In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

John Philoponus. In Aristotelis meteorologicorum librum primum commentarium (Commentaria in Aristotelem Graeca 14.1). Hayduck, Michael, editor. Berlin: Reimer, 1901.

[*](p. 343 a 7)

Ὑπολείπεσθαι δ’ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον.

᾿Υπολείπεται τοῦ ἡλίου, φησίν, ὁ κομήτης ποτὲ μὲν πρὸς ἄρκτον, [*](95v) ποτὲ δὲ πρὸς νότον· θέλει γὰρ διὰ τούτων διδάξαι, πότε ποιεῖ κόμην κατ’ ἐκείνους καὶ πότε οὔ. ὥστε καὶ ὅτε ἔλεγε “διὰ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ” τοῦ ἡλίου ἔλεγεν ὑπολείπεσθαι.

[*](p. 343 a 10)

Πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ γῆν τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολυπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου.

'Ev μὲν οὖν τοῖς ὑπὸ τὸν ἰσημερινὸν τόποις καὶ τοῖς τούτῳ πλησιάζουσιν οὐκ ἴσχει κόμην διὰ τὴν ὑπερβολὴν τῆς ἐκεῖθεν θερμασίας καὶ τῆς ξηρότητος. ὑπερβὰς δὲ τοὺς τόπους τούτους καὶ φερόμενος ἐπὶ τοὺς τροπι- κοὺς καὶ μέχρις αὐτῶν δαψίλειαν μὲν ὑδάτων ἔχει καὶ πολλὴν ἐκ τούτων ἀτμίδα συνέλκει, ἀλλ’ ἐν μὲν τοῖς νοτίοις, φησί, τοῦ πλείστου μέρους τῶν κύκλων ὑπὸ γῆν ὄντος, ὅπερ ὁ ἥλιος ἐν ταῖς νυξὶ διέρχεται, συμβαίνει τὰς ἐκ τῆς ἀτμίδος ἀνακλωμένας ὄψεις μὴ ἀφικνεῖσθαι κάτω πρὸς τὸν ἥλιον διὰ τὴν πολλὴν αὐτοῦ ἀπὸ τοῦ ὁρίζοντος ἀπόστασιν τὴν ὑπὸ γῆν. ἐν δὲ τῷ βορείῳ διὰ τὸ μικρὰν εἶναι τὴν ὑπὸ γῆν ἐκείνων τῶν κύκλων περιφέ- [*](1 ὑπολελειμμένον Arist. EHN ex corr. V: ὑπολελειμμένος Ma Arist. F 3 δεῖ] δὴ M εἰπὼν scripsi: εἶπον libri 4 νῦν — κύκλον (6) om. Ma 5 ὑπολελειμμένος scripsi: ὑπολελειμμένον V 8 νῦν τὸ coll. V 10 ὅλον om. a 11 κατ’ αὐτὰς a 12. 13 τὸ δὲ —τοῦ περιελθεῖν] exspectas τοῦ δὲ—τὸ περιελθεῖν 12 τὸ ante αὐτὸ om. a 16 post κόμην add. καὶ Ma 22. 23 νοτίῳ τόπῳ MVa: τροπικῷ τόπῳ Arist. HN: τροπικῷ Arist. F: νότῳ Arist. Ε 24 τόποις ex τόπον corr. M1)

81
ρειαν ἀφικνοῦνται πρὸς τὸν ἥλιον. μήποτε δὲ εἴ τις ὑποθοῖτο ἐν τοῖς [*](95v) θερινοῖς κύκλοις ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ μὴ πολλὴν μοῖραν τῆς ὑπὸ γῆν διεληλυθέναι περιφερείας μηδὲ τῆς ἀπὸ τοῦ κέντρου φερομένης ἐπὶ ταύτην γραμμῆς ἅψασθαι, τότε δύνασθαι τὰς ὄψεις ἐπ’ αὐτὸν ἀνακλᾶσθαι τὸν ἥλιον, καὶ τοὐναντίον ἐν τοῖς χειμερινοῖς, ἐπεὶ πολὺ τοῦ ὑπὸ γῆν ὁ ἥλιος διέλθοι τμήματος, ὡς ἐν τῷ ὑπὸ γῆν τούτου γενέσθαι μεσουρανήματι ἢ καί τι ὑπερβῆναι τούτου μικρόν τότε μὴ δύνασθαι τὰς ἀνακλωμένας ὄψεις πρὸς τοῦτον φέρεσθαι· οὔτε οὖν ἐν τοῖς βορείοις ὄντος τοῦ κομήτου ἀεὶ ἕξει κόμην οὕτε ἐν τοῖς νοτίοις οὐδέποτε οὐχ] ἕξει κατὰ τὴν εἰρημένην ὑπόθεσιν.

[*](p. 343 a 20)

Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς.

'Εντεῦθεν λοιπὸν ἐπὶ τὸν ἔλεγχον τῶν εἰρημένων ὑποθέσεων τρέπεται. τῶν δὲ παρακολουθούντων ταῖς ὑποθέσεσι ταύταις ἀτόπων, φησί, τὰ μὲν ὁμοῦ πάσαις ἐστὶ κοινά, τὰ δὲ καὶ ἴδια ἑκάστῃ. καὶ τέως τὰ κοινῇ πάσα,.ς ἑπόμενα τίθησι, καὶ τοῖς σύμφασιν ἁπάντων ἅμα τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγουσιν καὶ τοῖς ἕνα τούτων ἢ ἕτερόν τινα πλανώμενον ἀστέρα παρὰ τοὺς πέντε τοὺς ἐγνωσμένους ἡμῖν, τοῖς τε οἰκείαν ἔχειν τὴν κόμην καὶ τοῖς ἔξωθεν αὐτὴν γινομένην ὑποτιθεμένοις.

[*](P. 343a22)

Πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἷς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς γεγένηνται πολλάκις.

Τὸ προκείμενον ἐπιχείρημα κοινός ἐστιν ἔλεγχος καὶ τῶν σύμφασιν μίαν τῶν πέντε πλανωμένων εἶναι λεγόντων τὸν κομήτην, ἢ εἰ καὶ ἕν λέγοι τις αὐτὸν καὶ ἄλλον εἶναι τοῦτον παρὰ τοὺς συνεγνωσμένους ἡμῖν πέντε πλανώμενον καὶ αὐτόν. οἱ μὲν γὰρ πλανώμενοι φησί, πέντε τὸν ζῳδιακὸν ἐπέχουσι κύκλον, κἀν τούτῳ δὴ κινοῦντι μηδαμῇ παρεξιόντες αὐτὸν ἐπὶ βορρᾶν ἡ ἐπὶ νότον, οἱ δὲ λεγόμενοι κομῆται ἄλλοτε μὲν τοῦ ζῳδιακοῦ βορειότεροι, ἄλλοτε δὲ νοτιώτεροι φαίνονται. ἔτι πλείονες ἑνὸς ἅμα πολλάκις ὤφθησαν κομῆται, ὡς περὶ ἑνὸς δὲ πάντες οἱ παλαιοὶ κομήτου τεχνολογοῦσι. καὶ ἄλλως κομήτου φανέντος ἑνὸς ἢ πλειόνων τοὺς πλανω- μένους ἔστιν ἀπαριθμήσασθαι πάντας καὶ ἰδεῖν ἐν τῷ τόπῳ τῷ οἰκείῳ φαινόμενον ἕκαστον. οὔτε οὗν πάντων ἅμα σύμφασις οὔτε εἷς ἐξ αὐτῶν [*](2 exspectas χειμερινοῖς κύκλοις et v. 5 θερινοῖς 4 τότε δύνασθαι om. a 9 οὐχ delevi 21 ἐστὶν—ἀστέρων] εἷς ἐστιν Ma 22 τῷ om. Ma 22. 23 ἑωραμένοι V Arist. FHN: ὠμμένοι Ma Arist. E 27 τοῦτον] τοῦτο a 29 καὶ τούτῳ a μηδαμῶς V 31 post φαίνονται add. οὔτε σύμφασις ἄρα τῶν πέντε ἐστὶν οὔτε εἴς αὐτῶν οὔτε παρὰ τούτους ἄλλος ἐστὶν ἀστὴρ ὁ κομήτης a 33 ἄλλως ex ἄλλου corr. M1)

82
ἐστιν ὁ κομήτης. ἀλλ’ οὐδὲ παρὰ τούτους ἕτερος ὑπάρχει πλανώμενος καὶ 95v τὸν ζῳδιακὸν παραλλάσσων, πρῶτον μὲν ὅτι πάντες οἱ τὴν ἐναντίαν τῇ ἀπλανεῖ φερόμενοι, οὓς διὰ τοῦτο πλανήτας λέγομεν, τὸν ζῳδιακὸν οὐ παρεξίασιν· ἔπειτα τίνος ἕνεκα διὰ πολλοῦ χρόνου φαίνεσθαί φασι κομήτην; οὐ διὰ τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ καὶ ὑπὸ τῶν αὐγῶν τῶν ἐκείνου καλύπτεσθαι; οὐκοῦν ἅμα τῷ ἡλίῳ καὶ αὐτὸς τὸν ζῳδιακὸν ἐπέχει κύκλον· οὔτε γὰρ οἱ βορειότατοι οὔτε οἱ νοτιώτατοι ὑπ’ αὐτοῦ κρύπτονται. πῶς οὖν οἱ κομῆται καὶ τοῦτον φαίνονται παρεξιόντες; μήποτε δὲ πρὸς τὸ πλῆθος τῶν κομητῶν οἱ σύμφασιν εἶναι λέγοντες πιθανολογούμενοι φήσουσιν ὡς δυνατόν ἐστι τρεῖς μὲν τυχὸν συνιέναι πλανήτας ἀλλήλοις καὶ μίαν ποιεῖσθαι σύμφασιν, τοὺς δὲ λοιποὺς δύο πάλιν ἑτέραν, ὥστε δύο γίνεσθαι κομήτας. τί οὖν ἐροῦσιν, εἰ καὶ τρεῖς ἢ πλείους φανεῖεν, καὶ οὗτοι τὸν ζῳδιακὸν παραλλάσσοντες, τῶν συνεγνωσμένων ἡμῖν πέντε φαινομένων καὶ μὴ συνελθόντων ἀλλήλοις, ἀλλὰ καὶ διεστώτων πολλάκις πλεῖστον ἀλλήλων; καὶ ἄλλως κατὰ μέρος οἱ κομῆται δυόμενοι φαίνονται καὶ ὡς ἐπὶ πυρὸς ἐνδείᾳ τῆς ὕλης δαπανωμένου κατὰ μικρόν. ἀλλὰ καὶ τὰ σχήματα μεταλλάττουσι πολλάκις, ὅπερ ἡμεῖς τεθεάμεθα. τοῦτο δὲ ὑπομένει τῶν ἀστέρων οὐδεὶς οὔτε ἀπλανὴς οὔτε πλανώμενος.

[*](p. 343 a 26)

Πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἔχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ 96r φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολέλειπται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας.

Τοῦτο πρὸς Ἱπποκράτην φησὶ καὶ μόνον καὶ τὸν αὐτοῦ μαθητὴν Αἰσχύλον. εἰ γὰρ ἐξ ἀνακλάσεως ἡ φαντασία κατ’ αὐτοὺς τῆς κόμης γίνεται, οὐ πανταχοῦ δὲ δυνατὸν ἀπὸ τῆς ἀτμίδος ἐπὶ τὸν ἥλιον ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, οὐκ ἀεὶ κόμην ὁ ἀστὴρ οὗτος ἕξει· ἔδει οὖν αὐτόν, φησίν, ἑτέρωσέ ποι καὶ ἄνευ κόμης ποτὲ φαίνεσθαι. εἰ γὰρ καὶ ἐν ἄλλοις ὑπολείπεται τόποις, ἐν οἷς αὐτόν, ὥς φασιν, οὐχ οἷόν τε τὴν κόμην ἔχειν διὰ τὸ μηδὲ ἀνακλᾶσθαι πανταχοῦ δύνασθαι τὰς ὄψεις ἡμῶν ἐπὶ τὸν ἥλιον, διὰ τί μὴ φαίνεται ὁ ἀστὴρ οὗτος ὁ πλανώμενος ἐν ἄλλοις τόποις κόμης χωρίς, ἀστὴρ ὢν ἁπλῶς καὶ μόνον; νῦν δέ, φησί, παρὰ τοὺς πέντε τοὺς πλανωμένους οὐδεὶς οὐδαμοῦ φαίνεται πλανώμενος ἀστήρ. ταῦτα μὲν οὖν πρὸς τούτους. πρὸς δὲ τοὺς λέγοντας οἴκοθεν ἔχειν τὴν κόμην οὐδὲν ἀντεῖπεν Ἀριστοτέλης, ὡς προφανοῦς ἀτοπίας οὔσης· ἀποκληρωτικὸς γὰρ ὁ λόγος ἐστί. παρὰ τοὺς πέντε διὰ τί μόνος ἔχει κόμην; εἰ δὲ εἷς τῶν πέντε, πῶς οὐδὲ εἷς αὐτῶν φαίνεται κόμην ἔχων; εἰ δὲ ἐκ τῆς πάντων συμφάσεως γίνεται μηδενὸς τούτων κόμην ἔχοντος, πόθεν ἐν τῷ γενομένῳ ἐκ τῆς αὐτῶν συνόδου γέγονεν ἡ κόμη; εἰ δὲ τῷ ἀποσπινθηρίζειν τὴν κόμην αὐ- [*](8 τοῦτον] τοῦτο a 15 οἱ κομῆται] οἰκονομῆται M 20 ἔχουσι V Arist. FHN: ἴσχουσι M a Arist. E 21. 22 ὑπολείπεται Aribt. 29 τὴν om. Ma 36 post ἔχει add. τὴν a)

83
τὸν ἐροῦσιν ἔχειν (φαίνονται γὰρ οἱ λαμπρότατοι τῶν ἀστέρων τοιοῦτοί [*](96r) τινες, ὡς ὁ τοῦ κυνός, ὁ τῆς Ἀφροδίτης, ἀκτῖνας πανταχόθεν ἐκπέμποντες, αἵτινες οίόν τις αὐτοῖς κόμη περίκεινται) ἀλλὰ πλάνη δηλονότι τῆς ὄψεως ἡμῶν εστι τὸ τοιοῦτον πάθος, καὶ οὐκ αὐτῶν ἀπῃώρηται πανταχόθεν τινὰ σωμάτια. καὶ γὰρ ἐπὶ λύχνου τοῖς ἀσθενεστέροις τὰς ὄψεις ὑγροτέρου ὄντος του ἀέρος φαντασία τοιαύτη γίνεται· οὐκ αὐτῶν οὖν ἡ τοιαύτη κόμη.

[*](p. 343 a 31)

Οὗτοι δὲ πολλάκις ἅμα πάντες μετέωροι φαίνονται ὑπὲρ του ὁρίζοντος. καὶ φανερῶν δ’ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων ἀλλ’ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἦττον κομῆται φαίνονται γινόμενοι πολλάκις.

Οὗτος ὁ λόγος ἁρμόζει μάλιστα πρὸς τοὺς σύμφασιν τῶν πλανωμένων τὸν κομ‘ήτην εἶναι λέγοντας. εἰ γὰρ σύνοδος εἰς ταὐτὸ πάντων καὶ σύμφασις ὁ κομήτης εστιν, ἔδει κομήτου γινομένου μηδαμοῦ λοιπὸν ἑτέρωσε φαίνεσθαι τῶν πλανωμένων μηδένα μηδ’ ὑπὸ γῆν τούτων εἶναί τινα. νῦν δὲ καὶ πάντων ὑπὲρ γῆν ὄντων καὶ ὁρωμένων καὶ πάντων ὑπὸ γῆν, καὶ τινων μὲν ὕπερ γῆν, τινῶν δὲ ὑπὸ γῆν, καὶ πάντων ἐγγὺς ὄντων καὶ ἄλλων ἀλλαχοῦ διεστώτων ὅ,μως κομῆται φαίνονται μηδενὶ τῶν πλανωμένων πλησιάζοντες. τούτου δ᾿ ἀληθοῦς ὄντος οὐκ ἄρα σύμφασις τῶν πλανωμένων εστιν ὁ κομήτης, οὐδ’ ἅμα πάντων οὐδέ τινων.

[*](p. 343 a 35)

Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχε, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν.

Πάλιν πρὸς τοὺς περὶ Ἱπποκράτην μετάγει τὸν ἔλεγχον ἐν μόνοις λέγοντας τοῖς βορείοις μέρεσι τὸν κομήτην γενέσθαι, ὅτε καὶ ὁ ἥλιος τοὺς τοπους ἐπέχει τοὺς αὐτούς, διὰ τὸ καὶ ἀτμίδα πολλὴν ἐκεῖσε δύνασθαι τὸν κομήτην συνέλκειν εἰς ἑαυτόν, ὑγρῶν ὄντων τῶν τόπων, καὶ τὰς ὄψεις ἡμῶν προσπιπτούσας αὐτῇ καὶ ἀνακλωμένας φέρεσθαι πρὸς τὸν ἥλιον διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὸ γῆν τοῦ κύκλου μέρος· οὔτε δὲ μεταξὺ τῶν τρόπι. κῶν ὕπο τὸν ἰσημερινὸν διὰ τὸ κατεξηράνθαι τοὺς τόπους οὔτε ὲν τοῖς νοτίοις διὰ τὸ μείζονα εἶναι τὰ ὑπὸ γῆν τῶν κύκλων τμήματα τῶν ὑπὲρ γῆν καὶ τὰς ὄψεις ἀνακλωμένας μὴ ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον. ἀλλὰ μηδὲ εἰ ὁ ἥλιος ἐν ταῖς θεριναῖς εἴη τροπαῖς, τῆς ὄψεως πάλιν ἡμῶν διὰ τὴν πολλὴν διάστασιν οὐκ ἐξισχυούσης δὴ ἀπὸ τῶν χειμερινῶν τροπῶν ἐπὶ τἀς θερινὰς ἀνακλωμένης φέρεσθαι. ὁ οὖν Ἀριστοτέλης ἐκ τῆς ἱστορίας καὶ τῶν φανέντων πολλάκις τὰς ὑποθέσεις ταύτας ἐλέγχει ψευδομένας. [*](13 γενομένου M 19 fort. οὔθ' ἅμα— οὔτε 21 ἅμα καὶ Arist. HN 28 ἑαυτῶν M 36 ὁ οὖν] οὖν οὑν V )

84
τούτων δὲ ἐλεγχομένων καὶ ἡ αἰτία ἡ ἐξ αὐτῶν ἀποδεδομένη τῆς συστάσεως [*](96r) τοῦ κομήτου συνελέγχεται. τοῦ γὰρ ἡλίου, φησίν, ὄντος περὶ τὰς θερινὰς τροπὰς ὁ φανεὶς τότε μέγας κομήτης ἐκ δυσμῶν ἀνέσχε τῶν ἰσημερινῶν, ὥστε καὶ τοῦ ἡλίου τοσοῦτον διεστῶτος μεταξὺ τῶν τροπικῶν ὑπ’ αὐτὸν τὸν ἰσημερινὸν ὁ κομήτης συνέστη. ἀναγκαίως δὲ καὶ τὸ μέγιστον εἶναι τὸν κομήτην ἐπισημειοῦται, καὶ τοσοῦτον μέγεθος ἦν, ὡς διὰ τὴν πολλὴν τότε ὕλην, ἐξ ἧς ὁ Ἀριστοτέλης τοὺς κομήτας καὶ τοὺς σεισμοὺς καὶ τοὺς ἀνέμους γίνεσθαι δείκνυσι, πολλὰς. τῶν Ἀχαϊκῶν πόλεων ὑπὸ τοῦ τότε γινομένου σεισμοῦ κατενεχθῆναι καὶ κύματος γενέσθαι κατὰ τῆς γῆς ἔφοδον ἐξ ἀντικειμένων συνισταμένην πνευμάτων, ὡς δείξει. εἰ δὲ καθ’ Ἱπποκράτην τὸν Χῖον ἐκ τῆς ὑπὸ τὸν ἀστέρα ἑλκομένης ἀτμίδος τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἀνακλωμένων ὁ κομήτης συνίστατο, τὸ πυρῶδες τοῦ ἡλίου χρῶμα ἐν τῷ ἐνόπτρῳ ἀτονούσης ὁρᾶν τῆς ὄψεως, πολλὴ ἄρα ὑπὸ τὸν ἰσημερινὸν ἡ ἀτμὶς συνεστήκει. εἰ οὖν οὐδ’ αὐτοῖς δοκεῖ μεταξὺ τῶν τροπικῶν ἀτμίδα συνίστασθαι, ἐκεῖσε δ’ ὁ τηλικοῦτος συνέστη κομήτης, ψευδὴς ἄρα ἡ παρὰ τῶν περὶ τὸν Ἱπποκράτην ἀποδοθεῖσα τῆς γενέσεως τῶν κομητῶν αἰτία. πάλιν δὲ τὸ ἱστορῆσαι καὶ πρὸς νότον πολλοὺς γεγονέναι κο| μήτας ψευδόμενον ἤλεγξε τὸν ἐν μόνοις τοῖς βορείοις τόποις συνίστασθαι κομήτην λέγοντα. καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς δὲ χρόνων ὑπὸ τοὺς πόδας τοῦ Ὠρίωνος συνέστη κομήτης <ἐν τόποις> νοτίοις οὖσι καὶ τοῦ ζῳδιακοῦ διεστηκόσιν.

[*](p. 343 b 4)

Ἐπὶ δὲ ἄρχοντος Ἀθήνῃσιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασιν.

Ἡ μὲν τοῦ μεγάλου κομήτου ἱστορία τὴν ὑπόθεσιν ἤλεγξεν Ἱπποκράτους τὴν λέγουσαν ἐν μόνοις τοῖς βορείοις τόποις κομήτην συνίστασθαι, ἡ δὲ νῦν τὴν λέγουσαν δεῖν πλησιάζειν τῷ κομήτῃ τὸν ἥλιον, καὶ μὴ τὸν μὲν εἷναι βορειότατον, τὸν δὲ νοτιώτατον· μηδὲ γὰρ τοσοῦτον ἀνακλασθῆναι τὰς ὄψεις τῶν ἐνδεχομένων ὑπάρχειν. ἰδοὺ γοῦν ὁ φανεὶς ἐπὶ τοῦ εἰρημένου ἄρχοντος κομήτης αὐτὸς μὲν πρὸς ἄρκτον ἐφάνη, ὁ δὲ ἥλιος πρὸς ταῖς χειμεριναῖς ὑπῆρχε τροπαῖς· τὴν μεγίστην ἄρα κτὰ πλάτος διεστήκεισαν ἀλλήλων ὅ τε κομήτης καὶ ὁ ἥλιος. εἰ οὖν καὶ αὐτοῖς ἀδύνατον εἶναι δοκεῖ, ἐπὶ τοσοῦτον ἀνακλωμένας διάστημα φέρεσθαι τὰς ὄψεις, κὰντεῦθεν ἄρα ψευδὴς οὖσα δέδεικται ἡ ἀποδοθεῖσα παρ’ αὐτῶν τῆς γενέσεως τῶν κομήτων αἴτια.

[*](2 τοῦ γὰρ] οὐ γὰρ a 6 μέγεθος scripsi: μέγας libri 15 συνέστηκε Ma 16 παρὰ τῶν om. Ma 20 ἐν τόποις addidi 22 ἄρχοντος—Εὐκλέους] 01. 88,2 — 427/26 a. Chr. Μόλωνος Arist.: μύλωνος libri: σόλωνος Alex. AW: μέλωνος Alex. I post Μόλωνος add. τοῦ μετὰ διότιμον Ma 28 τῷ κομήτῃ] τὸν κομήτην καὶ a 31 ὁ om. M 32 πλάτης V)
85
[*](p. 343 b 8)

Κοινὸν δὲ καὶ τούτοις καὶ τοῖσιν σύναψιν λέγουσιν [*](96v) πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτο οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ (καί τοι κἀκεῖνοί φασιν) ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ὄντων ἐν ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσι μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγένετο τὸ φέγγος, παρβλέπουσι δ᾿ ἠρέμα τὴν ὄψιν πλεῖον.

Καὶ κοινῶς ἀντειρηκὼς πρὸς τὰς εἰρημένας τῶν παλαιῶν ὑποθέσεις ἁπάσας καὶ τὰ ἰδίᾳ ἑκάστῃ αὐτῶν παρακολουθοῦντα προσθεὶς ἄτοπα, νῦν πάλιν κοινοὺς ἐλέγχους ἐπιτίθησι καὶ τοῖς σύμφασιν τῶν πέντε πλανωμένων τὸν κομήτην εἶναι λέγουσι καὶ τοῖς ἕνα τῶν πλανωμένων ἕκτον ἀστέρα. τούτων δ’ οἱ μὲν αὐτῷ συμπεφυκέναι τὴν κόμην ἔλεγον, οἱ δὲ ταύτην ἔξωθεν λαμβάνειν, μᾶλλον δὲ κόμης φαντασίαν εἶναι ἐκ τῆς τῶν ὄψεων ἀνακλάσεως ἀπὸ τῆς ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον γινομένης. εἰ γάρ, φησί, καὶ τῶν ἀπλανῶν κόμην λαμβάνουσί τινες, ὡς ἥ τε παλαιοτέρα τῶν Αἰγυπτίων ἱστορία βούλεται καὶ αὐτὸς Ἀριστοτέλης ἱστορηκέναι φησί τινα ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς τοῦτο παθόντα, οὐκ ἄρα ἰδιάζουσά τις ἀστέρος κο- μήτου φύσις ἐστὶν ἑνὸς ὄντος καὶ αὐτοῦ τῶν πλανωμένων οὐδὲ σύμφασις ἅμα πάντων, ἐπεὶ οὐκ ἄν καὶ τῶν ἀπλανῶν τινες τοῦτο ἔπασχον πρότερον οὐκ ἔχοντες κόμην· ἔδει γὰρ καὶ τὸν παρ’ αὐτοῖς λεγόμενον κομήτην ἀστέρα, εἴπερ ἀστὴρ ἦν κατ’ ἀλήθειαν, πρότερον φαίνεσθαι κόμης ἐκτός. τίνος δὲ χάριν ἀτενὲς μὲν εἰς τὴν κόμην τοῦ ἀστέρος ὁρώντων ἀμυδρότερον τὸ φῶς τῆς κόμης ἐφαίνετο, εἰ δέ τι παραβλέψαιεν ὑπολοξοῦντες τὰς ὄψεις, πλεῖον ἐδόκει τὸ φῶς εἶναι; πρὸς τοῦτο τῶν ὀπτικῶν τινες ἔφασαν ὡς τοὺ κώνου τῶν ἐκ τῆς κόρης ἐξιουσῶν ὄψεων (κωνοειδῶς γὰρ ἐξίασιν, ὡς καὶ πρότερον εἶπον) ὅσαι μὲν τῷ ἄξονι τοῦ κώνου πλησιάζουσι (μέσος δὲ δηλονότι πασῶν ὁ ἄξων ἐστίν) ἰσχυρότεραι τῶν ἄλλων εἰσὶ καὶ δυσπα- θέστεραι, ὅσαι δὲ τούτων πορρωτέρω διεστήκασιν, ἀσθενέστεραι καὶ διὰ τοῦτο μᾶλλον εὐπαθεῖς θᾶττον διακρινόμεναι. διὸ καὶ μᾶλλον τοῦ αἰσθητοῦ ἀντιλαμβάνονται· τὸ γὰρ μᾶλλον πάσχον μᾶλλον τοῦ ποιοῦντος ἀντιλαμβά- νεται. ἐναντιοῦσθαι δὲ τούτῳ δοκεῖ τὸ μᾶλλον διακρίνεσθαι τὰς ὄψεις τοὺς ἀτενὲς τῷ ἡλίῳ προσέχοντας ἢ τοὺς λοξότερον αὐτῷ τοῖς ὄμμασιν ἐπιβλέποντας. ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι δι’ ἀμετρίαν τοῦ ἡλιακοῦ φωτὸς πρὸς τὰς ἡμετέρας ὄψεις τοῦτο συμβαίνει· ἡ γὰρ ὑπερβολὴ τοῦ δρῶντος εἰς φθορὰν ἄγειν τὸ πάσχον κινδυνεύουσα καὶ αὐτῆς τοῦ πάθους ἀφαιρεῖται τῆς ἀντιλήψεως. μήποτε οὖν αὐτό γε τοῦτο καὶ ἐπὶ τοῦ ζητου- μένου συμβέβηκεν. ἀτενὲς γὰρ εἰς τὸ τῆς κόμης καὶ εἰς τὸ τοῦ ἀστέρος φῶς ἀποβλέπουσιν ἅμα τό τε πάθος ἐγίνετο μεῖζον καὶ ἀσθενουσῶν διὰ τοῦτο τῶν ὄψεων ἡ κρίσις ἦν ἀμυδροτέρα· ὑποκλινομένων δὲ τῶν ὀφθαλμῶν καὶ λοξῶς ὁρώντων σύμμετρος ἡ τῶν ὄψεων ἐγίνετο διάκρισις καὶ ἡ ἀντίληψις ἀκριβεστέρα. σκόπει δὲ καὶ ἄλλως· εἰ δύο λύχνους θείης ἐπὶ [*](3 καὶ γάρ τοι Ma 7 πλεῖστον Ma 24 post τοῦτο add. δὲ M a)

86
μιᾶς εὐθείας, τὸν μὲν ἀνωτέρω τὸν δὲ ὑποκείμενον αὐτῷ, εἶτα εἰς τούτους [*](96v) ἀποβλέψειας, ἀνθελκομένων ὑφ’ ἑκατέρου φωτὸς τῶν ὄψεων διασπᾶται ἡ κρίσις τῶν ὁρατῶν, κἀντεῦθεν τὸ φῶς ἀμυδρότερον εἶναι δοκεῖ· εἰ δὲ θάτερον αὐτῶν ὑφέλοιο, μηκέτι τοῦ εἰρημένου πάθους γενομένου ἀκριβεστέρα τοῦ λυχνιαίου φωτὸς ἡ ἀντίληψις γίνεται. ἐπεὶ οὖν ἡ κόμη κατωτέρω του ἀπλανοῦς ὑπῆρχεν ἀστέρος, αἱ πρὸς ταῦτα φερόμεναι ὄψεις τὸ ἐπὶ τῶν λύχνων πάθος ὑπέμενον· λοξουμένων δὲ τῶν ὀφθαλμῶν οὕτως ὡς μηκέθ’ ὁμοίως ἐπ’ ἄμφω φέρεσθαι (ὁ γὰρ λοξῶν πάντως ὡς ἐπὶ τὴν κόμην τὰς ὄψεις ποιεῖ νεύειν ταύτην ἐθέλων ὁρᾶν) μηκέτι οὖν διασπωμένων τῶν ὄψεων ἀκριβεστέρα τοῦ φωτὸς τῆς κόμης ἐγίνετο ἡ ἀντίληψις.

[*](p. 343 b 14)

Πρὸς δὲ τούτοις ἅπαντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως ἡφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως, ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων.

Καὶ τοῦτο μέγιστον σημεῖον τοῦ τὸν κομήτην μήτε ἕνα τῶν πλανω- μένων ἀστέρων ὑπάρχειν μήτε σύμ| φασιν ἅμα πάντων. πάντες γάρ, φησίν, [*](97r) οἱ ἐφ’ ἡμῶν ὀφθέντες κομῆται ὑπὲρ γῆν ὄντες κατὰ μικρὸν διελύθησαν καὶ λυθέντες οὐδένα καταλελοίπασιν ἀστέρα. καὶ ἐπὶ τῶν ἡμετέρων δὲ χρόνων πολλοὺς οὕτω τεθεάμεθα λυθέντας καὶ πρὸ τῆς λύσεως εἰς σχήματα μεταβαλόντας διάφορα. καίτοι γε εἰ ἀληθεῖς ἦσαν αἱ προειρημέναι περὶ τοῦ κομήτου δόξαι. τουτέστιν εἴτε εἷς ἦν οὗτος ἀστήρ, ἔδει λυθείσης τῆς κόμης αὐτὸν ὁρᾶσθαι, εἴτε σύμφασις πάντων ἅμα τῶν πλανωμένων εἰς ταὐτὸ συνεληλυθότων, πάλιν ἔδει τοῦ κομήτου λυθέντος φαίνεσθαι τοὺς πλανωμένους ἅπαντας ἀπ’ ἀλλήλων διεστηκότας, μᾶλλον δὲ τῇ διαστάσει τούτων ἐκεῖνον λύεσθαι, καὶ οὐδὲν ἕτερον εἶναι τοῦ κομήτου τὴν λύσιν ἢ τὴν ἐκείνων ἀπ’ ἀλλήλων διάστασιν. εἰ γὰρ ἡ σύνοδος αὐτῶν τὸν κομήτην ἐργάζεται, πάντως που φθείρεσθαι τοῦτον ἀνάγκη διισταμένων ἐκείνων. εἰ οὖν διαλελυμένων τῶν κομητῶν, καὶ οὓς Ἀριστοτέλης τεθέαται Λαὶ οὓς ἡμεῖς καὶ πάντες ἁπαξαπλῶς, οὔτε εἷς ὑπολειπόμενος ἀστὴρ ἐφάνη οὔτε πλείους, διαφέρον τε σχῆμα μεταλαμβάνειν τοὺς ἀστέρας ἀμήχανον ψευδὴς ἄρα ἐστὶ τῶν ὑποθέσεων ἑκατέρα. καλῶς δὲ καὶ τὸ ὑπὲρ γῆν ὄντας ἀπομαρανθῆναι τούτους ἐπεσημήνατο· εἰ γὰρ ὑπὸ γῆν αὐτῶν ἡ λύσις ἐγένετο, οὐκ ἦν δῆλον, εἴτε ὑπολέλειπται μετὰ τοῦ κομήτου λύσιν ἀστὴρ εἴτε μή.

[*](1 ὑποκείμενον αὐτῷ] κατωτέρω a 6. 7 τῶν λύχνων ex τὸ λύχνον corr. M1 7 8 μὴ καθ’ ὁμοίως M 13. 14 ὑπολειφθῆναι ex ἀπολειφθῆναι corr. V: ὑποληφθῆναι a 19 πρὸ τῆς] πρὸς ἧς M 24 πλανομένους (sic) ex παυομένους corr. Μ1 28 ὁ Ἀριστοτέλης Ma 30 διαφέρον τε] διαφέρονται διαφέροντα a)
87
[*](p. 343 b 17)

Ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὖ πρότερον ὲμνήσθημεν, [*](97r) ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίας ἀφ' ἑσπέρας ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δ’ ὑστεραίᾳ ὤφθη ὅσον ἐνδέχεται· καὶ γὰρ ἐλάχιστον ὑπελείφθη καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἶον ἅλμα, διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος καὶ ἐνταῦθα διελύθη.

Καὶ ἐκ τῶν περὶ τὸν μέγαν κομήτην συμβεβηκότων, ἐφ’ οὗ καὶ ὁ σεισμὸς καὶ ἡ τοῦ κύματος ἔφοδος γέγονε, τὴν αὐτὴν πίστιν ἐπάγεται τοῦ μήτε ἕνα τῶν πλανωμένων ἀστέρων εἶναι τὸν κομήτην μήτε σύνοδον καὶ σύμφασιν ἅμα πάντων. ὡς ἔθος δὲ τοῖς παλαιοῖς ἐπισημειοῦσθαι τὰ τοιαῦτα πάθη, καὶ αὐτὸς τὰ περὶ τὸν κομήτην ἐκεῖνον ἱστορεῖ γενόμενα. ὀφθῆναι μὲν γὰρ αὐτόν φησιν ἑσπέρας χειμῶνος ὄντος πάγων τε καὶ αἰθρίας, καὶ τῇ μὲν πρώτῃ, φησίν, οὐκ ὤφθη δηλονότι καθ’ ἣν συνέστη, ὡς τοῦ ἡλίου προδεδυκὼς ἡ συγκαταδὺς αὐτῷ δηλονότι. καθ’ ἣν δὲ ἑσπέραν ὤφθη, δευτέρα μὲν ἦν τῆς συστάσεως αὐτοῦ, πρώτη δὲ τῆς φάσεως. ἐν ταύτῃ οὖν ὀφθῆναί φησιν αὐτὸν ὑπὲρ τὸν ὁρίζοντα χρόνον ἐλάχιστον· πρὸς δυσμαῖς γὰρ ἦν, διὸ καταδύντι τῷ ἡλίῳ μετ’ ὀλίγον ἐπικατέδυ. συγκινοῦνται γὰρ οἱ κομῆται τῷ ὑπεκκαύματι καὶ τῷ ὑπ’ αὐτὸ ἀέρι, ὅσος μὴ λιμνάζει μεταξὺ τῶν ὀρῶν, ταῦτα δὲ τῷ οὐρανῷ. ἀλλ’ εἰ καὶ κατέδυ, φησίν, ἀλλ’ οὖν τὸ φέγγος αὐτοῦ ὑπερήλατο τὸν ὁρίζοντα τοσοῦτον, ὥστε τὸ τρίτον τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου καταυγάσας οἱονεὶ τῷ ὑδροχόῳ συνέδυνε, καὶ τὸ φῶς αὐτοῦ δύο ζῴδια διικνεῖτο, τοὺς ἰχθῦς τε καὶ τὸν κριόν· τοῦτο γάρ ἐστι τὸ τρίτον τοῦ ὑπὲρ γῆν μετὰ τῶν ἑκατέρωθεν παρανατελλόντων αὐτοῖς· οὕτω πολὺς ἦν τῷ μεγέθει τε καὶ τῇ δυνάμει. πόθεν δὲ ὅτι τῇ προτέρᾳ τῆς φάσεως αὐτοῦ συνέστη; ἐτεκμήρατο καλῶς ἐκ τοῦ τὴν αὐγὴν αὐτοῦ καταδεδυκότος ἤδη τοσοῦτον ὑπεράλλεσθαι, ὡς τὸ τρίτον καταυγάσαι τοῦ ὑπὲρ γῆν οὐρανοῦ· τῷ οὖν μὴ πρὸ ταύτης τῆς ἡμέρας τὴν αὐγὴν αὐτοῦ τὸν ὁρίζοντα ὑπεράλλεσθαι τεκμαίρεται πρὸ μιᾶς τῆς φάσεως αὐτὸν συστῆναι. κατ’ ὀλίγον γὰρ καὶ οὐκ ἀθρόα τούτων ἡ ἔξαψις γίνεται· προϋπέστη ἄρα τῆς φάσεως, ἀλλ’ οὐκ ἐφαίνετο μήπω παραλλάξας τὸν ἥλιον μηδὲ τοσοῦτός πως γενόμενος ἴσως. τὸ δ’ οἷον ἅλμα φησί, τουτέστιν τοσαύτη γέγονεν ἡ ταχυτὴς τῆς κινήσεως τῶν αὐγῶν αὐτοῦ, ὡς ἅλματι ἐοικέναι· διὸ καὶ ἐκλήθη, φησίν, ὁδὸς τὸ φῶς αὐτοῦ τὸ διοδεῦσαν τὸ εἰρημένον διάστημα, ἡ διὰ τὴν ταχυτῆτα τῆς κινήσεως οὕτω κληθὲν ἢ διὰ τὸ δίκην ὁδοῦ λευκανθῆναι τὸν τόπον ἐκεῖνον, ᾗ φησιν ὁ τὰ Ἀργοναυτικά [*](2 αἰθρίαις Arist. 2. 3 ἐπὶ Ἀστείου ἄρχοντος] 01. 101,4 = 373/72 a. Chr. 3 daxtou VM Arist. EllN: ἀρισταίου a Arist. F 4 καὶ γὰρ MVa Arist. HN: om. Arist. E: καὶ om. Arist. F 6 τοῦ ante τρίτου om. Ma 9 post κομήτην add. ὠρίωνα Ma ἐφ’ d καὶ Ma 33. 34 τοσαύτη γέγονε τουτέστιν coll. libri 34 τῶν αὐγῶν—κινήσεως (36) om. a 37 ᾗ φησιν ὁ τὰ Ἀργοναυτικά] Apoll. Rh. I 545 sq.)

88
’μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη [*](97r) πεδίοιο”. εἰ δὲ ἐν χειμῶνι καὶ πάγοις ὁ κομήτης ἐφάνη καὶ τῷ ἡλίῳ συγκατέδυ, ἐν χειμεριναῖς ἄρα τροπαῖς ἢ περὶ ταύτας ὁ ἥλιος ἦν, καὶ σύνδρομος αὐτῷ ὁ κομήτης. εἰ οὖν ἐν αἰγοκέρωτι φέρε τὸν ἥλιον ὑποθώμεθα δύναντός τε αὐτοῦ τὸ πρῶτον ὁ κομήτης ἐφάνη, δῆλόν ἐστιν ὡς ἐν ὑδροχόῳ τότε ὑπῆρχεν ἡ περὶ τοὺς ἰχθῦς. ἐπανῆλθε δέ, φησί, μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, τουτέστι παρήλλαξε τὸν ἥλιον ὑπο- λελειμμένος αὐτοῦ τρία καὶ πλέον ζῴδια, ἰχθῦς, κριόν, ταῦρον καὶ τῶν διδύμων τι μέρος· ὑπὸ τούτους γάρ ἐστιν ἡ ζώνη τοῦ Ὠρίωνος, ὑφ’ ἣν γενόμενος ὁ κομήτης ἐλύθη. ἐν αὐτῷ δὲ κεῖται τῷ χειμερινῷ τροπικῷ ἡ τοῦ Ὠρίωνος ζώνη· οὐκοῦν ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ὁ κομήτης συνέστη. εἰ γὰρ καὶ συγκινοῦνται τοῖς οὐρανίοις ὅ τε ἀὴρ καὶ τὸ ὑπέκκαυμα, ἐν ᾧ γίνεσθαι τοὺς κομήτας ἀνάγκη, ἀλλ’ οὐ πάντως ἰσοδυναμοῦσιν αὐτοῖς· διὸ παρήλλαξε τὸν ἥλιον ὁ κομήτης μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος ὑπολειφθείς.

[*](p. 343 b 25)

Καίτοι Δημόκριτός προσπεφιλοπόνηκε τῇ δόξῃ τῇ ἑαυτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς. τοῦτο δ’ οὐχ ὁτὲ μὲν ἔδει γίνεσθαι ὁτὲ δ’ οὔ, ἀλλ’ ἀεί.

Ἐπειδὴ τῶν νῦν Ἀριστοτέλους ἐλέγχων εἷς ἦν τὸ διαλυομένων τῶν κομητῶν ὑπολειπόμενον ἀστέρα μὴ φαίνεσθαι, καίτοι γε, φησίν, αὐτό γε τοῦτο Δημόκριτος ἑωρακέναι λέγει γενόμενον τῇ ἰδίᾳ προσφιλοπονῶν δόξῃ. ἀλλ’ ἔδει, φησὶν Ἀριστοτέλης, ἀεὶ τοῦτο γίνεσθαι, εἴπερ τῶν πλανωμένων ἀστέρων ὁ κομήτης ἦν· νῦν δὲ πολλῶν γενομένων κομητῶν καὶ πολλάκις οὐδέποτε τοῦτο γινόμενον | τεθεάμεθα. ἔστι δὲ καὶ ἄλλως πρὸς αὐτὸν [*](97v) ὑπαντῆσαι, ὡς εἰ καὶ τοῦτο Δημόκριτος ἔδοξεν ἑωρακέναι, ἵνα μὴ παντελῶς αὐτοῦ τῇ αἰσθήσει διαμαχώμεθα, πεπλανῆσθαί φημι τὸν ἄνθρωπον. εἰκὸς γὰρ ὑπὸ τοῦ κομήτου δίκην νέφους ἐπιπροσθουμένους τῶν ἀστέρων τινάς, ὡς ὁ κομήτης διελύθη, φανῆναι τούτους, ὡς καὶ νέφους διαχεομένου οἱ πρὶν ὑπ’ αὐτοῦ κρυπτόμενοι φαίνονται ἀστέρες, καὶ τῷ γενομένῳ τὸν Δημόκριτον οὐκ ἐπιστήσαντα διαλυθῆναι τὸν κομήτην εἰς ἀστέρας νομίσαι. οἶμαι δὲ καὶ ἀπλανεῖς ἦσαν οἱ φανέντες αὐτῷ πρότερον ἐπιπροσθούμενοι· εἰ γὰρ τῶν πλανωμένων ἦσαν, ἔλεγεν ἄν καὶ τίνες ὑπῆρχον, τὴν ἑαυτοῦ δόξαν πιστούμενος.

[*](p. 343 b 28)

Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοί φασι καὶ τῶν πλανητῶν καὶ πρὸς αὐτοὺς καὶ πρὸς τοὺς ἀπλανεῑς γίνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύδύνοντος [*](5 Ma τε αὐτοῦ τὸ scripsi: αὐτοῦ τό τε coll. libii 7 ἥλιον] ὠρίωνα In vers. V, sed sscr. ἥλιον 9 μέρος] μόριον a 10 αὐτῷ] νότῳ a 15 προσπεφιλοπόνηκε Ma sscr. V, cf. v. 20: προσπεφιλονείκηκε in vers. V, ut Arist. codd. 16 αὐτοῦ Ma τῶν om. Ma 17 γενέσθαι Ma 21 εἴπερ ex ἐπείπερ corr. V: ἐπείπερ Ma 29 κομήτων a 35 τῶν] τὸν Ma)

89
μοι ὑπελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλ’ οὐ κομήτην [*](97v) γενόμενον.

Πάλιν ἐξ ἱστορίας ὅτι μὴ σύνοδος ἀστέρων ἐστὶν ὁ κομήτης ἐλέγχει. παρατετηρηκέναι γὰρ Αἰγυπτίους φησὶ καὶ ἑαυτὸν ἑωρακέναι τῶν πλανήτων τινας συνελθόντας ποτὲ μὲν πλανωμένοις ποτὲ δὲ ἀπλανέσιν, ὡς καὶ ἐπιπροσθεῖν αὐτοῖς καὶ ἀφανεῖς ποιῆσαι, καὶ ὅμως κομήτης ἐκ τούτων οὐ γέγονεν· οὐκ ἄρα σύνοδος καὶ σύμφασις ἀστέρων ἐστὶν ὁ κομήτης.

[*](p. 343 b 32)

Ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλ’ ὅμως ἀδιαίρετοί γε καθ᾿ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἂν ἐποίησαν μέγεθος μεῖζον, οὕτω καὶ ἐπειδὴ οὐκ εἰσι μὲν φαίνονται δὲ ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους μέγεθος ὄντες.

Ἐσχατον ἔλεγχον τίθησι τοῦτον τῶν σύνοδον καὶ σύμφασιν ἀστέρων τὸν κομήτην ὑποτιθεμένων· ἀλλ’ οὐκ ἐξ ἱστορίας ὁ ἔλεγχος, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλ᾿ ἐκ τοῦ λόγου καὶ τῆς κατὰ τοῦτον ἀποδείξεως. εἰ γὰρ καὶ τῶν, ἀστέρων οἱ μὲν ἐλάττους, φησίν, οἱ δὲ μείζους φαίνονται, ἀλλ’ ὅμως καθ᾿ αὑτὸν ἕκαστος θεωρούμενος ἀδιαίρετος σχεδὸν εἶναι δοκεῖ ὡς πρὸς αἴσθησιν· οὕτω μικροὶ φαίνονται. ὥσπερ οὖν τὰ φύσει ἀδιαίρετα, λέγω δὲ τὰ σημεῖα, συνελθόντα μέγεθος οὐ ποιεῖ, οὕτω δήπου καὶ τὰ κατ’ αἴσθησιν αδιαιρετα δοκοῦντα εἶναι διὰ τὴν μικρότητα, οἷοιπερ εἰσὶν οἱ ἀστέρες, κἄν συνέλθωσιν, οὐ ποιοῦσι μέγεθος αἰσθητόν. εἰ δὲ καὶ ἀδιαίρετοι τοῖς ὁρῶσι φανεῖεν, οὐδ’ οὕτω συνερχόμενοι τοσοῦτον ποιῆσαι δύνανται μέγεθος, ὅσον ἔχοντες οἱ κομῆται φαίνονται· τινὲς γὰρ αὐτῶν οὐχ ἕν, ἀλλὰ καὶ δεύτερον πολλάκις ὑποτρέχοντες ζῴδιον ὤφθησαν. μέχρι δὲ τῶν ἐνταῦθα τὰς περὶ τῶν κομητῶν ὑπονοίας τῶν πρὸ αὐτοῦ διελέγξας, ἐντεῦθεν λοιπὸν τὰ αὐτῶ δοκοῦντα περὶ τούτων διδάσκει.

[*](p. 344 a 5)

Ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι ἄν τις ὧδε περὶ μάλιστα συμβαίνειν.

Λοιπὸν μέτεισιν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν τῆς γενέσεως τῶν κομητῶν αιτιαν, καὶ τινα τρόπον μετιτέον τὴν περὶ αὐτῶν διδασκαλίαν, ἀπαγγέλλει. [*](1 συνελθ.όντα Arist. EFH: ἀπελθόντα Arist. N τινὶ ἤδη om. Ma: τινὶ δὶς ἤδη ex corr. Arist. E post ἀφανίσαντα add. τινὰ δυσειδῆ M: τινα δὶς ἤδη a 8 Ἔτι] Ἔστι Ma 9 κἂν ἐλάττους Arist. FH 10 καὶ om. Ma διαιρετοὶ Ma 14 τῶν ex τὸν corr. V 18 καθ’ αὑτὸν—λέγω δέ (19) om. a 21 εἰσὶν 0111. a 30 τίς ἄν Ma 33 διδασκαλίαν in lit. V)

90
ἐπειδὴ γὰρ ἄδηλός ἐστι τῇ αἰσθήσει ἡμῶν ἡ περὶ τῆς γενέσεως αὐτῶν αἰτία, [*](97v) δεῖ, φησί, καὶ περὶ αὐτῶν καὶ περὶ πάντων ποιουμένους λόγον τῶν τοιούτων καὶ φυσιολογεῖν αὐτὰ βουλομένους τοιούτους ἀποδιδόναι λόγους περὶ αὐτῶν, ὧς μηδὲν αὐτοῖς ἀδύνατον ἕπεσθαι μηδὲ τοῖς φαινομένοις μαχόμενον. τουτο δὲ ὅ φησίν ἐστιν· ἐὰν εἰς τὸ· δυνατὸν ἀναγάγωμεν ὅσον ἐκ τῶν φαινομένων τοὺς περὶ αὐτῶν λόγους, καὶ μηδὲν αὐτοῖς ἀδύνατον ἕποιτο, οἷα συνέβη τοῖς ὑπὸ τῶν πρὸ 7)0.0)7 περὶ τῶν κομητῶν εἰρημένοις, τουναντιον δὲ συμφώνους ἀποδώσομεν καὶ· ὁμολογοῦντας τοῖς πράγμασιν, εἰ οὖν τοῦτο γένοιτο, συμβαίνοντα τοῖς φαινομένοις λέξομεν.

[*](p. 344 a 8)

Ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν.

Εἴρηκεν ἤδη πρότερον ὅτι διτταὶ κάτωθεν ἀναθυμιάσεις ἀνέρχονται, μία μὲν ἐκ τῶν ὑγρῶν σωμάτων ἡ ἀτμιδώδης, ἑτέρα δὲ ἐκ τῶν ξηρῶν ἡ καπνώδης, ἣν ὑπέκκαυμα προσηγόρευσεν ὡς ἐπιτηδείαν εἰς ἔξαψιν. περὶ μὲν οὖν τῆς ἀτμιδώδους λόγος οὐδεὶς ἐν τοῖς προκειμένοις οὐδὲ ἐν τοῖς ἤδη προειρημένοις· μόνη γὰρ ἡ καπνώδης τούτων ἁπάντων αἰτία ἐστὶν ὡς ὕλη. αὕτη τοίνυν ἡ ἀναθυμίασις, τουτέστι τὸ ὑπέκκαυμα, καὶ πολὺ μέρος τοῦ μετ’ αὐτὴν ἀέρος τὸ διῆκον μέχρι τῆς κορυφῆς ἄνωθεν τῶν ὑψηλοτάτων ὀρῶν τῇ περιφορᾷ τῶν οὐρανίων συνεφέλκονται κυκλικὴν καὶ αὐτὰ συγκινούμενα κίνησιν. ὅτι δ’ ἡ κίνησις θερμαίνει, καὶ τοῦτο προείρηκεν. ὅταν οὖν ἡ ἀναθυμίασις ἡ ξηρὰ τοιαύτης εὑρεθείη συστάσεως, ὡς μήτε λεπτὴ λίαν καὶ ἀσθενὴς εἶναι καὶ εὐδιάλυτος μήτε πυκνὴ καὶ παχεῖα τοτοῦτον ὡς εἶναι δυσέξαπτος, ἀλλὰ μέση πως ἀμφοτέρων καὶ εὔκρατος, ἡ τοιαύτη, φησί, τῇ κινήσει καὶ τῇ συμπεριαγωγῇ τῶν πέριξ σωμάτων θερμαινομένη πλέον τῆς ἐκ φύσεως αὐτῇ προσούσης θερμασίας ἐξάπτεται καὶ ποιεῖ τὸν κομήτην. εἰ μὲν γὰρ λεπτοτέρα εἴη, θᾶττον μὲν ἐξάπτεταί εὐθὺς δὲ ἀποσβέννυται στυπείου λεπτοῦ δίκην· εἰ δὲ πυκνοτέρα τύχοι τῆς γένεσιν κομήτου συστάσεως, οὐκ ἐξαρκεῖ πρὸς ἔξαψιν ταύτης ἡ κίνησις· οὐδὲ γὰρ τὰ πυκνότερα τῶν ξύλων εὐέξαπτα, καὶ τὰ φρυγανώδη ῥᾷον ἐξ- αφθέντα δαπανᾶται θᾶττον καὶ ἡ φλὸξ οἴχεται. δεῖ δὲ καὶ τὴν ἔξα|ψιν [*](98r) αὐτὴν ἤτοι τὴν αἰτίαν ταύτης εἶναι σύμμετρον, ὡς μήτε τῇ σφοδρότητι δαπανᾶν τὴν ὕλην εὐθὺς μήτε τῇ ἀμυδρότητι δρᾶν εἰς αὐτὴν μὴ δύνασθαι μηδὲ δι’ ὅλου ταύτης ἐπικρατεῖν. ὁ δὲ κομήτης ἐξαφθεὶς στέγει χρόνον τινὰ τὴν φλόγα μὴ δαπανώμενος· ταύτῃ γὰρ τῶν τε προειρημένων πυρώ- σεων καὶ φλογῶν καὶ δαλῶν καὶ διᾳττόντων οἱ κομῆται διενηνόχασιν, ὅτι πολυχρόνιοι μὲν οὗτοι, ἐκεῖνοι δ’ ἐπὶ μικρὸν ἐξαφθέντες εὐθὺς ἀποσβέννονται. τῆς οὖν ἐπιμονῆς καὶ ἡ πύκνωσις αἰτία τῆς ὕλης καὶ ἡ κάτωθεν [*](2 τοιούτων] ποιούντων M 5 ὅσων a 6 καὶ] τῶν a 11 ἐστι om. a 12 post θερμήν add. καὶ τὰ ἑξῆς Ma 15 εἰς om. Ma 16 τοῖς κειμένοις a οὐδὲν ἐν a 19 μετ’ αὐτὸν M 28 στυπτείου M)

91
προστιθεμένη τῷ κομήτῃ ἀναθυμίασις, ὡς εἰ ξύλα πυρὶ προσάγων ἡ [*](98r) λύχνῳ ἔλαιον διατηροίη τὴν φλόγα, μέχρις ἂν ἡ χορηγία τῆς ὕλης ἐπιλίποι. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος διδάσκαλος ἑωρακέναι κομήτην, οὗ τὰ μὲν ἦν ἀμυδρὰ καὶ ἧττον ἐκπεπυρωμένα, τὰ δὲ λίαν ἐκλάμποντα· ταῦτα δὲ διαλυθῆναι θᾶττον δηλονότι διὰ τὸ σφοδρότερον τῆς ἐκκαύσεως, τὰ δ’ ἀμυδρὰ πλείονα διαρκέσαι χρόνον μαλακωτέρας οὔσης τῆς ἐκπυρώσεως. ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξη·ρὰν καὶ θερμήν ταῦτα γὰρ ἤδη προείληφεν, ὅτε περὶ τῆς τάξεως τῶν πέντε στοιχείων ἐδίδασκεν, ὅτι μετὰ τὰ ἐγκύκλια σώματα εὐθύς ἐστι τὸ ὑπέκκαυμα, καὶ μετὰ τοῦτο τρίτος ὁ ἀήρ, μεθ’ ὃν τὸ ὕδωρ, καὶ πάντων ἔσχατον ὡς ἐπὶ τὸ μέσον ἡ γῆ.

[*](p. 344 a 11)

Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς κινήσεως.

Ἐπὶ πολύ φησι τοῦ ἀέρος τὸν διατείνοντα λέγων ἀέρα μέχρι τῆς κορυφῆς τῶν ὑψηλοτάτων ὀρῶν, ὃς λιμνάζων οὐ συνεφέλκεται τοῖς κυκλοφορουμένοις ὑπὸ τῶν περιεχόντων ὀρῶν κωλυόμενος. βίαιον οὖν τὴν περιφορὰν τῶν δύο τούτων σωμάτων εἶναι βούλεται. καὶ πῶς τὸ βίᾳ καὶ παρὰ φύσιν διηνεκές; ἑτέρωθι δὲ περὶ τούτων εἰρήκαμεν ἱκανῶς. τὸ δὲ περὶ τὴν γῆν συμπεριάγεσθαι ὡς περὶ κέντρον βουλομένου ἐστὶ τὴν γῆν· κέντρου γὰρ λόγον ἔχειν τὴν γῆν μετὰ τοῦ συναπειλημμένου ὕδατος καὶ τοῦ λιμνάζοντος ἀέρος πρὸς τὴν ἀπλανῆ δέδεικται.

[*](p. 344 a 13)

Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾗ ἄν τύχοι εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται, διό φαμεν γίνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς.

Φερομένη, φησίν, ἡ ἀναθυμίασις ἡ ξηρὰ τὸν τρόπον τοῦτον, τουτέστι τοῖς οὐρανίοις συμπεριαγομένη, ὅπου δήποτε τύχῃ εὔκρατος οὖσα, τουτέστιν ἐπιτηδεία πρὸς ἔξαψιν, ὡς μήτε λίαν εἶναι λεπτὴν καὶ ἀραιὰν μήτε τοὔμπαλιν παχεῖαν καὶ πυκνήν, πάντως ἐκπυροῦται. ἐκ ταύτης δὲ γίνεσθαι καὶ τοὺς διατρέχοντας ἀστέρας ἀπέδειξεν, οὓς διᾴττοντας ὀνομάζουσιν.

[*](p. 344 a 16)

Ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθ’ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχύ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμ- [*](2 fort. διατηροίης 7 ὑμῖν a 13 αὐτή τε om. a 16 διατίνοντα M 21 περὶ κέντρου M 25 τύχῃ Arist. 32. 33 τὴν ἄνωθεν V Arist. N: post τὴν acid. τῶν Ma Arist. EFH 33 λίαν ὡς μήτε M 35 post πολὺ add. ἐκκαίειν Ma 35.92,1 συμπίπτει Va Arist. FHN: συμπίπτῃ Arist. E: συμπίπτειν M)

92
πίπτει ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίνεται [*](98r) κομήτης, ὅπως ἄν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐὰν μὲν γὰρ πάντῃ ὁμοίως, κομήτης, ἐὰν δ’ ἐπὶ μῆκος, καλεῖται πωγωνίας.

Εἰρηκὼς ποίαν ἔχειν δεῖ συμμετρίαν τὴν ὕλην ἐξάπτεσθαι μέλλουσαν εἰς κομήτου γένεσιν λέγει νῦν καὶ τὴν ποιητικὴν αἰτίαν ὁποίαν εἶναι χρεών, ἣν ἀρχὴν ἐκάλεσε πυρώδη, ὅτι σύμμετρον καὶ αὐτήν, ὡς μήτε θᾶττον ἐκδαπανῆσαι τὴν ὕλην διὰ τὴν σφοδρότητα μήτε ὑπ’ αὐτῆς ἀποσβεσθῆναι διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ ἀμυδρότητα. δῆλον οὖν ὅτι ἀρχὴν λέγει τὸ πρῶτον ἐξαφθὲν τῆς ἀναθυμιάσεως μόριον. πόθεν δὲ ἡ πυρώδης αὕτη γίνεται ἀρχή, πολλάκις εἶπεν, ὅτι διὰ τὴν ἄνωθεν κίνησιν. εἴτε γὰρ πολλὴ λίαν εἴη καὶ σφοδρά τις ἡ ἔξαψις, ταχέως ἐκκαίει τὴν ὕλην καὶ ἐκδαπανᾶται καὶ ἐπὶ πολὺ διάστημα χωρεῖ καίουσα ταύτην· τοῦτο δὲ φλόγας, οὐ κομήτην ποιεῖ, περὶ ὧν ἤδη γέγραφεν ὅμοιον ὡς εἰ μεγίστη φλὸξ εἰς κληματίδας ὀλίγας ἢ λεπτὸν ἐμπέσῃ στυπεῖον· θᾶττον γὰρ ἐκδαπανήσει ταῦτα· εἴτε ἀσθενὴς ἡ πυρώδης ἀρχὴ εἴη, τοὔμπαλιν ὑπὸ τῆς ὕλης αὕτη πνιγομένη σβέννυται πάσχουσα μᾶλλον ὑπὸ τῆς ὕλης καὶ οὐκ εἰς αὐτὴν δυναμένη μέγα τι δρᾶν, ὡς εἰ μικρὰ φλὸξ εἰς ἔλαιον ἐμπέσοι πολὺ ἢ πλῆθος ξύλων ἢ μέγεθος ἢ πυκνότητα· δυσκατέργαστα γάρ ἐστι τὰ τοιαῦτα. δεῖ οὗν καὶ αὐτὴν ἐκφεύγουσαν τῶν ἀμετριῶν τούτων ἑκατέραν μέσην πως εἶναι, μήτε νικωμένην ὑπὸ τῆς ὕλης μήτε λίαν αὐτὴν ὑπερβάλλουσαν· οὕτω γὰρ ἔχουσα τὸν κομήτην ποιήσει. δεῖ δέ, φησί, καὶ κάτωθεν ἄλλην ὕλην ἐπαναβαίνειν εὔκρατον, τουτέστιν ἐπιτηδείαν εἰς ἔξαψιν, ὡς ἀναπληροῦν τὴν δαπανωμένην τοῦ κομήτου ὕλην καὶ τῇ ποιητικῇ δυνάμει χορηγίαν παρέχειν εἰς ἐργασίαν, ἵν’ οὕτω πλείονα χρόνον διαμείνῃ τὸ πάθος. τοιαύτη τις ἡ τῶν κομητῶν ὑπάρχει σύστασις. κοινότερον μὲν οὗν ὅλον τὸ τοιοῦτον γένος κομήτας ἐπονομάζουσιν· ἀρχόμενος γοῦν ὁ Ἀριστοτέλης τοῦ λόγου περὶ αὐτῶν οὕτως εἴρηκεν ”περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος“· εἰδικώτερον δὲ καὶ τούτων ἕκαστος τῷ σχήματι τῆς ἀναθυμιάσεως πρέπον εἴληφεν ὄνομα. εἰ μὲν γὰρ σφαιροειδὴς ἡ ἀναθυμίασις οὖσα τύχῃ μικρῶν αὐτῇ παρηρτημένων ἔξωθεν τοιούτων συστάσεων, εἰδικώτερον τὸ σχῆμα τοῦτο καλεῖται κομήτης, ἐπειδὴ κόμῃ προσέοικεν, ἐξ οὗ πλεονάζοντος καὶ πάντας οὕτω καλοῦσιν· ἐὰν δὲ ἐπιμήκης εἴη καὶ μόνον, δοκίας καλεῖται, τριγωνίζουσα δὲ πωγωνίας ὠνόμα|σται, πιθίας δέ [*](98v) τις ἕτερος καὶ ἄλλος ἄλλοθεν ἄλλο τι συμφώνως τῷ σχήματι.

[*](p. 344 a 23)

Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι. παραπλήσιον γὰρ [*](2 ὅπως ἂν—κομήτης (3) om. Ma 3 τὴν δ’ ἐπὶ MV 12 εἴη om. a 15 post r; add. εἰς Ma ἐμπέσοι a 18 εἰ] ἡ M 22.23 ὕλην ἄλλην coll. Ma 23 εὔκρατον iti lit. V: εὔκαιρον Ma 28 καὶ Arist., cf. p. 75,9: ἢ libri 21) ἰδικώτερον Ma 30 γὰρ om. a 31 τύχοι Ma αὐτῇ scripsi: αὕτη libii 34 πυθίας V 37 post ἡ μονὴ add. καὶ Ma γὰρ] δὲ M)

93
τὸ γινόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε [*](98v) δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν. φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυίαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν.

Tὴν πρὸς ἄλληλα διαφορὰν τῶν κομητῶν καὶ τῶν διᾳττόντων διδάσκει καὶ νῦν. ὥσπερ γάρ, φησίν, ἡ φορὰ τῆς τοιαύτης ἀναθυμιάσεως καθ’ ὃν εἴρηται γινομένη τε καὶ ἐξαπτομένη τρόπον ἀστέρος εἶναι δοκεῖ διαδρομή τε καὶ κίνησις, ὅπερ ἐκαλεῖτο διᾴττων, οὕτω καὶ ἡ μονὴ τῆς ἐξάψεως τῆς τοιαύτης ἔδοξε τοῖς ὁρῶσιν ἀστέρος εἶναι μονή· τοῦτο δέ εἰσιν οἱ κομῆται γενικώτερον οὕτω καλούμενοι. πάλιν δὲ τὸ γινόμενον διδάσκει πάθος δι’ ὑποδείγματος. ὡς γὰρ <εἰ> εἰς ἀχύρων, φησί, θημῶνα δαλὸν τις ἢ μικρά τις ἀρχὴ τούτῳ πυρὸς ἐμπέσοι, οἷον σπινθήρ, <καὶ> βραχύ τούτων ἐξάψειε, τὸ πρῶτον ἐξαφθὲν τῶν ἀχύρων μέρος τῷ ἑξῆς μεταδίδωσι, καὶ τοῦτο τᾷ μετ’ αὐτό, τοῦ πρῶτον ἐξαφθέντος σβεννυμένου διὰ τὴν λεπτότητα τῆς ὕλης, καὶ οὕτως ἐφεξῆς, ἕως ἂν ἐξαφθῇ τὸ ἐπιτήδειον ἅπαν καὶ λοιπὸν μηκέτι εἴη τὸ ἐξαπτόμενον, τοῦτο δὲ τοῖς μὲν πλησιά- ζουσι δῆλόν ἐστι πῶς γίνεται, τοῖς δὲ πόρρωθεν βλέπουσι μιᾶς φλογὸς κίνησις εἶναι δοκεῖ καὶ διαδρομή, τοῦτο καὶ ἐπὶ τῶν διᾳττόντων συμβαίνει· διὰ γὰρ τὴν εὐφυίαν, φησί, τοῦ ὑπεκκαύματος, τουτέστι τὴν ἐπιτηδειότητα τὴν πρὸς ἔξαψιν, ἄλλο μετ’ ἄλλο τούτου μέρος ἐξαπτόμενον κατὰ συνέχειαν, τοῦ τε προεξαφθέντος σβεννυμένου διὰ τὸ ῥᾳδίως δαπανᾶσθαι εἷς ἀστὴρ ἐπί τι μῆκος διατρέχειν δοκεῖ. ἀρχὴ μὲν οὖν ἐστι τῆς δοκούσης κινήσεως τὸ ὅθεν ἤρξατο καίεσθαι, τέλος δὲ τὸ ὅπῃ παύεται διὰ τὸ μὴ εἶναι λοιπὸν ἐπιτηδείαν ὕλην πρὸς ἔξαψιν. εἰ δὲ ἐν τῷ διατρέχειν τὴν φλόγα ἐμπέσῃ πυκνοτέρα τις καὶ παχεῖα ὕλη καὶ στέγειν δυναμένη τὸ τοῦ πυρὸς εἶδος, τοῦ μὲν διαΐσσοντός ἐστι τοῦτο πέρας, τοῦ κομήτου δ’ ἀρχή· μένει γὰρ ἡ ἐν τούτῳ λοιπὸν ἐπὶ χρόνον τινὰ διά τε τὸ πλῆθος τῆς ὕλης καὶ τὴν πυκνότητα καὶ διὰ τὴν ἐπὶ πολὺ κάτωθεν χορηγουμένην ἀναθυμίασιν τῷ κομήτῃ καὶ προστιθεμένην αὐτῷ δίκην τροφῆς καὶ ἀναπληροῦσαν τὸ δια- πεφορημένον τῆς προεξαφθείσης ὕλης αὐτοῦ. τὸ δὲ γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς, τὸ τέλος, φησί, τῆς τοῦ διᾴττοντος διαδρομῆς (τέλος ἔσχεν ἔνθα πυκνότητος ὑπήντησεν ὅλης) ἀρχὴ τῆς φορᾶς ἐστι τοῦ κομήτου, τουτέστι τοῦ καίεσθαι τὴν ὕλην αὐτοῦ ἀρχή ἐστι· καὶ ἐπὶ τούτου γὰρ ἐπινέμεται τὴν ἐφεξῆς ἡ προλαβοῦσα καὶ φερο- [*](4 ἐπί τι μῆκος Ma δὴ τοῦτο] δέ τι Ma μείνειε Ma Arist. F: μείνοιε V Arist. N: διαμείνειε Arist. ΕΗ 5 διελθὼν a ᾗ] ἢ a 13 ἔδειξε M 15 εἰ et 16 καὶ acididi 18 τοῦτο τῷ μετ᾿ αὐτό scripsi: τούτω τὸ μεταξὺ libri 24 τοῦτο μέρος M 25 εἷς] ἧς M 36 πυκνότης Ma 37 φθορᾶς M 38 ἐστι scripsi: ἔτι libri)

94
μένη τὸ ἐπιτήδειον ἐξάπτει, ἀλλὰ διὰ τὴν παχύτητα τῆς ὕλης οὔτε τὸ [*](98v) ἐφεξῆς ῥᾳδίως ἐξάπτεται <οὔτε> τὸ προλαβὸν ἑτοίμως ἀπομαραίνεται, διόπερ οὐδὲ κινήσεως φαντασία τις ἡμῖν ὑποπίπτει. ἡ οὗν ἀρχὴ τῆς φορᾶς εἶπεν, ἤτοι τῆς κινήσεως τοῦ κομήτου μετὰ τοῦ παντὸς ἀρχὴ ἢ ἁπλῶς τῆς ὑπάρξεως αὐτοῦ καὶ εὐπορίας τῆς ὕλης ἀρχή. τὸ γὰρ πολλοὺς γεγονέναι καρποὺς φορὰν καρπῶν λέγομεν, καὶ ἐπὶ τῶν χειρόνων ὁμοίως. Μένανδρος “φορὰ γὰρ νῦν τούτου γέγονε καλὴ δι’ ὁτιδήποτε”. συμπεραίνων εἰρημένα φησὶ τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ τὸ πέρας καὶ ἀρχήν. ὁ κομήτης, φησίν, ἀστὴρ οἷον ἀστέρος ἐστὶ διαδρομή, τουτέστι διᾴττων ἐστὶ τὴν ἀρχὴν ἔχων καὶ τὸ πέρας ἐν ἑαυτῷ τῆς ἐκκαύσεως μένον ἐν αὐτῷ καὶ μὴ σβεννύμενον· ἐπὶ γὰρ τοῦ διᾴττοντος ἐξαπτόμενον εὐθὺς σβέννυται. τὰ γὰρ ἐν κινήσει τὸ εἶναι ἔχοντά ἐστι τοιαῦτα, οὔτε τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς οὔτε τὸ πέρας ἔχοντα· ἐν τῷ γίνεσθαι γὰρ καὶ φθείρεσθαι πᾶσα ἡ κίνησις ἔχει τὸ εἶναι, μένον δέ τι μόριον αὐτῆς παντελῶς ἐστιν οὐδὲν ὡς οὐδὲ τοὐ χρόνου οὐδὲ τῆς φθορᾶς. ὁ δὲ κομήτης ἐν ἑαυτῷ ἔχει καὶ τὸ πρῶτον ἐξαφθὲν καὶ τὸ ἔσχατον μένοντα καὶ σωζόμενα. οὐκοῦν ὁ κομήτης διᾴττων ἐστὶν οὐ κινούμενος ἀλλὰ μένων καὶ τὴν ἀρχὴν καὶ τὸ πέρας τῆς ἐξάψεως ἔχων ἐν ἑαυτῷ.

[*](p. 344 a 33)

Ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθ’ αὑτὸν φαίνεται κομήτης· ὅταν δὲ ὑπὸ τῶν ἀστέρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλ’ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν ᾖ πεπυκνωμένος οὕτως ὁ ἀήρ, ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἷον ἅλως ἐστί. πλὴν ἡ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δ’ ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμενον ἐστιν.

Ἐπειδὴ κομῆται γίνονται καὶ χωρὶς ἀστέρων καὶ τῶν ἀστέρων τινὲς οὐ μόνον τῶν πλανωμένων ἀλλὰ καὶ τῶν ἀπλανῶν, τὴν διαφορὰν αὐτῶν ἐν τούτοις παραδίδωσιν. ὅταν μὲν οὖν, φησίν, ἡ εἰρημένη ἀναθυμίασις ἐν τῷ κάτω τόπῳ συστῇ μὴ πλησιάζουσα τοῖς ἄστροις, αὐτὴ καθ’ αὑτὴν χωρὶς ἀστέρος τὸν εἰρημένον τρόπον γίνεται κομήτης· ἀλλ’ ἐπειδὴ καὶ οἱ ἀστέρες τῇ κινήσει τῇ ἑαυτῶν ἀναθυμίασιν | εἰς ἑαυτοὺς ἕλκουσι τοιαύτην, ὅταν συμβῇ [*](99r) ταύτην τὴν ἀναθυμίασιν διὰ τὰς εἰρημένας αἰτίας· ἐξάπτεσθαι, κομήτης ὁ [*](2 οὔτε addidi 5 τῆς om. a 6 Μένανδρος] cf. Th. Kock, com. Att. fragm. Ill p. 231 (fr. 872) 11 αὐτῷ scripsi: ἑαυτῷ libri 16 φορᾶς M 22. 23 συνίσταται Ma 24 αἱ om. Ma 26 post μεθισταμένων add. τῶν ἄστρων Arist. F οὕτως πεπυκνωμένος coll. Ma ἀστὴρ a 28 ἡ post πλὴν om. Ma 31 χωρὶς] μετὰ Ma)

95
ἀστὴρ γεγονέναι δοκεῖ. δυνατὸν δὲ καὶ πλησίον μὲν τοῦ ἄνω σώματος [*](99r) συστῆναι ὕλην, μὴ ἔχειν δὲ κατὰ κάθετον αὐτὴν τῶν ἀστέρων τινά, καὶ πάλιν καθ’ αὑτὸν γενέσθαι κομήτην. εἰ δὲ ὑποκαίοιτό τινι τῶν ἀστέρων ὑπὸ μίαν κάθετον ἡ τοιαύτη ἀναθυμίασις, οὐκ ἐξισχύουσα ἡ ὄψις ἡμῶν τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος ἐπιβαλεῖν τῷ μεταξὺ διαστήματι ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐπιπέδῳ τὸν ἀστέρα καὶ τὴν κόμην εἶναι νομίζει· διὸ κομήτην τὴν ἀστέρα γεγονέναι φαντάζεται. τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλὰ κατωτέρω μὲν πολύ, ὑπ’ αὐτὰ δ’ ὅμως. καὶ τούτου τίθησιν ὑπόδειγμα τὴν ἄγω τὴν συνισταμένην περὶ τὸν ἥλιον καὶ τὴν σελήνην, καίτοι μηδέπω τοῦτο δείξας ὅπως ἔχει. ὥσπερ οὖν αἱ ἅλῳ δοκοῦσι μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι τῷ ἡλίῳ τυχὸν ἢ τῇ σελήνῃ, οὐκ ἐν τούτοις δ’ εἰσὶν ἀλλ’ ὑπ’ αὐτοῖς, οὕτω καὶ ἐπὶ τῆς κόμης τῆς συνισταμένης ὑπό τινα τῶν ἀστέρων γίνεται. μία μὲν οὖν αὕτη κοινωνία ἐστὶν ἀμφοτέρων, τῆς ἅλω τε καὶ τῆς κόμης· καὶ ἑτέραν δὲ λέγει διότι συγκινοῦνται καὶ αἱ ἅλῳ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ ἡ κόμη τοῖς ἄστροις. διαφέρουσι δὲ ὅτι ἡ μὲν ἅλως ἐξ ἀνακλάσεως τῶν ὄψεων ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἡ τὴν σελήνην γενομένη οὐχ ὕπαρξιν ἀλλ’ ἔμφασιν ἔχει καὶ μόνην τοῦ χρώματος, ἡ δὲ κόμη τοι- οῦτον ἔχει τὸ χρῶμα, οἷον καὶ φαίνεται· τῆς γὰρ ὑποκειμένης ὕλης ἐστὶν ἔξαψις. τί δὲ τὸ αἴτιον τοὐ συμμεθίστασθαι δοκεῖν καὶ τὴν ἅλω τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ καὶ τὴν κόμην τῷ ἀστέρι τούτῳ οὗπέρ ἐστι κόμη; τὸ πεπυκνῶσθαι, φησίν, ὁμοίως τὸν ἀέρα πανταχοῦ, καὶ διὰ τοῦτο ἐξ ἑκάστου μέρους αὐτοῦ τὴν ἴσην ἀνάκλασιν τὰς ὄψεις ἡμῶν δυνατὸν ποιεῖσθαι. καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὥστε τοῦτο γίνεσθαι πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, ὅπερ καὶ ἐπὶ τῆς κόμης. εἴπερ γὰρ ἡ ἀναθυμίασις ὁμαλὴς ἦν καὶ πανταχοῦ, οὐδὲν κωλύει σβέννυσθαι μὲν ἀφ’ ἧς ὁ ἀστὴρ μετέστη, ἐξάπτεσθαι δὲ ἄλλην τῇ κινήσει αὐτοῦ εἰς ἣν μεταβέβηκεν, εἰ ἀληθεύει λέγων ὑπὸ τῆς κινήσεως τῶν ἀπλανῶν τινος ἢ τῶν πλανωμένων συνίστασθαι τὴν ἀναθυμίασιν. μήποτε οὖν ἐκεῖνό ἐστιν ἀληθὲς ὡς εἰ τοῖς οὐρανίοις συμπεριάγεται τὸ ὑπέκκαυμα καὶ πολὺ τοῦ ὑπ’ αὐτὸ ἀέρος, ὁ δὲ κομήτης ὑπόστασίς ἐστι καὶ πάθος τοῦ συγκινουμένου τῷ παντὶ ἀέρος, εἰκότως συμπεριάγεται τοῖς σώμασιν ὧν ἐστι πάθος, οὐ κινεῖται· καὶ ὁ ἀστὴρ οὐ συνεφέλκει τὴν κόμην, ἀλλ’ ἡ ἀπλανὴς τὸ ὑπέκκαυμα καὶ μετὰ τοῦ συστάντος ἐν αὐτοῖς πάθους καὶ αὐτὸν συνεφέλκει τὸν ἀέρα.