In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

John Philoponus. In Aristotelis meteorologicorum librum primum commentarium (Commentaria in Aristotelem Graeca 14.1). Hayduck, Michael, editor. Berlin: Reimer, 1901.

[*](p. 346 b 23)

Μενούσης δὲ τῆς γῆς τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολειπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ ἰῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ φέρεται πάλιν πρὸς τὴν γῆν.

Ἐπειδὴ τὴν τοῦ ἡλίου φορὰν αἰτίαν τῆς γενέσεως καὶ τῆς φθορᾶς εἴρηκε τῶν ἐν τῷ ἀέρι γινομένων παθῶν περὶ ὧν ὁ λόγος, πῶς αἰτία ἐστί, λέγει νῦν. εἰ δὲ ἐν τοῖς ἔμπροσθεν καὶ τὴν γῆν εἶπεν ὑπὸ ἰῆς θερμότητος διίκ̓οιὶοαὅ́νην τὴν ξηρὰν γεννᾶν ἀναθυμίασιν, πῶς ἐνταῦθά φησι μενούσης δὲ τῆς γῆς τὸ περὶ αὐτὴν ὕδωρ ἀτμιδούμενον φέρεσθαι ἄνω, ὡς αὐτῆς μὴ διd̔κ̀ρινοαι έν-ης καὶ φερομένης ἄνω; εἰ γὰρ τὸ μενούσης ἀκούσειέ τις κατὰ τὴν ὁλότητα, καὶ τὸ ὕδωρ οὐδὲν ἧττον κατὰ τὴν ὁλότητα μένει τὴν αὐτοῦ. μήποτε οὖν ἐπειδὴ φθάσας ἐδίδαξε περὶ τῶν ἐκ ἰῆς ξ-ηρᾶς ἀναθυμιάσεως γινομένων παθῶν, νῦν δὲ <περὶ> τῶν ἀπὸ τῆς ὑγρᾶς μόνης συμβαινόντων διδάξαι βούλεται, διὰ τοῦτο τὴν γῆν ὑπέστειλε τοῦ λόγου. μενούσης οὖν τῆς γῆς ἀκουστέον οἱονεὶ τῷ λόγῳ καὶ ἐν ὑποθέσει νῦν μενούσης ἀμεταβλήτου. τὸ οὖν περὶ τὴν γῆν ὑγρόν, φησίν, ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ὰ́λληςτῆςἄνωθενθερμότητοςἀτμιδούμενονφέρεται ἄνω. πῶς μὲν ἡ ἐκ τῶν ἀκτίνων γίνεται θερμότης, ἐδίδαξεν, ὅτι ὁ ἐναπο- λαμβανόμενος μεταξὺ τῆς ἀνακλάσεως αὐτῶν ἀὴρ τῇ ἐξ αὐτῶν κινήσει τε [*](9 φθορᾷ scripsi: φθορά libri 14 post θερμότητος add. διακρινόμενον καὶ Ma, eademque in marg. adscr. V, sed cf. v. 34 14. 15 διατμιδοὐμενον a 15 ἀπο- λειπούσης VMa Arist. HN: ἀπολιπούσης Arist. EF IG ἀναγαγούσης Arist. HN 17 καὶ M Arist. EHN: supra v. add. V: om. a Arist. F 18 ἡ om. Ma 30 περὶ addidi 31 ὐπἐστηλε a 33 μενούσης] μὲν οὔσης Ma)

122
καὶ παρατρίψει θερμαίνεται, οἷόν τι πάσχει καὶ ὁ ἐν τοῖς λίθοις, ἐξ ὧν [*](105v) ἅπτουσι τὸ πῦρ, ἐναπολαμβανόμενος ὑπ’ αὐτῶν καὶ τῇ ἐξ αὐτῶν παρατρίψει λεπτυνόμενος, καὶ ὁ μεταξὺ πάλιν τῶν ἀνακλωμένων ἀκτίνων ἐξ ὕδατος ἢ τῶν πυρίων ἢ ἄλλων τινῶν λείων καὶ στεατίνων σωμάτων. ποίαν δὲ ἄλλην ἄνωθεν θερμότητά φησιν ἢ τὴν κατὰ ποιότητα τοῖς ἐφεξῆς σώμασιν ἐξ ἡλίου καὶ τῶν ἄστρων μεταδιδομένην; καὶ γὰρ ἐκ πυρὸς μεταδίδοται θερμότης τοῖς ἐφεξῆς σώμασιν, ὡς ἐπὶ τῶν ἑψομένων πρῶτον τῷ λέβητι, εἶτα ἐκ τούτου τοῖς μετ’ αὐτὸν ὑγροῖς ἢ ξηροῖς, καὶ ἐπὶ τῶν βαλανείων πρῶτον ταῖς πλίνθοις, εἶτα τῷ μετ’ αὐτὰς ἀέρι κἀκ τούτου τοῖς ὑπ αὐτοῦ περιεχομένοις σώμασι. τοῦτο δὲ θερμῆς ἄντικρυς οὐσίας τὸν ἥλιον καὶ τὰ ἄστρα δείκνυσι, καὶ διὰ τοῦτο τῆς τοῦ πυρὸς οὐσίας κατὰ Πλάτωνα καὶ οὐ πέμπτης, ὡς Ἀριστοτέλει δοκεῖ, εἰ μή τις ἄνωθεν λέγοι θερμότητα τὴν ἀπὸ τοῦ ὑπεκκαύματος τῷ ἀέρι μεταδιδομένην· καὶ γὰρ ἐξ ὕδατος καὶ γῆς κάτωθεν ψύξεως μεταλαγχάνει. μετὰ οὖν τὸ ἀπενεχθῆναι, φησί, τὴν ἀτμίδα καὶ πόρρω γενέσθαι τῆς γῆς ἀπολιμπάνει αὐτὴν ἡ θερμότης καὶ ψύχεται, ἀπολιμπάνει δὲ κατὰ δύο τρόπους. ἡ μὲν γὰρ αὐτῆς διακρινομένη τῆς συναφερομένης ὑδατώδους οὐσίας βαρείας οὔσης σκεδάννυται καὶ ἀκωλύτως τῇ ἐμφύτῳ κουφότητι ἐπὶ τὴν ἑαυτῆς ὁλότητα φέρεται τὸ ὑπέκκαυμα, ἡ δὲ ὑπολειπομένη βραχεῖα οὖσα δηλονότι καὶ ἄτονος διὰ τὸ μετεωρισθῆναι πόρρω τῆς γῆς ὡς ἐν ψυχρῷ γινομένη τόπῳ σβέννυται παντελῶς. ὁ γὰρ τόπος ἐκεῖνος, ὡς εἶπεν ἤδη καὶ μετ’ ὀλίγον ἐρεῖ, ψυχρός ἐστιν, εἰς ἀχανὲς τῶν ἀνακλασθεισῶν ἀκτίνων διισταμένων καὶ θερμαίνειν τὸν μεταξὺ ἀέρα πολὺν ὄντα τῇ κινήσει τε καὶ παρατρίψει μηκέτι δυναμένων. καὶ διὰ τὴν ἀπόλειψιν οὖν τοῦ θερμοῦ καὶ διὰ τὸν τόπον ἐκεῖνον ἡ ἀτμὶς ψυχομένη γίνεται πάλιν ὕδωρ ἐξ ἀέρος, καὶ τὸ γενόμενον κάτω φέρεται. ὡς γὰρ διὰ τὴν θερμότητα ὁ ἐξ ὕδατος μανωθέντος ἀτμὸς ἥλατο πρὸς τὸ μετέωρον, οὕτως ἔμπαλιν ἡ ἀτμὶς ἄνω ψυχθεῖσα καὶ πεπυκνωμένη παλινδρομεῖ πρὸς τὰ βαρέα τῶν σωμάτων, τὴν γῆν καὶ τὸ ὕδωρ.

[*](p. 346 b 32)

Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δὲ ἐξ ἀέρος υοωρ νεφος.

Ἀπορήσειεν ἄν τις εἰκότως ἐν τούτοις, εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἰς ἄλληλα μεταβάλλουσι, διὰ τί μὴ τὸ μεταξὺ τούτων ἕν ἐστι καὶ ἡ ὁδὸς <ἡ> αὐτὴ καὶ μία, ἀλλ’ εἰ μὲν τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει, διὰ μέσης με|ταβάλλει [*](106r) τῆς ἀτμίδος (δεῖν γὰρ αὐτό φησι πρότερον λεπτυνόμενον γενέσθαι, εἶθ’ οὕτως ἐκ ταύτης ἀέρα), εἰ δὲ τοὔμπαλιν ὁ ἀὴρ γένοιτο ὕδωρ, οὐκ ἀτμὶς πρότερον ὁ ἀὴρ ἀλλὰ νέφος γίνεται. μίαν γὰρ εἶναι δεῖ τὴν μεταξὺ τῶν ἐναντίων ὁδὸν τῶν μεταχωρούντων εἰς ἄλληλα. οἷον εἰ τὸ θερμὸν εἰς ψυχρὸν μεταβάλοι, οὐκ ἀθρόον ἐκ τοῦ ἄκρως θερμοῦ γίνεται [*](4 πυρείων a 6 ἐξ ἡλίου—σώμασιν (7) om. V 8 ἡ ξηροῖς om. a 21 ἐκεῖνος] οὗτος V 24 ἀπόληψιν a 26 φέρεται] φερόμενον Ma 27 ἤλλατο VM 32 ἡ post ὀδός addidi)

123
ψυχρόν, ἀλλὰ δεῖ πρῶιον αὐτὸ γενέσθαι χλιαρόν, εἶτα ἐκ τούτου ψυχρὸν [*](106r) εἰλικρινές· ὁμοίως καὶ εἴ τι ψυχρὸν γίνοιτο θερμόν, πρότερον γίνεται χλιαρόν. πάλιν εἰ τὸ λευκὸν καὶ τὸ μέλαν ἀντιμεταβάλλοιεν εἰς ἄλληλα, δεῖ τὸ μεταξὺ τῆς ἑκατέρου μεταβολῆς εἰς θάτερον τὸ αὐτὸ εἶναι χρῶμα, οἷον τὸ φαιόν. καὶ εἰ τὸ ἄνω καὶ τὸ κάτω τοὺς τόπους ἀντιπαραχωροῖεν ἀλλήλοις, διὰ τοῦ μέσου τοὺς ἀλλήλων ἀντιμεταλήψονται τόπους. πῶς οὖν ἐπὶ τῆς εἰς ἄλληλα μεταβολῆς ἀέρος τε καὶ ὕδατος οὐχ ἓν τὸ μεταξύ, ἀλλ’ ὕδωρ μὲν εἰς ἀέρα μεταβάλλον διὰ μέσης ἀτμίδος, ἀλλὰ διὰ νέφους μέσου γίνεται ὕδωρ; πρὸς ταῦτα τοίνυν ἐροῦμεν ὡς καὶ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴ πρῶτον ἀτμίδα ποιεῖ παχυνομένου τοῦ ἀέρος μετρίως, καὶ ἡ ἀτμὶς ἐπὶ πλεῖον παχυνομένη γίνεται ὕδωρ, τὸ δὲ νέφος οὐχ ἑτέρας οὐσίας ἐστὶ γένεσις, ἀλλὰ πολλῆς ἀτμίδος σύγκρισίς τε καὶ σύστασις. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ἡ γενομένη ἀτμὶς εἰς νέφος συγκρίνεται πρότερον, ἀλλ’ εὐθὺς ἐξαεροῦται λεπτυνομένη; φημὶ τοίνυν ὡς ἡ ἐξ ὕδατος κάτω γινομένη ἀτμὶς κατὰ βραχὺ γινομένη κάτω μένειν οὐκ ἀνέχεται, ἕως ἄν πολλῆς γενομένης ἀτμίδος ἅπασα συγκριθῇ καὶ γένηται νέφος, ἀλλ’ εὐθέως μετεωρίζεται. * * *

[*](p. 348 a 20)

Συμβαίνει δ’ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίνεσθαι χάλαζαν· καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γινομένην.

Ἐντεῦθεν λοιπὸν τῆς Ἀναξαγορείου δόξης ὁ ἔλεγχος, καὶ τέως ὅτι τοῖς φαινομένοις ἡ ὑπόθεσις μάχεται. οὐδὲ γὰρ ἐν τοῖς ὑψηλοτάτοις τόποις ὦπται γινομένη χάλαζα. καίτοι γε εἰ ἠλήθευεν Ἀναξαγόρας, ἐκεῖ μᾶλλον αὐτὴν ἔδει συνίστασθαι, ἔνθα καὶ τὸ νέφος ὠθεῖτο· καὶ γὰρ ἡ χιὼν ἐκ τῶν ὑψηλοτέρων ὀρέων κατιοῦσα φαίνεται. ψευδὴς ἄρα ἡ Ἀναξαγόρου ὑπόθεσις καὶ τοῖς φαινομένοις ἀσύμφωνος.

[*](p. 348 a 23)

Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα σὺν ψόφῳ πολλῷ παρ’ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσι καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος. ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίνεται πολλὴ καὶ τὸ μέγεθος απιστος, καὶ τοῖς σχήμαστιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς γῆς γενομένης τῆς πήξεως.

Καὶ ταῦτα πρὸς ἔνδειξιν τοῦ μὴ πόρρω τῆς γῆς, ὡς Ἀναξαγόρᾳ δοκεῖ, [*](2 γίνεται] γίνοιτο a 8 post μεταβάλλον add. μὴ V ἀλλὰ] fort, ἀὴρ δὲ 10 ἡ om. a 14 ἐξαπλοῦται V 17 εὐθέως scripsi; εὐθὺς ὡς libri post μετεωρίζεται spat. vac. xx fere litt. M: vers, fere xvi fol. 336v et totum fol. 337 vac. rel. V: ἐνταῦθα πολλὰ ἐκλείπει add. a 18 Συμβαίνει δ’ ἐν om. M 19 post ἔδει add. γίνεσθαι Ma 24 ἔδει αὐτὴν coll. Ma 29 δὲ om. V 29. 30 τοσούτων Ma 32. 33 γενομένης τῆς πήξεως τῆς γῆς coll. Ma)

124
τὴν χάλαζαν γίνεσθαι. ὤφθη γάρ. φησί, πολλάκις περιγιότατα νέφη μετὰ [*](106r) πολλοῦ κτύπου φερόμενα, δηλονότι βροντῶν ἐξαισίων γινομένων, ὡς ἐκδειματῶσαι τοὺς ἀκούοντας καὶ ἐλπίδας ὑποθεῖναι διὰ τὸ δέος ὡς χαλεπῶν τινων ἐσομένων. καὶ χωρὶς δὲ κτύπου τῶν τοιούτων νεφῶν ὀφθέντων περὶ τὴν γῆν ἐπηκολούθησεν εὐθέως χάλαζα τηλικαύτη τὸ μέγεθος, ὡς ἄπιστον εἶναι τοῖς ἀκούουσι, καὶ τὸ σχῆμα ταύτης οὐ στρογγύλον. ταῦτα δὲ πάντα σημεῖα τοῦ πλησίον τῆς γῆς αὐτὴν συστῆναι· ὁ γὰρ πολὺς κτύπος τὴν ἐγγύτητα σημαίνει τοῦ νέφους. πόρρωθεν γὰρ τῆς πρώτης γινομένης πληγῆς καὶ τῆς διαδόσεως κατὰ μέρος φερομένης πρὸς ἡμᾶς ἐκλύεται τῷ διαστήματι τὸ μέγεθος τοῦ ψόφου, ὡς καὶ τῶν ὁρατῶν ἡ ἀντίληψις διὰ πολλοῦ γινομένη τοῦ μεταξύ διαφανοῦς ἀμβλύνεται προἰοῦσα· οὔτε γὰρ τὸ διαφανὲς ἐπὶ πολὺ διαβιβάζειν τὰ χρώματα δύναται οὔτε τὸ διηχὲς τοὺς ψόφους. καὶ τὸ μέγεθος δὲ καὶ τὸ μὴ στρογγύλον ἔχειν τὸ σχῆμα τὴν περὶ τὴν γῆν αὐτῆς σημαίνει ῥᾳδία γὰρ αὐτῆς ἡ διάλυσις, ἅτε δὴ καὶ θερμοτέρου τοῦ καιροῦ ἢ ἰῆς χώρας οὔσης· εἰ μὲν οὖν πόρρωθεν φέροιτο, εἰκὸς αὐτῆς τινα μέρη τὰ ἐξέχοντα παραναλίσκευσθαι, καὶ τῆς ἐξ ἀρχῆς συστάσεως ἐλάττονα γίνεσθαι, ἐξ ὀλίγου δὲ τοῦ διαστήματος ἄθραυστος μένουσα μείζων σαίνεται. τὸ αὐτὸ καὶ τοῦ μὴ στρογγύλην ὑπάρχειν αἴτιόν ἐστι. πόρρωθεν γὰρ πολλὴν ὁδὸν διανύουσα, τῶν ἄκρων αὐτῆς τῇ πρὸς τὸν ἀέρα τρίψει θραυομένων, σφαιροῦται ὡς ὁ ἐξ ὄρους κορυφῆς ὠθούμενος ὑφ’ ὁτουοῦν λίθος καὶ τῇ φορᾷ τὰ ἄκρα πάντοθεν περιθραυσθεὶς καὶ γενόμενος καθ’ Ὅμηρον ὀλοοίτροχος, καὶ οἱ ἐν θαλάσσῃ ταῖς παλιρροίαις φερόμενοι λίθοι· ἐξ ὀλίγου δὲ κινηθεῖσα μένει ἀπαθὴς ὡς συνέστη τὴν ἀρχήν, μὴ γενομένη περιφερής. καὶ αὐτὴ δὲ τῆς ὄψεως ἡμῶν ἡ ἀντίληψις κρίνειν τὰ περιγειότερα τῶν νεφῶν οὐκ ἀδύνατος, ὅτε καὶ τούτων ἄλλα ἄλλοις τὰ μὲν ἐπικείμενα, τὰ δὲ ὑποτρέχοντα φαίνεται, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοί φασιν.

[*](p. 348 a 30)

Ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστα αἰτίου τῆς πήξεως μεγίστας γίνεσθαι χαλάζας.

Ἐδείχθη διὰ τῶν εἰρημένων ὅτι πλησίον τῆς γῆς ἡ ἰῆς χαλάζης γίνεται σύστασις καὶ οὐχ, ὡς οἱ περὶ Ἀναξαγόραν, εἰς τὸν ἄνω τόπον. εἰ γὰρ ὁ ἄνω τόπος ὡς ψυχρότερος ἐποίει χάλαζαν, ἐχρῆν ἐκ τοῦ μᾶλλον ἄνω πολλήν τε καὶ μείζονα γίνεσθαι· ὅσῳ γάρ τῷ αἰτίῳ καὶ ποιητικῷ τὸ γινόμενον πλησιάζει, τοσούτῳ γίνεται μᾶλλον. νῦν δὲ τοὐναντίον φαίνεται συμβαῖνον· ἐκ γὰρ τῶν περιγειοτέρων πλείους τε καὶ μείζους γίνονται χάλαζαι καὶ οὐ στρογγύλαι, διὰ τὸ μὴ περιθραύεσθαι κατιούσας· τοῦτο δὲ διὰ τὸ μὴ πολλὴν διάστασιν φέρεσθαι. οὕτως ἐλέγξας τὴν Ἀναξαγόρου δόξαν αὐτὸς λοιπὸν τὰ αὐτῶ περὶ τούτων δοκοῦντα διδάσκει. |

[*](5 τηλικαύτη δέ μέγεθος a 14 ἡ om. Ma 18 στρογγύλον a 22 καθ’ Ὅμηρον] II. N 137 ὀλοότροχος libri 22. 23 ταῖς παλιρροίαις scripsi: τῆς παλιρροίας libri 24 καὶ αὕτη Ma 29 μεγίστας V Arist. FHN: μεγάλας Ma Arist. Ε)
125
[*](p. 348 b 2)

Ἀλλ’ ἐπειδὴ ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις τῷ [*](106v) θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις, διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις, τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστε ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ, ὁτὲ δὲ χάλαζαν. διὸ καὶ αἱ ψεκάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ γίνεται, ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως.

Ἀξίωμά τι προείληφε τῆς αἰτίας τῶν συμβαινόντων ἐπὶ χαλάζης γνώριμόν τε καὶ αὐτῷ πολλάκις εἰρημένον. ἐν γὰρ τοῖς ὑπὸ σελήνην τόποις ἐμπολιτευομένων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, συμβαίνει ταῦτα διὰ τὴν μάχην ἀλλήλοις ἀντιπεριίστασθαι· ἅμα γὰρ εἶναι τὰ ἐναντία οὐκ ἐνδέχεται, διόπερ ἀντιπαραχωρεῖν τοὺς τόπους ἀλλήλοις εἰώθασιν. ἐν μὲν γὰρ τῷ θέρει τοῦ περιέχοντος θερμαινομένου τὸ ψυχρὸν εἰς τὸ βάθος τῆς γῆς ὑποχωρεῖ, ὅθεν τὰ σπήλαια καὶ τὸ ἐν βάθει ὕδωρ λίαν ἐστὶ τότε ψυχρά, ἐν χειμῶνι δὲ τοὐναντίον κατεψυγμένου τοῦ περιέχοντος ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ θερμότερα γίνεται. καὶ ὁ σοφώτατος ποιητὴς τοῖς φαινομένοις ὁμολογῶν περὶ τοῦ ἐν βάθει φησὶν ὕδατος ‘τὸ μέν ποθι δυομένῃσι θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.’’ καὶ οὐχ ὡς ἄν τις ὑποτοπήσειε, πρὸς τὴν ἡμετέραν αἴσθησιν ταῦθ’ οὕτως ἔχειν νομίζεται· ὁμοίως γὰρ ἐχόντων ἐκείνων, φαίη τις ἄν, θέρους τε καὶ χειμῶνος, τῷ μὲν θέρει διὰ τὸ λίαν ἡμᾶς ἐκ τοῦ περιέχοντος τεθερμάνθαι ψυχρὰ εἶναι δοκεῖ τὰ ὑπὸ γῆν, ἐν δὲ τῷ χειμῶνι διὰ τὸ λίαν κατεψῦχθαι ἧττον ψυχρὰ εἶναι φαίνεται, ὡς ὁμοίως ἐχόντων ἐκείνων ἐν θέρει τε καὶ ἐν χειμῶνι, ἡμῶν δὲ διὰ τὰ ἐκ τοῦ περιέχοντος ἡμῖν ἐγγινόμενα πάθη περὶ τὴν ἐκείνων πλανωμένων διάκρισιν. τί οὗν φαμεν; ὡς ψευδὴς μὲν ἡ τοιαύτη ὑπόνοια, ἀληθὴς δὲ λίαν ἡ ἀντιμετάστασις τοῦ θερμοῦ τε καὶ τοῦ ψυχροῦ. ὁρῶμεν γὰρ ἐν χειμῶνι τὰ σπήλαια καὶ τὰ βαθέα τῶν φρεάτων ἀτμίζοντα φανερῶς, τοῦ ἐν βάθει θερμοῦ τὸ ἐκεῖσε ὑγρὸν ἐξατμίζοντος. πόθεν γὰρ ἡ τῶν ἀτμῶν ἀνάδοσις, εἰ μὴ τὸ ἐναποκεκλεισμένον ἐκεῖ θερμὸν αἴτιον ἦν τοῦ γινομένου. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων θέρους μὲν τὰ ἔνδον ἐστὶ ψυχρά, χειμῶνος δὲ μᾶλλον θερμότερα, διόπερ ἐν θέρει μὲν ἥττονα τροφὴν προσφερόμεθα καὶ βραδύτερον αὐτὴν πέττομεν καὶ πλημμελέστερον, χειμῶνος δὲ καὶ τροφῇ πλείονι χρώ- [*](2 τε om. Ma 4 ὥραις om. Ma 6 παχὺ Ma ἐκ νέφους γ’ Arist. FHN: post ἐκ add. τοῦ Ma Arist. E ὁτὲ δὲ χάλαζαν om. V Arist. EFH et pr. N 8 γίνεται] λέγεται Arist. EF, sed γίνεται sscr. F 9 ἀθροώτερα semel scr. M 11 αὐτὸ a 12 τοῦ ante θερμοῦ om. a 18 ὁ σοφώτατος ποιητὴς] Apoll. Rh. Arg. Ill 225 sqq. 19 ποθι Ap.: ποτὶ libri 20 κοίλης Ap.: καλῆς libri 21 οὐχ ὡς] οὐκ a 23 ἐκ τοῦ—λίαν (25) om. V 27 post πλανωμένων add.)

126
μεθα καὶ πέττομεν αὐτὴν κατὰ λόγον. ἐντεδθε καὶ τὰ βόρεια σώματα [*](106v) μείζονά τέ ἐστι καὶ ἀκμαιότερα, ἐναποκλειομένου τοῦ ἐμφύτου θερμοῦ διὰ τὴν ἐκ τοῦ ψυχροῦ γινομένην τῆς ἐπιφανείας τοῦ σώματος αὐτῶν πύκνωσιν καὶ πλείονα τὴν πέψιν τῆς τροφῆς καὶ τὴν πρόσθεσιν ποιοῦντος καὶ τὴν εἰς μέγεθος ἐπίδοσιν. ἐν ἀκμῇ μὲν οὖν τῆς ἡλικίας ἐρρωμένα λίαν ἐστίν· ἐπειδὰν δὲ καὶ παρακμάσῃ καὶ ῥέπῃ πρὸς γῆρας, καὶ τὸ ἔμφυτον αὐτῶν διὰ τοῦτο μειωθείη θερμόν, πολλῆς γινομένης παο’ αὐτοῖς ἐν τῷ χειμῶνι TTp ψύξεως σβέννυται ῥᾷον, καὶ διὰ τοῦτο ταχέως αὐτῶν καταπίπτει τὰ σώματα καὶ ἀπόλλυται, καὶ καταγηρῶντας λίαν ἐν αὐτοῖς ἐστι σπάνιον εὑρεῖν. ὅθεν καὶ παροιμία τις ἐπιχωριάζει παρ’ ἡμῖν ἐπὶ τῶν οὐκ ἀγαθὸν κτη- σαμένων τὸ † πέρας “τὰ πρὸς ἐσχάτην Γότθου πεποίηκε”· Γόιθους γὰρ τοὺς βορείους πάντας βαρβάρους προσαγορεύειν εἰώθασιν. οὕτω δὲ ἐν χειμῶνι τὸ βάθος ἡμῶν ἐστι θερμότερον, ὥστε καὶ πολλοὺς ἔνδοθεν διὰ τοῦ στόματος ἡμῶν ἐξιόντας τοὺς ἀτμοὺς ὁρῶμεν καὶ ἐκ τῶν διαχωρημάτων καπνὸς ἀναδίδοται πολύς, ὅπερ ἐν θέρει μὴ γίνεται. οὐκοῦν παναληθές ἐστι τὸ ἀντιπεριίστασθαι τὸ φυχρὸν ἀλλήλοις καὶ τὸ θερμόν. ἄξιον δὲ καὶ τεχνικώτερον ταύτην θεωρῆσαι τὴν ἀντιπερίστασιν, καὶ τί τὸ γινόμενον συν- ἰδεῖν καὶ ὅπως γίνεται. οὐ δεῖ νομίζειν ὡς τὸ ἐν τῷ βάθει θερμὸν αὐτό, λέγω τὸ τῷ ὑπὸ γῆν ἱδρυμένον σώματι, ἐν θέρει τὸ ἴδιον ὑποκείμενον ἐᾶσαν ἔξω γίνειαι καὶ θερμαίνει τὸ περιέχον, τὸ δὲ ἔξω πά ἱν ψυχρὸν εἴσω χωρεῖ καὶ φύχε τὰ ἐν τῷ βάθει σώματα, καὶ ἐν χειμῶνι τοὔμπαλιν τὸ μὲν ἔξωθεν θερμὸν ἐν τῷ βάθει μέτεισι, τὸ δὲ ἐν βάθει ψυχρὸν ἔξεισι καὶ ψύχει τὸν ἐκτὸς ἀέρα. τοῦτο γὰρ τῶν ἀδυνάτων ἐστὶ τὰς ἀχωρίστους τῶν σωμάτων ποιότητας ἐξ ἑτέρων εἰς ἕτερα μεταβαίνειν ὑποκείμενα· χωρι- στῆν γὰρ αὐτῶν τὴν οὐσίαν ἕξουσιν. ἐν τοῖς ἰδίοις γὰρ ὑποκειυοις ὑφιὑφιστάμενα ἀνεπιτηδείου τούτου γινομένου φθείρεται. τὸ γινόμενον τοίνυν ἐστὶ τοιοῦτον· ἐν χειμῶνι πεπυκνωμένου τοῦ τε ἔξωθεν ἀέρος καὶ τῆς ἐπιφανείας τῆς γῆς, τὸ γενόμενον ἐν τῷ βάθει θερμὸν διὰ τὴν συνεχῆ πρὸς ἄλληλα τῶν στοιχείων ἀντιμεταβολὴν μὴ διαφορούμενον διὰ τὴν τῶν περιεχόντων πύκνωσιν ἀθροίζεται μᾶλλον ἔνδον καὶ πλεῖον γινόμενον θερμαίνει τὸν ὑπὸ γῆν ἀέρα καὶ τὸ ὕδωρ· ἐν δὲ τῷ θέρει τοὐναντίον ἠραιωμένων τῶν πόρων τῆς γῆς διὰ τὴν ἐξ ἡλίου θερμότητα, τὸ ἐν τῷ βάθει γινόμενον διαφορεῖται θερμὸν φύσει τὴν ἄνω διῶκον φοράν, τούτου δὲ γινομένου τὸ ὑπολειφθὲν ἐξ ἀνάγκης ψύχεται. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐν τοῖς ἡμετέροις γίνεται σώμασιν· ἐν χειμῶνι γὰρ τὸ ἔμφυτον θερμὸν ἔνδον ἀποκειόμενον διὰ τὴν ἔξωθεν γινομένην ἐκ τοῦ ψύχους τοῖς σώμασι πύκνωσιν καὶ πλεῖον ἀεὶ διὰ τοῦτο γινόμενον θερμαίνει τὸ βάθος, καὶ τὰς ἐνεργείας οὕτω τὸ θερμὸν ἀμέμπτως | ἀποδίδωσι τὰς ἑαυτοῦ· ἐν δὲ τῷ θέρει διὰ τὴν μάνωσιν τῶν [*](107r) σωμάτων διαφόρητον γίνεται, διὸ τὸ βάθος τῇ ἐνδείᾳ τῇ τούτου ψύχεται ἢ [*](7 post θερμόν add. καὶ a 11 πέρας] γῆρας Diels τὰ <τοῦ> temptat Diels ἐσχάτην] sc. γῆν οἰκοῦντος 13 τοῦ om. M 14 στόματος in marg. add. M 16 καἰ post δὲ om. Ma 17 τί] κατὰ a 18 ὡς τὸ μὲν ἐν βάθει Ma 19 fort. ἐνιδρυμένον 20 post ἐᾶσαν add. ὡς Ma 22 ἔξω Ma 24 τῶν ἀσωμάτων M 39 ἀδιαφόρητον M διὸ] καὶ διὰ a)
127
ἀκριβέστερον εἰπεῖν ἧττον γίνεται θερμόν. ταῦτα μὲν οὖν περὶ τοῦ βάθους· [*](107r) ἐν δὲ τοῖς ἔξωθεν τοῦ βάθους τῆς γῆς σώμασι τὸ γινόμενόν ἐστι δῆλον ἅπασιν. ἐν θέρει μὲν γὰρ πλησιάζων ὁ ἥλιος θερμαίνει τὰ περιέχοντα, ἐν χειμῶνι δὲ πλεῖστον αὐτῶν διεστηκὼς οὐδὲ τῆς ἰδίας μεταδίδωσιν αὐταρκῶς θερμότητος, καὶ τὰ ψυχρὰ σώματα γῆ τε καὶ ὕδωρ ἐκ τῶν ἀτμῶν τῶν ἐξ αὐτῶν τὸν ἀέρα καταψύχει· καὶ ψυχθεὶς λίαν ὡς λεπτομερὴς ἀντιψύχει τὰ ψύξαντα, καὶ ταῦτα πάλιν τὸν ἀέρα, καὶ οὕτως ἀλλήλων ἀντεπιτείνουσι τὴν ψῦξιν καθ’ ὃν τρόπον ἐν τοῖς ἤδη φθάσασιν ἀπεδείξαμεν. τοιαύτην εἶναι τὴν λεγομένην ἀντιπερίστασιν τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ δεῖ νομίζειν, διότι τῶν ἔξω θερμαινομένων τὰ ἔνδοθεν ψύχεται καὶ τοὔμπαλιν ψυχομένων τῶν ἔξω τὰ ἐν τῷ βάθει θερμαίνεται. ταύτην οὖν, φησί, τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ νομιστέον καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ἐν ᾧ τὰ νέφη συνίσταται, τῆς χώρας ἀλεεινοτέρας οὔσης ἢ τοῦ καιροῦ· τῇ γὰρ ἀλέᾳ τοῦ περιέχοντος ἡ ἐν τῷ νέφει ψῦξις ἀντιπεριισταμένη πρὸς τὸ βάθος αὐτοῦ χωρεῖ, καὶ οὕτως ἔνδον ἀθροωτέρα γινομένη τὴν ἐντὸς ἀτμίδα τοῦ νέφους εἰς ὕδωρ ἀθροώτερον μεταβάλλει. διὸ καὶ ἐν ταῖς τοιαύταις ὥραι ἢ χώραις ὄμβροι γινόμενοι θᾶττον γίνονται διὰ τὴν ἀθρόαν τοῦ νέφους πύκνωσιν, καὶ αἱ ψεκάδες μείζους διὰ τὸ πολλὴν ὁμοῦ μεταβάλλειν ἀτμίδα, καὶ ῥᾳδία τούτων ἡ κίνησις, ἐπεὶ καὶ ἡ ῥοπὴ μείζων διὰ τὸ μέγεθος. οὕτω τοίνυν γινομένου τοῦ ὕδατος καὶ τῇ ἐμφύτῳ ῥοπῇ φερομένου κάτω, ἡ τὴν ἀτμίδα μεταβάλλουσα ψῦξις εἰς ὕδωρ ἔτι αὐτῷ πολλὴ ἐνυπάρχουσα ταχύτερον αὐτὸ πήγνυσι τῆς ἐπὶ τὸ κάτω φερούσης ῥοπῆς· καταφερόμενον οὖν ἅμα τὸ ὕδωρ πήγνυται καὶ ποιεῖ χάλαζαν. καὶ τοῦτό ἐστιν ὅ φησιν ὁτὲ μὲν ταχὺ ὕδωρ ποιεῖ, ὁτὲ δὲ χάλαζαν· ἔνδον μὲν τοῦ νέφους ὕδωρ ποιεῖ πυκνοῦσα τὴν ἀτμίδα ταχέως, ἔξω δὲ καταφερόμενον ἢ καὶ ἔνδον ἔτι τὸ ὕδωρ ὂν καὶ πηγνύμενον χάλαζαν.

[*](p. 348 b 12)

Τοῦτο δὲ γίνεται αὐτὸ τοὐναντίον ἢ ὡς ὁ Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπανέλθῃ, φησί, τοῦτο πάσχει, ἡμεῖς δὲ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα. ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξε καὶ γίνεται χάλαζα.

Τἀναντία τῷ Ἀναξαγόρᾳ, φησίν, ὁ ἡμέτερος ὑποτίθεται λόγος· ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὡς ἐν τῷ ἄνω γινόμενον τόπῳ τῷ κατεψυγμένῳ τὸ νέφος γίνεται χάλαζα, ἡμεῖς δὲ τοὐναντίον, ὅταν ἐν τῷ κάτω γίνηται τόπῳ τῷ θερμῷ, τότε γίνεται χάλαζα, καὶ ὅταν μᾶλλον ὄντος θερμοῦ τοῦ περιέχοντος μᾶλλον αὐτὸ τὸ ψυχρὸν ἀντιπεριστῇ, ὡς ἐν τῷ βάθει πολὺ γενέσθαι συνωθούμενον ὑπὸ τῆς ἔξωθεν ἀλέας, μᾶλλον γίνεται ὕδωρ, ἐπιτεινο- [*](19 μεῖζον M 21 κάτω ἡ τὴν scripsi: καὶ τὸ ἧττον MV: καὶ πολλὴν a 22 αὐτὸ] αὐτῷ a 27 αὐτῷ Ma 28 ὅταν om. Ma 29 πάσχειν Arist. τὸ θερμὸν a 29. 30 μάλιστα ὅταν semel scr. Ma 30 δ’ ἔτι] δέ τι Ma τῷ ψυχρῷ Ma 33 γινόμενον] γίνεται M 34 ἡμεῖς δὲ—χάλαζα (35) om. Ma)

128
μένης δὲ μᾶλλον ὑπὸ τοῦ ψύχους τῆς πιλήσεως, ἅμα τὸ ὕδωρ καὶ χάλαζα [*](107r) πηγνύμενον γέγονεν.

[*](p. 348 b 17)

Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι χρόνῳ ἔπηξεν, οὐδὲν κωλύει μετέωρον ὂν παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίνηται χρόνῳ τῆς κάτω φοράς.

Ἐκεῖνο τὸ ἠπορημένον λύει διὰ τούτων ὡς εἴπερ ἡ χάλαζα ὕδωρ ἐστὶ πεπηγός, πῶς ἐν τῷ μετεώρῳ πήγνυται. εἰ μὲν γὰρ πρὶν γένηται ὕδωρ, ἡ πῆξις γέγονε, χιὼν ἦν οὐ χάλαζα τὸ γενόμενον· εἰ δὲ μετὰ τὸ γενέσθαι ὕδωρ ἐπάγη, πόσον ἐστὶ χρόνον τὸ ὕδωρ μετέωρον, ἕως ἂν παγείη·; λέγει οὗν πῶς τοῦτο γενέσθαι δυνατόν. προδήλου ὄντος ὅτι καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ ὕδατος χρόνῳ γίνεται καὶ ἡ πῆξις αὐτοῦ ἡ ὑπὸ τῆς ψύξεως, ὅταν οὖν ὁ χρόνος τῆς ἐπὶ τὸ κάτω φορᾶς τοῦ ὕδατος μείζων ᾐ τοῦ χρόνου καθ’ ὃν πήγνυται, πήγνυται τὸ ὕδωρ καὶ γίνεται χάλαζα. οἷον <εἰ> ἡ μὲν τὸ κάτω φορὰ τριῶν ὡρῶν δέοιτο, ἡ δὲ πῆξις μιᾶς διὰ τὸ σφοδρὸν τῆς πηγνυούσης αὐτὸ ψύξεως, συμβαίνει τὸ ὕδωρ καταφερόμενον ἐν ὅσῳ μίαν ὥραν κεκίνηται, παγῆναι καὶ γενέσθαι χάλαζαν, ἐν δὲ ταῖς λοιπαῖς δύο ὥραις τὴν γενομένην κινεῖσθαι χάλαζαν, καὶ οὕτως οὐδὲν τῶν ἠπορημένων ἀντικείσεται τῇ γενέσει αὐτῆς. κἀντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ περὶ γῆν τόπῳ τὸ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται, ὥσπερ τῷ μὲν ὑετῷ ἡ δρόσος. τῇ δὲ χιόνι ἡ πάχνη· οὐδὲ γὰρ οἷόν τε ἦν θᾶττον γενέσθαι τὴν πῆξιν τῆς δρόσου τῆς ἐπὶ τὸ κάτω φορᾶς αὐτῆς, ἵνα γένηται κρύσταλλος, ὀλίγου ὄντος τοῦ διαστήματος, ἀλλὰ φθάνει πρὶν παγῆναι ἐνεχθεῖσα ἡ δρόσος. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς ἀρξάμενον φέρεσθαι τὸ ὕδωρ πήγνυται, πότερον ἐν τῷ νέφει περιεχόμενον ἔτι ἢ παραμεῖψαν αὐτὸ καὶ ἔξω γινόμενον ἐπάγη. ἀλλ’ ὑπόκειται θερμότερος ὁ ἔξω ἀήρ, διόπερ καὶ ἡ ψῦξις ἐν τῷ βάθει τοῦ νέφους ἠθροίσθη ἀντιπεριστᾶσα τῷ ἔξω θερμῷ καὶ τὴν ἀτμίδα τὴν ἐν τῷ νέφει πυκνώσασα εἰς ὕδωρ. εἰ δὲ ἐν τῷ νέφει ὑπάρχον ἔτι δευτέραν τὴν εἰς χάλαζαν παγὲν ποιεῖται μεταβολήν, πρῶτον μὲν πῶς ἔμεινεν ἐν τῷ νέφει χρόνον τὸ ὕδωρ, ἵνα παγῇ, καὶ οὐκ εὐθὺς ἠνέχθη κάτω τῷ ἐμφύτῳ βάρει; δεύτερον πῶς ἔξω τοῦ νέφους γενομένη ἡ χάλαζα οὐκ εὐθὺς ἐτάκη ὑπὸ τοῦ θερμοῦ ἀέρος τοῦ περιέχοντος, δι’ οὗ φέρεται κάτω; ῥητέον οὖν ὡς οὐκ ἔστιν ἀβαθὲς τὸ νέφος, ἀλλ’ ἔχει τι βάθος οὐκ ὀλίγον, διὸ καὶ τῷ ἡλίῳ ἐπιπροσθεῖ καὶ βρονταὶ καταρρήγνυνται καὶ πολὺς ὁ ὑετός. τοῦτο οὖν τὸ βάθος διερχόμενον τὸ ὕδωρ εἰ [*](1 πηλήσεως a 3 ᾖ om. Ma ἢ ἡ] ἢ om. M: ἡ om. a 4 ἡ] ἦ M: ἢ ἐν om. Ma 8 ὡς εἴπερ—πολλάκις (p. 129,6) in lac. om. V 11 πόσον] πῶς 15 πήγνυται semel scr. M εἰ addidi 24. 25 ἀπορήσει M 28 ἀντιπεριστάντι a 29 πυκνώσασα scripsi: πυκνώσασαν Ma 30 ὑπάρχον scripsi: ὑπάρχων Ma 32 τῷ ἐμφύτῳ scripsi: τὸ ἔμφυτον Ma 36 εἰ] πήγνυται a)

129
καὶ μετὰ τὸ νέφος ὑπὸ τῆς ἐν | αὐτῷ ψύξεως πολλῆς ἔτι οὔσης ἐπάγη, [*](107v) οὐ τήκεται δὲ παγὲν εὐθὺς ὑπὸ τοῦ περιέχοντος θερμοῦ διὰ τὸ βραχὺ τοῦ διαστήματος. διόπερ εἰ καὶ θερμοτέρῳ ὁμιλήσειεν ἀέρι, μένει παγέν· φθάνει γὰρ κατενεχθῆναι, πρὶν τακῇ· χρόνου γὰρ δεῖται τοῦ συμμέτρου πᾶσα μεταβολή. πρὶν οὖν ὑπὸ τοῦ ἀέρος πάθῃ τι, καταφέρεται. ἰσχυροτάτης οὖν πήξεως ἡ χιὼν τυχοῦσα καὶ ὅλον πολλάκις τὸν τοῦ θέρους διαρκεῖ χρόνον οὐδὲ θερμοτάτῳ ἀέρι ὁμιλοῦσα ῥᾳδίως τήκεται, κρύσταλλος δέ τις καὶ ἀπολιθοῦται παντελῶς· ἡ δὲ χάλαζα μαλακωτέραν ἔχουσα τὴν πῆξιν εὐθὺς κατενεχθεῖσα τήκεται. οὐδὲν δέ ἐστιν ἀπεικὸς καὶ καταφερομένην ἔτι τακῆναι ἢ πᾶσαν ἡ μέρη τινὰ ταύτης τὰ ἐπιτηδειότερα, διόπερ οὐχ ὁμοία τῷ μεγέθει πᾶσά ἐστι, καὶ ὕδωρ δὲ πολλάκις ἐκ τῆς τακείσης τῇ χαλάζῃ συγκαταφέρεται. κἀκεῖνο δὲ πάλιν τις ἀπορήσειεν, πῶς ὑπὸ τῆς εἰς βάθος τῇ ἀντιπεριστάσει συνελαθείσης [τῆς] ψύξεως οὐκ εὐθὺς ἡ ἀτμὶς πήγνυται καὶ γίνεται χιών, ἀλλὰ πρῶτον μὲν πήγνυται καὶ μεταβάλλει εἰς ὕδωρ, εἶτα τὸ ὕδωρ πήγνυται καὶ γίνεται χάλαζα; λέγομεν τοίνυν ὡς εἰ καὶ πολλή τίς ἐστιν ἡ ψῦξις ἐν τῷ νέφει, ἀλλ’ οὐ πάντως τῆς ἐν τῷ χειμῶνι πηγνυούσης τὴν ἀτμίδα <καὶ> χιόνα ποιούσης· σφοδρᾶς γὰρ ψύξεως δεῖ πρὸς τὸ τὴν ἀτμίδα θερμὴν οὖσαν παγῆναι πρὸ τῆς εἰς τὸ ὕδωρ πυκνώσεως. καὶ τὸ προτεθερμάνθαι δὲ τὸ τῆς χαλάζης ὕδωρ ἐκ τῆς τοῦ περιέχοντος βίας ἑτοιμότερον πρὸς πῆξιν αὐτὸ ποιεῖ· εὔψυκτα γάρ ἐστι λίαν τῶν ὑδάτων τὰ προθερμαινόμενα.

[*](p. 348 b 22)

Καὶ ὅσῳ δ’ ἄν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίνεται καὶ αἱ ψεκάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον. καὶ οὐ πυκναὶ αἱ ψεκάδες αἱ μεγάλαι πίπτουσι διὰ τὴν αὐτὴν αἰτίαν.

Ὅταν, φησίν, ἡ ψῦξις ἰσχυρά τις ᾖ καὶ ὁ τόπος ἐν ᾧ γίνεται πλησίον τῆς γῆς, διὰ μὲν τὸ σφοδρὸν τῆς ψύξεως ἡ τῆς ἀτμίδος πύκνωσις ἀθροωτέρα γίνεται· διὸ καὶ αἱ ψεκάδες μείζους, λαβρότερα δὲ τὰ ὕδατα δι’ αὐτὸ τὸ τῶν ψεκάδων μέγεθος θᾶττον κινουμένων· αἱ γὰρ μικραὶ ψεκάδες, οἷαί εἰσιν αἰ ἐν χειμῶνι γινόμεναι, ὡς ἧττον βαρεῖαι τὴν κίνησιν ἠρεμαιοτέραν ἔχουσι. καὶ οὐ διὰ τοῦτο μόνον εἰσὶν αἱ ψεκάδες <μείζους, ἀλλ᾿> ὀλίγον διάστημα καταφερόμεναι οὐ σκεδάννυνται· πρὶν γὰρ τοῦτο παθεῖν φθάνουσι κάτω. αἱ γὰρ ἐξ ὕψους φερόμεναι ἐν τῷ μεταξὺ σκεδάννυνται διαστήματι· εἰ γοῦν λεκάνην ὕδατος ἐξ ὕψους κενώσειας, εὐθὺς διασπᾶται τὸ ὕδωρ καὶ κατὰ μικρὰ φέρεται κάτω, εἰ δὲ ἐξ ὀλίγου διαστήματος ἐκχέοις, ἀθροώτερον κάτεισι καὶ κατὰ μεγάλα μέρη τὸ ὕδωρ. ἀλλὰ διὰ τί [*](4 τοῦ scripsi: οὐ Ma 6 ἡ] ἡ a 13 τῆς delevi 16 ἀλλ’ οὐ πάντως] exspectas ἐλάττων πάντως πάντων Ma 17 καὶ addidi 18 θερμὴν οὖσαν scripsi: θερμαίνουσαν libri 19 καὶ τῷ V 22 γένηται] γίνεται Ma 23 τε] δὲ M: om. a 29 κινούμενον a: κινούμενον (sic) M 31 μείζους ἀλλ’ addidi 35. 36 ἐκχέεις a, ex ἐκχέῃς corr. M)

130
καὶ χάλαζαι μέγισται; πρότερον μὲν διὰ τὸ τὰς ψεκάδας εἶναι μεγάλας, αἵτινες [*](107v) πηγνύμεναι ποιοῦσι τὴν χάλαζαν, ἔπειτα καὶ τῷ μὴ καταθραύεσθαι φερομένας ἐκ πλείονος ὕψους μηδὲ τήκεσθαι χρόνον πολὺν ὁμιλούσας ἀέρι θερμῷ, ὃ γίνεται ἐπὶ τῶν ἐξ ὕψους καταφερομένων. διὰ τί δὲ οὐ πυκναὶ αἱ ψεκάδες, ἀραιαὶ δὲ μᾶλλον; ἢ ὅτι μεγάλαι πολλῶν ἀτμίδων ἀθρόως εἰς ἓν πυκνουμένων, ἢ καὶ διὰ τὸ μὴ πόρρω μεταβάλλειν τῆς γῆς· τὸ γὰρ ἀεὶ γινόμενον ὕδωρ εὐθὺς καταφέρεται, πρὶν ἕτερον μεταβάλῃ. εἰ γὰρ ἐν ὕψει γένηται ἡ μεταβολή, ἐν ὅσῳ τὸ πρῶτον γενόμενον ὕδωρ κάτεισιν, ἐπακολουθεῖ τὸ μεταβαλὸν μετὰ τοῦτο, καὶ τούτῳ πάλιν εὐθὺς ἕτερον ἕψεται, καὶ οὕτως ἐφεξῆς, ὅθεν ἡσυχία γίνεται.

[*](p. 348 b 26)

Ἧττον δὲ τοῦ θέρους γίνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους, ἐν δὲ τῷ ἔαρι ἕτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται· γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν.

Ὅπερ ἄν τις ἠπόρησε πρὸς τὴν ἀποδοθεῖσαν τῆς χαλάζης αἰτίαν ὑπ’ αὐτοῦ, λέγω τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ, αὐτὸς προσαπορεῖ καὶ ἐπιλύεται. διὰ τί γὰρ μὴ ἐν θέρει γίνονται χάλαζαι θερμότητος οὔσης, δι’ ἣν ἡ ἀντιπερίστασις τοῦ ψυχροῦ γίνεται; ὅτι τὸ ὑλικὸν αἴτιον ἡ ὑγρότης ἐπιλείπει τότε ἐξ ἧς αἱ ἀναθυμιάσεις γίνονται. πάντων γὰρ τῶν καιρῶν ξηρότερόν ἐστι τὸ θέρος καὶ θερμότερον, τὸ δὲ ἔαρ ὑγρόν ἐστι καὶ θερμόν, τὸ μὲν ὡς τὸν χειμῶνα διαδεξάμενον, τὸ δὲ ὡς πλησιάζον τῷ θέρει· ἀμφοῖν δὲ τούτοιν δεῖ πρὸς χαλάζης γένεσιν. τὸ δὲ μετόπωρον εἰ καὶ τῷ ξηρῷ καὶ ψυχρῷ χαρακτηρίζεται τὸ μὲν ἐκ τοῦ θέρους ἔχον, τὸ δὲ ἐκ τοῦ πλησιάζοντος χειμῶνος ἐπὶ θύραις ὄντος, ἀλλ’ οὐ θερμότητος ἀπήλλακται παντελῶς. τὸ θέρος γὰρ διεδέξατο. ὁ δὲ χειμὼν τὴν ὑλικὴν μὲν αἰτίαν ἔχει πολλὴν τῷ ὑγρῷ, ἐκλείπει δὲ τῷ θερμῷ, ὅπερ τῆς ἀντιπεριστάσεως ἦν αἴτιον τῷ ψυχρῷ. καὶ τῆς ὀπώρας δέ, φησί, χάλαζαι γίνονταί ποτε, ὅπερ τοῦ θερμοῦ ἐστι τέλος, ἔτι μὲν αὐτῷ τῆς τοῦ θέρους ἐπιμενούσης θερμότητος, εἰ καὶ μὴ οὕτως ἀκμαίως, οὐκ ἀπηλλαγμένου δὲ τοῦ καιροῦ τούτου παντελῶς ὑγρότητος, ὡς καὶ ὑετοὺς ἐν αὐτῷ πολλάκις γίνεσθαι. μεταδιδοὺς γὰρ ὁ καιρὸς οὗτος τῷ μετοπώρῳ θερμότητος ὑγρότητος ἐξ αὐτοῦ μεταλαμβάνει μετρίας· διόπερ σπανίως, γίνονται δ’ ὅμως καὶ ἐν αὐτῷ χάλαζαι.

[*](1. 2 αἵτινες] τίνες M 2 τῳ] τὸ a 3 φαινομένας M post φερομένα add. οὐκ a ὁμιλοῦσαι M 13 ἔαρι] ἀέρι M Arist. E ἔτι ὑγρός] ἔστι ψυχρός Ma 17 καὶ τοῦ ψυχροῦ a αὐτὸς scripsi: αὐτὸ libri 25 post χειμῶνος add. καὶ Ma 26 μὲν om. a 28 ποτε om. M 30 ἀκμαίῳ Ma)
131
[*](p. 348 b 30)

Συμβάλλεται δ’ ἕτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον. |

Ὅτι τὰ προθερμανθέντα μᾶλλον ψύχεται, μάρτυρα τὴν κοινὴν ἀπάντων 108r ἐπικαλεῖται πεῖραν. τὸ δὲ αἴτιον ὅτι οὐδὲν ποιεῖν εἰς τὸ ὅμοιον οὐδὲ πάσχειν ὑπὸ τοῦ ὁμοίου πέφυκε· τὰ ἐναντία γάρ ἐστι τὰ εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα ὑπ’ ἀλλήλων. προθερμανθὲν δὲ ἠρέμα τὸ ὕδωρ καὶ ἐν ἀέρι ψυχρῷ τιθέμενον ὡς ὑπὸ τοῦ ἐναντίου τοῦ ψυχροῦ πάσχει μᾶλλον, ἤπερ <εἰ> μὴ ἐθερμάνθη. καὶ ἄλλως τὸ θερμὸν λεπτύνει τὰ θερμαινόμενα μανότερα ποίει. * * *

[*](1 δ’ ἔτι Ma Arist. EF: δέ τι Arist. HN: om. V τραχύτητα a τῆς πήξεως om. V 1. 2 καὶ τοῦ Ma 3 τὸ ὕδωρ Arist. Ε corr. F: τὸ θερμὸν V Arist. HN pr. F: om. Ma 6 οὐδὲν scripsi: οὑδὲ libri 8 δὲ om. Ma 9. 10 ἤπερ εἰ scripsi: ἤπερ V: εἴπερ Ma 11 ποιεῖ] deficiunt MVa: Λείπει Λείπει ἐπὶ τῷ τέλει τούτου τοῦ ἁ βιβλίου add, a)