In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

John Philoponus. In Aristotelis meteorologicorum librum primum commentarium (Commentaria in Aristotelem Graeca 14.1). Hayduck, Michael, editor. Berlin: Reimer, 1901.

[*](p. 340 a 24)

Εἰ δὴ γίνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτὲ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος διὰ τὸ μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς συνίστασθαι νέφη διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις.

Πρὶν διδάξαι ποίαν ἔχουσι τάξιν ὁ ἀήρ τε καὶ τὸ πῦρ, τὴν προκειμένην ἐκίνησεν ἀπορίαν ὡς εἰς τὸ ζητούμενον αὐτῷ χρησιμεύουσαν· ἅμα γὰρ τῇ λύσει ταύτης καὶ ἡ τάξις εὐθὺς τῶν εἰρημένων δύο στοιχείων συναναφαίνεται. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· εἰ δέδεικται, φησίν, ὡς εἰς ἄλληλα τὰ τέσσαρα μεταβάλλει στοιχεῖα (δέδεικται γὰρ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς), καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ μανούμενον ἀὴρ γίνεται καὶ τοὔμπαλιν πυκνούμενος ὁ ἀὴρ γίνεται ὕδωρ, καὶ οὐχὶ τινὰ μὲν αὐτῶν μόρια τοῦτο πάσχει τινὰ δὲ οὔ, ἀλλ’ ὁτιοῦν ἄν αὐτῶν ληφθείη μέρος πέφυκε μεταβάλλειν εἰς θάτερον, διὰ τί μὴ συνίσταται νέφη ἐν τῷ πολὺ τῆς γῆς ὑπερανεστηκότι τόπῳ; ὅτι γὰρ οὐ συνίσταται, ἐκ τῆς μακρᾶς ἱστορίας | ἐστὶ δῆλον. τὰ γὰρ ὑψηλότατα τῶν ὀρῶν ὑπερνεφῆ τέ ἐστι καὶ [*](82r) ὑπερήνεμα. τέφραν γὰρ ἔν τισι τούτων ἀποθέμενοί τινες ἢ καὶ ἐκ θυσιῶν τῶν ἐν ἐκείνοις γινομένων ἀπολελοιπότες, μετὰ πλείστους ἐνιαυτοὺς περιεργασάμενοι κειμένην εὗρον αὐτὴν οὕτως ὡς ἔθεσαν. καὶ ἐν Κυλλήνῃ δέ, φασίν (Ἀρκαδίας δ’ ὄρος ἐστὶ τοῦτο λίαν ὑψηλόν) θύσαντές τινες ἐν τῷ ἐπιόντι θέρει πάλιν θῦσαι ἀνελθόντες ἔτι τὴν τέφραν τῶν ἱερείων οὕτω ὃς εἰ [*](12 πυρεῖά Ma 17 πορρωτέρω V: πορρώτερον Arist. EN 22 διδάξαι Μ1 23 αὑτῷ] αὐτὸ V 26. 27 ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς] Β 4 28 μὲν om. V 29 ὁτοιοῦν M ἄν om. Ma 35 κυλήνη VM 35. 36 δ ἔφασαν V 36 ἐστὶ—p. 27,1 ὄμβρων om. a)

27
κειμένην εὗρον μήτε ὑπ’ ὄμβρων κατακλυσθεῖσαν μήτε ὑπὸ πνευμάτων [*](82r) διεσκεδασμένην. ἱστορεῖ δὲ Πλούταρχος καὶ γράμματα μείναι εἰς ἑτέραν τῶν ἱερείων ἀνάβασιν ἐκ τῇς προτέρας ἐν τῷ Ὀλύμπῳ τῷ Μακεδονικῷ. ἀλλὰ καὶ οἱ τὰ τοιαῦτα τῶν ὀρῶν διοδεύοντες, ὡς καὶ ἐμοὶ τις τὸν Ὅλυμπον διοδεύσας ἔλεγε, κατωτέρω τῆς πορείας αὐτῶν τὰς τῶν νεφῶν γινομένας συστάσεις καὶ ὑετὸν συνιστάμενον ἀστραπῶν τε ἐλλάμψεις καὶ κτύπου βροντῶν ἤκουον φερομένου κάτωθεν, καὶ ἁπλῶς ὅσα συμβαίνουσιν ἐκ τῆς τῶν νεΦῶν συγκρίσεως καὶ ἡμῖν ἄνω γινόμενα φαίνεται, ἐκείνων κατωτερω συνίστανται. καίτοι γε οὐδὲ πολύ τι τῆς γῆς τὰ ὑψηλότατα τῶν ὀρῶν ὑπερῆρται· οἱ γὰρ τῆς μηχανικῆς ἐπιστήμονες τέχνης δία τῶν ὀργάνων, δι᾿ ὧν τὰ ὄρη μετρεῖν εἰώθασιν, εὑρόντες τούτων τὰ ὕψη τὰ μέγιστά φασι τῶν ὀρῶν δέκα καὶ δύο σταδίων ἔχειν τὴν κάθετον· τίς οὖν ἀποκλήρωσις τινὰ μὲν τοῦ ἀέρος μόρια μεταβάλλειν εἰς ὕδωρ, τινὰ δὲ μή; εἰ γὰρ πᾶν μόριον ὕδατος εἰς ἀέρα μεταβάλλειν ἐξατμιζόμενον δύναται, καὶ πὰν ἄρα μόριον ἀέρος πυκνούμενον γενήσεται ὕδωρ. ἴσα γὰρ ἀνάγκηι ταῖς δυνάμεσιν εἰναι τὰ στοιχεῖα· ὑπερβάλλοντος γὰρ τῶν ἐναντίων θατέρου τὸ λοιπὸν ἅπαν εἰς αὐτὸ μεταβαλεῖ τῷ χρόνῳ, καὶ τὸ πᾶν οἰχήσεται, ἕνος τῶν ἐξ ὧν ἔχει τὸ εἶναι λυομένου. καίτοι, φησί, προσῆκον ἦν μᾶλλον ἐν τῷ τόπῳ τούτῳ, τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν ὡς ψυχροτέρῳ τοὐ τε ὑπερκειμένου αὐτῶν ἀέρος τοῦ πλησιάζοντος τοῖς ἄστροις καὶ τοῦ περὶ τὴν γῆν αὐτήν, οὔτε τῶν ἄστρων ἐγγὺς ὄντων θερμῶν ὄντων, ὥς τισιν ἔδοξε, καὶ τῇ θερμότητι διαλυόντων τὴν σύστασιν οὔτε πλησίον τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἵτινες κωλύουσι περὶ τὴν γῆν νέφη συνίστασθαι. ὡς γὰρ ἐν κέντρῳ τινὶ συνελθοῦσαι τῇ γῇ πλείονες ἀκτῖνες, εἶτα πάλιν ἀνακλώμεναι μᾶλλον ἀλλήλαις πλησιάζουσι καὶ τὸν ἐναπειλημμένον καθ᾿ ἑκάστην κλάσιν ἀέρα τῇ κινήσει θερμαίνουσι καὶ συστῆναι κωλύουσιν εἰς νέφη· εἴ τι γὰρ καὶ συμπιληθείη τούτου, ῥᾳδίως αὐτὸ διακρίνουσι τῇ παρατρίψει θερμαίνουσαι. ὅτι γὰρ ἡ κίνησις θερμαίνει, προφανὲς ἅπασι· οἷό καὶ τῶν βελῶν τῶν μετὰ πολλῆς ῥύμης ἐκπεμπομένων ὁ μόλιβδος ὁ, τὰς ἀκίδας συνέχων τακεὶς ἢ ἁπλῶς ἡ κόλλα διαπίπτειν αὐτὰς ποιεῖ, εἰ μη νευροις εἶεν συνδεδεμέναι. ἐκεῖ γὰρ τὰ νέφη συνίστανται, φησίν, ὲν ᾦ προιούσης τῆς ἀνακλάσεως εἰς ἀχανὲς αἱ ἀκτῖνες ἀλλήλων διίστανται πλεῖστον ἀέρα μεταξὺ διαλαμβάνουσαι καὶ διὰ τοῦτο δυσπαθῆ τῳ θερμῷ. εἰκὸς οὖν ἐκεῖ τὰ νέφη συνίστασθαι· δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς ὅτι αἱ των ἀκτίνων κλάσεις κατ’ ἴσας τὰς ἑκατέρωθεν γίνονται γωνίας, διόπερ ἐξαπλοῦσθαι συμβαίνει προιούσας τὰς ἀνακλωμένας. ἀλλὰ καὶ ἐν τοῖς κατόπτοροις αἱ προσπίπτουσαι τῶν ὄψεων ἀκτῖνες καὶ διὰ τὸ λεῖον ἐξ αὐτῶν ἀνακλώμεναι παλινδρομοῦσιν ὅθεν ἐξεληλύθασι· διόπερ ἑαυτοὺ‘ς ὁρῶντες ἄλλο τι ὁρᾶν ἐν τοῖς κατόπτροις νομίζομεν, τῆς κρίσεως τῶν ὁρατῶν κατ᾿ ἀυτὴν [*](1 κατακλυσθεῖσαν] βληθεῖσαν a 5 post κατωτέρω fort, addendum ἑώρων λ 11 ὕψη] εἴψη V 17 μεταβαλεῖ scripsi: μετάβα V: μεταβάλῃ M: μεταβάλλη a 25 τὴν ἐναπειλημμένην M 26 κλάσιν iterat V 39 κὰτ ἀύτης M)
28
γινομένης τὴν ἐκ τῆς κλάσεως ἐν τῷ ἐσόπτρῳ συνισταμένην γωνίαν, καὶ [*](82r) διὰ τοῦτο τὸ ἔξω φανὲν εἴδωλον ἔνδον ἐν τῷ κατόπτρῳ εἶναι δοκεῖ. καὶ ἐπειδὴ κατ’ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἡ κλάσις γίνεται, εἰ μὲν τὰ ὑπὲρ κεφαλῆς ἡμῶν ἰδεῖν ἐθέλοιμεν, πρὸ ποδῶν τὸ κάτοπτρον ὕπτιον θέντες καὶ ἀποβλέψαντες εἰς αὐτὸ τὴν ὀροφὴν ὁρῶμεν, τῶν ἀκτίνων τῆς ὄψεως κατ’ ἀμβλείας τὰς ἑκατέρωθεν κλωμένων γωνίας, ὀξεῖαν δὲ τὴν μεταξὺ ποιουσῶν καὶ οὕτως εἰς ὕψος ἀναφερομένων διὰ τὸ τὴν κλάσιν μὴ χωρεῖν ἐφ’ ἑκατέρα πλατυνομένην· εἰ δὲ τὰ κοῖλα καὶ κάτω βουληθείημεν ἰδεῖν, εἰς ὕψος τὸ κάτοπτρον ἀνατείναντες ἀποβλέπομεν εἰς αὐτό· κλώμεναι δὲ πάλιν αἱ ὄψεις ὁμοίως ταῖς πρώταις ἐπὶ τὸ κάτω χωροῦσιν, ὡς καὶ τὰ ἐν βάθει κατοπτεύειν ἡμᾶς ἐν τῷ ἐνόπτρῳ δοκοῦντα φαίνεσθαι. εἰ δὲ ὕπτιον ὡς ἀπὸ τῆς ὄψεως νεῦον ἐπὶ τὸ ἔδαφος τὸν νῶτον σχηματισθείη τὸ κάτοπτρόν, ἀνακλωμένων τῶν ὄψεων καὶ ὀξείας τὰς ἑκατέρωθε ποιουσῶν, εἰς ἀμβλεῖαν δὲ τὴν μέσην εὐρυνομένων ἐν τῇ προόδῳ τῶν ἀκτίνων ἑκατέρωθεν, τὰ κατωτέρω μὲν ὀλίγον ἡμῶν, ἐφ’ ἑκάτερα δὲ καὶ ἔμπροσθεν κείμενα βλέπομεν. τούτων τὰς αἰτίας ἐγνωκότες οἱ τῶν τοιούτων ἐπιστήμονες πολλὰς ἰδέας κατόπτρων ἐπινενοήκασι, δεξιοφανῆ τε καὶ ἐξωφανῆ καὶ τήν † τε συναντίστροφον δεικνύντα τῇ κεφαλῇ, καὶ ἕτερα πλεῖστα· πρὸς γὰρ τὰς ποικίλας τῶν ὄψεων ἀνακλάσεις τὰ κάτοπτρα τῇ διαπλάσει σχηματίσαντες τὰ τοιαῦτα δοκοῦσι θαυματουργεῖν. ἀλλὰ περὶ μὲν τούτων λεγόντων οἱ περὶ τὰ τοιαῦτα· πρὸς δὲ τὴν παροῦσαν χρείαν αὐταρκῶς εἴρηται τὴν αἰτίαν δείξασι δι’ ἣν οὔτε ἐν τοῖς περιγειοτέροις οὔτε ἐν τοῖς πολὺ διεστῶσι τῆς γῆς νέφη συνίστανται.

[*](p. 340 a 32)

Ἤ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίνεσθαι, ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλ᾿ οἶον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ.

Ὡς ἐν ἀπορίᾳ δείξας ὅτι μὴ ἐκ παντὸς ἀέρος αἱ τῶν νεφῶν γίνονται συστάσεις, ὅπερ ἄν τις εἶπε προχείρως ὑπαντῶν πρὸς τά εἰρημένα, τοῦτο τίθησι καὶ διελέγχει. εἴποι γὰρ ἄν τις, ὡς εἰ μὴ παν|ταχῇ συνίστανται [*](82v) τὰ νέφη, οὐ πᾶς ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ. τοῦτο δὲ ἀποκληρωτικόν τε καὶ ἄλογον καὶ ἐν τοῖς ἔμπροσθεν ἐληλεγμένον θήσει· ὁμοίως γὰρ ἐκ παντὸς ὕδωρ γενέσθαι δυνατὸν διὰ τὸ μίαν εἶναι τοῦ παντὸς ἀέρος τὴν φύσιν, ἢ οὐκ ἔστι καθαρὸς ὁ περὶ τὴν γῆν ἀήρ, ἐν ᾧ τὰ νέφη συνίσταται, οὐδὲ τοιοῦτος οἷος ὁ ἀνωτάτω, ὲν ᾧ μὴ γίνεται νέφη, ἀλλ’ οἷον ἀτμίς, ἐξ ἧς τὰ νέφη συνίσταται, καὶ τὸ ὅλον τοῦτο ὑδατώδης ἀήρ. μέση γάρ ἐστιν ἀέρος καὶ ὕδατος ἡ ἀτμίς, ὁδὸς οὖσα καὶ οἷον γένεσις ἐκ θατέρου εἰς θάτερον, ἐξ ἀέρος μὲν εἰς ὕδωρ παχυνομένου (τοῦτο δ᾿ ἐστιν ἡ ἀτμίς, παχὺς ἀήρ) ἐξ ὕδατος δὲ πάλιν εἰς ἀέρα λεπτυνομένου· ἡ γὰρ [*](1 κατόπτρῳ a 2 τὸ om. M 5 ὁρωφὴν M 7 οὕτως—κλάσιν μὴ om. V 12 ἔδαφον V νότον M 17. 18 τε συναντίστροφον—τῇ κεφαλῇ] verba depravata: fort, legendum θέσιν ἀντίστροφον—τῆς κεφαλῆς τήν τε τὴν ἀντίστροφον, a 24 τοῦ om. a ὕδωρ πέφυκε coll. a Arist. E 29 εἴπη VM 33. 34 συνίστανται a)

29
ἀτμὶς ὕδατος μέν ἐστι λεπτοτέρα, ἀέρος δὲ παχυτέρα. διὰ τί δὲ ὁ τῆς [*](82v) γῆς αὐτῆς κατὰ συνέχειαν ἁπτόμενος οὐκ ἐκνεφοῦται, καίτοι γε καὶ αὐτὸς ἀτμιδώδης ὤν, ἔφθασε τὴν αἰτίαν ἀποδοὺς τὴν ἐκεῖ γινομένην τῶν ἀκτίνων ἀνάκλασίν· τ.ε καὶ πύκνωσιν ἐκθερμαίνουσαν αὐτὸν καὶ διαλύουσαν. ταύτην δὲ τὴν ἐπίλυσιν πάλιν ἐλέγχων οὕτω γέγραφεν·

[*](p. 340 a 35)

Ἀλλὰ μὴν εἰ τοσοῦτος ὢν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἄν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἄν τἆλλα πάντα, λείπεται δ’ ἀέρος τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστι.

Καλῶς ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος ἐνδεῖν τῷ ἅπας ὁ ἀὴρ τὸ ὁ περὶ τὴν γῆν, ἵν’ ἡ ἅπας ὁ περὶ τὴν γῆν ἀήρ· περὶ τούτου γὰρ εἶπεν. ὁ, περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς· ἐντεῦθεν γὰρ καὶ ἡ ἀπορία προῆλθε, διὰ τί μὴ ἐν ἑκάστῳ μέρει τοῦ ἀέρος νέφη συνίστανται, ἀλλ᾿ ἐν μόνῳ τῷ περὶ τὴν γῆν. εἰ οὗν 6 μὲν περὶ τὴν γῆν ἅπας ἀτμίς ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὕδωρ λεπτομερὲς καὶ οὐ διακεκριμένον, ὁ δὲ ὕπερ τοῦτον καθαρὸς ἀήρ, πρὸς τούτῳ δὲ καὶ τὸ μεταξὺ τῶν ἄστρων σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ τῶν ὀκτὼ σφαιρῶν ἅπαν διάστημα πάλιν ἐστὶν ἀήρ (πῦρ γὰρ εἶναι τοῦτο τῶν ἀδυνάτων ἐδείχθη· κατεφλέχθη γὰρ ἂν ἤδη πάντα τῇ τοῦ μεγέθους ἀσυμμετρίᾳ) τούτων οὕτως ἐχόντων ὑπερβ.άλλει τὴν πρὸς‘ τὰ λοιπὰ τρία συμμετρίαν ὁ ἀήρ τε καὶ τὸ ὕδωρ. ἀὴρ μὲν γὰρ τὸ, τέ ὕπερ τὰ νέφη πᾶν ἐστι καὶ τὸ τῶν σφαιρῶν σῶμα πᾶν· τὸ δὲ ὕδωρ οὐχ ἄπαντα ὑπερβάλλει, ἀλλὰ μόνην τὴν γῆν, ἐπεὶ καὶ τὸ ἀπὸ τῶν νεφῶν μέχρι τῇς γῆς ὕδωρ ἐστὶ λεπτομερές (τοιοῦτον γὰρ ἡ ἀτμίς). καὶ τὸ ἔνι τοῖς κοιλώμασιν αὐτῆς ἐναπειλημμένον. τοσοῦτον ὑπάρχον ὕδωρ ὑπερβάλλει τῇ δυνάμει τε καὶ τῷ ὄγκῳ τὴν γῆν· τὸ γὰρ πῦρ οὐχ ὑπερέξει, εἴπερ ἅπαντα εἴη τὰ ἄστρα πυρός. οὐκοῦν ὁ μὲν ἀὴρ ὑπερβάλλει πάντα, τὸ δὲ ὕδωρ μόνην τὴν γῆν, τὸ δὲ πῦρ οὐ πρὸς μόνην ἀσύμμετρον ἔστι την γην, εἶπέρ καὶ μόνος ὁ ἥλιος αὐτῆς ἐστιν ἑκατονταεβδομηκονταπλασίων, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀσύμμετρον ἔσται· τί γὰρ ἄν εἴη τὸ μέχρι τῆς τῶν νεφῶν συστάτὸ ὕδωρ μετὰ τοῦ ἐναπειλημμένου τῇ γῇ πρὸς τὰ τηλικαῦτα καὶ τοσαῦτα μεγέθη τῶν ·ἄστρων, εἴπερ καὶ τῶν ἄλλων τινὰ τῆς γῆς ἅμα καὶ τοῦ συναπειλημμένου ὕδατος ἐδείχθη μείζονα; καὶ τουτο οὖν διαλυσάμενος ἐπὶ τὰ δοκοῦντα αὐτῷ μέτεισιν ἐντεῦθεν. ἡ δὲ λύσις τῆς προκειμένης ἀπορίας οὐ μόνον αὐτὸ τοῦτο διαρθρώσει τὸ πρόβλημα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα λέγεσθαι φανεῖται χρήσιμος.

[*](5 πάλιν om. V 6 ἅπας om. Ma 7 ὑπερβάλλον M ἡ post καὶ om. Ma ἀρὰ 9 διὰ bis scr. M 10 τοῦ Arist. FHN: τὸ MVa Arist. E περὶ V 12 Ἀλέξανδρος] p. 12,9 ὁ Ἀλέξανδρος φησι coll. V, sed corr. V1 14 ἐντεῦθε M 16 ἅπασαν Ma 21 τὴν πρὸς—ὑπερβάλλει (24) iterat M 29 τὸ δὲ πῦρ—γῆν om. v)
30
[*](p. 340 b 4)

Περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· 82v ἡμεῖς δὲ λέγωμεν ἅμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ 35 πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε 5 τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσμον.

Πάλιν τῶν ἤδη λεχθέντων ἡμᾶς ὑπομιμνήσκει, λέγω δὴ τίς τῶν οὐρανίων ἐστὶν ἡ οὐσία· τοῦτο γὰρ λαβὼν ἐξ αὐτοῦ συνάγει καὶ τὰ περὶ τῆς τάξεως τοῦ πυρός τε καὶ τοῦ ἀέρος, ἅπερ ἐδείχθη μετὰ τὸ κυκοφορούμενον ἐφεξῆς ὄντα. ἡμεῖς γάρ, φησί, τὸ ἀπὸ τῆς ἀπλανοῦς μέχρι τῆς σελήνης (ἐσχάτη γὰρ αὕτη τῶν κυκλοφορουμένων, ὅθεν ἐπιπροσθεῖ τοῖς ἄλλοις ἅπασιν ὑποτρέχουσα τούτων ἕκαστον, τὸν τῆς Ἀφροδίτης, τὸν τοῦ Ἑρμοῦ, τὸν ἥλιον τὸν ἥλιον αὐτὸν καὶ τοὺς λοιπούς) τοῦτο οὖν ἅπαν τὸ κυκοφορούμενον σῶμα οὔτε πύριον εἶναί φαμεν οὔτε ἀέριον, ἀλλ’ ἑτέρας παρὰ ταῦτα κυκλοφορικῆς σώματος οὐσίας, ὡς δέδεικται μὲν ἤδη, ὑπομιμνήσκομεν δὲ καὶ νῦν. ἀλλ’ ἐν αὐτῷ γε τούτῳ, φησί, διαφορὰς πλείους εὑρίσκομεν. καὶ γὰρ τὰ ὑπὸ σελήνην μιᾶς μέν εἰσι τῆς ἰθυφορικῆς οὐσίας, διαφοραὶ δὲ τούτοις ἐπιγενόμεναι τὰ μὲν ἀνώφορα τὰ δὲ κατώφορα πεποιήκασι, καὶ ἐν αὐτοῖς τούτοις τὰ μὲν θᾶττον τὴν αὐτὴν τὰ δὲ βραδύτερον κινεῖται· ἄνω μὲν πῦρ ἀέρος ἐστὶ ταχύτερον, κάτω δὲ τοῦ ὕδατος ἡ γῆ, καὶ ταῦτα οὐκ ἄνευ φυσικῆς γέγονε διαφορᾶς. οὕτως οὖν καὶ ἐπὶ τῶν οὐρανίων, εἰ καὶ πᾶσι τὸ κυκλοφορούμενον ὑπόκειται σῶμα, ἀλλὰ πάλιν διαφοραί τινες οὐσιώδεις ἄλλοις ἄλλαι προσελθοῦσαι ἐποίησαν τὰ μὲν τὴν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι, τὰ δὲ τὴν ἐπὶ τὰ ἑπόμενα, καὶ ταύτην τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον· πάλιν τὰ μὲν αὐτῶν λαμπρότερά τέ ἐστι καὶ εἰλικρινέστερα, τὰ δὲ ἧττόν ἐστι τοιαῦτα. μάλιστα δέ, φησίν, ἡ μείωσις τούτων γίνεται ἐν τοῖς καταλήγουσιν εἰς τὸν ἀέρα καὶ τὸν περὶ γῆν κόσμον, ἀέρα καλῶν κατὰ τὴν τῶν πολλῶν | ὑπόνοιαν πᾶν τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς [*](83r) σελήνης, ὅτι μὴ διακρίνειν τῇ ὄψει τούτου δυνάμεθα τὰς διαφοράς, καὶ ὅτι μήπω δέδειχε νῦν ἣν ἔχουσι πρὸς ἄλληλα τάξιν καὶ πρὸς τὸ ἄνω σῶμα τὸ πῦρ τε καὶ ὁ ἀήρ. καὶ τοῦτο λίαν ἀκολούθως τοῖς οὐρανίοις ὑπάρχειν εὔλογον· ὡς γὰρ τῆς γῆς ἐσχάτης οὔσης τὸ μετ’ αὐτὴν ὕδωρ εὐειδέστερόν ἐστιν αὐτῆς καὶ καθαρώτερον, καὶ τούτου πάλιν ὁ ἀήρ, καὶ τοῦ ἀέρος τὸ ὑπέκκαυμα, εὔλογον ἐκ τούτων ἀνιόντας καὶ ἐπὶ τῶν οὐρανίων τὴν αὐτὴν νομίζειν γίνεσθαι πρόοδον ἐπὶ τὸ εἰλικρινέστερον τῶν ἄνω χωρούντων ἀεὶ καὶ θειότερον. καὶ τοῦτο καὶ ἐκ τῆς σελήνης τεκμαίρεσθαι μάλιστα δεῖ, ἥτις οὐδὲ τὸ φῶς ἴδιον ἔχει, ἀλλ’ ἐξ ἡλίου πᾶν ἄλλοτε κατ’ ἄλλο τι μέρος αὐτῆς ἐρανιζόμενον· τὸ γὰρ οἰκεῖον αὐτῆς καὶ οὐσιῶδες φῶς ἐν ταῖς ἐκλείψεσιν ὁρᾶται λίαν ἀμυδρόν τι καὶ ἀνθρακῶδες καὶ τῶν ἄστρων πάντων [*](2 λέγομεν Ma Arist. EH 3 ἕτερον bis scr. V 4 γε om. Ma 7 κόσμον] τόπον supr. scr. V1 15 πύρινον a 30 τῇ ὄψει ex τὴν ὄψιν corr. M 36 ἀνωτέρω Ma)

31
ἔλαττον, ὡς ἐν αὐτῇ τῶν οὐρανίων ἀποπερατουμένων. ὅτι δὲ καὶ τῶν [*](83r) ἀστέρων ἄλλος διενήνοχεν ἄλλου μεγέθει τε καὶ φωτὶ καὶ τόποις, φανερόν. εἰ οὖν μὴ κατὰ συμβεβηκὸς γέγονε ταῦτα, δῆλον ὡς ἐκ τῆς οὐσιώδους αὐτῶν ὑπῆρξε διαφορᾶς. Πλατωνικὸς μὲν οὖν ἴσως τις ἀνὴρ ἐκ τῶν τεσσάρων συγκεῖσθαι νομίζων καὶ τὰ οὐράνια τὴν διάφορον τῶν τοιούτων αἰτιάσεται κρᾶσιν καὶ τὸ ἑκάστῃ τῶν κράσεων φυσικῶς ἐπιγενόμενον εἶδος· ὁ δὲ Ἀλέξανδρος Ἀριστοτελικὸς ὑπάρχων τὸ ἧττον εἰλικρινές φησι καὶ τὰς ἐν αὐτοῖς διαφορὰς οὐ τῷ μεμῖχθαί τι καὶ θνητῆς οὐσίας ἐκείνοις γίνεσθαι, ἀλλὰ διαφορὰς εἶναι ταύτας τοῦ ἁπλοῦ σώματος. καὶ γὰρ ἐπὶ τῶν τεσσάρων στοιχείων μᾶλλον τὸ ψυχρὸν ἐν ὕδατί ἐστιν ἤπερ ἐν γῇ, καὶ μᾶλλον μὲν τοῦ πυρὸς ξηρά ἐστιν ἡ γῆ, ἀλλ’ οὐχ ὑγρότητος μίξει τὸ πῦρ ἧττόν ἐστι ξηρόν· καὶ μᾶλλον μὲν τοῦ ἀέρος θερμόν ἐστι τὸ πῦρ, ἀλλ’ οὐ μίξει ψυχροῦ ἧττόν ἐστι θερμὸς ὁ ἀήρ· καὶ μᾶλλον μὲν ὑγρὸς ὁ ἀὴρ τοῦ ὕδατος, ἀλλ’ οὐ ξηροῦ μίξει τὸ ὕδωρ ἧττόν ἐστιν ὑγρὸν τοῦ ἀέρος. ἁπλᾶ γάρ ἐστι ταῦτα σώματα μὴ ἐξ ἄλλων συγκείμενα σωμάτων, συνιόντα δὲ πρὸς ἄλλων αὐτὰ γένεσιν ὡς στοιχεῖα.

[*](p. 340 b 10)

Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ του κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα.

Ἐντεῦθεν λοιπὸν αὐτὸς οἴκοθεν τὸ ἠπορημένον λύει, ὅτι μὴ συνίσταται νέφη ἐν τοῖς ὑπὲρ τὴν γῆν καὶ πρὸς τὴν σελήνην τόποις. διὰ τί γὰρ κάτω πρὸς αὐτὴν οὐ συνίσταται, δέδειχεν ἤδη διά τε τὸ τὰς ἀκτῖνας ἁπάσας ἐν μικρῷ τόπῳ συννευούσας (κέντρον γὰρ ἡ τῆ τοῦ παντός) θερμαίνειν τὸν ἀέρα, καὶ διὰ τὰς ἐξ αὐτῆς τῶν ἀκτίνων ἀνακλάσεις μᾶλλον τῶν ἀκλάστων θερμαινούσας τὸν ἀπειλημμένον μεταξὺ αὐτῶν ἀέρα καὶ ἀεὶ τὴν συνισταμένην ἀτμίδα διακρινούσας. τοῦ δὲ μὴ ἄνω γίνεσθαι τὰ νέφη νῦν ἀποδίδωσι τὴν αἰτίαν. τοῦ γὰρ πρώτου στοιχείου, φησί, τουτέστι τοῦ πέμπτου κάτωθεν, ἄνωθεν δὲ πρώτου, καὶ τῶν ἐν αὐτῷ ἄστρων κυκλοφορουμένων συνεχῶς ἀπάντων, τὸ προσεχὲς τῷ αἰθέρι τοῦ κάτω κόσμου σῶμα, καὶ ὅσον τῆς ἐσχάτης αὐτῶν ἐπιφανείας ἅπτεται, τῇ συνεχείᾳ τῆς ἐκείνου κινήσεως συγκινούμενον αὐτῷ καὶ συγκυκλιζόμενον καὶ ταύτῃ διακριθὲν λεπτύνεται· μηδεμιᾶς οὖν ἐν αὐτῷ μενούσης παχύτητος θερμαίνεται ταύτῃ καὶ ἐκπυροῦται. πῶς οὖν ἐν τῷ τοιούτῳ τόπῳ σύστασιν νέφους γίνεσθαι ἦν ἐνδεχόμενον; εἰ οὖν ἐκπυροῦται πάσης ἐν αὐτῷ δαπανωμένης ἰκμάδος, οὐ μόνον θερμὸν ἔσται; ἀλλὰ καὶ ζηρόν· τοιαύτη δὲ ἡ τοῦ πυρὸς οὐσία. συνανεφάνη ἄρα καὶ τὰ τῆς τάξεως καὶ αὕτη τοῦ πυρὸς ἡ οὐσία προσεχὴς οὖσα τοῖς ἄνω σώμασι. μετ’ αὐτὴν ἄρα τὸ ἀέριον ἔσται σῶμα, [*](3 γέγονε] γίνεται M 4 ὑπῆρξαι M 5 τῶν τοιούτων] τούτων Ma 7 Ἀλέξανδρος] p. 12,33 ὑπάρχον a 10 ἤπερ ἡ γῆ M: ἐν ex ἡ corr. V post γῇ fort, addendum ἀλλ’ οὐ θερμοῦ μίξει ἧττόν ἐστι ψυχρὰ ἡ γῆ 15 ἐξ ἀλλήλων a 21. 22 συνίστανται M 29 ante πρώτου add, τοῦ Ma)

32
εχὲς κάτωθεν ὑπάρχον τῷ ὕδατι. τὸν δὲ λόγον τοῦτον ἐφεξῆς ἀναλαμβάνει σαφέστερον λέγων οὕτως.

[*](p. 340 b 14)

Δεῖ δὲ νοεῖν οὕτω καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον.

Ὑπὸ μὲν οὖν τὴν ἄνω φησὶ περιφορὰν τὸ ὑπὸ σελήνην ἅπαν, τουτέστι τά τέσσαρα στοιχεῖα. τοῦτο οὖν ἅπαν τὸ σῶμα παθητὸν ὄν (γίνεται γὰρ καὶ φθείρεται) οἷον ὕλη τις ἐκείνοις πρὸς γένεσίν ἐστιν ὑποκείμενον τοῖς ἐξ αὐτῶν γινομένοις, καὶ τούτων ἕκαστον τοῖς λοιποῖς, ὡς τὰ ξύλα τῷ τέκτονι καὶ τὰ ἔρια τῷ ὑφάντῃ. διδάσκων δὲ πῶς ἐστιν οἷον ὕλη φησὶ καὶ δυνάμει ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ καὶ ὑγρά· τὸ γὰρ ταῖς ποιότησιν ὑποκείμενον καὶ πάντων ἔχον τὴν δύναμιν, τοῦτό ἐστιν ὕλη. τοιοῦτον δὲ τὸ ὑπὸ σελήνην ἅπαν εἰς ἑκάστην τῶν ἐναντίων ποιοτήτων μεταβάλλον καὶ ὅσα ταύταις ἀκολουθεῖν ἐδείχθη πάθη ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ἐστὶ μανότης πυκνότης, σκληρότης μαλακότης, λειότης τραχύτης, καὶ ἁπλῶς ὅσα ἐν ἐνἐκείνοις κατηρίθμηται. τὸ γὰρ ἕν τι τῶν ἐναντίων ἔχον ἐνεργείᾳ οἷον ψῦξιν δυνάμει θερμόν ἐστι, καὶ τὸ ξηρὸν ἐνεργείᾳ δυνάμει ἐστὶν ὑγρόν, καὶ ἐπὶ πάντων ὁμοίως. πῶς οὖν γίνεται κατ’ ἐνέργειαν ὅπερ ἐστὶ δυνάμει; ὑπὸ κινήσεως, φησί, καὶ ἀκινησίας· γινόμενα μὲν γὰρ καὶ μεταβάλλοντα κινεῖται, γενόμενα δ’ ἤδη καὶ τὸ τέλειον εἰληφότα εἶδος ἠρεμεῖ λοιπὸν ἐν αὐτῷ· ὥστε ἡ μὲν εἰς τὸ γενέσθαι, ἡ δὲ εἰς τὸ εἶναι τοῦτο ὃ γέγονε συντελεῖ. τῆς δὲ κινήσεως αὐτῶν καὶ μεταβολῆς ἡ περιφορὰ τῶν οὐρανίων ἐστὶν αἰτία ποιητική, αὐτὰ 83v δὲ ταῦτα ὡς ὕλη, τέλος δὲ ἡ τοῦ παντὸς τελειότης. ὥστε μὴ μόνον τὰ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἶναι, ἀλλὰ καὶ τὰ γινόμενα καὶ φθειρόμενα. τὸ γὰρ πᾶν, ᾗ φησι Πλατῶν, ἀτελὲς τούτων μὴ ὄντων, καὶ οὐδὲ πᾶν οὐδ ὅλον ἐστὶ μὴ συμπεπληρωμένον ἐκ τούτων, οἷς οὐκ ἦν τὸ εἶναι ἀδύνατον. τούτων οὕτως ἐχόντων ἀπορήσειεν ἄν τις, εἰ διὰ τὴν θερμότητα τοῦ ἀνωτάτω ἀέρος οὐ συνίσταται ἐκεῖ νέφη, τί δήποτε ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι χιὼν καταφέρεται πολλὴ καὶ ἐπὶ πλεῖστον διαρκεῖ χρόνον ἤπερ ἐν τῇ πεδιάδι καὶ μέχρι τοῦ θέρους αὐτοῦ παρατείνει. τοῦτο δ’ ἔφθημεν ἤδη προεπιλυσάμενοι, ὡς ὁ μεταξὺ τόπος τοῦ περὶ τὴν γῆν καὶ τοῦ ἀνωτάτω ἀέρος κατέψυκται μᾶλλον διὰ τὸ καὶ τοῦ ὑπεκκαύματος ἄνωθεν ἀφεστηκέναι καὶ τῆς κάτω γινομένης τῶν ἀκτίνων πυκνώσεως καὶ ἀνακλάσεως εἰς ἀχανὲς [*](1 ὡς post ξηρὸν scripsi: ὥσπερ libri 3 λέγον M 9 μὲν οὖν om. Ma 17. 18 ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς] c. 2 18 post μανότης add. καὶ a 19 τραχύτης] παχύτης Ma κατηρίθμηται] κὰτ in lit. M 23 γινόμενα δ’ ἤδη a 29 Πλάτων] cf. Tim. 41 Β 33 πλεῖστον] sic libri)

33
ἐκεῖ ληγουσῶν καὶ μὴ δυναμένων ἔτι δρᾶν ἐπὶ τὸν μεταξὺ αὐτῶν ἀέρα ἐναπειλημμένον, [*](83v) πολὺν ὄντα. ἐν οἷς οὖν ἡ χιὼν συνίσταται ψυχροῖς οὖσι, συσταίη ἄν καὶ νέφη μάλιστα. κἀκεῖνο δ’ ἄν ζητήσειέ τις, εἰ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀήρ, ὃν ὑπερνεφῆ τε καὶ ὑπερήνεμον εἶναί φαμεν, τοῖς κυκλοφορουμένοις συμπεριάγεται σώμασι, πῶς ἐλέγομεν τὴν ἐκεῖσε κειμένην τέφραν ἐπὶ πολὺν μεῖναι χρόνον, ὡς εἶχεν ἐξ ἀρχῆς θέσεως. πῶς γὰρ ὁ ἀὴρ περιφερόμενος οὐ διασκεδαννύειν ἔμελλε ταύτην; πρὸς ὃ ῥητέον ὡς οὐκ ἔστιν ἐκείνη ῥαγδαία τοῦ ἀέρος ἡ κίνησις οὐδ’ ἄτακτος, ἀλλ’ ὁμαλὴ καὶ λεία, καὶ λεπτομερὴς ὁ ἀήρ, εἰς δὲ τὸ κινεῖσθαι τὴν κειμένην τέφραν καὶ μάλιστα πεπιλημένην ὡς εἰκὸς ἐκ τῆς τῶν θυσιῶν ἰκμάδος τραχυτέρας δεήσει καὶ ἀτάκτου κινήσεως καὶ παχυτέρου τοῦ κινουμένου σώματος, οἵα τῶν ἀνέμων ἐστὶν ἥ τε κίνησις καὶ αὐτὸ τὸ κινούμενον σῶμα, ὡς ἐκμοχλεύειν καὶ μεθιστάνειν τὰ ὑποκείμενα δύνασθαι. καὶ τὴν θάλασσαν γοῦν κορυφοῖ καὶ δένδρα καταβάλλει τὰ τῶν ἀνέμων πνεύματα καὶ τὴν ὅλην ἐν τοῖς σεισμοῖς ἀναρρήγνυσι γῆν. λεπτομερὴς δ’ ὁ ἀὴρ ἐκεῖνος· διὸ καὶ κατέψυκται μὲν λίαν ὡς εὐπαθής, οὐ συγκρίνεται δὲ εἰς ὕδωρ διὰ τὴν λεπτομέρειαν, καὶ ἡ κίνησις αὐτοῦ λεία καὶ ὁμαλή, ὡς εἰρήκαμεν.

[*](p. 340 b 19)

Ἐπὶ μὲν οὖν τοὐ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον ἀποκεκριμένον, γῆ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ.

Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τε καὶ τάξεως διδάσκει τῶν δύο στοιχείων καὶ συνάγει πάλιν ἐκ ταύτης ὅτι μὴ δυνατὸν ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ νέφη συνίστασθαι, ὡς δι’ ἑκατέρου συναποδείκνυσθαι θάτερον, διὰ μὲν τοῦ μὴ συνίστασθαι νέφη κατὰ τὸν τόπον ἐκεῖνον ὡς θερμόν, ὅτι τὸ πύριον σῶμα τοῦ ἀέρος ὑπερανέστηκεν, ὡς ἤδη πρότερον καὶ ἡμεῖς ἐμνημονεύσαμεν, διὰ δὲ τῆς τάξεως αὐτῶν ἣν παραδίδωσιν νὺν, ὅτι μὴ συνίσταται νέφη καὶ ὕδωρ ἐκεῖ. τίνα οὖν ἔχει τὰ προκείμενα τὴν διάνοιαν; τῶν τεσσάρων, φησί, στοιχείων ὅτι μὲν ἂν εἴη βαρύτατον καὶ ψυχρότατον, τοιοῦτον δὲ γῆ καὶ ὕδωρ, τῶν ἄλλων ἀποκριθέντα κούφων ὄντων τὸν μέσον τοῦ παντὸς κατειλήφασι τόπον. τὸ δὲ ταύτας διαπεφευγὸς τὰς ποιότητας, ὁ ἀὴρ δὲ τοιοῦτόν ἐστι καὶ τὸ πῦρ, ἐξ ἀνάγκης τούτων ὑπερανέστηκε. τὰ γὰρ ἐναντία ταῖς δυνάμεσι τοὺς ἐναντίους κατειληφέναι τόπους ἀκόλουθον· ἐναντίον δὲ καθάπερ τῷ βαρεῖ τὸ κοῦφον καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὕτω καὶ τῷ κάτω τὸ ἄνω· κάτω δὲ τὸ μέσον, ἄνω δὲ τὸ πέριξ. ἀλλ’ ὥσπερ βαρυτέρα τοῦ ὕδατος οὖσα ἡ γῆ ὑποχωρεῖ τούτῳ καὶ ὑφιζάνει, οὕτω καὶ [*](5 πῶς ἐλέγομεν om. M 16 ἀπαθής Ma 21 καὶ post ταῦτα om. V Arist. Η ante ἐχόμενα add. τὰ Arist. EH 22 ἐστὶ] οἷον supr. scr. V 26 τόπον a 37 τὸ κάτω MV, sed corr. V τῶ ἄνω M 38 οὔσα om. a Comment. in Arist. XIV 1. Philop. Meteor. 3)

34
τὸ πῦρ κουφότερον τοῦ ἀέρος ὂν ἐπιπολάζει αὐτῷ καὶ τὴν ἐσχάτην τῶν [*](83v) τεσσάρων ἐπὶ τὸ ἄνω χώραν εἴληφε. συνεχὲς οὗν τῇ γῇ μὲν τὸ ὕδωρ, τούτῳ δὲ πάλιν ἐφεξῆς ὁ ἀήρ, ᾗ μὲν ὑγρός ἐστι, τῷ ὕδατι γειτνιάζων, ᾗ δὲ θερμός, τῷ μετ’ αὐτὸν πυρὶ συναπτόμενος, ὅπερ, φησίν, ἡ συνήθεια μὲν πῦρ ὀνομάζει, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν πῦρ. ἡ γὰρ φλὸξ ἡ παρ’ ἡμῖν πῦρ ἐστι κυρίως, ἥτις ὑπερβολὴ τοῦ κατὰ φύσιν ἐστὶ θερμοῦ, ὡς καὶ ἡ χιὼν καὶ ὁ κρύσταλλος οὐκ ἔστι τὸ στοιχειῶδες ψυχρόν, ἀλλ’ ὑπερβολὴ τούτου· τὸ μὲν γὰρ στοιχειῶδες ψυχρὸν καὶ θερμὸν σωστικὰ τῶν ἐξ αὐτῶν συγκειμένων ὑπάρχουσι, τὰ δὲ εἰρημένα φθοροποιὰ τοὐναντίον ἐστίν, ὅθεν οὐδὲ συνίσταταί τι τῶν συνθέτων ἐκ τούτων. τί οὖν ἐστι τὸ στοιχειῶδες θερμόν, ὃ μετὰ τὸν ἀέρα τὴν θέσιν εἴληφε; διδάσκει δὲ τοῦτο κατὰ συνέχειαν προιών· ἡμεῖς δὲ τὰ εἰρημένα τέως σκοπήσωμεν. ὅτι οὖν (??) τὰ βαρέα τὴν ἐπὶ τὸ μέσον τοῦ παντός, τὸ κέντρον φημί, ῥοπὴν κεκλήρωται, δείκνυται μὲν ἐν τῷ τὰ πανταχόθεν τοῦ κόσμου ἀπὸ τοῦ πέριξ ἐπὶ τὴν γῆν καταφερόμενα βάρη καὶ τὸ τῶν ὑετῶν ὕδωρ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἀποτελεῖν· τοῦτο δὲ οὐκ ἂν συνέβαινεν, εἰ μὴ πρὸς τὸ κέντρον αὐτὸ τοῦ παντὸς τὴν ῥοπὴν ἔσχον καὶ τέλος αὐτοῖς τοῦτο τῆς κινήσεως ἦν. νοήσεις δὲ τὸ λεγόμενον ἐντεῦθεν· σφαιρικοῦ γὰρ ὄντος τοῦ οὐρανίου σώματος, καὶ τῆς γῆς ἐντὸς οὔσης καὶ ἀποδεδειγμένης σφαιροειδοῦς, ἐὰν δύο κύκλους γράψῃς, τὸν μὲν ἔξωθεν καὶ περιέχοντα τὸν δ’ ἐντὸς καὶ περιεχόμενον ὑπ’ αὐτοῦ, ἐκ δὲ τοῦ μείζονός τε καὶ ἔξωθεν ἐπὶ τὸν ἐντὸς πανταχόθεν ἐκβάλῃς εὐθείας, ὅσαι μὲν αὐτῶν ἐπὶ τὸ κέντρον φέρονται, ἴσας τὰς ἑκατέρωθεν ποιοῦσι γωνίας, ὅσαι δὲ τοῦ κέντρου διαπίπτουσιν, ἀνίσους, τὴν μὲν ὀξεῖαν τὴν δὲ τοὐναντίον ἀμβλεῖαν. μόναι οὖν αἱ ἐπὶ τὸ κέντρον φερόμεναι πρὸς ἴσας τὰς ἑκατέρωθεν γωνίας ἤχθησαν, καὶ αἱ πρὸς ἴσας φερόμεναι πρὸς αὐτὸ νεύουσιν. εἰ γὰρ παρακλιθεῖσαί τινες ἔξω τοῦ | κέντρου 84r πέσοιεν, τὴν ἐπὶ τὸ πέριξ τῶν κούφων φέρονται κίνησιν, καὶ οὐ τὴν ἰδίαν τὴν τῶν βαρέων, ἅπερ ἀνάγκη πάντα μίαν τὴν ἐπὶ τὸ κέντρον φέρεσθαι κάθετον οὖσαν. τούτων οὕτως ἐν τοῖς μαθήμασι δεδειγμένων, ὑποκείσθω τῶν κύκλων ὁ μὲν ἔξωθεν ὁ τὴν γῆν περιέχων ἀήρ, ὁ δ’ ἐντὸς ἡ γῆ. εἰ οὖν τὰ πανταχόθεν ἐπὶ τὴν γῆν φερόμενα βάρη πρὸς ἴσας ἐπ’ αὐτὴν ἅπαντα γωνίας φέρεται, * * μόνα τὰ πρὸς αὐτὸ τὸ κέντρον τὴν ῥοπὴν ἔχοντα, δῆλον ὡς καὶ ἡ γῆ τὸ μέσον τοῦ παντός, τουτέστι τὸ κέντρον περιείληφεν. εἰ γὰρ ἔξω τοῦ κέντρου τὴν θέσιν εἶχεν ἡ γῆ, οὐδὲν τῶν ἐκ τοῦ πέριξ εἰς αὐτὴν φερομένων βαρῶν ἴσας ἑκατέρωθεν ἐποίει γωνίας, ἀλλὰ τὴν μὲν αὐτῶν ἀμβλεῖαν, θατέραν δὲ πάντως ὀξεῖαν, ὅπερ οὐδαμοῦ φαίνεται γινόμενον. εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή, πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα τὸ πέρας κατειληφότα τὸ ἑαυτῶν ἵσταται λοιπὸν ἐν τούτῳ καὶ ἠρεμεῖ, ὡς ἄνω μὲν τὸ πῦρ, κάτω δὲ τὰ βαρέα, ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα καὶ ποσότητα κινήσεων γίνεται (τὸ γὰρ κινηθὲν ἐπὶ λευκότητα ἢ θερμότητα καὶ τὰ αὐξόμενα πάντα τὸ τέλος κατειληφότα τῆς [*](11 τὸν] τῶν a 17 τῆς] τοῖς a 21 τὸ ἐντὸς M 22 ἐκβάλοις MV 25 ἀνήχθησαν M 32 lucunam indicavi; addenda πρὸς ἴσας δ’ ἐπὶ τὴν γῆν γωνίας φέρεται 41. p. 35,1 τῆς—κινήσεως om. V)
35
ἑαυτῶν κινήσεως ἵσταται λοιπὸν ἐκεῖ, ὡς τὸ τὶ γενόμενον, φέρε λευκόν, [*](84r) ἐν τῇ λευκότητι καὶ τὸ θερμὸν ἐν τῇ θερμότητι, καὶ τὸ κατειληφὸς τὸ τέλειον μέγεθος οὐκέτι αὔξεται), εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ. οὐκοῦν καὶ ἡ γῆ περὶ τὸ κέντρον ἱδρυμένη τοῦ παντὸς οὐ δεῖται βίας, ἵνα μένῃ μετέωρος ἐν αὐτῷ· τοὐναντίον δὲ μᾶλλον, ἵνα ἐκστῇ τούτου καὶ ὁτιοῦν αὐτῆς μέρος, βίας δεήσεται. καὶ τὰ ἐπικείμενα δὲ τῇ γῇ βάρη εἰ χώραν εὕροιεν καὶ τὸ ἀνέχον ἀφαιρεθείη, φέροιντο ἄν εὐθὺ ἐπ’ αὐτὸ τὸ κέντρον, καὶ ἐκεῖ γενόμενα στήσονται. τούτων εἰρημένων τὴν λέξιν σκοπήσωμεν. εἰπὼν γὰρ ἐπὶ τοῦ μέσου ἀναγκαίως καὶ περὶ τὸ μέσον προσέθηκεν, ἵνα μή τις τὸν κάτω τόπον, ὅπου τὰ βαρέα κινεῖται, μέσον εἰρῆσθαι νομίσειε· τὸ γὰρ ἀκριβῶς μέσον, τὸ κέντρον φημί, τόπος οὐκ ἔστιν· ἀμερὲς γάρ ἐστι καὶ ἀδιάστατον, ὁ δὲ τόπος τῶν σωμάτων διάστημά ἐστι. τόπος οὗν ἐστι τῶν βαρέων ὁ περὶ τὸ κέντρον· τοῦτο γάρ ἐστι τὸ μέσον. τούτου οὖν ἀληθοῦς ὄντος οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον· οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ τριχῇ διεστὸς ἀσώματον. περὶ δὲ τούτου ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως σχολικοῖς ἡμῶν συγγράμμασιν αὐταρκῶς εἴρηται· νῦν δὲ μόνον ἐπεσημειωσάμην τὸ εἰρημένον Ἀριστοτέλει, τῆς φύσεως αὐτὸν τῶν πραγμάτων εἰς τοῦτο περιαγούσης. δυνατὸν δὲ ἐν μὲν τῷ μέσῳ τὴν γῆν ἀκούειν, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ. ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου καὶ καλουμένου ὑφ᾿ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἐπειδήπερ οἱ πολλοὶ τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης ἀέρα καλοῦσι, τῆς αἰσθήσεως μόνης λόγου χωρὶς τὰ τούτου μέρη διακρίνειν οὐ δυναμένης, διὰ τοῦτο εἶπε τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. τούτου γάρ, φησί, τὸ μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι καὶ θερμόν, ὅπερ ἐστὶν ὁ κυρίως ἀήρ. ὑγρὸν μὲν οὖν ἐστιν ὡς ἀτμίζον· ὁρῶνται γὰρ οἱ ἀτμοὶ φερόμενοι ἐξ αὐτοῦ, ἡ δὲ ἀτμὶς ἀπὸ τῶν ὑγρῶν φέρεται σωμάτων, ὡς δηλοῖ τὸ ὑποκαιόμενον ἐν λέβησιν ὕδωρ· θερμὸν δὲ πρὸς τούτῳ, φησίν, ἐστί, διότι καὶ ἀναθυμίασιν ἔχει τινά· μέμικται γὰρ ἐν αὐτῷ ἀμφότερα. τί δὲ διαφέρουσιν ἀλλήλων ἡ ἀναθυμίασις καὶ ἡ ἀτμίς, λέξει. τὸ δὲ ὑπὲρ τοῦτο τὸ μέρος τοῦ καλουμένου ἀέρος θερμόν ἐστι καὶ ξηρόν. ὅσῳ γὰρ τῶν ψυχρῶν καὶ ὑγρῶν σωμάτων ὑπερανέστηκε, τοσοῦτον ἐπιτείνει τὸ θερμόν (καὶ γὰρ ὁ ἀὴρ θερμὸς ἦν μετὰ τὸ ψυχρὸν τεταγμένος), τὸ δὲ ὑγρὸν ἀπογινόμενον [*](1 V 2 καί post λευκότητι om. Ma θερμὸν—καὶ τὸ om. V 7.8 εἰ χώραν—ἐπὶ τοῦ μέσου (10) om. a 8 ἀφαιρεθείη scripsi: ἀφαιρεθῇ MV 9 γενόμενα scripsi: γινόμενα MV 16 τὸ ante σῶμα om. Ma 18. 19 ἐν τοῖς—συγγράμμασιν] Comm. in Phys. p. 563 sqq. 20 αὑτὸν] αὐτῶν Ma 21 περὶ ἀγούσης M 24 δεῖ] δὴ M καὶ καλουμένου iterat M 29 διὰ τούτου M)
36
τίθεται πᾶν καὶ λοιπὸν γίνεται ξηρόν· ἡ γὰρ θατέρου τῶν ἐναντίων στέρησις [*](84r) γένεσίς ἐστι τοῦ λοιποῦ. τῆς γὰρ ἐνούσης ἀναθυμιάσεως τῷ ἀέρι τῇ ἐπὶ τὸ ἄνω προόδῳ ἀπὸ τῆς ἀτμίδος χωριζομένης, ἥτις ἐστὶν ὑγρόν, τὸ λειπόμενον ξηρόν ἐστι καὶ θερμὸν μετ’ ἀνάγκης, ὅπερ καλεῖ μὲν ἡ συνήθεια πῦρ οὐ κυρίως, ὁ δὲ Ἀριστοτέλης ὑπέκκαυμα τοῦτο προσηκόντως ὠνόμασεν, ὡς ἕτοιμον εἰς ἔξαψιν ἡδῆ καὶ ἐκφλόγωσιν ἐπιτεινομένων τοῦ ξηροῦ τε καὶ τοῦ θερμοῦ.

[*](p. 340 b 27)

Ἔστι γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ ξηρὸν καὶ θερμόν· καὶ ἔστιν ἀτμὶες δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ.

Νῦν μὲν τὴν καπνώδη φύσιν ἐξαιρέτως ἀναθυμίασιν ἐκάλεσε, προελθὼν δὲ κοινῶς ἀμφότερα ἀναθυμιάσεις καλεῖ. ἀλλὰ καὶ ἔφθη περὶ τῆς ἀτμίδος εἰπὼν τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς. τὴν μὲν οὖν ἀτμίδα ὕδωρ εἶναί φησι δυνάμει· παχυνομένη γὰρ αὕτη τὸ μὲν θερμὸν ἀποτίθεται καὶ τὸ κοῦφον, προσλαμβάνει δὲ τἀναντία τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ γίνεται ὕδωρ· τὴν δὲ καπνώδη δυνάμει πῦρ, τὴν φλόγα δή φημι· ἐπιτεινομένης γὰρ ἑκατέρας τῶν ἐν αὐτῇ ποιοτήτων γίνεται φλόξ. πῶς οὖν οἷόν τε ἦν ἐν τούτῳ τῷ τόπῳ ἢ καὶ τῷ λίαν αὐτῷ πλησιάζοντι συστῆναι ὕδωρ ἢ νέφος ἀπλῶς; οὐ γάρ ἐστι, φησίν, ἀὴρ μόνον τὸ ἐνταῦθα σῶμα, ἀλλὰ καὶ μᾶλλον οἷον πῦρ· ξηρὸν γάρ ἐστι καὶ θερμόν, οἵα ἐστὶ τοῦ πυρὸς ἡ φύσις, ἀλλὰ ἀνειμένας ἔχει ταύτας καὶ οὐκ ἐπιτεταμένας, ὡς τὸ πῦρ.

[*](p. 340 b 32)

Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν | γὰρ ἀναγκαῖον [*](84v) ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν.

οὐ μόνον, φησίν, ὡς ξηρὸς καὶ θερμὸς ὁ ἐκεῖσε ἀὴρ οὐ συγκρίνεται εἰς νέφη, ἀλλ’ ὅτι καὶ κύκλῳ τοῖς οὐρανίοις συμπεριάγεται οἱονεὶ περιρρέων. ἡ συνεχὴς οὖν κίνησις συγκρίνεσθαι αὐτὸν οὐκ ἐᾷ, ἀλλ’ εἰ καὶ ἀτμιδῶδές τι συμβαίνει τυχεῖν ἐν αὐτῷ, διαλύει τοῦτο εὐθὺς ἡ κίνησις. δύο γὰρ περιφερεῖς ἐπιφάνειαι νοοῦνται τῆς γῆς, ἡ μὲν ἐκβαλλομένῃ διὰ τῆς πεδιάδος, ἧς ὑπερανέστηκε τὰ ὄρη, ἡ δὲ διὰ τῆς κορυφῆς τῶν ὀρῶν, ἧς αἱ πεδιάδες κατωτέρω εἰσὶ καὶ κοιλότεραι. φησὶν οὖν τὸν μὲν ἐντὸς ἀέρα τῆς ἔξωθεν περιφερείας τῆς ἀπὸ τῶν ὀρῶν ἐκβαλλομένης μεταξὺ τούτων ἐναπειλημμένον καὶ οἱονεὶ λιμνάζοντα μὴ τοῖς οὐρανίοις συμπεριάγεσθα, ἀλλ’ οἱονεί τινα λίμνην μεταξὺ τούτων οὖσαν ἀκίνητον (τοιαῦτα γὰρ τὰ [*](17 ἐπιτινομένης a 19 καὶ τὸ λίαν a 22 ἐπιτεταγμένας M 24 τῷ ἄνω τόπῳ Arist. E 25 ὅσος] ὃς Ma 33 κυλότεραι M 34 τῆς post ἀέρα om. V)

37
λιμναῖα τῶν ὑδάτων), τὸν δὲ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν [*](84v) ἀέρα καὶ τὸ ὑπὲρ τοῦτον ὑπέκκαυμα τῇ τοῦ κυκλοφορικοῦ σώματος κινήσει συνεφέλκεσθαι. τοῖς μὲν γάρ οὐρανίοις προσεχές ἐστι τὸ ὑπέκκαυμα, τούτῳ δὲ πάλιν ὁ ὑπ’ αὐτὸ ἀήρ· ὥστε τὸ μὲν τοῖς οὐρανίοις, τὸν δὲ τῷ ὑπεκκαύματι καύματι συνεφέλκεσθαι καὶ διὰ τοῦτο μὴ συγκρίνεσθαι τοῦτον εἰς νέφη. ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν σφαιροειδῆ εἶναι πᾶσαν. καὶ οὐκ ἔστιν ἀκριβῶς ἡ γῆ σφαῖρα· καὶ κοιλότητας γὰρ ἔχει βαθείας, εἰς ἃς τὸ ὕδωρ συνερρύη καὶ ἀνεπλήρωσε ταύτας, καὶ ὀρῶν ἀνατάσεις καὶ φάραγγας. πάλιν οὖν ὁ μεταξὺ τούτων ἐναπειλημμένος ἀὴρ ἀναπληρῶν αὐτὰς μίαν ἀποτελεῖ τῆς γῆς σφαῖραν ἐκβαλλομένης διὰ τῶν κορυφῶν τῶν ὀρῶν περιφερείας τινὸς ἐσχάτης, ὥστε εἶναι πᾶσαν σφαιροειδῆ μετὰ τοῦ ἐναπειλημμένου ὕδατος καὶ τοῦ μεταξὺ τῶν δρῶν καὶ τῶν φαράγγων ἀέρος. οὕτως οὖν ὁ ὑπὲρ τὴν περιφέφειαν ταύτην ἀὴρ ἐξ ἀνάγκης ἔξωθεν περιρρεῖ τῇ περιφορᾷ τῶν οὐρανίων συν- εφελκόμενος ἅμα τῷ ὑπεκκαύματι, οὐ φυσικὴν ἔχων κατ’ Ἀριστοτέλην ταύτην τὴν κίνησιν, ἀλλ’ ἐκ τῆς ἔξωθεν τοῦ κυκλοφορικοῦ σώματος ἀνάγκης. ἰστέον δ’ ὅτι τοῖς Πλατωνικοῖς οὐ συνεφέλκεσθαι δοκεῖ τῷ οὐρανῷ τό τε ὑπέκκαυμα καὶ ὁ προσεχὴς ἀήρ, ἀλλὰ φυσικὴν ἔχειν τὴν τοιαύτην κίνησιν· τῶν γὰρ ὁλοτήτων αἱ μέν εἰσιν ἀκίνητοι, φασίν, ὡς ἡ τῆς γῆς καὶ τοὺ ὕδατος, αἱ δὲ κύκλῳ κινοῦνται, ὡς ἡ τοῦ ἀέρος καὶ ἡ τοῦ ὑπεκκαύματος· ἐπ’ εὐθείας γὰρ οὐδεμία τῶν ὁλοτήτων κινεῖται. περὶ δὲ τούτων οὐ τοῦ παρόντος γυμνάζειν καιροῦ· διηγώνισται γὰρ ἡμῖν ἐντελῶς ἐν ἑτέροις.

[*](ρ. 340 b 36)

Φαίνεται γὰρ καὶ νῦν οὖσα ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τό ποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλοτάτων δρῶν.

Ὁτι αἱ τῶν νεφῶν συστάσεις ἐν τῷ λιμνάζοντι ἀέρι μεταξὺ τῶν ὀρῶν γίνονται, καὶ διὰ τῆς τῶν ἀνέμων κατασκευάζει γενέσεως· καὶ οὗτοι γὰρ ἐν τοῖς αὐτοῖς συνίστανται τόποις, οὐκ ἐν τῷ συνεφελκομένῳ ἀέρι τοῖς πέριξ. εἰ γὰρ ἐκεῖ συνίσταντο, μίαν καὶ τὴν αὐτὴν ἐκείνῳ πάντες ἐκινοῦντο· νῦν δὲ ἀπὸ παντὸς τόπου καὶ τῶν ἐναντίων ῥέουσι δύσεως ἀνατολῆς, ἄρκτου μεσημβρίας, καὶ τῶν μεταξὺ τούτων, ὥστε πολλάκις καὶ ἀντιπνέειν ἀλλήλοις τῆς ὕλης αὐτῶν ἐκ τῶν ἐναντίων κινουμένης τόπων. καὶ ἄλλως ἐδεῖ. ξαμεν ὥς ἐστιν ὑπερνεφῆ τὰ ὄρη καὶ ὑπερήνεμα.

[*](p. 341 a 2)

Τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ συνεχὴς εσΤι.

Τῇ συνηθείᾳ πάλιν ἑπόμενος πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· τοῦτο μὲν [*](4 αὐτὸ scripsi: αὐτὸν libri τὸ scripsi: τὸν Ma: τὴν V τὴν δὲ V 6 ὅσου M 8 καὶ οὐκ] exspectas οὐ γὰρ 14 σφαράγγων a οὕτως] οὗτος a 24 οὖσα apud Arist. non legitur 25 τῆς] τοῖς M 30 πάντως Ma)

38
οὖν, φησί, συνεχές ἐστι τῷ ἄνω στοιχείῳ, τουτέστι τῷ οὐρανίῳ·. εἴπομεν [*](84v) δὲ καὶ πρὸ τούτου ὅτι συνεχὲς ὠνόμασε τὸ προσεχὲς αὐτῶν καὶ ἁπτόμενον· ὁ δὲ ἀὴρ τῷ ὑπεκκαύματι συνεχής ἐστι κατ’ ἀλήθειν. ἑνὸς γὰρ καὶ πρότερον εἶπεν ἀέρος τοῦ ἀπὸ τῆς -ίῆς μέχρι σελήνης τὸ μὲν τῶν μερῶν εἶναι θερμὸν καὶ ὑγρόν, τὸ δὲ θερμὸν καὶ ξηρόν· ὥστε καὶ τὸ ὑπ’ αὐτοῦ καλούμενον ὑπέκκαυuα καλεῖσθαι ἀέρα θερμὸν καὶ ξηρόν. καὶ Πλατῶν γοῦν τὸν αἰθέρα τοῦ ἀέρος εἶναί φησι τὸ εὐαγέστατον.

[*](p. 341 a 5)

Ἀλλ' ἀεὶ ὅτι ἂτι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶ̣ς τὸ μὲν ἀέρος διατελεῖ πλῆρες ὄν, τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεται ἕκαστον αὐτῶν.

'Επειδὴ εἶπεν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη μηδὲ τὴν εἰς ὕδωρ γίνεσθαι μεταβολήν, τούτου δ’ οὕτως ἔχοντος συνέβαινεν ἐκεῖνο τὸ σῶμα μένειν ἀεὶ τὸ αὐτό, μήτε γινόμενόν ποτε μήτε φθειρόμενον, τοῦτο δὲ παρὰ τὰ ἐναργῆ καὶ βλεπόμενα (φαίνεται γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γινόμενά τε καὶ φθειρόμενα καὶ τὴν εἰς ἄλληλα μεταβολὴν ὑπομένοντα), πρὸς ταύτην τὴν ὑπόνοιαν ὑπαντῶν τὰ νῦν παρέθετο. εἴ τι γάρ, φησίν, ἐν ἐκείνω τῷ τόπῳ γένηται βαρύ τε καὶ ὑγρὸν διὰ τὸ παθεῖν ὑπὸ τῶν παραὶ̣ειuι ένων.ι ἢ εἰ καί τι συνανενεχθείη τῇ ἀναθυμιάσει τῇ καπνώδει τοι- οῦτον, εὐθὺς φέρεται κάτω ἐκεῖ μένειν ἐν τῷ τόπῳ τῷ παρὰ φύσιν οὐκ ἀνεχόμενον, ὡς καὶ τοὐναντίον εἴ τι τῶν κάτω πυρωθὲν γένηται κοῦφον, εἰ καὶ σνγκατενεχθείη τῷ ἄνωθεν διὰ τὸ βάρος κατενεχθέντι, εὐθὺς ἄνω ωέρεται. συμπεπλεγμένων γὰρ τῶν ἀναθυμιάσεων ἀμφοτέρων τῆς ξηρᾶς τε καὶ τῆς ὑγρᾶς, τῆς δὲ ξηρᾶς ἄνωθεν οὔσης, συναναφέρεται πολλάκις καὶ τὸ συναπειλημμένον αὐτῇ τῆς ὑγρᾶς· καὶ | ἔμπαλιν εἴ τι συναπεη- πται τῇ ὑγρᾷ τῆς ξηρᾶς, κάτω φερομένης συνεφέλκεται πολλάκις αὐτῇ ἡ ξηρά. ἀλλ’ εἰ μὲν κρατήσει τὸ πλεονάζον, μεταβάλλει τὸ λοιπὸν εἰς ἑαυτό· εἰ δὲ μὴ κρατήσει, ἐπὶ τὸν οἰκεῖον εὐθὺς μεταχωρεῖ τόπον τὸ μὴ̣ κρατηθέν, τὸ ξηρὸν μὲν ἄνω, τὸ ὑγρὸν δὲ κάτω. καὶ ἄλλως ἁπτομένων ἀλλήλων καὶ συνεχῶν ὄντων τῶν δύο σωμάτων ἀέρος τε καὶ τοῦ ὑπεκκ̓αύαατος, πάσχειν εἰκὸς ὑπ’ ἀλλήλων κατὰ μέρη τὸ κρατηθὲν ὑπὸ τοῦ κρατήσαντος, καὶ τὸ μὲν κρατηθὲν μόριον ὑπὸ τοῦ ἀνωτέρω καὶ γινόμενον ξηρὸν εὐθὺς επ αὐτὸ φέρεται τὸ δ’ αὗ πάλιν ὑπὸ τοῦ κάτω κεκρατημένον καὶ γενόμενον ὑγρὸν βρίθει κάτω πρὸς τὸ κρατῆσαν· καὶ οὕτως ἀμοιβαδὀν τῆς εἰς ἄλληλα κατὰ μέρη γινομένης μεταβολῆς ἑκάτερος μὲν τῶν τόπων τῆς ἐν αὐτῷ πεΦυκυίας εἶναι πλήρης ἐστὶν οὐσίας, οὐκ ἀεὶ δὲ τῆς αὐτῆς ἀριθμῷ, ἄλλοτε δ’ ἄλλης ἀπὸ μέρους εἰς αὐτὸν μεταχωρούσης. οὕτω μὲν οὖν ἡ [*](6 nλάτων] Tim. p. 58 D 9 ἄλλο Ma 10 ἐκθυμιωμἐνω V 19 et 22 γένηται ex γίνεται coir. M1 20 συνενεχθείη Va 23 ἐνεχθέντι V 26 εἴ τι] ἔτι a 27 αὐτὴ a)

39
τῶν στοιχείων ἐξίσωσις γίνεται. ἔστι δὲ ἡ λέξις ἀσαφὴς οὕτως ἔχουσα [*](85r) ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται. τοῦτο δὲ οὕτως ὁ Ἀλέξαν- δρος ἐξηγήσατο κτὰ λέξιν “ὅτι δ’ ἄν ἐν αὐτῷ ὑγρότερόν τε καὶ βαρύτερον μόριον ἢ γένηται ἢ συνανενεχθῇ, τοῦτο κάτω φέρεται ἐκθλιβομένου ἐν τῇ κινήσει τε καὶ περιφορᾷ τοῦ ἀναφέροντος αὐτὸ θερμοῦ εἰς τὸ ἄνω.” ἀλλ’ οὐ περὶ τοῦ ἀναφερομένου βαρέος τε καὶ ὑγροῦ τῷ Ἀριστοτέλει λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ ἐν αὐτῷ τῷ ὑπεκκαύματι γινομένου καὶ μεταβάλλοντος. ὅτι γὰρ ἄν, φησί, βαρύνηται μόριον αὐτοῦ δηλονότι τοῦ ὑπεκκαύματος, ἢ εἴ τι μεταβάλοι μόριον καὶ γένηται βαρύ· ὥστε οὐ περὶ τοῦ συναναφερομένου τῷ κούφῳ βαρέος καὶ ὑγροῦ φησιν, ἀλλὰ περὶ τοῦ ἄνω γινομένου βαρέος καὶ ὑγροῦ. τὸ λεγόμενον οὖν ἐστι τοιοῦτον· ὅταν τι μέρος τοῦ ὑπεκκαύματος βαρὺ γένηται καὶ ὑγρόν, ἐπειδὴ τοῦτο συνέχεται ὑπό τινων μορίων τοῦ ὑπεκκαύματος θερμοῦ καὶ κούφου, ὃ κωλύει φέρεσθαι κάτω τὸ βαρύ, συνθλιβόμενον ὑπὸ τοῦ βαρέος καὶ τῇ πιλήσει ἐκθλιβόμενον εἰς αὐτὸν τὸν ἄνω τόπον, ἐν ᾧ τὸ βαρὺ γέγονεν, ἅτε δὴ τοῦ βιαζομένου καὶ συνέχοντος ἐλευθερωθὲν τὸ βαρὺ καὶ ἀποκεκριμένον εὐθὺς κάτω φέρεται.

[*](p. 341 a 12)

Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν· πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστι· διὰ τίνα δ’ αἰτίαν γίνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν.

Δύο τὴν ἀρχὴν προβλήματα ζητῆσαι προὔθετο, πρῶτον μὲν ποίου σώματος τὸ μεταξὺ τῶν ἄστρων καὶ τῆς γῆς πεπλήρωται διάστημα, πότερον ἑνὸς ἡ πλειόνων, καὶ εἰ πλειόνων, ποίων τούτων καὶ τίνα πρὸς ἄλληλα τάξιν ἐχόντων· δεύτερον πῶς τὰ ἄστρα καὶ ὁ ἥλιος θερμαίνουσι τὰ ὑπὸ σελήνην αὐτὰ μὴ ὄντα θερμά. διδάξας τοίνυν αὐταρκῶς τὸ πρότερον, πρόεισιν νῦν ἐπὶ τὸ δεύτερον, εἰπὼν μὲν περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ, χρησίμως δὲ καὶ νῦν τοὺς αὐτοὺς πάλιν λόγους ἀνακινῶν. φησὶ τοίνυν ὡς ὁ περὶ θερμότητος λόγος καθ’ αὑτὸν μὲν καὶ ἀκριβέστερον πρέποι ἂν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ. τὸ γὰρ θερμὸν αἰσθήσεως ἐστι πάθος, ἡ δὲ αἴσθησις αἰσθητοῦ αἴσθησις, καὶ ἔμπαλιν τὸ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν· ταῦτα δὲ πρός τι, τὰ δὲ πρός τι τῶν ἀντικειμένων, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἡ ἐπιστήμη καὶ θάτερον τοῦ λοιποῦ χωρὶς γνῶναι προσηκόντως ἀδύνατον. οὐκοῦν ὁ περὶ αἰσθητῶν διαλεγόμενος λεγόμενος (αἰσθητὸν δὲ τὸ θερμόν) καὶ περὶ αἰσθήσεως διαλέξεται, καὶ [*](3.4 Ἀλέξανδρος] p. 16,25 5 ἀνενεχθῇ Alex. 10 μεταβάλλοι a 11 et 12 βαρέως M 14 ὃ] fort. ἂ 15 συνεκθλιβόμενον ὑπὸ V legendum συν θλιβομένων et ἐκθλιβομένων 29 μὲν καὶ περὶ M 29. 30 ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ] Β 7)

40
ἔμπαλιν ὁ περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πάντως. καλῶς ἄρα εἴπομεν ὅτι [*](85r) ό περὶ τοῦ θερμοῦ λόγος τῇ Περὶ αἰσθήσεως προσήκων ἄν εἴη πραγματείᾳ· πλὴν ἐπειδὴ μὴ ἁπλῶς ὡς περὶ αἰσθητοῦ τοῦ θερμοῦ τὸν λόγον ποιούμεθα νῦν, ἀλλὰ μόνον πῶς, εἰ μὴ θερμός ἐστι τὴν φύσιν ὁ ἥλιος, θερμαίνει τὰ τῇδε, χρήσιμος ἂν εἴη τῇ περὶ τῶν μετεώρων θεωρίᾳ καὶ ἡ περὶ τούτου διάσκεψις.

[*](p. 341 a 17)

Ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχείάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι, καὶ ἰὰ ἑξῆς.

Ὅτι δύναται μὴ θερμὸς ὢν ὁ ἥλιος τῇ ταχείᾳ μόνῃ κινήσει θερ- μαίνειν τὰ τῇδε, δεικνύει ἐξ ἐναργοῦς τινος λήμματος, τοῦ τὴν κίνησιν θερμαίνειν διακρίνουσαν τὸν ἀέρα καὶ μανοῦσαν, δι’ οὗ γίνεται. τούτου δὲ λαμβάνει τεκμήριον τὸ πολλάκις τήκεσθαι τὰ δι’ αὐτοῦ φερόμενα σφοδρῶς τῶν τήκεσθαι πεφυκότων, ὡς ὁ μόλιβδος ὁ τὴν ἀκίδα τοῦ βέλους τῷ ξύλῳ συνέχων· ἐκπυρουμένου γὰρ τῇ σφοδρᾷ κινήσει τοῦ ἀέρος τοῦ ὁμιλοῦντος αὐτοῖς ἐν τῇ παρόδῳ ἡ τῆξις γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, καὶ τὸ μᾶλλον ἄρα κινούμενον μᾶλλον θερμαίνει τὸν δι’ οὗ κινεῖται ἀέρα καὶ τὸ· πλησιαίτερον τοῦ θερμαινομένου μᾶλλον θερμαίνει. οἱ μὲν οὖν ἀπλανεῖς ταχυτέραν μὲν πάντων τὴν κίνησιν ἔχουσιν, ἀλλὰ πορρωτάτω δι- εστήκασι λίαν τῶν ὑπὸ σελήνην· ἡ δὲ σελήνη ἐγγυτάτω μὲν αὐτῶν ἐστιν, ἀλλὰ βραδυτέραν ἔχει τὴν κίνησιν· δεῖ δὲ καὶ τάχους καὶ τοῦ πλησιάζειν τῷ θερμαίνεσθαι μέλλοντι τὸ κινούμενον. μόνος οὖν ὁ ἥλιος οὔτε τοσοῦτον ἡμῶν ἀφέστηκεν ὅσον ἡ ἀπλανής, καὶ ταχυτέραν πολλῷ τῆς σελήνης ἔχει τὴν κίνησιν. τοῦτο δὲ τοῖς ἐναργέσι δοκεῖ μάχεσθαι· εἰ γὰρ τὸν ὅλον κύκλον ἡ μὲν σελή|νη διὰ μηνὸς ἀνύει, ὁ δὲ ἥλιος δι’ ἐνιαυτοῦ, πῶς λέγει [*](85v) τὸν ἥλιον τῆς σελήνης κινεῖσθαι ταχύτερον; φημὶ τοίνυν ὡς διττὴ τῶν πλανωμένων ἐστὶν ἡ κίνησις, ἡ μὲν τῇ ἀπλανεῖ συνεπαγομένων αὐτῶν ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν, ἡ δὲ τοὔμπαλιν ἐκ δυσμῶν ἐπ’ ἀνατολάς, ἣν αὐτοὶ κινοῦνται καθ’ αὑτοὺς ἢ μᾶλλον αἱ σφαῖραι τούτων. κατὰ μὲν οὖν τὴν ἰδίαν αὐτῆς ἡ σελήνη κίνησιν τοῦ ἡλίου ἐστὶ ταχυτέρα, κατὰ δὲ τὴν ἅμα τῷ παντὶ συμπεριφοράν, περὶ ἧς καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησι, πολλῷ τοῦ ἡλίου ἐστὶ βραδυτέρα. τοῦ γὰρ ἡλίου μείζονα κινουμένου κύκλον, τῆς δὲ σελήνης ἐλάττονα, ὅμως ἐν ἴσῳ χρόνῳ συναποκαθίστανται· τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ ταχύτερον ὁ τὸν μείζονα κύκλον ἐπέχων ἐκινεῖτο, καὶ τοσοῦτον ταχύτερον, ὅσον καὶ ὁ κύκλος τοῦ κύκλου μείζων ἐστίν. εἰ [*](2 προσῆκον M 5 post εἴη iterat πραγματείᾳ πλὴν—αἰσθητοῦ τοῦ θερμοῦ (2. 3) a 10 ἡλίου περιφορὰ Ma 11 καὶ τὰ ἑξῆς om. et lemma usque ad ἱκανῶς (p. 341 a 23) producit V 19 μᾶλλον ante θερμαίνει ex μάλα corr. V 21 τὴν om. a 24 μέλλοντι scripsi: μᾶλλόν τι libri οὔτε scripsi: οὐδὲ libri 28 post φημὶ add. δὴ Ma 35 ἀποκαθίστανται a)

41
δὲ τὴν ἀπὸ τῆς γῆς ἀπόστασιν ὁ ἥλιος ἐγγὺς εἰκοσαπλασίονα διέστηκε τῆς [*](85v) σελήνης, ὡς καὶ πρότερον εἴπομεν, οὐκοῦν καὶ τὸν κύκλον ἐφ’ οὗ ὁ ἥλιος τοῦ κύκλου τοῦ ἐφ’ οὗ ἡ σελήνη τοσοῦτον ὑπερέχειν ἀνάγκη· ὡς γὰρ ἡ διάμετρος ἔχει πρὸς τὴν περίμετρον. τοῦτο καὶ Ἄρατος εἶπεν ἐπὶ τοῦ κριοῦ καὶ τῆς κυνὸς οὐρᾶς, τοῦ μὲν ἐν μεγίστῳ κύκλῳ ὄντος τῷ ἰσημερινῷ, τῆς δὲ ἐν ἐλαχίστῳ, ἅμα δὲ ὅμως ἀποκαθισταμένων·
  1. αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθο·.
  2. ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα
  3. οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.
καὶ ἄλλως διά τὸ τὴν ἰδίαν κίνησιν ταχυτέραν τοῦ ἡλίου ποιεῖσθαι τὴν σελήνην, διὰ τοῦτο μετὰ τοὺ παντὸς βραδυτέραν ἔχει. ἐν μὲν γὰρ τῇ κινήσει τῆς ἀπλανοῦς αὐτῆς καθ’ αὑτὴν κατὰ τὴν ἰδίαν κίνησιν τῆς σελήνης ὑπονο στούσης εἰς τοὔμπαλιν ἀνάγκη πάντως συνανατέλλουσαν τῷ ἡλίῳ μὴ συνδύνειν αὐτῷ, ἀλλ’ ὑστερεῖν μέχρις ἂν ὃ ὑπενόστησε διάστημα κατὰ τὴν ἰδίαν κίνησιν συμπεριενεχθῇ τῇ ἀπλανεῖ μέχρι τῆς δύσεως. ἀλλ’ εἰ ἡ κίνησις, ἐρεῖ τις, τῶν οὐρανίων θερμαίνει, διὰ τί μὴ καὶ ἐν νυκτὶ θερμαίνεται τὰ ἐνταῦθα, οὐδὲν ἧττον καὶ τότε τῶν σφαιρῶν κινουμένων, ἀλλὰ μόνην τὴν τοῦ ἡλίου κίνησιν αἰτιώμεθα; καὶ τοῦτο δὲ διέλυσεν ὁ Ἀριστοτέλης εἰπὼν μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν, τὸν ἀέρα δηλονότι, στερεὸν λέγων τό τε τοῦ ἡλίου σῶμα καὶ τῶν ἄλλων ἀστέρων. καὶ γὰρ λίθος κινούμενος θερμαίνει τὸν ἀέρα μᾶλλον ἢ τυχὸν ἢ ἔριον ἤ τι τοιοῦτον· εἰκότως οὖν καὶ ὁ ἥλιος στερεὸς ὢν τῇ ἑαυτοῦ κινήσει θερμαίνει μᾶλλον ἡμάς τῶν λοιπῶν. τὰ μὲν οὖν Ἀριστοτέλους καὶ τῶν ὑπ’ αὐτὸν τοιαῦτα· δεῖ δὲ καὶ ἡμᾶς τὰ πρὸς ἕκαστον ἐνιστάμενα λέγειν ὑπὲρ ἀληθείας τὸν λόγον ποιουμένους. πρῶτον μὲν οὗν τί καλεῖ νῦν στερεόν, ζητητέον, πότερον τὸ τριχῇ διαστατόν, ὃ πρὸς ἀντιδιαστολὴν λέγεται τῶν ἐπιπέδων στερεόν, ἢ τὸ ἀντίτυπον καὶ τῇ ἁφὴ μὴ ὑπεῖκον, ὡς καὶ Πλάτων· στερεὰ γὰρ εἶναι τὰ οὐράνιά φησιν ὡς μετέχοντα γῆς· μόνην γὰρ τῶν στοιχείων εἶναι τὴν γῆν στερεὸν σῶμα. τὸ μὲν οὖν πρότερον ἀδύνατον· πάντα γὰρ τὰ οὐράνια σώματα τριχῇ διέστη. λείπεται οὖν τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ εἶκον καλεῖσθαι νῦν στερεόν, ὡς καὶ τὴν γῆν στερεὰν εἶναί φαμεν, οὐκέτι δὲ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἢ τὸ πῦρ ὡς εἴκοντα τῇ ἁφῇ καὶ ῥευστά. εἰ οὖν τοῦτο καλεῖ νῦν στερεόν, τὸ σκληρὸν καὶ ἀντίτυπον, ταύτας δὲ πάσας τὰς ἀντιθέσεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ὑπὸ τὸ θερμὸν τέταχε καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν, πρῶτον μὲν ἀνάγκη καὶ τὰ οὐράνια τῶν δύο τούτων μετέχειν ἀντι- θέσεων, ὧν καὶ τὰ ὑπὸ σελήνην πάντα μετέχει, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ· καὶ λέληθεν ἑαυτὸν ὁ Ἀριστοτέλης τοῖς ἐκ τῶν τεσσάρων [*](1 ἐγγὺς om. a 7 αὐτοῦ καὶ κριοίο κτλ.] Aiat. Phaen. 225 sqq. 8 πέρι κύκλα Maass: περίκυκλα libri 11 ἔχει scripsi: ἔχειν libri 14 ὑπενόησε a 15 συμπεριηνέχθη Ma 20 δηλονότι τὸν ἀέρα coll. M sed corr. M1 ex στερρὸν rotr. V: στερρὸν Ma 23 οὖν om. V 24 ὑπ’ αὐτοῦ Ma 26 νῦν oin. a στερρὸν a 28 φησιν] Plat. Tim. 31 Β 34. 35 ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς] Β 2)
42
ἐκεῖνα συντιθεῖσι συμφωνῶν, ἐκ πλείστου δὲ τὰ ἄστρα πυρός. δεύτερον εἰ [*](85v) ἑκάστη τῶν σφαιρῶν καὶ τῶν ἄστρων ἕκαστον ἰδίῳ σχήματι τῷ σφαιρικῷ περιγράφεται, δῆλον ὡς ἀνάγκη στερεὸν εἶναι καὶ ἀντίτυπον τῶν οὐρανίων ἕκαστον· σφαιρικὰ γάρ ἐστι πάντα. εἰ γὰρ μὴ τοιοῦτον, οὐκ ἐφύλαττεν ἐν τῇ οὕτως ὀξεία κινήσει τὸ ἴδιον σχῆμα. τὰ γὰρ μὴ ἀντίτυπα, μαλακὰ δὲ τὴν φύσιν καὶ ὑγρὰ καὶ τοῖς ἁπτομένοις ῥᾳδίως εἴκοντα σχῆμα οὐκ ἔχουσιν ἴδιον, δυσόριστα μὲν ἰδίῳ ὅρῳ τὴν φύσιν ὄντα, ἀλλοτρίῳ δὲ καὶ τῷ τοῦ περιέχοντος ὁριζόμενα σχήματι, οἷός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ. εἰ οὖν ἑκάστη τῶν οὐρανίων σφαιρῶν καὶ τῶν ἀστέρων ἕκαστος ἰδίῳ περιγράφεται σχήματι καὶ τοῦτο ἔχει μηδενὶ τῶν ἀντιβαινόντων μηδὲ τῇ τοσαύτῃ ῥύμῃ παρατρεπόμενον, στερεαί που πάντως εἰσὶ καὶ αὐταὶ αἱ σφαῖραι καὶ οἱ ἀστέρες οἷα ἀντίτυποι. τούτου δὲ οὕτως ἔχοντος, εἰ τὸ στερεὸν τῆς οὐσίας τοῦ ἡλίου αἴτιον εἶναι νομίζει τοῦ τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα θερμαίνειν, πολλῷ μᾶλλον ἔδει τὰς σφαίρας τοῦτο ποιεῖν, ὅσῳ καὶ τοῦ ἡλίου ἀπείρῳ μεγέθει σχεδὸν ὑπερβάλλουσι, καὶ τὴν σελήνην ὁμοίως μᾶλλον τῶν ἄλλων πλησιάζουσαν τοῖς ὑπ’ αὐτὴν σώμασι καὶ ἁπτομένην αὐτῶν ὁ γὰρ ἥλιος τὴν μέσην ἐπέχων ζώνην οὐδ’ ὅλως τῶν ὑπὸ σελήνην ἅπτεται σω- μάτων, τρεῖς ἔχων σφαίρας τῶν πλανωμένων μετ’ αὐτόν, τὴν Ἑρμαϊκήν, τὴν τοῦ στίλβοντος, τὴν ἰῆς σελήνης· οὐδὲν δὲ τῶν φύσει ποιούντων ἄνευ ἁφῆς εἰς ἕτερον δρᾷ. ποιεῖ μὲν γὰρ εἰς ἡμᾶς τὸ πῦρ ἐν τοῖς βαλανείοις οὐκ ἀμέσως, ἀλλὰ πρῶτον τὰς παρακειμένας αὐτῷ θερμαῖνον πλίνθους· αὗται δὲ τὸν μετ’ αὐτὰς ἀέρα θερμαίνουσι προσεχῆ ὄντα, κἀκεῖνος πάλιν ἡμᾶς. ὥστε εἰ τῇ κινήσει μόνῃ καὶ μὴ τῇ ποιότητι διὰ μέσου τῶν ἑξῆς σφαιρῶν τὰ ὑπὸ σελήνην ὁ ἥλιος θερμαίνει, πρῶτον ἄρα τὰς μετ’ αὐτὸν σφαίρας θερμαίνει, ἵν’ οὕτω θερμανθεῖσαι καὶ αὗται τὸν ἀέρα θερμάνωσι. παθηταὶ οὗν ἔσονται. εἰ δ’ ἀπαθεῖς κατ’ αὐτὸν ἐκεῖναί εἰσιν, οὐ θερμαίνει τὰ μεταξύ, ἵνα δι’ αὐτῶν τὸν ἀέρα θερμάνῃ, εἴ γε καὶ Ἀριστο|τέλει δοκεῖ τὰ φυσικὰ [*](86r) σώματα μὴ ἄνευ τῆς ἁφῆς ποιεῖν εἰς ἄλληλα. οὐκ ἄρα τὴν τοῦ ἡλίου κίνησιν αἰτιατέον τῆς ἐνταῦθα γινομένης θερμότητος, ἀλλ’ ἡ τὰς τῶν σφαιρῶν ὅλων κινήσεις, ἡ εἰ τοῦτο προφανές ἐστι ψεῦδος (φαίνεται γὰρ ὁ ἥλιος θερμαίνων τὰ πλησιάζοντα) πᾶσά πως ἀνάγκη φύσει θερμὸν ὄντα ποιότητι δρᾶν εἰς τὰ ὑποκείμενα, ὡς καὶ τὸ πῦρ. κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις σκοπῆσαι δίκαιον, εἰ στερεὰ μὲν πάντα τὰ ἄστρα, δεῖ δὲ μετὰ τοῦ στερεοῦ πρὸς τὸ θερμᾶναι καὶ τάχους κινήσεως, ὁ δὲ ἥλιος ὀξύτερον ἤπερ ἡ σελήνη κινεῖται καθ’ ὃν ὑπεθέμεθα τρόπον, καὶ διὰ τοῦτο τῆς ἐνταῦθα γινομένης ἐκ τῶν οὐρανίων θερμότητος τὴν τοὺ ἡλίου κίνησιν αἰτίαν εἶναί φησι καὶ οὐχὶ τὴν τῆς σελήνης· ἀλλ’ ἐπειδὴ μετὰ τοῦ στερεοῦ καὶ τοῦ τάχους καὶ πλησίον εἶναι δεῖ τὸ κινούμενον τοῦ κινοῦντος, καὶ ὁ μὲν ἥλιος μεγίστην ἐξ ἡμῶν ἀφέστηκε διάστασιν, ἡ δὲ σελήνη συνεχής ἐστι τῷ ὑπ’ αὐτὴν [*](5 ὀξείᾳ] ᾇ om. M σχῆμα. τὰ γὰρ scripsi: σχήματα γὰρ libri 16 ἁπτόμενον a 20 βαλανίοις M 21 αὐτῷ om. M 22 μετὰ ταύτας V 25 θερμανθεῖσθαι] μὰν om. V 27 αὐτῶν ex αὐτὸν corr. M1 30 προφανῶς 33 post πάντα add. εἰσὶ M, ἐστὶ a 37 στερροῦ V 38 δεῖ] δοκεῖ Ma)
43
ἀέρι, ἔστι δὲ ἡ μὲν τοὐ ἡλίου ἀπόστασις εἰκοσαπλασίων τῆς σελήνης, ὡς [*](86r) ἔμπροσθεν εἴπομεν, ὅπερ δὲ ὑπολείπεται τοῦ ἡλίου παλινδρομοῦσα κατὰ τὴν αὐτὴν κίνησιν κατὰ μίν ἡμέραν συμπεριαγομένη τῇ ἀπλανεῖ, μικρόν τι ζῳδίου μέρος ἐστίν, οὐδὲν ἄρα τὸ βραχὺ τοῦτο τοῦ τάχους ὃ ὑπολείπεται τοῦ ἡλίου ἡ σελήνη, ἐμποδίζειν ἦν δυνατὸν πρὸς τὸ τὰ τῇδε θερμαίνεσθαι ὑπὸ τῆς σεληνιακῆς κινήσεως συνεχῆ ὄντα ταύτῃ, ὅσον ἡ ἀσύμμετρος πρὸς τὸ * * τοῦ ἡλίου ἀπόστασις. προσθήσω δέ, καθάπερ ἔφθην εἰπών, ὅτι καὶ ἅπτεσθαι δοκεῖ πάντως τὸ φυσικῶς ἐνεργοῦν τοῦ πάσχοντος, ὅπερ τῶν ἄστρων μόνῃ πρόσεστι τῇ σελήνη. εἰ οὖν ἐν νυκτὶ πανσέληνος οὖσα μὴ θερμαίνει ἡμᾶς τοσοῦτον ὅσον ὁ ἥλιος. οὐκ ἄρ ἡ κίνησις αὐτοῦ αἰτία ἐστι τῆς ἐνταῦθα γινομένης θερμότητος. εἰ γὰρ καὶ θερμαίνει ποτὲ ἡ σελήνη, ἀλλ’ οὐχὶ διὰ τὴν κίνησιν αὐτῆς τοῦτο γίνεται, ἐπεὶ καὶ ἀφώτιστον οὖσαν θερμαίνειν ἐχρῆν, ἀλλὰ διὰ τὸ φῶς· πανσέληνος γὰρ ἡ ἐγγὺς οὖσα μόνον αὕτη θερμαίνει· τὸ φῶς ἄρα μόνον αὐτῆς θερμαίνει καὶ οὐχ ἡ κίνησις. τὸ δὲ φῶς ἐξ ἡλίου δέχεται· καὶ ἡ τοῦ ἡλίου ἄρα θέρμη ἐκ τοῦ φωτὸς αὐτοῦ τοῖς τῇδε συμβαίνει. καὶ ἐπειδὴ μὴ καθαρὸν καὶ εἰλικρινὲς δέχεται τοῦ ἡλίου τὸ φῶς, ἀλλ’ ἀμυδρὸν καὶ ὅσον ἴνδαλμα τούτου ὡς ἐξ ἀνακλάσεως ἀκτίνων αὐτοῦ τινων τὸ φῶς δεχομένη δίκην ἐσόπτρου, εἰκότως καὶ ἡ ἐκ τοῦ φωτὸς τῆς σελήνης τοῖς τῇδε γινομένη θερμότης ἀμυδρά τέ ἐστι καὶ ἀσθενής. εἰ οὖν τὸ ἐξ ἀνακλάσεως ἐν αὐτῇ γενόμενον φῶς τὸν ἀέρα θερμαίνει, πολλῷ μᾶλλον τὸ εἰλικρινὲς τοῦ ἡλίου φῶς τῆς ἐνταῦθα θέρμης αἴτιόν ἐστι, καὶ οὐχ ἡ σὺν τῇ ἀπλανεῖ τούτου περιφορά. συμπέφυκε δὲ τῷ φωτὶ τὸ θερμόν· καὶ γὰρ τῷ πυρὶ σύνεστι. δέδεικται γὰρ διὰ τούτων ὅτι ποιότητι καὶ οὐ τῷ τάχει τῆς κινήσεως ὁ ἥλιος θερμαίνει τὰ παρ’ ἡμῖν. εἰ δὲ καὶ αἱ τῶν ἀκτίνων ἀνακλάσεις τοῦ ἡλίου σφοδροτέραν τὴν ἐξ αὐτοῦ γινομένην ἡμῖν ποιοῦσι θερμότητα, οὐκ ἀπάλλαξις τοῦτο τοῦ καὶ αὐτὴν θερμαίνειν ἡμᾶς κατὰ ποιότητα, ἐπεὶ καὶ τοῦ πυρὸς ἀκτῖνες τοῖς λίθοις προσπίπτουσαι ἢ σώμασιν, ἐσόπτροις φέρε καὶ ἀργύρῳ κεκαθαρμένῳ καὶ ὕδασιν, ὁμοίως ἐξ αὐτῶν ἀνακλώμεναι πρὸς ἡμᾶς λίαν ἡμᾶς ἀνιῶσιν ἐκφλέγουσαι, ἀλλ’ οὐ διὰ τοῦτο τοῦ θερμαίνειν καὶ χωρὶς ἀνακλάσεως τὸ πῦρ ἀφαιρήσομεν. τί οὖν θαυμαστὸν καὶ ἐπὶ τοῦ ἡλίου ταὐτὸ τοῦτο συμβαίνειν καὶ τὴν ἐξ αὐτοῦ γινομένην τῇ ποιότητι θερμασίαν ἐπιτείνεσθαι διὰ τῆς τῶν ἀκτίνων ἀνακλάσεως. ἐπειδὴ δὲ παραλόγως τινὲς στερεὸν εἶναί φασι τὸν ἥλιον Ἀριστοτέλη λέγειν τὸν μὴ διαφανῆ αἱ μὲν γὰρ σφαῖραι διαφανεῖς, τῶν δὲ ἄστρων οὐδέν· ἐπιπροσθεῖ γοῦν τὰ ὑποκάτω κάτω τοῖς ἐπάνω, ὅταν ὑπὸ μίαν αὐτοῖς γένωνται κάθετον, ὡς καὶ ὁ ἥλιος ἐκλείπει τῆς σελήνης αὐτὸν ὑποτρεχούσης), ἐροῦμεν καὶ ἡμεῖς ὡς πρῶτον μὲν παρακέχρηνται τοῖς ὀνόμασιν ἐφ’ ἑτέρας αὐτὰ σημασίας μετάγοντες, ἀντὶ τοῦ στερεοῦ τὸ μὴ διαφανὲς ἀκούοντες καὶ τὸ διαφανὲς οὐ στερεὸν εἶναι λέγοντες. ἔπειτα πολλοὶ τῶν στερεμνιωτάτων λίθων εἰσὶ διαφανέστατοι [*](7 post τὸ lac. XV fere litterarum V: lac. non indicant Ma: fort, addendum μεῖζον τάχος 23 fort. δέδεικται ἄρα διὰ 27 αὐτὴν] αὐτὸν a 31 ἀφαιρήσομαι M 32 τῇ θερμότητι a 36 post ἐπάνω iterat γοῦν M: lac. V litt. V αὐτοῖς] αὐτῆς Ma)
44
καὶ ἡ ὕελος· οὐκοῦν οὐ θερμαίνουσι ταῦτα τὸν ἀέρα δι' αὐτοῦ κινούμενα, [*](86r) διότι οὕτως ἐστὶ στερεὰ διαφανῆ ὄντα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ὁρᾶται γὰρ τὰ ἐκ τούτων τριβόμενα καὶ μάλιστα τὰ ἐξ ὑέλου σχεδὸν ἐκπυρούμενα τῇ θερμότητι. στερεὸν ἄρα καὶ Ἀριστοτέλης εἴρηκε τὸ σκληρὸν καὶ ἀντίτυπον καὶ τοῖς ἀντιβαίνουσιν οὐχ ὑπεῖκον· τὰ γὰρ τοιαῦτα τῇ κι- νήσει θερμαίνει συνθλίβοντα τὸν ἐναπολαμβανόμενον ἀέρα. διὰ τοῦτο γοῦν οὐδ’ οἱ τυχόντες τῶν λίθων τριβόμενοι πῦρ ἅπτουσι· θερμαίνουσι μὲν γὰρ πάντες παρατριβόμενοι, ἐξάπτουσι δὲ πῦρ οἱ πυκνότατοι μόνοι καὶ στερεώτατοι. καὶ ἐπὶ σιδήρου πάλιν ὁμοίως· εἰ μὴ γὰρ ᾖ λίαν πυκνὸς καὶ κατεσκληκὼς σίδηρος οὐχὶ ἅπτει πῦρ τριβόμενος· τοῦτο δὲ ἵνα μὴ φεύγῃ διὰ τῶν πόρων ὁ ἐναπειλημμένος τοῖς παρατριβομένοις λίθοις ἀὴρ καὶ κινούμενος ἐξ αὐτῶν, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς μένων ἐξάπτηται τῇ συνεχεῖ κι- νήσει. ἐν γὰρ τοῖς μανωτέροις ἄλλου μὲν διὰ τῶν πόρων ἐξιόντος ἀέρος, ἄλλου δὲ πάλιν ἐναπολαμβανομένου συμβαίνει μὴ ἕνα καὶ τὸν αὐτὸν κατὰ συνέχειαν τρίβεσθαι, ἄλλοτε δ’ ἄλλον, τοῦ προτέρου διὰ τῶν πόρων, ὡς εἶπον, φεύγοντος ἀεὶ τὸ κινοῦν καὶ συνεξιόντος πρὶν ἐξαφθῆναι τὴν συνέχειαν τῆς κινήσεως. διότι τοιοῦτον εἶναι βούλεται καὶ τὸν ἥλιον ὁ Ἀριστοτέλης, ἵνα τῇ κινήσει τὸν αὐτὸν ἀέρα κινῶν ἀεὶ θερμαίνῃ. ἀλλ’ εἰ παράτριψις γίνεται διὰ τῆς ἁφῆς τοῦ τρίβοντος, ἀδύνατον δὲ τὸν ἥλιον ἅφασθαι τοῦ ἀέρος τοσούτοις μεταξὺ σώμασιν αὐτοῦ διειργόμενον, οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις τῆς ἐνταῦθα θερμότητός ἐστιν αἰτία. εἰ οὖν θερμαίνει φανερῶς, μόνῃ ἄρα θερμαίνει ποιότητι, εἰ μή τινες μυθικῶς εἰς ἄλλας ἄλλας αἰτίας ἀφανεῖς καὶ ἀγνώστους ἡμᾶς ἀναπέμποιεν καινότητας, οἵας καὶ ὁ [*](86v) Δαμάσκιος εἰς Ἀλέξανδρον ἀναφέρει. εἶναι γὰρ τἀς ἐν τῷ οὐρανῷ δυνάμεις ἰδιοτρόπους ποιητικὰς τῶν κάτω παθῶν, τὰ δὲ κάτω σώματα δέχε- σθαι αὐτὰς εὐπαθῶς· τὴν μὲν τοῦ Κρόνου συνεκτικὴν εἰς ψυχρότητα ἀποτελευτᾶν, τὴν δὲ Ἄρεος διακριτικὴν εἰς πυρὸς ἀσύμμετρον ζέσιν, τὴν Δῖός εἴς τινα συμμετρίαν τῶν ἄκρων τὴν ἡλίου εἰς παθητικοῦ φωτὸς ἀναφλόγωσιν, καὶ τὴν μὲν σελήνην εἰς διάχυσιν ὑγροτέραν, τῆς δὲ Ἀφροδίτης ἰδιότητα εἰς σύνοδον μονιμωτέραν, τὴν δὲ Ἑρμοῦ εἰς κοινωνίαν τῶν ἄκρων. καὶ οὐκ αἰδοῦνται οἱ ταῦτα λογοποιοῦντες τὰ μὲν οὕτως ἐναργῆ διαγραφομενοι τῇ θερμότητι τῇ ἰδίᾳ τὸν ἥλιον δρᾶν (τὰ γοῦν πλησιάζοντα αὐτῷ ἐκφλογώσας ἀοίκητα πεποίηκε, τὰ δὲ λίαν διεστῶτα καὶ τῆς ἀλέας αὐτοῦ στερόμενα τῇ ψύξει νενεκρωμένα ἄγονα καὶ ἔρημα καταλέλοιπεν), εἰς μύθους δὲ τραπόμενοι ἠγνόησαν κἀκεῖνο λίαν ἄτοπον, ὅτι περὶ φυσικῶν πραγμάτων ζητοῦντες φυσικὰς ἀποδιδόναι τὰς αἰτίας ὀφείλομεν.

[*](1 ἡ om. a οὐκοῦν ex corr. V: οὔκουν Ma 2 post διότι add. δὲ εἰ Ma 3 τὰ ante ἐξ om. a 9 ᾖ] ὁ Ma 10 τριβόμενον Ma 15 διὰ scripsi: τὰ libri 16 φεύγοντος scripsi: φλέγοντος libri 16 17 foit. legendum τῇ συνεχείᾳ 18 ἀλλ’ ἢ εἰ MV 21 αἰτία ex αἰτίαν corr. M1 27 ἄρεως a 28 καὶ παθητικοῦ a 34 στερούμενα Ma 35 κἀκεῖνος a)
45
[*](p. 341 a 23)

Τὸ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα 86 v εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρ᾿ ἡμῖν γινομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίνεται θερμός. καὶ τοῦτο εὐλόγως συμβάίνει· μάλιστα γαρ η του στερεου οιακρινει κινησις αυτον.

Ἅμα τῷ ἡλίῳ, τουτέστιν ἅμα τῷ ἀνατεῖλαι αὐτόν. ὅσον μὲν οὖν ἐπὶ τῇ περιφορᾷ τῶν οὐρανίων ἐχρῆν καὶ ἐν νυκτὶ θερμαίνεσθαι τὰ ὑπὸ σελήνην ἅπαντα· κινεῖ γὰρ τὸν ἀέρα καὶ ὑπὸ γῆν ὁ ἥλιος ὤν. ἀλλ’ ὥσπερ, φησίν, ἐν τοῖς ἐνταῦθα βίᾳ φερομένοις, οἷον λίθοις ῥηγνυμένοις ἢ καὶ τοῖς παρατριβομένοις τῶν λίθων, ἐξ ὧν τὸ πῦρ ἅπτεται, ὁ πλησιάζων αὐτοῖς ἀὴρ θερμαίνεται μάλιστα, οὕτω δήπου καὶ ἐπὶ τοῦ ἡλίου γίνεται· στερεὸς γὰρ ὢν τὰ πλησιάζοντα αὐτῷ μάλιστα κινουμένῳ θερμαίνει. νύκτωρ μὲν οὖν τὸν ὑπὸ γῆν θερμαίνει ἀέρα, ἐν ἡμέρᾳ δὲ τὸν παρ’ ἡμῖν. εἰ δὲ ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι βούλεται, τί τοῦ πυρὸς ἐναργέστερον ἅμα τῷ φανῆναι θερμαίνοντος τὰ πλησιάζοντα; ἀλλὰ τὰ φανερὰ φεύγων ἐπὶ τοὺς ἀφανεῖς καταφεύγει μάρτυρας. θερμαίνει μὲν γὰρ ἡ κίνησις τῶν στερεῶν· εἰ δὲ ἐντεῦθεν <τὰ> ·ἡμῖν ἐθερμαίνετο. ἡ παντὸς τοῦ οὐρανίου σώματος κίνησις στερεωτάτου ὄντος ἀεὶ τὰ παρ’ ἡμῖν ἐθέρμαινε καὶ ἐν καιρῷ παντί, ὅπερ οὐ γίνεται. ποιότητι ἄρα τοῦ ἡλίου καὶ μόνῃ τὸ πάθος ὑφίσταται.

[*](p. 341 a 28)

Διά ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι κάτω βίᾳ.

Δευτέραν αἰτίαν ἀποδίδωσι τοῦ θερμαίνεσθαι τὸν παρ’ ἡμῖν ἀέρα· ἡ γὰρ τοῦτον περιέχουσα τοῦ ὑπεκκαύματος σφαῖρα, ἣν πάλαι συνήθως ὠνόμασε πῦρ, ὑπὸ τῆς τῶν οὐρανίων περιφορᾶς συνεφελκομένη βιαίως διαρραίνεται, φησί, τῇ κινήσει, τουτέστι μόριά τινα βιαίως αὐτῆς ἐξακοντίζεται κάτω, καὶ τὸν ἀέρα θερμαίνουσιν εἰς ὃν φέρονται, ὡς εἰ λεκάνην ὕδατος κινήσειέ τις βιαιότερον, καὶ μόρια τούτου τῇ κινήσει, ὅπῃ καὶ τύχῃ, διαρραίνοιτο ἀλλαχοῦ. τοῦτο δὲ δῆλον ὡς οὐκ ἀεὶ συμβήσεται οὐδὲ ἐν τοῖς αὐτοῖς τόποις, ἀλλ’ ὡς ἂν τύχοιεν, οὐκ ἐν ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν νυκτί. τέτα- κται δὲ χειμὼν καὶ θέρος τῇ ἀποστάσει τοῦ ἡλίου καὶ τῷ πλησιάζειν ἡμῖν συνιστάμενα. διὰ τί δὲ καὶ τὰ περὶ τοὺς πόλους ἀεὶ κατέψυκται καὶ μὴ ἐκ τοῦ ὑπεκκαύματος θερμαίνεται; τὴν τοιαύτην οὖν θερμασίαν οὐδενὶ ἄλλῳ παρέχειν ἐνδέχεται εἰ μὴ [ἐν] τῷ ἡλίῳ καὶ μόνῳ.

[*](6 τῷ ante ἀνατεῖλαι om. Ma ὅσον) ὅσ seq. lit. ΙΙΙ litt. V 7 ἐπὶ scripsi: εἰσὶ libri 12 θερμαίνει scripsi: θερμαίνεται libri 13 ὑπὸ τὴν γῆν a 14 εἰ δὲ—γινομένων] γινόμενον a 17 εἰ] ἡ MV τὰ addidi 21 οὑν om. a 22 ἡ om. Ma διὰ τὸ τὸ Arist. EFN: alterum τὸ om. MVa Arist. H 29 καὶ τύχοι a 30 πανταχοῦ M, sed in mg. γρ. ἀλλαχοῦ Μ1 32 καὶ ante θέρος ex corr. V τὸ πλησιάζειν M 35 ἐν delevi μόνον M)
46
[*](p. 341 a 31)

Σημεῖον δ’ ἱκανὸν ὅτι ὁ ἄ‘νω τόπος οὐκ ἔστι θερμὸς 86 v οὐδ’ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίνονται, κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον ἐκπυροῦται θᾶττον.

Ἀστέρων διαδρομὰς λέγει τοὺς καλουμένους διᾴττοντας ἐκ τοῦ διᾴττειν ὠνομασμένους, ἀποχρώμενος τῇ τῶν πολλῶν περὶ τοὔνομα συνηθείᾳ. ὅτι μὲν οὖν οὐκ ἔστι πύρια τὰ οὐράνια σώματα, σημείῳ νῦν χρῆται τῷ μὴ φαίνεσθαι διᾴττοντας ἐκεῖ γενομένους. καίτοι, φησίν, εἴπερ ἦν ἐκ πυρὸς ἐκεῖνα, μᾶλλον ἐχρῆν ἐκεῖ τὰ πάθη γίνεσθαι ταῦτα, τῆς ὀξυτάτης αὐτοῦ κινήσεως ἐκπυροῦν ἱκανῆς οὔσης τὰ παραπίπτοντα, εἴπερ τοιαύτης φύσεως ἦν τὰ κινούμενα. πρὸς ταῦτα δὲ λέγειν δυνατὸν ὅτι στερεά ἐστι πάντα ἐκεῖνα τὰ σώματα, γῆς μετέχοντα κατὰ Πλάτωνα, τοῦ στερεμνιωτάτου τῶν στοιχείων· διὸ καὶ ἰδίῳ πάντα περιγράφεται σχήματι, καθὰ καὶ πρὸ τούτου δέδεικται. εἰ γὰρ καὶ πλεονάζει τὸ πῦρ ἐν αὐτοῖς, ὡς δοκεῖ Πλάτωνι, ἀλλὰ συμπεπίληται τὸ ὅλον διὰ τὴν σύνθεσιν, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῶν στοιχείων συγκείμενα· οὐδὲν γὰρ αὐτῶν ῥυτὴν ἔχει τὴν σύστασιν, κἄν θερμότατα ᾖ, ὡς τὸ καστόριον καὶ τὸ εὐφόρβιον πέπερί τε καὶ σίνηπι καὶ εἴ τι τοιοῦτον· διόπερ οὐδὲν αὐτῶν ἀποσπινθηρίζει, κἂν λίαν αὐτὰ κινήσειέ τις. τὸ δὲ ὑπέκκαυμα καὶ ὁ μετὰ τοῦτον ἀὴρ καὶ τὸ ὕδωρ οὐ συμπεπίληται μέν, εὐδιαίρετα δέ ἐστιν ἀπὸ τῆς τυχούσης αἰτίας σκεδαννύμενα· ὅθεν ἴδιον μὲν ὅρον οὐδὲ σχῆμα τούτων οὐδὲν ἔχει, τῷ περιέχοντι δὲ συσχηματίζονται, καὶ τὰ μόρια δὲ τούτων ἐν τῷ ὅλῳ τοὺς τόπους ἀμείβει τῆς τυχούσης αὐτῶν γινομένης κινήσεως. ὅθεν ἐκ τῆς παραπιπτούσης αἰτίας ὑπομένει τὰ εἰρημένα πάθη ψυχόμενα, θερμαινόμενα, πηγνύμενα, μέρη τινὰ ἑαυτῶν ἀποβάλλοντα, καὶ τῶν γειτνιαζόντων μόρια προσλαμβάνοντα. οὐκ ἀναγκαῖον ἄρα πρὸς τὸ μὴ εἶναι πύρια τὰ | κατ’ οὐρανὸν τὸ προκείμενον [*](87r) ἐπιχείρημα· σύνθετα γάρ ἐστι καὶ οὐχ ἁπλᾶ. ὅτι δὲ μὴ ἀστέρες εἰσὶν οἱ διατρέχοντες, δῆλον μὲν τῷ καὶ σμικρὸν ἐπιστῆσαι τοῖς γινομένοις δυναμένῳ· οὐχ ἄχρηστον δ’ ὅμως καὶ βραχέα ἡμᾶς εἰπεῖν. πρῶτον μὲν γὰρ ἀνεγράφησαν τοῖς ἀστρονόμοις οἱ ἐπιφανέστεροι τῶν ἀστέρων μέχρις ἕκτου μεγέθους, καὶ οἱ αὐτοὶ ἀεὶ ἐν τοῖς αὐτοῖς εὑρίσκονται τόποις, ἀριθμόν τε τὸν αὐτὸν καὶ τάξιν φυλάττοντες μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ εἴ τι ἄλλο περὶ αὐ·τοὺς τεθεώρηται. εἰ δὲ καὶ δοκοῦσιν ὡς ἀπό τινων ἀστέρων ἐξιόντες ποτὲ διαίσσειν, ἀλλὰ πλάνη τοῦτο τῆς ὄψεως ἐστιν· ὑποτρέχοντα γάρ τινας ἀστέρας καὶ τὰ καθ’ ἕτερον εὑρισκόμενα τούτων τὰ ἐκ- πυρούμενα μέρη τοῦ ὑπεκκαύματος, ἐπειδὰν αἰφνίδιον ἐκφλογωθῇ καὶ δια- δράμῃ, δόκησιν τοῖς πολλοῖς παρέχεται τοῦ ἐξ ἐκείνου τοῦ ἀστέρος ᾧ κατὰ [*](3 καὶ θᾶττον] καὶ μᾶλλον Arist. E 4 θᾶττον post ἐκπυροῦται om. Arist. EHN 5 διᾴσσειν V 7 πυρεῖα a τῷ] τὸ V 8 φασὶν Ma ἔκπυρος MV 12 κατὰ Πλάτωνα] Tim. p. 31 Β 15 τὸ om. a 18 ἀποσπινθυρίζει M 26 |πύρεια a 31 ἕκτου scripsi: ἐκ τοῦ libri 34 ποτὲ om. a 35 καὶ εὑρισκόμενα vix sana)

47
κάθετον ἦσαν, διαδραμεῖν. κατανοήσας οὗν μετὰ τὴν διαδρομὴν ὄψει μηδὲν [*](87r) ἐν τῷ ἀστέρι πάθος γενόμενον, ἀλλὰ καὶ περὶ ἡμᾶς ὄντα κάτω τὸν διᾴττοντα, καθὰ καὶ ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει † ὡς καὶ ἡ τοῦ τάχους αὐτῶν ὀξυτέρα κινεῖσθαι τῆς ἀπλανοῦς· κάτω γὰρ περὶ ἡμᾶς ὄντες καὶ ἐκ μικροῦ κινούμενοι διαστήματος θᾶττον ἡμᾶς διαλλάττουσι. καὶ γὰρ εἰ δύο πτηνὰ φέροιντο τὸ μὲν ὑψηλότατον οἷον ἀετός, τὸ δὲ χθαμαλώτατον οἶον κολοιὸς ἢ κορώνη, ὧν τὸ μὲν ὀξυτάτην ἔχει τὴν κίνησιν τὸ δὲ βραδυτάτην, τὸ κατώτερον θᾶττον τοῦ ἄνω κινεῖσθαι παρέξει ὑπόνοιαν, ὡς ἐπὶ περιφερείας ἐλάττονος κινούμενον.

[*](10 p. 341 a 35)

Πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλ᾿ οὐ πυρώδης ὤν.

Ἔοικε διὰ τούτων ταῖς χροιαῖς τὰς τῶν σωμάτων κράσεις τεκμαίρεσθαι, ὅπερ οὐκ ἔστιν ἀληθές. ἰδοὺ γὰρ ἐρυθρόν ἐστι τὸ αἷμα καὶ τὸ ῥόδον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν. πάλιν τὸ γάλα λευκόν ἐστι καὶ τὸ ψιμμύθιον, ἀλλὰ καὶ οἶνός ἐστι λευκὸς καὶ τῶν πράσων αἱ κεφαλαὶ σκόροδά τέ τινα καὶ κρόμυα, ἀλλὰ τὰ μέν ἐστι ψυχρὰ τὰ δὲ θερμά. πέπερι μέλαν ἐστὶ καὶ ἴον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμότατον τὸ δὲ ψυχρότατον. ἀλλ’ οὐδὲ λευκὸς ὁ ἥλιος φαίνεται, οἷόν ἐστι τὸ τῶν πολλῶν ἀστέρων χρῶμα· ξανθὸς γὰρ ὁρᾶται προδήλως, οἷον τὸ τῆς φλογὸς τῆς ἀπὸ ξηρᾶς ὕλης καὶ λεπτομεροῦς γινόμενον· ἀλλ’ οὐδ’ εἰ χροιᾷ λευκὸς ἦν, τοῦτο τεκμήριόν ἐστι τοῦ μὴ εἶναι πυρός. πρὸς γὰρ τὴν ποιὰν ὕλην τὸ χρῶμα τοῦ πυρὸς ἐξαλλάτ- τεται. καὶ γὰρ οἱ διᾴττοντες καὶ οἱ κεραυνοὶ λευκοί εἰσιν, οἷόν ἐστι τῶν ἀστέρων τὸ χρῶμα, διὸ καὶ ἀστέρες ὀνομάζονται, καὶ ὁ ποιητὴς ἀργῆτα κεραυνὸν ἔγνωκεν. ὁμοίως δὲ καὶ οἱ κομῆται λευκοί εἰσι, καὶ ὅμως πῦρ εἰσι προφανῶς. καὶ αὐτὸς δὲ ὁ ἥλιος περὶ τὸν ὁρίζοντα ξανθότερος φαίνεται, ἔσθ’ ὅτε δὲ καὶ ἐρυθρός. οὐκ ἀναγκαῖος ἄρα οὐδ’ ἀπὸ τοῦ χρώματος λόγος τοῦ μὴ πυρὸς εἶναι τὸν ἥλιον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορεῖ δ’ ὁ Ἀλέξανδρος, εἰ ἡ τοῦ ἡλίου κίνησις ἐκπυροῖ καὶ θερμαίνει τὸν ἀέρα οὐχ ἁπτόμενον αὐτοῦ (μέση γὰρ αὐτῶν, φησίν, ἡ τῆς σελήνης ἐστὶ σφαῖρα, καὶ ἡμεῖς δὲ εἰπόντες ἔφθημεν ὅτι τὰ ποιοῦντα φυσικῶς ἁπτόμενα τοῦ πάσχοντος ἢ ἀμέσως εἰς αὐτὸ δρᾷ ἢ διὰ μέσου τινὸς προτέρου τῇ ἁφῇ τὸ αὐτὸ πάσχοντος καὶ αὐτοῦ τὸ πάθος εἰς ἐκεῖνο παραπέμποντος, ὡς ἐπὶ τοῦ τῶν βαλανείων ἐδείξαμεν ὑποδείγματος), εἰ οὖν ἀπαθεῖς ὑπάρχουσιν αἱ διὰ μέσου σφαῖραι, πῶς ὁ ἥλιος μήτε ἁπτόμενος τοῦ ἀέρος μήτε ποιῶν ἐς τὰ μεταξὺ θερμότητα τὸν παρ’ ἡμῖν ἀέρα θερμαίνει. ταύτην δὲ παραμυθεῖται τὴν ἀπορίαν, ὡς αὐτὸς εἶπεν· οὐδὲ γὰρ ἔλυσεν ἔλεγχον οὖσαν [*](2 ἀέρι Ma 3.4 ὡς καὶ—ὀξυτέρα depravata sunt: exspectas tale quid τὸ τάχος αὐτῶν, ὡς δοκεῖν ὀξύτερον 5 εἰ om. M 10 ὅπερ a δοκεῖ μάλιστα εἶναι coll. Ma 15 ψιμμίθιον MV πράσσων a 16 κρόμμυα a 17 θερμὸν a ψυχρὸν 19 προδήλως ex πρόδηλος corr. Μ1 20 οὐδ’ εἰ scripsi: οὐ libri 23 ὁ cf. II. Θ 133 Od. E 128 all. 26 οὐδ’ ὁ ἀπὸ M 28 Ἀλέξανδρος] p. ἐκπυρὶ (sic) M 36 αὐτὸς εἶπεν] p. 18,13. 14)

48
τοῦ δόγματος. κατὰ πρώτην μὲν ἐπιβολὴν οὕτως· πολλά, φησί, τῶν διὰ [*](87r) μέσου πασχόντων αὐτὰ μὲν οὐκ ἀμέσως ὑπὸ τοῦ ποιοῦντος πάσχει, τὸ δὲ μέσον δι’ οὗ τὸ πάθος εἰς αὐτά διαβιβάζεται, οὐδὲν τοιοῦτον ὑπομένει πάθος, οἷον αὐτὸ πρὸς τὰ ἑξῆς διεβίβασε. διὰ γὰρ ἄγγους ὑελίνου ψυχροῦ ὕδατος πεπληρωμένου ὁ ἥλιος ὄνθον ἐξάπτει ἤ τι τοιοῦτον, οὐ προσθερμανθέντος τοῦ ἄγγους ἢ τοῦ ἐν αὐτῷ ὕδατος. ἀλλ’ εἴ τι καὶ πάθοι ταῦτα, φησίν, ἀλλ’ οὐχ οὕτω θερμαίνεται ὥστε καὶ ἐξαφθῆναι. καὶ οἱ σαγηνευταὶ δὲ πάλιν ἢ ἁπλῶς οἱ ἁλιεῖς, ἐπειδὰν ἐνσχεθῇ νάρκη τοῖς δικτύοις ἢ τῷ ἀγκίστρῳ, προαισθάνονται τῆς ἄγρας τοῦ ὁμωνύμου τῷ ἰχθύι πάθους αὐτὴν προμηνύοντος, μήτε τῆς σαγήνης μήτε τῶν καλωδίων μήτε τοῦ καλάμου μήτε τῆς ὁρμιᾶς τὸ τῆς νάρκης ὑπομεινάντων πάθος. τί οὖν θαυμαστόν, φησίν, εἰ καὶ τῶν μεταξὺ σφαιρῶν μενουσῶν ἀπαθῶν τὸ ἐκ τοῦ ἡλίου πάθος δι’ αὐτῶν ἐπὶ τὸν ἀέρα διαβιβάζοιτο; ἡ μὲν οὖν πρώτη ἐπιβολὴ τοιαύτη· τὶ δὲ καὶ ἡμεῖς πρὸς αὐτὴν λέγειν ἔχομεν. τὸ μὲν οὖν δεύτερον τῶν ὑποδειγμάτων λίαν τοῖς προκειμένοις ἀσύμφωνον· οὐ γὰρ μόνον ποιότητι δρῶσαι αἱ νάρκαι, θερμαίνουσαι τυχὸν ἢ ξηραίνουσαι ἢ τἀναντία τούτοις ἐργαζό- μεναι πάθη, ἀλλὰ τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει τῇ τοιᾷδε κράσει τῶν ἁπλῶν τὸ πάθος ἐργάζονται. ὅσα γὰρ τῶν συνθέτων θερμαίνει μόνον ἢ ψύχει μόνον ἢ ξηραίνει τε καὶ ὑγραίνει, ταῖς ἐκ τῶν στοιχείων ἐγγενομέναις αὐτοῖς ποιότησι ταῦτα δρᾷ, καὶ ἔμπαλιν ὅσα τοῖς συνθέτοις γίνεται πάθη τῶν ἁπλῶν ποιοτήτων, θερμασία ψῦξις, ὑγρότης ξηρότης, ταῖς ἀπὸ τῶν στοιχείων ἁπλαῖς ποιότησι γίνονται· ὄρεξις δὲ καὶ ἕλξις, πέψις τε καὶ ἀπόκρισις, ἡ ἐπὶ τὰ πλάγια κίνησις, ὕπνος ἐγρήγορσις, μνήμη καὶ τῶν φυτῶν καὶ τῶν λίθων αἱ παράδοξοι δυνάμεις ἐκ τοῦ ἐπιγενομένου τοῖς συνθέτοις εἴδους συμβαίνουσιν. εἰ οὖν θερμασία ἐστὶ καὶ μόνη τὸ ἐξ ἡλίου | τῷ ἀέρι [*](87v) γενόμενον πάθος, ἐξ ἁπλῆς ἄρα καὶ στοιχειώδους ποιότητος γέγονεν. ὅπερ γὰρ εἶπεν, εὔλογον ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ αὐτὸ κἀπὶ τοῦ ἡλίου νομίζειν γίνεσθαι. εἰ οὖν τὸ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὰ πάσχοντα, μόνῃ δὲ τῇ ποιότητι καὶ τῇ συμπαρουσίᾳ καὶ τῇ ἁφῇ, οὕτως ἄρα καὶ τὸν ἥλιον θερμαίνειν εὔλογον. τὸ δὲ τῆς νάρκης πάθος οὐκ ἐξ ἁπλῆς ποιότητος γέγονεν, ἀλλ’ ὡς ἔφθην εἰπών ἐκ τοῦ ἐπιγινομένου συνθέτου εἴδους αὐτῇ. οὐδὲν οὖν ἔχει συγγενὲς τὸ ὑπόδειγμα πρὸς τὸ ζητούμενον. ἔστω δὲ καὶ ποιότητι δρᾶν αὐτὴν θερμαίνουσαν τυχὸν ἢ ψύχουσαν, ξηραίνουσάν τε ἢ ὑγραίνουσαν· πόθεν ὅτι μὴ καὶ τὰ μεταξὺ διέθηκεν οὕτω; τὸ γὰρ ἐκ τοῦ μὴ συναίσθησιν τοῦ πάθους λαμβάνειν τὸ καλώδιον ἢ τὴν ὁρμιὰν καὶ αὐτὸ τὸ πάθος ἀναιρεῖν πάνυ γελοῖον· ἄψυχα γάρ ἐστι τοῦ πάθους οὐκ ἔχοντα συναίσθησιν. οὕτω δὲ μὴ θερμαίνεσθαι λεγέτω τις τὸν λίθον ἢ τὸ ξύλον ἢ τὸν σίδηρον ἢ ψύχεσθαι, διότι τοῦ πάθους οὐ συναισθάνονται. ἀλλ’ οὐδ’ ἡμᾶς τοῦ ἐγγενομένου πάθους ὑπὸ τῆς νάρκης τοῖς μεταξὺ συναισθάπάθοι [*](6 ex πάθη corr. M 7 σαγηνευταὶ Alex.: σαγηνῖται libri 15. 16 δρῶσαι αἱ scripsi: δρώμεναι libri 17 εἴδει scripsi: εἰ δὲ libri τοιᾷδε] τοιαύτη M 19 ξηραίνει τε] ξηραίνεται Ma 20 δρᾶν Ma 22 ὄρεξις τε καὶ V 31 εἴπομεν M 33 αὐτὸ M 37 λεγέτω ex λεγέσθω corr. M)
49
νεσθαί ἐστιν ἀνάγκη· οὐδὲ γὰρ ἄλλοι τοῦ ἡμετέρου. τοῦτο μὲν οὖν οὕτω [*](87v) λελύσθω· ἐπὶ δὲ τὸ ἕτερον τῶν ὑποδειγμάτων μετέλθωμεν. οὐ διηκόνησε, φημί, τὸ πάθος ἡ ὕελος καὶ τὸ ὕδωρ τὸ γενόμενον τῇ ἐξαφθείσῃ ὕλῃ· οὐδὲ γὰρ διὰ τοῦ βάθους τῆς ὑέλου καὶ τοῦ ὕδατος αἱ ἀκτῖνες χωρήσασαι τῷ ὄνθῳ προσέπεσον, ἀλλὰ πρὸς μόνην τὴν ἐπιφάνειαν τῆς ὑέλου, ἐξ ἧς ἀνεκλάσθησαν. καὶ δῆλον ἐξ ὧν καὶ τὴν πρὸς τὸν ὄνθον νεύουσαν τοῦ ἄγ· γους ἐπιφάνειαν τῷ ἡλίῳ σχηματίζομεν ἀντιπρόσωπον. καὶ τοῦτο δὲ δῆλον ἅπασιν ὡς ἐκ τῶν λείων σωμάτων καὶ στιλπνῶν αἱ τῶν ἀκτίνων ἀνακλάσεις γίνονται· οὕτω γοῦν καὶ ἐκ τῶν πυρίων ἀνακλῶνται λείας αὐτῶν τῆς ἐπιφανείας ἀκριβῶς γενομένης καὶ τῶν πόρων ἀποφραχθέντων τοῦ χαλκοῦ διὰ τῆς ἀναπεπλασμένης αὐτῶν Μαγνησίας. οὐ γὰρ διὰ τοῦ βάθους τοῦ χωροῦσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐκ μόνης ἀνακλασθεῖσαι τῆς ἐπιφανείας παλινδρομοῦσιν ἐπὶ τὸ πάσχον, καὶ δὴ ἀμέσως εἰς αὐτὸ δρῶσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ὕδατος τὸ ὑέλινον ἀγγεῖον πληροῦται, ἵνα τῆς ὑέλου τοὺς πόρους ἀποφράξῃ, καὶ μὴ δι’ αὐτῶν ὑπεξέλθωσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐξ ἀνάγκης διόδου μὴ οὔσης ἀνακλασθῶσιν· ἣν γὰρ ἡ Μαγνησία τῇ χαλκῷ χρείαν παρέσχετο, ταύτην τὸ ὕδωρ τῇ ὑέλῳ δίδωσιν. οὕτω μὲν οὖν ἐπὶ τούτων· ἐπὶ δὲ τοῦ ζητουμένου, εἰ ἡ τοῦ ἡλίου περιφορὰ τῇ κινήσει τὸν ἀέρα θερμαίνει τὸν παρ’ ἡμῖν, πῶς αἱ μεταξὺ σφαῖραι ταύτην εἰς αὐτὸν διαβιβάζουσι, λέγειν οὐχ ἕξει τις. οὐδὲ γὰρ ἡ τοῦ ἡλίου κίνησις τὰς κατω- τέρας σφαίρας κινεῖ, οὔθ’ ἣν κινοῦνται μετὰ τῆς ἀπλανοῦς κίνησιν οὔτε τὴν ἰδίαν ἑκάστης. εἰ οὖν ἡ τοῦ ἡλίου περιφορὰ τῆς θέρμης ἦν αἰτία τῆς παρ’ ἡμῖν, μᾶλλον <ἂν ἡ τῆς> ἀπλανοῦς ἤπερ ἄλλη τις (συμπεριάγει τὰς ὑπ’ αὑτῆς σφαίρας) διὰ μέσου τῆς ἐσχάτης ἐθέρμανε κινοῦσα τὸν ἀέρα. εἰ δὲ τοῦτο ἦν ἀληθές, τὸ αὐτὸ ἄν ἐποίει καὶ ἐν νυκτί· μία γάρ ἐστι καὶ συνεχὴς ἀεὶ καὶ ἡ αὐτὴ ταύτης ἡ κίνησις. τούτου δὲ μὴ γινομένου, ἀλλ’ ἅμα τῷ ἡλίῳ θερμαινομένου τοῦ ἀέρος, οὐχ ἡ τοῦ ἡλίου ἄρα κίνησις οὐδὲ τῶν σφαιρῶν τῆς θέρμης ἐστὶν αἰτία ἀλλ’ ἡ φυσικὴ ποιότης αὐτοῦ (τοῦτο γὰρ λείπεται) καθάπερ καὶ ἡ τοῦ πυρός. εἰ γὰρ τὰ παρ’ ἡμῖν καὶ αὐτὸς τεκμήρια τῶν ἐκεῖ γινομένων εἴληφε, τὸ δὲ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὸν ἀέρα, ἀλλὰ μόνῃ ποιότητι, τὸ αὐτὸ ἄρα καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι νομίζειν εὔλογον, καὶ μὴ διὰ τὸ σώζειν τὰς ἰδίας ὑποθέσεις τὸν Ἀριστοτέλη βούλεσθαι, ὅτι ἐστὶν ἀπαθῆ τὰ οὐράνια σώματα, τοῖς φαινομένοις καὶ αὐτῇ πο- λεμεῖν τῇ αἰσθήσει. τούτου γοῦν καὶ ὁ Ἀλέξανδρος συναισθόμενος ὁμόσε ἐχώρει τῷ πράγματι καὶ τοῖς φαινομένοις, καὶ οὐκ ἀπαθῆ τὰ σώματα τῶν οὐρανίων ὁμολογεῖ, καὶ τὸν Ἀριστοτέλη τοῦτο βούλεσθαί φησι, ταῦτα γράφων ἐπὶ λέξεως· “ἴσως δὲ οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα· οὐδὲ γὰρ ἐν [*](2 δὲ om. Ma ἕτερον] δεύτερον Ma 5 τῆς om. Ma 7. 8 δῆλον ὡς ἅπασιν ὡς MV 9 πυρείων a 10 δι’ ὁδοῦ M 18 τοῦ ἡλίου scripsi: τοῦ πλήθους MY: τῆς ἀπλανοῦς a 22 ἕκαστος V 23 ἄν ἡ τῆς addidi ἄλλη τις] ἄλλην τινὰ MV 26 ἀλλ’ om. MV 29. 30 τεκμήρια καὶ αὐτὸς coll. V, sed corr. V 32 et 38 Ἀριστοτέλην a 34 ὁμόσε scripsi: ὅμως libri 30 βούλεσθαι ex βούλεται corr. M γράφων] p. 18,28 sqq. Comment, iii Arist. XIV 1. Philop. Meteor. 4)
50
τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, [*](87v) θέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναύξητον, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμην, ἔθος τε αὐτῷ λέγειν τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα <τὰ> πάθη κατὰ τὴν κατ᾿ μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τἄ θεῖ, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους. ἥ τε γὰρ κίνησις πάθος τι, ἧς οὐκ ἀνεπίδεκτα· ἀλλὰ καὶ εἰ τὸ φῶς ἀλλότριον λαμβάνειν πάσχειν τί ἐστιν, ἡ σελήνη εἴη ἂν πάσχουσά τι ἀπὸ τοῦ ἡλίου, εἴ γε παρ’ ἐκείνου τὸ φῶς αὐτῇ. οὐδὲν οὖν ἄτοπον καὶ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως πάσχειν τι τὸ γειτνιῶν αὐτῷ τοῦ θείου σώματος, οὐ μὴν οὕτω πάσχειν, ὥστε κατ’ εἶδός τε μεταβάλλειν καὶ ἐκπυροῦσθαι, <ἀλλὰ> διακονεῖσθαι διὰ τούτου τοῦ τῷ ὑπ’ αὐτὸ σώματι, ὡς θερμαίνεσθαί τε ὑπ’ αὐτῆς καὶ ἐκπυροῦσθαι. ἄλλως τε ἐπεὶ καὶ ἧττον ἤδη τὸ σῶμα τοῦτο εἰλικρινές τε καὶ καθαρόν, ὡς πρὸ ὀλίγου εἴρηκε δι’ ὧν εἶπε “τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι, τὸ δὲ ἧττον εἰλικρινὲς καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ γῆν κόσμον.” ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν ἐκεῖνο τὸ σῶμα μηδ’ ἀναλλοίωτον, ἀλλοίωσις δὲ σώματος οὐδὲν ἕτερόν ἐστιν ἢ μεταβολὴ κατὰ ποιότητα, πάσης δὲ σωματικῆς ποιότητος αἱ πρῶται δύο τῶν ἀντιθέ|σεων ἐξάρχουσιν ἡ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ τοῦ ξηροῦ τε [*](88r) καὶ ὑγροῦ, καὶ ἔστιν ἀδύνατον τῶν ἄλλων μετέχειν τινὸς τὸν μὴ τούτων μετέχοντα πρότερον (πάσας γὰρ Ἀριστοτέλης ἔδειξε τὰς ἄλλας ὑπ’ ἐκείνας ἀναγομένας), εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει τὸ θεῖον σῶμα, πάντως ἀνάγκη κατά τινα τῶν εἰρημένων τεσσάρων ποιοτήτων προηγουμένως ἀλλοιοῦσθαι, καθὰ δοκεῖ καὶ Πλάτωνι. εἰ δὲ κατ’ αὐτὰς ἀλλοιοῦται, ἐξ αὐτῶν ἄρα καὶ τὴν σύνθεσιν ἔχει καὶ κατὰ τὸ πλεονάζον αὐτῶν ἡ ἀλλοίωσις γίνεται, ὡς καὶ ἐν τοῖς ἡμετέροις σώμασι γίνεται. τὸ γὰρ θερμαινόμενον ἐκ ψυχροτέρου μεταβάλλει πρὸς τὸ θερμότερον, καὶ τὸ ὑγραινόμενον ξηρότερον ἦν, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστης ὁμοίως. εἰ γὰρ μὴ ἐκ τούτων εἶχε τὴν σύστασιν, οὐδ’ ἀλλοιοῦσθαι κατ’ αὐτὰς ἔμελλεν· ἑτέραν γὰρ παρὰ ταύτας ἀλλοίωσιν σῶμα φυσικὸν ὑπομένειν οὐδὲ πλάσασθαι ῥᾴδιον. ἐν τίνι δ’ ὅλως τὰ ἔσχατα τῶν οὐρανίων σώματα καὶ τοῖς παρ’ ἡμῖν πλησιάζοντα ἧττόν ἐστι καθαρὰ καὶ εἰλικρινῆ τῶν ἀνωτέρω, εἰ μία καὶ ἁπλῆ τῶν οὐρανίων ὑπῆρχεν ἡ ὕλη τὸ πέμπτον σῶμα πάσης ἀνεπίμικτον ἐναντιώσεως, εἰ μὴ τὰ μὲν ἀνωτέρω τῆς καθαρωτάτης καὶ εἰλικρινοῦς μετεῖχε τῶν στοιχείων [*](1 ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ] A 3 p. 270 a 12. 25 sqq. 2 ἀλλὰ γενητὸν M: ἀλλὰ γεννητὸν a 6 τὰ ex Alex, addidi S. 9 ἄν ἐπιδεκτὰ M 10 τό] τοῦ M 11 πάσχειν τι πάσχοντι πάσχοντι libri 12 αὐτῇ Alex. πάσχειν Alex.: πάσχον libri 12. 13 εἶδος—καὶ ajtud Alex, non leguntur 13 ἀλλὰ ex Alex, addidi IG πρὸ ὀλίγου] p. 340 b 6 καὶ om. V 18 διαφορὰς Arist. Alex.: διαφορὰν libri 19 κόσμον] τόπον V 24 ἔστιν scripsi: ὡς libri 36 εἰλικρινεῖ M 38 τῶν στοιχείων] iiumo τοῦ στοιχείου)
51
μοίρας, τὰ δὲ κάτω καὶ πλησιάζοντα τῷ περὶ γῆν κόσμῳ τῆς ἧττον καθαρᾶς [*](88r) καὶ ἧττον εἰλικρινοῦς; καὶ γὰρ τῶν ὑπὸ σελήνην τὰ μὲν καθαρωτέρας τῶν ἁπλῶν ἔτυχε μοίρας, τὰ δὲ τῆς ὑποστάθμης αὐτῶν καὶ οἱονεὶ τρυγός. τί δὲ καὶ πάσχον ὑπὸ τοῦ ἡλίου τὸ ἔσχατον σῶμα τῶν οὐρανίων ἀλλοιοῦται καὶ τοῦ ἰδίου μεταδίδωσι τῷ ὑπ’ αὐτὸν ἀέρι πάθους; τί δ’ ἄλλο γε ἢ θερ- μαινόμενον ἐξ αὐτοῦ; οὐ γὰρ δή γε ὑπὸ τοῦ ἡλίου ἡ σεληνιακὴ σφαῖρα κινεῖται, οὔτε τὴν ἰδίαν κίνησιν τὴν ἐπ’ ἀνατολήν, <ἣν> τὰ πλανώμενα κινεῖται, οὔτε ἣν συνεφέλκεται τῇ ἀπλανεῖ. τί οὖν ἄν εἴη τὸ ἐξ ἡλίου πάθος αὐτῇ γινόμενον πλὴν τῆς θερμότητος ἧς μεταδίδωσιν ἀμέσως τῷ μετ’ αὐτὴν ἀέρι, ὡς καὶ ὁ ἀὴρ τοῖς μετ’ αὐτόν, ὕδατί τε καὶ γῆ; δεῖ δὲ καὶ τὴν παρατήρησιν ἐπισημειοῦσθαι τὴν Ἀλεξάνδρου. “ἴσως” γάρ φησιν, “οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα. οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναυξές, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμεθα” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. διὰ τί δὲ προὔθετο δεῖξαι ὁ Ἀριστοτέλης ἀναλλοίωτον ἐκεῖνο τὸ σῶμα, εἰ καὶ μὴ δεῖξαι δεδύνηται; ἢ ἵνα παντελῶς αὐτὸ δείξῃ ἀπαθὲς καὶ διὰ τούτου πάλιν ἄφθαρτον. τὰ γὰρ κατὰ ποιότητα γινόμενα πάθη τοῖς σώμασι, τὸ [δὲ] θερμαίνεσθαι ἢ ψύχεσθαι καὶ τὰ τούτοις συγγενῆ, μέτρια μὲν ὄντα καὶ τὴν κατὰ φύσιν συμμετρίαν τῶν ὑποκειμένων οὐ παντελῶς ὑπερβαίνοντα, πάθη τότε καὶ ἔστι καὶ λέγεται. ἐπειδὰν δὲ τῆς συμμετρίας ὅλης ὑπερεκπέσῃ τοῦ σώματος, φθορά ἐστι λοιπὸν καὶ τοῦ συνεστῶτος εἴδους διάλυσις. τοῦτο οὖν Ἀριστοτέλης εἰδὼς καὶ βουλόμενος ἄφθαρτα δείξαι τὰ κύκλῳ κινούμενα προὔθετο μὲν ἀναλλοίωτα δείξαι· εἶχε γὰρ ἐξ ἀνάγκης ἑπόμενον ὅτι καὶ ἀπαθῆ ἄλλως οὐκ ἔδειξεν, οὐκοῦν οὐδ’ ὅτι ἄφθαρτα δέδεικται. ἀλλ’ “ἔθος αὐτῷ λέγειν”, φησὶν ὁ Ἀλέξανδρος, “τὸ θεῖον σῶμα οὐχ ἀπλῶς ἀπαθές, προστιθέναι δὲ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα τὰ πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους”. τίς οὖν ἐστιν ἡ θνητὴ δυσχέρεια ἡ συνεστῶτος ἔτι τοῦ ζῴου γινομένη, λεγέτω· τί δὲ ἄλλο γε ἢ τὸ θερμαίνεσθαι τῆς κατὰ φύσιν πλέον θερμότητος, ψύχεσθαί τε καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, καὶ ὅσα τούτοις ἐστὶν ἑπόμενα, δυσχέρειαν τοῖς ἔχουσι τῷ παρὰ φύσιν διατιθέναι τὸ σῶμα παρέχοντα καὶ λύσεως ἐλπίδα, καὶ ταύτῃ τὴν ἑπομένην παντελῆ τοῦ εἴδους φθοράν * * τὰ φθαρτὰ τὴν φύσιν κρίνεται καὶ τὰ μὴ τοιαῦτα. εἰ οὖν ἀπαθὲς παντελῶς οὐκ ἔστιν ἐκεῖνο τὸ σῶμα, οὐδὲ Ἀριστοτέλης τοῦτο δέδειχε, μάτην αὐτῷ [*](1 κάτω καὶ—τὰ δὲ τῆς (3) om. a 3 ἁπλῶν] ἀπλανῶν M 5 τί] ἔτι Ma 7 ἣν addidi 13 προσθέμενος Ma 14 ἐναυξές a 16 οὑν om. Ma προέθετο V 19 δὲ delevi 19. 20 καὶ τὰ τούτοις scripsi: κατὰ τούτους libri 20 κατὰ om. V 22 ὑπερεκπέσῃ scripsi: ὑπερεκπεσεῖν libri 25 ἀπαθῆ ἄλλως scripsi: ἄφθαρτα ὅμως libri 28 ταῦτα—μεταβολὴν (29) Alex.: ταῦτα πάθη κατὰ εἶδος μεταβολῆς libri, sed cf. p. 50,6. 7 31 λεγέτω corr. ex λέγεται M 35 lacunam adde κατὰ ταῦτα γὰρ 37 ἐκεῖνο] ἐκείνω M)
52
τὸ πάσης θνητῆς δυσχερείας προσθεὶς χαρίζεται τὸ μὴ προσόν. εἰ γὰρ [*](88r) ὅλως θερμότερον αὐτὸ ἑαυτοῦ ἐξ ἡλίου γίνεται καὶ τοῦτο τὸ πάθος μεταδίδωσι τῷ μετ’ αὐτὸν ἀέρι, τῆς δυσχερείας ἄρα τῆς θνητῆς οὐκ ἀπήλλα- κται· ἄλλο γάρ τι τοῦ θείου σώματος πάθος τὸν ἀέρα θερμαῖνον δεικνύειν ἕξουσιν αὐδὲ μέχρτ τοῦ πλάσασθαι.

Ἐζήτει δὲ καὶ τοῦτο καλῶς ὁ Ἀλέξανδρος, ὡς εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως ἡ θερμότης ἐνταῦθα γίνεται, πῶς οὐκ ἔστιν ἡ ἀπ’ αὐτοῦ θερμότης ἐν ταῖς σκιαῖς, καίτοι γε καὶ τοῦ σκιαζομένου ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος. ἢ ἐπειδή, φησίν, ἄλλος ἐξ ἄλλου θερμαίνεται τῇ συνεχείᾳ τε καὶ τῇ ἀφῇ, τὸ δ’ ἐπισκοτῆσαν ἅμα καὶ τὴν συνέχειαν καὶ τὴν ἁφὴν ἐνεπόδισε τὴν κατὰ τοῦτο τοῦ θερμαίνοντος ἀέρος· οὐχ ὁμοίως γὰρ ἁπτόμενος ὁ ἐπεσκοτημένος τοῦ ἀνεπισκιάστου οὐδ’ ὁμοίως θερμός ἐστι. ταῦτα δὲ καλῶς ἄν ἔλεγεν ὁ Ἀλέξανδρος, εἰ μὴ τὴν τοῦ ἡλίου κίνησιν ἀλλὰ ποιότητα καὶ μόνην ὡς ἐπὶ πυρὸς θερμαίνειν ἔλεγε τὸν ἀέρα. τὸ γὰρ πρῶτον αὐτοῦ μόριον καὶ τῷ πυρὶ πλησιάζον ἐξ αὐτοῦ θερμανθὲν τὸ μετ’ αὐτὸ θερμαίνει, καὶ τοῦτο τὸ ἑξῆς μέχρις ἂν ἀμυδροτέρα γινομένη ἡ κατὰ μέρος θερμασία διὰ τὴν ἐκ τοῦ πυρὸς ἀπόστασιν ἀποσβεσθείη παντάπασιν. εἰ δὲ κατὰ Ἀριστοτέλη μόνῃ τῇ κινήσει τοῦ ἡλίου, μᾶλλον δὲ τῆς ἡλιακῆς σφαίρας θερμαίνεται ὁ ἀήρ, συνεχὴς δὲ ὅλος ἐστὶ πλὴν εἰ μὴ πᾶν τι μόριον αὐτοῦ καθειργμένον ὑπὸ γῆν ὑπάρχον ἢ ὑπό τινος πανταχόθεν οἰκοδομήματος τοιούτου τινὸς ὑποθώμεθα, καὶ τὴν αὐτὴν ἐν ἑκάστῳ θερμασίαν ἐχρῆν ὑπάρχειν. ἔστω δὲ τὸν τοιοῦτον ἀέρα μὴ κινεῖσθαι | μηδὲ θερμαίνεσθαι· ἀλλὰ ὑπὸ τῶν τειχίων ἢ πετρῶν τινων [*](88v) σκιαζόμενος ἀὴρ συνεχὴς ὢν πανταχόθεν τῷ φωτιζομένῳ πλὴν ἐκ μόνης τῆς διακοπείσης πλευρᾶς ὑπὸ τοῦ ἐπιπροσθήσαντος, διὰ τί μὴ τῆς αὐτῆς μετέχει θερμότητος τοῖς συνεχέσιν αὐτῷ μέρεσι τοῦ ἀέρος καὶ τὸ φῶς δεχομένοις, τῆς αὐτῆς μετέχον τοῦ ἡλίου κινήσεως; δῆλον οὖν οἶμαι κἀντεῦθεν ὡς οὐχ ἡ τοῦ ἡλίου κίνησις, ἥτις οὐχ ἅπτεται τοῦ ἀέρος, ἀλλ’ ἡ τούτου ποιότης ὡς ἐπὶ πυρὸς θερμαίνει τὸν ἀέρα, καὶ διὰ τοῦτο τὰ ἐπιπροσθούμενα τούτου μέρη μὴ διαβιβαζομένης ἐπ’ αὐτὰ τῆς ποιότητος τοῦ ἡλίου διὰ τὸ ἐπιπροσθοῦν οὐχ ὁμοίως τοῖς ἄλλοις θερμαίνεται, μετρίας μόνης αὐτοῖς ἐκ τῶν γειτνιαζόντων μεταδιδομένης θερμότητος, καὶ οὐ τοσαύτης ὅση γίνεται τοῖς ἀμέσως τοῦ ἡλίου δεχομένοις τὰς ἀκτῖνας. ἐξ ὧν δῆλον ὡς τῷ ἡλιακῷ φωτὶ θερμασία συμπαρομαρτεῖ πάντως, ὡς καὶ ἐπὶ τοῦ πυρὸς γινόμενον φαίνεται, συνεζευγμένης αὐτῶν τῷ φωτὶ τῆς θερμότητος. ποιότητι οὖν καὶ οὐ τῇ κινήσει θερμαίνει ὁ ἥλιος οὔτε τῇ ἑαυτοῦ, εἴ τινα ἔχει ἰδίαν κίνησιν, οὔτε τῆς ἡλιακῆς σφαίρας. εἰ γὰρ οὕτως ἐθέρμαινεν, οὐδὲν ἧττον καὶ ὑπὸ σκιὰν καὶ ἐν χειμῶνι τὴν αὐτὴν θερμασίαν ὁμοίως [*](2 τοῦτο] τοῦ V 6 Ἀλέξανδρος] p. 19,13 11 τὴν ante ἁφὴν om. Ma ἐνεπόδισε] ἐνεπιδόσει M: ἐν ἐπιδόσει a τὴν — θερμαίνοντος] τοῦ κατὰ τοῦτο θερμαίνοντος Ma 12. 13 οὔθ’ ὁμοίως Ma 17 ἡ om. Ma 19 ὅλος] ὁ ἥλιος V 20 πᾶν vix sanum τι scripsi: τὸ libri ὑπάρχον scripsi: ὑπάρχοι libii 27 κἀντεῦθεν ex κἀνταῦθα corr. M 32 οὐ τοσαύτης scripsi: οὕτως αὐτῆς libri 34 ἐπὶ] εἴη M 35 αὐτῶν] αὐτῷ a 36 οὐ] οὐχὶ Ma 38 σκιὰν om. M: θέρος a)

53
ἀεὶ παρεῖχεν ἅπασι, μιᾶς καὶ τῆς αὐτῆς ἀεὶ κινήσεως οὔσης τῆς τε ἀπλανοῦς [*](88v) νοῦς καὶ τῶν πλανωμένων ἰδίᾳ ἑκάστης. ἀλλ’ εἰ πύριος ἦν, φασί, καὶ θερ- μότητι τῇ αὐτοῦ τὰ ὑπὸ σελήνην ἐθέρμαινε, διὰ τί μεσουρανῶν μᾶλλον θερμαίνει καὶ μὴ περὶ τοὺς ὁρίζοντας ὤν; οὐδὲ γὰρ τὰ ἐκ πλαγίου κείμενα τῷ πυρί, ἀλλὰ τὰ ἐπικείμενα τούτῳ μᾶλλον θερμαίνεται, ὡς τὰ ἑψόμενα καὶ τὰ χωνευόμενα. μάλιστα μὲν οὖν πολλὰ τῶν τηκτῶν ὡς καὶ ὁ μόλιβδος ὑποκείμενα τῷ πυρὶ τήκεται· ὡς γὰρ τὸ φῶς πανταχοῦ, εἰ μή τι κωλύοι, φέρεται, οὕτω καὶ ἡ συμπαρομαρτοῦσα τούτῳ θερμότης. εἶτα καὶ ἡ αἰτία δήλη· πρὸς τῷ ὁρίζοντι γὰρ ὁ ἥλιος οὐ πάσας αὐτοῦ τὰς ἀκτῖνας εἰς ἡμᾶς πέμπει, ἀλλὰ τὰς μὲν ὑπὸ γῆν, τὰς δὲ ὑπὲρ ἡμᾶς, ἐν τῷ μεσουρανήματι δὲ γενόμενος εἰς ἅπαντα τὸν περὶ ἡμάς ἀέρα πέμπων τὰς ἀκτῖνας ὅλον θερμαίνει. ἔπειτα πολλή ἐστιν ἡ περὶ γῆν ἀχλύς, δι’ ἧς αἱ ἀκτῖνες φερόμεναι τοῦ ἡλίου ὄντος ἐν τῷ ὁρίζοντι τὸ φῶς ἀμβλύτερον ἔχουσι· διὸ καὶ αὐτὸς ἐρυθρὸς τότε φαίνεται, οἷον καὶ τὸ ἐκ τῶν ὑγρῶν ξύλων γινόμενον πῦρ· ὑψούμενος δὲ καὶ πλείονα χρόνον μένων ὑπὲρ γῆν λύει τὴν ἀτμίδα. εἰ γὰρ καὶ τῆς γῆς, ὥς φασιν, ἑκατονταεβδομηκονταπλασίων ἐστίν, ἀλλ’ οὐ παντὸς τοῦ μέχρι τῆς σελήνης σώματος. διόπερ ὅσα μὲν αὐτῷ πλησιάζει, ὡς τὰ ὑπὸ τὸν ἰσημερινόν, ἐκκέκαυται λίαν, ὅσα δὲ τούτου μᾶλλον ἀφέστηκε, μᾶλλον κατέψυκται, ὡς τὰ περὶ τοὺς πόλους διὰ τὴν μεγίστην ἀπόστασιν κατεψυγμένα λίαν ἐστὶ καὶ ἀοίκητα, ὡς καὶ τὰ ὑπὸ τὸν ἰσημερινὸν διὰ τὴν ἐκπύρωσιν. οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις αἰτία ἐστὶ τοῦ τὰ ὑπὸ σελήνην θερμαίνεσθαι· ὁμοίως γὰρ ἐν παντὶ χρόνῳ πάντα ἄν ἐθερμαίνετο· ἀλλ’ ἡ τοῦ ἡλίου πυρώδης οὖσα φύσις τὰς μὲν οἰκουμένας δύο ζώνας τήν τε βορειοτέραν τοῦ θερινοῦ τροπικοῦ καὶ τὴν τοῦ χειμερινοῦ νοτιωτέραν συμμέτρως θερμαίνουσα εὐκράτους ποιεῖ, τὰς δὲ λοιπὰς τρεῖς διὰ τὴν ἐπὶ τἀναντία πάλιν ὑπερβολὴν ἀοικήτους ἐργάζεται. ἱκανῶς δὲ τούτων εἰρη- μένων τὴν ἀκοὴν ἀναπαύοντες, ἐνταῦθα τῷ πρώτῳ τμήματι δίδομεν πέρας.

[*](p. 341 b 1)

Τούτων δὲ διωρισμένων λέγωμεν διὰ τίνα αἰτίαν αἵ τε φλόγες καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες· ταῦτα γὰρ πάντα ἐστὶ τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.

Ἐπεξελθὼν ὡς ἐν προοιμίοις ὅσα προδιδάξαι τῆς τῶν μετεώρων θεωρίας χρήσιμον ἦν, τουτέστι τόν τε σκοπὸν τῆς προκειμένης ἀφορισάμενος πραγματείας καὶ τὴν τάξιν, ἣν ἐν τοῖς φυσικοῖς αὐτοῦ συγγράμμασιν εἴληχε, τίνα τε διδάξαι πρὸ αὐτῆς ὡς προηγούμενα φυσικῶς ἀκόλουθον ἦν, καὶ τίνα μετ’ αὐτὴν ὡς ἑπόμενα μέλλει διδάσκειν, εἶτα καὶ περὶ τῶν στοιχείων [*](2 πύρειος a 19 πόλους] πολλοὺς M 28 εἰς τὸ ᾱ ον τῶν μετεωρολογικῶν ἀριστοτέλους τῶν εἰς τὰ τρία τὸ δεύτερον rubro inscr. V: λόγος δεύτερος inscr. man. rec. M λέγω M 29 φαίνονται] ἁ ex corr. V 31 πάντα γὰρ ταῦτά ἐστι coll. Ma 33 ἐν om. a προεδίδαξε Ma 31 ἦν 0111. a τόν τε] τότε a 36 τε om. a διδα ς V 36. 37 καὶ τινὰ Ma 37 μέλλοι M)

54
τοῦ κόσμου παντὸς ἀναμνήσας ώς πέντε τὸν ἀριθμόν εἰσι, τέσσαρα μὲν τῶν ὑπὸ σελήνην ἁπάντων, ἄλλο δὲ παρὰ πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνέστηκε σώματα, καὶ ὡς οὔτε μόνον πῦρ ἐστι τὸ μετὰ τὴν γῆν ἅπαν ἕως τῶν ἐσχάτων ἀστέρων οὔτε μόνος ἀὴρ οὔτε τὰ δύο καὶ μόνα συμπεπλήρωκε τὸ διάστημα τοῦτο πᾶν, καὶ περὶ τῆς τούτων τάξεως εἰπὼν ὅτι μέση μὲν ἁπάντων ἡ γῆ μετὰ τοῦ συναπειλημμένου τοῖς κοιλώμασιν αὐτῆς ὕδατος, ἀὴρ δὲ μετ’ αὐτήν, καὶ μετὰ τοῦτον ἡ τοῦ πυρὸς οὐσία, ὅπερ οὐ πῦρ ἐστιν ἀλλὰ πυρὸς ὑπέκκαυμα, εἶτα πάντων ἔσχατον τὸ πέμπτον στοι- χεῖον, ὅπερ ὕλη τῶν κυκλοφορουμένων ἐστὶν ἀπάντων, καὶ ὅτι τὰ μὲν ἐντὸς τῆς σελήνης στοιχεῖα ὕλη τῶν γινομένων καὶ φθειρομένων εἰσί, τὸ δ’ ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τουτέστιν ἡ ποιητικὴ τούτων αἰτία τὸ κυκλο- φορούμενον, εἰπὼν δὲ καὶ ὡς εἰς ἄλληλα μεταβάλλει τὰ τέσσαρα (συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὸν σκοπὸν τῆς ὑποκειμένης ὑποθέσεως) ἀκολούθως ἐζήτησε, διὰ τί μὴ συνίσταται νέφη μήτε κάτω περὶ αὐτὴν τὴν γῆν μήτε μὴν ἐν τῷ ἀνωτάτῳ καὶ πλησίον τοῦ ὑπεκκαύματος, καὶ τούτων τὴν αἰτίαν εἰρηκὼς ἔσχατον ἐζήτησε πάντων ὡς εἰ μὴ πύριά ἐστι τὰ οὐράνια, πόθεν ἅμα τῷ φανῆναι τὸν ἥλιον θερμαίνεται ὁ ὑπὸ σελήνην ἀήρ. καὶ τοῦτο δὲ συμπεράνας ἔρχεται λοιπὸν εἰς ὃ καὶ προὔκειτο, τὰς αἰτίας εἰπεῖν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, καὶ πρό γε τῶν ἄλλων τίνες εἰσὶν αἱ περὶ τὸν οὐρανὸν φαινόμεναι φλόγες καὶ οἱ διαθέοντες | ἀστέρες, οὓς ἐκ [*](89r) τῆς κινήσεως διᾴττοντας ὀνομάζουσι, δαλοί τε καὶ αἶγες καὶ εἴ τι ἐστὶ συγγενὲς ἐκεῖ συνιστάμενον. κοινῶς δὲ περὶ τούτων ἅμα προὔθετο δι- δάσκειν, ἐπειδήπερ καὶ τὸ ὑλικὸν αὐτῶν αἴτιον ἕν ἐστιν, αἱ ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ὡς δειχθήσεται, καὶ τὸ ποιητικὸν ὁμοίως ἡ τῶν οὐρανίων περιφορά. τίς δὲ καὶ ἡ τούτων ἑκάστη διαφορά, προϊὼν διδάξει. τὰ δὲ τοιαῦτα περὶ τὸν οὐρανὸν γενέσθαι φησίν, οὐρανὸν εἰπὼν ἡ κατὰ τὴν τῶν πολλῶν δόξαν οἰομένων ἐν τῷ οὐρανῷ ταῦτα γίνεσθαι, ἢ καθ’ Ὅμηρον οὐρανὸν ἐκάλεσε τὸν ἀέρα· “Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν·” ἡ μᾶλλον ἀκριβῶς εἶπεν οὐκ ἐν οὐρανῷ, ἀλλὰ περὶ τὸν οὐρανόν, τουτέστι περὶ τὸν πλησιάζοντα τόπον αὐτῷ. τὸ αὐτὸ δ’ εἶναί φησιν ἅπαντα κατὰ τὸ ὑλικὸν αἴτιον καὶ διά τὴν αὐτὴν αἰτίαν τὴν ποιητικήν.

[*](p. 341 b 5)

Ἀρχὴ δ’ ἐστὶ καὶ τούτων καὶ πολλὼν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ώς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν ἀτμιδωδεστέραν, τὴν δὲ πνευματωοεστεραν, τὴν μὲν του ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δὲ αὐτῆς τῆς γῆς οὐσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν δια τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος.

Τὰ νῦν ῥηθησόμενα οὐ μόνον τῶν ἀπηριθμημένων ἐστὶν ἀρχή, ἀλλὰ [*](5 τοῦτο πᾶν ex τοῦ παντὸς corr. M 7 τοῦτον scripsi: τοῦτο libri 16 πυρεῖα a 23 ἕν ἐστιν] ἔνεστιν M 27 καθ’ Ὅμηρον] II. 192 29 ἀλλὰ περὶ ex corr. V1: ἀλλ’ ἐπὶ Ma 32 δ’ ἐστὶ—ἂλλων] δὲ τούτων ἐστὶ καὶ τῶν ἄλλων Ma 35 ante τὴν μὲν add. καὶ Ma 38 δὲ] δ’ αὖ Ma 39 ἀπηρηθμημένων a)

55
καὶ πάντων τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, κομητῶν, κεραυνῶν, [*](89r) ἀστραπῶν, βροντῶν. ἤδη μὲν οὖν τὸ ὑλικὸν αἴτιον πάντων τῶν γινομένων καὶ φθειρομένων ὅτι <τὰ> τέσσαρα στοιχεῖά ἐστιν ἐδίδαξεν. με νῦν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων τὰς αἰτίας διδάξαι βούλεται (εἰ γὰρ καὶ κοινὰ πάντων τῶν γινομένων, ὡς εἶπον, ἐκεῖνά ἐστιν, ἀλλ’ ἔστι καὶ τῶν κατὰ γένος διαφερόντων ἑκάστῳ καὶ τῶν κατ’ εἶδος ὕλη τις ἰδιάζουσα· τοῖς εἴδεσι γὰρ τῶν συνθέτων καὶ ἡ ὕλη συνεξαλλάττεται) ἀνάγκη καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων ἁπάντων εἶναί τινα κοινοτέραν ὕλην, ἥτις τῶν ἐν γενέσει πάντων ἐστὶ καὶ φθορᾷ, καὶ ἰδικωτέραν τούτων αὐτῶν ἄλλην, ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων. τέως οὖν τὴν κοινὴν ἁπάντων τῶν ἐν τῷ μετεώρῳ γενικώτερον τίς ἐστι διδάσκει τὸν τρόπον τοῦτον. δύο γὰρ ὄντων, φησί, τῶν ἐν τῷ μέσῳ τοῦ παντὸς στοιχείων, ὕδατός τε καὶ γῆς, καὶ τούτων ὑπὸ τοὐ ἡλίου τὸν εἰρημένον τρόπον θερμαινομένων, διττὰς ἐξ αὐτῶν ἀνάγκη γίνεσθαι καὶ τὰς ἀναθυμιάσεις, καὶ τὴν μὲν ἐκ τοῦ ὕδατος ὑγράν, οἷός ἐστι καὶ ὁ ἐκ τῶν λεβήτων ἀτμὸς θερμαινομένου τοῦ ἐν αὐτοῖς ὕδατος, τὴν δὲ ἐκ τῆς γῆς ξηράν, οἵα πάλιν ἐκ τῶν καιομένων ξύλων ἀναδιδομένη φαίνεται καὶ τῶν θυμιαμάτων· ἑκατέρα μέντοι τούτων ἐστὶ θερμή. ἐπειδὴ γὰρ ἐξ ἡλίου τὰ δύο ταῦτα στοιχεῖα γῆ καὶ ὕδωρ θερμαινόμενα τὴν τοιαύτην ὑπομένει μεταβολήν, δῆλον ὅτι κατὰ μόνον τὸ ἐν αὐτοῖς ἑκάτερον μεταβάλλει ψυχρόν· τὸ δὲ ἐκ ψυχροῦ μεταβαλὸν ἐξ ἀνάγκης γίνεται θερμόν. μήτε οὖν τῆς γῆς κατὰ τὸ ἐν αὐτῇ μεταβαλλούσης ξηρὸν μήτε τοῦ ὕδατος κατὰ τὸ ὑγρόν, ἀλλὰ μόνον κατὰ τὸ ἐν αὐτοῖς ψυχρὸν ὑπὸ τοῦ θερμοῦ νικώμενον εἰκότως ἑκατέρα τῶν ἀναθυμιάσεων ἐστι θερμή, μένοντος ἐν θατέρᾳ μὲν τοῦ ξηροῦ, ἐν τῇ λοιπῇ δὲ τοῦ ὑγροῦ. οὐκοῦν ἡ μὲν ἐξ ὕδατος ὑγρά ἐστι καὶ θερμή, ἡ δὲ ἐκ τῆς γῆς ξηρὰ καὶ θερμή. καλεῖ δὲ τὴν μὲν ἀτμίδα, τὴν δὲ καπνώδη καὶ πνευματώδη· καὶ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν. αὗται τοίνυν τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἀπάντων κοινῶς ὑλικὸν ὑπάρχουσιν αἴτιον, ποιητικὸν δὲ ἡ τῶν οὐρανίων περιφορὰ σωμάτων. θερμῆς τοίνυν ἑκατέρας ἀναθυμιάσεως ὑπαρχούσης εἰκότως εἰσὶν ἀνώφοροι· ἀλλ’ ἡ μὲν καπνώδης μᾶλλόν ἐστι κούφη, τὸ ξηρὸν ἔχουσα τοῦ τάχους συναίτιον, τῆς δὲ λοιπῆς τὸ ὑγρὸν ὑποτέμνει τὸ τάχος, ὡς ἐν ἑτέροις ἀκριβῶς ταῦτα δεδείχαμεν. οὐκοῦν ἡ μὲν ἐξ ὕδατός ἐστι περιγειοτέρα τῷ τόπῳ ὡς ἧττον κούφη, ἡ δὲ ἐκ γῆς ἐπιπολάζει ταύτῃ καὶ μᾶλλόν ἐστι μετέωρος ὡς κουφοτέρα· καὶ ἡ μὲν τὰ περὶ τὸν ἀέρα πάθη γεννᾷ, ὁμίχλην, ὑετόν, χιόνα, χάλαζαν καὶ τὰ τούτοις συγγενῆ, ἡ δὲ ξηρὰ πρὸς τὸ συγγενὲς ἄνω χωροῦσα τὰ περὶ τὸ ὑπέκκαυμα συνίστησιν, ὧν ἐστι καὶ τὰ προκείμενα, φλόγες καὶ δαλοὶ καὶ αἶγες καὶ ὅσα κατηρι- θμήσατο· πυρώδη γάρ ἐστι τὴν φύσιν ἅπαντα. τὴν δὲ διαφορὰν αὐτῶν προϊόντες αὐτοῦ λέγοντος εἰσόμεθα. τὸ δὲ καὶ ἐν τῇ γῇ φησι καὶ ἐπὶ τῇ γῇ ἢ ὅτι τὸ μέν ἐστιν ἐν τοῖς κοιλώμασιν αὐτῆς, τὸ δὲ καὶ ἐπιπολάζει, [*](3 τὰ addidi 6 ὕλης Ma 8 γινομένων—τῶν κατ᾿ εἶδος (10) om. a 12 στοιχείων om. Ma: post γῆς (13) transpon. V 17 ξύλων om. a 25 ἡ δὲ—θερμή θερμή om. Ma 26 καλεῖ δέ] λεῖ δὲ in lac. om. M 30 ἀνώφεροι a 40 αὐτῆς ex αὐτοῖς corr. M1)
56
ἢ καὶ καθ’ ἑνὸς τοῦ αὐτοῦ· καὶ γὰρ τῷ ἐν τοῖς κοιλώμασιν ὕδατι ὑπόκειται [*](89r) γη.