ἐστὶν ἡ ἐναντιότης καθ’ ἣν μεταβάλλει τὰ στοιχεῖα, οἷον ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, δύο ἄν ἦν μόνα τὰ στοιχεῖα, τὸ μὲν θερμὸν τὸ δὲ ψυχρόν· ἡ γὰρ ὕλη, φησίν, οὐ ποιεῖ τρίτον τι, διότι μέση ἐστί, τουτέστιν ὑποκειμένη τῇ ἐναντιώσει καὶ παρὰ μέρος τὸ ἕτερον τῶν ἐναντίων δεχομένη, αὐτὴ ἀναίσθητος οὖσα καὶ ἀνείδεος καὶ καθ’ αὑτὴν μηδέποτε ὑφισταμένη.

[*](p. 332b5)

Περὶ μὲν οὖν τούτων εἴρηται πρότερον. ὅτι ἐπειδὴμεταβάλλουσιν εἰς ἄλληλα, ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν.

Δείξας ὅτι οὐ δυνατὸν ἕν τι τῶν τεσσάρων ἀμετάβλητον μένον ἀρχὴν εἶναι τῶν ἄλλων, νῦν δείκνυσιν ὅτι οὐδὲ μεταβλητικὸν ὑπάρχον ἀρχῆς λόγον ἐφέξει πρὸς τὰ ἄλλα, ἵνα ᾖ δεδειγμένον ὅτι οὐδὲ ὡς ἀμετάβλητον οὐδὲ ὡς μεταβλητικὸν δυνατὸν ὑποθέσθαι ἕν τι ἀρχὴν εἶναι τῶν ἄλλων. ἔστι δὲ τὸ νῦν γυμναζόμενον τέταρτον τμῆμα τῆς ἐκτεθείσης ἐν ἀρχῇ διαιρέσεως, τὸ φάσκον ἕν τι τῶν τεσσάρων μεταβλητικὸν ὂν ἀρχὴν εἶναι τῶν ἄλλων.

Ἰστέον δέ, καθάπερ καὶ πρόσθεν ἐλέγομεν, ὅτι οἱ μεταβλητικὸν τοῦτο ὑποτιθέμενοι οὐ δύνανται τὴν τῆς πρώτης καὶ ὄντως ἀρχῆς ἔννοιαν φυλάξαι· δεῖ γὰρ τὴν ἀρχὴν ἀμετάβλητον μένειν, ἐπεὶ οὐκέτ’ ἄν εἴη ἀρχή. ἔπειτα ὑπὸ τίνος μεταβάλλουσα τἆλλα ποιεῖ, οὐκ ἔστι λαβεῖν μιᾶς αὐτῆς ὑποκειμένης· τὸ γὰρ αὐτὴν ὑφ’ ἑαυτῆς λέγειν μεταβάλλειν ἀδύνατον. ἀλλ’ εἴποιεν ἄν οὕτως ἀρχὴν εἶναι ἕν τι τῶν ἄλλων, ὡς διὰ τούτου τῶν ἄλλων [*](2 πρὸς om. R 3 τέσσαρα om. Z: δ΄ εἶναι bis R1 7 εἰδοποιοῦσαι GT 8. 11 εἰ γὰρ ἦν φησὶν ἡ ἐναντιότης μία, καθ’ ἣν μεταβάλλει τὰ στοιχεῖα a 8 ante μία ἐστὶ expuncta καθ’ ἣν μετέβαλε τὰ στοιχεῖα R, qui mox ὃ δὲ λέγει τοιοῦτόν ἐστι et μετέβαλε (pro μεταβάλλει) 14 αὐτὴ scripsi: αὕτη libri 16 μὲν τούτων οὖν Z δὲ δ’ a) ἐπειδὴ Ra: δ’ ἐπεὶ Ζ: δὲ GT 19 δείκνυσι νῦν GTa 20 ὑφέξει R ὅτι ὡς οὐδὲ GTa 21 ὡς om. a 23 ἀρχὴ Τ1 25 δέ] δὲ ὅτι Z 26 δύναται GRT πρώτως Z ὄντος GT 27 μένειν] εἶναι Z 28 ὑπό τινος T1(RZ)a μεταβάλλουσα] λαμβάνουσα GT ἔστι δὲ λαβεῖν R 30 εἴποιεν ἂν scripsi: εἴποι ἄν GR: εἴπῃ ἂν Z: εἴποιαν Τ1: εἴποιεν Τ2: εἴποι ἄν τις a)

245
ὁδευόντων, τουτέστιν ὡς ἐκ τούτου μεταβαλλόντων πάντων καὶ εἰς τοῦτο [*](54v) ἀναλυομένων, οἷον ὡς εἰ λέγοιεν τὸ πῦρ τῶν ἄλλων ἀρχὴν ὡς ἄν μηδενὸς τῶν ἄλλων εἶναι δυναμένου μὴ ἐκ τούτου μεταβάλλοντος, ἀλλὰ καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς ἐκ πυρὸς γινομένων καὶ εἰς τοῦτο ἀναλυομένων, καὶ μήτε ἀέρα γίνεσθαί τι μὴ πῦρ πρῶτον γενόμενον μήτε ὕδωρ πάλιν, ὡς ἄν τούτου κατὰ τὴν τάξιν ἐν τῇ γενέσει προτεταγμένου καὶ τούτου πρώτου ἐκ τῆς ἀνειδέου ὕλης, εἰ οὕτως τύχοι, γινομένου καὶ τῶν ἄλλων δὲ ἐξ αὐτοῦ τε γινομένων καὶ εἰς αὐτὸ ἀναλυομένων. ἡ μὲν οὖν ὑπόθεσις τοιαύτη τις εἶναι δύναται, ἴδωμεν δὲ ὅπως πρὸς ταύτην ἀπαντᾶ ὁ Ἀριστοτέλης.

[*](p. 332b7)

Ἐπὶ μέν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ τὰ πάντα.

Oὔτε τῶν ἄκρων, φησίν, οὔτε τῶν μέσων τι δύναται ὡς μεταβάλλον ἀρχὴ εἶναι τῶν ἄλλων. λέγει δὲ ἄκρα μὲν πῦρ καὶ γῆν, μέσα δὲ ἀέρα καὶ ὕδωρ. καὶ πρῶτον δείκνυσιν ὅτι οὐ δύναται τῶν ἄκρων τι εἶναι ἀρχή· εἰ γάρ. φησίν, ὑποθώμεθα τὸ πῦρ ἀρχὴν ἢ τὴν γῆν, ἔσται τὰ πάντα πῦρ ῆ γῆ.

Καὶ ζητοῦμεν πῶς ποτε ἐκ τοῦ λέγειν ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γίνεσθαι συμπεραίνεται τὸ πάντα πῦρ εἶναι. εἰ γὰρ μεταβάλλον καὶ οὐχ ὑπομένον τὸ πῦρ ποιεῖ τὸν ἀέρα καὶ τῶν ἄλλων ἕκαστον, πῶς ἄν ἔτι δικαίως πῦρ ἄν εἴη ὁ ἀὴρ ἢ τῶν ἄλλων ἕκαστον; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι εἰ καὶ μεταβάλλει, ἀλλ’ οὐ τὴν πᾶσαν μεθίστησι φύσιν, καθάπερ κἀπὶ τῶν τεσσάρων στοχείων φαμέν. εἰ γὰρ καὶ μεταβάλλοντα εἰς ἄλληλα καὶ κιρνώμενα ποιεῖ τὰ σύνθετα, ἀλλ’ οὐ τελείως φθείρεται, ἀλλὰ τὸ μὲν εἰλικρινὲς ἀπόλλυται, οὐ μὴν ἡ πᾶσα αὐτῶν φύσις μεθίσταται. πρὸς οὖν τὸν οὕτω φάσκοντα μεταβάλλον τὸ πῦρ ποιεῖν τἆλλα, καὶ συμπεραινόμενον ὡς ἔσται πάντα πῦρ, ῥητέον ὡς ἡνίκα μὲν σύνθετόν τι ἐκ τῶν ἁπλῶν ἀποτελεῖται, λόγον ἔχει τὸ μὴ τελέως τῆς οἰκείας μεθίστασθαι φύσεως τῆς κατὰ τὰς ποιότητας αἷς χαρακτηρίζονται τὰ ἀπλᾶ, ὅταν δὲ τὰ ἀπλᾶ ἐξ ἀλλήλων γίνηται, ἀδύνατον τοῦτο ὑποθέσθαι· ἕκαστον γὰρ τῶν ἁπλῶν ἄκρας ἔχει τὰς ποιότητας καὶ ἀκράτους καὶ οὐχὶ κεκολασμένας τῇ ἐπιμιξίᾳ τῶν ἐναντίων ὥσπερ τὰ σύνθετα. πῶς γὰρ οἷόν τέ ἐστι τὸ πῦρ ξηρὸν ὑπάρχον μεῖνάν πως ἐπὶ τῆς οἰκείας φύσεως ποιήσαι τὸν ἀέρα ὑγρὸν ὄντα; οὐ γὰρ μέσον ὑγροῦ καὶ ξηροῦ ὁ ἀήρ, ἀλλ’ ἄκρως ὑγρόν, ὥσπερ καὶ τὸ πῦρ ἄκρως ξηρόν. ἀνάγκη ἄρα τὴν πᾶσαν φύσιν τοῦ πυρὸς μεταβάλλειν ἵνα γένηται [*](5 γενέσθαι 11 μὴ] καὶ Τ 7 οὕτω (Z)a 7. 8 καὶ τῶν ἄλλων δὲ RZ: καὶ τῶν δὲ GT: τῶν δὲ ἄλλων a 9 ταύτην] αὐτὴν a 11. 13 lemm. om. pergit φησὶν οὖν ὡς οὗτε τῶν ἄκρων οὕτε a 12 τὰ om. Arist. 15 ἀρχὴν R 21 ὅτι] ὅ T1 22 εἰ om. GT 23. 24 κιρνάμενα T1a 27 ἁπλῶν scripsi: ἄλλων libri 28 τὰς om. R 29 χαρακτηρίζονται RZ: χαρακτηρίζεται GTa 31. 32 τῶν ἐναντίων om. a 32 ὑπάρχειν compendiose R)

246
ἀήρ, εἴπερ μὴ τἀναντία ἐν τῷ αὐτῷ ὑποθώμεθα, ὅπερ ἀδύνατον. κατὰ [*](54v) ταύτην μὲν οὖν τὴν ἔννοιαν οὐκ εὔλογον συμπεραίνεσθαι ὡς ὅτι πῦρ ἔσται τὰ πάντα τοῦ πυρὸς ἀρχῆς ὑποτεθέντος, φαίνεται δὲ μᾶλλον ἡ λέξις ἄλλο τι αἰνιττομένη· ὁ αὐτὸς γάρ, φησί, λόγος τῷ φάναι ἐκ πυρὸς ἢ ἐξ ἀέρος εἶναι πάντα, τουτέστι λέγοντες ἐκ πυρὸς μεταβάλλοντος τὰ πάντα γίνεσθαι πύρια πάντα ὑποτιθέμεθα διὰ τὸ ἐκ τούτου μεταβάλλοντος γίνεσθαι πάντα, ὥσπερ ἄν καὶ εἰ ἐξ ὕλης τοῦ πυρὸς ἐλέγομεν γίνεσθαι. ἀλλ’ οὐδὲ οὕτως ἄτοπόν τι ἀκολουθήσει. τί γὰρ ἄτοπον πῦρ λέγειν κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ὥσπερ καὶ ὕλην εἶναι κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ἢ τρι|χῇ διαστατά; καὶ ἁπλῶς εἰπεῖν, ὥσπερ οὐκ ἄτοπον τὸ φάσκειν [*](55r) πάντα τὰ γενητὰ τὰ αὐτὰ εἶναι κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, οὕτως οὐκ ἄτοπον ὅσον ἐπὶ τοῖς νῦν λόγοις, τὸ πάντα πῦρ κατὰ τὴν ὕλην ὑποτιθέμενον θεωρεῖν κατὰ τὸ εἶδος μόνον τὴν διαφοράν. εἰ δὲ μὴ ἔστιν ἄτοπον τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς τὰ πάντα λέγειν, εἴπερ δύναιτο ὅλως ὕλη ὑπάρχον διαφόρους ἰδέας δέχεσθαι, δῆλον ὅτι οὐδὲ τὸ ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γεννᾶν καὶ ταύτῃ λέγειν πάντα πῦρ ἔσται ἄτοπον. ὁμοίως γάρ, φησίν, ἄτοπον τό τε τοῦ πυρὸς μεταβάλλοντος τἆλλα λέγειν γίνεσθαι καὶ τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς φάσκειν πάντα τὰ λοιπὰ γίνεσθαι. ὅσον μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις, δοκοῦσι μὴ πάνυ τὸ ἀναγκαῖον ἔχειν οἱ ἔλεγχοι. ἔνεστι δὲ καθόλου ἑνὶ λόγῳ, ὥσπερ καὶ αὐτὸς ἐφεξῆς προϊὼν ποιήσει, ἀνελεῖν τὸ ἓν ὁτιοῦν τῶν τεσσάρων ἀρχὴν ὑποθέσθαι τῶν λοιπῶν. εἰ γὰρ πάντα πρὸς ἄλληλα ἔχει ἐναντίωσιν, δέδεικται δὲ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλοντα εἰς ἄλληλα, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ πάντα μεταβάλλει εἰς ἄλληλα, οὐκ ἔσται τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, οὐδὲ τὸ μὲν ἀρχὴ τὸ δὲ ἐκ τῆς ἀρχῆς. πρὸς μὲν οὖν τὸ μηδὲν τῶν ἄκρων ἀρχὴν εἶναι τοσαῦτα μόνον εἰπών, ὅτι πῦρ ἔσται πάντα, ἠρκέσθη· ὅτι δὲ οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, διὰ πλειόνων κατασκευάζει.

[*](p. 332b10)

Ὅτι δ’ οὐδὲ μέσον, οἷον δοκεῖ τισιν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εις γην.

Νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, ὥσπερ τινὲς ἐδόξασαν, εὔλογον νομίσαντες ἕν τι τούτων ἀρχὴν ὑποθέσθαι μᾶλλον, διότι ἑκάτερον αὐτῶν ἐφ’ ἑκάτερα καὶ εἰς ἐναντία μεταβάλλει, ὅπερ ἐστὶν ἴδιον [*](3 τοῦ om. GTa 4 τῶ Z: τῶν GT: τὸ Ra 4. 5 ἐξ ἀέρος RZ: οm. GT: πῦρ a: γῆς vel ἐκ γῆς Ar. 5 τὰ πάντα a 6 πύρια πάντα scripsi: πυρὶ πῦρ a) ἅπαντα libri 9. 10 ὥσπερ—τὰ πάντα om. R 11 τὰ πάντα τὰ GT 14 ὡς om. GTa δύναται τὸ GT 17 εἰ μὴ ἴσως ὁμοίως ἄτοπον a 20 ἔλεγχοι] λόγοι, δι’ ὧν ἐλέγχει a προ·ιὸν GT: προιόντος a 24 εἰς ἄλληλα (ante εἰ δὲ) om. R εἰ δὲ—ἄλληλα RZ: om. GT: καὶ suppleverat a 27 ὅτι δὲ τὸ delet.) οὐδὲ τὸ μέσον Z 29 οἷον] ὥσπερ a Arist. (praeter codd. H) 32 τὸ μέσοι τι Z ὅπέρ τινες a)

247
ἀρχῆς, τὸ εἰς τὰ ἐναντία μεταβάλλειν, τῶν ἄκρων μὴ πεφυκότων κατ’ [*](55r) ἐκείνους ἐφ’ ἑκάτερα μεταβάλλειν. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἐξετασθήσεται, νυνὶ δὲ ῥητέον ὡς εἰ τὰ ἐφ’ ἑκάτερα μεταβάλλοντα εὔλογον ἀρχὴν ὑποτίθεσθαι, οὐδὲν μᾶλλον τόδε τὸ μέσον ἢ τόδε χρὴ ὑποθέσθαι, ἀλλ’ ὁμοίως ἄμφω. πῶς οὖν ἕν τι τῶν λοιπῶν ἀρχὴν λέγουσιν εἶναι; ἔπειτα οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι, καὶ τοῦτον λέγοντες εἰς πῦρ καὶ ὕδωρ μεταβάλλειν, καὶ ταῦτα εἰς τὸν ἀέρα, καὶ διὰ τούτου εἰς ἄλληλα, τὲ δὲ πῦρ καὶ τὴν γῆν καὶ αὐτὰ ἀμέσως μὲν μὴ μεταβάλλειν εἰς ἄλληλα ἀλλὰ διὰ μέσου τοῦ ἀέρος, διὸ καὶ ἀρχὴν εἶναι, τῷ πάντα ἐξ αὐτοῦ μεταβάλλειν πρῶτον δι’ αὐτοῦ διιόντα καὶ εἰς αὐτὸν πάντα ἀναλύεσθαι, οἱ τοίνυν ταῦτα λέγοντες τί ἄν εἴποιεν περὶ τῆς τοῦ ὕδατος εἰς γῆν μεταβολῆς; αὕτη γὰρ ἀμέσως γίνεται διὰ τοῦ ἀέρος μὴ διελθοῦσα, ὅπερ ἐχρῆν γενέσθαι, εἴπερ ἀρχῆς λόγον ἐπέχει ὁ ἀὴρ πρὸς πᾶσαν μεταβολήν. ὡσαύτως δὲ καὶ πρὸς τοὺς ὕδωρ ἀρχὴν λέγοντας εἶναι ἀπορητέον περὶ τῆς ἐξ ἀέρος εἰς πῦρ καὶ ἐκ πυρὸς εἰς ἀέρα μεταβολῆς· καὶ αὗται γὰρ ἀμέσως ἔσονται μὴ διοδεύσασαι διὰ τοῦ ὕδατος. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἔξωθεν ῥητέον πρὸς τὴν ὑπόθεσιν, ἴδωμεν δὲ ἐφεξῆς ὅπως τέ φασιν τὰ ἔσχατα μὴ μεταβάλλειν εἰς ἄλληλα, καὶ ὅπως χρὴ τὸ παρ’ αὐτῶν λεγόμενον ἀνα- σκευάζειν.

[*](p. 332b12)

Τὰ δὲ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ᾿ εὐθείας.

Τὰ ἔσχατα, φασὶν ἐκεῖνοι, οὐκέτι μεταβάλλουσιν εἰς ἄλληλα. ὡς γὰρ ἔσχατα ὄντα οὐκέτι ἔχουσι εἰς ὅ τι μεταβάλλωσιν, ἀλλὰ πάλιν ἀνακάμπτουσιν εἰς ἀέρα καὶ ὕδωρ· εἰ γάρ, φασὶν ἐκεῖνοι, τὰ ἔσχατα μὴ ἀντικάμψει ἀλλὰ μεταβάλλει πάλιν, ἐπ’ ἄπειρον ἔσται ἡ μεταβολή. δεδιότες τοίνυν τὸ ἐπ’ ἄπειρον ὑποτίθεσθαι τὴν μεταβολήν, καὶ μὴ δυνάμενοι συνιδεῖν ὅτι κύκλῳ ἡ γένεσις ἀποτελεῖται ἐξ οὗ ἤρξατο εἰς τοῦτο τελευτῶσα· ἐκ πυρὸς γὰρ ἀήρ, καὶ οὕτως ὕδωρ εἶτα γῆ καὶ πάλιν πῦρ τῆς μεταβολῆς ἀεὶ ἐφεξῆς γινομένης καὶ οὐκ εἰς ἄπειρα ἰούσης διὰ τὸ μὴ ἐπ’ εὐθείας γίνεσθαι ἀλλ’ ἀνακυκλεῖσθαι· ὅπερ ἐκεῖνοι, ὡς ἔφαμεν, μὴ συνεωρακότες ἐφοβήθησαν τὰ ἔσχατα ὑποθέσθαι μεταβάλλοντα εἰς ἄλληλα· μέχρι γὰρ αὐτῶν ἐνόμισαν δεῖν στῆσαι τὴν μεταβολήν, ἵνα μὴ ἐπ’ ἄπειρον γίνηται. διόπερ πρὸς αὐτοὺς ἀποτεινόμενός φησιν ὁ Ἀριστοτέλης δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ῾ εὐθείας ἐφ᾿ ἑκάτερα· ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται. τὸ μὲν μὴ εἰς [*](1 τἀναντία a 3 ὡς om. add. T2: ὅτι Z εἰ] εἰσ GT μεταβαλόντα R 4 τὸ om. GT 5 εἶναι λέγουσιν G 7 διὰ τοῦτο T 10 ἐξιόντα Z εἰς αὐτὸ RZ 20 lemma om. hic a 22 φασὶν ἐκεῖνοι μὴ μεταβάλλειν a 23 εἰς] ὡς GT ὅτι ἄν a μεταβάλλουσιν R 24 ἀνακάμψῃ T: ἀνακάμψει recte Ga 32 στῆναι em. a 33 ὁ Ἀριστοτέλης φησίν traicit a, qui Ar. verba (33.35) δεῖ μὲν—ἔσονται om. 35 αἱ ἐναντιότητες Ar. (praeter codd. EL); at cf. p. 250,3)

248
ἄπειρον, φησί, γίνεσθαι τὴν μεταβολὴν οὕτως ὡς ἐπ’ εὐθείας ἰοῦσαν, χρὴ [*](55r) ἀποδέχεσθαι. εἰ γὰρ καὶ ἐπ’ ἄπειρον γίνεται ἡ μεταβολή, ἀλλ’ οὐκ ἐπ’ εὐθείας, ἀλλὰ τῇ ἀντικυκλήσει τῶν αὐτῶν εἰς τὰ αὐτά· ἡ γὰρ ἐπ’ εὐθείας μέχρι τῶν ἐσχάτων ἵσταται. διὰ τοῦτο τοίνυν οὐκ ἀδύνατος ἡ εἰς ἄλληλα τῶν ἐσχάτων μεταβολή, ἄλλα καὶ ἀναγκαία, ἵνα κύκλος σῴζηται τῆς γενέσεως. καὶ ὅτι | μὲν οὐ δυνατὸν εἰς ἄπειρον ἐπ’ εὐθείας ἰέναι [*](55v) τὴν μεταβολήν, ἐφεξῆς μέλλων γυμνάζειν ἀνεβάλλετο νῦν, τὸ ἑπόμενον ἄτοπον αἰνιξάμενος τὸ ἀπείρους ἐπὶ τοῦ ἑνὸς ἐναντιότητας λέγειν ἀναγκάζεσθαι. δείκνυσι δὲ ἐφεξῆς ὅτι καὶ τὰ ἔσχατα μεταβάλλει εἴς ἄλληλα. δείκνυσι δ’ αὐτὸ ἐκ τοῦ τῷ προειρημένῳ προσχρήσασθαι, ὅτι τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα πάντα μεταβάλλει, δείκνυσι δὲ ὅτι ἕκαστον πρὸς τὰ λοιπὰ ἔχει ἐναντίωσιν, ὥστε καθόλου, ὅπερ ἐλέγομεν, δείκνυσθαι ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, οὐ μόνον τὰ μέσα ἀλλὰ καὶ τὰ ἔσχατα. καὶ ἴσως ἐπειδὴ οὐκ ἀκριβεῖς τέθεικεν ἐλέγχους τῆς προλαβούσης δόξης, τῆς ἕν τι τῶν ἄκρων ἀρχὴν ὑποτιθεμένης, διὰ τοῦτο νῦν κοινόν τινα ἐκ- τίθεται ἔλεγχον τοῦ μηδὲν τῶν τεσσάρων ἀρχὴν εἶναι ἰὼν λοιπῶν. ἐὰν γὰρ δείξῃ ὅτι πάντα ἔχει πρὸς ἄλληλα ἐναντίωσιν, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ τοῦτο, οὐκ ἔσται τι αὐτῶν ἀφωρισμένον πρῶτον οὐδὲ ἀρχή, οὐδὲ τῶν ἄκρων οὐδὲ τῶν μέσων, ἀλλὰ πάντα ὁμοίως εἰς ἄλληλα μεταβάλλει, καὶ τὰ ἄκρα καὶ τὰ ἐναντία καὶ τὰ ἐφεξῆς ἀλλήλων κείμενα. ὁ δὲ τῆς δείξεως τρόπος τοιοῦτός ἐστί τις. ὑποκείσθω, φησί, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ὧνπερ ἕκαστον δηλοῖ διὰ τοῦ στοιχείου τοῦ ἐν ἀρχῇ τοῦ ὀνόματος. εἰ οὖν λέγεις τὸν ἀέρα μέσον ὄντα μεταβάλλειν καὶ εἰς πῦρ καὶ εἰς ὕδωρ, οὐ δήπου κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἴς τε τὸ πῦρ καὶ τὸ ὕδωρ. ἔσται γὰρ οὕτως τὸ πῦρ τῷ ὕδατι ταὐτόν. εἰ γὰρ καθ’ ὃ μεταβάλλων ὁ ἀὴρ γέγονε πῦρ, κατὰ τοῦτο καὶ εἰς ὕδωρ μεθιστάμενος μεταβάλλει, καθ’ ὃ ἄρα διαφέρει τοῦ ὕδατος, κατὰ τοῦτο καὶ τοῦ πυρὸς διαστήσεται. εἰ δὲ κατὰ τὸ αὐτὸ τοῦ αὐτοῦ, οἷον τοῦ ἀέρος, διοίσει τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐξ ἀνάγκης ταὐτὰ ἔσονται ἀλλήλοις τὸ ὕδωρ καὶ τὸ πῦρ, ὅπερ ἄτοπον. οὐκ ἄρα κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἰς πῦρ καὶ ὕδωρ ὁ ἀήρ. κατ’ ἄλλην ἄρα καὶ ἄλλην. καὶ ὑποκείσθω εἰς μὲν πῦρ κατὰ τὸ λευκὸν καὶ μέλαν μεταβάλλων, ὡς εἶναι μέλαν μὲν τὸ πῦρ λευκὸν δὲ τὸν ἀέρα, εἰς δὲ τὸ ὕδωρ κατὰ ἑτέραν ἀντίθεσιν τοῦ ὑγροῦ φέρε καὶ ξηροῦ, ὡς εἶναι τὸν μὲν ἀέρα ξηρὸν τὸ δὲ ὕδωρ ὑγρόν. ἀλλά, φησί, μεταβαλὼν εἰς ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν [*](1 φησί om. (G)a 3 immo ἀνακυκλήσει 5 ἵν᾿ ὁ a 7 ἀνεβάλετο Τ1Ζa 11 πρὸς alt. om. R 12 δείκνυται a 14 ἐπεὶ a ἀκριβῶς T2 15 ἐπιτιθεμένης GT 16 μηδὲ R 17 ἔχει πάντα Z 18 ἀφορισμένον Τ1 19 οὕτε τῶν ἄκρων. οὕτε τῶν a 21 ἐστί τις] ἐστιν (om. τις) Z: τίς ἐστιν a 22 ὧν περὶ ἕκαστον R 23 λέγειν a 24 post εἰς ὕδωρ expuncta ἔσται γὰρ οὗ(??) (sic) Z 24. 25 οὐ δήπου—ὕδωρ om. R 25 οὕτω a 29 ταῦτα Z 32 μὲν τὸ πῦρ a καὶ τὸ μέλαν Z μεταβάλλον R 33 καθ’ ἑτέραν a 35 μεταβάλλων a καὶ om. R)
249
δύναται καὶ φυλάξαι τὴν λευκότητα, δύναται δὲ καὶ μεταβαλεῖν καὶ αὐτήν. [*](55v) καὶ ὑποκείσθω φυλάξας. ἔστω οὖν ὁ μὲν ἀὴρ λευκὸς καὶ ξηρός, τὸ δὲ ὕδωρ λευκὸν καὶ ὑγρόν. ἔσται οὖν ἐναντιότης τῷ ὕδατι καὶ πρὸς τὸ πῦρ, εἴπερ ὁ μὲν λευκὸς τὸ δὲ μέλαν κατὰ τὴν ὑπόθεσιν. ὥστε καὶ μεταβάλλουσιν εἰς ἄλληλα. προϋπόκειται γὰρ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ὁ αὐτὸς δ’ ἔστω λόγος πάλιν κἀπὶ τοῦ ὕδατος. εἰ γὰρ μεταβάλλει καὶ εἰς ἀέρα καὶ εἰς γῆν, οὐ κατὰ τὸ αὐτὸ μεταβάλλει εἰς ἑκάτερον, ἐπεὶ ἔσται τὸ αὐτὸ ἀὴρ καὶ γῆ· ὥστε κατ’ ἄλλο μὲν εἰς ἀέρα κατ’ ἄλλο δὲ εἰς γῆν. εἰς μὲν οὖν ἀέρα κατὰ ὑγρότητα καὶ ξηρότητα μεταβάλλει, εἰς δὲ γῆν λείπεται κατὰ τὸ μέλαν καὶ λευκὸν μεταβαλεῖν, εἴπερ δύο μόναι εἰσὶν ἀντιθέσεις. τοῦτο δέδοται ἐκ τοῦ ὁμολογεῖσθαι τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα· τεσσάρων γὰρ ὄντων σωμάτων ἀνάγκη δύο θεωρεῖσθαι ἀντιθέσεις. ὄντος τοίνυν τοὐ ὕδατος λευκοῦ καὶ ὑγροῦ, ὁ μὲν ἀὴρ ἔσται, καθάπερ προείρηται, λευκὸς καὶ ξηρός (διαφορὰ γὰρ τούτου πρὸς τὸ ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν), ἡ δὲ γῆ μέλαν καὶ ὑγρόν, εἴπερ κατὰ τὸ μέλαν μετέβαλεν εἰς ταύτην τὸ ὕδωρ. ἔσται οὖν ἐναντίωσις τῷ ἀέρι πρὸς γῆν, καὶ μεταβάλλει εἰς ταύτην.

Ἡ μὲν οὖν τοῦ λόγου δεῖξις τοιαύτη τις. ζητεῖ δὲ ὁ Ἀλέξανδρος ὅπως ποτὲ προθέμενος δεῖξαι τὰ ἔσχατα μεταβάλλοντα εἰς ἄλληλα, τοῦτο μὲν οὐ φαίνεται δεικνύων, ὅτι δὲ τἀναντία εἰς ἄλληλα μεταβάλλει, τοῦτο μᾶλλον ἀποδείκνυσι. καί φησι· μήποτε καὶ ἐξ ἀρχῆς ἔσχατα ἐκάλει τὰ ἐναντία, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἐκ τῶν παρατεθέντων ἔδειξεν ὅτι πάντα πρὸς ἄλληλα ἔχει ἐναντιότητα· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ μεταβαλεῖ πάντα εἰς ἄλληλα. ὅτι δὲ ἔδειξε τὰ ἔσχατα ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, λέγω δὲ τὴν γῆν καὶ τὸ πῦρ, πρόδηλον, εἴ γε τέθεικε τὸ ὢ μὲν πῦρ μέλαν εἶναι καὶ ξηρὸν τὴν δὲ γῆν μέλαν καὶ ὑγρόν. μεταβάλλει ἄρα ἡ γῆ εἰς πῦρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν τούτῳ τῷ λόγῳ. ἔχομεν οὖν ἐκ τῶν δεδειγμένων, ὅτι οὐ μόνον οὐδὲν τῶν μέσων ἐστὶν ἀρχή, ἀλλ’ ὅτι οὐδὲ τῶν ἄκρων· εἰ γὰρ ὁμοτίμως καὶ τὰ ἄκρα καὶ ἁπλῶς πάντα εἰς ἄλληλα μεταβάλλει, οὐδὲν μᾶλλον τόδε τι ἔσται ἀρχὴ ἢ τόδε.

[*](p. 332b30)

Ὅτι δὲ εἰς ἄπειρον οὐχ οἷόν τ’ ἰέναι, ὅπερ μελλήσαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν. |

Δείξας ὅτι μὴ ὑποκειμένης ἐπ’ εὐθείας εἰς ἄπειρον γίνεσθαι τῆς 56r γενέσεως ἀνάγκη πάντα εἰς ἄπειρα μεταβάλλειν, ἐπειδὴ καὶ πάντα δείκνυν- [*](1 μεταβαλλεῖν GT1 καὶ (ante αὐτήν) om. GTa 2 ὑποκεῖσθαι GT 3 πρὸς om. R 4 τὸ μὲν λευκὸν a 4. 5 μεταβαλοῦσιν a 6 δὲ ἔσται R 8 γῆ καὶ ἀήρ Z 10 λευκὸν καὶ μέλαν Z μεταβάλλειν GT1: μεταβάλλειν (Z)a 11 τοῦτο δὲ δέδοται a 16 μετέβαλλεν GT1 17 πρὸς γῆν] καὶ γῆ R 19 ὅτι πῶς ποτε R 21. 22 τἀναντία R 22 ἀληθέστερον εἰπεῖν (hoc expunctum videtur) ἐστιν R παρατιθέντων TZ 23 πρὸς ἄλληλα] ἐξ ἀλλήλων R 24 μεταβάλλει GTa ἐναντίως ἔχοντα Z 25 πρὸς om. R 27 εἰς τὸ πῦρ a 31. 32 μελλήσαντες S: μελήσαντες cett. 32 δείξειεν GT)

250
τᾶι πρὸς ἄλληλα ἔχοντα ἐναντίωσιν, νῦν αὐτὸ τοῦτο διεξέρχεται ὅτι ἀδύνατον [*](56r) ἐπ’ ἄπειρον γίνεσθαι τὴν μεταβολήν, αἰνιξάμενος καὶ πρότερον τὸ ἀδύνατον ἐν τῷ λέγειν “ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται”, ὥστε τούτου ἐλεγχομένου δῆλον γίνεσθαι τὰ πάντα εἰς ἄλληλα μεταβάλλειν. καὶ ἴσως ἀντερεῖ τις ὅτι κἀν εἰς ἄπειρον ὑποθώμεθα γινομένην τὴν μεταβολήν, οὐ μόνον ἐπ’ εὐθείας τῶν ἐφεξῆς ἀλλήλων ἔσται ἡ μεταβολή, ἀλλὰ καὶ τὰ πόρρω ἀλλήλων μεταβαλεῖ εἰς ἄλληλα, εἴ γε ὡς ὡμολογημένον λάβωμεν τὸ πάντα τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ἀλλ’ ἰστέον ὅτι αὐτὸ τοῦτο γυμνάζει νῦν ὅτι εἰ ἄπειρά τις ὑποθείη τὰ στοιχεῖα, ἄλλου εἰς ἄλλο μεταβάλλοντος ἐπ’ εὐθείας εἰς τοὐναντίον περιτρέπεται τὰ τῆς ὑποθέσεως, ὅτι οὐδὲν τῶν στοιχείων εἴς τι τῶν λοιπῶν μεταβαλεῖ, οὔτε τὰ πόρρω εἰς ἄλληλα οὔτε τὰ σύνεγγυς, ὥστε παντελῶς ἀδύνατον εἶναι τὴν ὑπόθεσιν. εἰ γάρ , φησίν, ὑποθώμεθα ἕν τι τῶν ἄκρων ἢ τὸ πῦρ ἡ τὴν γῆν μὴ ἀνακάμπτειν ἀνακυκλουμένην, ἀλλ’ ἐπ’ εὐθείας εἰς ἄλλο τι πέμπτον ἐφεξῆς μεταβάλλειν, ἔσται τις ἐναντίωσις καθ’ ἣν μετέβαλεν ἑτέρα οὖσα παρὰ τὰς ἄλλας καθ’ ἃς τὰ τέσσαρα μετέβαλεν ἐφεξῆς. καὶ ὑποκείσθω, φησί, τὸ πῦρ μήτε ἀνακάμπτον καὶ εἰς ἀέρα μεταβάλλον μήτε κύκλῳ εἰς γῆν, ἀλλ’ εἰς ἄλλο τὶ πέμπτον οἷον ἐφ’ ᾧ τὸ Ψ. ἔστι οὖν τις ἐναντίωσις καθ’ ἣν μετέβαλλε τὸ Π εἰς τὸ Ψ. καὶ ὑποκείσθω ἡ τοῦ Φ καὶ Κ, καθ’ ἣν οὐδὲν τῶν ἄλλων τῶν Α T Γ μετέβαλεν, ἀλλ’ ἢ μόνον τὸ Π καὶ Ψ. οὐκοῦν ὑπάρξει τὸ μὲν ἕτερον τῆς ἀντιθέσεως τῷ Ψ, οἷον τὸ ἐφ’ ᾧ Φ, ὅπερ ἔστω φαῦλον, τῷ δὲ πυρὶ καὶ πᾶσι τοῖς ἄλλοις τὸ K, ὅπερ ὀνομαζέσθω καλόν· τοιαῦται γὰρ εἰλήφθωσαν ἐναντιότητες ὑπὸ πάντων μετεχόμεναι. οὕτως δὲ πάλιν ἐφεξῆς εἰ μεταβάλλοι τὸ Ψ εἰς ἄλλο τι, προστεθήσεται ἑτέρα ἐναντιότης· κἄν πάλιν ἐκεῖνο εἰς ἄλλο, τρίτη προστεθήσεται ἐναντιότης· κἀν ἐπ’ ἄπειρον τοῦτο γένοιτο ἐφεξῆς, ἄπειροι ἔσονται ἐναντιότητες. πρῶτον μὲν οὖν ἄτοπον τὸ ἐνεργείᾳ τὸ ἄπειρον ὑποτίθεσθαι, ἔπειτα εἰ αἱ ἐναντιότητες ἄπειροι τῶν δὲ ἐναντιοτήτων διπλασίους εἰσὶν αἱ ποιότητες καθ’ ἑκάστην γὰρ ἐναντίωσιν δύο εἰσὶ ποιότητες), ἔσται τοῦ ἀπείρου διπλάσιον. τούτων δέ, φησίν, ὑποτεθέντων οὐδὲ ὁρίσασθαι δυνατόν τι τούτων καὶ λόγῳ περιλαβεῖν τὰ ἄπειρα, οὐδ’ ὅλως ὑποστῆναι ἢ γενέσθαι αὐτὰ ἐξ ἀλλήλων δυνατόν, ἀλλ’ ἀναιρεθήσεται παντελῶς ἡ εἰς ἄλληλα μεταβολή· ἕψεται δέ, φησί, καὶ τὸ πάντα τὰ αὐτὰ εἶναι. ἀλλ’ ὅπως μὲν τούτων ἕκαστον δείκνυται, ἐφεξῆς κατὰ τὴν λέξιν ἐπισκεψόμεθα.

[*](3 ἄπειροι κτλ.] p. 332 b 14 αἱ ἐναντιότητες a 7 πόθῳ a μεταβάλλει G: μεταβολῆ T εἴ γε RZ: om. GT: ἢν a 8. 9 μεταβάλλειν εἰς ἄλληλα om. GT 9 γυμνάζ** R1 νῦν om. a εἰ] εἰς GT 10. 11 ἐκ τοὐναντίου R 12 μεταβαλλεῖ GT1 16 et 17 et 21 μετέβαλλεν R 19 μετέβαλε GTa 11] β GT τὸ (post εἰς) om. GT 20 τῶν om. a 21. 22 ὐκοῦν—τῷ Ψ om. R 23 πᾶσαν Z 24 οὕτω a 25 μεταβάλλει GT1: μεταβάλει Τ2 μεταβάλοι Z ἑτέρα om. GTa 29 εἰσὶν] εἶναι GT 31 ὑποτιθέντων RZ τι τούτων δυνατὸν Z 32 γίνεσθαι a)
251

Ἐκεῖνο δὲ ζητήσεως ἄξιον, πῶς καθ’ ἕκαστον στοιχεῖον μία ἐναντιότης [*](56r) προστίθεται. ὅτι μὲν γὰρ ἀπείρων ὄντων τῶν στοιχείων ἀνάγκη καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι, πρόδηλον. εἰ γὰρ πεπερασμέναι εἷεν αἱ ἐναντιότητες, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν συμπλοκὰς καὶ συζυγίας, εἰ καὶ πολλῶ πλείους εἶεν αὐτῶν τῶν ἐναντιώσεων, πεπερασμένας ὅμως ὑπάρχειν. ὥσπερ γὰρ μεθόδῳ περιλαβεῖν δυνατὸν ἐκ δύο ἐναντιώσεων πόσαι γίνονται συζυγίαι, ὅτι τέσσαρες, οὕτως καὶ παντὸς οὑτινοσοῦν πλήθους ἐναντιώσεων ἀριθμητοῦ τε καὶ ῥητοῦ ὑπάρχοντος ἀνάγκη τὰς συζυγίας ἀριθμητὰς εἶναι καὶ πεπερασμένας. ὅτι δὲ εἰ ἄπειρα εἴη τὰ στοιχεῖα, οὐκ ἔσονται αἱ ἐναντιότητες πεπερασμέναι, πρόδηλον. ἀλλ’ οὐ τοῦτο ζητεῖ ὁ λόγος, ἀλλ’ εἰ καθ’ ἕκαστον στοιχεῖον προστιθέμενον καὶ ἐναντίωσις μία προστίθεται, ὅπερ οὐκέτι ἐστὶν ἀληθές. μιᾶς γὰρ ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα· δύο γὰρ οὐσῶν ἐναντιώσεων οὐ δύο μόνον ἔσονται στοιχεῖα, ἀλλὰ τέσσαρα· εἰ δὲ τρεῖς εἶεν αἱ ἐναντιώσεις, ὀκτὼ δύνανται εἶναι στοιχεῖα· καὶ οὕτως ἀεὶ μιᾶς προστιθεμένης ἐναντιώσεως πολλῷ πλείονα ἔσται τὰ στοιχεῖα. πρὸς τοῦτο τοίνυν ῥητέον, ὅτι εἰ καὶ ὢ μιᾶς ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα, οὐ κωλύεται συμπερανθῆναι τὰ προκείμενα. δεδειγμένου γὰρ τοῦ ἀπείρους εἶναι ἐναντιώσεις ἐν ἑκάστῳ ἀπείρων ὄντων τῶν στοιχείων, συμπεραίνεται ὁμοίως τὸ ἀδύνατον, εἴτε καθ’ ἑκάστην ἐναντίωσιν ἓν προστίθεται στοιχεῖον εἴτε πλείονα. τῷ γὰρ ἀπείρους εἶναι τὰς ἐναντιώσεις προσχρώμενος δείκνυσι τὸ ἀδύνατον τῆς ὑποθέσεως, καθὼς προείρηται. τὸ δὲ λέγειν καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθεσθαι ἐναντίωσιν, οὔτε ἀληθὲς οὔτε ἀναγκαῖον. οὐδὲ γὰρ ἐπειδὴ λόγου χάριν ὁ ἀὴρ εἰς πῦρ μόνον μεταβάλλει κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς ἄλλο δὲ τῶν στοιχείων οὐδέν, ἤδη ἀναγκαῖόν ἐστι τὸ μηδὲν ἄλλο κατὰ τὴν ἐναντίωσιν τοῦ ὑγροῦ καὶ ξηροῦ μεταβάλλειν· τὸ γὰρ ὕδωρ καὶ ἡ γῆ κατὰ ταῦτα μεταβάλλει. διὰ τί οὖν κατὰ στοιχεῖον μίαν ἐναντίωσιν προστίθησιν ὁ Ἀριστοτέλης; φημὶ τοίνυν ὡς ἀκολουθῶν τῇ ὑποθέσει τῶν λεγόντων ἐπ’ εὐθείας καὶ μόνον εἶναι τὴν τῶν στοιχείων μεταβολήν· τούτου γὰρ ὑποκειμένου ἀδύνατον κατὰ τὴν αὐτὴν ἀντίθεσιν δύο γενέσθαι μεταβολάς, ὥσπερ φέρε κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ὅ τε ἀὴρ εἰς πῦρ μεταβάλλει καὶ τὸ ὕδωρ εἰς γῆν. ἐπ’ εὐθείας οὖν καὶ μόνον ὑποκειμένης τῆς τῶν στοιχείων μεταβολῆς ἀνάγκη πᾶσα προστιθεμένου στοιχείου καὶ ἐναντίωσιν πάντως προστίθεσθαι, καθ’ ἣν τὸ προηγούμενον στοιχεῖον εἰς τὸ ἐφεξῆς μεταβάλλει. ὅτι δὲ πρὸς τὴν ὑπόθεσιν τοῦ μὴ ἀνακάμπτειν τὴν γένεσιν καὶ ὁ Ἀριστοτέλης καθ’ ἕκαστον στοιχεῖον μίαν [*](2 ἀπείρων om. GT: post στοιχείων inserit a 5 ὅμως] ὅ*ως Τ1 7 οὕτω Za 8 τὰς om. R 11 προτιθέμενον T 12 οὐκ ἔτι ἐστὶν R: οὐκ ἔστιν ἔτι Z: ἔτι om. GTa 13 et 17 τὰ στοιχεῖα GTa 14 αἱ om. R 15 τιθεμένης R 20 στοιχείων a 21 τῷ a: τὸ cett. χρώμενος R 23 προστίθεται T: τίθεσθαι R 24 ὁ ἀὴρ om. Z 25 τὸ στοιχεῖον Z 27 fort, ταὐτὰ 31 τὴν Za: τὸν GRT τοῦ om. Z καὶ ξηροῦ om. Ra)

252
προστίθησιν ἀν|τίθεσιν, δῆλον ἐντεῦθεν. εἰπὼν γὰρ τὸ Π εἰς τὸ Ψ μεταβάλλει [*](56v) κατὰ τὴν τοῦ Κ καὶ Φ ἐναντίωσιν, τοῦ καλοῦ φέρε καὶ τοῦ φαύλου, καὶ τοῦ μὲν Κ τῷ Π καὶ τοῖς ὑπ᾿ αὐτὸ πᾶσιν ὑπάρχοντος, τοὐ δὲ Φ τῷ Ψ καὶ πάσι τοῖς μετ’ αὐτό, ὅμως τὸ Π μόνον ὑποτίθεται εἰς τὸ Ψ μεταβάλλον, τῶν δὲ ἄλλων οὐδέν. ὥστε ἀνάγκη καθ’ ἑκάστην στοιχείου προσθήκην καὶ ἐναντίωσιν πάντως προστίθεσθαι.

[*](p. 332b32)

Εἰ γὰρ πάλιν τὸ πῦρ, ἐφ’ ὧ τὸ Π, μεταβάλλει καὶ μὴ ἀνακάμψει, οἷον εἰς τὸ Ψ.

Εἰ τὸ πῦρ, φησί, μὴ ἀνακάμψῃ, εἰς ἀέρα τυχὸν μεταβάλλον ἢ γῆν ἢ ὕδωρ, ἀλλ’ εἰς ἕτερον παρὰ ταῦτα τὸ Ψ μεταβάλλοι, ἀνάγκη πάντως παρὰ τὰς δύο ἐναντιότητας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, τρίτην ὑποτίθεσθαι, οἷον φέρε τὴν τοῦ λευκοῦ καὶ μέλανος, καθ’ ἣν τὸ Π εἰς τὸ Ψ μεταβάλλει· ἕτερον γὰρ ὑπόκειται τὸ ᾦ τῶν τεσσάρων στοιχείων.

[*](p. 333a1)

Ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ Ψ τὸ Φ· τὸ δὴ Κ πᾶσιν ὑπάρξει τοῖς ΓΥΑΠ.

Τὸ Π, φησίν, μεταβάλλον εἰς τὸ Ψ κατὰ ἐναντίωσιν τοῦ Φ καὶ Κ μεταβαλλέτω καθ’ ἣν οὐδὲν τῶν πρὸ τοῦ Π μετέβαλεν. ὥστε εἰ τῷ μὲν Ψ ὑπάρχει τὸ Φ τῷ δὲ Π τὸ Κ, τοῦτο αὐτὸ τὸ Κ, ὅπερ ὑπάρχει τῷ πυρί, ὑπάρξει καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι καὶ τῇ γῇ, διότι οὐδὲν τούτων διέφερε τοῦ πυρὸς κατὰ ταύτην τὴν ἐναντίωσιν, ἀλλὰ κατ’ ἄλλην, οἷον τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. ἐκείνῳ δὲ ἐπιστῆσαι χρὴ ὅτι τῇ μὲν Ἀριστοτέλους ὑποθέσει, λεγούσῃ κατὰ ἑκάστην ἀντίθεσιν μίαν γίνεσθαι μεταβολήν, ἕπεται τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ Π ὑπάρχειν. οὐδὲν γὰρ οὔπω κατὰ τοῦτο μετέβαλε, πρὶν τὸ 11 εἰς ᾦ μεταβάλλῃ. πόθεν οὖν ἐστιν ἐν τῷ πυρὶ τὸ Κ, εἰ μὴ ἐξ ἐκείνων; ὡσαύτως δὲ καὶ τοῖς μετὰ τὸ Ψ πᾶσι τὸ Φ, ἐπειδὴ οὐκέτι οὐδὲν μεταβάλλει μετὰ τὸ Ψ κατὰ ταύτην τὴν ἀντίθεσιν. εἰ μέντοι δῶμεν, καθὼς προείρηται, πλείονα γίνεσθαι στοιχεῖα [*](1 τίθησιν R γὰρ <ὅτι>? τὸ prius om. R, alt, om. GT 1. 2 μεταβάλλει om. 3 et 4 τῷ] τὸ Z 3 αὐτοῦ T 4 μετ’ GRT: ἐπ’ Z: ὑπ’ a ὑποτίθετο R 5 μεταβάλλων, τὸ δὲ ἄλλων Z 7. 9 lemma om. et pergit κατὰ μέρος δὲ νῦν θεωρῶμεν τὴν λέξιν. εἰ δὴ τὸ πῦρ φησι a 7 τὸ alt. om. Ar. μεταβάλλει R: μεταβαλεῖ Z: εἰς ἄλλο μεταβάλλει GT; cf. Αrist. 8 ἀνακάμψει R: ἀνακάμψῃ GTZ 9 ἀνακάμψει T2 μεταβάλλον (sic) Ra 10 μεταβάλλει Z 11 τὴν om. GTa τοῦ ξηροῦ τε R 15. 17 lemma om. et pergit ἔστω οὖν τὸ φησὶν a 15 τῷ δὲ] τὸ δὲ R 17 κατὰ τὴν ἐναντίωσιν a 18 μεταβαλλέτω RZ: καὶ μεταβαλλέτω GT: om. a πρὸς Z μετέβαλλεν Z εἰ μὲν τῶ Z 19 τῷ δὲ] τὸ δὲ R 22 καὶ ὑγροῦ om. GT ἐκεῖνο Ra 23 καθ’ ἑκάστην (G)a 24 πρὸς T 25 μετέβαλλε OR εἰς τὸ ψ Za μεταβάλῃ Z: μεταβάλλει R 27 ᾦ (priore loco)] ξ GT μετὰ τὸ τοῦ Z) RZ: μετὰ om. GTa: fort. <τῶν> μετὰ τὸ 28 τὰ στοιχεῖα GTa)

253
μιᾶς προστεθείσης ἐναντιώσεως καὶ κατὰ μίαν ἐναντίωσιν διάφορα μεταβάλλειν, [*](56v) οὐκέτι ἀνάγκη τὸ Κ τῷ Π ὑπάρχον ἤδη καὶ τοῖς πρὸ αὐτοῦ πᾶσιν ὑπάρχειν. τί γάρ; ὅτι καὶ ἄλλο μετέβαλε κατὰ ταύτην τὴν ἐναντίωσιν, ὥσπερ ἔχει ἐπὶ τοῦ πυρὸς καὶ ἀέρος. ὁ γὰρ ἀὴρ μετέβαλεν κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς τὸ πῦρ. καὶ οὐκ ἐπειδὴ ἔχει αὐτὸς τὴν ὑγρότητα, ἤδη καὶ τὰ πρὸ αὐτοῦ πάντα· ἡ γὰρ γῆ ξηρά. αἰτία δὲ τούτου, διότι οὐ μόνον ἀὴρ εἰς πῦρ κατὰ ταύτην τὴν ἐναντίωσιν μετέβαλεν, ἀλλὰ καὶ ἡ γῆ εἰς ὕδωρ. ὥστε ὁ Ἀριστοτέλης, ὡς ἔφθην εἰπών, ἑπόμενος τῇ ὑποθέσει τῇ μόνον εἰς τὸ ἐφεξῆς ποιουμένῃ τὴν μεταβολήν, λαβὼν τὸ καθ’ ἕκαστον στοιχεῖον ἐναντίωσιν προστίθεσθαι, ὀρθῶς φησι τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ὑπάρχειν, εἴ γε, φησίν, εἰς αὐτὸ μεταβάλλουσιν. εἰ γὰρ ἔχει τὸ πῦρ] τὸ τὸ ἕτερον τῆς κατὰ τὸ Φ καὶ Κ ἐναντιώσεως, λέγω τὸ Κ, ἀνάγκη καὶ τὰ πρὸ τοῦ πυρὸς ἔχειν τὸ Κ, εἴπερ ἐξ αὐτῶν γέγονε τὸ πῦρ καὶ μετέβαλεν ἐκεῖνα εἰς τοῦτο. εἰ γὰρ μὴ ἔχοι τὰ πρὸ τοῦ πυρὸς τὸ Κ, πόθεν ἐστὶν ἐν τῷ πυρὶ τὸ Κ; οὐδὲν γὰρ ἐκείνων κατὰ τὸ Κ διέφερε τοῦ πυρὸς, καθὰ προείρηται. ἀλλὰ τοῦτο, φησί, τὸ μεταβάλλειν τὰ τέσσαρα στοιχεῖα εἰς ἄλληλα ἔστω μήπω δεδειγμένον ὡς πρὸς τὴν νῦν γυμναζομένην ὑπόθεσιν, ἐπειδὴ εἰ λέγοιμεν πάντα εἰς ἄλληλα μεταβάλλειν τὰ τέσσαρα, κύκλῳ εἰσάξομεν γίνεσθαι τὴν γένεσιν, ὅπερ ἀναιρεῖ ἡ νῦν προκειμένη ὑπόθεσις, ἐπ’ εὐθείας καὶ ἐφεξῆς μόνον φάσκουσα γίνεσθαι τὴν μεταβολήν. διὸ κείσθω ὡς μήπω δεδειγμένον. εἰδέναι μέντοι χρὴ ὅτι οὗπερ δεόμεθα εἰς τὸ δεῖξαι τὸ Κ τῷ Π καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ὑπάρχον, τοῦτο οὐκ ἀναιρεῖται οὐδὲ κωλύεται ὑπὸ τῆς ὑποθέσεως τῆς λεγούσης ‘ἔστω μὴ πάντα μεταβάλλειν εἰς ἄλληλα᾿. ἀρκεῖ γὰρ ἡ εἰς τὸ ἐφεξῆς ἑκάστου μεταβολὴ γινομένη τῶν τεσσάρων καὶ τελευτῶσα εἰς τὸ πῦρ, δεῖξαι ὅτι ὑπάρχει πᾶσι τοῖς πρὸ τοῦ Π τὸ Κ, ἐξ ὧν μεταβαλλόντων ἐφεξῆς τὸ πῦρ γεγένηται· εἰ γὰρ μὴ ὑπῆρχεν αὐτοῖς τὸ Κ, οὐκ ἄν ἐγεγόνει ἐξ αὐτῶν τὸ πῦρ ἔχον τὸ Κ. ὅτι μὲν οὖν ὑπάρχει τοῖς Α Υ Γ τῆς κατὰ τὸ Κ καὶ Φ ἐναντιώσεως τὸ ἕτερον τῶν μορίων τὸ Κ, ἐντεῦθεν δείκνυται, οὐκ ἐκ τοῦ πάντα εἰς πάντα μεταβάλλειν· ὅτι δὲ τὸ Κ αὐτοῖς ὑπάρχει καὶ τὸ Φ, δείκνυται ἐκ τοῦ μηδὲν τῶν ἄλλων κατὰ ταύτην μεταβεβληκέναι τὴν ἀντίθεσιν πλὴν τοῦ Π Ψ. ὥστε οὐδὲν κατὰ ταύτην διέφερε τὸ Π τῶν πρὸ αὐτοῦ. κοινὸν ἄρα αὐτοῖς ὑπάρχει τὸ Κ.

[*](2 et 11 πρὸς Z 3 et 4 μετέβαλλε R 4 καὶ τοῦ ἀέρος Z 5 καὶ (ante οὐκ) om. R 7 ὁ ἀὴρ a τὴν om. T μετέβαλλεν R 10 τίθεσθαι R 12 τὸ πῦρ delevit a, qui mox τῷ π 13 πρὸς T1Z 14 μετέβαλλεν GRT ἔχει Z 14. 15 πρὸς τοῦ T: πρὸς τοῦ | τοῦ Z 16 καθάπερ εἴρηται a 18. 19 ἐπειδὴ τὰ δ΄ πάντα εἰ λέγοιμεν εἰς ἄλληλα μεταβάλλειν Z 19 γενέσθαι a 27 Κ] β GT 30 μεταβάλλει Z 31 Κ] β GT καὶ om. Z 33 ταύτην a: ταὐτὸν cett. 0] πῦρ a ἄρα] π(??) R)
254
[*](p. 333a3)

Ἀλλ’ ἐκεῖνο δῆλον, ὅτι εἰ πάλιν τὸ ᾦ εἰς ἄλλο, ἄλλη [*](56v) ἐναντιότης καὶ τῷ Ψ ὑπάρξει καὶ τῷ πυρὶ τῷ Π.

Τουτέστιν εἰ προσθῶμεν ἄλλο στοιχεῖον μετὰ τὸ ᾦ, οἷον τὸ Β, καὶ μεταβάλοι τὸ ᾦ εἰς τὸ Β, ἄλλης δεῖ πάλιν ἐναντιώσεως, καθ’ ἣν ἡ μεταβολὴ γίνεται, παρὰ τὴν ἐν τῷ Π καὶ τῷ Ψ. ὁμοίως ἕξει καὶ ὅσα ἄν ἄλλα προσθῶμεν στοιχεῖα.

[*](p. 333a6)

Ὥστε εἰ ἄπειρα, καὶ ἐναντιότητες ἄπειροι.

Νῦν τὸ συναγόμενον ἄτοπον συμπεραινεται. εἰ γὰρ κάτα στοιχεῖον ἐναντιότης προστίθεται, ἄπειρα δὲ τὰ στοιχεῖα, ἄπειροι ἔσονται αἱ ἐναντιότητες καὶ ἐν ἑκάστῳ στοιχείῳ ἀπείρων ἐναντιώσεων τὰ ἕτερα μόρια ὑπάρξει καὶ αὐτὰ τὸν ἀριθμὸν ἄπειρα ὄντα. εἰ δὲ ἄπειροι ἐν ἑκάστῳ ὑπάρχουσιν, ὅρα τί ἕψεται. οὐδὲ γὰρ ἔσται, φησίν, οὐδὲν ὁρίσασθαι οὐδὲ γενέσθαι. καὶ ὅτι μὲν οὐ περιορισθήσεται τὰ ἄπειρα, πρόδηλον, οὐδὲ ὑποστήσεται· πῶς δὲ οὐδὲ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων φησί, σκεπτέον.

[*](p. 333a8)

Δεήσει γάρ, εἰ ἔσται ἄλλο ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας καὶ ἔτι πλείους.

Εἰ ἄπειροι, φησίν, ἐν ἑκάστῳ ἐναντιότητες, δεήσει τὸ γινόμενον τοσαύτας ὅσας ἔχει ἕκαστον ἔχει δὲ ἀπείρους) διεξελθεῖν ἐναντιότητας. τοῦτο δὲ ἀδύνατον. τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. ἐπειδὴ δὲ εἶπε τοσαύτας, δοκεῖ δὲ τοῦτο ὡρισμένου ἀριθμοῦ εἶναι σημαντικόν, τὸ δὲ ἄπειρον παντὸς τοῦ λαμβανομένου ἀεὶ μεῖζον ἢ πλέον ἐστί, διὰ τοῦτο ὥσπερ ἀκριβολογούμενος γούμενος προστέθεικε τὸ καὶ ἔτι πλείους. πῶς δὲ ἀνάγκη τὸ γινόμενον ἀπείρους διεξελθεῖν ἐναντιότητας, σκεπτέον. ἔνια γὰρ τῶν μέσων εἰ λάβοιμεν μεταβάλλοντα ἐφεξῆς, ἵνα φθάσῃ τὰ ἔσχατα καὶ μεταβάλῃ εἰς | ταῦτα, δεήσει διὰ ἀπείρων αὐτὰ διεξελθεῖν, ἵνα μεταβάλλῃ εἰς τὸ [*](57r) ἔσχατον. τοῦτο δὲ ἀδύνατον. ὥστε οὐδέποτε εἰς ἐκεῖνο μεταβαλεῖ οὐδὲ [*](1. 3 lemma om. et pergit ἀλλὰ κἀκεῖνο φησὶ δῆλον. ὅτι εἰ προσθῶμεν a 1 δηλονότι GRTZ ἄλλη] ἀλλ᾿ ἡ R 2 καὶ τὸ Ψ Z τῶ π RZ: τὸ π GT 3 τὸ B] ω R μεταβάλλοι GTa τῶ ψ R 5 Π] πυρὶ R1 τῷ (ante ᾦ) om. R ὁμοίως δ’ a 7. 8 lemma om. et pergit εἶτα συμπεραίνων τὸ ἄτοπον φησὶν, ὅτι εἰ κάτα στοιχεῖον a 7 εἰς ἄπειρα, καὶ αἱ ἐναντιότητες Z 9 ante ἔσονται inserit ἄρα Z 11 δὲ] γὰρ Z 12 ἔσται] ἐστι compend. R 15 ἔσται] πρὸ R ἄλλο ἔσται Αr. cod. E τοσαύσας a 17 εἰ γὰρ ἄπειροι (om. φησίν) a 18 ὅσας ἔχει] ὅσας om. T, ἔχειν ex ἔχει corr. Τ2 διελθεῖν Z: ἐξελθεῖν GT 20 ἀριθμοῦ ὡρισμένου tr. a: ὡρισμένου ἀριθμοῦ εἶναι τοῦτο tr. Z 20. 21 παντὸς om. Z 22 προσέθηκε a 24 μεταβάλῃ Z: μεταβαλῆς R: μεταβάλλῃ T: μεταβάλλει Ga 25 δι’ ἀπείρων Ra μεταβάλῃ Za 26 μεταβάλλει GT1)

255
ἀφίξεταί ποτε εἰς αὐτό, εἴπερ ἄπειρον τὸ μεταξὺ τοῦ μεταβάλλοντος μέχρι [*](57r) τοῦ ἐσχάτου διάστημα. ὥσπερ δὲ τὸ μέσον εἰς τὸ ἔσχατον οὐ μεταβάλλει διὰ τὸ μηδὲ ἀφικνεῖσθαί ποτε εἰς αὐτό, οὔτε ἄλλο τι οὐδέποτε εἰς τὸ μέσον μεταβαλεῖ, οἷον τὸ ἐν ἀρχῇ, ὅπερ οὐδὲ λαβεῖν ἔστιν οὐκ ἔστι γὰρ ἀρχὴ τοῦ ἀπείρου), ὁμοίως οὐδὲ τοῦτο ἐπὶ τὸ μεταξὺ ὁποιονοῦν ἀφίξεται, διὰ τὸ ἄπειρον εἶναι τὸ ἐκ τοῦ μέσου ἐπὶ τὴν ἀρχὴν διάστημα. ὅτι μὲν οὖν οὐδὲν τῶν λαμβανομένων ἐν μέσῳ μεταβάλλει εἰς τὰ ἔσχατα, πρόδηλον. φησὶ δὲ αὐτὸς ὅτι οὐδὲ τὰ ἐφεξῆς ἀλλήλων μεταβάλλει εἰς ἄλληλα· ἔτι γάρ, φησίν, οὐδὲ ἐξ ἀέρος εἰς πῦρ ἔσται ἡ μεταβολή, εἰ ἄπειροι αἱ ἐναντιότητες. τοῦτο δὲ πῶς ποτέ φησιν, ζητήσεως ἄξιον. οὐ γὰρ πάσας διέξεισι τὰς ἀπείρους ἐναντιώσεις, ἵνα γένηται ἐξ ἀέρος πῦρ, ἀλλὰ κατὰ μίαν μόνην μεταβάλλων ἐναντίωσιν γίνεται τῶν λοιπῶν τῶν αὐτῶν μενουσῶν. μήποτε οὖν τῷ κοινῷ λόγῳ, διότι τὸ ἄπειρον ἀδύνατον ὑποστῆναι, διὰ τοῦτο οὐκ ἄν γένοιτό τις τῶν ἀπείρους ἐχόντων ἐναντιώσεις. ἀλλ’ ἴσως τις φαίη ὅτι ὑφεστηκότα αὐτὰ ὑποτιθέμενος σκόπει εἰ δύναται ἐξ ἀλλήλων γενέσθαι· δύναται δέ, εἴπερ κατὰ μιᾶς ἐναντιώσεως μεταβολὴν θεωρεῖται ἡ τῶν ἐφεξῆς ἐξ ἀλλήλων γένεσις. βέλτιον τοίνυν, καθάπερ φησὶν Ἀλέξανδρος, πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον. δείκνυσι δὲ ἐφεξῆς ὅτι πάντα τὰ στοιχεῖα τὰ αὐτὰ ἔσονται ἀλλήλοις. εἰ δὲ τὰ αὐτὰ πάντα, οὐδ’ ἂν γένοιτο ἐξ ἀλλήλων οὐδὲ ἔσται μεταβολὴ οὐδενὸς εἰς οὐδέν. οὐδὲν γὰρ γίνεται ὅπερ ἤδη ἐστίν. ἐμοὶ δοκεῖ τὸ προκείμενον οὕτως ἐκλαμβάνειν· εἰ ἐπ’ εὐθείας ἡ μεταβολὴ τῶν στοιχείων ἀπείρων ὄντων, ἐδείξαμεν δὲ ὡς ἔνια οὐ μεταβάλλει εἴς τινα τῶν μέσων, διότι δεῖ μὲν ἄπειρα διεξελθεῖν, τὸ δὲ ἄπειρον ἀδιεξίτητον· ἔστω δὴ τὸ μέσον ὁ ἀήρ· οὐδ’ ἄρα εἰς πῦρ μεταβαλεῖ· ἵνα γὰρ ἐκ τούτου ἡ μεταβολὴ καταντήσῃ, ἀπείρων δεήσει μεταβολῶν, τοῦτο δ’ ἀδύνατον. εἰ οὖν εἰς αὐτὴν φθάσαι τὴν μεταβολὴν τὴν εἰς ἀέρα ἀδύνατον, οὐδ’ ἄρα εἰς τὸ ἐφεξῆς αὐτοῦ τὸ πῦρ μεταβαλεῖ ὁ ἀήρ.

[*](p. 333a13)

Γίνονται καὶ πάντα ἕν· ἀνάγκη γάρ ὑπάρχειν τοῖς μέν κάτωθεν τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν.

Πρόκειται μὲν αὐτῷ δεῖξαι ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ εἰς [*](1 ἀφίξηταί GT: ἀφίζεταί a μεταλαμβάνοντος GTa 3 οὔτε] fort. οὑδὲ 4 μεταβάλλει a οὐκ ἔστι γὰρ] οὐδ’ ἔστιν R 5 ἐπὶ] οὐδὲ GTa τὸ om. add. T2 9 οὐ γὰρ ἔσται ἐξ ἀέρος φησὶν εἰς πῦρ ἡ μεταβολή a ἔτι] ἅτι (sic) G 10 οὐδὲ γὰρ R 12 μεταβάλλων a: μεταβάλλον cett. 13 ὑποστῆναι ἀδύνατον tr. Z: οὑ δύναται ὑποστῆναι a 14 τις] τι R 15 φαίη ἄν a σκοπεῖ (Z)a 20 οὐδ’ ἄν RZ: οὐδὲν GT: οὐδὲν ἄν a γένοιντο TZ 21 ἐμοὶ δὲ δοκεῖ a 24 οὐ διεξίτητον GT δὴ] δὲ a 25 μεταβαλλεῖ GT1: μεταβάλλει a ἡ ἐκ τούτου tr. a 26 αὐτὴν R: αὐτὸν GT: αὐτὸν δυνατὸν Z: αὐτὸν τὸν ἔσχατον ὅρον a 27.28 αὐτοῦ τὸ πῦρ αὐτοῦ Z 28 μεταβάλλει GT1: μεταβάλλει R 29. 31 lemma om. et pergit Ἔπειτα προτίθεται δεῖξαί τι ἑπόμενον a 29 γίνονται RZ: γίνεται GTAr. γὰρ RZ: γὰρ πάσας GT; cf. Ar. 30 κάτω (pr. loco) GTAr. τὰς alt. om. GT)

256
ἄπειρον ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολὴν τὸ πάντα τὰ αὐτὰ γίνεσθαι· [*](57r) πᾶσι γάρ, φησί, τοῖς κάτωθεν καὶ ἄνωθεν τοὐ Π αἱ αὐταὶ ἐναντιότητες ὑπάρχουσιν. ὅτι μὲν οὖν εἰ πάντα τὰ πρὸ τοῦ Π στοιχεῖα τὰς αὐτὰς τοῖς μετὰ τὸ Π πᾶσιν ἐναντιώσεις ἔχει, συμβαίνει πάντα τὰ αὐτὰ εἶναι, πρόδηλον. εἰ γὰρ τὰς αὐτὰς ἔχει ἐναντιώσεις πάντα τὰ ἐφ’ ἑκάτερα τοῦ Π, τὰ αὐτὰ ἀλλήλοις ἔσονται τά τε ἀπὸ τοῦ Ψ καὶ ἄνω χωροῦντα καὶ τὰ ἀπὸ τοῦ Α τοῦ ἀέρος] μέχρι τῶν κάτω. ὥστε τὸ αὐτὸ ἔσται τὸ Α, ὅ ἐστιν ἀήρ, τῷ ᾦ, καὶ ἀπλῶς εἰπεῖν πάντα τὰ ἐπάνω τοῖς ὑποκάτω. οὕτως δὲ πάλιν εἰ λάβωμεν τὰ ἐφ’ ἑκάτερα τοὐ Α τῷ αὐτῷ λόγῳ τὰ αὐτὰ ὄντα ἀλλήλοις, ἔσται τὸ Π τῷ Ψ ταὐτὸν καὶ πᾶσι τοῖς ἐπάνω. οὕτως δὲ πάλιν δείξας τὰ ἐφ’ ἑκάτερα τοῦ Ψ τὰ αὐτὰ ἀλλήλοις, ταὐτὸν ἀποφαίνει τὸ πῦρ τῷ ἀέρι. ὥστε καὶ πᾶσι τοῖς μετ’ αὐτό. ἐδείχθη δὲ διὰ τῶν προλαβόντων ὅτι καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι, τὰ δὲ πρὸ τοῦ ἀέρος πάντα τοῖς μετ’ αὐτὸ πᾶσι τὰ αὐτά· ὥστε δῆλον ἐκ τούτων ὅτι καὶ τὸ πῦρ καὶ τὰ ἐφ’ ἑκάτερα τοῦ πυρὸς πάντα τὰ αὐτὰ ἀλλήλοις ἔσονται. ὅτι μὲν εἰ δῶμεν πάντα τὰ ὑπάρχοντα τοῖς ἐπάνω τὰ αὐτὰ εἶναι τοῖς ὑπάρχουσι τοῖς ὑποκάτω, συμπερανθήσεται τὸ τὰ αὐτὰ εἶναι ἀλλήλοις ἅπαντα, πρόδηλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες, οὐκέτι ἐστὶν ἀληθὲς ὡς ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ ἐφεξῆς καὶ ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολήν. καὶ τοῦτο δῆλον ἐκ τῶν παρ’ αὐτοῦ προειρημένων ἐξηγουμένου τὴν ὑπόθεσιν † εἴ γε τὸ Π εἰς Ψ μεταβάλλει, φησί, κατ’ ἐναντίωσιν μεταβάλλει καθ’ ἣν οὐδὲν ἕτερον μετέβαλεν, οἷον τὴν κατὰ τὸ Φ καὶ Κ, καὶ ὑπάρξει τὸ μὲν Φ τῷ Ψ, τῷ δὲ πυρὶ καὶ τοῖς ὑποκάτω πᾶσι τὸ Κ. πάλιν δὲ τοῦ Ψ κατ’ ἄλλο μεταβάλλοντος εἰς τὰ μετ’ αὐτὸ κοινὸν μένει τὸ Φ ἐν πᾶσι τοῖς μετὰ τὸ ᾦ. ὥστε πάντα τὰ μετὰ τὸ πῦρ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ἠναντίωται κατὰ τὸ Κ καὶ Φ. καὶ πάλιν τοῦ Ψ εἰς ἄλλο μεταβάλλοντος κατὰ ἄλλην ἐναντίωσιν, ἔσται πάλιν τοῖς μετὰ τὸ Ψ ἐναντίωσις πρὸς τὰ πρὸ τοῦ Ψ. δῆλον τοίνυν ἐκ τούτων ὡς οὐ ταὐτὰ ἔσται πάντα, ἀλλὰ πᾶν τοὐναντίον πάντα πρὸς πάντα ἔχειν ἐναντίωσιν.

Ζητητέον οὖν πῶς τοῦτο τίθεται ὡς ἀληθὲς ὁ Ἀριστοτέλης. μήποτε οὖν ἐκ τοῦ ἀπείρους εἶναι τὰς ἐν ἑκάστῳ ἐναντιώσεις τοῦτο κατασκευάζει. εἰ γὰρ ἀπείρους λέγεις ἔχειν ἕκαστον ἐναντιώσεις, τοῦ δὲ ἀπείρου οὐκ ἔστι [*](1 γίγνεσθαι utrob. a 2 αἱ om. GTZ 4 σημαίνει et 5 ἔχειν Z 6 ταῦτα GT: ταὐτὰ a χωροῦντα R: χωροῦντι celt. 7 τοῦ ἀέρος delevi 8 ὁ ἀήρ a 9 οὕτως δὲ πάλιν] πάλιν δὲ a 10 Ψ] φ R 10. 12 ἐπάνω. πάλιν δὲ εἰ τὰ ἐφ’ ἑκάτερα τοῦ ψ ταὐτά ἀλλήλοις λάβωμεν, ταὐτὸν ἔσται τὸ πῦρ a 1 1 οὕτως] οὔτε Z τὰ αὐτὰ ὄντα Z 13 δὲ om. Z τοῦ RZ: αὐτοῦ GTa 15 πάντα αὐτὰ GT 15. 16 ὅτι μὲν οὖν a 20 μεταβολὴν, πρόδηλον ἐκ a 21 ἐξηγούμενον R1 εἴ γε] εἴτε G(?): εἴτε γὰρ a μεταβάλλοι a 22 μετέβαλλεν GT 23 ὑπάρχει Z 24 τοῦ] τὸ GTZ1 μεταβάλλοντος RZ: μένοντος GTa 25 κοινὸν μὲν εἰ ἐν πᾶσι τὸ φ τοῖς Z 26 πῦρ et πυρὸς] π utrobique a 27 τοῦ] τὸ GT 28 πρὸ om. GT 29 ἔχειν] ἕξει a 31 ἀληθὴς T1 32 ἐναντίωσις (G)a 33 λέγοις a ἐναντίωσις a ἔστι] ἔσται τί Z)

257
πλέον λαβεῖν, οὐκ ἔσται τις ἐναντίωσις ἥτις οὐχ ὑπάρξει ἑνὶ ἑκάστῳ· [*](57r) ὥστε ταὐτὰ πάντα ἔσονται. ἀλλ’ οὐδὲ τοῦτο ἔχει λόγον· ὁ γὰρ ἀπείρους ὑποθέμενος ἐναντιώσεις, διπλασίους τοῦ ἀπείρου ποιεῖ τὰς ποιότητας. ὥστε ἡνίκα ἂν λέγηται ἕκαστον ἀπείρους ἔχειν ἐναντιώσεις, οὐχ ὡς ἐμφότερα τὰ μέρη τῶν ἐναντιώσεων ἔχον λέγεται, ἀλλὰ τὸ ἕτερον μέρος τῆς ἐναντιώσεως καὶ μόνον. ὥστε οὐκ ἄτοπον ἐν τούτοις μὲν τὰ ἕτερα τῶν ἐναντιώσεων θεωρεῖν, ἐν δὲ τοῖς ἄλλοις θάτερα. ἄμεινον δὲ κατὰ τοῦτον τὸν τρόπον ἀκούειν τοῦ λόγου, αὐτὸ καθ’ αὑτὸ ἐξετάζοντα ἐπὶ τῆς οἰκείας φύσεως τὸ θεώρημα, καὶ οὐχ ὡς συνεχὲς πρὸς τὰ προειρημένα· εἰ γὰρ τὸ Π εἰς τὸ ᾦ λέγεις μεταβάλλειν, τὸ δὲ ψ μηκέτι εἰς τὸ Π ἀνακάμπτειν μηδὲ μεταβάλλειν, οὐκ ἔσται ἐναντίωσις τῷ ᾦ πρὸς τὸ Π. εἰ γὰρ ἦν, καὶ μετέβαλεν ἄν τὸ ᾦ εἰς τὸ Π· τὸ αὐτὸ ἄρα ἔσται. καὶ οὕτως ἐφεξῆς διεξιὼν πάντα δείξεις τὰ αὐτὰ ὄντα ἀλλήλοις. εἰ δέ τις λέγοι ὅτι αὐτὸ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμην, ἔχειν αὐτὰ πρὸς ἄλληλα ἐναντίωσιν τὸ Π καὶ | ᾦ, ὅτε τὸ Π ὑπεθέμην εἰς τὸ ᾦ μεταβάλλον, ἐρῶ πρὸς τοῦτον ὅτι [*](57v) ταύτην αὐτὴν ἣν ὑπέθου ἐναντίωσιν σὺ αὐτὸς ἀναιρεῖς, λέγων μηκέτι τὸ ᾦ εἰς τὸ Π μεταβάλλειν. οὕτως δὲ καθόλου τὰ ἐπάνω ὑποτιθέμενος εἰς τὰ κάτω μὴ μεταβάλλοντα ἀναιρεῖς αὐτῶν τὴν ἐναντίωσιν ἣν ὑπέθου ἐν τῇ ἑκάστου πρὸς τὸ ἐφεξῆς μεταβολῇ· ἀναιρουμένης δὲ τῆς ἐναντιώσεως, τὰ αὐτὰ πάντα ἀλλήλοις ἔσονται, ὅπερ εὐλόγως συνήγαγεν.

[*](p. 333a16)

Θαυμάσειε δ’ ἄν τις τῶν λεγόντων πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα.

Δείξας ὅτι οὐ δύναται ἓν τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων οὔτε ὡς ἀμετάβλητον οὔτε ὡς μεταβλητικόν, δεικνυμένου τε διὰ τῶν αὐτῶν λόγων ὅτι οὐδέ τινα ἐξ αὐτῶν στοιχεῖά ἐστι τῶν λοιπῶν, ἐφεξῆς ὑπολείπεται ζητῆσαι εἰ τὰ τέσσαρα στοιχεῖά ἐστι πάντα· εἴρηται γὰρ πρὸς αὐτοῦ ἀνωτέρω, ὅτι “εἰ μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα”. ἐπειδὴ τοίνυν ἀνάγκη ταῦτα ἢ ὡς ἀμετάβλητα ἢ ὡς μεταβλητικὰ στοιχεῖα εἶναι τῶν ἄλλων, πρόκειται αὐτῷ ἐν τῷ παρόντι δεῖξαι ὅτι οὐκἔστιν ἀμετάβλητα, ὥστε τούτου ἐλεγχθέντος ὑπολειφθῆναι τὴν ἀλήθη δόξαν, τὴν λέγουσαν τὰ πάντα εἶναι στοιχεῖα ὡς μεταβλητικὰ εἰς ἄλληλα· ἐπειδὴ δὲ τῆς προκειμένης εἰς ἔλεγχον δόξης Ἐμπεδοκλῆς ἐστιν ὁ προστάτης, πρὸς τοῦτον ἀποτείνεται, δεικνὺς ὅτι οὔτε γένεσιν καὶ φθορὰν τὴν [*](4 ἡνίκ’ ἄν GTa ἔχει R 5 λέγονται GT ἀλλ’ ὡς τὸ ἕτερον a 6 καὶ om. a 7 ἄμεινον οὖν a 8 καθ’ ἑαυτὸ Z 9 καὶ οὐ συνεχὲς ὡς πρὸς Z εἰρημένα GTa 10 τὸ δὲ π εἰς τὸ ψ μηκέτι ἀνακάμπτειν et mox τὼ π πρὸς τὸ ψ Z 12 μετέβαλλεν GT: μετέβαλε (om. ἄν) R 13 δείξας GT λέγει RZ 14. 15 καὶ τὸ ὢ a 15 μεταβάλλειν Z 17 π εἰς τὸ ψ Z οὕτω a 19 ἕξης a 25. 20 ζητῆσαι ἐφεξῆς ὑπολείπεται Z 26 εἰ τὰ] εἶτα R: εἰς τὰ Τ1 27 ἀνωτέρω] c. 5 p. 332 a 26 τούτων πρότερον αἰσθητόν γε Z 30 ἐλεχθέντος GT1a ὑπολειφθῆναι Za: ὑποληφθῆναι cett. 31 ἀμεταβλητικὰ G)

258
κατὰ φύσιν οἷόν τε εἶναι κατ’ αὐτὸν οὔτε αὔξησιν οὔτε κίνησιν τὴν κατὰ [*](57v) φύσιν. πρὶν δὲ αὐτοῦ τὴν δόξαν ἐλέγξαι τὴν περὶ τῶν στοιχείων, δείκνυσιν ἀσύμφωνα αὐτὸν αὑτῷ λέγοντα· ἀμετάβλητα γὰρ αὐτὰ ὑποθέμενος εἶναι, συμβλητὰ αὐτά φησι γράφων “ταῦτα γὰρ ἶσά τε πάντα”. πρῶτον οὖν ἀποδείκνυσιν ὅτι ἀδύνατόν ἐστι τῷ Ἐμπεδοκλεῖ ἀμετάβλητα ὑποτιθεμένῳ τὰ στοιχεῖα συμβλητὰ αὐτὰ φάσκειν εἶναι. εἰ γὰρ συμβάλλοιντο ἀλλήλοις, ἤτοι κατὰ μέγεθος ἀνάγκη αὐτὰ συμβαλέσθαι ἀλλήλοις, ὡς λέγειν τὸ πῦρ ἴσον εἶναι τῷ ἀέρι, ἢ κατὰ τὴν δύναμιν καὶ ποιότητα· ποιότητα δὲ θὼ) ἤτοι τὴν αὐτήν, ὡς ὅταν εἴπω ὅμοιον εἶναι τὸ πῦρ τῷ ἀέρι, διότι ὡς τὸ πῦρ θερμὸν οὕτως καὶ ὁ ἀήρ, ἤγουν κατ’ ἄλλην καὶ ἄλλην ποιότητα τῆς συγκρίσεως γινομένης παραβολῆς· καὶ κατ’ ἄλλην ἤτοι τὴν ἐναντίαν, ὡς ὅταν εἴπω ὡς τὸ πῦρ θερμὸν οὕτως τὸ ὕδωρ ψυχρόν, ἢ οὐκ ἐναντίαν ἀλλ’ ἑτέραν τῷ γένει, ὡς ὅταν εἴπω ὡς τόδε θερμὸν οὕτω τόδε λευκόν, κατὰ ἀναλογίαν τῆς παραθέσεως γινομένης.

Δείκνυσιν οὖν ὅτι πρῶτον οὐ δυνατὸν κατὰ μέγεθος τὴν συμβολὴν αὐτῶν θεωρεῖν ἀμεταβλήτων ὑπαρχόντων. τὸ μὲν γὰρ οὕτως θεωρεῖν τὴν ἰσότητα αὐτῶν, ὡς τῶν ὁλοτήτων ἰσομεγεθῶν ἀλλήλαις ὑπαρχουσῶν, εὔηθες. τὰ μὲν γὰρ καὶ φαίνεται ἐναργῶς μὴ οὕτως ἔχοντα, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, εἴπερ ἐν τοῖς τῆς γῆς κοιλώμασι τὸ ὕδωρ θεωρεῖται, καὶ ἀμφοῖν ὁ ἀὴρ μείζων· τὰ δὲ ἄλλα ἀφανῆ ἔχει τὴν ἀπόδειξιν ἰσότητος, οἷον ὁ ἀὴρ καὶ τὸ πῦρ καὶ πρὸς ἑκάτερον παραβαλλόμενον τὸ ὕδωρ. οὕτως μὲν οὖν οὐ δυνατὸν ἴσα λέγειν ἀλλήλοις εἶναι τὰ στοιχεῖα. ἀλλ’ εἰ ἄρα συμβλητὰ αὐτὰ εἶναι λέγει κατὰ μέγεθος, οὕτως ἄν αὐτὰ λέγοι, ὡς ἂν μεταβάλλοντα αὐτὰ εἰς ἄλληλα τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκειμένης· οἷον ὡς εἰ λέγοιμεν τὸ ὅλον ὕδωρ ἴσον εἶναι τῷ ὅλῳ ἀέρι, διὰ τὸ τὴν ἴσην καὶ τὴν αὐτὴν ὕλην εἶναι ἐν ἑκατέρῳ, ἥτις δύναται ἐκτεινομένη τε ποιεῖν τὸν ἀέρα καὶ πάλιν συστελλομένη τὸ ὕδωρ. τοῦτο δὲ ἀδύνατον αὐτῷ θεωρεῖν, εἰ μὴ ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς. ἐπειδὴ γὰρ ὁρῶμεν τὸ ξεστιαῖον φέρε ὕδωρ εἰς δεκαξεστιαῖον ἀέρα μεταβάλλον, εἰ οὕτως τύχοι, φαμὲν ταύτῃ ἴσον εἶναι τῷ ξεστιαίῳ ὕδατι τὸν δεκαφεστιαῖον ἀέρα, τῷ ἐκ τῆς αὐτῆς ὕλης ἄμφω εἶναι μανουμένης τε καὶ πυκνουμένης, καὶ ταύτην κἀπὶ τῶν ὁλοτήτων σῴζεσθαι τὴν ἀναλογίαν τῆς ὑπεροχῆς, ἥτις ἐπὶ τῶν μερῶν θεωρεῖται. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τοῖς Μετεώροις τὴν ἀναλογίαν τοῦ ὕδατος πρὸς τὸν ἀέρα ἔλαβεν ἐκ τῆς [*](3 αὑτῷ a: αὐτῶ cett. 4 γράφων] Emped. v. 87 St. 114 K. 7 ἤτοι κατὰ μέγεθος ἀνάγκη αὐτὰς (sic) συμβαλέσθαι συμβάλλεσθαι Z) ἀλλήλοις RZ: om. GTa 8 κατὰ τὴν ποσότητα ἔσται, ἡ κατὰ > δύναμιν suppleverat a 10 οὕτω a 11 γινομένης καὶ τῆς παραβολῆς a 12 οὕτως] οὕτως τῷ, si recte enot., G: οὐ τῷ a 13 ὡς τὸ θερμὸν Τ1 τὸ δὲ λευκὸν R 14 κατὰ τὴν T 15 συμβουλὴν Z 10 οὕτω Za 17 ἰσομεγεθῶν compend. R 19. 20 καὶ ἀμφοῖν ὁ ἀὴρ μείζων RZ: καὶ ἀμφοῖν om. GT: μείζων ἄν εἴη ἡ γῆ a, qui post εἴπερ inserit γὰρ 22 οὕτω a οὖν ἀδύνατον Z 23 λέγει (post εἶναι) RZ: λέγοι GTa 24 αὐτὰ om. add. T2 25 ὡς om. a 26 τὴν ὕλην ἴσην καὶ τὴν αὐτὴν Z ὲν om. a 30 οὕτω (G)a 31 τῷ] τὸ R 32 ταύτῃ T 34 Μετεώροις] A 3 p. 340 a 11)

259
τῶν μερῶν μεταβολῆς • ἣν γάρ, φησίν, ἔχει τὸ ὕδωρ τὸ τοσόνδε ἀνα- [*](57v) λογίαν πρὸς τὸν ἀέρα τὸν ἐξ αὐτοῦ γινόμενον, ταύτην εἰκὸς καὶ τὸν ὅλον ἀέρα πρὸς τὴν ὁλότητα τοῦ ὕδατος ἔχειν. ὅτι μὲν οὖν οὐ δύνατον εστι κατὰ μέγεθος συμβλητὰ εἶναι ἄλλως ἢ τῷ ἔχειν ἴσην τὴν ὕλην δυνα- μένην τὸ μέγεθος ἑκατέρου τῶν συμβλητῶν δέχεσθαι, καὶ ὅτι ἡ τοιαύτη ἀντιπαράθεσις ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς ἐξ ἀνάγκης θεω- θεωρεῖται, ἱκανῶς εἴρηται. ὥστε ἀσύμφωνον τὸ συμβλητὰ εἶναι λέγειν τὰ στοιχεῖα κατὰ μέγεθος τῷ ἀμετάβλητα φυλάττοντι αὐτά. ἐπισκεψώμεθα οὖν μὴ ἄρα κατὰ τ̀ς δυνάμεις οἷόν τε αὐτὰ συμβλητὰ εἶναι λέγειν, οἷον ὡς τὸ ξεστιῖον πῦρ φέρε θερμόν ἐστιν, οὕτω καὶ ὁ δεκαξεστιαῖος ἀήρ, | κατὰ τὴν αὐτὴν δύναμιν τῆς παραβολῆς θεωρουμένης. ἀλλ’ οὐδὲ ταύτην [*](58v) θεωρεῖν δυνατὸν ἀμεταβλήτων ὄντων τῶν στοιχείων· τῆς γὰρ αὐτῆς ποιό- τητος μία καὶ ἡ αὐτὴ (y,> ὑποκειμένη ὕλη. ὥστε εἰ λέγεις τὸν δεκαπλάσιο-ν ἀέρα ἴσην ἔχειν δύναμιν τῷ δεκάτῳ μέρει τοῦ πυρός, ἀνειμένην θεωρεῖς τὴν τοῦ ἀέρος δύναμιν, τὴν δὲ τοῦ πυρὸς ἐπιτεταμένην. μιᾶς δὲ οὔσης καὶ τῆς αὐτῆς ὕλης τῆς ὑποκειμένης τήν τε ἀνειμένην δύναμιν ἐπιταθῆναι δυνατὸν καὶ τὴν ἐπιτεταμένην ἀνεθῆναι· ἀνάγκη γὰρ μιᾶς οὔσης καὶ κοινῆς ἀμφοῖν τῆς ὕλης δυνάμει ἐν αὐτγ͂ͅ θεωρεῖσθαι ὅπερ ἑκάτερον· ὁ ὐτὸς δὲ πάλιν ἔσται λόγος τῆς παραθέσεως κατὰ τὰς ἐναντίας δυνάμεις λαμβανο- μένῃς, λεγόντων ἡμῶν ὡς τὸ πῦρ ξηρὸν οὕτως ὁ ἀὴρ ὑγρός, ἢ ὡς τὸ πῦρ θερμὸν οὕτω τὸ ὕδωρ ψυχρόν. ὁ γὰρ ἐναντίας εἰπὼν δυνάμεις καὶ μίαν ἀμφοῖν τὴν ὕλην, τὸ τριχῇ διαστατόν, καὶ μεταβολὴν ἀνάγκη θεωρεῖν· τὰ γὰρ ἐναντία ἀνάγκη δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἐπεὶ οὐδὲ ἐναντία λέγοιτ’ ἄν εἶναι.

Et τοίνυν μήτε κατὰ μέγεθος μήτε κατὰ δύναμιν ἢ τὴν αὐτὴιν ἡ τὴ,ν ἐναντίαν οἷόν τέ ἐστι παράθεσιν θεωρεῖν τῶν στοιχείων ἀμεταβλήτων αυ- τῶν φυλαττομένων , ζητητέον μὴ ἄρα κατὰ τὸν τρίτον 〈τρόπον〉 δύναται ὁ Ἐμπεδοκλῆς θεωρεῖν τὴν τῶν στοιχείων σύγκρισιν, τὸν κατὰ ἀναλογίαν xwv ἑτερογενῶν δυνάμεων, ἵνα εἴποι ὡς τόδε θερμὸν τόδε λευκόν· φησὶ δὲ ὁ Ἀριστοτέλης, ὅτι κατὰ τοῦτον μόνον τὸν τρόπον δυνατὸν αὐτῷ συμβλητὰ is λέγειν τὰ στοιχεῖα ἀμετάβλητα αὐτὰ ὑποτιθεμένῳ· οὐδὲ γὰρ δυνατὸν λέγειν τὰς ἑτερογενεῖς δυνάμεις δρᾶν ἢ ὅλως μεταβάλλειν εἰς ἀλλήλας, οἷον τὴν λευκότητα εἰς γλυκύτητα. ὅσον μὲν οὖν πρὸς τὸ μὴ ἀνατρέπειν τὴν περὶ τῶν ἀμεταβλήτων στοιχείων ὑπόθεσιν ὀρθῶς ἄν ἔχοι ἡ κατὰ τοῦτον τὸν τρόπον θεωρουμένη παράθεσις, τῷ μὴ εἰσάγειν καθάπερ αἱ ἄλλαι μετ,α- βολὴν τῶν στοιχείων· πλὴν αὐτὴ καθ’ αὑτὴν ἐξεταζομένη ἡ δόξα οὐκ [*](1 τὸ τοσόνδε ὕδωρ Z 4 τὸ μέγεθος a τὴν om. Z 7 συμβλητὸν GT 8 ,ἐπισκειψώ- μέθᾳ RZa: συμβλητὰ εἶναι λέγειν ^T 9 οὖν μὴ οὑν ἄρα a συμβλητὰ αυτἀ-λεγειν εἶναι Z οἷον om. RT 10 εἶναι πῦρ GT οὕτω δὲ καὶ T 12 δύνατον θεωρεῖν R ^ 13 <ἡ> addicli ex F IG τε om. GTa 17 ἐπετεταμἐνην T ἀνάγκης (G)a I’J κατὰ (hoc in eras. T2) τὰ τὰς T 20 ὡς] καὶ GT 24 εἶναι ἄλλως a 25 εἰ μὴ τοίνυν μήτε Z 27 τρόπον addidit a 28 τὸν Z: τὴν cett. 29 eiTir) Za 30. 31 αυ- Tiu- δυνατὸν om. R 33 τὴν] τῶν Z περὶ om. a 35. 3G μεταβολλην G)

260
ἀνέλεγκτος ὑπάρχει, εἰ μὴ τὴν ἑτέραν μόνην δύναμιν τῆς συστοιχίας θεω- [*](58r) ρήσειέ τις ἐν τοῖς στοιχείοις ὑπάρχουσαν , τὴν δὲ ἑτέραν μηκέτι, οἷον εἰ τὴν λευκότητα λέγοι ὑπάρχειν τοῖς στοιχείοις, τὴν μελανότητα δὲ μηκέτι, καὶ γλυκύτητος μὲν φαίη αὐτὰ μετέχειν, πικρότητος δὲ μηδαμῶς· οὕτω δὲ κἀπὶ θερμοῦ καὶ ψυχροῦ. πρῶτον ἀποκληρωτικὸν τοῦτο, τὸ ταύτας μὲν ὑπάρχειν, τὰς ἀντιστοίχους δὲ μηκέτι , ἔπειτα καὶ μάτην ἔσονται μὴ ἔχουσαι εἰς ὅ τι δράσουσιν ἢ πρὸς οὗ πείσονται. εἰ δὲ εἶεν μὲν αἱ ἐναν- τίαι, τὴν ἀντιἵ αράθεσιν δὲ φαίη κατὰ τὰς ἑτερογενεῖς θεωρεῖσθαι καὶ μόνον, ἥξουσιν οἱ προειρημένοι λόγοι. ὅπου γὰρ ἐναντιότης, ἐκεῖσε καὶ πάθος ἐξ ἀνάγκης καὶ μεταβολή· ἐπεὶ οὐκ ἄν εἴη ἐναντία τὰ μὴ μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα.

[*](p. 333a20)

Et μὲν οὖν κατὰποσόν, ἀνάγκητὸ αὐτὸ εἶναιὑπάρχον ἅπασι τοῖς συμβλητοῖς to μετροῦνται.

Ὅτι κατὰ τὰ μεγέθη καὶ τοὺς ὄγκους οὐ δύνανται συμβλητὰ εἶναι δείκνυσιν. ὡμολόγηται γὰρ ἐκ τῆς αἰσθήσεως ὅτι οὐ πάντα ἐστὶ τοῖς ὄγκοις ἴσα. ὁ γὰρ ἀὴρ μείζων ἐστὶ τῆς γῆς καὶ τοῦ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεύσαντος ὕδατος, ἄδηλος δὲ καὶ ἡ τοῦ πυρὸς καὶ ἡ τοῦ ἀέρος πρὸς ἄλληλα κατὰ ποσὸν συμβολή, ἵνα μὴ λέγω ὅτι τὸ ὑπέκκαυμα περιέχον τὸν ἀέρα εὔλογον εἶναι μεῖζον τοῦ ἀέρος καὶ τῶν ἐντὸς ἀπάντων. ὥστε ἀδύνατον τοῖς ὄγκοις τὴν ἰσότητα λαμβάνειν. λέγοιντ’ ἄν οὖν ἴσα τοῖς ὄγκοις ὡς ἐξ ἴσου τοῦ ὑποκειμένου τῆς ἐφ’ ἑκάτερον γενομένης μεταβολῆς, ὅτι τοσοῦτον ὑποκείμενον μανούμενον μὲν ποιεῖ δεκαπλασίονα τυχὸν ἀέρα, πυκ- νούμενον δὲ τὸ δέκατον τούτου κατὰ τὸν ὄγκον ὕδατος· τοῦτο γὰρ αὐτῷ δηλοῖ καὶ τὸ ᾧ μετροῦνται, τουτέστι καθ’ ὃ ἴσα ἐστὶ τῷ ὑποκειμένῳ. τούτου δὲ οὕτως ἔχοντος οὐκ ἄν εἶεν ἀμετάβλητα τὰ στοιχεῖα, ὄντος αὐτοῖς κοινοῦ τοῦ ὑποκειμένου , ὃ συστελλόμενον μὲν ποιεῖ τὸ ὕδωρ, ἐκ- τεινόμενον δὲ τῇ μανώσει τὸν ἀέρα· τοῦτο δὲ μεταβολή ἐστι.

[*](1 ἀνέλεγκτος R: ἀνἐλεκτος Z: ἀνέγκλητος GTa συστοιχείας libri praeter T- 2 ἐν om. Za ὑπαρχούσας (G)a οὐκέτι G>T εἰ] εἰς GT’ 3 λέγει e corr. Z: φαίη a 5 πρῶτον μὲν a τὸ Z: τῷ cett. τὰς αὐτὰς μὲν Z 7 εἰς] ἐσ R δράσωσιν GTa 9 ἐκεῖ a 11 φθείροντι RT 12. 14 leramate om. pergit τούτων οὕτω προδιεσἀφηθέντων θεωρῶμεν τὴν λέξιν. ὅτι μὲν οὑν κατὰ τὰ μεγέθη a 12 ποσόν RZ (Ar. cod. E): τὸ ποσόν GT αὐτὸ RZ: αὐτό τι GT (cf. Ar.) 14 δύναται GTa 16 μεῖζον GT κὐλώμασιν R αὐτοῖς Z’ 18 τὸ ποσὸν a συμπλοκή Z 19 μεῖζον εἶναι Z καὶ τῶν λοιπῶν ἁπάντων τῶν ἐντός a 20 λέγειν τ’ (i : λέγοιτ RT’-’ 21 τοῖς ὑποκειρένοις Z γινομένης (G)a 22 τὸ τοσοῦτον GTa δεκαπλάσιον a ἀέρα τυχὸν Z 23 αὐτὸ Z 24 τὸ] xto G ἐστὶν ἐν xdi Z 25 δὲ iu eras. T2)
261
[*](p.333a23)

Eἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ 58r ποσοῦ, ἀλλ’ ὅσον δύναται.

Ἐἐπὶ τὴν ἐν τῖς δυνάμεσιν ἐκ τῶν ὄγκων μετῆλθέν ἰσότητα· εἰ γὰρ μὴ κατὰ ποσόν, φησίν, ἴσα λέγοιεν, τῷ ἐξ ἴσου τινὸς ὑποκειμένου καὶ τὸ μεῖζον αὐτῶν καὶ τὸ ἔλαττον γενέσθαι, ὡς πρότερον ἐλέγμεν, λείπεται κατὰ τὰς δυνάμεις λέγειν αὐτὰ συμβλητὰ εἶναι, ὅτι ἐξισοῦνται αἱ δυναμεις αὐτῶν κατὰ τὴν τοὐ ποσοῦ ἀναλογίαν. καὶ τέως ἦι αύτὴ δυναμις υποκείσθω, ἵνα ἡ ἐν τῷ δεκαπλασίῳ τυχὸν ἀέρι θερμότης ἴση γένοιτο ἐν δεκάτῳ κατὰ τὸν ὄγκον μέρει τοῦ πυρός. τὸ δὲ μὴ ὡς ποσὸν ἐκ ποσοῦ δηλωτικόν ἐστι τοῦ μὴ ἔκ τινος ἴσου ποσοῦ μεταβάλλειν καὶ εἰς τὸ μεῖσον καὶ εἰς τὸ ἔλαττον τῇ πυκνώσει καὶ τῇ μανώσει, ἄλλα κάτα δυναμιν ἡ ἰσότης εἰλήφθω. πρὶν δὲ εἰπεῖν τὰ ταύτῃ τῇ ὑποθέσει παρακολουθοῦντα ἄτοπα, μέτεισιν ἐπὶ τὴν κατ’ ἀναλογίαν ἰσότητα τῶν δυνάμεων, ἐν ᾗ λαμβάνει τὰ τῷ γένει διαφέροντα, οἷον λευκὸν καὶ θερμόν, ὁμοιότητά τίνα καὶ ἀναλογίαν κατὰ τὰς δυνάμεις τῶν ποιοτήτων ἔχοντα πρὸς ἄλληλα, /να λέγωμεν ὅτι ὅσον ἐστὶ τόδε τὸ πῦρ θερμὸν τοσοῦτόν εστι τόδε τὸ υδωρ λευκόν. μόνως γὰρ οὕτως συμβλητὰ λέγειν αὐτὰ δύναται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων. οὐ γὰρ μεταβάλλει τὸ λευκὸν εἰς τὸ θέρμον ἡ ἐμπαλιν· ἀμετάβλητα γὰρ εἰς ἄλληλα τὰ ἑτερογενῆ.

[*](p. 333a29)

Τὸ δὲ ὡς τόδε σημαίνει τὸ ὅμοιον, ἐν δὲ τῷ ποσῴ τί) ἴσον.

Εἰ μὴ κατὰ ποσὸν συμβλητά ἐστι τὰ στοιχεῖα, ἀλλὰ κατὰ τὴν εἰρημένην ἀναλογίαν, κακῶς ὁ Ἐμπεδοκλῆς ἔλεγε “ταῦτα γὰρ ἰσα τε παντα τὸ μὲν γὰρ ἴσον ἐν ποσότητι, τὸ δὲ ὅμοιον ἐν ποιότητι· ἔδει οὑν ὅμοια εἰπεῖν καὶ μὴ ἴσα.

[*](p 333a30)

Ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλγίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων.

Eἴπερ ἄρα, φησί, συμβλητὰ εἶναι λέγει τὰ στοιχεῖα ὁ Ἐμπεδοκλῆς [*](1 4 om. lemm. pergit ταῦτα δὲ εἰπὼν, ἐπὶ τὴν ἐν ταῖς δυνάμεσι (om. ἐκ τῶν ὅ.) μετῆλθεν ἰσότητα καὶ φησίν. εἰ μὴ κατὰ τὸ (ad hoc nihil enot. ex G) πόσον ἴσα λέγοιεν a 1 οὅτω RZ: οὅτως GT 1. 2 ἐκ ποσοῦ om. Z 4 ὑποκειμένω corr. R 5 γίνεσθαι a 6 λέγειν om. Z 7 τοῦ om. R ὁ 8 γένηται Ta 13 κατ’ Z: κατὰ R: κατὰ xrjv GTa 16 τὸ δὲ τὸ πῦρ a 17 μό(??) R οὕτω Za 18 ἥ om add T2 20. 22 τὸ δὲ προσκείμενον, τὸ δὲ ὡς τόδε ἐν μὲν ποιῷ σήμαινε το ομοιον, ἐν δὲ ποσῷ (hoc etiam G, si silentio fides; nou τῷ ποσῷ) τὸ ἴσον, βαύλεται δηλοῦν, ὡς ει μὴ κατὰ ποσὸν a 20 σημαίνει Z: ἐν, μὲν ποιῶ σημαίνει GT: σημαίνει ἐν μὲν τῶ ποιῶ R: at cf Ar cod E 26. 262,1 ἄτοπόν γε μὴν φησι φαίνεται, εἰ μὴ ἀναλογία λέγοι ταύτα συμβλητὰ, ἀμετάβλητα λέγων, ἀλλ (sic) μέτρω δυνάμεων· ἀδύνατον γὰρ ἀυτὰ a 26 δὴ] δὲ T 28 φησί om. Z)

262
ἀμετάβλητα λέγων, ἀδύνατον αὐτὰ μέτρῳ τῶν δυνάμεων συμβλητὰ εἶναι [*](58r) λέγειν, οἷον ὡς τόδε τὸ ὕδωρ | ψυχρὸν οὕτω φέρε καὶ ὁ δεκαπλασίων αὐτοῦ [*](58v) ἀήρ. τὸ γὰρ τὰ διαφέροντα κατὰ ποσὸν ἴσον δύνασθαι λέγειν ταῖς δυνάμεσι ταῖς αὐταῖς οὐκ ἔστιν αὐτὰ τηροῦντος ἀμετάβλητα, ὡς ἔφθημεν δείξαντες· τὸ γὰρ πλέον κατὰ τὴν αὐτὴν δύναμιν καὶ ἔλαττον οὐκ ἄλλως ἐστὶν ἢ τῷ ἐκ τῆς αὐτῆς ὕλης <εἶναι>, τοῦτο δὲ ἐπιτάσει καὶ ἀνέσει τῶν δυνάμεων συμβαίνει· τοῦτο δὲ μεταβολή ἐστι. μόνως οὖν τῇ τῶν ἑτερογενῶν δυνάμεων καὶ διὰ τοῦτο μὴ μεταβαλλουσῶν εἰς ἀλλήλας ἀναλογίᾳ συμβλητὰ λέγειν Ἐμπεδοκλῆς δύναται τὰ στοιχεῖα.

[*](p. 333a32)

Καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὁμοίως πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον.

Ἐπειδὴ εἶπεν ἴσον θερμόν, τὸ δὲ ἴσον τοῦ ποσοῦ, μετέβαλεν εὐθὺς εἰς τὸ ὅμοιον εἰπὼν ἢ ὁμοίως πυρὸς τοσονδί. πῶς δὲ δυνατὸν ἐν ὀλίγῳ ὄγκῳ ἀέρος καὶ ἐν ἐλάττονι πυρὸς τὴν ὁμοίαν εἶναι θερμότητα, δείκνυσιν ἐπαγαγὼν τὸ γὰρ αὐτὸ πλέον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον, τὸ αὐτὸ μὲν ἐπὶ τῆς δυνάμεως εἰληφώς ὑπόκειται γὰρ καὶ ὁ ἀὴρ θερμὸς καὶ τὸ πῦρ), τὸ δὲ πλέον ἐπὶ τῶν ὄγκων· ὑπόκειται γὰρ πολλαπλασίων ὁ ἀὴρ τοῦ πυρὸς τῷ ὄγκῳ, κατὰ δὲ τὴν θερμότητα ἴσος αὐτῷ. ἀδύνατον δὲ τὴν αὐτὴν δύναμιν ἐν διαφόροις εἶναι μεγέθεσι, μὴ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ἀμφοῖν ὕλης. εἰ δὲ οἱ ἄνισοι ὄγκοι πυρὸς καὶ ἀέρος ὁμοίως εἰσὶ θερμοί, ἐὰν ἄρα λάβω τὸν ἴσον τῷ πυρὶ τοῦ ἀέρος ὄγκον, ἐλάττων ἔσται ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πυρί. ὥστε ἀνέσει καὶ ἐπιτάσει τὸ αὐτὸ ὑποκείμενον μᾶλλον θερμὸν γίνεται καὶ ἧττον· τοῦτο δὲ μεταβολή ἐστιν· οὐκ ἄρα ἀμετάβλητα τὰ στοιχεῖα φυλαχθήσεται.

[*](p. 333a35)

Ἀλλὰ μὴν οὐδ’ αὔξησις ἂν εἴη κατ’ Ἐμπεδοκλέα, ἀλλ᾿ ἢ κατὰ πρόσθεσιν.

Δείξας ὡς ἀσύμφωνα αὐτὸς ἑαυτῷ ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ συμβλητὰ εἶναι πρὸς ἄλληλα, δείκνυσι νῦν ὅτι οὕτε αὔξησίς ἐστι κατ’ αὐτὸν οὔτε γένεσις ἡ κατὰ φύσιν, εἰ ἀμετά- βλητα εἴη τὰ στοιχεῖα· καὶ τέως ὅτι αὔξησις οὐκ ἔστιν, εἰ μὴ ὁμωνύμως [*](2 τόδε τὸ] τὸ T: τόδε Ga ὕδω (sic) a 3 τῶ γὰρ Z 4 ἀμετάβλητα om. GT ἔφημεν RZ 6 τῷ] τὸ Z εἶναι addidit a 8 μεταβαλουσῶν R 9 ὁ Ἐμπεδοκλῆς a 9. 12 τὰ στοιχεῖα. εἰπὼν δὲ ἴσον θερμὸν, ἐπειδὴ τὸ ἴσον τοῦ ποσοῦ, μετέβαλεν εὐθὺς a 10 τῷ scripsi: τὸ GRTZ (et Ar. cod. L) ὁμοίως] cf. Ar. cod. Ε 12 μετέβαλλεν GT 16 εἰληφός a 17 τὸν ὄγκον Z 19. 20 μεγέθεσιν εἶναι Z 21 ἐὰν] ἓν R 22 ἐλάττων δ’ ἔσται R 24. 25 τοῦτο δὲ— φυλαχθήσεται om. a 27 ἣ] ἡ ἡ a πρόθεσιν Z 29 νῦν δείκνυσιν Z 30 κατὰ ταὐτὸν R 31 ὁμώνυμος R)

263
ἡ κατὰ πρόσθεσιν λεγομένη. καὶ γὰρ εἴ τις ὕδωρ ἐπιπροσθείη ὕδατι καὶ [*](58v) ποιήσει πλεῖον, εἰώθαμεν λέγειν ‘ηὔξηται τὸ ὕδωρ’. ὁμοίως ἐπὶ οἰκοδομήματος ἢ πλαστουργήματος προσθήκης ἔξωθεν γινομένης. ἀλλ’ οὐκ αὔξησις τοῦτό ἐστιν, ἀλλὰ τοῦ ὁμοίου πρόσθεσις. τίς γὰρ ἡ κατὰ φύσιν αὔξησις, ἔφθη δείξας ἐν τῷ πρώτῳ λόγῳ, ὅτι ἀλλοιουμένης τῆς ὕλης τῆς αὐξούσης, λέγω τῆς τροφῆς, καὶ προστιθεμένης τοῖς μορίοις καὶ ὑπὸ τῆς ἐν αὐτοῖς ἀλλοιωτικῆς δυνάμεως ἐξομοιουμένης αὐτοῖς, καὶ τοῦ αὐξομένου κατὰ πάσας τὰς διαστάσεις ἐπιδόντος.

[*](p. 333b3)

Πολὺ δὲ χαλεπώτερον ἀποδοῦναι περὶ γενέσεως τῆς κατὰ φύσιν.

Κατὰ φύσιν εἶπε, διότι γίνεταί τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν καὶ κατὰ τύχην. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς συνιόντων φησὶ τῶν στοιχείων ὅπως ἂν τύχοιεν ἄλλοτε ἄλλα γίνεσθαι· τοῦτο γὰρ καὶ Ἀριστοτέλης ἐδήλωσεν εἰπὼν ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν. ἀλλὰ τὰ μὲν ὑπὸ τύχης γινόμενα καὶ ὑπὸ τοῦ αὐτομάτου σπάνια, τὰ δὲ ὑπὸ λόγου καὶ φύσεως ἀεὶ ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πλεῖστον· ἀεὶ γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος καὶ ἐξ ἀμπέλου ἄμπελος. εἰ γὰρ ἡ τύχη ἐπὶ τῶν σπανίων, τὰ ἄρα μὴ σπανίως ἀλλ’ ἀεὶ γινόμενα ἢ ὡς ἐπὶ τὸ πλεῖστον, οὐκ ἀπὸ τύχης ἀλλ’ ὑπὸ λόγου καὶ φύσεως γίνεται. καὶ ἄλλως εἰ ἀπαθῆ τὰ στοιχεῖα, γένεσις οὐδενὸς ἔσται, “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. τοῦτο δὲ οὐ φαίνεται οὕτως ἔχον· πόθεν γὰρ τὰ ποικίλα τῶν συνθέτων εἴδη καὶ τῶν ἐμψύχων ἡ διοργάνωσις; ἡ γὰρ μίξις μεσότητα τῶν συνελθόντων ποιεῖ μόνην, οὐ μεταβολὴν οὐσίας καὶ ὀργάνων διάπλασιν.

Ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί· τί οὖν τούτου αἴτιον; οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ. εἰ μὴ ἡ τυχοῦσα μίξις ὀστοῦν ποιεῖ ἢ νεῦρον ἢ σάρκα ἢ ὅπερ ἔτυχεν, ἀλλ’ ἐν λόγῳ τῆς καθ’ ἕκαστον μόριον γινομένης μίξεως, τί τῆς κατὰ λόγον καὶ ἐν τάξει τινὶ γενέσεως αἴτιον; οὐ γὰρ δή γε, φησίν, ἡ γῆ, τουτέστιν ἡ τῶν στοιχείων σύνοδος· ὡς γὰρ εἶπον, κρᾶσίν τινα καὶ μεσότητα δυνάμεων συνιόντα ποιεῖ τὰ στοιχεῖα, οὐ μὴν οὐσίαν ὀστοῦ ἢ [*](1 πρόθεσιν GT1 ἐπιπροσθέη Z 2 ποιήσει RZ: ποιήση GT1: ποιήσειε fort, recte T2: ποιήσοι a 5 ὕλης RZ: σαρκὸς GTa 8. 11 ἐπιδόντος. ἀλλὰ καὶ τὸ αἴτιον φησὶ τῆς κατὰ φύσιν γενέσεως χαλεπώτερον ἀποδοῦναι. κατὰ φύσιν δὲ εἶπε a 9 τὸ χαλεπώτερον GT 12 τύχην] τέχνης T 13 τύχοι ἐν ἄλλα τε ἄλλο γίνεσθαι a 14 ἀλλ’ οὐχ] οὐ γὰρ Ar. codd. praeter FH 15 καθάπερ Z: καθὼς a; at cf. Ar. cod. E 16 ὑπὸ prius om. Z 17 ἐπὶ] ἀπὸ R1 21 ἀλλὰ κτλ.] Emped. v. 38 St. 79 Κ. ἀλλὰ οὐ μόνον (ex Ar. p. 333 b 14) et διάλεξίς GT τε prius om. R 22 γὰρ om. Z 23 συνελθόντων ex συνθέτων ut vid. corn T2 24 μεταβολὴ GT 25 Ἀλλ’ om. a ἔτυχεν οὖν ἐλθόντων GTa καθὼς a 26 τούτων Ar. (praeter cod. E) 27 εἰ γὰρ μὴ a 28 ἡ om. add. T2 τῆς RZ: ἡ GTa γινομένης μίξεως] γίνεται μίξις a: num μίξεως τι κατὰ φύσιν x003E;? Bt μίξεως (sic) e codd. adnotatum invenio)

264
νεύρου ἢ φλεβὸς ἢ τῶν ἄλλων ὁμοιομερῶν ἢ ὀργανικῶν τινος. ἀνάγκη 58v οὖν λόγον καὶ φύσιν αἰτιᾶσθαι τὴν τούτων ποιητικήν, ἣν ἐκεῖνος οὐκ ἀπο- δίδωσιν.

[*](p. 333b12)

Ἀλλὰ μὴν οὐδ’ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον. τοῦτο δ’ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου, ἀλλ’ οὐ μόνον ‘‘μίξις τε διάλλαξίς τε μιγέντων”, ὥσπερ ἐκεῖνός φησι.

Oὐδὲ ἡ φιλία, φησί, καὶ τὸ νεῖκος τῆς κατὰ λόγον γενέσεως αἴτια· μόνης γὰρ ἡ φιλία συγκρίσεως κατ’ αὐτὸν καὶ τὸ νεῖκος διακρίσεως αἴτιον. τί οὖν τὸ ποιοῦν τὴν ἐν λόγῳ μίξιν; καὶ γὰρ ἐπὶ τῆς τεχνητῆς μίξεως αἱ μὲν δυνάμεις τῶν συνελθόντων τῆς ἁπλῆς μίξεως αἴτιαι, τῆς δὲ κατὰ λόγον συνόδου καὶ ἐπὶ | ποσὸν συγκρίσεως ἡ τέχνη αἰτία. ὥστε [*](59r) ἄλλο τι παρὰ τὴν φιλίαν αἰτιατέον τῆς ἐν λόγῳ μίξεως, τοῦτο δέ ἐστιν ἣν καλοῦμεν φύσιν, ὅπερ ἐστὶν ἡ ἑκάστου οὐσία. ὁ δὲ Ἐμπεδοκλῆς αὐτὸ τοῦτο μόνον τὴν ὑπὸ τῆς φιλίας γινομένην μίξιν καὶ τὴν ὑπὸ τοῦ νείκους διάκρισιν φύσιν ὀνομάζεσθαί φησιν· οὕτω δὲ κατ’ αὐτὸν καὶ τὰ ὡς ἔτυχε μιγνύμενα χωρὶς λόγου παντὸς φύσιν ἔδει καλεῖν, ὁμοίως δὲ καὶ τὰ διακρινόμενα. εἰ οὖν ἐστὶν ἐν τούτοις καὶ τὸ παρὰ φύσιν, οὐκ ἄρα ἡ τυχοῦσα μίξις οὐδ’ αὖ πάλιν ἡ διάκρισις φύσις ἂν δικαίως καλοῖτο, ἀλλ’ ἡ κατὰ λόγον, περὶ ἧς Ἐμπεδοκλῆς οὐδὲν εἴρηκεν.

[*](p. 333b19)

Ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ τὸ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον ἐπαινεῖ. ‘Η κατὰ λόγον, φησί, μίξις, καθ’ ἣν ἡ ἑκάστου χαρακτηρίζεται οὐσία, τὸ ἑκάστου εὖ καὶ τὸ ἀγαθόν ἐστιν· ἑκάστῳ γὰρ ἀγαθὸν τὸ κατὰ φύσιν, τοῦτο δὲ τὸ κατὰ λόγον. ἀλλ’ ὁ Ἐμπεδοκλῆς τοῦτο καταλιπὼν τὴν μίξιν καὶ] μόνον ἐπαινεῖ. καίτοι εἰ μὴ κατὰ λόγον γίνοιτο, ψόγου μᾶλλον ἀξία ἐστί· φθορᾶς γὰρ αἰτία γίνεται.

[*](p. 333b20)

Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ’ ἡ φιλία τὰ φύσει πρότερον τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα.

Ἐμπεδοκλῆς θεὸν καλῶν τὸν σφαῖρον τὴν μὲν φιλίαν ἐπινεῖ ὡς [*](4 οὐδὲ φιλία R 6 ἥ γε ἑκάστου a ἀλλὰ μόνον Z: ἀλλὰ | ἀλλὰ μόνον R διάλεξίς GT 8 οὐδὲ ἡ φιλία, φησί om. GT: ἀλλ’ οὐδὲ ἡ φιλία et mox φησίν post αἴτια suppleverat a 9. 10 αἴτιον post συγκρίσεως traicit a 10 τεχνητῆς R: τέχνης τῆς ΤΖ: τεχνικῆς τῆς (G)a 15 μόνον τοῦτο R 19 καλεῖτο a ἀλλ’ ἢ R 21. 23 om. lemm. pergit ἀλλὰ καὶ ἡ κατὰ λόγον φησὶ a 21 τὸ alterum om. Ar. 23 Ἡ] οὐ GT, qui mox φησὶν ἡ μίξις ἡ om. add. Τ2 26 καὶ delevi (om. F) μόνην R 27 φθορᾶς μὲν γὰρ GT αἴτια Ra 28. 30 om. lemm. pergit ἐπεὶ δὲ ὁ Ἐμπεδοκλῆς θεὸν a 28 γε RZ: τε GT διακρινεῖ R 29 πρότερα Arist. θεοῦ RZ: θερμοῦ GT 30 θεὸν μὲν καλῶν Z)

265
αἰτίαν τούτου τῇ πάντων συγκρίσει, τὸ δὲ νεῖκος ψέγει ὡς διακριτικὸν τοῦ [*](59r) θεοῦ· πρῶτα γὰρ ὄντα τὰ στοιχεῖα τοῦ σφαίρου ὑπὸ τῆς φιλίας συγκριθέντα πεποίηκεν αὐτόν. ὁ οὖν Ἀριστοτέλης εἰς τοὐναντίον περιτρέπει τὸν Ἐμπεδοκλέα, ὅτι μᾶλλον διακρίσεως ἐστιν αἴτιον κατ’ αὐτὸν ἡ φιλία. εἰ γὰρ ἐκ τῶν στοιχείων ὁ σφαῖρος γέγονεν, οὐ δήπου μενόντων ὡς ἔχουσι φύσεως· οὐκοῦν διέκρινεν ἀπ’ αὐτῶν τὰς ἕκαστον πρὸ τοῦ σφαίρου χαρακτηριζούσας ποιότητας ἀπὸ τῶν ὑποκειμένων αὐταῖς· οὐ γὰρ ἄν ἄλλως ἓν εἶδος ἐλάμβανε πάντα, τὸ τοῦ σφαίρου. εἰ οὖν διάκρισίς ἐστιν ὡς τοῦ εἴδους ἀπὸ τῆς ὕλης χωρισμός, τοῦτο δὲ πεποίηκεν ἡ φιλία, διακρίσεως ἄρα μᾶλλόν ἐστιν αἰτία. τὸ δὲ θεοὶ δὲ καὶ ταῦτα, τουτέστι τὰ στοιχεῖα καὶ οὐ μόνον ὁ σφαῖρος θεός. μήποτε δὲ τοῦτο εἶπεν δηλῶν ὡς οὐ μᾶλλον ἐπαινετὴ ἡ φιλία ὡς ποιοῦσα τὸν σφαῖρον θεὸν ὄντα ὡς ψεκτὴ διακρίνουσα τὰ στοιχεῖα καὶ φθείρουσα· θεοὶ γὰρ καὶ ταῦτα. ἤτοι δὲ ὡς Ἐμπεδοκλέους θεοὺς καὶ ταῦτα λέγοντος, ἢ μᾶλλον ὡς ἑπόμενον τῇ ὑποθέσει· εἰ γὰρ πρῶτά ἐστι τοῦ σφαίρου καὶ ἀμετάβλητα, πῶς οὐκ ἀκόλου- θον καὶ ταῦτα λέγειν θεούς;

[*](p. 333b22)

Ἕτι δὲ περὶ κινήσεως ἀπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτο εἴη φιλίᾳ εἰναι τὸ κινήσει τοιᾷδε, νείκει δὲ τὸ τοιάδε.

Oὐδέν, φησί, διορισάμενος περὶ κινήσεως, τίς τέ ἐστι καὶ τίνων, ἁπλῶς οὑτωσὶ τὴν φιλίαν λέγει κινεῖν καὶ τὸ νεῖκος, τὸ μὲν διακρῖνον καὶ ὄι) διαχωρίζον ἀπ’ ἀλλήλων τὰ στοιχεῖα, τὴν δὲ συνάπτουσαν ἐκ διεστώτων. ἔδει οὖν, φησί, πρότερον ἢ διορίσασθαι τὰ περὶ τῆς κινήσεως ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι· ταῦτα γὰρ ἐπιστήμης ἔργα. τὰς μὲν γὰρ ἀρχὰς ὑποτίθενται καὶ ὁρίζονται, οἷον ὅτι τὸ σημεῖον ἀμερές, ὅτι τριγώνων εἴδη τρία τὸ ἰσόπλευρον, τὸ ἰσοσκελές, τὸ σκαληνόν), ὅτι ὁ κύκλος σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἐφ’ ἣν αἱ ἀπὸ τοῦ μέσου προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν· τὰ δὲ μετὰ τὰς ἀρχὰς ἀποδεικνύουσιν. εἰ μὴ ἄρα, φησίν, αὐτοκίνησίς ἐστιν ἡ φιλία, καὶ τὸ νεῖκος ὁμοίως. ἀλλ’ οὐ τοῦτό φησιν ὁ Ἐμπεδοκλῆς, ἀλλὰ κινήσεως αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν. ὥστε οὐδὲν πέρι κινήσεως εἴρηκεν.

[*](2 et 15 immo πρότερα 3 οὖν om. a 6 πρὸς GT 8 ὡς] ὁ F(Z)a 11 δηλῶν εἶπεν Z 12 ὡς ψεκτὴ] ἢ ψεκτὴ ὡς? 14 ἐσόμενον R 16 λέγει a 17 παρὰ Ζ1 18 καὶ—φιλίᾳ om. GT τοῦτο R: τοῦτ’ Za εἴη RZ: ἦν a Arist. 19 τοιάδε utrobique scripsi: τοιάδε codd.: τοιανδί a τὸ (post δὲ) om. a 22 τὰ στοιχεῖα ἀπ’ ἀλλήλων R 23 πρώτερον G 24 γὰρ alterum om. GTZ fort, ἀρχὰς <οἱ μαθηματικοὶ> vel tale quid 27 αἱ] οἱ a addit εὐθεῖαι Z; at cf. ex gr. Philop. Phys. p. 34,32 ἶσα R 28 ἀλλήλοις GT αἰτία R)
266
[*](p. 333b26)

Ἐτι δὲ ἐπεὶ φαίνονται καὶ βίᾳ καὶ παρὰ φύσιν κινούμενα 59r τὰ σώματα.

Ἐμπεδοκλέους τὴν μὲν φιλίαν ἐπαινοῦντος ὡς τῆς κατὰ φύσιν αἰτίαν κινήσεως, τὸ δὲ νεῖκος ψέγοντος ὡς τῆς ἐναντίας (φησὶ γὰρ “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος’’), εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει, δεικνὺς ὅτι κατὰ τὰς αὐτοῦ ὑποθέσεις ἡ μὲν φιλία τῆς παρὰ φύσιν τὸ δὲ νεῖκος τῆς κατὰ φύσιν κινήσεως ἐστιν αἴτιον. τούτων δὲ πρότερον δείκνυσιν ὅτι ἐστὶ καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κίνησις. δείξας γὰρ ὅτι ἐστὶ βίαιος κίνησις, ὡς ἡ τοῦ πυρὸς ἐπὶ τὸ κάτω καὶ τῆς βώλου ἐπὶ τὸ ἄνω, καὶ πάλιν ἡ μὴ βίαιος, τοῦ πυρὸς μὲν ἐπὶ τὸ ἄνω τῆς βώλου δὲ ἐπὶ τὸ κάτω, ταῦτα δὲ ἐναντία, ἡ δὲ βίαιος παρὰ φύσιν, ἡ ἄρα οὐ βίαιος κατὰ φύσιν. εἰ οὖν τὸ νεῖκος διακρίσεως αἴτιον, διακριθέντα δὲ ἐκ τοῦ σφαίρου τὰ στοιχεῖα ἠνέχθη καὶ κεκίνηται, γῆ μὲν κάτω καὶ ἐπὶ τὸ μέσον πῦρ δὲ ἄνω καὶ ἐπὶ τὸ πέριξ, αὗται δὲ τούτων κατὰ φύσιν εἰσὶν αἱ κινήσεις, τὸ ἄρα νεῖκος τῆς κατὰ φύσιν τῶν στοιχείων κινήσεως ἐστιν αἴτιον, ἡ δὲ φιλία συγκρίνουσα ταῦτα καὶ εἰς ἓν ἄγουσα τὴν μὲν γῆν ἀποστήσει τοῦ μέσου τὸ δὲ πῦρ τοῦ πέριξ, ἵνα εἰς ταὐτὸν ἄμφω συναγάγῃ· τοῦτο δὲ παρὰ φύσιν ἐστὶ κινῆσαι τὸ πῦρ καὶ τὴν γῆν, ἐξιστῶσαν αὐτὰ τῶν κατὰ φύσιν τόπων. οὐκοῦν ὡς ἔχουσιν αἱ κινήσεις, ἕξουσι καὶ τὰ κινοῦντα. οὕτω δὲ ἡ μὲν φιλία παρὰ φύσιν ἔσται, τὸ δὲ νεῖκος κατὰ φύσιν.

[*](p. 333b33)

Ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή. ἀλλ’ ἄτοπον.

Κατὰ τὸν Ἐμπεδοκλέα, φησίν, ἀναιρεθήσεται παντελῶς ἡ κατὰ φύσιν κίνησις καὶ ἡ μονή. εἰ μὲν γὰρ καὶ | μὴ οὔσης τῆς φιλίας καὶ τοῦ 59v νείκους ἀφ’ ἑαυτῶν κινοῦνται τὰ στοιχεῖα, οὐκ ὄι εἶεν τῆς κινήσεως αὐτῶν ἡ φιλία καὶ τὸ νεῖκος αἴτια· εἰ δὲ ταῦτα μόνα τῆς κινήσεως αὐτῶν ἐστιν αἴτια, ἀφαιρήσομεν αὐτῶν τὴν κατὰ φύσιν κίνησιν· ἡ γὰρ ἐξ ἄλλου καὶ μὴ ἐξ αὑτοῦ παρὰ φύσιν ἐστὶ τῷ κινουμένῳ. ἀλλ’ εἰ ἔστιν ἡ παρὰ φύσιν, πάντως ἔσται καὶ ἡ κατὰ φύσιν· πρὸς ἄλληλα γὰρ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν.

[*](1. 3 lemm. om. pergit τοῦ δὲ Ἐμπεδοκλέους a 1 φαίνεται Ar. (praeter cod. EL) βίᾳ] μία GT1 4. 5 ὡς καὶ κτλ.] Emped. vv. 381. 2 St. 7. 8 K. 5 δεῦρο GTa νήκει GTZa 6 αὐτῶν RZ 8 τοῦτο GT: τούτου a 10 κίνησις 11 τῆς δὲ βώλου a 12 ταῦτα δὲ] συμπεραίνει ὡς ἐπειδὴ ταῦτα a ἡ ἄρα a 14 καὶ κινεῖται GTa 15 δὲ αἱ τούτων R1 18 συναγάγει Τ1 20. p. 267,6 αἱ κινήσεις —τὸ δὲ πῦρ om. Z 20 ἕξουσι GRT: οὕτως ἕξουσι a 21 νεῖκος R: νεῖκος ἔσται GTa 22 εἰ μὴ ἡ R: εἰ ἡ GT: μὴ a κινοῖ R: κινεῖ GT: κινοίη a 29 αὐτοῦ libri 30 ἔσται R: ἐστὶ GTa)
267
[*](p. 333b35)

Ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ [*](59v) νεῖκος, ἠνέχθη δὲ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους. Εἰ καὶ αὐτός, φησί, μὴ δίδωσιν αὐτοῖς τὴν ἐξ ἑαυτῶν κίνησιν μηδὲ ἐπέστησε τούτῳ, ἀλλ’ οὖν τὸ μὲν νεῖκος, φησί, διέκρινε μόνον ἀπὸ τοῦ σφαίρου τὰ στοιχεῖα, διακριθέντων δὲ ἡ μὲν ἠνέχθη κατὰ φύσιν κάτω, τὸ δὲ πῦρ ἄνω. ἔχουσιν ἄρα καὶ τὴν ἐξ ἑαυτῶν καὶ κατὰ φύσιν κίνησιν. ὥστε οὐδὲ ταῖς ἰδίαις ὑποθέσεσιν ἐπέστησεν ὁ Ἐμπεδοκλῆς.

[*](p. 334a2)

Ἀλλ’ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης “οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως’’, ὁτὲ δέ φησιν πεφυκέναι πῦρ ἄνω φέρεσθαι, ὁ δὲ αἰθήρ, φησίν, “μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις”.

Λέγων ὑπὸ τοὐ νείκους καὶ τῆς φιλίας κινεῖσθαι τὰ στοιχεῖα, ὥσπερ οὐκ ἐφιστάνων οἷς λέγει, ποτὲ μὲν κατὰ τύχην ποτὲ δὲ κατὰ φύσιν αὐτὰ φέρεσθαί φησιν. ὥστε ἐκ τῶν νῦν παρατεθέντων αὐτοῦ ῥημάτων δίδωσιν αὐτοῖς καὶ τὴν ἐξ αὑτῶν κίνησιν. οὐδὲν ἄρα διωρισμένον καὶ σαφὲς ἢ περὶ κινήσεως ἁπλῶς ἢ περὶ τῆς τῶν στοιχείων κινήσεως εἴρηκεν ὁ Ἐμπεδοκλῆς.

[*](p. 334a5)

Ἅμα δὲ καὶ τὸν κόσμον ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας.

Ἄλλο πάλιν ἄτοπον ταῖς Ἐμπεδοκλέους ὑποθέσεσιν ἐπιφέρει. ὁμοίως γὰρ ἔχειν τὸν κόσμον καὶ κινεῖσθαι ἔλεγεν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας. εἰ οὖν ἡ μὲν φιλία καὶ τὸ νεῖκος ἑτέρας κινοῦσι κινήσεις καὶ ἐναντίας, ἡ μὲν διακρίνουσα τὸν σφαῖρον ἡ δὲ συγκρίνουσα τὰ στοιχεῖα, ὁ δὲ κόσμος ὡσαύτως ἔχει νῦν τε καὶ πρότερον, ἑτέραν ἄρα κινεῖται <κίνησιν> ἐξ αὑτοῦ καὶ ἀίδιον, οὔτε τοῦ νείκους αὐτὸν κινοῦντος οὔτε τῆς φιλίας. ἔσται οὖν τι παρὰ ταῦτα τῆς κινήσεως τοῦ κόσμου αἴτιον. τοῦτο οὖν ἔσται ἀρχὴ ὡς ἀίδιον, καὶ οὔτε τὸ νεῖκος οὔτε ἡ φιλία· ποτὲ γὰρ κινεῖ τούτων ἑκάτερον.

[*](1.3 lemm. om. pergit ἀλλ’ εἰ καὶ αὑτός a 3 ἑαυτῶν R: αὐτῶν GTa 4 ἀπὸ om. add. Τ2 5 ἡ μὲν <γῆ> F 6 τὴν] τῶν compend. R αὐτῶν R ἔ ἰδέαις R ὑπέστησεν R 8. 12 lemma om. pergit λέγων δέ φησιν ὑπὸ t 8 ὅτε μὲν libri ὡς ἀπὸ Z 9 θέων (sine accentu) R πολλάκις libri ἄλλος RZ 10 φέρεσθαι ἄνω Z 13 λέγοι GTa 15 ἐξ αὐτῶν libri 15 διορισμένον G: διορισάμενος (om. καὶ) a 21 γὰρ om. R ἔχοντα a καὶ (post κόσμον) om. GTa 22 ἡ] εἰ a 23 τὸ μὲν διακρῖνον τὸν σφαῖρον coni. a 25 κίνησιν addidit a αὐτοῦ scripsi: ἑαυτοῦ R: αὐτοῦ cett. 26. 27 τοῦ κόσμου—ὡς om. GTa 28 κινεῖται Z)
268

Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ὁμοίως ἔχειν τὸν κόσμον λέγει νῦν τε [*](59v) καὶ πρότερον ἢ ἄλλον καὶ ἄλλον. ἔοικε δέ, φησίν, ὁ αὐτὸς εἶναι κόσμος ὑπ’ αὐτοῦ λέγεσθαι. εἰ γάρ τις λέγοι, φησίν, εἶναι κόσμον καὶ τὴν ἐπὶ τοὐ νείκους γινομένην διάκρισιν καὶ τὴν ἐπὶ τῆς φιλίας σύγκρισιν, πῶς ἂν ἔτι ἄλλο εἴη παρὰ τὸ νεῖκος καὶ τὴν φιλίαν τοῦ κόσμου κινητικόν; εἰ δὲ κόσμον λέγοι, φησί, τὸ φυσικὸν σῶμα, συγκριθήσεται μὲν τοῦτο καὶ διακριθήσεται ὑποκείμενον ὑπάρχον καὶ τοῖς στοιχείοις καὶ τῷ σφαίρῳ, ἔσται δέ που καὶ οἰκείαν κινούμενον κίνησιν ὡς φυσικὸν σῶμα. ἡ ὁμοίως, φησί, κόσμος κατ’ αὐτόν ἐστι καὶ κινεῖται ἐπί τε τοῦ νείκους νῦν καὶ ἐπὶ τῆς φιλίας πρότερον, ἐν δὲ τοῖς μεταξὺ διαλείμμασι τῶν ὑπ’ ἐκείνων γινομένων κινήσεων, πρότερόν τε ὅτε ἐκ τοῦ νείκους ἐπεκράτησεν ἡ φιλία καὶ νῦν ὅτε ἐκ τῆς φιλίας τὸ νεῖκος, κόσμος ἐστὶν ἄλλην τινὰ κινούμενος κίνησιν καὶ οὐχ ἃς ἡ φιλία καὶ τὸ νεῖκος κινοῦσιν.

[*](p. 334a9)

Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν.

Πανία ἐκ τῶν τεσσάρων γεννῶν ὁ Ἐμπεδοκλῆς καὶ τὴν ψυχὴν ἐκ τούτων ἐγέννα·

  1. γαίῃ μὲν γάρ, φησί, γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
  2. αἰθέρι δ’ αἰθέρα δῖον· ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
  3. στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκει λυγρῷ.
εἰ οὖν ἐκ τῶν στοιχείων ἡ ψυχή, τὰ αὐτὰ ἕξει πάθη ἅπερ ἔχει καὶ τὰ στοιχεῖα· οὐδὲν δὲ σωματικὸν ἔχει πάθος ἡ ψυχή, οἷον ὑπομένει γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀήρ. τὸ γὰρ μουσικὸν καὶ ἄμουσον, ἡ μνήμη καὶ ἡ λήθη, αἱ τέχναι τε καὶ ἐπιστῆμαι οὐδενὶ τῶν στοιχείων συμβαίνουσιν· οὐ γάρ ἐστι σωματικὰ πάθη ταῦτα οὐδ’ αἰσθητά. ἀλλ’ οὐδὲ τὰ τῶν στοιχείων τῇ ψυχῇ, μάνωσις πύκνωσις θερμότης ψύξις κουφότης βαρύτης ἤ τι τῶν ὢ περὶ τὰ σώματα θεωρουμένων. καὶ ἄλλως εἰ τὰ στοιχεῖα μὲν ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, μεταβάλλει δὲ ἡ ψυχὴ κατὰ γνῶσιν καὶ ἄγνοιαν ἀρετήν τε καὶ κακίαν, οὐκ ἂν εἴη ἐκ τῶν στοιχείων. ὑπερτίθεται δὲ τοὺς τοιούτους λόγους εἰς τὴν Περὶ ψυχῆς πραγματείαν εἰκότως.

[*](p. 334a15)

Περὶ δὲ τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν.

Συμπληρώσας τοὺς πρὸς Ἐμπεδοκλέα λόγους, καὶ ἅπασιν ἐπεξελθὼν τοῖς τμήμασι τῆς προεκτεθείσης διαιρέσεως, καὶ τὰ μὲν ἄλλα ἐλέγξας [*](2 πρότερον, πρότερον τὸν αὐτὸν ἢ a: fort. <,εἰ τὸν αὐτὸν> ἢ τὸν αὐτὸν εἶναι 3 φησὶν εἷναι κόσμον λέγει (sic) Z: λέγοι τὸν κόσμον εἶναι φησὶ a 4 γινομένου Z 5 τοῦ] τὸ τοῦ R, qui inox φησὶ λέγοι 9 καὶ ταὐτόν ἐστι a 10 διαλείμματα Z 12 ἃς] ὣς Z 18 Emped. vv.333. 35 St. 321. 23 K. 19 δῖαν a 20 στορηήν a: στέργον GRTZ 24 οὐδὲν δὲ GT 25 οὐδ’ αἰσθητὰ ταῦτα tr. Z 27 εἰ] εἰς GT 28 κατὰ τὸν ἐμπεδοκλέα δοκλέα Ζ 33 στήγμασι GT1: στΐγμασι Τ2 προεκτεθείσης] παρούσης a; cf. p. 237,20sqq.)

269
μόνον δὲ καταλιπὼν τὸ φάσκον τμῆμα τὰ τέσσαρα ἀρχὰς εἶναι ὡς μέτα. [*](59v) βλητικά, πάλιν ἐπανιὼν εἰς τὴν περὶ αὐτῶν διδασκαλίαν φησὶν ὅτι ὅσοι μεταβλητικὰ αὐτὰ ὑποτίθενται, ἀκολούθως καὶ κοινὴν ὕλην αὐτοῖς ὑποκεῖσθαί φασιν, καὶ ἔμπαλιν ὅσοι κοινὴν ὕλην ὑπέθεντο, καὶ μεταβάλλειν αὐτὰ εἰς ἄλληλα ἔφασαν· ἀκολουθεῖ γὰρ ἀλλήλοις τῷ λέγειν κοινὸν ὑποκείμενον τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν, καὶ τῷ μεταβλητικὰ αὐτὰ λέγοντι τὸ κοινὴν ὕλην ὑποτίθεσθαι. ὅσοι δὲ ἀμετάβλητα αὐτὰ ὑποτιθέμενοί φασιν ἐξ αὐτῶν γίνεσθαι τἆλλα, ὥσπερ ἐκ λίθων καὶ ξύλων τοιώσδε συντεθέντων τὴν οἰκίαν, ἀτόποις περιπίπτουσι, μὴ δυνάμενοι εἰπεῖν πόθεν τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἀποτετέλεσται ἢ τῶν ἄλλων ἑκάστου. ἔχει δὲ τοῦτο, φησίν, ἀπορίαν καὶ πρὸς τοὺς μεταβλητικὰ | εἶναι αὐτὰ [*](60r) φάσκοντας. εἰπὼν δὲ τοῦτο, πρῶτον ἐκτίθεται πῶς οἱ ἀμετάβλητα τὰ στοιχεῖα ὑποτιθέμενοι οὐ δύνανται σῴζειν τὴν τῶν συνθέτων γένεσιν. εἰ γὰρ τὰ στοιχεῖ; φησίν, ἀμετάβλητα μείναντα καὶ μόνον ἀλλήλοις παρατεθέντα κατὰ τήνδε τὴν σύνθεσιν ἐποίησε τὴν σάρκα, ὥσπερ λίθοι καὶ πλίνθοι καὶ ξύλα τὴν οἰκίαν, οὐκ ἔσται ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πῦρ καὶ ὕδωρ γενέσθαι καὶ τἆλλα, ὥσπερ οὐδ’ ἐξ ὁτουοῦν μέρους τῆς οἰκίας δυνατὸν ἐκκρῖναι πάντα· οὐδὲ γὰρ ἐκ τῶν λίθων ἐκκριθεῖεν ἄν πλίνθοι καὶ ξύλα. ὡσαύτως δὲ καὶ κατ’ ἐκείνους οὐκ ἔσται ἔκκρισις πάντων ἐκ τῆς σαρκός. νῦν δὲ τοῦτο ἐναργῶς, φησίν, ὁρῶμεν, ὅτι ἐξ ὁτουοῦν 〈μέρους〉 τῆς σαρκὸς καὶ τοῦ ὀστοῦ ἐκκρίνεται ὕδωρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον· δυνατὸν γὰρ τὸ αὐτὸ σαρκίον καύσαντα ἐκπυρῶσαι ἢ ἐξαερῶσαι, καὶ σήψαντα γῆν ποιῆσαι, καὶ διαλῦσαι δὲ δυνατὸν εἰς ὕδωρ ὑπὸ τῆς ὑγρᾶς οὐσίας ἐπικρατούμενον. ὥστε ψευδὴς καὶ μαχομένη τοῖς φαινομένοις αὐτῶν ἡ ὑπόθεσις. ἴσως δὲ πρὸς ταῦτα φαῖεν ἄν ἐκεῖνοι, ὅτι ἐκ πάσης μὲν σαρκός φαμεν πάντα τὰ στοιχεῖα ἐκκρίνεσθαι, διότι σάρκα φαμὲν τὴν σύνθεσιν τῶν πάντων, οὐ μὴν συγχωροῦμεν τὸ ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πάντα ἐκκρίνεσθαι. εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον δοκεῖ ἐξ ὁτουοῦν μέρους αὐτῆς ἐκκρίνεσθαι πάντα, οὐκ ἔστιν ἀληθές. ἔστι γάρ τι ἐν αὐτῇ ὃ μόνον ἐστὶ πῦρ καὶ ὃ μόνον ἐστὶν ὕδωρ, δοκεῖ δὲ τῇ αἰσθήσει ἐξ ὁτουοῦν πάντα γίνεσθαι, διότι κατὰ λεπτὸν ἕκαστον τῶν τὴν σύνθεσιν ποιούντων δι’ ὅλης παρέσπαρται τῆς σαρκός, ὡς μὴ εἶναι λαβεῖν τῇ αἰσθήσει ἀποκεκριμένα αὐτὰ ἐξ ἀλλήλων, ὡς ἐπὶ τῶν ξηρίων ἔχει τῶν ἐκ πολλῶν συμπεφορημένων, τοῦ τετραείδου τυχὸν ἢ ἑξαείδου. οὕτω μὲν οὖν ἴσως ἐκεῖνοι ὑπεραπολογούμενοι εἴποιεν. εἰ δέ τις λέγοι πρὸς αὐτοὺς ὅτι ἀναιροῦσι τὴν τῶν [*](1 τὰ τέσσαρα a: τἀς δ΄ GRT: τὰς τέσσαρας Z 1. 11 μεταβλητικά ubique scripsi pro librorum μεταβλητά 2 ὅσοι om. Z 5 τῷ] τὸ GRT 9 τεθέντων T1 10 ἄλλου Ζ ἕκαστον R 11 αὐτὰ εἶναι Z 16 ἐξ ὅτου νῦν R μέρος RZ 17 ἐξοτονῦν R, qui in proximis (v. 20) ἐξοτονοῦν et (v. 27 sqq.) ἐξοτοοῦν 20 φησὶν ἐναργῶς Z μέρους addidit a 25 φαῖον a 26 πάντα—φαμὲν om, GTa 28 καὶ superscr. R: om. a 29 τι om. (G)a 31 τὴν om. add. Τ2 32 ἀποκεκριμμένα Z 33 τῶν altenun om. GT συμπεφωρημἐνων R 34 τετραείδους R ἐξαίδου, si recte enot., GT: ἐξ ἀιδίου R; cf. p. 192,29 ἐκεῖνοι ἴσως GTa)
270
ὁμοιομερῶν φύσιν μὴ λέγοντες πᾶν ὁτιοῦν μέρος τῆς σαρκὸς σάρκα εἶναι 60r (τοῦτο γὰρ ὁμοιομερές, οὗ τὰ μέρη τῷ ὅλῳ ὅμοια καὶ ἀλλήλοις), πρὸς αὐτὸν ὅτι καθόλου μὲν τὴν τῶν ὁμοιομερῶν φύσιν οὐκ ἀναιροῦμεν (τὰ γὰρ τέσσαρα στοιχεῖα ὁμοιομερῆ φαμεν εἶναι), τὴν δὲ σάρκα καὶ τὸ ὀστοῦν οὐ τιθέμεθα ὁμοιομερῆ ὑπάρχειν.

Οὕτως μὲν οὖν δείκνυσιν ἀδύνατον εἶναι ἐξ ἀμεταβλήτων ὄντων τῶν στοιχείων ποιεῖν σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. φησὶ δὲ ἄπορον εἶναι τὸν λόγον καὶ τοῖς μεταβάλλειν αὐτὰ λέγουσιν εἰς ἄλληλα, πῶς ποτε ἅμα τὸ εἶδος τῆς σαρκὸς ἢ τοῦ ὀστοῦ ἢ τῶν ἄλλων τινὸς ὁμοιομερῶν. εἰ γάρ φασι μὴ σῴζεσθαι αὐτὰ ἐν τῇ μίξει, ἤτοι ἑνὸς φθαρέντος τῶν ἐναντίων, οἷον τοῦ πυρός, ἔσται τὸ πᾶν ὕδωρ, ἢ ἀμφοτέρων φθαρέντων ἡ ὕλη ὑπολειφθήσεται, ἐπειδὴ καί φασιν αὐτὸ τοῦτο τὸ σύνθετον μεταξὺ εἶναι τῶν ἁπλῶν, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν, ταῦτα δὲ πάντα τῇ ὕλῃ ἁρμόζει ὀνομάζεσθαι· καὶ γὰρ μεταξὺ αὕτη καλεῖται, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν.

Τίθησι δὲ τὴν λύσιν τῆς φερομένης πρὸς τὴν οἰκείαν δόξαν ἀπορίας. οἰκεία δὲ Ἀριστοτέλους δόξα τὸ μεταβάλλειν εἰς ἄλληλα τὰ στοιχεῖα, ἐπιλύεται δὲ φάσκων ἅπερ κἀν τῷ περὶ μίξεως λόγῳ εἴρηται πρότερον. ἐν γὰρ τῷ συνθέτῳ εἰ καί φαμεν τὸ εἰλικρινὲς τοῦ πυρὸς εἶδος ἐφθάρθαι, ἀλλ’ οὐ τὸ θερμὸν παντελῶς λέγομεν ἐφθάρθαι· ἔτι γὰρ θερμὸν εἶναι τὸ σύνθετον, εἰ καὶ μὴ εἰλικρινὲς πῦρ εἴη. οὐ γὰρ πᾶν θερμὸν πῦρ ἐστιν, ἀλλ’ ἔστι τὸ μὲν εἰλικρινὲς πῦρ ἄκρως θερμόν, τὸ δὲ σύνθετον οὐκ ἄκρως, ἀλλ’ ὡς πρὸς μὲν τὸ ἄκρως θερμόν, ψυχρόν, ὡς δὲ πρὸς τὸ ἄκρως ψυχρόν, θερμόν. οὕτως δὲ κἀπὶ τοῦ ψυχροῦ ἐρεῖς, ὅτι τὸ μὲν ἄκρως ψυχρὸν ἔφθαρται, καὶ οὐκέτι ἐστὶν ὕδωρ καθαρὸν ἐν τῷ συνθέτῳ πλὴν δυνάμει, οὐ μέντοι παντελῶς ἔφθαρται· εἶναι γὰρ ἔτι ψυχρὸν ὡς πρὸς τὸ ἄκρως θερμόν. ὥστε λέγοντες τοῦ θερμοῦ καὶ ψυχροῦ ἐφθάρθαι τὰς ἀκρότητας, γίνεσθαι δὲ τὸ σύνθετον πρὸς μὲν τὸ ἄκρως θερμὸν ψυχρὸν ὑπάρχον, πρὸς δὲ τὸ ἄκρως ψυχρὸν θερμόν, οὔτε σῴζεσθαι ἔτι φαμὲν τὰ ἄκρα ἐντελεχείᾳ οὔτε τὴν ὕλην εἰσάξομεν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ ὑγροῦ καὶ ξηροῦ. ἐνεργείᾳ μὲν γάρ φαμεν αὐτὸ ξηρὸν καὶ ὑγρὸν εἶναι, οὐκ ἄκρως, ἀλλ’ ὡς πρός τι, ξηρὸν μὲν ὡς πρὸς τὸ ἄκρως ὑγρόν, ὑγρὸν δὲ ὡς πρὸς τὸ ἄκρως ξηρόν. πάλιν τε δυνάμει αὐτό φαμεν ξηρὸν εἶναι καὶ ὑγρόν, καὶ οὐκ ἐντελεχείᾳ τὸ ἄκρως ξηρὸν καὶ ὑγρόν, διότι τὸ μὲν ἄκρως ξηρὸν καὶ ὑγρὸν ἐν τοῖς στοιχείοις θεωρεῖται, ταῦτα δὲ ἔφθαρται καὶ οὐκ ἔστιν ἐν τῷ συν- [*](1 ὁμοίων Z 2 post γὰρ addit εἶναι R ὅμοια τῶ ὅλω Z 6 οὗτος μέντοι δείκνυσιν a 9 ἅμα] num ἔσται? σαρκὸς γίνεται ἡ a 10 φησὶ T φθαρέντων GRT 11 καὶ ἔσται a 12 ὑποληφθήσεται GR1T1 φησὶν libri praeter a τὸ R: om cett. τὸ μεταξὺ a 17 δὲ om. GT Ἀριστοτέλους om. GTa 22 ἄκρως θερμόν, τὸ δὲ RZ: ἄκρως θερμὸν ψυχρο (sic) GT: ἄκρως θερμόν. καὶ τὸ εἰλικρινὲς ὕδωρ ψυχρόν· τὸ δὲ a 23 μὲν τὸ ἄκρον θερμὸν a 24 οὕτω GZa 26 ἔτι om. GTa 27 τοῦ ψυχροῦ καὶ θερμοῦ a 31 γάρ om. GTa εἶναι καὶ ὑγρὸν Z 32 μὲν om. R 33 φαμεν εἶναι ξηρὸν Z 34 διότι—ὑγρὸν Z: om. GRTa)

271
θέτω πλὴν δυνάμει· δυνάμει γὰρ ἐν τῷ συνθέτῳ ἐστὶ τὰ ἁπλᾶ καὶ οὐκ 60r ἐντελεχείᾳ. ἀλλ’ οὐ κατὰ τὸ πρῶτον δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει ἑκάτερον εἶναι τῶν ἐναντίων· ἡ μὲν γὰρ ὕλη παντελῶς ἐστέρηται καὶ οὐδὲν ἔχει τοῦ πυρίου εἴδους ἢ τοῦ ὕδατος, ἃ λέγεται δυνάμει εἶναι, τὸ δὲ σύνθετον εἰ καὶ μὴ εἰλικρινῶς, ὅμως ἔχει τὸ τοῦ πυρὸς εἶδος κεκολασμένον, καὶ τὸ ὅλον τοῦτο πῦρ οὐ καθαρόν, ἀλλ’, ὡς εἶπον, κεκολασμένον. ἀλλ’ ἆρα μὴ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ σημαινόμενον λέγεται δυνάμει οἰκοδόμος ὁ ἔχων τὴν ἐπιστήμην τὴν οἰκοδομικὴν καὶ τὴν ἕξιν, μὴ προχειριζόμενος δὲ ταύτην διά τι ἐμπόδιον, ἢ καθεύδων ἢ ὕλης μὴ εὐπορῶν; ἀλλ’ οὐδὲ κατὰ τοῦτο φαίνεται λέγεσθαι. οὐ γὰρ ἔχομεν εἰπεῖν ὅτι τὸ σύνθετον ἔχει μὲν ἔξιν καὶ δύναμιν τοῦ εἰλικρινοῦς πυρός, οὐ προχειρίζεται δὲ ταύτην· οὐ γὰρ ἔχει δύναμιν πυρός. εἰ γὰρ εἶχε, καὶ ἐνήργει κατ’ αὐτὴν ὕλης παρούσης· νῦν δὲ οὐχ ὁρᾶται ἐνεργοῦν. ἔστιν οὖν καὶ ἕτερόν τι τοῦ δυνάμει σημαινόμενον παρὰ τὰ συνήθη ταῦτα, οὗ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς μεμνημένος. ὅτι γὰρ ἔστι καὶ ἕτερον τοῦ δυνάμει σημαινόμενον δῆλον ἐντεῦθεν· τὸ μὲν γὰρ κατὰ τὴν ἐπιτηδειότητα καὶ τὸ κατὰ τὴν ἕξιν ἄκρα ἐστί, τὸ δὲ μεταξὺ τούτων ἅπαν, οἷον ἡ ἐν τῇ γενέσει τῆς οἰκίας μεταβολή, ἕτερον. οὐδὲ γὰρ οὕτως ἐστὶν ἡ οἰκοδομουμένη οἰκία δυνάμει ὡς οἱ λίθοι εἰσὶ καὶ τὰ ξύλα δυνάμει οἰκία, ·οὐδὲ ὡς τὸ σπέρμα δυνάμει ἄνθρωπος οὕτω καὶ τὸ γινόμενον ἔμβρυον, οὐδὲ ὡς | ὁ ἀρτιγενὴς παῖς [*](60v) δυνάμει ἐστὶ γραμματικὸς οὕτως καὶ ὁ καιρὸν τῆς μαθήσεως ἔχων, ἀλλ’ οὐδὲ οὗτος ὡς <ὁ> ἤδη λοιπὸν διδασκόμενος. καὶ ἐν αὐτῷ τούτῳ πλάτος πολύ· τὸ μὲν γὰρ ἐγγύτερον τοῦ εἴδους, τὸ δὲ πορρώτερον.

Τοῦτο μὲν οὖν προφανές, ἐκεῖνο δὲ πάλιν ἰστέον ὅπερ ἐπιστάσεως ἐστιν ἄξιον. ἴσως γάρ τις ἐρεῖ ὅτι εἰ λέγομεν τὸ εἰλικρινὲς θερμὸν ὡς μὲν θερμὸν μὴ ἐφθάρθαι ὡς δὲ εἰλικρινὲς θερμὸν ἐφθάρθαι, οὐκέτι δυνάμεθα καὶ τὸ πῦρ λέγειν ὡς μὲν εἰλικρινὲς πῦρ ἐφθάρθαι ὡς δὲ πῦρ ἁπλῶς μὴ ἐφθάρθαι. εἰ γὰρ τὸ πῦρ ᾗ πῦρ ἐστι κατὰ τὸ ἄκρον καὶ εἰλικρινὲς θερμὸν θεωρεῖται (οὐ γάρ ἐστι τὸ πῦρ ᾗ πῦρ πρὸς ἄλλο μὲν πρὸς ἄλλο δὲ ψυχρόν, ἀλλ’ ἄκρως θερμόν), εἰ τοίνυν λέγεις τὸ ἄκρον θερμὸν ὡς ἄκρον θερμὸν ἐφθάρθαι, ἔστι δὲ τὸ πῦρ ᾗ πῦρ ἄκρον δῆλον ὅτι τὸ πῦρ ᾗ πῦρ ἐστιν ἔφθαρται ἐν τῷ συνθέτῳ· καὶ ἔσται ἀληθὲς τὸ λέγειν τὸ μὲν πῦρ ᾗ πῦρ ἐστι καθάπαξ ἐφθάρθαι, τὸ δὲ θερμὸν ᾗ μὲν θερμὸν ἀπλῶς μὴ ἐφθάρθαι, ᾗ δὲ ἄκρον θερμὸν ἐφθάρθαι. καὶ [*](1 τὰ ἁπλᾶ om. a 2 κατὰ τὸ πρῶτον] κατὰ τρόπον GT: κατ’ ἐκεῖνον τὸν τρόπον et mox καθ’ ὃν a 7 ἄρα libri 8 ὁ οἰκοδόμος ὁ a 9 ἐμποδὼν Z 10 οὐδὲ a: οὔτε cett. 13 ἠνήργει ἄν a, et saue ἄν librarii omiserint 15 οὗ] οὐ (G)a ὁ om. Za ἑβδόμῳ] τρίτῳ a; respici videtur Phys. H 3 p. 245b 9 sqq. 16 σημαινομένου GRT δηλοῖ T 22 οὕτω a 23 οὗτος] οὕ(??) (sed ἑ ex corr.) R ὁ addidit a 25 ἐπιτάσεως GRT1 27 μὴ ἐφθάρθαι (post εἰλ. θερμὸν) Z 31. 32 λέγεις τὸ ἄκρως θερμὸν Za 32 διεφθάρθαι Z 33 ἔσται] ἔστιν GTa 34 τὸ (aute μὲν) om. T δὲ om. T)

272
τοῦτο εὐλόγως. οὐ γὰρ ταὐτὸν θερμὸν εἰπεῖν καὶ πῦρ· οὐ γὰρ εἴ τι θερμόν, [*](60v) τοῦτο πῦρ ἐστιν, ἀλλ’ εἴ τι ἄκρως θερμόν, τοῦτό ἐστι πῦρ, καὶ εἴ τι πῦρ ἐστι, τοῦτο ἄκρως ἐστὶ θερμόν. εἰ δὲ καθάπαξ τὸ πῦρ ᾗ πῦρ ἔφθαρται, δῆλον ὅτι τὸ σύνθετον δυνάμει έσται πῦρ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει εἶναι πῦρ· οὐδὲν γὰρ τοῦ πυρὸς καθ’ ὃ πῦρ ἐστιν ἔχει τὸ σύνθετον. ἐπὶ μέντοι τοῦ θερμοῦ σῴζεται ἀληθῆ τὰ προειρημένα. ἐπειδὴ γὰρ ὡς μὲν ἄκρον θερμὸν ἔφθαρται ὡς δὲ ἀπλῶς θερμὸν οὐκ ἔφθαρται, εὔλογον μὴ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει λέγεσθαι τὸ σύνθετον δυνάμει εἶναι ἄκρως θερμόν, ἀλλὰ λεχθήσεται κατὰ τὰ ἀνωτέρω διωρισμένα.

Ταῦτα μὲν ἐπὶ τοσοῦτον εἰρήσθω πέρα τῆς προκειμένης θεωρίας μηκυνθέντα, ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. δείξας γὰρ ὅτι οὐκ ἀναγκάζεται τὴν ὕλην εἰσαγαγεῖν ἐκ τοῦ λέγειν μηδέτερον τῶν ἄκρων σῴζεσθαι ἐν τῷ συνθέτῳ, διότι, φησί, τὰ ἄκρα τὰς ὑπεροχὰς ἀπολέσαντα ἐν τῇ μίξει μέσον τι ἀμφοῖν τῶν ἄκρων ἀποτελοῦσιν, ἵν μή τις εἴπῃ ὅτι ἱεῖ ἀεὶ ἐν τῇ μίξει μέσον τι τῶν ἄκρων ἀποτελεῖται, πόθεν ἡ τοσαύτη διαφορὰ τῶν συνθέτων, σαρκὸς καὶ ὀστοῦ καὶ μυελοῦ καὶ τῶν ἄλλων;᾿, αὐτῷ τούτῳ ἐφιστάνει καὶ τοῦ εἶναι διαφορὰς ἐν τοῖς συνθέτοις τὴν αἰτίαν ἀποδίδωσιν ἐκ τῆς διαφόρου μίξεως. εἰ γὰρ καὶ ἕκαστον τῶν συνθέτων πάντων μετέχει, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὰ μὲν μᾶλλον θερμοῦ μετέχει τὰ δὲ μᾶλλον ψυχροῦ. κἀκεῖθεν καὶ τὰ σύνθετα, εἰ καὶ πάντα δυνάμει ἐστὶ τὰ ἄκρα, ἀλλὰ τὸ μὲν μᾶλλόν ἐστι δυνάμει θερμὸν τὸ δὲ ἧττον· μᾶλλον γὰρ δυνάμει θερμὸν ὅπερ ῥᾴδιον μεταβάλλει, ἧττον δ’ ὅπερ βραδύτερον, ῥᾷον δὲ εἰς πῦρ μεταβάλλει τὸ μᾶλλον πυρὸς μετέχον, βραδύτερον δὲ τὸ ἐλάττονος μετέχον πυρός. εἰδέναι γὰρ χρὴ ὅτι εἰ καὶ λέγομεν μὴ ἐξισαζόντων μὲν τῶν στοιχείων τὴν εἰς ἄλληλα αὐτῶν γίνεσθαι μεταβολήν, κρατουμένων τῶν ἀσθενεστέρων κτὰ τὰς δυνάμεις καὶ μεταβαλλόντων εἰς τὴν τῶν ἰσχυροτέρων φύσιν ὡς πάντα πῦρ γενέσθαι ἢ ὕδωρ, ἰσαζόντων δὲ τὰ σύνθετα ἀποτελεῖσθαι, οὐ τὴν ἀκριβῆ ἰσότητα λαμβάνομεν. ὡσαύτως δὲ οὐδ’ ὅταν ἐν τῷ συνθέτῳ φαμὲν τὰ ἄκρα μέσον τι ἀποτελεῖν, τὸ ἄτοπον λαμβάνομεν καὶ ἀδιαίρετον, οἷόν ἐστι τὸ ἀκριβὲς μέσον, ἀλλὰ τὸ εἰς πολλὰ διαιρούμενον καὶ πολλὰς ἔχον διαφορὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον.

[*](3. 4 ἐφθάρθαι a 4 έσται om. GTa 5 καὶ om. GTa 11 μὲν οὖν Z 13 εἰσάγειν a μὴ δεύτερον GT 15 εἴποι Z 20 τὰ] τὸ a 22 δυνάμει (priore loco) RZ: δύναται GT: δυνατά a 22. 23 τὸ δὲ ἧττον—θερμὸν Z: om. GTa: τὸ δὲ ἧττον (omissis μᾶλλον γὰρ—ἧττον δ’) R 23 ῥᾳδίως a: immo ῥᾷον 25 γὰρ RZ: om. GT: δέ a 28 γίνεσθαι Ta)
273
[*](p. 334a 16)

Ὅσοις μὲν δοκεῖ εἶναι τὸ κοινὸν ἢ μεταβάλλειν εἰς ν ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν.

Εἴτε γὰρ ὕλην τις ὑπόθοιτο, πάντως καὶ περὶ ταύτην τὰ στοιχεῖα μεταβαλεῖ, ἐπεὶ μάτην τὸ κοινὸν ὑποκείμενον· εἴτε τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλει, ἕξει τι πάντως κοινὸν ὑποκείμενον, περὶ ὃ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. ἡ γὰρ τῶν ἐναντίων μάχη περί τινος ἀμφοῖν κοινοῦ γίνεται, τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος.

[*](p. 334a 18)

Ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ’ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους.

Ὅσοι, φησί, μὴ λέγουσιν ἐξ ἀλλήλων γένεσιν ἔχειν τὰ στοιχεῖα, ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι, ἀλλ’ ἐκκρίνεσθαι αὐτὰ ἐνυπάρχοντα ἐνεργείᾳ, ὡς ἐκ τοίχου πλίνθους, οὗτοι, φησίν, οὐ δύνανται σάρκα καὶ ὀστοῦν ἐξ αὐτῶν ποιεῖν, δι’ ἃ ἐπιφέρει ἄτοπα ἐφεξῆς.

[*](p. 334a21)

Ἔχει τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων <γεννῶσιν>.

Καὶ οἱ μεταβλητικὰ φάσκοντες, φησίν, εἶναι τὰ στοιχεῖα καὶ λέγοντες πῦρ καὶ ὕδωρ ἐξ ἀλλήλων γίνεσθαι διὰ τὸ κοινὸν ὑπο|κείμενον, ἐξ ἀμφοῖν 61r δὲ συνελθόντων ὀστοῦν γίνεσθαι καὶ νεῦρον καὶ τὰ λοιπά, καὶ αὐτοὶ ἀπορήσουσι πῶς ποτε χρὴ λέγειν ἐκ τῶν ἁπλῶν μεταβαλλόντων γίνεσθαι σάρκα καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον. τὰ μὲν γὰρ ἁπλᾶ, φησίν, ἔστω γίνεσθαι ἐξ ἀλλήλων· πῶς δὲ ἐκ τῶν ἁπλῶν συνιόντων τὰ σύνθετα, οὐκ εὐμαρὲς ἀποδοῦναι. εἶτα τοῦτο εἰπὼν πρῶτον ἐκτίθεται τὰ ἑπόμενα ἄτοπα τοῖς ἀμετάβλητα αὐτὰ ὑποτιθεμένοις, καὶ οὕτω τίθησι καὶ τὰς φερομένας ἐνστάσεις πρὸς τοὺς μεταβλητικὰ εἶναι φάσκοντας.

[*](p. 334a32)

Ὥσπερ ἐκ κηροῦ γένοιτο ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δὲ ἐξάλλου.

Εἰπὼν τὸ ἑπόμενον ἄτοπον τοῖς φάσκουσι τὰ στοιχεῖα ἀμετάβλητα μένοντα κατά τινα σύνθεσιν ποιεῖν σάρκα καὶ ὀστοῦν, τὸ μὴ δύνασθαι αὐτοὺς ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς ποιεῖν πῦρ καὶ γῆν καὶ τἆλλα, ἐκ [*](1. 3 lemm. om. pergit εἴτε οὖν φησιν ὕλη (sic, non ὕλην, etiam GT) τις a 1 τὸ κοινὸν] cf. Ar. 2 συμβαίνειν Ar.: συμβαίνει GRTZ: an legit ἀνάγκῃ Philoponus ? 3 ὑποθοῖτο G1R: ὑποθεῖτο Τ2 4 μεταβάλλει a ὑποκείμενον ἂν ἦν a 7 τοῦτο] τὸ a 8 γένεσιν ἔχειν R1 14. 16 lemm. om. pergit καὶ οἱ μεταβλητὰ δὲ φάσκοντές a 15 γεννῶσιν addidi 16 μεταβλητὰ libri 18 νεῦρα GT 21 συνόντων R 25. 27 om. lemm. pergit εἰπὼν δὲ τὸ ἑπόμενον a 28 τὸ] τῶ Z)

274
τοῦ παραδείγματος τοῦ ἐπὶ τοῦ κηροῦ σαφηνίζει πῶς ποτέ φησι τὸ ἐξ [*](61r) ὁτουοῦν πάντα γίνεσθαι. ὥσπερ γὰρ ἐπὶ τοῦ κηροῦ, εἰ καὶ λάβωμεν τόδε μὲν τὸ μέρος σφαῖραν ποιοῦν τόδε δὲ πυραμίδα, ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι, κἄν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα, κατὰ τὸν αὐτὸν τρόπον, φησί, τοῦτο δὴ τὸ ἐξ ὁτουοῦν μορίου ἄμφω γενέσθαι κἀπὶ τῆς σαρκὸς συμβαίνει. εἰ γὰρ κἀκ τοῦδε μὲν τοῦ μορίου τῆς σαρκὸς ὕδωρ γίνοιτο ἐξ ἄλλου δὲ πῦρ, ὅμως δυνατὸν ἐξ ἑκατέρου μορίου τῆς σαρκὸς ὁμοίως καὶ ὕδωρ γενέσθαι καὶ πῦρ· τὸ γὰρ μεταβάλλον εἰς πῦρ ἐδύνατο καὶ εἰς ἀέρα μεταβαλεῖν, ὅπερ ἐκεῖνοι μὲν οὐ δύνανται ὑποθέσθαι, φαίνεται δὲ οὕτως ἔχον.

[*](p. 334b 4)

Εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων.

Νῦν τὴν φερομένην ἀπορίαν πρὸς τοὺς μεταβλητικὰ εἶναι λέγοντας τὰ στοιχεῖα ἐκτίθεται. εἰ γὰρ λέγουσι τὴν σάρκα, φησίν, ἐξ ἀμφοτέρων εἶναι, μηδετέρῳ τῶν ἐξ ὧν ἐστι τὴν αὐτὴν οὖσαν, μὴ μὴν μηδὲ σύνθσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων, λείπεται μηδὲν εἶναι τὸ ἐξ ἐκείνων γενόμενον πλὴν τὴν ὕλην· φθαρέντος γὰρ τοῦ ἐναντίου ἢ τὸ ἐναντίον γενήσεται ἢ ὕλη. εἰ οὖν μήτε ἄμφω λέγουσι σῴζεσθαι μηδὲ τὸ ἕτερον, ὕλη ἔσται.

[*](p. 334b 8)

Ἆρα οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ φυχρόν.

Νῦν λύει τὴν πρὸς τὴν οἰκείαν δόξαν ἐνεχθεῖσαν ἀπορίαν. ἔστι δὲ ὃ βούλεται εἰπεῖν τοῦτο. ἐπειδή ἐστι τὸ θερμὸν καὶ ψυχρὸν τὸ μὲν κατὰ τὸ μᾶλλον καὶ ἧττον λεγόμενον, ὃ καὶ πρὸς ἕτερον λέγομεν θερμὸν εἶναι καὶ ψυχρόν, τὸ δὲ ὡς ἄκρον καὶ ἁπλῶς λέγεται καὶ ἄνευ προσθήκης θερμόν, μὴ παραβαλλόμενον ἑτέρῳ· ὅταν μὲν ἁπλῶς ᾖ θερμὸν ἢ ψυχρὸν ἐνεργείᾳ, δυνάμει ἐστὶ τὸ ἐναντίον, ὅταν δὲ μὴ τὸ ἀπλῶς ᾖ θερμὸν ἀλλὰ τὸ πρὸς ἕτερον (ὅπερ ὡς μὲν πρὸς τὸ ἄκρως θερμὸν ψυχρόν ἐστιν, ὡς δὲ πρὸς τὸ ψυχρὸν θερμόν, διὰ τὸ τὰς ὑπεροχὰς τῶν ἄκρων ἐν τῇ μίξει κολάζεσθαι), τότε, φησίν, οὔτε τὸ ἕτερον τῶν ἐναντίων ἐνεργείᾳ ἔσται, ἀλλὰ δυνάμει ἀμφότερα, οὔτε ἡ ὕλη εἰσάγεται· φθαρεισῶν γὰρ τῶν ἐν τοῖς ἄκροις ὑπεροχῶν ἄλλο τι εἶδος μέσον ἐπιγίνεται. εἰ δέ τις ζητεῖ πῶς τοῦτο τὸ μικτὸν δυνάμει ἑκάτερον τῶν ἐναντίων λέγομεν καὶ μεταξύ [*](2 λάβοιμεν Τ2a 4 κἄν εἰ μὴ a 6. 7 τοῦδε μὲν et μορίου om. Z 9 μεταβαλὸν Z ἡδύνατο Z μεταβάλλειν GT1 12 μεταβλητὰ llbri 14 μήτε μὴν a: μὴ μὴν om. F μὴ δὲ GRTZ: κατὰ τὴν a 17 ἢ ἡ ὕλη GTa μηδὲ] μήτε fort, recte Z 18 ὕλη ἔσται om. add. T2 19, 21 lemm. om. pergit ταῦτα δὲ εἰπὼν, λύει τὴν a 22 ἐπεὶ Z 22. 24 κατὰ—τὸ δὲ addidi ex F: om. cett. 24 fort. λεγόμενον 25 ὅταν μέντοι a ἦ Za: ἢ cett. 26 ᾖ] ἢ R 27 ὡς δὲ] εἰ δὲ R 31 ἐπιγίνεται μέσον R)

275
(ταύτας γὰρ τῇ ὕλῃ προσήκειν τὰς προσηγορίας), ἴστω ὅτι εἰ καὶ δυνάμει [*](61r) ἐστὶν ἑκάτερον τῶν ἄκρων καὶ ἐναντίων, οὐχὶ δὴ ὕλη ἔσται ἡ κυρίως πρώτη καὶ ἀνείδεος. καὶ γὰρ καὶ τὸ πῦρ λέγομεν δυνάμει ὕδωρ, οὐχ ὡς τοῦ πυρὸς ὕλης ὄντος τῆς ἁπλῆς καὶ κυρίως λεγομένης ὕλης, ὅπερ βούλονται οἱ ἀποροῦντες· εἰδοπεποίηται γὰρ τὸ πῦρ. ἄλλως τε καὶ διώρισται πρότερον κατὰ ποῖον μὲν σημαινόμενον λέγεται ἡ ὕλη δυνάμει ἑκάτερον τῶν ἐναντίων, κατὰ ποῖον δὲ τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἀπλᾶ· καὶ ἁπλῶς δὲ ὁ Ἀριστοτέλης ἐφεξῆς τοῦτο διορίζει.

[*](p. 334b 14)

Κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον.

Ἐπειδὴ εἶπεν ἐκ τῆς μίξεως γίνεσθαί τι μεταξὺ τῶν ἄκρων, ἐπειδὴ τοῦτο τὸ μεταξὺ οὐκ ἔστιν ἄτομον ἀλλ’ ἔχει διαφοράς, τοῦτο αὐτὸ ἐπισημαίνεται τὴν αἰτίαν λέγων. καθ’ ὃ γάρ, φησί, λέγεταί τι δυνάμει <μᾶλλον> εἶναι θερμὸν ἤπερ ψυχρὸν καὶ ἔχειν ὑπερέχον τὸ θερμόν, καὶ μᾶλλον εἶναι ψυχρὸν ἤπερ θερμόν, κατὰ τοῦτον αὐτὸν τὸν λόγον τῆς ὑπεροχῆς ἤτοι διπλασίως ἔσται θερμὸν ἢ τριπλασίως· ἡ γὰρ ὑπεροχὴ ἐν λόγῳ πάντως ἔσται ἢ διπλασίῳ ἢ ἡμιολίῳ ἢ τριπλασίῳ ἢ τοιούτῳ τινί. τοῦτο δὲ εἰπὼν διὰ μέσου, ἐφεξῆς φησιν ὅτι κἀκ τῶν ἁπλῶν καὶ ἐναντίων μιχθέντων ἔσται τὰ σύνθετα. τἆλλα γὰρ εἶπεν ἀντὶ τοῦ τὰ σύνθετα, καὶ τὰ στοιχεῖα πάλιν τὰ ἁπλᾶ, ἐξ ἐκείνων τῶν συνθέτων, δυνάμει ὅπερ ἐστὶ τὰ ἀπλᾶ. εἰπὼν δὲ ἐκ τῶν ἐναντίων προσέθηκεν ἢ τῶν στοιχείων, διότι ἐναντία ἐστὶν οὐκ αὐτὰ τὰ στοιχεῖα, οἷον τὸ πῦρ τῷ ὕδατι, ἀλλὰ καθ’ ἃ εἰδοποιοῦνται, εἰδοποιοῦνται δὲ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν, ἃ καὶ ἔστι κυρίως ἐναντία· ταῦτα δὲ οὐδὲ ἔστιν ἄνευ ὑποκειμένου τινὸς οὔτε μίγνυται. εἰκότως οὖν ἐπήγαγε τὸ ἢ <τῶν> στοιχείων· ἐκ τούτων γὰρ ἡ μίξις. ἴσως δὲ δυνατὸν καὶ τὸ κατ’ ἄλλον τρόπον τοιοῦτον συνάψαι τῷ ἔσται δὴ μιχθέντων τὰ ἄλλα ἐκ τῶν ἐναντίων. |

[*](p. 334b 18)

Οὐχ οὕτως δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον τρόπον· ν καὶ ἔστι τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον.

Eἰπὼν ὅτι τὰ ἁπλᾶ ἐκ τῶν συνθέτων γίνεται δυνάμει ὄντων ὅπερ [*](1 γὰρ om. R 2 οὐχὶ δὴ R: οὐχ ἡ Z: οὐχ ἤδη, si recte enot., GT: οὐκ ἤδη a 6. 7 ποιὸν utrobique R 11 εἶπεν om. Z 11. 12 ἐπειδὴ τοῦτο] ἐπειδὴ τοῦτο τοῦτο T: τοῦτο δὲ a 12 ἄτοπον GT 13 τι] τε T μᾶλλον addidi 14. 15 ἤπερ utrobique] ἢ a 14 ὑπεροχὴν a 14. 15 καὶ μᾶλλον—ἤπερ θερμόν om. Z 18 κἀκ] ἐκ a 19 τὰ (post τοῦ) om. R 20 distinxi ante ἐξ ἐκείνων 20. 21 δυνάμει—ἁπλᾶ om. a 20 post ὄντων iterat τῶν συνθέτων Z: verba δυνάμει ὄντων om. GT 25 οὕτε] fort. οὐδὲ 26 τῶν addidit a στοιχείων Ra: στοιχεῖον GTZ ἡ om. GT 27 δὴ RZ: δῆθεν GT: ὡς δῆθεν ἄλλα μὲν ἐκ τῶν μιχθέντων εἶναι. ἀλλὰ (sic) δὲ ἐκ τῶν ἐναντίων refinxit a 29 οὕτω Za ἡ ora. GRT 30 ἔστι τοῦτο RZ (Ar. cod. Η).. ἔστιν οὕτως οὕτω a) GTa: at cf. p. 276,28 ἡ ὕλη GT)

276
τὰ ἁπλᾶ, ἐπιφέρει λέγων ὅτι οὐχ οὕτως ἐστὶ τὰ σύνθετα δυνάμει τὰ ἀπλᾶ [*](61v) ὥσπερ ἡ ὕλη. τίς οὖν ἡ διαφορά; ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ στοιχεῖα αὐτὴ καθ’ ἑαυτὴν μὴ ὑφεστηκυῖα, τὸ δὲ σύνθετον εἰδοπεποιημένον ὑπάρχον καὶ ἐνεργείᾳ ὂν ἄλλο τι παρὰ τὰ ἀπλᾶ δυνάμει λέγεται εἶναι τὰ ἀπλᾶ. ὥστε καθ’ ἡμᾶς μὲν καὶ τὸν ἡμέτερον λόγον ἐκ τῶν ἁπλῶν στοιχείων φθαρείσης τῆς ἐν ἑκατέρῳ ὑπεροχῆς μίξις ἐστὶ τὸ γινόμενον, κατὰ δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας παντελῶς φθείρεσθαι ἐν τῷ συνθέτῳ τὰ εἴδη τῶν στοιχείων ὕλη ἐστὶν ἀνείδεος τὸ ἀποτελούμενον. ὥστε εἰ καὶ καθ’ ἡμᾶς καὶ καθὼς ἡ ἀπορία ἐβούλετο τὸ ἀποτελούμενον δυνάμει ἐστὶ τὰ ἁπλᾶ, ἀλλ’ οὐ τὸ αὐτό ἐστι τοῦτο, ἀλλ’ ὡς μὲν ἡμεῖς λέγομεν μίξις, ὡς δὲ ἐκεῖνοι ὕλη τὸ γινόμενον. προσφυέστερον δὲ ἴσως τὸ ῾οὐχ οὕτως τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ ὡς ἡ ὕλη’ ἐξηγήσεταί τις λέγων ταύτην τὴν διαφορὰν τῶν σημαινομένων, ἣν καὶ ἄνω προειρήκαμεν κατὰ τὴν θεωρίαν. ἡ δὲ διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ ἀπλᾶ μηδὲν ἴχνος ἔχουσα τοὐ εἴδους αὐτῶν, ὅπερ ἐστὶ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, τὸ δὲ σύνθετον οὐχ οὕτως· ἔχει γὰρ τοῦτό τι τοῦ εἴδους τῶν ἁπλῶν, εἰ καὶ τὸ εἰλικρινὲς αὐτῶν ἔφθαρται, ὅπερ οὐ δύναται εἶναι κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει. καὶ χρὴ ἐκεῖνο ἐπισημαίνεσθαι ὡς, ἐὰν τοῦτο λέγῃ ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον τοῦ δυνάμει ἥ τε ὕλη δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, ἐξ ἀνάγκης τὸ πῦρ καὶ τἆλλα οὐκ οἴεται καθὸ πῦρ τελέως ἐφθάρθαι ἐν τῷ συνθέτῳ, ἀλλὰ καθὸ εἰλικρινὲς πῦρ, τῷ δὲ πρὸς ἕτερον θερμῷ τὸ κεκολασμένον πῦρ ταὐτόν. προσφυέστερον δὲ εἰρήκαμεν ταύτην τὴν νῦν εἰρημένην ἐξήγησιν, διότι τὸ λέγειν τὸ μὲν σύνθετον ἐνεργείᾳ ὑπάρχειν καὶ αὐθυπόστατον εἶναι, τὴν δὲ ὕλην μηκέτι, οὐκ ἔστι διαφορὰν ἀποδεδωκέναι τῆς κατὰ τὸ δυνάμει σημασίας, ὅπερ αἰνίττεται ὁ ᾿Αριστοτέλης λέγων μὴ κατὰ τὸν αὐτὸν τρόπον τὸ σύνθετον καὶ τὴν ὕλην λέγεσθαι δυνάμει εἶναι τὰ ἁπλά. τὸ δὲ τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον ὡσαύτως νοητέον κατὰ ἀμφοτέρας τὰς ἐξηγήσεις, ὡς προειρήκαμεν.

[*](p. 334b 20)

᾿Επειδὴ καὶ πάσχει τὰ ἐναντία κατὰ τὸν ἐν τοῖς πρώτοις διορισμόν.

Τὸ μὲν προκείμενον αὐτῷ ἐστι διδάξαι πότε μὲν ἐξ ἀλλήλων τὰ στοιχεῖα κατὰ μεταβολὴν γίνεται, πότε δὲ τὰ σύνθετα ἀποτελεῖται, ὅτι ἡνίκα [*](3 καθ’ αὑτὴν a ἐφεστηκυῖα GT 3. 4 εἰδοπεημένον R 9 post ἀποτελούμενον iteraverat ὥστε εἰ—ἐβούλετο R1 10. 11 μὲν ἡ μίξις ἡμεῖς λέγωμεν (λέγομεν Τ2) μὲν ἡμεῖς λέγομεν ἡ μίξις a 11 δὲ alt. om. R ἴσως om. Z 12 οὕτω a 19 ἐπισηρήνασθαι a 20 εἴτε ὕλη GT τὰ ἀπλᾶ εἶναι Z 21 καὶ τὰ om. GT οὐχ GT1 22 τῷ δὲ] καὶ τῷ a 23 fort. προσφυεστέραν 25 οὐκ ἔστι δὲ R 28 τὸν δὲ GT1 τοῦτο] οὕτω a ἐκεῖνο R 29 γιγνόμενον a 31 ᾿Επεὶ δὲ a Arist. τἀναντία RT)

277
μὲν ὑπερέχει τὸ ἕτερον τοῦ ἑτέρου ἐπὶ πλεῖον, μεταβάλλει τὸ ἔλαττον ὑπὸ [*](61v) τοῦ πλείονος κρατούμενον καὶ γίνεται τὸ πᾶν οἷον ἐκεῖνο, ὅταν δὲ ἰσάζῃ τἀναντία, τηνικαῦτα τὸ σύνθετον ἀποτελεῖται ἑκατέρου εἰς τὸ ἕτερον δρῶντος καὶ πάσχοντος, ὡς φθαρῆναι μὲν τὰς ὑπειρβολὰς γενέισθαι δ, ἑ μέσον τιι· ἡ μὲν διάνοια αὕτη, ἡ δὲ τῆς λέξεως ἐξήγησις τοιαύτη. ἐπειδή, φησί, πέφυκε πάσχειν προδιώρισται, διότι τὸ ἐναντίον δυνάμει ἐστὶν ὅπερ τὸ ἐναντίον, οἶον τὸ θερμὸν δυνάμειν ἐστι ψυχρόν, ἀνάγκη πᾶσα, ὅταν ἐπικρατέστερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, μεταβάλλειν εἰς αὐτὸ τὸ ἀσθενέστερον. ὁμοίως δὲ κἀπὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν λοιπῶν.

[*](p. 334b24)

Καὶ πρῶτόν γε οὕτως τὰ στοιχεῖα μεταβάλλει, ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαυτα.

Ὅ φησι τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἡνίκα τύχῃ ἐξισάζοντα δρᾶν εἰς ἄλληλα, τὴν μὲν πρώτην ὁρμὴν τῆς μετὰβολῆς ἑκάτερον ὡς εἰς τὸ ἐναντίον ποιεῖται, ἀλλὰ διὰ τὸ ἐξισάζειν τὰς δυνάμεις καὶ μηδέτερον τοῦ ἑτέρου κατακρατεῖν γίνεται μεταξύ τι, τῆς ἀκρότητος ἑκατέρου κολαζομένης· ἐπειδὴ δὲ τὸ μεταξὺ τοῦτο οὐκ ἔστιν ἄτομόν τι ἀλλ’ ἐν πλάτει θεωρεῖται, ἔνθεν οὐκ ἔστιν ἕν τι εἶδος τοῦ μεταξύ, ἀλλὰ πλείονα τὰ σύνθετα, σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα.

[*](45)

Ἐx δὲ τούτων σάρκες καὶ ὀστᾶ <καὶ τὰτοιαυτα>. ἐκ τούτων, φησί, τῶν ἁπλῶν κολαζομένων ὑπ’ ἀλλήλων κατὰ τὰς ἀκρότητας γίνεται τὰ μεταξύ.

[*](p. 334b27)

Ἐνταῦθα γὰρ οὐδέτερον.

Ἐv τῇ τοιαύτῃ, φησί, μεταβολῇ τὸ γινόμενον οὐδέτερόν ἐστι τῶν ἄκρων, ἀλλὰ μῖγμα ἐξ ἀμφοῖν.

[*](p. 334b29)

Καὶ τἆλλα [πάντα] τὰ τοιαῦτα.

Eἰπὼν ὅτι ἡ θερμότης καὶ ἡ ψύξις καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης κατὰ μεσότητα ποιοῦσι τὰ σύνθετα, προσέθηκε τὸ καὶ τἄλλα τὰ τοιδιότι καὶ αἱ ἄλλαι δυνάμεις, οἷον γλυκύτης καὶ στρυφνότης, εἰ καὶ [*](1 ὑπερέχῃ GT 2 ἰσάζει a 5 ἐπεὶ Z 7. 8 δυνάμει ἐστὶν ὅπερ τὸ ἐναντίον om. R 9 τοῦ ἑτέρου] οὐ R 11. 13 lemm. om. pergit ὃ δὲ ἐπάγει, τοιοῦτόν ἐστιν. ὅτι a 11 γε om. Arist. οὕτω Ζ 14 δρῶντα a 15 ὡς om. GTa 18 τοῦ] τὸ a 19 καὶ τὰ τοιαῦτα om. Z 20 Ἐκ δὲ—ὀστὰ R: om. GTZa: ipse addidi καὶ τὰ τοιαῦτα 21 οὖν φησι a 23. 27 τὸ δὲ ἐνταῦθα γὰρ οὐδέτερον, ἀντὶ τοῦ ἐν τῇ τοιαύτη μεταβολῇ—μίγμα ἐξ ἀμφοῖν. εἰπὼν δὲ ὅτι ἡ θερμότης a 26 πάντα deleni; ceterum cf. Ar. cod. F 27 ψἰξις G ἡ (ante ὑγρότης) om. RZ 28 τὸ om. GTa κατ' ἄλλα Τ τὰ om. add. T2)

278
μὴ εἰδοποιοὶ τυγχάνουσιν οὖσαι, ἀλλ’ οὖν καὶ αὗται μεσότητά τινα ἀποτελοῦσιν [*](61v) ἐν τοῖς συνθέτοις.

[*](p. 334b31)

Πάντα δὲ τὰ μικτὰ σώματα, ὅσα περὶ τὸν τοῦ μέσου τόπον εστίν. |

Τὸ προκείμενον αὐτῷ ἐν τούτοις δεῖξαι, ὅτι πάντα τὰ φυσικὰ σύνθετα [*](62r) σώματα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν. ἐπεὶ γὰρ ἐλέγχων τοὺς ἐξ ἀμεταβλήτων τῶν στοιχείων συγκεῖσθαι λέγοντας τὰ σώματα ἔλαβεν ὡς ἐκ παντὸς μορίου τῶν συνθέτων, οἷον σαρκός, πᾶν ἐκκρίνεται στοιχεῖον, εἰκότως αὐτὸ τοῦτο νῦν προτίθεται δεῖξαι, ὅτι πᾶν σύνθετον ἐκ τῶν τεσσάρων συνέστηκεν. τὸ δὲ ὅσα περὶ τὸν τοῦ μέσου τόπον εἴρηκεν οὐ πρὸς ἀντιδιαστολὴν ὡς ὄντων τινῶν μικτῶν μὴ περὶ τὸν μέσον τόπον, οἵαν ἔνιοί φασι τὴν σύνοδον τῆς ὑγρᾶς καὶ ξηρᾶς ἀναθυμιάσεως, ἃς ἐν τοῖς Μετεωρολογικοῖς λέγει συμπεπλεγμένας ἀνιέναι (αὗται δὲ οὐκ εἰσὶ μικταὶ φύσει, οὐδὲ ἕν τι σύνθετον ἀποτελοῦσιν, ἀλλὰ κατὰ παράθεσιν ἀλλήλαις παράκεινται), ἀλλ’ ἔστι τὸ λεγόμενον ἐν ἴσῳ τῷ ῾πάντα δὲ τὰ μικτά, ὅσα καὶ περὶ τὸν τοῦ μέσου τόπον ἐστίν᾿· ὑπάρχει γὰρ τοῖς μικτοῖς τὸ περὶ τὸν τοῦ μέσου τόπον εἶναι. ταῦτα οὖν, φησίν, ἐξ ἀπάντων σύγκειται τῶν στοιχείων, καὶ τὰς ἀποδείξεις ἐφεξῆς ἐπιφέρει.

[*](p 334b 32)

Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσιν διὰ τὸ ἕκαστον εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ.

Πρῶτον δείκνυσιν ὅτι γῆς πάντα μετέχει τὰ σύνθετα. ἡ δὲ κατασκευὴ τοιαύτη. εἰ ἕκαστον, φησί, περὶ τὸν οἰκεῖον τόπον μάλιστα πλεονάζει, δῆλον ὅτι τοῖς συνθέτοις ἐν τῷ τῆς γῆς τόπῳ οὖσι (τόπος γὰρ τῆς γῆς μέσον) πλεῖστον ὑπάρξει τῆς γῆς. ὅτι δὲ ἀνάγκη καὶ ὕδατος αὐτὰ μετέχειν, σαφῶς ἐφεξῆς δείκνυσιν ἐκ τοῦ μὴ δύνασθαι τὴν γῆν καθ’ αὑτὴν συμμένειν καὶ περιορισθῆναι μὴ δεθεῖσαν οἷον κόλλῃ τινὶ τῇ συμπλοκῇ τοῦ ὕδατος.

[*](p. 334b 35)

Μόνον δὲ εἶναι τῶν ἄλλων εὐόριστον τὸ ὕδωρ.

Μόνον φησὶν εὐόριστον τῶν ἄλλων εἶναι τὸ ὕδωρ, καίτοι τοῦ ἀέρος εὐοριστοτέρου δοκοῦντος εἶναι, διὰ τὸ καὶ ὑγρότερον εἶναι. εὐόριστον· [*](1 εἰδοποιεῖ G οὔσα Ta 3 Ἅπαντα a Arist. 3. 4 τῶν τοῦ μέσου τόπων R 7 ὡς om. add. T2 10 τὸ] τὰ Τ2 13 Μετεωρολογικοῖς Β 4 p. 359b28sqq. λέγειν T 15 παράκειται R 16 ἐστίν· ὑπάρχει] ὑπάρχει· ἔστι Z 19. 21 lemm. om. pergit πρῶτον δὲ δείνυσιν ὅτι τῆς γῆς a 19 γῆ S: γῆς RZ (Ar. cod. Η): τῆ GT 22 εἰ] εἰς Z τόπον om. GT: post πλεονάζει inserit a 25 συμβαίνειν R: σημαίνειν GT 27. 28 lemra. om. pergit πῶς δὲ μόνον a 27 et 28 ἄλλων] ἁπλῶν scrib. ex Ar. 28 φησὶ τῶν ἄλλων εὐόριστον (om. εἶναι) Z 29 εἶναι (post δοκοῦντος) om. a 29. p. 279,1 εὐόριστον οὖν] ἢ εὐόριστον a)

279
οὖν ἀκουστέον ἀντὶ τοῦ ὁριστικόν, ὡς πρὸς σύνθεσιν τῆς γῆς, ὡς ἄν [*](62r) ταύτης ἐκ τῇς τοῦ ὕδατος μίξεως μόνου γινομένης εὐορίστου· καὶ δῆλοι ὁ πηλὸς οὐ διὰ τὸν ἀέρα ἀλλὰ διὰ τὸ ὕδωρ εὐόριστος γινόμενος. τὸ γὰρ ὕδωρ ἀναπληστικώτερον ὑπάρχον τοῦ ἀέρος προσιζάνει καὶ ἑνοῦται ταύτῃ· ὁ γὰρ ἀὴρ διὰ τὴν κουφότητα καὶ τὴν λεπτομέρειαν διαδράσκει ῥᾳδίως καὶ τὴν μίξιν διολισθαίνει, τὸ δὲ ὕδωρ καὶ ὡς βαρὺ καὶ ὡς παχυμερεστερον τοῦ ἀέρος συμπλέκεται μᾶλλον αὐτῇ καὶ προσιζάνει.

[*](p. 335a 4)

᾿Αὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι.

Δείξας ὑπάρχειν ὕδωρ καὶ γῆν τοῖς συνθέτοις, νῦν δείκνυσιν ὅτι καὶ πῦρ καὶ ἀέρα ἀνάγκη ἐν τούτοις εἶναι. εἰ γὰρ μικτά φαμεν εἶναι τᾷ σύνθετα, μίγνυται δὲ οὐ τὰ τυχόντα τοῖς τυχοῦσιν ἀλλ᾿ ὅσα πέφυκε πάσχειν ὑπ’ ἀλλήλων, πάσχει δὲ τἀναντία, δῆλον ὅτι γῆς καὶ ὕδατος ὄντων ἀνάγκη καὶ τἀναντία τούτων εἶναι. ἔστι δὲ γῇ μὲν ἐναντίον ἀὴρ ὕδατι δὲ πῦρ· ὥστε εἰ ἔστι ξηρὸν ἐν τῷ συνθέτῳ καὶ ψυχρὸν διὰ τῆς γῆς, δεῖ καὶ ἀέρα εἶναι ὑγρὸν ὄντα καὶ θερμόν, ἵνα τῶν ἐναντίων μίξις γένηται· ὡσαύτως δὲ εἰ ἔστι ψύξις ἡ κατὰ τὸ ὕδωρ, καὶ ὑγρότης ἔσται καὶ θερμότης ὁμοῦ καὶ ξηρότης διὰ τὸ πῦρ. εἰπὼν δὲ ὅτι τὸ πῦρ καὶ ὁ ἀὴρ ἐναντία ἐστὶν ὕδατι καὶ γῇ, ἀναγκαίως προστέθεικεν τὸ ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι. οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ μόνον κάτα τὰς εἰδοποιοὺς δυνάμεις, λέγω δὲ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν· κατὰ ταῦτα γὰρ τὰ στοιχεῖα ἐναντία ἐστὶν ἀλλήλοις, κατὰ τὸ ὑποκείμενον κοινωνοῦντα. κοινὸν γάρ ἐστι πάντων. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ θερμότης καὶ ξηρότης εἶδός ἐστι τοῦ πυρός· τὸ δὲ εἶδος οὐσί, ἐστίν· ὥστε ἡ κᾆτα τὸ εἶδος οὐσία ἔχει ἐναντίον. πῶς οὖν αὐτὸς ὲν ταῖς Κατηγορίαις εἶπε μηδεμίαν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι; ἢ δῆλον ὅτι, ἐν ταῖς Κατηγορίαις περὶ τῶν συνθέτων οὐσιῶν ἦν αὐτῷ ὁ λόγος; ἔχεις δὲ κἀνταῦθα σαφῶς ὅπως φησὶ πῦρ ὕδατι ἐναντίον εἶναι, ὁσάκις ἄν εἴποι ὅτι οὐ καθ᾿ ὅλον, ἄλλα κατὰ τὰς ἐν αὐτοῖς δυνάμεις.

[*](p. 335a9)

Μαρτυρεῖν δὲ ἔοικε καὶ ἡ τροφὴ ἡ ἑκάστων.

Νῦν καὶ ἐκ τῆς τροφῆς συλλογίζεται ὅτι τὰ μικτὰ ἐκ τῶν τεσσάρων ἐστίν. ἐπειδὴ γάρ, φησίν, ἕκαστον ἐξ ὧν σύγκειται ἐκ τούτων καὶ οὐδὲν δὲ ἐξ ἁπλοῦ τινος τρέφεται ἀλλ’ ἐκ τῶν συνθέτων, δῆλον ὅτι [*](2 ταύτης om. a 5 διὰ τὴν λεπτότητα καὶ τὴν κουφότητα Z λεπτομερίαν 6 (post ὕδωρ) om. Z 10 τὰ μικτά Z 11 δὲ om. Z 12 γῆς δηλονότι Z 16 δὲ ora. Z 19 εἶναι ἐναντίαν GTa 23 καὶ ἡ ξηρότης R ὥστε εἰ ἡ R 24 κατηγορίαις] v. ad p. 230,4 25 εἶναι ἐναντίαν a 27 ὥστε καὶ ὁσάκις et καθ’ ὅλα δεῖ νοεῖν a 29. 30 lemm. om. pergit ἔπειτα καὶ ἐκ τῆς τροφῆς a 29 ἡ (post τροφὴ) RTZ: om. GArist. 30 τρυφῆς I: τριφῆς G 31 ἐξ ὧν σύγκειται ἕκαστον R 32 δὲ om. T1)

280
οὐδὲν τῶν λεγομένων μικτῶν ἀπλοῦν ἐστιν, ἀλλ’ ἐκ τῶν τεσσάρων πάντα [*](62r) συνέστηκεν. ὅπερ δὲ δοκεῖ ἀντιπίπτειν ἐπὶ τῶν φυτῶν, τῷ ὕδατι μόνῳ ταῦτα | τρέφεσθαι, τοῦτο τίθησι καὶ ἐλέγχει λέγων ὅτι μέμικται τῷ ὕδατι [*](62v) ᾧ τρέφονται καὶ γῆ ὥστε εἰ ἐξ ὧν τρέφονται ἐκ τούτων καὶ συνέστηκεν, ἐκ γῆς ἄρ καὶ ὕδατος συνέστηκεν. εἰ δὲ ἐκ γῆς καὶ ὕδατος, ἐξ ἀνάγκης καὶ <ἐκ> τῶν ἐναντίων διὰ τὸν προειρημένον λόγον. μετέχουσιν ἄρα πυρὸς καὶ ἀέρος. ἀνάγκη οὖν καὶ τῇ τροφῇ αὐτῶν ταῦτα εἶναι, καὶ διὰ τοῦτο οὐ τὴν τυχοῦσαν γῆν μιγνύουσιν οἱ γεωργοί, ἀλλὰ τὴν κοπρώδη, ἥτις καὶ πυρώδους καὶ ἀερώδους μετέχει οὐσίας, ἥν φησι μίξαντας τοὺς γεωργοὺς οὕτω χρήσασθαι τῇ ἀρδείᾳ.

[*](p. 335a 14)

᾿Επειδή ἐστιν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον τὸ συνειλημμένον.

Νῦν ὡς πρὸς χρῆσίν τινα καὶ ῥῆσιν ποιητικὴν αἰτίαν ζητῶν τί δήποτε πάντων τῶν στοιχείων εἰς ἄλληλα μεταβαλλόντων τὸ πῦρ μόνον φασί τινες τρέφεσθαι (οὕτως γὰρ καὶ ὁ ποιητὴς εἶπεν ‟τοὺς ἅμα σοὶ πῦρ ἐσθίει”), φησὶν οὖν ὅτι ἐπειδὴ ἡ μὲν τροφὴ ὕλη ἐστὶ τοῦ τρεφομένου, τὸ δὲ τρεφόμενον τὸ εἶδός ἐστι τὸ συνειλημμένον καὶ συμπεπλεγμένον τῇ ὕλῃ (τοῦτο γάρ ἐστι καὶ τὸ ὑπομένον), εὔλογον τὸ πῦρ μόνον λέγειν τῶν ἁπλῶν τρέφεσθαι, διότι τοῦτο μᾶλλον τῶν ἁπλῶν εἶδος. ὅτι δὲ τὸ πῦρ εἶδος, κατασκευάζει τοῦτον τὸν τρόπον. εἰ γὰρ ὁρῶμεν τὸ πῦρ κατὰ φύσιν ἐπὶ τὸν ὅρον φερόμενον, ὅρος δέ ἐστιν ὃ πέρας ἐστί τινος καὶ περιέχον, ἕκαστον δὲ κατὰ φύσιν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, δῆλον ὅτι τόπος οἰκεῖός ἐστι τοῦ πυρὸς ὁ ὅρος τουτέστι τὸ πέρας καὶ τὸ περιέχον τἆλλα. ἐπειδὴ τοίνυν τὸ εἶδος ἑκάστου ἐν τῷ ὅρῳ ἐστίν, εἶδος δὲ λέγει οὐ τὸ κατὰ τὸν οὐσιώδη λόγον, ἀλλὰ τὸ κατὰ τὴν μορφήν (τοῦτο γὰρ ἐν τῇ ἐπιφανείᾳ θεωρεῖται), συμβαίνει, ὅταν ἐν τῷ ὅρῳ τὸ πῦρ ὑπάρχῃ, ἐκείνου αὐτοῦ εἶδος εἶναι· ὑπάρχει δὲ ἐν τῷ ὅρῳ τῶν ἄλλων στοιχείων καὶ τῷ πέρατι τῷ περιέχοντι αὐτά· δῆλον ἄρα ὅτι εἶδός ἐστι τῶν ἄλλων. εἰκότως οὖν μόνον τῶν ἄλλων λέγεται τρέφεσθαι.

[*](2 δὲ om. a τῷ om. R 3 τοῦτο δὴ τίθησι a μέμικται] μέμνηται Z 4 ἡ γῆ a 6 ἐκ addidit a 8 μίγνυσιν GT1 9 μίξαντας Ra: μίξαντες GTZ 9. 10 τοὺς γεωργοὺς R: οἱ γεωργοὶ Z: τοὺς γεωργικοὺς GTa 11. 13 lemm. om. pergit ἔπειτα ὡς πρὸς a 11 ἐπεὶ δ’ ἐστὶν Ar. 12 τὸ om. Arist. συνειλημένον GT1 (Aristot.?) 13 post ποιητικὴν addunt ἀποτείνεται Z, ἀπαντᾶ a 15 οὕτω a ὁ ποιητὴς] Hom. Ψ 182 15. 16 πάντα a 17 συνειλημένον T1 22 ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον Z 24 ἐν om. add. Τ2 ὅρω συμβαίνει ἐστὶν Z 25 τὸ (post οὐ) om. T 26 συμβαίνει οὑν ὅταν R ὑπάρχῃ] ὑπάρχει R1T 29 εἰκότως—τρέφεσθαι om. a ἄλλων] fort. ἁπλῶν)
281
[*](p 335a22)

Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε [*](62v) τῶν ἁπλῶν, εἴρηται.

Εἰπὼν ἐν τοῖς προλαβοῦσι τί ποτέ ἐστιν ἡ γένεσις καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει, εἶτα ἐν μέσῳ πολὺν κατατείνας λόγον περὶ τῆς καθόλου εἰς ἄλληλα τῶν στοιχείων μεταβολῆς, μέλλων ἐν τοῖς ἐφεξῆς περὶ τῆς καθ᾿ ἕκαστα γενέσεως εἰπεῖν, καὶ περὶ τῆς ἰδικωτέρας τῶν στοιχείων μεταβολῆς κτὰ τὴν τῶν Μετεώρων πραγματείαν μέλλων διδάξαι, ἀναλαμβάνει τὸν περὶ τῆς καθόλου γενέσεως λόγον, ζητῶν πόσαι ποτέ εἰσιν ἀρχαὶ καθόλου τῶν γινομένων καὶ φθειρομένων καὶ ποῖαι. ἐκ· τούτων γὰρ καὶ τὰς τῶν καθ’ ἕκαστα γενέσεων ἀρχὰς εἰσόμεθα· ὅσαι γὰρ τῶν καθόλου γενέσεων, τοσαῦται καὶ τῶν κατὰ μέρος ἀρχὶ ἔσονται. φησὶν οὖν ὅτι τοσαυται τὸν ἀριθμόν εἰσι τῶν γενητῶν καὶ φθαρτῶν ἀρχαί, ὅσαι καὶ τῶν ἀιδίων, καὶ τῷ γένει αἱ αὐταί. ὕλη τε γὰρ ἐν ἀμφοτέροις ἐστὶν ὑποκειμένη, καὶ εἶδος ὡσαύτως ἔν τε τούτοις καὶ ἐν ἐκείνοις θεωρεῖται, ἀλλ᾿ ἡ μὲν ἐν τοῖς γενητοῖς ὕλη κατὰ τὸ δυνάμει θεωρεῖται (δυνάμει γάρ ἐστιν τῶν ἐναντίων), ἐπὶ δὲ τῶν ἀιδίων οὐ κατὰ τὸ δυνάμει θεωρεῖται, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστὶν εἰδοπεποιημένη, καὶ οὐ ποτὲ μὲν προσκτᾶται τ,ιὸ εἶδος ποτὲ δὲ στερεῖται τούτου, διότι ἐκεῖ μὲν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ εἶδος καὶ μὴ ἔχον ἐναντίον, ἐνταῦθα δὲ γενητὸν καὶ φθαρτόν, διότι ἐναντιότης περὶ τοῦτο θεωρεῖται. ἔστι δέ, φησί, καὶ τρίτον αἴτιον ποιητικόν, ἐν μὲν τοῖς γενητοῖς καὶ φθαρτοῖς αἴτιον τῆς γενέσεως, ἐν δὲ τοῖς ἀιδίοις τὸ ποιητικὸν αἴτιον οὐ τῆς γενέσεως ἐστιν ἀλλὰ τοῦ εἶναι καὶ τῆς διαμονῆς. τοσούτων τοίνυν οὐσῶν τῶν ἀρχῶν τῆς γενέσεως τὸ μὲν ὑλικὸν καὶ εἰδικὸν, φησίν, ἅπαντες ἔγνωσαν, τὸ δὲ ποιητικὸν ὠνείρωξαν μὲν διήρθρωσε δὲ οὐδείς. οἱ μὲν γὰρ ποιητικὸν αἴτιον ἀποδεδώκασι τὸ εἶδος, καθάπερ Πλατῶν ἐν τῷ Φαίδωνι· οὗτος γὰρ ἐπιτιμήσας τοῖς ἄλλοις ὡς μηδεμίαν ἔννοιαν λαβοῦσι τοὐ ποιητικοῦ αἰτίου, ἔνθα καὶ τὸν Ἀναξαγόραν ὑπεδέξατο εἰπόντα τὸν νοῦν ποιητικὸν αἴτιον, εἰ καὶ ὅτι οὐδ’ ἐκεῖνος ἐχρήσατο αὐτῷ ἐν τῇ γενέσει τῶν γενητῶν, αὐτὸς ὑποκατιών φησι τὸ εἶδος ποιεῖν τῇ παρουσίᾳ αὑτοῦ τὸ εἰδοπεποιημένον. μέμφεται δὲ αὐτὸν φάσκων ὅτι οὐχ ἱκανὸν τὸ εἶδος ὑπάρχον ποιῆσαι· οὐδὲ γὰρ ἡ εἰκὼν ποιεῖν λέγεται τὸ πρὸς αὐτὴν γινόμενον ἀλλ’ ὁ τεχνίτης, οὐδὲ ἡ ὑγεία τὸν νοσοῦντα ὑγιάζει μὴ ὄντος τοῦ ἰατροῦ. ἔπειτα, φησίν, εἰ εἰσὶν αἱ ἰδέαι (ταύτας γὰρ εἴδη ὁ Πλατῶν), διὰ τί ὄντος τοῦ μεθεκτικοῦ οὐκ εὐθέως γίνεται; οἷον του εἴδους τῆς ὑγείας 〈ὄντος〉, ὄντος δὲ καὶ τοῦ κάμνοντος, διὰ τί μὴ εὐθέως μετα- [*](1. 2 lemma] ᾿Επεὶ δ’ ἐστὶν ἔνια—ὲκάστου οὐσίας (p. 355 a 24— —b 7) a 4 πολλὺν GT1 7 διδάξειν a 11 μέρως (Z)a 20. 22 αἴτιον ποιητικόν—ποιητικὸν om. GTa 20. 21 ἐν μὲν τοῖς Z: ἐν τοῖς μὲν R 22 ἐστιν om. a 24 διήρθρωσαν R 26 Φαίδωνι] cf. ad p. 285, 13 οὕτως GT2 ἐπὶ τιμήσας a 27 λάβωσι GT1 ἀπεδέξατο fort, recte (Z)a 28 τὸν οὖν G: τὸ*οὖν T ὅτι delendum 29 ὑποκατιῶν a 30 αὑτοῦ libri 32 τεχνητῆς (GTZ)a ἡ] ἰδέας, εἴδη λέγει ὁ Πλάτων a 33 μὴ RZ: εἰ μὴ GTa 35 〈ὄντος〉 addidi)

282
βαλὼν ὁ κάμνων ἐκ νόσ̣ου ὑγιαίνει, ἀλλὰ χρεία ἐστὶ δηλονότι τοῦ ἰατροῦ; [*](62v) οὕτως μὲν οὗν ἐλέγχει τοὺς λέγοντας τὰ εἴδη εἶναι τὰ ποιοῦντα. ἄλλοι δέ, φησί, τὴν ὕλην ᾐτιάσαντο λέγοντες αὐτὴν τρεπομένην ποιεῖν. ταύτης δὲ τῆς δόξης εἶεν ἄν καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποlθἑμενοι. καί φησιν [*](63r) ὅτι καθ’ ὅσον μὲν τοῖς πάθεσι καὶ τῇ κινήσει προσεσχηκότες ποιητικὸν αὐτὴν αἴτιον εἰρήκασι, φυσικώτερον ἀπεφήναντο (ποιητικὸν γὰρ αἴτιόν φαμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως), καὶ κατὰ τοῦτο ἀποδοχῆς μᾶλλόν εἰσιν ἄξιοι τῶν τὰ εἴδη εἰρηκότων ἀκίνητα ὄντα · καθ’ ὅσον os οὐκ ἄλλο τι τῆς κινήσεως τῆς ἐν τῇ ὕλῃ ἔλεγον εἶναι αἴτιον, κατὰ τοῦτο μέμψεως ἄξιοι· ἡ γὰρ ὕλη οὐ τοῦ ποιεῖν καὶ κινεῖν φαίνεται τὴν ἀρχὴν ἔχουσα, ἀλλὰ τοῦ κινεῖσθαι καὶ πάσχειν ὑπ’ ἄλλου. ἄλλοι δέ τινες τὰς ποιητικὰς αἰτίας ἀποδιδόασι ταῖς δυνάμεσι τῶν σωμάτων, θερμότητι καὶ ψυχρότητι, αἵτινες ὄργανά εἰσι τῆς ποιητικῆς αἰτίας, οὐκ αὐταὶ ποιητικαὶ αἰτίαι · διὰ τούτων γὰρ ἡ φύσις ὡς δι’ ὀργάνων ποιεῖ. δείκνυσι δὲ ὅτι καὶ χεῖρον ἢ κατ’ ὄργανον ταῦτα ἐνεργοῦσιν, εἴ γε τὰ μὲν ὄργανα μὴ ἐπιστατούσης τέχνης οὐδὲν δρᾷ περὶ τὴν ὕλην, τὸ δὲ θερμὸν καὶ ψυχρόν, εἰ μὴ ὑπὸ φύσεως ἢ τέχνης μετρηθῇ, φθείρει τὸ ὑποκείμενον. ταῦτα εἰπὼν τὴν οἰκείαν δόξαν περὶ τῆς ποιητικῆς αἰτίας ἐκτίθεται.

Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἀπάντων συνέστηκε τῶν ἁπλῶν. ἅπαντά φησι τὰ σύνθετα· τὰ γὰρ ἁπλᾶ οὐ συνέστηκεν ἐξ ἁπλῶν, ἐπεὶ οὐκ ἂν ἦν ἁπλᾶ.

[*](p. 335a24)

Ἐπειδή ἐστιν ἔνια γενητὰ καὶ φθαρτά.

Tὸ ἔνια οὐ πρὸς τὸ ἄνω φησίν· οὐ γὰρ τοῦτό φησιν ὅτι ἔνι τῶν σωμάτων τῶν συνεστηκότων ἐὸξ ἁπάντων τῶν στοιχείων γενητά ἐστι καὶ φθαρτά (τὰ γὰρ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων γενητά ἐστι καὶ φθαρτά), ἀλλ’ ἐπειδὴ τῶν ἀπάντων σωμάτων τὰ μέν ἐστιν ἀίδια τὰ δὲ γενητὰ καὶ φθαρτά, διὰ τοῦτό φησιν ἰόντων τινῶν γενητῶν καὶ φθαρ- τῶν, ἅπερ περὶ τὸ μέσον τοῦ παντὸς συνέστηκε, ζητητέον πόσι καὶ τίνες αὐτῶν αἱ ἀρχαὶ τῆς γενέσεως’.

[*](p. 335a28)

Καὶ τῷ γένει αἱ αὐταί, αἵπερ ἐν τοῖςἀιδίοιςτε καὶ πρώτοις· ἡ μὲν γὰρ ὡς ὕλη.

Ὁμογενεῖς φησιν εἶναι τὰς ἀρχὰς τῶν τε γενητῶν καὶ τῶν ἀιδίων. [*](2 οὕτω a 6 αἴτιον αὐτὴν tr. Z: αἴτιον om. R 8 ἀκίνητα εἰρηκότων Z 13 αἴτιαι 11 13. 14 διὰ τοῦτο Z 15 μὴ om. add. Z2 17 μετρηθείη a 18. 23 ἐκτίθεται. ἡμεῖς δὲ μετὰ τὴν θεωρίαν τὴν λέξιν ἐπέλθωμεν. τῷ μὲν οὖν ἅπαντα τὰ σώματα, προσθετέον τὰ σύνθετα· τὰ γὰρ ἁπλᾶ οὐ συνέστηκεν ἐξ ἁπλῶν. ἐπε·ι οὐκ ἄν ἦν ἀπλᾶ. τὸ δὲ ἔνια γενητὰ καὶ φθαρτὰ. οὐ πρὸς τὸ ἄνω ἀναφέρειν δεῖ· οὐ γὰρ τοῦτο φησὶν a 22 ἐπεὶ δ’ ἐστὶν Arist. 24 τῶν prius om. Z 30 καὶ εἰ τῷ a τε om. Z 31. 32 πρώτοις. τὰς μὲν οὖν ὡς ὕλην ὁμογενεῖς a 31 γάρ ἐστιν Ar. 32 τε om. add. T2)

283
καὶ γὰρ ὕλη, φησίν, ἐπὶ ἀμφοτέρων θεωρεῖται τῶν γενητῶν καὶ τῶν ἀιδίων, [*](63r) ὕλην δὲ σκοπεῖ ἐνταῦθα τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην. διὸ εἰκότως ὁμογενεῖς αὐτάς φησιν εἶναι· τὸ γὰρ ὑποκείμενον κοινῶς ἐπ’ ἀμφοτέρων θεωρεῖται τῶν τε ἀιδίων καὶ τῶν γενητῶν. εἰ γὰρ καὶ εἴη ἡ μὲν κρείττων ἡ δὲ χείρων, οὐδὲν ἧττον ὁμογενεῖς ἔσονται, ἐπειδὴ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ζῷον ταύτην πρὸς ἄλληλα τὴν διαφορὰν 〈ἔχοντα〉, τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, ὅμως ὁμογενῆ ἐστι. κρείττων δὲ ἐκείνη καθὸ ἐνεργείᾳ ἀεὶ οὖσα οὐδέποτε δυνάμει ἐστίν, ἡ δὲ τῶν γενητῶν ὕλη δυνάμει τὰ ἐναντία οὖσα ἀεὶ ἔχει τὸ δυνάμει εἶναι τὸ ἐναντίον τοῦ ἐν αὐτῇ ὄντος εἴδους. καὶ ἴσως ἄν τις ὑποπτεύσειεν οὐ διὰ τὴν φύσιν τῆς ὕλης, ἀλλὰ διὰ τὰ εἴδη ταύτην προσιέναι τὴν διαφοράν. διότι γὰρ τὸ τῶν οὐρανίων εἶδος οὐκ ἔχει ἐναντίον, ἀλλ’ ἐστὶν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχει, διὰ τοῦτο ἡ τούτου ὕλη ἀεὶ ἐνεργείᾳ ἐστίν· ἡ δὲ τῶν γενητῶν ἐνεργείᾳ οὖσα καὶ αὐτὴ καὶ μηδέποτε ἀνείδεος μένουσα, διὰ τὸ ἐναντιότητα εἶναι περὶ τὸ εἶδος συμβαίνει αὐτὴν ἀεὶ τὸ δυνάμει ἔχειν. εἰδέναι μέντοι χρὴ ὅτι οὐ μόνον διὰ τὸ εἶδος, ἀλλὰ καὶ δι’ αὐτὴν τῆς ὕλης τὴν φύσιν ὧι ἡ διαφορὰ προσέρχεται. ἥ τε γὰρ τῶν γενητῶν ὕλη οὐκ ἂν τὸ ἐναντίον ἐδέξατο ἀποβάλλουσα τὸ πρότερον, εἰ μὴ ὑπῆρχεν ἔχουσα τὸ δυνάμει· οὕτως δὲ καὶ ἡ τῶν ἀιδίων, εἴπερ εἶχε δύναμιν τοὐ ἀποβάλλειν τὸ εἶδος, κἄν ἀπέβαλλεν εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως. μεμνῆσθαι δὲ χρή, καθάπερ προλαβόντες εἰρήκαμεν, ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα ὕλην καλεῖ τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην καὶ οὐχὶ τὴν κατὰ τὸ δυνάμει εἶναι νοουμένην· εἰ γὰρ τὴν κατὰ τὸ δυνάμει λάβωμεν παρ’ αὐτοῦ λεγομένην ἐνταῦθα ὕλην, οὐκέτι ἔσται ὁμογενὴς ἡ τῶν γενητῶν τῇ τῶν ἀιδίων, ἐπειδὴ ἐν ἐκείνῃ οὐκ ἔστι τὸ δυνάμει.

[*](p. 335a31)

Οὐ γὰρ ἱκαναὶ γεννῆσαι αἱ δύο.

᾿Αλλαχοῦ αὐτὸς εἴρηκεν ὅτι ἡνίκα ἐπιτηδεία γένηται ἡ ὕλη πρὸς τὸ καταδέξασθαι τὸ εἶδος, οὐ χρεία τρίτου τινὸς τοῦ δέοντος αὐτῇ τὸ εἶδος, ἀλλ’ αὐτοφυῶς καὶ αὐτομάτως αὐτὸ δέχεται. πῶς οὖν ἐνταῦθα φαίνεται [*](1 ὕλην ’a θεωρεῖσθαι a 2 σκόπει R 3 post ὑποκείμενον iterat θεωρουμένην—τὸ γὰρ ὑποκείμενον κοινῶς (sic) Τ2 4 ἡ om. GT1 5 ἐπεὶ καὶ Z 6 ἔχοντα a: τὴν πρὸς ἄλληλα Z: om. GRT 8 ἐνεργεία ἀεὶ οὖσα R: ἀεὶ ἐνεργεία οὖσα Z: ἀεὶ ἐνεργεία καὶ GTa 9 τἀναντία R 13 post γενητῶν addit ἀεὶ Z 13. 14 ἐνέργεια GT 14 αὐτὴ Z corr. R: αὕτη cett. 15 αὐτὴν RZ: ταύτην GTa 19 οὕτω a 20 ἀπέβαλλεν TR: ἀπέβαλεν Ga: εἰς ἐνέργειαν μετέβαλε tr. Z προ*ελθούσης Τ 23 εἶναι—δυνάμει RZ: om. GT: ἢν γὰρ τὴν κατὰ τὸ δυνάμει supplenerat a 24 οὐκ ἔσται ἔτι Z 25. 27 δυνάμει. λέγοντος δὲ, οὐχ ἱκανὰ (sic) πρὸς τὸ γεννῆσαι δύο, ζητεῖται πῶς ἀλλαχοῦ a 26 γὰρ RZ: γὰρ ἄν GT (Ar. cod. E) ἱκανὸν R γεννῆσαι Z: γεν(??)σαι R: πρὸς τὸ γεννῆσαι GTAr. αἱ R: om. cett. (cum Ar. cod. E); at cf. p. 284,1 27 ἐπιτήδεια GTa 28 αὕτη R 29 οὖν om. Z)

284
λέγων μὴ ἱκανὰς εἶναι τὰς δύο ἀρχάς, ἀλλὰ δεῖσθαι τὸ γινόμενον καὶ τοὐ [*](63r) ποιητικοῦ αἰτίου; πρὸς ὅ φαμεν ὅτι ἡ ὕλη τὸ ἐπιτηδεία γενέσθαι οὐκ ἀφ’ ἑαυτῆς ἀλλ’ ἐκ τοῦ ποιητικοῦ αἰτίου ἔχει· καὶ πρὸς τοῦτο χρεία τοῦ ποιητικοῦ αἰτίου, πρὸς τὸ ποιῆσαι τὴν ὕλην ἐπιτηδείαν ἐργάσασθαι. ταύτῃ γὰρ ὁ ἀγαλματοποιὸς τὸ εἶδος ποιεῖν λέγεται, τῷ τὸ ἐμποδὼν τῷ εἴδει ἐξαίρειν ἐκ τῆς ὕλης· οὐ γὰρ τῷ τὸ εἶδος ἔξωθεν ἐπιτιθέναι. ἡ δὲ ὕλη ἅμα τε τὴν ἐπιτηδειότητα ἔλαβε καὶ τὸ εἶδος προσεκτήσατο.

[*](p. 335 a 32)

Καθάπερ οὐδὲ ἐν τοῖς πρέτοις.

Oὐδ' ἐν τοῖς πρώτοις, φησίν, ἱκανὸν τὸ εἶδος καὶ ἡ ὕλη, ἀλλὰ δεῖ καὶ τοῦ ποιητικοῦ αἰτίου τούτοις· ἀλλ’ οὐ πρὸς τὸ γενέσθαι, ἀλλὰ πρὸς τὸ εἶναί τε καὶ διαμεῖναι.

[*](p. 335a 32)

῾Ως μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστιν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.

Τῶν γενητῶν, φησίν, ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστι τὸ δυνάμει ὄν, ὅπερ δύναται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐπειδὴ γάρ, φησί, τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀίδια, ἅπερ καὶ ἀδύνατον μὴ εἶναί φησι, τὰ δὲ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἅπερ καὶ ἀδύνατον εἶναι λέγει, οἷον τὰ μηδαμῇ μηδαμῶς ἐν ὑπάρξει ὄντα πλὴν ἢ κατὰ ψιλὴν ἐπίνοιαν, οἷον ὁ τραγέλαφος, τὰ δέ, φησί, καὶ εἶναι καὶ μὴ εἶναι δύναται, ὥσπερ τὰ γενητὰ καὶ φθαρτά, εἰκότως, φησί, καὶ τὸ ὑποκείμενον αὐτῶν δύναται καὶ εἶναι τόδε τὸ εἶδος καὶ μὴ εἶναι.

[*](p. 335a35)

Τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ εἶναι. Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, τῶν ἐξ ἀνάγκης ὄντων καὶ ἐξ ἀνάγκης οὐκ ὄντων, τὰ μὲν ἀδύνατον μὴ εἶναι, τὰ ἀίδια δηλονότι, τὰ δὲ ἀδύνατον εἶναι, ἃ μηδέποτε εἰς γένεσιν ἔρχεται, οἷον ὁ ἱπποκένταυρος. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τὸ μὴ ἐνδέχεσθαι, φησί, παρὰ τὸ ἀναγκαῖον ἄλλως ἔχειν· τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης οὐκ | ἔστι. διὰ τοῦτο οὖν τὰ μὲν αὐτῶν ἀδύνατον εἶναι, τὰ δὲ [*](63v) ἀδύνατον μὴ εἶναι. οὐκοῦν ἡ γένεσίς ἐστι καὶ ἡ φθορὰ περὶ τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.

[*](1 λόγων Z et ἱκανῶν Ζ1 2 ἡ] τῆ R 3. 4 ἔχει—αἰτίου om. R 4 αἰτίου om. a καὶ ἐργάσασθαι ἐπιτηδείαν a 6 τῷ om. GRT τὸ om. Z ἡ δὲ ἡ ὕλη T2 7 προσέλαβε Z 8. 9 om. lemm. pergit ἀλλ’ οὐδ’ ἐν a 9 πρώτοις om. Z, ubi φημὶ 12. 14 om. lemm. pergit τῶν οὖν γενητῶν a 12 τῆς γενητῆς Ζ 17 ante οὐκ ἔστιν add. φησὶν GTa λέγειν Z 19 δύνανται a 22. 23 lemm. om. pergit εἰπὼν δέ· ὅτι τούτων τῶν ἐξ ἀνάγκης δηλονότι ὄντων καὶ a 26 εἶτα καὶ om. a αὐτὼν τὰ μὲν a)
285
[*](p. 335b 6)

῾Ως δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος.

Εἰπὼν περὶ τοῦ ὑλικοῦ αἰτίου νῦν περὶ τοῦ εἴδους διαλαμβάνει, φάσκων εἶδος εἶναι τὸν λόγον τῆς ἑκάστου οὐσίας. οὗ δὲ ἕνεκεν αὐτὸ ἐκάλεσεν δηλῶν ὅτι εἰς ταὐτὸν συντρέχει τὸ εἰδικὸν αἴτιον τῷ τελικῷ, καθάπερ καὶ ἐν τῇ Φυσικῇ εἶπεν. καὶ γὰρ καὶ σκοπὸν τίθεται καὶ τέλος ἡ φύσις τὸ ἑκάστου εἶδος ἐν τῇ ὕλῃ ποιῆσαι, καὶ τὸ ἀποτελούμενον καὶ τῇ ὕλῃ ἐπιγινόμενον αὐτὸ τυγχάνει τὸ εἶδος.

[*](p. 335 b 7)

Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ᾿ οὐδείς.

Τὴν ποιητικὴν λέγει αἰτίαν. αἰνίττεται δὲ καὶ πρὸς Ἀναξαγόραν καὶ πρὸς Πλάτωνα. Ἀναξαγόρας μὲν γὰρ ποιητικὸν τὸν νοῦν εἰπὼν οὐ χρῆται αὐτῷ ἐν τῇ γενέσει τῶν πραγμάτων, ἀλλὰ καὶ Πλατῶν ἐν Τιμαίῳ τῆς ποιητικῆς αἰτίας μνησθεὶς ἐν τῷ Φαίδωνι τοῖς εἴδεσι τὴν ποιητικὴν αἰτίαν ἀπέδωκεν, εἰπὼν ‟ἀλλ᾿ ἐάν τις μοι λέγῃ δι’ ὅ τι καλόν ἐστιν ὁτιοῦν, ἢ ὅτι χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τἆλλα χαίρειν ἐῶ· ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι, τοῦτο δὲ ἀπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη· οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι.’’ ὥστε οὐχ οἷός τε γέγονεν ὁ Πλατῶν τὴν προσεχῆ ποιητικὴν αἰτίαν τῶν γινομένων ἀποδοῦναι, ἀλλ’ ἐπὶ τὰς ἰδέας κατέφυγεν.

[*](p. 335b9)

᾿Αλλ᾿ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γενέσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης.

Πρὸς Πλάτωνα νῦν ἀποτείνεται λέγοντα τὰ εἴδη ποιητικὸν αἴτιον εἶναι καὶ ἀρκεῖν αὐτὰ ποιεῖν τὰ γινόμενα. φησὶ γὰρ τὸ μὲν εἶναι ἔχειν ἕκαστον κατὰ τὰ εἴδη τὰ ὄντα, τὸ δὲ γενέσθαι κατὰ τὸ τούτων μεταλαμβάνειν, ὥσπερ τὸ φθείρεσθαι κατὰ τὴν ἀποβολὴν τὴν τούτων. ὥστε ἐκ τῶν εἰδῶν [*](1. 2 om. lemm. pergit εἰπὼν δὲ περὶ a 1 ἕνεκεν RZ: ἕνεκα GT 2 αἰτίου, διαλαμβάνει ἐφεξῆς περὶ τοῦ εἴδους a 3 ἐκάλεσεν] οὐκ ἔλεγεν GT 4 δηλονότι R ταὐτὸ a 5 Φυσικῇ] Β 7 p. 198a 24sqq. al. 5. 6 φύσις τοῦ ἑκάστου R 8. 9 ὠνειρώττουσι et οὐδὲ εἴς GT 10 δὴ Z 11. 12 γὰρ—εἰπὼν —πραγμάτων] οὖν—εἰρηκὼς—ὄντων Z 13 Φαίδωνι p. 100 C sq. 14 λέγη μοι διατὶ R λέγοι GT1 15 εὐανθὲς GT ἡ σχῆμα om. R τὰ μὲν ἄλλα Plato 17 ἑαυτῶ Z ποιεῖ bis T αὐτόκαλον R 19 προσγινομένη a τοῦτο om. Z 22 lemma om. hic a 23 γίνεσθαι Ar. 25 νῦν] οὖν (GT)a 27 γίνεσθαι a τὸ alt. om. Z 28 ὥσπερ τοῦ φθείρεσθαι GT post τούτων addit μεταλαμβάνειν R)

286
τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔλεγεν ὑπάρχειν τοῖς οὖσιν. ἀπολογούμενοι δέ [*](63v) τινες ὑπὲρ Πλάτωνός φασιν ὅτι τὰ δημιουργικὰ εἴδη ἔλεγεν ὁ Πλατῶν αἴτια εἶναι ποιητικά, ὧν κατὰ μετάληψιν γίνεσθαι τὰ γινόμενα, καὶ κατὰ ἀποβολὴν τούτων φθείρεσθαι. εἰ δὲ τὰ δημιουργικὰ εἴδη ὑποτίθεται, δῆλον ὅτι καὶ αὐτὸς ποιητικὸν αἴτιον οἶδεν ταῦτα τῶν ἐν τοῖς γενητοῖς εἰδῶν· ὁ γὰρ δημιουργικὰ αἴτια εἰπὼν εὐθὺς οἶμαι εἰς ἐπίνοιαν ἄγει τῶν ποιητικῶν. ἴσως οὖν φαίη τις ἂν τὸν ᾿Αριστοτέλην διὰ τοῦτο αὐτῷ μέμφεσθαι τῷ Πλάτωνι, διότι τὰ εἴδη αὐτά φησι ποιεῖν, μὴ αἰτιασάμενος τὸν ἀφορῶντα τοῖς εἴδεσι δημιουργὸν καὶ πρὸς αὐτὰ καθ’ ὁμοιότητα τὰ τῇδε παράγοτα. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ἀντιλέγων φησὶν ὅτι οὔσης ὑγείας καὶ ἐπιστήμης, τουτέστι τῶν λόγων τῆς ὑγείας καὶ τῆς ἐπιστήμης ὄντων, ὄντων δὲ καὶ τῶν μεθεκτικῶν τῆς ὑγείας καὶ τῆς ἐπιστήμης, ὅμως χρεία ἐστὶ καὶ ἄλλου αἰτίου ποιητικοῦ, οἷον τοῦ ἰατροῦ καὶ τοῦ ἐπιστήμονος. εἰ μὴ γὰρ οὗτοι ποιήσωσιν, οὔτ’ ἂν ὁ νοσῶν ὑγιάνῃ, οὔτε ὁ ἀνεπιστήμων μεταβάλοι εἰς ἐπιστήμην. ἐπεὶ εἰ αὔταρκες ἦν τὸ εἶδος ὄντος τοῦ μεθεκτικοῦ ποιῆσαι, τί δήποτε οὐκ ἀεὶ ὁ νοσῶν ὑγιαίνει καὶ ὁ ἀνεπιστήμων γίνεται ἐπιστήμων;

[*](p. 335b 16)

Οἱ δὲ αὖ τὴν ὕλην· ὑπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν. |

Εἰπῶν πῶς ὁ Πλατῶν φησὶ τὰ εἴδη ποιητικὰ αἴτια, ἐν μέσῳ φησὶν 64r ὅτι ἕτεροι τὴν ὕλην ᾠήθησαν ποιεῖν, ὑπὸ τῆς ἐν αὐτῇ τροπῆς καὶ κινήσεως ἀπατηθέντες. εἶτα οὕτως τρέπεται ἐπὶ τοὺς ἐλέγχους τῆς Πλάτωνος δόξης, ἐφεξῆς δὲ καὶ τοὺς τὴν ὕλην λέγοντας αἰτίαν εἶναι ὡς ποιη- τικὸν ἐλέγχει.

[*](p. 335b 23)

῾Ωσαύτως δὲ κἀπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πρατ- τομενων.

Τουτέστιν ὁ αὐτὸς λόγος ἐπὶ πάντων τῶν καθ’ ἕξιν πραττομένων, οἷόν περ εἰρήκαμεν ἐπὶ ἰατρικῆς καὶ ἐπιστήμης.

[*](p. 335b 24)

Εἰ δὲ τὴν ὕλην φήσει τις γεννᾶν διὰ τὴν κίνησιν.

Ὅσοι, φησί, τὴν ὕλην ποιητικὴν ἀρχὴν ὑπέθεντο, τῇ κινήσει καὶ τῇ τροπῇ αὐτῆς ἀπιδόντες, δοκοῦσι φυσικώτερον ἀποδεδωκέναι αἴτιον, διότι τὸ [*](2 φησιν GT 6 εἰς] ὡς T ἴσως ἄν φαίη τὶς ἄν τὶς Z ἀριστο Z: ἀριστοτέλη GT1a αὐτῷ om. T: αὐτὸ Z: an mox τῷ Πλάτωνι delenda? 12 καὶ (post ἐστὶ) om. R 13 ποιητικοῦ αἰτίου Z 14 ποιήσουσιν R ὑγιάνη RT2Za: ὑγιανῆ GT1 μεταβάλοι R: μεταβάλῃ T2: μεταβάλλει GZ: μεταβάλλοι T1: μεταβάλλοι ἄν a 16 ὁ νοσῶν οὐκ ἀεὶ a ὑγιαίνῃ Z 17 αὖ τὴν scripsi: αὐτὴν GRTZ: αὐτὴν τὴν a; cf. Ar. ἀπὸ (G)aAnst. γὰρ om. Z 20 τρέπεται οὕτως Z οὕτω a 22. 25 ἐλέγχει. ὁ αὐτὸς δὲ λόγος φησὶν a 26 καὶ om. Z 26. 28 ἐπιστήμης. ὅσοι δέ φησι a 27 φήσει τὶς GTZ: φύσει τὶς R; cf. Ar. 29 ἀπιδόντες RT2Z2: ἀφιδόντες GT1: ἀποδιδόντες Z1: ἐπιδόντες a)

287
κυριώτερον τοῦ γεννᾶν αἴτιόν ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οὕτως [*](64r) δὲ ὁρίζειν εἰώθαμεν τὸ ποιητικὸν αἴτιον), πλήν, φησίν, ἠγνόησαν οὗτοι ὅτι τὴν κίνησιν οὐκ ἀφ’ ἑαυτῆς ἔχει ἡ ὕλη. οὐ γὰρ ἀφ’ ἑαυτοῦ τὸ ὕδωρ ποιεῖ Coja οὐδὲ τὸ ξύλον κλίνην, ἀλλὰ ὑπὸ τέχνης καὶ φύσεως ποιητικῶν αἰτίων γίνονται· τῇς γὰρ ὕλης ἴδιον οὐ τὸ κινεῖν, ἀλλὰ τὸ κινεῖσθαι.

[*](p. 335b 34)

Καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν· ἐξαι- ροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν.

Ἤτοι ὡς παραλιπόντας καὶ τὸ εἶδος πρὸς τῷ ποιητικῷ αἰτίῳ μέμφεται, ἤγουν τὸ ποιητικὸν αἴτιον εἶδος καὶ μορφὴν ἐκάλεσεν, ὥς φησιν ὁ Ἀλέξανδρος, διότι τὸ ποιοῦν ἐνεργείᾳ ὂν ποιεῖ, τὸ δὲ ἐνεργείᾳ ὃν τοιοῦτόν ἐστι κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· ἕκαστον γὰρ τὸ εἶναι ἔχει κατὰ τὸ εἶδος. πιθανώτερον δὲ λέγειν τὸ τελικὸν αἴτιον λέγειν αὐτόν, ὅπερ ἀναι- ροῦσι τὴν ὑλικὴν αἰτίαν αἰτιώμενοι τῆς γενέσεως, καὶ μήτε νοῦν μήτε φύσιν ὑποτιθέμενοι προεπινοοῦντα τὸ τέλος, ἀλλ’ ἐκ συντυχίας γίνεσθαι is τὰ γινόμενα.

p. 336a1 ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι’ ἅς γεννῶσι, λίαν ὀργανικάς.

Ἕτι ὁ λόγος αὐτῷ πρὸς τοὺς τὴν ὕλην αἰτίαν θεμένους τοῦ γεννᾶν, ἐγκαλεῖ δὲ αὐτοῖς διότι δυνάμεις ὑπέθεντο αἰτίας τοῦ γεννᾶν πάσας ὀργα- νικᾶς, παρέντες τὴνκατὰτὸεἶδος αἰτίαν· εἶδος δὲπροφανῶςτὴνποιη- τικὴν αἰτίαν λέγει ἐνταῦθα. ποίας δὲ δυνάμεις ὑπετίθεντο; τὸ θερμὸν καὶ τὸ ψυχρόν· τοῦ γὰρ θερμοῦ διακρίνοντος καὶ τοῦ ψυχροῦ συνιστῶντος λέγουσι τὰ ἄλλα γίνεσθαι. ἡμεῖς δὲ ὁμολογοῦμεν ταύτας ἕκαστον τῶν φύσει γινομένων ἔχειν ὑποκειμένας τῷ κινοῦντι· ἄλλο γάρ ἐστιν ὅπερ ταύταις χρώμενον ὡς ὀργάνῳ αἴτιόν ἐστι γενέσεως καὶ φθορᾶς. φησὶ δὲ ὁ Ἀλέξανδρος τοὺς περὶ Παρμενίδην τοιαύτης γεγονέναι δόξης.

[*](p. 336a6)

Φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον.

To πῦρ, φησίν; ὃ μάλιστα δραστικώτερον λέγουσι, φαίνεται καὶ αὐτὸ ἀλλοιούμενον καὶ πάσχον, τὸ δὲ ποιητικὸν αἴτιον τὸ κυρίως οὐ πάσχει. ἀμέλει τὴν φύσιν οὐκ ἄν φαίημεν πάσχειν ποιητικὸν αἴτιον οὖσαν, ἀλλ’ εἰ [*](1, 2 οὕτω γὰρ ^ ’^ διορίζειν (G)a 3 τὸ | τὸ R 4 ἀλλ’ a ἀπὸ R 5. 8 κινεῖσθαι. ἤτοι δὲ ὡς a (5. 7 ἐξαίρουσι Z 8 παραλείποντας GT 9 οἶδος a ὁ ova. a 10 ὃν ποιεῖ scripsi: ἂν ποιῇ GRTa: ποιεῖ Z 12 πιθανὄ- τερον GT’ alterum λέγειν ora. R 13 αἰτιόμενοι a 15. 18 τὰ γινόμενα· ἔτι δὲ πρὸς τοὺς a 17 ὀργανικῶς Arist. (praeter EL) 18 τιθεμένους a γεννᾶν ἀπαντῶν a, qui mox δὲ om. 21 ὑπέθεντο T 22 τὸ om. T 23 ὁμολογοῦμεν φησὶ a 26 τοὺς Za: τοῖς GRT παρμενίδι Z 26. 28 δόξης. καὶ τὸ πῦρ δέ φησιν a 27 καὶ alt. oiu. add. T2)

288
ἄρα τὸ ὑποκείμενον αὐτῆς· αὕτη δὲ ἀεὶ κινεῖ. τὸ δὲ πῦρ οὐ μόνον κινεῖ, [*](64r) ἀλλὰ καὶ πάσχει, ἔπειτα δὲ καὶ κινούμενον οὐ κινεῖται ὥστε ποιῆσαι, ἀλλ’ ἐν ὀργάνου τάξει, ὡς ὁ πρίων· εἰ γὰρ καὶ πρίζοντος αὐτοῦ γίνεται τὸ γινόμενον, ἀλλ’ οὐκ ἔστιν αὐτὸ τὸ ποιοῦν. οὕτω δὲ ἔχει καὶ τὸ πῦρ, μᾶλλον δὲ καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα, μὴ κυβερνώμενον ὑπὸ τέχνης, δι’ ἣν εἴπομεν αἰτίαν. εἰ δέ τις ζητεῖ πῶς ὀργανικὸν αἴτιον οὐχ ὐποτίθεται τῶν φυσικῶν, εἴπερ ὅλως οἶδε τὰς τοιαύτας δυνάμεις ὀργανικοῦ αἰτίου λόγον ἐπεχούσας, ἴστω ὅτι τῇ ὕλῃ ταύτας συγκατατάττει· προσεχὴς γὰρ ὕλη τὰ τοιαῦτα.

[*](p. 336a 13)

῾Ημῖν δὲ καθόλου τὸ πρότερον εἴρηται περὶ τῶν αἰτίων, καὶ νῦν διώρισται.

Εἰπὼν ὅπως οἱ ἄλλοι ἐσφάλησαν περὶ τὴν τοῦ ποιητικοῦ αἰτίου ἀπόδοσιν, οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος αἰτιασάμενοι, καὶ δείξας μηδέτερον τούτων δυνάμενον μήτε τὴν ὕλην μήτε τὸ εἶδος ποιητικοῦ αἰτίου λόγον ἐπέχειν, φησὶ νῦν ὅτι ἤδη μὲν ἡμῖν πρότερον ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν αἰτίων διῄρηται καθόλου, ἐν οἷς καὶ περὶ τοῦ ποιητικοῦ λόγον ἐποιησάμεθα, καὶ κατὰ τὸ παρὸν δὲ περὶ μὲν τῆς ὕλης ἤδη εἴρηται καὶ τοῦ εἴδους, περὶ δὲ τοῦ ποιητικοῦ ἐντεῦθεν διδάσκει, καί φησιν ὅπερ κἀν τῇ Φυσικῇ πρὸς αὐτοῦ λέλεκται, ὅτι ἡ κυκλοφορία τοῦ οὐρανοῦ ποιητικὴ αἰτία ἐστὶ τῶν γινομένων καὶ φθειρομένων. ἐξ ἐκείνης γὰρ ἡ τροπὴ τῶν ὡρῶν, ταῖς δὲ ὥραις συμμεταβάλλει τὰ στοιχεῖα καὶ ἡ τῶν καρπῶν γένεσις. ὁρῶμεν γὰρ ὅτι προσιόντος ἡμῖν τοὐ ἡλίου τά τε φυτὰ θάλλει καὶ οἱ καρποὶ γεννῶνται καὶ τὰ πολλὰ τῶν ζῴων, ἀποχωροῦντος δὲ αὐτοῦ τἀναντία συμβαίνει. καὶ καλῶς ἔχει λέγειν τὴν ἐκ τῶν οὐρανίων ἐπιρρέουσαν ζωὴν πρὸς τὰ τῇδε αὐτὴν εἶναι τὴν φύσιν καθ’ ἣν γεννῶντι τὰ γεννώμενα. ἐντεῦθεν, φησί, δῆλον ὅτι καλῶς ἐν τῇ Φυσικῇ ἡμῖν εἴρηται ἀκροάσει, ὅτι πρώτη τῶν μεταβολῶν ἐστιν ἡ κατὰ τόπον καὶ αὐτῆς τῆς γενέσεως· καὶ γὰρ τῆς γενέσεως αὕτη ἐστὶν αἰτία, οὐχ ἡ γένεσις τῆς κινήσεως. εἰ γὰρ τὸ γινόμενον οὔπω ἐστὶν ἐν ὅσῳ γίνεται, τὸ δὲ κατὰ τόπον μεταβάλλον ὑπάρχον ἤδη κινεῖται, εὔλογον τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον λέγειν, οὐ τὸ μὴ ὄν, τουτέστι τὸ γινόμενον, αἴτιον φάσκειν εἶναι τοῦ ἤδη ὄντος καὶ κατὰ τόπον κινουμένου.

Ταῦτα εἰρηκὼς ἐφεξῆς ἀπορεῖ πῶς φαμεν τὴν κύκλῳ φορὰν αἰτίαν εἶναι γενέσεως καὶ φθορᾶς. ἐπεὶ γὰρ αὗται δύο εἰσὶ μεταβολαὶ ἐναντίαι ἀλλήλαις, τί ποτέ ἐστι τὸ τούτων αἴτιον; οὐ γὰρ δυνατὸν ἓν καὶ ταὐτὸν [*](1 αὐτοῖς Z αὕτη] αὐτὴ a 3 πορίζοντος a 5 ἢ] ἡ G(a) 6 τις αἰτεῖ Z 8 ὑπεχούσας (G)a προσευχῆς R 10 τὸ] τε Ar. 10. 11 τῶν ἐναντίων GT 13 οἱ μὲν τὸ εἶδος οἱ δὲ τὴν ὕλην Z 16 διείρηται καθόλου καὶ τοῦ εἴδους Z | 19 κυκλωφορία a 21 συμβάλλει GTa 24 οὐρανῶν compendiose R 24. 25 ἐπιρέουσαν GT 25 πρὸς τὰ τῇδε] προστάττει δὲ R 26 εἴρηται ἡμῖν Z 31 οὐ τὸ] οὔτε TZ 34 ἐπειδὴ γὰρ R)

289
ἐναντίων μεταβολῶν εἶναι αἴτιον· τῶν γὰρ ἐναντίων καὶ τὰ ποιητικά, τὰ [*](64r) φύσει λέγω ποιοῦντα, ἐναντία εἶναι δεῖ. ὥστε εἰ ἡ καlτὰ τόπον κίνησις [*](64v) αἰτία γενέσεως ἐστι καὶ φθορᾶς, ἀνάγκη καὶ τὰς τῶν ποιητικῶν αἰτίων κινήσεις καὶ αὐτὰς ἐναντίας εἶναι ἢ τῇ φορᾷ ἤγουν τῇ ἀνωμαλίᾳ· τῇ μὲν φορᾷ ὥστε δύο εἶναι φορὰς ἐναντίας, τὴν μὲν γένεσιν ποιοῦσαν τὴν δὲ φθοράν, τῇ δὲ ἀνωμαλίᾳ ὥστε μίαν μὲν εἶναι φοράν, διὰ δὲ τὸ μὴ ὁμοίως ἔχειν ἀεὶ πρὸς ἡμᾶς τὸ κινούμενον, ἀλλὰ ποτὲ μὲν ἐγγίζειν ἡμῖν ποτὲ δὲ ἀφίστασθαι, προσιόντος μὲν ποιεῖν γένεσιν ἀπιόντος δὲ φθοράν. εἰδέναι οὖν χρὴ ὅτι ἀμφότερα συμβέβηκε. καὶ γὰρ καὶ αἱ φοραὶ δύο, ἡ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δυσμάς, ὡς <ἡ> τῶν ἀπλανῶν, ἡ δὲ ἔμπαλιν δυσμῶν ἐπ’ ἀνατολάς, ὡς ἡ τῶν πλανωμένων, διὰ τὸ ἐπὶ λοξοῦ γίνεσθαι κύκλου ἀνώμαλον ἐν σχέσει τῇ πρὸς ἡμᾶς ποιεῖται τὴν κίνησιν τοῦ ἡλίου, ποτὲ μὲν πλησίον γινομένου ποτὲ δὲ πόρρω. ἐχούσης οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ τὸ μὴ ἐπιλείπειν καὶ τὸ ἐναντίας εἶναι ἀλλήλαις, τὸ μὲν συνείρειν καὶ μὴ ἐπιλείπειν ἐκ τῆς ἀεικινησίας τῶν οὐρανίων αὐταῖς ἐφήκει καὶ τοῖς γενητοῖς καὶ φθαρτοῖς, τὸ δὲ ἐναντίον ἐκ τῆς ἀνωμαλίας τῆς κατὰ τὸν λοξὸν κύκλον. διὸ τὰς δύο φοράς, τήν τε ἀπλανῆ καὶ τὴν πλανωμένην, αἰτιατέον τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχοῦς μεταβολῆς. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὸν λοξὸν μόνον κύκλον αἰτία ἑκατέρου. διότι τε γὰρ ἀεὶ κινεῖται, οὐκ ἐπιλείπει ἡ τῶν τῇδε μεταβολή· διότι δὲ ἀνωμάλως ὡς πρὸς ἡμᾶς κινεῖται, διὰ τοῦτο ἐναντίαι μεταβολαὶ κατὰ γένεσιν καὶ φθοράν. ἀλλ’ οὐκ ἂν ἡ τοιαύτη τάξις καὶ κόσμος ἦν ἄν, εἰ μὴ ἦν ἡ τῶν ἀπλανῶν φορά· ἐκεῖθεν γὰρ ἐφ’ ἑκάστης ἡμέρα τε καὶ νὺξ τεταγμένως ἀλλήλας διαδέχονται. εἰ δὲ μὴ οὕσης ταύτης κατὰ ἐπίνοιαν ἐπὶ λοξοῦ μόνου κύκλου ὁ ἥλιος ἐκινεῖτο, ἦν ἂν ὁ πᾶς χειμὼν νὺξ μία εἰ οὕτως ἔτυχε, καὶ τὸ θέρος ἡμέρα μία, καὶ ἁπλῶς εἰπεῖν ἦν ὁ πᾶς ἐνιαυτὸς ἓν ἡμερονύκτιον. τούτων οὕτως εἰρημένων, εἴ τις ζητεῖ τί δήποτε τὴν μὲν ἀπόστασιν τοῦ ἡλίου φθορὰν λέγομεν ποιεῖν, τὴν δὲ προσέλευσιν γένεσιν, καίτοι καὶ θέρους οὐ μόνης γενέσεως οὔσης ἀλλὰ καὶ φθορᾶς, καὶ χειμῶνος ὡσαύτως οὐ μόνον φθειρομένων τινῶν ἀλλὰ καὶ γινομένων, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄλλου γενέσεως ἄλλου οὔσης φθορᾶς, εἴ τις λέγοι πῶς ἐν ἄλλῳ μὲν χρόνῳ φησὶ τὴν γένεσιν ἐν ἄλλῳ δὲ τὴν φθορὰν συμβαίνειν, γινωσκέτω ὡς τὴν τῆς κρείττονος οὐσίας γένεσιν, ταύτην γένεσιν ἐκάλεσεν Ἀριστοτέλης πανταχοῦ, τὴν δὲ τῆς χείρονος φθοράν, καὶ ἡ χρῆσις ὁμοίως. [*](2 δεῖ εἶναι Z: εἶναι om. add. T2 κίννσις a 3 ἐστὶ γενέσεως Z αἰτιῶν R 4 ἢ] ἢ γοῦν Z ἤγουν] ἢ γοῦν a et fort, alii 5 φορὰς] φθορὰς Τ1 6 φοράν] φθοράν Τ1 μὴ om. GT 9 φθοραὶ T: διαφοραὶ G 10 <ἡ> addidit 11 ὡς ἡ RZa: ἡ om. GT πλανομένων GT λοξοῦ οὑν a 12 ἀνώμελον R 13 οὑν οὕτω τῆς a 14. 15 καὶ τὸ ἐναντίας—ἐπιλείπειν om. GTa 17 τὸ λοξὸν (om. κύκλον) Τ1 20 δὲ] οὐδὲ Z 23 φθορά Τ1 23. 24 ἡμέρα καὶ νῦν ἀλλήλας R 26 ἦν ἂν ὁ a παῖς R, qui mox ἓν om. 28 ποιεῖ Z 29 καὶ (ante θέρους) om. a 30 μόνων GT 33 ταύτην τὴν γένεσιν Z 34 ὁ ἀριστοτέλης GT τὴν] τῆς T)
290
ἐπειδὴ τοίνυν ὡς ἐπίπαν προσιόντος τοῦ ἡλίου αἱ τῶν κρειττόνων γενέσεις [*](64v) ἀκολουθοῦσι, καρπῶν καὶ ζῴων, καὶ τῶν κρειττόνων στοιχείων, πυρὸς καὶ ἀέρος, καὶ τῶν ἄλλων ἁπάντων ἅπερ τῷ λόγῳ διεξελθεῖν οὐ ῥᾴδιον, ἀπιόντος δὲ ταῦτα φθίνει πάντα, διὰ τοῦτο τῇ μὲν προσόδῳ τοῦ ἡλίου τὴν γένεσιν ἀφορίζομεν, τῇ δὲ ἀποστάσει τὴν φθοράν. ὁ γὰρ ἥλιός ἐστιν ὅ γε ἡγεμονικὴν ἐπέχων τάξιν πρὸς τὴν γένεσιν, εἴ γε καὶ διὰ τοῦτον θέρος καὶ χειμὼν καὶ αἱ ἄλλαι τροπαί.

[*](p. 336a 15)

Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀίδιος.

Ἤδη μὲν κἀν τοῖς προτέροις, φησὶ δὲ ἐν τῇ Φυσικῇ, εἴρηται περὶ τῶν αἰτίων καθόλου ἔνθα καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἔτι δὲ καὶ νῦν ῥητέον ὅτι αἰτία ποιητικὴ τῆς ἀειγενεσίας ἡ κύκλῳ φορὰ ἀίδιος οὖσα καὶ τὸ γεννητικὸν προσάγουσα καὶ ἀπάγουσα. γεννητικὸν δέ φησι τὸν ἥλιον.

[*](p. 336a 18)

Ἅμα δὲ δῆλον ὅτι καὶ τὰ πρότερον καλῶς εἴρηται.

Νῦν δείκνυσιν ὅτι εἰκότως ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν κατὰ τόπον κίνησιν καὶ ταύτης τὴν κύκλῳ πρώτην εἴρηκεν εἶναι πάσης μεταβολῆς. εἰ γὰρ αὐτὴ γενέσεως καὶ φθορᾶς αἰτία οὖσα ἐδείχθη, εἰκότως ἄρα πρώτη ἐστὶ πασῶν. ὅτι δὲ γενέσεως αἰτία καὶ τῶν γινομένων, δείκνυσιν οὕτως. τὸ φερόμενον κατὰ τόπον ἤδη ἐστί, τὸ γινόμενον οὔπω ἐστίν, εὔλογον οὖν τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον εἶναι, οὐκ ἔμπαλιν τὸ μὴ ὂν του ὄντος.

[*](p. 336a23)

᾿Επεὶ δ’ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι γένεσις καὶ φθορά.

᾿Επειδή, φησίν, δέδεικται συνεχὴς ἡ γένεσις ὑπάρχουσα καὶ ἡ φθορὰ τοῖς πράγμασι, δέδεικται δὲ διὰ τὴν κύκλῳ κίνησιν ἀίδιον οὖσαν * * * ἡ μὲν σύνταξις τῆς λέξεως τοιαύτη. ζητεῖ δὲ πῶς τὴν φοράν φαμεν αἰτίαν εἶναι μεταβολῶν ἐναντίων. δύο γὰρ οὐσῶν, φησί, μεταβολῶν, γενέσεως καὶ φθορᾶς, οὐχ οἷόν τε μίαν κίνησιν ἀμφοτέρων αἰτίαν ὑποθέσθαι. ἀνάγκη ἢ δύο λέγειν εἶναι κινήσεις κατὰ δύο φορὰς ἐναντίας, ἢ μίαν μὲν τὴν [*](4 ταῦτα om. a 5. ὅ γε scripsi pro ὅτε codicum: ὁ τὴν a 6 ἐπέχον GT 8. 11 om. lemm. pergit κατὰ δὲ τὴν λέξιν, δεδεῖχθαι μέν φησι κἄν τοῖς προτέροις, δηλονότι ἐν τῇ φυσικῇ, περὶ τῶν αἰτίων a 8 et 26 φθορὰν T 10 φησὶ δὲ GT: φὴ (om. δὲ R): φημὶ δὲ Z τοῖς φυσικοῖς Z 11 αἰτιῶν R 13 γενητικὸν (altero loco) R1a 14. 15 lemm. om. pergit δείκνυσι δὲ καὶ ὅτι a 17 εἰ Ra: ἡ GTZ 22 ἐπειδὴ δὲ R 23 καὶ γένεσις καὶ GT; at cf. Ar. codd. FH 25 τοῖς πράγμασι om, Z ἀίδιος οὖσα R 25. 26 οὖσαν, φανερόν. καὶ τὰ ἑξῆς. ἡ μὲν οὖν σύνταξις a: lacunam indicavi 27 φησὶν οὐσῶν Z καὶ om. Z 28. 29 ἀνάγκη οὑν ἡ a 29 δύο φορὰς] διαφορὰς R)

291
φορὰν διάφορον δὲ διὰ τὴν τῆς κινήσεως ἀνωμαλίαν. ἡ δὲ ἀνωμαλία ὡς [*](64v) πρὸς ἡμᾶς, διὰ τὸ ἐπὶ λοξοῦ κύκλου γίνεσθαι τὴν τῶν πλανωμένων κίνησιν, καὶ διὰ τοῦτο τὴν πρὸς ἡμᾶς σχέσιν ἄλλοτε ἄλλην ποιεῖσθαι τὸ κινούμενον, ποτὲ μὲν ἐγγίζον ποτὲ δὲ ἀφιστάμενον, ὅπερ καί φησιν ἀληθὲς εἶναι. ἡ γὰρ τῶν ἀπλανῶν φορὰ οὐκ ἄν εἴη αἰτία γενέσεως καὶ φθορᾶς μία οὖσα καὶ ἡ αὐτὴ καὶ μηδεμίαν ὡς πρὸς ἡμᾶς ποιουμένη διαφοράν, ἀλλ’ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔχουσα καὶ τὸ ἀίδιον καὶ τὸ ἀνώμαλον τῇ μὲν ἀνωμαλίᾳ τῶν ἐναντίων με|ταβολῶν αἰτία γίνεται. φθοράς λέγω καὶ [*](65r) γενέσεως, τῇ δὲ ἀιδιότητι τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχείας αἰτία ἐστίν. εἰδέναι δὲ χρὴ ὅτι ἡ ἀπλανής, εἰ καὶ μὴ τὴν γένεσιν ποιεῖ καὶ τὴν φθοράν, ἀλλ’ οὖν τὴν τάξιν καὶ τὸν τοιοῦτον κόσμον αὕτη ἐπιτίθησι τῆς ἡμέρας καὶ τῆς νυκτός· ὅπερ εἰ μὴ ὑπῆρχεν, ἀλλ’ ἡ ἐπὶ λοξοῦ μόνου κύκλου ἦν ὡς ἓν νυχθήμερον γίνεσθαι τὸν πάντα ἐνιαυτόν, οὐκ ἄν ἡ τοιαύτη τάξις τῶν γενέσεων ἐφυλάττετο, ὡς δηλοῖ τὰ [τοιαῦτα] μέρη γῆς ἀοίκητα ὄντα. τοιαῦτα δ’ ἐστὶ τὰ ὑπὸ τοὺς πόλους τοῦ παντός, ἐν οἷς μυλοειδὴς ἡ τοῦ οὐρανοῦ γίνεται κίνησις.

[*](p. 336b 2)

Τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία.

Οὐ λέγει τὴν τοῦ ὅλου φορὰν τὴν τῆς ἀπλανοῦς κίνησιν, ὥσπερ Ἀλέξανδρος ἐξηγήσατο (αὐτὸς γὰρ ἀνωτέρω τῷ λοξῷ κύκλῳ ἀνέθηκεν τῆς συνεχείας τῆς κατὰ τὴν γένεσιν καὶ φθοράν), ἀλλ’ ὅ φησι τοῦτό ἐστι· δείξας γὰρ ὅτι ἡ κατὰ τὸν· λοξὸν κύκλον φορὰ αἰτία ἐστὶ τοῦ συνεχῆ εἶναι γένεσιν καὶ φθοράν, διότι ἔχει καὶ τὸ συνεχὲς ὅπερ ἐστὶ τῆς ἀειγενεσίας αἴτιον, ἔχει δὲ καὶ τὸ ἀνώμαλον ἐξ οὗ ἐναντίαι αἱ μεταβολαί, νῦν φησι πῶς ἑκάτερον τούτων ἔχει ἡ τῶν πλανήτων φορά. καί φησιν ὅτι τὸ μὲν συνεχὲς ταύτῃ ἐστὶ διὰ τὴν ὅλην τοῦ ἡλίου σφαῖραν ἀιδίως κινουμένην, τὸ δὲ προσιέναι, φησί, καὶ ἀπιέναι, ὅπερ ἡ ἀνωμαλία, διὰ τὴν ἔγκλισιν τοῦ λοξοῦ κύκλου· διὰ ταύτην γὰρ συμβαίνει αὐτὸν ποτὲ μὲν προσεγγίζειν ποτὲ δὲ ἀφίστασθαι. p. 336b 5 ᾿Ανίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ κίνησις.

Πῶς ἀνώμαλος ἡ τοῦ λοξοῦ κύκλου κίνησίς ἐστι διδάσκει, ὅτι τῷ μᾶλλον πλησίον ἡμῶν ποιεῖν τὸν ἥλιον ἢ τοῦτον διιστάναι ἡμῶν. ὥστε οὐκ αὐτὴ [ἡ] ἀνώμαλος, ἀλλ’ ἡ πρὸς ἡμᾶς τοῦ ἡλίου [*](7 ἡ] ἢ GT 11 αὕτη Z: om. R: αὐτὴ GT: αὐτῇ a 12 et 13 ἡ et μόνου om. R 14 τοιαῦτα delevi 15 πολλοὺς R1 17 συνεχείας φησὶν a, qui mox οὐ λέγει δὲ τὴν 19 ὁ Ἀλέξανδρος a τῷ om. R λογικῶ GT 21 τοιοῦτον ἐστὶ R 22. 23 φθοράν —ἀνώμαλον om. Z 24 πλανήτων Z: πλανητῶν cett. 26 ὅπερ ἐστιν ἡ a 27 ἔγκλησιν GT1 29 δὲ om. T 31 τῳ] τὸ GT 32 ἡμῶν πλησίον Z 33 οὐκ] οὐχ’ ἡ GT ἡ (post αὐτὴ) GTZ: ἡ R: delevit a)

292
τῷ γὰρ γεννητικὸν προσάγειν ἡμῖν ἢ ἀπάγειν ἡμῶν ἡ δοκοῦσα ἀνωμαλία [*](65r) συμβαίνει τῆς κινήσεως.

[*](p. 336b 8)

Καὶ εἰ τῷ πολλάκις προσελθεῖν γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει.

Γένεσιν ἐνταῦθα λέγει οὐ τὴν ἐκ μὴ ὄντος εἰς τὸ ὂν πάροδον, ἀλλὰ τὴν αὔξησιν καὶ τὴν μέχρι τῆς ἀκμῆς πρόοδον· ὡσαύτως δὲ καὶ φθορὰν τὴν ἐκ τῆς ἀκμῆς ἐπὶ τὴν τελείαν φθορὰν ὁδόν, τὴν φθίσιν φημὶ καὶ τὴν παρακμήν. φησὶν οὖν ὅτι τοῖς μὲν μία περίοδος τοῦ ἡλίου πρὸς τελείωσιν τοῦ εἴδους ἀρκεῖ, οἷοί εἰσιν οἱ ἐπέτειοι καρποὶ καὶ ἡ τῶν στοιχείων μεταβολή, τοῖς δέ, φησί, πλειόνων δεῖ περιόδων, ὡς ἔχει ἐπὶ τῶν πολλῶν ζῴων. περίοδον δὲ λέγει τὴν προσέλευσιν καὶ ἀποχώρησιν τοῦ ἡλίου. εἰ τοίνυν διὰ πολλῶν προσελεύσεων τοῦ τελείου εἴδους τύχοι, διὰ πολλῶν ἀποχωρήσεων, φησί, τοῦτο παρακμάζει. ἀποδέδωκε δὲ τὴν μὲν γένεσιν τῇ προσελεύσει τὴν δὲ φθορὰν τῆ ἀποχωρήσει, καίτοι διὰ πολλῶν περιόδων φήσας καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, ὡς εἶναι δηλονότι ἐπὶ τῆς γενέσεως μὴ μόνον προσέλευσιν τοῦ ἡλίου ἀλλὰ καὶ ἀποχώρησιν, καὶ ἐπὶ φθορᾶς δὲ μὴ μόνον ἀποχωρεῖν τὸν ἥλιον ἀλλὰ καὶ προσεγγίζειν. πρὸς τοῦτο ῥητέον ὅτι εἰ καὶ ἐπὶ ἑκατέρας διαθέσεως ὁμοίως καὶ πρόσοδος καὶ ἄφοδος τοῦ ἡλίου θεωρεῖται, αὐτὸς τὴν μὲν γένεσιν τῇ προσελεύσει τοῦ ἡλίου, τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει ἀνέθηκεν εὐλόγως ἴσως, διότι ἐρρωμένη μὲν ἡ φύσις μᾶλλον ἀπολαύει τῆς προσόδου τοῦ ἡλίου καὶ γεννᾷ καὶ αὔξεται, ἠσθενηκυῖα δὲ μᾶλλον ὑπὸ τῆς ἀποστάσεως πάσχει ἤπερ ὑπὸ τῆς προσελεύσεως, ὥσπερ ἔχει ἐπὶ τῆς ἀπορροῆς καὶ τῆς προσθήκης· ἐπί τε γὰρ τῆς αὐξήσεως κἀπὶ τῆς φθίσεως καὶ ἀπορροή ἐστι καὶ προσθήκη τῆς τροφῆς, ἀλλ’ ἔτι μὲν ἐρρωμένου τοῦ σώματος καὶ αὐξομένου ἡ προσθήκη γίνεται πλείων τῆς ἀπορροῆς, παρακμάζοντος δὲ τοὐ σώματος ἐλάττων ἡ προσθήκη τῆς ἀπορροῆς. πρὸς τοῦτο ἴσως τις εὐλόγως ἄν φαίη, ὅτι αὐξομένου τοῦ σώματος καὶ πρὸς τὸ τέλειον ὁδεύοντος οὐκ ἔστι μᾶλλον τὴν προσέλευσιν δρᾶν, καὶ διὰ τοῦτο τοῦ ἐκ τῆς ἀποχωρήσεως πάθους μὴ γίνεσθαι συναίσθησιν, διότι καὶ αὐτὴ ἡ ἀποχώρησις οὐδὲν ἔλαττον συμβάλλεται εἰς τὴν αὔξησιν καὶ διαμονὴν τῶν σωμάτων. χειμῶνος γοῦν αἱ πέψεις καλλίους καὶ αἱ ἐνέργειαι εὔτονοι· καὶ οὐκ ἄν ὅλως διήρκεσε [*](1 τὸ γεννητικὸν a ἡμῖν ἢ ἀπάγειν om. GT: ἢ ἀπάγειν ἡμῶν om. a 3. 5 om. lemm. pergit γένεσιν δὲ ἐνταῦθα a 3 προσελθεῖν] cf. Ar. codd. φησὶ γεννᾶ Z καὶ τὸ GT 5 ἐκ τοῦ μὴ GTa 6 καὶ (post δὲ) om. Z 9 οἷον R ἀπέτειοι a 11 λέγει Fa: λέγω cett. 12 τύχοι Z: τύχοι τε GRT: τυγχάνει F: τυγχάνειν (sic), καὶ a 13 παρακμάζειν GZa μὲν om. GT 14 et 19 προελεύσει R 14. 15 καίτοι—φήσας] πῶς—ἔφη a 15. 16 ὥστε δηλονότι μὴ μόνον ἐπὶ τῆς γενέσεως Z 21 ἐρωμένη T 22 αὔξει a πάσχειν a 23 προ(??)λεύσεως R 26 ἡ προσθήκης γίνεται a 27 τοῦτο δὲ ἴσως a εὐλόγως ἄν τις Z 29 τοῦ om. a 32 γοῦν Z: γὰρ R: οὖν GTa πέμψεις GT1 καλλίους om. R)

293
τὰ τῶν ζῴων σώματα καὶ φυτῶν, ἀλλὰ ῥᾷστα ἂν ἐφθάρη, εἴπερ διὰ [*](65r) παντὸς προσήγγιζεν ὁ ἥλιος ὡς διὰ παντὸς θέρος εἶναι, ὡς δηλοῖ ἡ κεκαυμένη ζώνη πλησίον ἀεὶ τὸν ἥλιον ἔχουσα καὶ ἀοίκητος οὖσα. τοσοῦτον οὖν ῥητέον, ὅτι ἀφώρισε τῇ μὲν προσελεύσει τοῦ ἡλίου τὴν αὔξησιν τῇ δὲ ἀποχωρήσει τὴν φθίσιν, οὐκ ἀκριβῶς ἑκατέρῳ θάτερον ἀπονείμας ἀλλ’ ἐπειδή, καθάπερ φθάνομεν προειρηκότες, εἰ καὶ ἑκάτερον ἀμφότερα ποιεῖ, καὶ γένεσιν καὶ φθοράν, ἀλλὰ μᾶλλον μὲν γένεσιν ἡ πρόσοδος τοῦ ἡλίου, φθορὰν δὲ μᾶλλον ἡ ἀποχώρησις.

[*](p. 336b 9)

Καὶ ἐν ἴσῳ χρόνῳ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ φύσιν.

Εἰπὼν ὅτι εἰ διὰ πολλῶν περιόδων τὴν γένεσιν ἴσχοι τι, διὰ πολλῶν περιόδων καὶ τὴν φθορὰν ὑπομενεῖ, καὶ ὅτι ἴσος ἐστὶν ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς, τουτέστι τῆς αὐξήσεως καὶ τῆς φθίσεως (οὕτως γὰρ ἠξιώσαμεν ἐξ ἀρχῆς ἀκούειν), ἀναγκαίως προσέθηκε τὸ ἡ κατὰ φύσιν, ἵνα μὴ τὴν τυχοῦσαν φθορὰν λάβῃς ἰσοχρόνιον οὖσαν τῇ γενέσει, ἀλλὰ τὴν κατὰ νόμους φυσικοὺς γινομένην διὰ τῆς παρακμῆς ἐπὶ τὸ τέλος ὁδεύσαντος τοῦ ζῴου. εἰ γάρ τις βιαία γένοιτο φθορά, οὐκέτι διὰ ἴσου χρόνου ἐπὶ τὸ τέ|λος ἀφικνεῖται δι’ ὅσου τὴν γένεσιν ἔσχε. βιαίους δὲ [*](65v) χρὴ λέγειν φθορὰς οὐ μόνον τὰς διά τι τῶν ἔξωθεν προσπιπτόντων, οἷον τομὰς καὶ πτώσεις καὶ καύσεις καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ τὰς διὰ πλημμέλειαν καὶ ἀταξίαν τῆς τροφῆς γινομένας. ὅπερ δὲ καὶ τούτων οὕτως προσδιωρισμένων ὑπολείπεται ἄπορον, ἐκεῖνό ἐστιν ὅτι τοῦ βίου εἰ τύχοι τοῦ ἀνθρωπίνου μέχρι ρκ΄ ἐτῶν προἰόντος ἡ ἀκμὴ πολλάκις τὸ μέγιστον μέχρι μ΄ ἐτῶν μόνον πρόεισιν, ὡς εἶναι τὴν φθορὰν κατὰ τοῦτον τὸν λόγον πολλῷ χρονιωτέραν τῆς γενέσεως καὶ μηκέτι ἐν ἴσῳ χρόνῳ γίνεσθαι· πολλοὶ μὲν γάρ μέχρι ρκ΄ ἐτῶν προῆλθον κατὰ τὴν ζωήν, οὐδεὶς δὲ μέχρι ξ΄ ἐτῶν τὴν αὔξησιν ἔσχε καὶ τὴν ἐπὶ τὸ τελειότερον προκοπήν. εἰ δὲ γένεσιν μὴ τὴν πρόοδον τὴν ἐπὶ τὸ τέλειον εἶδος ἄγουσαν λάβοιμεν, ἀλλὰ τὴν κυρίως γένεσιν καὶ φθοράν, τὸ μὲν ἐν ἴσῳ χρόνῳ ἀμφότερα συμβαίνειν ἀληθὲς ἔσται (ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ δηλονότι· δι’ ὅσου γάρ [*](2 ἡ R: ἢ cett. 6 ἐπειδήπερ Z 7 γένεσιν μὲν tr. R 9. 11 εἰπὼν δὲ om. lemm. a 9 χρόνῳ καὶ ἡ Arist. (praeter FH) 12 ἴσως GT χρόνος καὶ τῆς Z 13 οὕτω a 14 ἐξ ἀρχῆς ἠξιώσαμεν Z 15 ἰσοχρόνιος Τ: ἰσόχρονον Fa 16 τὴν om. GTa 18 βιαίας FR: βιαίως a 19 λέγειν χρὴ Z προπιπτόντων R 20 καὶ καίσεις a 20. 21 πλημμέλειαν a 21 γινομένης compend. R 21 et 22 ὅπερ δὲ καὶ et ἐκεῖνό ἐστιν om. a, ubi οὕτω προδιωρισμένων 23 ἀνθρωπίου T: ἀνθρωπείου a 23. 24 ἑκατὸν τὸν εἴκοσιν et τεσσαράκοντα libri praeter R 24 μόνων R φθορὰν (non τὴν) om. GT: εἶναι κατὰ τοῦτον τὸν λόγον τὴν φθορὰν suppleverat a 25 λόγον πολυχρονιωτέραν R 26 μέχρι post ἐτῶν ponit Z ἑκατὸν εἴκοσιν Za ἔτους GT1 27 ἑξήκοντα a ἔτους GTZ 27. 28 τελεώτερον προκοπὴν εἶδε· γένεσιν δὲ μὴ R 28 πρόσοδον libri praeter a τὴν ἐπὶ] ἣν ἐπὶ et mox ἄγουσι R 30 δι’ R: καὶ δι’ GT(Z)a 30. p. 294,1 γάρ τι γίνεται Z: γίνεταί τι (om. γάρ) cett.)

294
τι γίνεται, διὰ τοσούτου φθείρεται ἄλλο), ἀλλ’ οὐκέτι τοῦ αὐτοῦ γένεσιν [*](65v) καὶ φθορὰν λαμβάνομεν, ὅπερ φαίνεται λέγων ὁ Ἀριστοτέλης. ἀλλ’ οὐδὲ τό, εἰ διὰ πλειόνων περιόδων γίνοιτό τι, διὰ πλειόνων καὶ φθείρεσθαι σύμφωνον τῇ τοιαύτῃ ἐξηγήσει· τὴν γὰρ κυρίως λεγομένην γένεσιν διὰ πλειόνων περιόδων γινομένην οὐ ῥᾴδιον οὐδ’ ἐπινοῆσαι. εἰ γάρ τις λέγοι τὴν κύησιν λέγειν αὐτὸν γένεσιν, καὶ τὴν κυρίως δι’ αὑτῆς σημαίνειν γένεσιν τὴν ἐκ τοὐ μὴ ὄντος εἰς τὸ ὂν προάγουσαν, καὶ ὑποθώμεθά τι ζῷον, καθάπερ τὸν ἐλέφαντα, διὰ πλειόνων περιόδων κυΐσκεσθαι, καὶ οὕτως ἀδιανόητον τὸ λέγειν ὅτι δι’ ὅσου χρόνου κυΐσκεται, διὰ τοσούτου καὶ φθείρεται· ποίαν γὰρ καὶ χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει, οὐ ῥᾴδιόν ἐστιν.

[*](p. 336b 10)

Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται.

᾿Επειδὴ τάξις ἐστὶν ἐν τοῖς γινομένοις, μεμετρημένου ὄντος τοῦ ἑκάστου εἴδους τῇ φύσει συμβαίνει ἕκαστον δι’ ὡρισμένου χρόνου ἐπὶ τὸ τέλειον ἑαυτοῦ εἶδος ἀφικνεῖσθαι. ἴσου δὲ ὄντος τοῦ χρόνου τοῦ ἀπὸ γενέσεως μέχρι τοῦ τελείου εἴδους καὶ τῆς ἀκμῆς τῷ ἀπὸ τῆς ἀκμῆς ἐπὶ τὴν κατὰ φύσιν φθορὰν ἄγοντι, δῆλον ὅτι ὁ πᾶς βίος ἑκάστου ὡρισμένος ἐστὶ κατὰ τὸν ἀριθμὸν ὡς τούτῳ διορίζεσθαι τὰ εἴδη ἐξ ἀλλήλων. ἄλλος μὲν γὰρ βίος ἀνθρώπου ἄλλος δὲ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου ὡσαύτως, πλὴν ὅμως ἑκάστου εἴδους ὡρισμένος ὁ χρόνος· τοῦ γὰρ εἴδους τοὐ ἀν- θρωπείου ὥρισταί τις βίος ὃν οὐ δυνατὸν ὑπερβῆναι, τῶν δὲ καθ’ ἕκαστα οὐκέτι ὥρισται ὁ χρόνος, πολλῶν καὶ ἐνδοτέρω τοῦ τεταγμένου χρόνου τελευτώντων. ὥστε τοῦ μὲν εἴδους ὥρισται ὁ χρόνος ὃν οὐ δυνατὸν ὑπερβῆναί τινα τῶν καθ’ ἕκαστα, οὐχ ὁ αὐτὸς δὲ ἑκάστου τῶν καθ’ ἕκαστα βίος, ἀλλ’ ἄλλος ἄλλου, πολλῶν μὲν ἐνδοτέρω τοῦ χρόνου ἀπολλυμένων οὐδενὸς δὲ τοῦτον ὑπερβαίνοντος.

[*](p. 336b 15)

Φαίνεται δὲ καὶ κατὰ τὴν αἴσθησιν ὁμολογούμενα τοῖς παρ’ ἡμῶν λόγοις.

Εἰπὼν ἐξ ἀρχῆς ὅτι ἴσος ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς τῆς κατὰ φύσιν, νῦν τὴν πίστιν τούτου παρατίθεται ἐκ τῶν καθ’ ἑκάστην περίοδον τοῦ ἡλίου γινομένων γενέσεων καὶ φθορῶν. καθὼς γὰρ προειρή- [*](3 περιόδων γινομένων γίνοιτό R1 5 γινομένων R 6 κύησιν] κίνησιν T2 10. 14 οὐ ῥᾴδιόν ἐστιν. ταῦτα μὲν ἐπὶ πλέον ζητείσθω. ὁ δὲ καὶ τοὺς βίους ἑκάστων καὶ τοὺς χρόνους ἀριθμῶ διωρίσθαι φησίν. ἐπειδὴ γὰρ τάξις a 13 διωρίζονται R1: διορίζεται GT 15 δι’ ὡρισμένου scripsi: διωρισμένου (διὰ διωρ. a) libri 16 τοῦ ἀπὸ RZ: ἐπὶ τὸ τέλειον GTa 17 τῷ ἀπὸ τῆς ἀκμῆς om. R 18 ἄγουσι R 19 τὸν ἀριθμὸν τὸν τακτόν. ὡς a 23 ἐνδοτέρω] ἐν ἑτέρῳ a 25 μεθ’ ἕκαστα priore loco GTa 26 ἀλλὰ ἄλλου GT: ἀλλ’ ἄλλος καὶ ἄλλος a 27 τούτων GR1T 28 καὶ om. GT 31 παρατίθεται τούτου Z 31. 32 τῶν καθέκαστον περιόδων libri praeter a 32 γενομένων Z)

295
κάμεν, ὁρῶμεν προσιόντος μὲν τοῦ ἡλίου γένεσιν ἀπιόντος δὲ φθορὰν ἐπακολουθοῦσαν, [*](65v) ἔστι δὲ ἡ προσέλευσις τοῦ ἡλίου ἰσόχρονος τῇ ἀποχωρησει. καλῶς δὲ κἀνταῦθα φθορὰν εἰπὼν τὴν κατὰ φύσιν προστέθεικεν· εστι γὰρ κἀπὶ ζῴων κἀπὶ τῶν ἐπετείων καρπῶν φθορὰν βιαίαν νόησαι γινο- μένην.

[*](p. 336b 20)

᾿Αλλὰ συμβαίνει πολλάκις ἱέν ἐλάττονι φθείρεσθαι διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν.

Τοῦτο οὐ πρὸς τὸ προσεχὲς ἀκουστέον, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον. εἰπὼν γὰρ ὅτι οἱ βίοι καὶ οἱ χρόνοι τεταγμένοι εἰσὶν εἴδους ἑκάστου, ἐνταῦθά φησιν ὅτι συμβαίνει πολλάκις ἐν ἐλάττονι χρόνῳ του τεταγμένου ἀπόλλυσθαι. καὶ τούτου αὐτοῦ πρόκειται αὐτῷ τὴν αιτιαν ζητῆσαι, τί δήποτε ἔνια τῶν καθ’ ἕκαστα προαπόλλυταί μὴ πληρώσαντα τὴν φυσικὴν περίοδον. φησὶν οὖν τοῦτο συμβαίνειν διὰ τὴν, πρὸς ἄλληλα κρασιν, εἴη ἂν τὴν τῶν στοιχείων αἰτιώμενος ἀμετρίαν καὶ ἀκρασίαν· πολλάκις γὰρ ἡ ὕλη διὰ τὴν ἀνεπιτηδειότητα καὶ τὸ ἀνάρμοστον ἑαυτης οὐ καταδέχεται τελείως τὸν ἄνωθεν κόσμον, ὡς διαλυθῆναι θᾶττον τὸ ζῶον διὰ τὸ ἀσθενὲς τῆς συμπήξεως, μὴ διαρκούσης ἔπι πολλῶν τῆς κάτα τὴν ὕλην συγκράσεως ἐπὶ πολὺ τὴν χορηγουμένην ζωὴν καταδέξασθαι. εἰ δὲ ἔχει σύγκρουσιν, δηλοῖ τὴν πρὸς ἄλληλα τῶν αἰτίων συντυχίαν. φημὶ δὲ τοῦ τε ὑλικοῦ καὶ τοὐ ποιητικοῦ τοὺ τε προσεχοῦς καὶ τοὺ πρώτου. αἴτιον γὰρ ποιητικὸν προσεχὲς μὲν ὁ πατήρ, πόρρω δὲ και πρῶτον τὰ οὐράνια· καὶ ἡ ὕλη δὲ καὶ ἡ τοιάδε προαίρεσις καὶ διαιτα αἴτια τῆς τοιᾶσδε συμπήξεως τῷ σώματι. ἐὰν οὑν συντύχῃ τοιονδε μὲν τὸ παρὰ τοῦ πατρὸς σπέρμα καὶ τὸ παρὰ τῆς, μητρὸς σπέρμα καὶ αιμα τοιόνδε [μὲν] (τὸ μὲν <γὰρ> αἷμα ὕλης λόγον ἐπέχειν φασί, ποιητικοῦ αἰτίου), τύχῃ δὲ καὶ ἡ κατὰ τὴν κύησιν δίαιτα τῆς μητρος τοια ἢ τοία, ἢ καὶ τὸ περιέχον δυσκρά|τως ἔχον ἄγαν, ὡς ἐκ τούτως τινὸς [*](66r) ἐμποδισθῆναι τὴν τῶν οὐρανίων κίνησιν τὴν τελεωτάτην ἐνέργειαν ἔπιδείξασθαι περὶ τὸ γεννώμενον καὶ κόσμον ἐναποθέσθαι τὸν προσηκοντα, τηνικαῦτα φθορὰ ἀκολουθεῖ πρὸ τοῦ τεταγμένου χρόνου, διὰ τὸ συγκλωσθῆναι τὴν τοιάνδε ὕλην καὶ τἆλλα αἴτια τῇ τοιᾷδε κινήσει τῶν ουρανιων, [*](2 ἰσοχρόνιος (G)a 3 προσέθηκεν Za 4 τῶν ζώων a ἐτείων FR 6 τὸ δὲ λλὰ a πολλάκι (GRT)a 7. 8 διὰ—Τοῦτο om. a 7 σύγκρασιν S: σὑγκρισι GRT: σύγκρουσιν Z 9 οἱ βίοι om. GTa 13 φασιν et συμβαίνει R 14 σύγκα GTa σύγκρουσιν] litterae ου in erasis Τ2 αἰτιῶν R 22 προσέσχε μὲν R 23 οὐρανία a δὲ om. R αἴτια GT 26 [μὲν] delevit et <γὰρ> addidit a ὕλη Τ ἐπέχει a σπέρμα] αἶμα Z 27 αἴτιον R τῆς μητρὸς δίαιτα R 27. 28 τοιάδε ἢ τοιάδε a 28 δυσκράτως Za: δυσκρατῶς R: δυστάκτως GT 29 τελειωτάτην R 30 καὶ om. R)

296
τῆς ὕλης τὴν αἰτίαν τῆς ἀνωμαλίας, καθὼς προείρηται, ἐχούσης· ὥσπερ [*](66r) εἰ ἄτακτόν τι καὶ ἀνάρμοστον γένοιτο περὶ θρόνον ἢ ἀβάκιον διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα μηδὲν ἁμαρτόντος τοῦ τεχνίτου. δύναιτο δὲ τὸ τῆς συγκρούσεως λαμβάνεσθαι καὶ ἐπὶ τῶν οὐρανίων μόνων. ἐπειδὴ γὰρ οὐ μόνος ὁ ἥλιος, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες καὶ οἱ ἀπλανεῖς δέ, καὶ εἰ μὴ τοσοῦτον, ἐνεργοῦσι γοῦν καὶ αὐτοὶ περὶ τὰς γενέσεις, τὴν τοιάνδε αὐτῶν συνδρομὴν τῶν σχημάτων, ἣν καλεῖ σύγκρουσιν, αἰτίαν φησὶν εἶναι ἄλλης ἄλλῳ προθεσμίας τοῦ βίου· πολλάκις γὰρ διὰ τὴν τοιάνδε πρὸς ἄλληλα αὐτῶν συμπλοκήν, εὐδιάλυτον γίνεσθαι συμβαίνει τὸ ἐξ αὐτῶν διαπλαττόμενον σῶμα καὶ τὸν τῆς ζωῆς χρόνον ὀλίγον.

[*](p. 336b 25)

᾿Αεὶ δ᾿, ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὐδέποτε ὑπολείψει δι’ ἣν εἴπομεν αἰτίαν. τοῦτο δ’ εὐλόγως συμβέβηκεν.

᾿Αποδεδωκὼς τὴν αἰτίαν δι’ ἣν ἀεί ἐστι γένεσις, τήν τε ὑλικὴν καὶ τὴν ποιητικήν, καὶ ὑλικὴν μὲν εἰπὼν τῆς ἀειγενεσίας αἰτίαν τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν, ποιητικὴν δὲ τὴν ἀίδιον κίνησιν τῶν οὐρανίων (τῷ γὰρ ἐκεῖνα ἀιδίως κινεῖσθαι οὐδέποτε ἡ γένεσις ἐπιλείπει), νῦν τελικὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν ἀεί ἐστι γένεσις, καί φησιν αἰτίαν εἶναι τὸ πάντα αὐτοφυῶς τοὐ ἀγαθοῦ ἐφίεσθαι. ἡ γὰρ ἀρχὴ πάντων τὸ ἀγαθόν ἐστι, πάντα δὲ τῆς οἰκείας ἀρχῆς ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ ἐστὶ τὸ εἶναι οὐχὶ τὸ μὴ εἶναι, πάντα ἄρα αὐτοφυῶς τοῦ εἶναι ἐφίεται. ἐπειδὴ οὖν πᾶν τοῦ εἶναι ἐφίεται καὶ τοῦ βελτίονος, ἃ μὲν ἐγγυτέρω ἐστὶ τῆς ἀρχῆς τῆς πρώτης, ταῦτα μετασχεῖν ἐδυνήθη τῆς ἀιδιότητος καὶ τοῦ ἀεὶ εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, οἷα τὰ οὐράνια, πλὴν μετὰ ὑφέσεως (μετὰ διαστάσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), ὅσα δὲ πορρωτέρω ἐστί, μὴ δυνηθέντα διὰ τὸ ἀφεστηκέναι τῆς πρώτης ἀρχῆς, ἐξ ἧς τὸ εἶναι πᾶσι, κατ’ ἀριθμὸν εἶναι τὰ αὐτά, τὴν κατὰ τὸ εἶδος αἰδιότητα ἔλαχεν, ἑκάστου διὰ τὸ ἀεὶ εἶναι ἐφίεσθαι, μὴ δύνασθαι δὲ τῷ πόρρω ἀφεστηκέναι τῆς ἀρχῆς, γεννῶντος ἄλλο οἷον αὐτὸ καὶ ταύτῃ τὴν φθορὰν ὑποκλέπτοντος. καὶ αὐτὴν δὲ ἣν εἴληχε κατὰ τὸ εἶδος ἀιδιότητα, τῷ μιμεῖσθαι τὴν κυκλικὴν κίνησιν τῶν οὐρανίων ἐκτήσατο· διὰ κύκλου γὰρ τὰ γεννώμενα εἰς τὸ αὐτὸ ἀποκαθίσταται ὅθεν ἤρξατο. ἵνα γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου [*](2 εἰ ξύλον ἄτακτόν a ἀββάκιον GRT1a 3 ἁμαρτῶντος GT1 δύναται T δὲ] δ’ ἂν Za 4 συγκρούσεως a: συγκράσεως GRTZ μόνων Ra: μόνον GTZ 5 πλανῆται T2 6 τοσοῦτον δὲ ἐνεργοῦσι δ’ οὖν Z 6 et 7 <κατὰ> τὴν et 〈ταύτην αἰτίαν a 6 αὐτῶν] τῶν Τ1 9 εὐδιάλητον a συμβαίνει γίνεσθαι Z 16 τῶν οὐρανίων κίνησιν Z 17 γένεσις] κίνησις GT ἀπολείπει a νῦν δὲ τὴν R 20. 21 ἀγαθὸν δἐ—αὐτοφυῶς τοῦ εἶναι ἐφίεται om. R 23 τῆς prius om. a ἠδυνήθη Z 25 ποῤῥωτέρα a 27 εἶναι] om. om. R: μὴ εἶναι GT 28 ποῤῥῳ a 29 ἄλλ’ οἷον GT 30 κατὰ] καὶ Z 30. 31 τὴν κύκλῳ κίνησιν a 31 τὰ γενόμενα R: τὸ γεννώμενον Z 32 ἀποκαθίστασθαι T)

297
γένηται, κύκλος ἀποτελεῖται· σπέρμα γὰρ πρῶτον, κἀκ τούτου ἔμβρυον, [*](66r) εἶτα παῖς καὶ μειράκιον καὶ ἀνήρ, καὶ πάλιν σπέρμα καὶ ἔμβρυον. δῆλον ἄρα ὅτι ἡ τοῦ εἴδους διαδοχὴ ἐπ’ εὐθείας οὖσα τῷ μιμεῖσθαι τὴν κύκλῳ φορὰν τὴν ἀιδιότητα ἔχει.

[*](p. 336b29)

Τὸ δὲ εἶναι ποσαχῶς λέγεται, ἐν ἄλλοις εἴρηται.

Τὸ εἶναι διττῶς λέγεται, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ἕκαστον γὰρ εἶναι λέγεται ἢ τῷ εἶδος αὐτοῦ φυλάττεσθαι ἢ τῷ τὸν ἀριθμόν· τὰ μὲν γὰρ οὐράνια λέγεται εἶναι τῷ κατ’ ἀριθμὸν μένειν τὰ αὐτά, τὰ δὲ γενητὰ καὶ φθαρτὰ κατ’ εἶδος ἔχει τὸ ἀεὶ εἶναι. ταῦτα οὖν ἐστιν ἅ φησιν ἀλλαχοῦ διῃρῆσθαι σημαινόμενα τοῦ εἶναι. διὰ μέσου δὲ παρεμβέβληται τοῦτο τὸ ῥησείδιον. ὥστε αὐτὸ σιωπήσαντα συνάπτειν χρὴ ὅλον τὸ ῥητόν· ῾ἐπειδὴ ἑκάστου φύσις τοῦ βελτίονος ὀρέγεται, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ <εἶναι> κατ᾿ ἀριθμὸν ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρῳ τῆς ἀρχῆς ἀφίστασθαι, διὰ τοῦτο, φησί, τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν.’ καὶ ἐντεῦθεν δῆλον ὅτι καὶ τῶν ἀιδίων πάντων αἴτιον οἴεται εἶναι τὴν πρώτην ἀρχὴν ὁ Ἀριστοτέλης. ὡς γὰρ τοῦ θεοῦ ποιήσαντος καὶ τὰ ἀίδια καὶ πάντῃ ἀμετάβλητα, ποιήσαντος δὲ καὶ τὰ ἀίδια μὲν κατ’ οὐσίαν σωματοειδῆ δὲ καὶ διαστατὰ καὶ τὴν κατὰ τόπον ἔχοντα μεταβολήν, ἐπήγαγε τὸ τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσεν τὸ ὅλον ὁ θεός· ἵνα γὰρ τέλειος ᾖ ὁ κόσμος, ἔλιπεν ἄλλος τρόπος δημιουργίας, τῶν ἀίδιον μὲν τὸ εἶδος ἐχόντων τῇ διαδοχῇ, κατ’ ἀριθμὸν δὲ γενητῶν ὄντων καὶ φθαρτῶν. τῇ τούτων οὖν προόδῳ ἀνεπλήρωσε τὸν ὅλον ὑπ’ αὐτοῦ δεδημιουργημένον κόσμον, ἐνδελεχῆ καὶ ἀδιάκοπον ποιήσας τὴν γένεσιν.

[*](p. 336 b 32)

Οὕτως γὰρ ἄν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν.

Οὕτω γὰρ ἄν, φησί, τὸ εἶναι καὶ ἡ ὕπαρξις τῶν ὄντων εἱρμὸν ἄν ἔχοι καὶ τεταγμένην πρόοδον τῆς ὑποστάσεως, εἰ μετὰ τὰ κατ’ ἀριθμὸν [*](1 κἀκ] καὶ T 5. 6 lemma om. pergit ἰστέον δ’ ὅτι τὸ εἶναι διττῶς a 5 λέγεται] λέγομεν Arist. Arist. ἢ (post εἴδει) om. Z 8 εἶναι] μένειν a τῷ T2a: τὸ R: τὸν GT1 9 ἀλαχοῦ GT1 9. 10 διειρῆσθαι (om. σημαινόμενα) Z 10 εἶναι ἀεὶ GT παρεμβέληται (alterum ε in eras.) R: παραβέβληται GT 11 χρὴ οὕτως ὅλον a 11. 12 ἡ ἑκάστου φύσις ὀρέγεται τοῦ βελτίονος Z 12 ἢ τὸ μὴ εἶναι ex Ar. scripsi: om. RZ: ἢ τὸ μὴ GTa 13 ὑπάρχειν om. GTa 15 ἐνδελεχῆ] cf. Bonitz Ind. Ar. p. 249 a 23 17 πάντα T 18 μὲν om. R 19 τρόπῳ om. T 19. 20 συνεπλήρωσε Ar.; at cf. v. 14 sqq. 20. 21 ἄλλος τρόπος εἴληπε (sic) traicit a 23 τὸν] τὸ GT 24 ἀδϊκοπον (sic) R ποιῆσαν T 25. 28 οὕτω γὰρ ἄν φησι συνείροιτο τὸ εἶναι, δηλονότι ἡ ὕπαρξις καὶ τὸ εἶναι τῶν ὄντων οὕτως ἄν εἱρμὸν ἔχοι a 25 ἄν om. Z 25. 26 ἐγγύτατα RZ: ἐγγύτατα τὸ GT, et τὸ εἶναι τῆς οὐσίας iterat T 26 ἀεὶ om. Z)

298
ἀίδια [δὲ] μένοντα εἴη τὰ κατὰ τὸ εἶδος ἀίδια κατ’ ἀριθμὸν δὲ γενητὰ [*](66r) καὶ φθαρτά. ἐγγὺς γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ τὸ μὲν γίνεσθαι τῷ εἶναι (τὸ δὲ εἶναι πανταχοῦ τὸ κυρίως καὶ ἀεὶ ὡσαύτως ἔχειν νόει), τῇ ἀιδιότητι ἡ παλιγγενεσία. ἑκάτερον γὰρ τῷ ἑτέρῳ ἀντέθηκεν, τῷ μὲν εἶναι τὸ γίνεσθαι, τῇ δὲ ἀιδιότητι τὴν ἀεὶ γένεσιν, ὅπερ διὰ τοῦ ἀεὶ γίνεσθαι ἐσήμανεν. ὥστε ἐγγύτατά ἐστι ταῖς οὐσίαις ἀλλήλων τὰ ὄντα καὶ ἀίδια τοῖς γενητοῖς καὶ ἀειγενεσίαν εἰληχόσιν εἰκότως ἐφεξῆς ἀλλήλων ἴσχουσι τὴν πρόοδον.

[*](p. 337 a 2)

Κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις.

Ἢ ἐκ παραλλήλου τὸ αὐτό, ἢ δυνάμεις μὲν τὰς ῥοπὰς αὐτῶν καθ’ ἃς αἱ κινήσεις, πάθη δὲ τὴν θερμότητα καὶ ψυχρότητα καὶ τὰς λοιπὰς ποιότητας· ἤγουν δυνάμεις μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάθη δὲ τὸ ὑγρὸν καὶ ξηρόν.

p. 337 a 7

Ἅμα δὲ δῆλον ἐκ τούτων ὅτινες ἀποροῦσι.

᾿Εκ τῶν προειρημένων περὶ τῶν στοιχείων, ὅτι μεταβάλλοντα εἰς ἄλληλα εἰς ταὐτὸ ἀνακυκλεῖται, κατὰ κύκλον τινὰ τῆς γενέσεως προιούσης, πόρισμα εὑρίσκει εἰς λύσιν τινὸς ἀπορίας ἐπιφερομένης. ἔστι δὲ ἡ ἀπορία, πῶς ἑκάστου τῶν ἁπλῶν σωμάτων τὸν οἰκεῖον τόπον καταλαβεῖν σπεύδοντος μὴ ἐκ πολλοῦ τὰ στοιχεῖα διεκρίθησαν, ἑκάστου τὸν οἰκεῖον τόπον καταλαβόντος, ὡς μηκέτι μήτε ἄνω ὕδωρ ἢ γῆν εἶναι μήτε πῦρ κάτω. ἐπιλύεται δὲ τὴν ἀπορίαν ἐκ τῶν προειρημένων. εἰ μὲν γάρ, φησίν, ἀμετάβλητα ἦν τὰ στοιχεῖα, εἰκότως τοῦτο ἄπορον ᾤοντο οἱ οὕτως λέγοντες· ἐπειδὴ δὲ μεταβάλλουσιν ἀεὶ εἰς ἄλληλα, εἰ καὶ τόδε τὸ πῦρ ἐκ τοῦ κάτω τόπου διεκρίθη, ἕτερον γίνεται ἐξ ἀνάγκης, καὶ ἀεὶ ἔσται καὶ κάτω πῦρ καὶ ἄνω γῆ καὶ ὕδωρ, μὴ ἀποκεκριμένης ἑκάστῳ χώρας· τοῦτο γὰρ ἦν ἀμεταβλήτων ὄντων.

[*](p. 337a 12)

Μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν.

Διπλῆν φησι φορὰν ἢ τὴν κατὰ τὸν λοξὸν κύκλον τῇ προσόδῳ καὶ [*](1 ἀιδία διαμένοντα a: equidem delevi δὲ 2 τῷ] τὸ GT 3 δὲ εἶναι] εἶναι δὲ a νόει R: νοεῖ Z: νοεῖν GT: δεῖ νοεῖν a 4 ἀντέθεικεν GT 5 τῆ ἀιδιότητι τὴν ἀειγενεσιαν Z 7 εἰληχόσι. καὶ εἰκότως a 9 τὸ δὲ κατὰ a 11 καὶ τὴν ψυχρότητα Z 12 ἤγουν R: ἢ γοῦν (cett.) a τὸ ψυχρὸν καὶ θερμόν a 14 ἐκ τούτων om. Z οἵτινες GT 15 περὶ] ἐκ Z 16 ἀνακυκλοῦται ex ἀνεγκυκλοῦται corr. R κατὰ] καὶ τὰ GT1 18 τὸν om. add. T2 20 μήτε πῦρ a: μὴ δὲ πῦρ cett. 22 εἰκότως ἄν a ἄπορον τοῦτο Z: τοῦτο τὸ ἄπορον a οὕτω GTa 23 ἐπεὶ δὲ (G)a 25 ἀποκεκριμμένης TZ 27. 28 om. lemm. pergit διπλῆν δέ φησι a 27 διὰ τὴν διαφορὰν R 28 ἢ in erasis T2)

299
ἀφόδω, ἤγουν διπλῆν, διότι κινοῦνται τὴν μὲν τῇ ἀπλανεῖ ἑπόμενοι [*](66v) ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, τὴν δὲ ἰδίαν ἔμπαλιν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς.

[*](p. 337a 15)

Διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίνα αἰτίαν, καὶ τί τὸ γενητὸν καὶ φθαρτόν.

Ὅτι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ ἔδειξε, καὶ ὅπως ἔδειξεν εἴρηται ἡμῖν πρότερον, καὶ διὰ τίν δὲ αἰτίαν ἔστι γένεσις καὶ φθορὰ δέδεικται, ἐκ τοῦ τὴν ὕλην δυνάμει εἶναι τὰ ἐναντία· οὖσα γὰρ πῦρ ἐνεργείᾳ δυνάμει ἐστὶν ὕδωρ, ἐνεργείᾳ δὲ ὕδατος γινομένης φθείρεται τὸ πῦρ. καὶ τί τὸ γενητὸν καὶ φθαρτόν· ὅτι ὃ δύναται εἶναι καὶ μὴ εἶναι.

[*](p. 337 a 17)

᾿Επειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται.

Ὥσπερ ἐν ταῖς ἄλλαις πραγματείαις ἐποίησε, μὴ καταμείνας μέχρι τῶν φυσικῶν αἰτίων, ἀλλ’ ἀναγαγὼν ἑαυτὸν ἐπὶ τὰ ἐξῃρημένα αἴτια (ἐν γοῦν τῇ Φυσικῇ διαλεχθεὶς περὶ φυσικῆς κινήσεως ὕστερον ἐν τῷ ὀγδόῳ λόγῳ ἀνήγαγεν ἑαυτὸν ἐπί τι ἐξῃρημένον πάσης φυσικῆς κινήσεως αἴτιον ἀκίνητόν τε ὂν καὶ ἀίδιον, εἰπὼν ῾ἐκ τοιαύτης ἄρα ἀρχῆς ἀνήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμος᾿, καὶ ἐν τῷ Περὶ ψυχῆς δὲ ὡσαύτως ἐκ τῶν περὶ ψυχῆς λόγων ἐπὶ τὸν νοῦν ἀναδραμών), οὕτως δὲ κἀνταῦθα εἰπὼν τῆς ἀειγενεσίας ποιητικὸν αἴτιον εἶναι τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, νῦν δείκνυσιν ὅτι καὶ τῆς κυκλοφορίας ἐστί τι ἐξῃρημένον αἴτιον ἀιδίως κινοῦν, ὃ ἀκίνητόν τέ ἐστι καὶ ἀίδιον καὶ ἀναλλοίωτον καὶ ἓν κατ’ ἀριθμόν. εἰ γάρ, φησίν, ἔστι τι κινούμενον ἀίδιον κίνησιν καὶ συνεχῆ, ἀνάγκη εἶναί τι καὶ τὸ ἀιδίως κινοῦν ἀκίνητον ὂν καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, συνεχῆ γε κινοῦν κίνησιν. καὶ εἰ πολλά γε εἴη, φησί, τὰ κινούμενα τοιαύτην κίνησιν, ἀίδιόν φημι καὶ συνεχῆ, ἀνάγκη καὶ τὰ κινοῦντα πολλὰ εἶναι, ἑνὸς ὄντος καθ’ ἑκάστην κίνησιν τοῦ ἀιδίως κινοῦντος. καὶ ταῦτα δὲ τὰ πολλά, εἴπερ εἴη συντεταγμένα καὶ μὴ ἀπηρτημένα ἀλλήλων, ἀνάγκη μιᾶς ἠρτῆσθαι ἀρχῆς ἐξ ἧς καὶ τὴν τάξιν ἔχουσι. δῆλον ἄρα ὅτι μία ἐστὶν ἀρχὴ τῆς πάντων κινήσεως ἀίδιός τε καὶ ἀκίνητος.

᾿Επειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις. ὁ μὲν σύμπας λόγος εἴη ἄν τελείως [*](1 ἤγουν] ἢ FR: ἡ γοῦν (cett.) a τὴν μὲν RZ: τῇ μὲν GTa 4 lemma om. a 9 ἐστὶν ὕδωρ RZ: εἶναι τὰ ἐναντία GT: ἐστὶ τὸ ἐναντίον a 9. 10 καὶ τί—μὴ εἶναι om. a 11 ἐπεὶ δ’ a Arist. τι τὸ κινοῦν a; at cf. Ar. codd. EF εἰ] ἢ Z 13 αἰτιῶν GRa 16 ὅ τε] ὅ a 18 δραμὼν GRT οὕτω a 21 ἀναλοίωτον R 23 καὶ συνεχῆ (G)a 24 γε prius om. GT εἰ πολλάκις εἴη T 27 ἀπηρτισμένα R 28 ἠρτίσθαι R ἀρχῆς] ἐξ ἀρχῆς GT1a 30. 31 ᾿Επειδὴ—ἑτέροις omissis pergit εἴη δ’ ἂν ὁ σύμπας λόγος τελείως a 31 τελείως om. Z)

300
προφερόμενος τοιῶσδε· ἐπειδὴ ἀνάγκη οὔσης ἀιδίου κινήσεως καὶ συνεχοῦς [*](66v) εἶναί τι τὸ ἀιδίως κινοῦν ἓν καὶ ταὐτὸ τῷ ἀριθμῷ, ἔστι δὲ ἀίδιος κίνησις καὶ συνεχής, ἔστιν ἄρα τὸ ἀιδίως κινοῦν ἓν τῷ ἀριθμῷ καὶ ἀκίνητον καὶ ἀναλλοίωτον. ὁ μὲν πᾶς λόγος τοιοῦτός ἐστι, δοκεῖ δὲ ἐλλιπῶς προενηνέχθαι παρὰ τοῦ Ἀριστοτέλους, διὰ τὸ παραλελοιπέναι τὴν πρόσληψιν καὶ τὸ συμπέρασμα ὑποθετικοῦ ὄντος τοῦ τρόπου. ὅτι μὲν γάρ, εἰ ἔστιν ἀίδιος κίνησις, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως κινοῦν εἴρηκεν (ἐδείχθη ὅτι πᾶν κινούμενον ὑπὸ κινοῦντος κινεῖται), ὅτι δὲ ὅλως ἐστὶν ἀίδιος κίνησις οὐ τέθεικε διὰ προσλήψεως, ὅτι δὲ καὶ ἀκίνητον ἔσται ἔλαβεν ὡς προαποδεδειγμένον (δέδεικται γὰρ ὅτι καὶ τὸ πρώτως κινοῦν ἀκίνητόν ὡσαύτως δὲ καὶ τὸ συνεχοῦς οὔσης τῆς κινήσεως ἓν εἶναι καὶ ταὐτὸν τῷ ἀριθμῷ, | καὶ τοῦτο δέδεικται ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς· εἰ γὰρ διάφορα [*](67r) εἴη κατὰ διαδοχὴν τὰ κινοῦντα, ἀδύνατον συνεχῆ γίνεσθαι τὴν κίνησιν. καὶ τὸ ἐν ἑτέροις δὲ εἴρηται πρότερον περὶ τῶν ἐν τῇ Φυσικῇ δεδειγμένων εἴη ἄν λέγων.

[*](p. 337a20)

Καὶ εἰ πλείους αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ὑπὸ μίαν ἀρχήν.

Εἰ πλείους εἶεν, φησίν, αἱ κύκλῳ κινήσεις, καὶ αἱ κινοῦσαι αἰτίαι πλείους ἄν εἶεν, ἀλλὰ καὶ εἰ πλείους εἶεν, ἀνάγκη πάσας ὑπὸ μίαν εἶναι. τὸ δέ πως προστέθεικε διὰ τὸ τὸ ῾ ὑπό᾿ ἐπὶ τῶν κατὰ τόπον περιεχόντων κυρίως λέγεσθαι.

[*](p. 337a 22)

Συνεχοῦς δὲ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι.

Τεθεικὼς κατὰ τὴν ἀρχὴν τῇ δυνάμει, εἰ καὶ μὴ φανερῶς, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ τὸ ἑπόμενον τούτῳ δείξας, ὅτι τὸ κινοῦν ταύτην τὴν κίνησιν ἀίδιόν ἐστι καὶ ἀκίνητον καὶ ἓν τῷ ἀριθμῷ, νῦν τὴν πρόσληψιν τὴν δυνάμει τεθεῖσαν κατασκευῆς ἀξιοῖ, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ χρόνου. ἐπειδὴ γὰρ συνεχὴς ὁ χρόνος, ἀνάγκη καὶ τὴν κίνησιν συνεχῆ εἶναι· μέτρον γὰρ κινήσεως ὁ χρόνος, καὶ κινήσεως δηλονότι τῆς συνεχοῦς. ἔστι δὲ τοιαύτη ἡ κύκλῳ μόνη. ὁ τοίνυν χρόνος μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως.

[*](1 τοιόσδε a ἀιδίου οὔσης Z 2 τὸ om. Τ1a ταὐτὸ R: τὸ αὐτὸ Z: ταὐτὸν GTa ἀίδιος] ἀιδίως GTa 3 ἔστιν om. R 4 ἀλλοιωτὸν T ὁ μὲν δὴ πᾶς a ἐστι om Z ἐλλειπῶς GT1a 4. 5 προενέχθαι a 9 ὡς om. add. T2 11 ἓν εἶναι] ἐνεῖναι 11 12 ὀγδόω λόγω R 15. 18 λέγων. τοῖς δὲ εἰρημένοις συνάπτει. ὅτι εἰ πλείους a 16 αἱ R: μὲν αἱ GTZ: εἶεν αἱ Ar. (praeter EF) πλείους μὲν om. R 17 πῶς hic ct infra iibri ταύτας ἀνάγκη Arist. (praeter EL?); cf. v. 19 18 φησίν om. a 19 εἶεν ἂν tr. Z διὰ τὸ τὴν ὑπο a: τὸ ὑπό om. R 22. 24 om. lemm. pergit τεθεικὼς δὲ a 26 ὲν] ἐν R 28 συνεχὴν ὁ a 30 τῆς om, GTa ἡ om. Z)
301
[*](p. 337a25)

Καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη.

[*](67r)

Τοὺς ἐν ἀρχῇ λῴους φησὶ τοὺς τῆς Φυσικῆς ἀκροάσεως· αὕτη γὰρ ἄρχει καὶ προηγεῖται τῆς φυσικῆς θεωρίας.

[*](p. 337a 25)

Συνεχὴς δ’ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τὸ ἐν ᾧ κινεῖται;

Λαβὼν ὅτι ἔστι κίνησις συνεχὴς ἧς μέτρον ἐστὶν ὁ χρόνος, καὶ ὅτι αὕτη ἐστὶν ἡ τοῦ κυκλοφορικοῦ σώματος, νῦν ζητεῖ πόθεν τὸ συνεχὲς τῇ κινήσει, πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ συνεχὲς εἶναι τὸ ἐν ᾧ ἡ κίνησις. τὸ δὲ ἐν ᾧ καὶ καθ’ ὃ ἡ κίνησις, πάθος ἐστὶ καὶ τόπος. τὸ μὲν οὖν πάθος οὐκ ἂν λέγοιτο συνεχὲς πλὴν ἢ κατὰ συμβεβηκός, τῷ τὸ πρᾶγμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές. τὸ γὰρ λευκὸν λέγομεν εἶναι συνεχὲς τῷ τὸ σῶμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές· τὸ γὰρ συνεχὲς τοῦ ποσοῦ ἐστι καὶ περὶ τοῦτο θεωρεῖται. εἰ δέ τις λέγοι ὅτι τὸ αὐξόμενον μεγέθους προσθήκῃ αὔξεται, καὶ ταύτῃ εὐλόγως τὴν αὔξησιν συνεχῆ λέγεσθαι, φαμὲν ὅτι συνεχὲς νῦν φησιν ὁ Ἀριστοτέλης οὗ ἔστι τινὰ ἀεὶ ἐφεξῆς λαβεῖν τῆς δὲ αὐξήσεως οὐκ ἔστιν ἀεὶ ἐφεξῆς λαβεῖν· οὐ γὰρ ἐπ’ ἄπειρον αὔξεται τὸ αὐξόμενον. ὥστε τὸ πάθος οὐκ ἄν εἴη συνεχές. εἰ οὖν ὑπάρξει τινὶ τῶν ἐν ᾧ ἡ κίνησις τὸ συνεχές, τῷ τόπῳ μόνῳ ὑπάρξει· μέγεθος γάρ τί ἐστιν ὁ τόπος. καὶ τούτῳ δὲ οὐ παντὶ ὑπάρχει τὸ συνεχές, ἀλλὰ μόνῳ τῷ κύκλω· ἐπὶ τούτου γὰρ ἔστιν ἀεί τι ἐφεξῆς λαβεῖν, τῷ μὴ εἶναι ἀρχὴν μηδὲ πέρας. ἆρ’ οὖν ἐπειδὴ ὑπάρχει τῷ κύκλῳ τόπῳ τὸ συνεχές, διὰ τὸν τόπον φαμὲν τὴν κίνησιν ἔχειν τὸ συνεχές; ὅπερ αὐτὸς μηκέτι ζητήσας ἀλλὰ παραλιπών, περὶ τοῦ κινουμένου ποιεῖται τὸν λόγον λέγων ὅτι τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, καὶ ἐφεξῆς αὐτὸ αἰτιᾶται τῆς συνεχοῦς κινήσεως. καὶ τοῦτο εἰκότως. εἰ γὰρ καὶ ἔχει τὸ συνεχὲς ὁ τόπος, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τοῦ σώματος τοῦ ἐν αὐτῷ. οὐ γὰρ ἔχει καθ’ ἑαυτὸν ὕπαρξιν ὁ τόπος κατὰ ᾿Αριστοτέλην, ἀλλὰ τῷ σώματι συνυφίσταται τῷ οὗ ἐστι τόπος· σχέσις γάρ τίς ἐστι τοῦ περιέχοντος πρὸς τὸ περιεχόμενον. ὥστε τῷ τὸ σῶμα εἶναι συνεχὲς καὶ ὁ τόπος συνεχής. εἰκότως ἄρα τὸ αἴτιον τῆς συνεχείας τῆς κατὰ τὴν κίνησιν τῷ κινουμένῳ ἀποδίδωσι.

[*](1. 2 om. lemm. pergit ἐν ἀρχῇ δὲ λόγους a 1 ἐν τοῖς] ἐνίοις R 3 προηγεῖσθαι GT 4 πότερον Za: πότερον τὸ κινούμενον GRT 5 ἢ τὸ (cf. Ar. cod. EFH)] ἡ τῷ a 6 κίνησιν R 7 αὐτὴ GT κυκλοφορητικοῦ GTa 8 ἢ om. GT 8. 9 συνεχὲς εἶναι τὸ om. GTa 9 ἡ alterum in erasis Τ2 11. 12 πρᾶγμα—τῷ τὸ om. a 13 καὶ bis Z 16 αὐξήσεως ἀεὶ οὐκ ἔστι Z 17 ἐπ’ RZ: om. GT: εἰς a 19 τοῦτο R1 20. 21 ἐφεξῆς—ἐπειδὴ om. R 24 λέγων om. GTa ὅτι δὲ τούτου a τὸ] τῶ R 25 τῆς δὲ συνεχοῦς GT 26 καὶ om. R ἐξ αὐτοῦ R 29 πρὸς τῶ GT1 31. p. 302, 2 ἀποδίδωσι. δι’ ὃ, τούτου φησὶ τὸ κύκλῳ μόνον συνεχὲς, τοῦ μεγέθους δηλονότι. ἐπιστῆσαι a)
302
[*](p. 337a30)

Τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές.

[*](67r)

Τούτου ὒ μέν φησι τοῦ μεγέθους. ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐξ ἀρχῆς εἰπὼν ‟δῆλον δὴ τῷ τὸ κινούμενον”, τουτέστι τῷ τὸ κινούμενον συνεχὲς εἶναι καὶ ἡ κίνησις συνεχής, εἶτα διὰ μέσου περὶ τοὐ τόπου εἰπών, ἐπήγαγε τὸ τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, οὐκέτι περὶ τοῦ τόπου, ἀλλὰ περὶ τοῦ κινουμένου σώματος· τὸ γὰρ κυκλοτερὲς σῶμα αὐτὸ ἑαυτῷ συνεχές ἐστι, τουτέστιν ἑαυτῷ συναπτόμενον καὶ οὐ πρὸς ἄλλο ἔχον συνέχειαν. ἐκ τούτου δέ, φησί, τοῦ συνεχοῦς μεγέθους καὶ ἡ κίνησις ἔχει τὴν συνέχειαν, ἐκ δὲ τῆς κινήσεως ὁ χρόνος. ὥστε τὸ μὲν μέγεθος τῇ κινήσει, ἡ δὲ κίνησις τῳ χρόνῳ αἴτιον τῆς συνεχείας.

[*](p. 337a 34)

᾿Επεὶ δ’ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινό- μενον τόδε μετὰ τόδε.

Δείξας ἐν τοῖς προλαβοῦσιν ὅτι ὑπάρχει τῇ γενέσει τὸ συνεχές, ἐπειδὴ τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἐστὶ τὸ ἐφεξῆς καὶ τὸ γίνεσθαι τὸ δεύτερον μετὰ τὸ πρότερον, ζητεῖ εἰ ἔστι τὸ ἐξ ἀνάγκης ἐν τοῖς γινομένοις ὡς ἀνάγκῃ ἀκολουθεῖν τῷ προτέρῳ τὸ δεύτερον, ἢ οὐδέν ἐστιν ἀνάγκῃ γινόμενον, ἀλλὰ πάντα ἐνδεχόμενα, ὡς ἐνδέχεσθαι καὶ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἀλλ’ ὅτι μέν, φησίν, ἔ|νια ἐνδεχομένην ἔχει τὴν ἔκβασιν, πρόδηλον, [*](67v) ἀλλ’ εἰ μὴ πάντα ἐστὶ τοιαῦτα ζητητέον. ὅτι οὖν οὐ πάντα ἐνδεχομένην ἔχει τὴν ἐπὶ τοῖς προτέροις ἀκολούθησιν, ἀλλ’ ἔνια καὶ τὸ ἐξ ἀνάγκης ἔχει, ἐφ’ ὧν ἀδύνατον τὸ μὴ ἀκολουθεῖν τοῖς προτέροις τὰ δεύτερα, δείκνυσι διχῶς, ἔκ τε τῆς χρήσεως τῶν ὀνομάτων καὶ ἐξ αὐτῶν τῶν πραγμάτων. ἀπὸ μὲν τῆς χρήσεως, διότι ἐπὶ τῶν μηδέπω ὄντων, ἀλλ’ εἰς τὸν μέλλοντα χρόνον ἔσεσθαι δυναμένων, εἰώθαμεν τῷ ῾ μέλλει᾿ καὶ τῷ ῾ἔσται᾿ κεχρῆσθαι, τὸ μὲν ἔσται ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων τάττοντες (ἀληθοῦς γὰρ ὄντος τοῦ ἔσται, ἀνάγκη εἶναί ποτε ὅπερ ἔφαμεν ἔσεσθαι), τὸ δὲ μέλλει ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ γενέσθαι· ἀληθοῦς γὰρ ὄντος τοῦ μέλλει, δύναται καὶ μὴ ἐκβῆναι ὅπερ ἔφαμεν μέλλειν. καὶ μὴ ἐκβεβηκότος οὐκ ἐψεύσατο ὁ μέλλειν εἰπών· τὸ γὰρ μέλλει ἐν ἴσῳ ἐστὶ τῷ ἐνδέχεται, τὸ δὲ δύνασθαι καὶ ἐνδέχεσθαι οὐ πρὸς τὴν ἔκβασιν κρίνεται, ἀλλὰ πρὸς τὴν ἀκώλυτον ἐπιτηδειότητα. δύναται γὰρ τὸ ξύλον καυθῆναι [*](1 τὸ] τῶ R κύκλον GT 2 ἐπιστῆσαι om. R 3 δὴ] δὲ GTa: δὴ ὅτι Ar. 5 τόπου RZ: τόπου φησὶν GT: τόπου τοῦτο λέγων a 8. 9 ἐκ τούτου—συνέχειαν om. GTa 14 συνεχές] ἐφεξῆς Z 17 ἀνάγκη (utrobique) codices: ἐξ ἀνάγκης altero loco a 20 τοιαῦτα] ταῦτα GT 23 τριχῶς GT 24 ἐπὶ μὲν τῶν R 26 χρῆσθαι FZa τὸ] τῷ a ἑπομένων FR: ἐσομένων cett. 27. 28 ἀληθοῦς—μὴ γενέσθαι om. GT: τὸ δὲ μέλλειν ἐπὶ τῶν ἐνδεχομένων suppleverat a 30 ἐψεύσαντο R1 μέλλει] μέλλειν a 32 γὰρ om. GTa)

303
κἄν μηδέποτε καυθῇ, καὶ ἡ παρθένος δύναται συνελθεῖν ἀνδρὶ κἄν μηδέποτε [*](67v) συνέλθῃ. οὕτως τοίνυν εἰ μὲν φαίημεν ὅτι μετὰ τὸ ἔαρ ἔστι θέρος, καὶ ἀνάγκη εἶναί ποτε τὸ θέρος * * * λέγομεν τοῦ σπέρματος καταβληθέντος ὅτι μέλλει φῦναι στάχυς καὶ δυνατὸν φῦναι, ἀληθοῦς οὔσης τῆς ἀποφάνσεως ἐνδέχεται μὴ φῦναι, διότι ἐνδεχομένη ἦν ἡ ἔκβασις. τοῦτον μὲν οὖν τὸν τρόπον ἐκ τῆς χρήσεως πιστοῦται τὸ προκείμενον, ἐκ δὲ τῶν πραγμάτων τῆς διαφορᾶς οὕτως. ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατον αὐτὰ μὴ εἶναι, τὰ δὲ δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι, τὸν αὐτὸν τρόπον ἕξει κἀπὶ τῶν γινομένων, ὡς τὰ μὲν ἐξ ἀνάγκης γίνεσθαι τὰ δὲ ἐνδεχομένως· εἴ τι μὲν γὰρ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, τοῦτο καὶ τὴν γένεσιν ἐξ ἀνάγκης ἔχει. οἷον ὁ ἥλιος ἐν Κριῷ ὢν ἐξ ἀνάγκης τὸ εἶναι ἔχει· οὐ γὰρ δυνατὸν ἦν μὴ εἶναι αὐτὸν ἐκεῖσε δηλονότι, καὶ ὅταν μήπω ἦν, ἐξ ἀνάγκης ἐκεῖ γενήσεται, καὶ ἀδύνατον μὴ γενέσθαι ἐκεῖ. ὡσαύτως δὲ ὅπερ ἐνδεχομένως ἔχει τὸ εἶναι, ἐνδεχομένην ἕξει καὶ τὴν γένεσιν, ἅτε δὴ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι. οἷον εἰ τὸ εἶναι τὴν οἰκίαν ἢ γραμματικὸν εἶναι ἢ τέκτονα ἐνδεχομένως ἐστί, καὶ ἡ τούτων γένεσις ἐνδεχομένη ἐστί· δυνατὸν γὰρ ἦν καὶ μὴ εἶναι μηδὲ γενέσθαι τούτων ἕκαστον. καὶ εἰ μὴ ἀναγκαῖον ἔχει τὸ εἶναι ὅδε τις ὁ στάχυς, ἀλλ’ ἐνεδέχετο καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ ἡ τούτου γένεσις οὐκ ἀναγκαίως ἠκολούθησε τῇ τοῦ σπέρματος εἰς γῆν καταβολῇ, ἀλλ’ ἐνεδέχετο καὶ μὴ ἀκολουθῆσαι.

Ἆρ᾿ οὖν οὐδαμῶς, φησίν, ἐπὶ τούτων τὸ ἐξ ἀνάγκης ἐστί, λέγω δὴ τῶν ἐνδεχομένων εἶναι καὶ μὴ εἶναι; ἢ ἔστι πως κἀν τούτοις τὸ ἀναγκαῖον, καθ’ ὅ φαμεν τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης προηγήσατο τὸ πρότερον; καρπῶν γὰρ γενομένων ἐξ ἀνάγκης προκατεβλήθη τὸ σπέρμα. ὅπερ ἐξ ὑποθέσεως ἀναγκαῖον ὀνομάζει. χρὴ γὰρ εἰδέναι ὅτι διττοῦ ὄντος τοὐ ἀναγκαίου, τοὐ μὲν ἀπλῶς λεγομένου ἀναγκαίου καθ’ ὅ φαμεν τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖν, τοὐ δὲ ἐξ ὑποθέσεως καθ’ ὃ τοῦ δευτέρου ἐκβεβηκότος ἐξ ἀνάγκης τὸ πρότερον ὑπέστη, κατὰ μὲν τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον πάντα τὰ ὄντα καὶ γινόμενα ἀλλήλοις κοινωνεῖ (πάντα γὰρ κοινῶς μετέχει τούτου καὶ ἐν πᾶσι θεωρεῖται καὶ ἔστιν ἀναγκαῖα), κατὰ δὲ τὸ ἀπλῶς ἀναγκαῖον οὐκέτι κοινωνεῖ ἀλλήλοις πάντα· οὐ γὰρ ἕκαστον τῶν ἐξ ἀνάγκης ἐστίν, ἀλλὰ πολλὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέχεται. δῆλον τοίνυν ὡς ἐφ’ ὧν μέν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, οὐ πάντως ἐστὶ τὸ ἀπλῶς ἀναγκαῖον· ἐφ’ ὧν δὲ τὸ ἀπλῶς ἀναγκαῖον, ἐπὶ τούτων καὶ τὸ ἐξ ὑποθέσεως ὑπάρξει ἀναγκαῖον, ὡς ἀντιστρέφειν καὶ τοῦ δευτέρου [*](2 οὐτῶ a 3 λέγομεν RZ: καὶ ἐὰν λέγωμεν GT: lacunam signavi (fort, 〈εἰ δέ〉) 4 ὅτι bis T καὶ ἀληθοῦς a 5 ἀποφάσεως libri τοῦτον R 8 καὶ (post δυνατὸν) om. Z 9 ἕξει om. a 10. 11 τὸ εἶναι—ἕχει om. GT: coniectura suppleverat a, qui τοῦτο om. 12 καὶ ὅταν καὶ Z 13 ἢν] ᾗ emendat a 15 καὶ (ante μὴ) iterat init. vers. Z 16 εἶναι om. GTa 18 ὅδε τις om. R 19. 20 καὶ μὴ—ἐνεδἐχετο om. R 19 ἀναγκαῖος T 22 ἢ om. R πῶς libri 23 fort. φαμεν 〈ὅτι) 25 ὀνομάζει ἀναγκαῖον a 32 πολλὰ] πολὺ R 34 ἐφ’ ὧν δὲ τὸ ἀπλῶς ἀναγκαῖον om. Z)

304
ὄντος εἶναι τὸ πρότερον ἐξ ἀνάγκης καὶ τοῦ προτέρου ὄντος ἐξ ἀνάγκης [*](67v) ἀκολουθεῖν καὶ τὸ δεύτερον. ἀλλ’ οὐ διὰ τὸ πρότερον, φησίν, ἀλλὰ δι’ ἑαυτό. ὅταν γὰρ τῷ προτέρῳ τὰ δεύτερον ἐξ ἀνάγκης ἕπηται, οὐ διὰ τὸ πρότερον ἕπεται, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν, διότι τοιοῦτόν ἐστι φύσει ὡς ἀδύνατον εἶναι μὴ γενέσθαι. διὸ καὶ ἁπλῶς ἀναγκαῖον αὐτὸ εἰκότως ὠνόμασεν, διότι ἐξ ἑαυτοῦ τὸ ἀναγκαῖον ἔχει καὶ φύσει ἐστὶν ἀναγκαῖον, τοῦ ἑτέρου κατὰ ὑπόθεσιν οὐ κατὰ φύσιν ἔχοντος τὸ ὢ ἀναγκαῖον, ἀλλὰ μετὰ τὴν ἀπόβασιν λεγομένου τὸ ἐξ ἀνάγκης ἔχειν· ὑποθέμενοι γὰρ τὸ δεύτερον ἐκβεβηκός, ἐξ ἀνάγκης φαμὲν τὸ πρότερον προυπάρξαι.

Ταῦτα οὕτως εἰρηκὼς δείκνυσιν ἐφεξῆς ὅτι τὸ ἀπλῶς ἀναγκαῖον τοῖς κύκλῳ κινουμένοις μόνον ὑπάρχει, καὶ οὐ τοῖς ἐπ’ εὐθείας. ὅτι δὲ ἀδύνατον τοῖς ἐπ’ εὐθείας ὑπάρχειν τὸ ἁπλῶς ἀναγκαῖον, κατασκευάζει ἐκ διαιρέσεως. τὸ γὰρ ἐπ’ εὐθείας, φησί, κινούμενον ·ἤτοι ἐπ’ ἀπείρου ἢ ἐπὶ πεπερασμένης εὐθείας κινεῖται· οὔτε δὲ τοῖς ἐπ’ ἀπείρου εὐθείας κινουμένοις ὑπάρξει τὸ ἀπλῶς ἀναγκαῖον, οὔτε τοῖς ἐπὶ πεπερασμένης. τοῖς μὲν ἐπ’ ἀπείρου εὐθείας κινουμένοις οὐχ ὑπάρξει τὸ ἀπλῶς ἀναγκαῖον διότι τὸ ἀπλῶς ἀναγκαῖον ἐλέγομεν εἶναι ἔνθα τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, ἐπὶ δὲ τοῦ ἀπείρου οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἄναρχον γὰρ καὶ ἀπεράτωτον. οὐδὲ γὰρ ἐπὶ τῶν γεγονότων δυνατὸν τὸ ἐξ ἀνάγκης ἀπλῶς λαβεῖν, ὥστε λέγειν διὰ τὸ πρότερον ἠκολουθηκέναι τὸ γεγονὸς δεύτερον· ὅλως γὰρ οὐκ ἔστιν ἀρχὴν λαβεῖν οὔτε πρῶτον τοῦ ἀπείρου. εἰ δὲ μὴ ἔστι τὸ πρῶτον λαβεῖν, οὐδὲ τὸ δεύτερον ἔσται. οὐκοῦν οὐδὲ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔσται. ὅλως γὰρ οὐδὲ γενέσθαι τι δυνατὸν ἐπὶ τοῦ ἀπείρου. ἕκαστον γὰρ τῶν λαμβανομένων ὡς γεγονὸς ἄπειρον ἔχει τὸ διάστημα τὸ μέχρι τῆς ἀρχῆς, ὅπερ ἀδύνατον ἦν διεξελθὸν καταντῆσαι ἐν ᾧ γέγονεν. οὕτως μὲν οὖν ἐπὶ τῶν γεγονότων, ὡσαύτως [*](68r) δὲ κἀπὶ τῶν γενησομένων ἀδύνατον ἐπὶ τοῦ ἀπείρου τὸ ἀπλῶς ἀναγκαῖον· οὐδὲ γάρ ἐστι τὸ ὕστερον ἐν τῷ ἀπείρῳ. οὐχ ἕξει ἄρα χώραν εἰπεῖν ὅτι εἰ τόδε γέγονε, καὶ τὸ ὕστερον ἕψεται. ὅτι μὲν οὖν τοῖς κὰτ εὐθεῖαν ἐπ’ ἄπειρον κινουμένοις οὐχ ὑπάρχει τὸ ἀπλῶς ἀναγκαῖον, ἐκ τούτων δῆλον· ὅτι δὲ οὐδὲ τοῖς ἐπὶ πεπερασμένης εὐθείας, δείκνυσι τοῦτον τὸν τρόπον. τὸ ἀπλῶς ἐξ ἀνάγκης γίνεσθαι τοῦτό ἐστιν, ὃ ἀδύνατόν ἐστι μὴ γίνεσθαι· ὃ δὲ ἀδύνατόν ἐστι μὴ γίνεσθαι, ἀεὶ γίνεται· τὸ δὲ ἀεὶ γίνεσθαι ἐπὶ πεπερασμένης εὐθείας ἀδύνατον. τοῦ γὰρ ἀεὶ γίνεσθαι διχῶς νοουμένου, ἢ κατὰ τὸ συνεχῆ καὶ μίαν ἀεὶ τὴν γένεσιν εἶναι ἢ κατὰ τὸ πάλιν καὶ πάλιν γίνεσθαι (ὡς ὅταν φῶμεν τὸν ἥλιον [*](1 εἶναι τὸ πρότερον ἐξ ἀνάγκης] ἐξ ἀνάγκης ἀκολουθεῖν τὸ πρότερον Z 3 ἐξ ἀνάγκης τῶ προτέρω τὸ δεύτερον Z 7 καθ’ ὑπόθεσιν GTa 14 ἐπὶ (post ἢ) om. a 16 περασμένοις Τ1Ζ 19 ὕστερον] δεύτερον R 20 ἀπαράτωτον T 21 ὥστε] ὥσπερ GT 22 γεγονὼς compeud. R οὔτε] fort. οὑδὲ 23 τὸ πρῶτον a: τὸ πρώτως cett. 26 ἔχειν G 27 οὕτω a 34 ἐστι priore loco om. Z 35. 36 γὰρ ἀεὶ δύνασθαι διχῶς Z 37 γενέσθαι R)

305
ἀνάγκης ἐν Κριῷ γίνεσθαι καὶ ἀεὶ ἐν Κριῷ γίνεσθαι, οὐ τῷ διὰ παντὸς [*](68r) ἐν Κριῷ κτὰ τὸ συνεχὲς γίνεσθαι, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, καὶ τοῦτ’ ἀεί), εἰ μὲν τὸ ἐξ ἀνάγκης γίνεσθαι ἐπὶ τῆς πεπερασμένης εὐθείας τοιοῦτον λάβῃς, ὡς συνεχῆ καὶ μίαν εἶναι τὴν γένεσιν, ἀδύνατον. συμβήσεται γάρ, φησίν, ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι· τὸ γὰρ ἐπὶ πεπερασμένης εὐθείας κινούμενον περανθείσης τῆς εὐθείας παύεται τῆς κινήσεως καὶ οὐκέτι κινηθήσεται. ὅπερ οὖν ἀδύνατον ἀεὶ κινεῖσθαι, ἐξ ἀνάγκης ἀεὶ κινούμενον ὑποτίθενται οἱ φάσκοντες ἐξ ἀνάγκης ἐπὶ πεπερασμένης εὐθείας ἀεὶ κινεῖσθαι. εἰ δέ τις τὸ ἀεὶ κινεῖσθαι ὑπόθοιτο κατὰ τὸ πάλιν καὶ πάλιν κινεῖσθαι, ἀίδιόν τινα ἀνάκαμψιν εἰσάξει, ἥτις τῇ ἀνακυκλήσει μόνως ὑπάρχει· ἐπὶ γὰρ εὐθείας οὐκ ἔστιν ἀνάκαμψις ἀιδίως γινομένη. καὶ δῆλον μὲν πρῶτον ἐκ τῆς ἐναργείας, τῷ μηδὲν εἶναι τοιοῦτον ὃ ἐπ’ εὐθείας ἀιδίως ἀνάκαμψιν ποιεῖται· ἔπειτα εἰ ἀιδίως κινούμενον ἀίδιόν ἐστι, τὸ δὲ ἀίδιον ἀιδίαν ἔχον τὴν δύναμιν οὐ ποτὲ μὲν κινηθήσεται ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ κατὰ τὸ συνεχές, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀνακάμπτουσα οὐ μένει συνεχὴς ἀλλ’ ἐν μέσῳ ἡσυχίᾳ διαλαμβάνεται, ἀδύνατον ἄρα ἀιδίως κατὰ συνέχειαν ἐπὶ πεπερασμένης εὐθείας κινηθῆναι. καὶ ἄλλως οὐδὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἀίδιόν ἐστιν, ἀλλὰ πάντα γενητά ἐστι καὶ φθαρτά. εἰ τοίνυν δέδεικται μήτε τοῖς ἐπ’ ἀπείρου μήτε τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινουμένοις τὸ ἀπλῶς ἀναγκαῖον ὑπάρχον, δῆλον ὅτι τοῖς ἐπ’ εὐθείας ὅλως κινουμένοις μὴ ὑπάρξει. τῇ κύκλῳ ἄρα· μόνη γὰρ ἡ κύκλῳ φορὰ τὸ ἀπλῶς ἀναγκαῖον ἔχει, ἐπειδὴ καὶ μόνη ἡ κύκλῳ κίνησις ἀίδιος, μία οὖσα καὶ συνεχὴς κίνησις. τὰ δὲ μέρη τῆς κινήσεως αὐτῆς τῷ μὲν ἀριθμῷ διάφορά ἐστι, τῷ εἴδει δὲ τὰ αὐτά· ἡ γὰρ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησις τῇ ἀπὸ Ταύρου ἐπὶ Διδύμους τῷ μὲν ἀριθμῷ οὐχ ἡ αὐτὴ εἴδει δὲ ἡ αὐτή, καὶ αἱ περίοδοι δὲ τῶν ἀποκαταστάσεων εἴδει μὲν αἱ αὐταὶ διάφοροι δὲ τῷ ἀριθμῷ. μόνῃ ἄρα τῇ ἀνακυκλήσει ὑπάρχει τὸ ἐξ ἀνάγκης καὶ ἀιδίως πάλιν καὶ πάλιν γίνεσθαι, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἐν Κριῷ ἐξ ἀνάγκης γίνεσθαι, διότι οὐδέποτε διαλείπει κατὰ ἐνιαυσιαίαν περίοδον ἐν Κριῷ γινόμενος. ὥστε δέδεικται ἐκ τῶν λελεγμένων ὅτι τὸ ἀναγκαῖον, εἴτε τὸ κατὰ τὴν συνεχῆ καὶ ἀδιάκοπον κίνησιν θεωρούμενον εἴτε τὸ κατὰ τὸ πάλιν καὶ πάλιν τῇ ἀνακυκλήσει νοούμενον λάβωμεν, μόνως τοῖς κύκλῳ κινουμένοις ὑπάρξει.

[*](2 καὶ (ante τοῦτ’) om. R 4 λάβοις a 5 μὴ ἀεὶ εἶναι om. R 6 παύσεται GT2a 8 ὑποτίθεται RZ 9. 10 ὑποθοῖτο GR: ὑποθεῖτο T2a 10 καὶ πάλιν om. GT 12 ἐνεργείας RTZ1 τῷ] τὸ Z 14 ἔχει a 16 ἡσυχία libri 19. 20 μήποτε τῆς ἐπ’ ἀπείρου T 20 ἐπὶ om. add. T2 21 ὑπάρχειν a τοῖς] τῆς R1 μὴ GT: om. RZ: οὐχ a 22 μόνῃ a 23 μιᾶς R 25 ἐπὶ ταῦρον Za: ἐπὶ ταύρου cett. τῇ] καὶ Z 28 καὶ πάλιν om. T 29 ὡς—γίνεσθαι om. GTa 30 γινόμενος ὁ ἥλιος a 31 λεγομένων R1T 31. 32 εἴτε— θεωρούμενον iterat πάλιν pro τὴν in iteratis) R συνεχὴν καὶ διάκοπον Z 32 τὸ (ante πάλιν) om. R 33 λάβοιμεν a)
306

Επεὶ δὲ ἐν τοῖς συνεχῶς κινουμένοις κτὰ γένεσιν ἢ [*](68r) ἀλλοίωσιν ἢ ὅλως μεταβολήν. ἐπειδὴ ἡ γένεσις κίνησις μὲν οὐχ ἁπλῶς, ἔστι δὲ κατὰ τὴν γένεσιν κίνησίς τις (οὐδὲ γᾶν ἄνευ ἡ γένεσις), εἰκότως εἶπεν ἐν τοῖς κινουμένοις κατὰ γενεσιν.

[*](p. 337b3)

Ὅτι μὲν γὰρ ἔνια, δῆλον καὶ εὐθύς· τὸ γὰρ ἔσται καὶ τὸ μέλλον.

Ζητήσας εἰ ἐν τοῖς συνεχῶς γινομένοις ἐστὶ τὸ ἀναγκαῖον ἢ οὐκ ἔστιν πάντων ἐνδεχομένην ἐχόντων τὴν γένεσιν, ὅτι μὲν ἔνια ἐνδεχομένην ἔχει τὴν γένεσιν ὁμολογούμενον λαμβάνει, ὅτι δὲ οὐ πάντα, ἀλλ’ ἔστιν ἔνια ἐξ ἀνάγκης γινόμενα, ἐφεξῆς κατασκευάζει διὰ τῆς χρήσεως τοῦ ἔσται καὶ τοῦ μέλλει.

[*](p. 337b 7)

Ὅλως τε ἐπειδὴ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι.

Δευτέρα κατασκευὴ τοῦ τὰ μὲν ἐνδεχομένην ἔχειν τὴν γένεσιν τὰ δὲ ἀναγκαίαν, ἐκ τῆς τῶν πραγμάτων φύσεως εἰλημμένη. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι, τὰ δὲ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατόν ἐστιν αὐτὰ μὴ εἰνὶ, τὸν αὐτὸν τρόπον, φησί, κατὰ τὴν γένεσιν ἕξει· τὰ γὰρ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, ταῦτα καὶ τὴν γένεσιν ἐνδεχομένην ἔχει. ἐπειδὴ δὲ οὐ πάντα ἐστὶ τοιαῦτα, ἀλλ’ ἔστιν ἃ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, καὶ ἡ γένεσις τούτων ἀναγκαία ἔσται. οἷον ἐπὶ τῶν τροπῶν· θέρος γὰρ καὶ χειμὼν ἀναγκαίαν ἔχει τὴν γένεσιν· οὐ γὰρ ἐνδέχεται μὴ εἶναι ταῦτα.

[*](p. 337b 14)

Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον, ἔσται, οἷον εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν. ἀρ’ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι; |

Ὅ φησι τοιοῦτόν ἐστιν· ἆρα ἐφ’ ὧν ἐστι τὸ κατὰ ὑπόθεσιν ἀναγ- [*](68v) [*](1. 2 ᾿Επεὶ—μεταβολήν] κατὰ δὲ τὴν λέξιν a 4 κινουμένης a 6. 8 Ὅτι—Ζητήσας] ἔπειτα ζητεῖ a 6 καὶ (ante εὐθύς) om. GT γὰρ om. Arist. 8 γινομένης a, qui mox ἢ οὐκ ἔστιν. ἀλλὰ πάντα ἐνδεχομένην ἔχουσι τὴν 9 ὅτι μὲν] ὅτι μὲν γὰρ ἔνια ἐνδεχομένην ἔχει τὴν γένεσιν, ὅτι μὲν GT ἔνια GTZ: ἔννοια R: οὗν ἔνια αὐτῶν a 12 μέλλειν Z: μέλλον Arist.: cf. p. 302,25sqq. 13. 15 lemma om. a, qui pergit δευτέραν δὲ κατασκευὴν τίθησι, τοῦ et mox εἰλημμένην 13 τε] δ’ Ar. ἐπεὶ Arist. (praeter cod. F) 18 φησὶ καὶ κατὰ a 24 δὲ a ἀναγκαῖον Z εἰ τὸ] ἢ τὸ RZ 25 εἰ οἰκία Z: εἰκία R: οἰκίαν GT: εἰ οἰκίαν a 26 ἀνάγκη καὶ οἰκίαν a 27 καθ’ ὑπόθεσιν Za)

307
καῖον, ἐπὶ τούτων καὶ τὸ ἁπλῶς ἀναγκαῖον θεωρηθήσεται; οἷον εἰ τῆς [*](68v) οἰκίας γινομένης ἀνάγκη καὶ τὸν θεμέλιον γεγονέναι καὶ πρὸ τούτου πηλόν, ἆρα καὶ ἔμπαλιν τοῦ θεμελίου γεγονότος ἀνάγκη οἰκίαν γενέσθαι; ἢ οὐκέτι τοῦτο ἀνάγκη, εἰ μὴ ἄρα πέφυκε τῷ πρώτῳ τὸ δεύτερον ἀκολουθεῖν ἐξ ἀνάγκης ἁπλῶς· ὅταν δὲ τοιοῦτον ᾖ τὸ δεύτερον ὡς ἐξ ἀνάγκης ὑπάρχειν, τηνικαῦτα ἀντιστρέφει· καὶ ὥσπερ τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης τὸ πρῶτον ἔσται, οὕτως καὶ τοῦ πρώτου ὄντος ἐξ ἀνάγκης ἔσται τὸ δεύτερον, ὅπερ ἐστὶ τὸ ἀπλῶς ἀναγκαῖον.

[*](p. 337 b 18)

Οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστε εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον.

῾Η ἀκολουθία, φησί, τοῦ προτέρου πρὸς τὸ ὕστερον τοιαύτη τις ἦν, ὥστε εἰ τὸ ὕστερον ἔσται, ἀνάγκη εἶναι καὶ τὸ πρότερον. εἴπερ οὖν καὶ ἡ τοῦ δευτέρου πρὸς τὸ πρῶτον ἀκολουθία ἡ αὐτὴ εἴη, ὥστε τοῦ προτέρου ὄντος εἶναι πάντως τὸ δεύτερον, ἐπὶ τούτων ἀδιάφορος ἡ ἀντιστροφή.

[*](p. 337b 16)

Ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς.

Τουτέστιν οὐ πάντως τῷ θεμελίῳ ἀκολουθεῖ ἡ οἰκία, εἰ μὴ αὐτὴ ἡ τὸ ἐξ ἀνάγκης εἶναι ἕ θεμελίου ἀνάγκη εἶναι οἰκίαν οἰκία τὸ ἐξ ἀνάγκης εἶναι ἕξει. εἰ οὖν μὴ ἐξ ἀνάγκης, οὐδὲ γενομένοv.

[*](p. 337b 20)

Εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρότερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον 〈τοίνυν〉 ἀνάγκη.

Τουτέστιν ἐφ’ ὧν τὸ ὕστερον δι’ ἑαυτὸ τὸ ἀναγκαῖον ἔχει, ἐπὶ τούτων τὰ τῆς ἀντιστροφῆς ἐξισάζει, καὶ οὐ μόνον τῷ ὑστέρῳ τὸ πρότερον, ἀλλὰ καὶ τῷ προτέρῳ τὸ ὕστερον ἕπεται.

Καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη. ὑπερβατῶς ἀναγνωστέον ῾καὶ εἰ τὸ πρότερον τοίνυν, καὶ τὸ ὕστερον ἀνάγκη᾿.

[*](1 τοῦτο T 2 ἀνάγκης a 2. 3 πηλὸν ἄρα libri, praeter a qui ἄρα τὸν πηλόν 3. 4 οὐκέτι ἀνάγκη τοῦτο R 5 ante ὑπάρχειν deleta τὸ πρῶτον ἔσται R 7 οὕτω Za 9. 14 post 18 ponenda 9. 11 lemm. om. permit ἡ οὖν ἀκολουθία a 9 ἔχειν T2 13 ἡ αὐτὴ] αὕτη R 13. 14 προτέρου] πρώτου Z 14 πάντως δὲ τὸ GT ἀδιάφορος Z: ἀδιαφόρως GRT: ἡ ἀδιάφορος a 15 lemma om. a γενήσεσθαι GT ἀπλοῦν R 16 τουτέστιν οὐ RZ: τουτέστιν εἰ GT: εἰ οὖν a, qui πάντως φησὶ 16. 17 εἰ μὴ αὐτὴ ἡ οἰκία om. GTa 19. 22 om. lemm. pergit εἶτ’ ἐπιφέρει ὡς ἐφ’ ὧν a 20 〈τοίνυν〉 addidi ex Aristot.; cf. v. 25 22 δι’ ἑαυτὸ τὸ ὕστερον Z 23 μόνον τὸ ὑστέρω R 24. 25 ἕπεται. τὸ δὲ, καὶ εἰ a)
308
[*](p. 337b22)

᾿Αλλ᾿ οὐ δι’ ἐκεῖνο, ἀλλ’ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον.

᾿Επὶ τοῦ ἁπλῶς ἀναγκαίου, φησίν, ἕπεται τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τὸ πρῶτον, φησίν, ἀλλὰ διὰ τὴν ἰδίαν φύσιν, διότι αὐτὸ τῶν ἐξ ἀνάγκης γινομένων ἐστί, τουτέστι τῶν ἀιδίων· τοῦτο γάρ ἐστι τὸ ἐξ αὑτοῦ ἀναγκαίαν ἔχον τὴν γένεσιν, ὅπερ ἀίδιον ἔχει τὴν γένεσιν. καὶ ἰστέον ὅτι τούτῳ αὐτῷ χρώμενος ὡς ὁμολογουμένῳ, τῷ ῾τὸ ἐξ ἀνάγκης ἑπόμενον τῷ πρώτῳ καθ’ αὑτὸ καὶ μὴ δι’ ἄλλο ἀναγκαίαν ἔχει τὴν γένεσιν᾿, ἐφεξῆς ἀποδείκνυσιν ὅτι οὐχ οἷόν τε ἐπὶ πεπερασμένης εὐθείας τὸ ἁπλῶς ἀναγκαῖον κατὰ τὴν γένεσιν θεωρεῖσθαι, ὡς ἄν μὴ δυναμένης ἐπινοεῖσθαι ἀιδίου γενέσεως ἐπ’ εὐθείας πεπερασμένης. τὸ γὰρ ἀναγκαῖον ἐπὶ τοῦ ἀιδίου φέρει· τὸ γὰρ ἐξ αὑτοῦ ἔχον καὶ μὴ δι’ ἄλλο τὸ ἀναγκαῖον τῆς γενέσεως τοιοῦτον. δόξει δὲ πολλὰ ἀντιπίπτειν τοῖς πρὸς Ἀριστοτέλους λεγομένοις. ὁρῶμεν γὰρ πολλὰ ἐν τοῖς φυσικοῖς, τοῖς γενητοῖς καὶ φθαρτοῖς, τῶν ἑπομένων ἐξ ἀνάγκης τισὶ προηγησαμένοις τὸ ἀναγκαῖον τῆς γενέσεως οὐ δι’ ἑαυτὰ ἔχοντα, ἀλλὰ διὰ τὰ προηγησάμενα, οἷον τῇ ἀτροφίᾳ ἡ ἴσχνανσις ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐχ ὅτι αὐτὴ καθ’ αὑτὴν ἀναγκαίαν ἔχει τὴν γένεσιν, ἀλλὰ διὰ τὴν προηγησαμένην ἀτροφίαν· οὐ γὰρ ἐξ ἀνάγκης δι’ ἑαυτὴν ἡ ἴσχνανσις γίνεται, ἀλλ’ ὅταν ἀτροφία προηγήσηται. οὕτως δὲ καὶ πολλῶν καὶ ὑπὲρ δύναμιν ἐδηδεσμένων ἀκολουθήσει βραδυπεψία οὐ δι’ ἑαυτήν, καὶ τῇ πληγῇ δὲ τῇ κατὰ σαρκώδους μορίου ἀκολουθήσει μώλωψ οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὴν πληγήν, καὶ ὕδατι κατὰ γῆς χεομένῳ πηλὸς ἐξ ἀνάγκης ἕπεται οὐ δι’ ἑαυτόν. καὶ πολλά ἐστιν ἄλλα, ἐφ’ ὧν τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὸ πρότερον. καὶ οὐδὲ πάντως ἀντιστρέφει· οὐδὲ γὰρ εἰ βραδυπεψία, πάντως ἐδήδεσται πλείονα, ἀλλὰ συμβαίνει καὶ διὰ φροντίδας γενέσθαι καὶ δι’ ἀγρυπνίαν καὶ ἑτέρας αἰτίας· καὶ τῇ μὲν σφαγῇ ἐξ ἀνάγκης ἕπεται θά- νατος, οὐ μὴν εἰ θάνατος, καὶ σφαγὴ προηγήσατο.

[*](p. 337b 25)

Εἱ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τοδὶ γενέσθαι ἁπλῶς.

Λαβὼν διττὸν σημαινόμενον τοῦ ἐξ ἀνάγκης, τὸ μὲν ἁπλῶς τὸ δὲ [*](1. 3 om. lemm. pergit ἐπὶ δὲ τοῦ a 1 οὐ δι’ R: οὐδ’ GTZ 4 ἀλλ’ οὐ δι’ ἐκεῖνο, τουτέστι διὰ τὸ πρῶτον a φησίν om. a 6 αὐτοῦ libri 7 τοῦτο αὐτῶ GT: αὐτὸ τοῦτο Z1: αὐτῶ τούτω Z2 ὡμολογουμένῳ a τῷ om. R 8 μὴδ’ ἄλλο T 9 ἐπὶ om. add. Τ2 12 αὑτοῦ (G)a: αὐτοῦ cett. 13 δόξειε δ’ ἂν a ἀριστοτέλει GT1 15 ἐξ ἀνάγκης ἑπομένων Z προηγησάμενα R1 17 ἰσχνανσία a 19 οὕτω Za 20 alterum καὶ om. Z 21 ἑαυτήν· ἀλλὰ διὰ τὴν πολυτροφίαν. καὶ a 25 οὐδὲ (alt. loco)] οὐ a γὰρ om. Z βραδυπεψία ἐστὶ a 26 ἄλλα GT 30 τοδὶ γενέσθαι Z: τὸ διαγενέσθαι R: τόδε γενέσθαι GTa Ar.)

309
ἐξ ὑποθέσεως καὶ ἐνδεχομένως τὸ ἀναγκαῖον ἔχον, κὼ δείξας ἐπὶ μὲν [*](68v) τῶν ἐξ ἀνάγκης ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ τε γὰρ ὑστέρου χρὴ καὶ τὸ πρότερον γεγενῆσθαι, καὶ τοῦ πρώτου γενομένου χρὴ καὶ τὸ ὕστερον ἀκολουθῆσαι), ἐπὶ δὲ τῶν ἐνδεχομένων μηκέτι ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ μὲν γὰρ ὑστέρου ὄντος ἐπὶ τούτων τὸ πρῶτον γενέσθαι, τοῦ δὲ πρώτου ὄντος οὐκέτι ἀνάγκη τὸ ὕστερον γενέσθαι), βούλεται νῦν διδάξαι ὅτι τὸ ἁπλῶς ἀναγκαῖον ἐν μόνοις ἐστὶ τοῖς κύκλῳ κινουμένοις, οὐδενὶ δὲ τῶν ἐπ’ εὐθείας τοῦτο ὑπάρξει· εἴτε γὰρ ἄπειρος ἡ εὐθεῖα εἴτε πεπερασμένη ὑποκέοιτο, οὐχ ἕψεται τὸ ἁπλῶς ἀναγκαῖον. καὶ νῦν τέως δείκνυσιν ὅτι εἰ ὑποκέοιτο εὐθεῖα ἄπειρος, εἶτα ἐπὶ τῆς αὐτῆς τινὰ κινούμενα ἢ μεταβάλλοντα, ἀδύνατον τούτοις ὑπάρξαι τὸ ἀπλῶς ἀναγκαῖον. εἰ γὰρ τοῦτό ἐστι τὸ ἁπλῶς ἀναγκαῖον, ὅταν τῷ πρώτῳ ὄντι τὸ ὕστερον ἐξ ἀνάγκης ἀκολουθῇ διὰ τὴν ἑαυτοῦ φύσιν ἔχον τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ἀπείρῳ οὐκ ἔστι πρῶτον καὶ ὕστερον λαβεῖν, πρόδηλον ὡς οὐκ ἔσται ἐπὶ τούτων τὸ ἁπλῶς ἀναγκαῖον. ἀλλ’ οὐδὲ τὸ ἐξ ὑποθέσεως, ὡς λέγει, ὅπερ ᾖν ἱεῖ τὸ ὕστερον, καὶ τὸ πρότερον ἐξ ἀνάγκης᾿. εἰ οὖν μὴ ἔστιν ἐν τῇ ἀπείρῳ εὐθείᾳ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐ μόνον τὸ ἁπλῶς ἀναγκαῖον οὐκ ἔστιν ἐν αὐτῇ, ἀλλ’ οὐδὲ | τὸ ἐξ ὑποθέσεως [*](69r) διὰ τὴν αὐτὴν αἰτίαν.

᾿Ιστέον δὲ ὡς δοκεῖ μὴ κατωρθωμένον εἶναι τὸ τοιοῦτον ἐπιχείρημα. εἰ μὲν γὰρ ἐθέλοι τις ἀνελεῖν τὴν ἄπειρον εὐθεῖαν, καὶ λέγοι μηδὲν γίνεσθαι δύνασθαι ἐπ’ ἀπείρου εὐθείας, εἴπερ πᾶν μὲν γινόμενον ἕνεκά τινος τέλους γίνεται, πᾶν δὲ ἄπειρον ἀτελεύτητον εἶναι, ἀληθῆ τε ἐρεῖ καὶ ἀνέλεγκτα (οὐδὲ γὰρ ὅλως εἶναι ἄπειρον εὐθεῖαν ἐνδέχεται)· εἰ δὲ ὑπόθοιτο μὲν τὴν ἄπειρον εὐθεῖαν, ἐπειδὴ δὲ ἄναρχον καὶ ἀπεράτωτον τὸ ἄπειρον, μὴ δύνασθαι λέγοι ἐπ’ αὐτῆς ἐξ ἀνάγκης ἕπεσθαι τῷ πρώτῳ τὸ δεύτερον, οὐκ εὔλογα λέξει· εἰ γὰρ καὶ μὴ ἔστιν ἀρχὴ καὶ τέλος, ἀλλ’ οὖν ἔστι τὸ ἐφεξῆς καὶ τὸ τόδε μετὰ τόδε γίνεσθαι. οὕτως γοῦν τὸν χρόνον λέγων ὁ Ἀριστοτέλης μὴ ἔχειν ἀρχὴν μηδὲ τέλος, ὅμως φησὶν ἐν αὐτῷ τὸ ἐφεξῆς θεωρεῖσθαι καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. ὥστε ὅσον ἐπὶ τοῖς παρὰ Ἀριστοτέλους λεγομένοις οὐκ ἀναιρεθήσεται τὸ ἀναγκαῖον.

[*](4 ἔχων R 2. 4 (??) γεγονότος χρὴ καὶ τὸ ὕστερον (omissis γεγενῆσθαι—ὕστερον) R 6 τὸ ὕστερον ἀνάγκη Z 7 μόνοι a 8 τούτοις GT 9 ὑπεκέοιτο R 10. 12 καὶ νῦν—ὑπάρξαι τὸ ἁπλῶς ἀναγκαῖον iterat Z 10 καὶ νῦν RZ: καὶ om. GT: νῦν om. a 12 εἰ—ἀναγκαῖον om. GTa, et a mutavit proximum ὅταν in εἰ γὰρ 13 ἀκολουθεῖ libri (certe Ra) τὴν ἐξ αὐτοῦ Z 14 τὸ πρῶτον καὶ τὸ ὕστερον a 17 τῇ] τῶ GT εὐθεῖα (GTZ)a 18 αὐτῶ G 20 ὡς δοκεῖ Z: om. R: δοκεῖ GT: ὅτι δοκεῖ a τοιοῦτο GT 21 ἐθέλει τις ἑλεῖν Z λέγειν a 21. 22 δύνασθαι γίνεσθαι Za 22 τέλους τινὸς Z 23 εἶναι] immo ἐστιν ἀνέλεγκται a 24 ὑποθοῖτο GT1: ὑποθεῖτο a 25 τὸ ἄπει(??) R 20 λέγειν Z: λέγον a ἐπ’ αὐτῆς] ἐξ ἑαυτῆς Z 28 τὸ om. GT οὕτω GZa λόγων a 29 μηδὲ] καὶ K ὁμοίως R1 ἐξ ἄρκης (pro ἐφεξῆς) Z: θεωρεῖσθαι τὸ ἐφεξῆς tr. a)
310

᾿Εκεῖνο δὲ πάλιν ἴσως ἀπορήσειέ τις πρὸς τὰ εἰρημένα, ὅτι ἐπὶ τῆς [*](69r) γενέσεως ἀπείρου οὔσης καὶ κατ’ εὐθεῖαν τῇ διαδοχῇ ἐστι τὸ ἐξ ἀνάγκης ἀπλῶς· ἀνάγκη γὰρ ἐξ ἀνθρώπου πάντως γίνεσθαι ἄνθρωπον, καὶ οὐκ ἐνδεχόμενον μὴ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον. πρὸς τοῦτον δὲ ἐκεῖνο ῥητέον, ὅτι ἡ μὲν κατ’ εἶδος διαδοχή, καθ’ ἣν ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, κατὰ κύκλον γίνεται, τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι, τοῦτο δὲ κύκλου ἴδιον· πρῶτον γὰρ ἄνθρωπος, εἶθ’ οὕτως σπέρμα, καὶ τότε ἔμβρυον καὶ παῖς καὶ πάλιν ἄνθρωπος καὶ πάλιν σπέρμα. εἰ δέ τις λέγοι ὅτι κἀπὶ τῆς εὐθείας γίνεται ἀντίκαμψις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, γινωσκέτω ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν ἀντικάμψεως εἰς ὃ τελευταῖον ἦλθε τὸ κινούμενον, εἰς τοῦτο παλινδρομοῦν πρῶτον ἐκ τοῦ πέρατος ἀντικάμπτον ἔρχεται, οἷον εἰς τὸν ἔσχατον βαθμὸν τῆς κλίμακος ὑποστρέφων ἀπὸ τοῦ ἐδάφους πρῶτον ἀνακάμπτεις· ἐπὶ δὲ τῆς ἀνακυκλήσεως ἐξ οὗ προσεχῶς ἀπέστη, οἷον φέρε τῶν Ἰχθύων, εἰς τοῦτο τελευταῖον ἀνακυκλούμενον ἔρχεται· ἐκ τῶν Ἰχθύων γὰρ ἀποχωρήσας ὁ ἥλιος καὶ ἄλλης ἀνακυκλήσεως ἀρχόμενος οὐκ ἐπὶ τοὺς Ἰχθύας παλινδρομεῖ κατὰ συνέχειαν, ἀλλ’ ἐπὶ Ταῦρον φέρεται πρῶτον, ὕστερον δὲ πάντων ἐπὶ Ἰχθύας. εἰ τοίνυν δέδεικται κατὰ κύκλον γινομένη ἡ τῶν εἰδῶν διαδοχή, οὐκ ἄπορον πῶς ταύτῃ τὸ ἀναγκαῖον ὑπάρχει, ὅτι κατὰ κύκλον· προείρηται γὰρ ὅτι ἐν μόνῃ τῇ κατὰ κύκλον κινήσει τὸ ἀναγκαῖον ἐστίν. ἡ γοῦν διαδοχὴ ἡ μὴ κατὰ κύκλον γινομένη ἀλλ’ ἐπ’ εὐθείας, τοιαύτη δέ ἐστιν ἡ τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἐκ Ταντάλου Πέλοψ κἀκ τούτου Ἀτρεύς, αὕτη οὐκέτι τὸ ἀναγκαῖον ἔχει· οὐδὲ γὰρ εἰ Τάνταλος, πάντως Πέλοψ, οὐδὲ εἰ Σωφρονίσκος, ἤδη καὶ Σωκράτης ἀνάγκῃ.

[*](p. 337b32)

Ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γενέσθαι.

Δείξας ὅτι ἐπ’ ἀπείρου εὐθείας ἀδύνατον τὸ ἁπλῶς ἀναγκαῖον ὑποθέσθαι, νῦν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ πεπερασμένης δυνατόν. εἰ γὰρ τὸ ἐξ ἀνάγκης γινόμενον τοῦτό ἐστιν ὃ ἀεὶ γίνεσθαι ἀνάγκη, τὸ δὲ ἐπ’ εὐθείας πεπερασμένης γινόμενον οὐκ ἀεὶ γίνεται, συμβήσεται, φησίν, ἀεὶ γίνεσθαι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι, ὅπερ ἄτοπον.

[*](p. 337b35)

Τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα.

Τουτέστι τὸ ἐξ ἀνάγκης γινόμενον τῷ ἀεὶ γινομένῳ ταὐτόν· τὸ γὰρ [*](1 ἀπορήσειεν ἄν τις a 2 ἡ διαδοχὴ (om. ἐστι τὸ) Z 4 γίνεσθαι a τοῦτο* T: τοῦτο Za 5 ἡ om. Z 7 ἀΐδιον R οὕτω a 9 λέγει Z 9. 10. 12 scribendum ἀνάκαμψις, ἀνακάμψεως, ἀνακάμπτον 12 ἀντικάμπτων Z 14 τοῦτο] τὸ a 17 τὸν ταῦρον et mox τοὺς ἰχθίας (sic) a 19 ὑπάρχειν GT1 22 τῶν] τῶ GT1 22 et 23 πέλωψ GT1 22 κἀκ] ἐκ Z 23 αὕτη τὸ ἀναγκαῖον οὐκ ἔχει a 24 οὐδὲ εἰ] εἰ δὲ εἰ Z ἀνάγκη libri 2,5 γίνεσθαι a Ar. 27 et 29 πεπερασμένον Z 29 γίνεται] γὰρ GT 31 ἀνάγκης φησὶν, ἅμα καὶ a ἅμα scripsi: ἔσται libri 32 τὸ ἐξ] τὸ αὐτὸ ἐξ GT)

311
ἅμα τὸ ταὐτὸν σημαίνει. ἐπεὶ οὖν τὸ ἐπὶ πεπερασμένης εὐθείας γινόμενον [*](69r) οὐκ ἀεί ἐστιν (ἔχει γὰρ πέρας ἐφ’ οὗ οὐκέτι ἐστίν), εἴ τις ἐπὶ ταύτης τὸ ἐξ ἀνάγκης, ὅπερ ταὐτόν ἐστι τῷ ἀεί, τῷ προειρημένῳ ἀτόπῳ περιπεσεῖται· φήσει γὰρ ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ εἶναι. εἰ οὖν ἐξ ἀνάγκης ἡ γένεσις, καὶ ἀεὶ ἔσται· εἰ δὲ ἀεί, ἀδύνατον αὐτὴν ἐπ’ εὐθείας εἶναι.

[*](p. 338 a 4)

Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἀπλῶς ἡ γένεσις, ἀνακυκλεῖν ἀνάγκη καὶ ἀνακάμπτειν.

Νῦν ἀνακεφαλαιούμενος ἐν βραχεῖ τὰ προειρημένα ἐπάγει τὸ συμπέρασμα. ἐπειδὴ γάρ, φησίν, ἀνάγκη ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ μὴ ἔχειν, οὐκ ἔχει δέ (πῶς γὰρ ἂν εἴη ἀίδιος πέρας ἔχουσα;), ἤτοι εὐθείας ἔσται ἢ κατὰ κύκλον · ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας ἐδείχθη ἀδύνατον (οὔτε γὰρ ἐπ’ ἀπείρου οὕτε ἐπὶ πεπερασμένης δυνατὸν συστῆναι τὸ ἀνάγκης, διὰ τὸ μὴ εἶναι τὸ πρῶτον καὶ ὕστερον· οὔτε γὰρ ἐπὶ τῶν γεγονότων οὔτε ἐπὶ τῶν ἐσομένων· ἐν ἑκατέρῳ γὰρ δι’ ἀπείρου γενέσθαι τὴν κίνησιν ἀνάγκη)· λείπεται ἄρα τῇ κατὰ κύκλον κινήσει μόνῃ ὑπάρχειν τὴν ἀναγκαίαν γένεσιν καὶ ἀίδιον.

[*](p. 338a9)

᾿Ανάγκη δὲ εἶναι ἀρχήν, μήτε πεπερασμένης οὔσης, καὶ ἀίδιον εἶναι.

῾Η ἀναγκαία γένεσις, φησί, καὶ ἀεί ἐστι καὶ ἀρχὴν ἔχει· ἀίδιον γὰρ οὐ τὴν μίαν τῷ ἀριθμῷ καὶ συνεχῆ φαμεν, ἀλλὰ τὴν ἐπ’ ἄπειρον τὴν αὐτήν. εἰ οὖν ἀρχὴν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπείρου λαβεῖν οὐδὲ ἐπὶ τῆς πεπερασμένης τὸ ἀεί, ὅλως ἄρα ἐπ’ εὐθείας οὐκ ἔστιν ἡ ἐξ ἀνάγκης γένεσις. ἡ κύκλῳ ἄρα μόνη τὸ ἀναγκαῖον ἕξει, ἐφ’ ἧς καὶ ἀντι|στρέφει [*](69v) ἐξ ἀνάγκης. εἰ γὰρ τὸ πρῶτον, καὶ τὸ δεύτερον πάντως· καὶ εἰ τὸ δεύτερον, καὶ τὸ πρῶτον, ὡς ἤδη δέδεικται.

[*](p. 338a 13)

Καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ διαφέρει λέγειν διὰ δύο ἢ πλειόνων.

Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κυκλικῇ μόνῃ κινήσει ὑπάρχει, διότι ἐν τοῖς ἀιδίοις καὶ ἀρχὴν ἔχουσι συνίσταται, ὧν τὸ μὲν ἀίδιον οὐχ ὑπάρχει [*](2 εἴ] ἥ GT1 6 lemma om. hic a ἀνακυκλεῖ RZ 6. 7 ἀνάγκη ἀνακυκλεῖν Arist. 8 Νῦν] εἶτα a 8. 9 post συμπέρασμα inserit εἰ ἄρα λέγων τινὸς ἐξ ἀνάγκης ἀπλῶς ἡ γένεσις, ἀνακυκλεῖν ἀνάγκη καὶ ἀνακάμπτειν a, qui mox γάρ om. 16 γένεσιν] κίνησιν GT 17 ἀλλὰ καὶ ἀνάγκη φησὶν ἀρχὴν εἶναι a μήτε] cf. Ar. codd. 19 ῾Η] εἰ Z: δηλονότι ἡ a φησί om. a 20 τῆ μία GT τὴν (post ἀλλὰ) a: τὸ GRT: τῶ Z 21 post αὐτὴν addit γινομένην a 23 κύκλον Z ἀντιστρέψει Z 26 Καὶ—συνεχῶς om. hic a γὰρ RZ: γὰρ τοῦτο GTa Ar, λέγει T1 27 πλειόνων] πολλῶν a Ar. 28 ὑπάρχειν Z)

312
τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινοῦσι, τὸ δὲ ἀρχὴν ἔχειν περὶ τὴν ἄπειρον [*](69v) εὐθεῖαν οὐ θεωρεῖται, ὡς ὑπολείπεσθαι τὴν κύκλῳ κίνησιν μόνην ἔχειν τὸ ἀναγκαῖον καὶ ἐν ταύτῃ μόνῃ ἀναγκαίαν εἶναι τὴν ἀντιστροφὴν <ἣν> δύο τινὰ ἐθεώρησεν, ἐπισημαίνεται λέγων ὅτι κατὰ τὸ συνεχὲς ἀεὶ ἀναγκαίως καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὸ τέταρτον ἕπεται· οὐδὲν γὰρ διαφέρει, φησί, διὰ δύο ἢ πλειόνων θεωρεῖν τὴν ἀντιστροφὴν γινομένην καὶ τὴν ἐξ ἀνάγκης ἀκολούθησιν.

[*](p. 338a 15)

Καὶ εἴτε κύκλῳ, ἕκαστον ἀνάγκη γίνεσθαι καὶ γεγονέναι, καίει ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ.

Νῦν τὸν πάντα λόγον συμπεραινόμενός φησιν ὅτι εἴ τι εἴη κύκλῳ γινόμενον, ἀναγκαίαν ἔχε τοῦτο τὴν γένεσιν, καὶ εἴ τι ἀναγκαίως γίνεται, καὶ κύκλῳ γίνεται.

[*](p. 338a 17)

Ταῦτα μὲν δὴ εὐλόγως, ἐπειδὴ ἀίδιος καὶ ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ.

Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κύκλῳ μόνῃ κινήσει συμβέβηκεν, φησὶν ὅτι εὐλόγως ταῦτα συμβέβηκεν, συνῳδὰ ὑπάρχοντα τοῖς ἀλλαχοῦ ἀποδεδειγμένοις· ἀποδέδεικται δὲ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἡ κύκλῳ κίνησις μόνη ἀίδιος ὑπάρχουσα. εἴπερ οὖν τὸ ἁπλῶς ἀναγκαῖον τοῖς ἀιδίοις ὑπάρχει, ὡς δέδεικται πρότερον, εὐλόγως τῇ κύκλῳ κινήσει μόνῃ ὑπάρχει· μόνη γὰρ ἡ κύκλῳ κίνησις τῶν οὐρανίων ἀίδιος, δι’ αὐτὴν δὲ καὶ ἄλλαι ἀίδιοι ὅσαι ὑπ’ αὐτῆς ἐπιτελοῦνται. διότι μὲν γὰρ ἡ τῶν ἀπλανῶν ἀίδιός ἐστι κίνησις, διὰ τοῦτο καὶ τῶν πλανήτων, ὥστε καὶ τοῦ ἡλίου· διότι δὲ ἡ τοῦ ἡλίου ἀιδίως ἐπὶ τοῦ λοξοῦ κύκλου γίνεται κίνησις, διὰ τοῦτο καὶ ἡ τῶν ὡρῶν ἀνακύκλησις ἀίδιος, θέρους λέγω καὶ χειμῶνος καὶ τῶν λοιπῶν· διότι δὲ αἱ ὧραι κύκλῳ ἀνακάμπτουσι, διὰ τοῦτο ἡ γένεσις καὶ ἡ φθορὰ ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων κύκλῳ τε γίνεται καὶ τὴν ἀιδιότητα κέκτηται· ὑπὸ γὰρ τῆς τῶν ὡρῶν ἐναλλαγῆς ἡ γένεσις καὶ ἡ φθορά.

[*](2 μόνην Z: μόνον cett. 3 ἣν addidit a: verius fort. ἀντιστροφήν, 〈τὴν δὲ ἀντιστροφὴν> 3. 4 περὶ—ἐθεώρησεν om. Z 6 διαφέρειν (G)a 8 Καὶ] ἔπειτα συμπεραινόμενος τὸν πάντα λόγον φησί. καὶ a ἀνάγκη ἕκαστον Ar. (ἕκαστον om. cod. γενέσθαι GT 9 ἡ] εἰ a 10 Νῦν—ὅτι] δηλονότι a εἴ τι εἴη R: εἴτε εἴη GT: ὅτι εἴη Z (?): εἴτε εἴη τι a 13 lemma om. hic a ἐπεὶ Ar. 14 ἡ (post ἐφάνη) om. R 15 δείξας δὲ ὅτι a ὅτι om. R 16 συμβέβεκεν a 17 ὀγδόῳ τῆς Φυσικῆς κτλ.] c. 9 ἡ] ἢ a 18 et 20 (alt. loco) μόνῃ a 21 αἱ ἄλλαι (R)a ὅσαι R (et V): ὦσαι Z: οὖσαι GT: οὖσα a 22 πλανητῶν a 23 ἡλίου (priore loco)] ἰδίου Z1 24 ἀνακύκλωσις R 25 ἀνακάμπτουσαι Z 26 κύκλω τε RZ: τε κύκλω GT: τε om. a 27 ὁρῶν a ἐναλλαγῆς GTZ: ἀλλαγῆς R: ἀναλλαγῆς a)
313
[*](p. 338b5)

Τί οὖν δήποτε τὰ μὲν οὕτως φαίνονται, οῐον ὕδωρ καὶ [*](69v) ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος, δεῖ καὶ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμ- πτουσιν εἰς ἑαυτούς.

᾿Απορίαν τινὰ προτίθεται νῦν, τί δήποτε ἐπὶ μὲν ἀέρος καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων καὶ ἀναγκαία τέ ἐστιν ἡ κύκλῳ γένεσις καὶ ἀντιστρέφει. καὶ γὰρ νέφους, φησίν, ὄντος ἔσται ὕδωρ, καὶ ὕδατος γεγονότος νέφος προϋπῆρχεν, ἐπὶ δὲ τῶν καθ’ ἕκαστα, φησίν, οὐκέτι οὕτως ἔχει· Σωκράτους μὲν γὰρ ὄντος προὐπῆρχεν ὁ Σωφρονίσκος, Σωφρονίσκου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἡ Σωκράτους γένεσις ἕψεται. ἐπιλύεται δὲ τὴν ἀπορίαν φάσκων εἰς εὐθὺ τὴν τῶν καθ’ ἕκαστα γένεσιν εἶναι, τουτέστιν ἐπ’ εὐθείας· οὐ γὰρ ὁ Σωφρονίσκος ἀνακάμπτει, ὅπερ ἄν ὑπῆρχε κατὰ κύκλον τῆς γενέσεως οὔσης τῶν καθ’ ἕκαστα. εἰ οὖν μὴ κατὰ κύκλον ἡ τῶν καθ’ ἕκαστα γένεσις, εἰκότως οὕτε τὸ ἀναγκαῖον οὔτε τὸ ἀντιστρέφειν ἔχει. τί δήποτε οὖν τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀνακάμπτει; διότι οὐ κατ’ ἀριθμὸν αὐτῶν γίνεται ἡ ἀνάκαμψις, ἀλλὰ κατὰ τὸ εἶδος. οὐ γὰρ ὁ αὐτὸς ἀὴρ κατ’ ἀριθμὸν φυλάττεται ἐν τῇ ἀνακάμψει καὶ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβλοῇ, πλὴν κἀπὶ τῶν ζῴων γένεσις δείκνυταί πως ἀνακάμπτουσα καὶ κυκλικῶς γινομένη, ὡς ἔφθημεν δείξαντες. ἀλλ’ ἴσως τις ἀπορήσειε τί δήποτε ἐνίων μὲν κατ’ ἀριθμὸν τῶν αὐτῶν μενόντων ἡ ἀνάκαμψις γίνεται, ἐνίων δὲ κατὰ μὲν τὸν ἀριθμὸν φθειρομένων κατὰ τὸ εἶδος δὲ μόνον φυλαττομένων. καὶ διὰ τοῦτο ἐπιφέρει φάσκων ἀρχὴ δὲ τῆς σκέψεως αὕτη, πότερον ὁμοίως πάωτα ἀνακάμπτει, αὐτὸ τοῦτο ζητῶς τὸ προειρημένον. εἰ γὰρ ἐκ τῆς κύκλῳ κινήσεως τὴν ἀνάκαμψιν ἔχουσι, τί δήποτε τῶν κύκλῳ κινουμένων τὰ μὲν κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένοντα τὴν ἀνάκαμψιν ποιεῖται, τὰ δὲ κατ’ ἀριθμὸν φθειρόμενα κατ’ εἶδος φυλάττει τὴν διαδοχήν; καί φησιν ὅτι σύμφωνα ταῦτα τοῖς πολλαχοῦ εἰρημένοις, ὅτι ὅσα μὲν ἄφθαρτα ὄντα κινεῖται κύκλῳ, ταῦτα κατ’ ἀριθμὸν τὰ αὐτὰ μένοντα ἀνακάμπτει (ὁ γὰρ αὐτὸς κατ’ ἀριθμὸν ἥλιος πάλιν καὶ πάλιν [*](70r) κατὰ τὸ αὐτὸ κινούμενος γίνεται), ὅσων δὲ ἡ οὐσία φθαρτή ἐστι, ταῦτα ἀριθμῷ μὲν οὐ μένει τὰ αὐτά, τὸ δὲ εἶδος φυλάττει ἐν τῇ ἀνακάμψει· οὕτως ἔχει ἐπὶ ζῴων καὶ φυτῶν καὶ τῆς τῶν στοιχείων μεταβολῆς.

[*](1 οὕτω GTa φαίνεται GTa Arist. ὕδατα a et Aristot. (praeter L) 2 εἰ μὲν νέφος ἔσται a Ar. καὶ (ante ὗσαι) om. Ar. (praeter FH) εἰ alteram om. T1 3 ὕσει γε a: ὕσειν cett. 6 κίνησις γένεσις R1 9 μὲν γὰρ Za: μὲν GRT 10 ἡ Σωκράτους om. Z ἕπεται T1 13 οὕσης om. Z 15 ἔχειν Z δήποτ’ a 16. 17 ὁ αὐτὸς ὁ ἀὴρ φυλάττεται κατ’ ἀριθμόν Z 18 ἡ γένεσις a 19 γενομένη Z ἔφθη μὲν a 20 ἀνάκαμψις a 21 κατὰ δὲ τὸ εἶδος GTa 23 πάλιν αὕτη Ar. ἅπαντα GTa Ar. αὐτὸ] οὐ τὸ GT 23. 24 προειρημένων a 26 φθειρομένων GRT 28 τὴν κύκλῳ GTa 29 ἥλιος πάλιν καὶ om. GT: πάλιν καὶ om. et ἥλιος post αὐτὸς ponit a 30 ὅσον Z 32 οὕτως] ὡς a)
314
[*](p. 338b 18)

Εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ᾿ οὐχ ὧν ἡ οὐσία γίνεται 70r οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι.

Δείξας ὅτι ἡ τῶν στοιχείων γένεσις ἀποτελεῖται ἑκάστου αὐτῶν κατ’ ἀριθμὸν μὲν φθειρομένου, κατ’ εἶδος δὲ τοῦ αὐτοῦ μένοντος, φησὶ νῦν ὅτι εἰ λέγοι τις καὶ αὐτὰ ταῦτα, τὰ στοιχεῖά φημι, κατ’ ἀριθμὸν τὰ αὐτὰ μένειν * * * ὧν ἦν Ἐμπεδοκλῆς, ῥητέον ὅτι ὁ τοιοῦτος ἀγένητα φήσει εἶναι τὰ στοιχεῖα, οὐχ ὡς ἡμεῖς γενητὴν τὴν οὐσίαν ὑποτιθέμενος καὶ τοιαύτην ὡς ἐνδέχεσθαι καὶ μὴ εἶναι.

᾿Απορήσειε δ’ ἄν τις, ὥς φησιν Ἀλέξανδρος, πρὸς Ἀριστοτέλην· εἰ γὰρ ἡ ὕλη ἡ αὐτὴ ἀεὶ διαμένει, ἔστι δὲ καὶ τὸ ποιητικὸν αἴτιον τὸ αὐτὸ ἀεί, διὰ ποίαν αἰτίαν οὐχὶ κατὰ περίοδόν τινα πλείονος χρόνου ἐκ τῆς αὐτῆς ὕλης τὰ αὐτὰ πάλιν κατ’ ἀριθμὸν ὑπὸ τῶν αὐτῶν ἔσται; ὅπερ τινές φασι κατὰ τὴν παλιγγενεσίαν καὶ τὸν μέγαν ἐνιαυτὸν συμβαίνειν, ἐν ᾧ πάντων τῶν αὐτῶν ἀποκατάστασις γίνεται. τούτου δ’ ὄντος εἴη ἂν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα, ὧν φθαρτὴ ἡ οὐσία, παλιγγενεσία καὶ κατ’ ἀριθμὸν ἀνάκαμψις. πρὸς τοῦτο δὲ ῥητέον ὅτι εἰ καὶ δοθείη πάλιν Σωκράτης γίνεσθαι, οὐ τῷ ἀριθμῷ ὁ αὐτὸς ἂν εἴη τῷ πρώτῳ γενομένῳ Σωκράτει ὁ ὕστερος γεγονὼς καὶ εἷς. οὐ γὰρ οἷόν τε ἓν καὶ ταὐτὸ κατ’ ἀριθμὸν διαλείπειν· οὐ γὰρ τῷ ἐκ τῶν αὐτῶν εἶναι ἓν κατ’ ἀριθμὸν γίνεται, ἀλλὰ τῷ τὸ αὐτὸ διαμένειν πρότερον καὶ ὕστερον ὅν. διὸ ἥλιος μὲν ὁ αὐτὸς κατ’ ἀριθμόν, Σωκράτης δέ, ὡς εἶπεν, οὐχ ὁ αὐτὸς κατ’ ἀριθμόν· οὐ γὰρ μένει τὸ ἄτομον εἶδος, εἰ καὶ ἡ ὕλη μένει.

[*](1. 3 lemm. om. a, qui pergit δείξας δὲ ὅτι 2 οἵα R: οἷα cett. ἐνδέχεται 4 φθειρομένων GT φησὶ νῦν RZ: φησὶν οὖν GT: φησὶν a 5 φημι om. a 6 διαμένειν a lacunain signavi: τοῦτο γὰρ βούλεται τὸ, εἰ δὲ καὶ ταῦτα ἀριθμῶ supplet a, qui pergit ὥσπερ Ἐμπεδοκλῆς ἔλεγε ἀφένητα R 6. 7 φήσει φη R: φησὶν a) εἶναι GRTa: εἶναι φήσει Z 7 γενητὰ Z ὑποτιθέμενος αὐτῶν a 9 ἀριστο(??) Z: Ἀριστοτέλη a 11 αἰτίαν bis G 13 παλινγενεσίαν G1Z 15 παλινγενεσία Z 17 οὐ om. T γινομένῳ a 18 καὶ ταὐτὸν Z: κατ’ αὐτόν a 19 τῳ] τὸ GT 21 δέ] δ’ a εἶπεν] sc. Arist. p. 338b 16; an εἶπον? 22 subscr. σχόλια καὶ ἀποσημειώσεις ἐκ τῶν συνουσιῶν ἀμμονίου τοῦ ἑρμείου . . . . . . . . . . . . . . νέσεως καὶ φθορᾶς ἀριστοτἐλους. τέλος R: τέλος τῆς ἐξηγήσεως φιλοπ εἰς τὸ περὶ γενέσεως καὶ φθορᾶς Z: om. GT: Ιωάννου Ἀλεξανδρέως τοῦ Φιλοπόνου, σχολικαὶ ἀποσημειώσεις εἰς τὸ δεύτερον τῶν περὶ γενέσεως καὶ φθορᾶς Αριστοτέλους. τέλος. a)