In Aristotelis Analytica Priora Commentaria

John Philoponus

John Philoponus, Ioannis Philoponi in Aristotelis analytica priora commentaria (Commentaria in Aristotelem Graeca, Vol 13.2). Wallies, Maximilian, editor. Berlin: Reimer, 1905

1
[*](ed.Trinc. f IIIr)

Ἤδη μὲν ἡμῖν ἐν τοῖς προλαβοῦσιν εἴρηται συγγράμμασιν, οὐκ ἄτοπον δὲ ὑπομνῆσαι καὶ νῦν, ὡς ἕξ ἐστι τὰ ὀφείλοντα προλέγεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, εἰ μή τι τῶν κεφαλαίων αὐτόθεν εἴη φανερόν, σκοπός, χρήσιμον, τάξις ἀναγνώσεως, αἰτία ἐπιγραφῆς, εἰ γνήσιον τοῦ φοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις. προσθήσω δὲ καὶ ἕβδομον, ὑπὸ ποῖον τῆς φιλοσοφίας μέρος ἀνάγεται, καὶ εἰ ὅλως ὑπό τι τῶν μερῶν ἢ οὔ. πρῶτον μὲν οὖν περὶ τοῦ σκοποῦ ῥητέον. σκοπὸς τῷ φιλοσόφῳ εἰπεῖν περὶ ἀποδείξεως ἀλλ’ ἐπειδὴ ἡ ἀπόδειξις συλλογισμός τίς ἐστι, δῆλον ὅτι δεῖ πρῶτον περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διαλαβεῖν· πολλὰ γὰρ συλλογισμῶν εἴδη. ἵνα δὲ ἐκ διαιρέσεως μάθωμεν πόσα ἐστὶ συλλογισμῶν εἴδη, εἴπωμεν οὕτως. ὁ συλλογισμὸς γνῶσίς τίς ἐστιν· ἡ δὲ γνῶσις μέση ἐστὶ τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου. τριῶν οὖν τούτων ὄντων, γινώσκοντος, γνώσεως καὶ γνωστοῦ, καθ’ ἕκαστον αὐτῶν ἔστι τὴν διαίρεσιν ποιήσασθαι τῶν συλλογισμῶν, ἔκ τε τοῦ γινώσκοντος καὶ τῆς γνώσεως καὶ τοῦ γινωσκομένου. καὶ ἐκ μὲν γινώσκοντος οὕτως. τὸ γινῶσκον ἢ νοῦς ἐστιν ἢ διάνοια ἢ δόξα ἢ φαντασία ἢ αἴσθησις. ἀλλ’ ὁ μὲν νοῦς καὶ ἡ αἴσθησις οὐ συλλογίζονται, ὁ μὲν ὡς κρείττων ὢν τοῦ συλλογίζεσθαι διὸ καὶ ὁ θεῖος Πλωτῖνός φησι περὶ αὐτοῦ ὅτι ἡ ἅπτεται ἡ οὔ, καὶ πάντῃ ἐστὶν ἀναμάρτητος· ἢ γὰρ ἅπτεται ἁπλαῖς ἐπιβολαῖς γινώσκων τὰ πράγματα, ἢ οὐδὲ τὴν ἀρχὴν ἅπτεται, καὶ [*](1 γραμματικοῦ V et in subscr. P cf. ad f. ΧΧΧΙ v 53: σχολαστικοῦ Q: om. t 2 posl ἀλεξανδρένς add. τοῦ φιλοπόνου t σχόλια καὶ V 4 τῶν—πρῶτον Q et om. τἄ V: μετά τινων ἰδίων ἐπιστάσεων. | Προοίυιον t 5 ἡμῖν om. t ἐν τοῖς προλ. εἵp. συγγp.] p. 8,23 sq. 8 αἰτία τῆς ἐπιγραφῆς posl 9 βιβλίον colloc. Q 9 ante ἡ add. καὶ Q κεφάλαι’ sic Q 10 μέρος τῆς φιλοσοφίας Q 12 τίς om. Vt 13 post γὰρ add. εἰσι Q 14 μάθομεν—εἴπομεν t 15 τίς om. Vt om. Q om. οὖν om. Vt ὄντων τούτων V γινώσκοντος om. V om. V ποιήσασθαι τὴν διαίρεσιν V 18 ἔκ τε ct καὶ primum om. VI γίζεται Vt 21 Πλωτῖνος] Kim. Α I. 9 p. 9,23 ed. Muell. 22 ἣ γὰρ ἅπτεται om. Q)

2
ὁμοίως ἐστὶν ἀναμάρτητος), ἡ δέ γε αἴσθησις ὡς χειρόνως ἔχουσα τοῦ συλλο γίζεσθαι οὐ συλλογίζεται. ἀλλ’ οὐδὲ ἡ φαντασία συλλογίζεται· εἰ γὰρ τῶν ὑπὸ τῆς αἰσθήσεως φανέντων στάσις ἐστὶ καὶ τήρησις, τῆς αἰσθήσεως μὴ συλλογιζομένης οὐδὲ ἡ φυλάττουσα ἄρα τὰ ὑπὸ τῆς αἰσθήσεως φανέντα συλλογίσαιτ’ ἄν. ὁ γὰρ συλλογισμὸς κίνησίς ἐστιν ἀφ’ ἑτέρου εἰς ἕτερον· ἐκ γὰρ ἄλλου ἄλλο συλλογίζεται ὃ οὐκ ἦν δεδομένον· ἡ δὲ φαντασία μονή τε καὶ τήρησίς ἐστι τῶν τύπων τῶν αἰσθητῶν καὶ πλέον οὐδὲν ὧν ἐκ τῆς αἰσθήσεως ἐδέξατο οἶδε. στάσει γάρ, ὡς εἶπον, ἔοικε μᾶλλον ἢ κινήσει, ὡς καὶ τοὔνομα δηλοῖ· φαοστασία γάρ τίς ἐστι, τουτέστι τῶν φανέντων στάσις. οὐκ ἄρα οὐδὲ ἡ φαντασία συλλογίζεται. λείπεται οὗν ἡ δόξα καὶ ἡ διάνοια. ἀλλ’ εἰ ἐμάθομεν ὡς ἡ δόξα συμπέρασμά ἐστι διανοίας, δῆλον ὡς οὐδὲ αὕτη συλλογίζεται. λείπεται ἄρα τῶν γνωστικῶν τῆς ψυχῆς μορίων μόνην τὴν διάνοιαν συλλογίζεσθαι. ἐπειδὴ δὲ συλλογίσασθαί τι μηδενὸς ὁμολογουμένου ληφθέντος ἀμήχανον· εἰ γὰρ συλλογισμός ἐστιν οἱονεὶ συλλογή τινων λόγων τὸν γὰρ ἀκριβῆ τοῦ συλλογισμοῦ ὅρον προιόντες εἰσόμεθα), δεῖ πάντως ἐν τῷ συλλογισμῷ δοθῆναί τινας λόγους, ὧν δεῖ τὴν συλλογὴν καὶ οἷον ἕνωσιν τὸν συλλογιζόμενον ποιεῖσθαι. τούτους οὖν τοὺς λόγους, οἷς χρήσεται ὁ συλλογιζόμενος, καὶ αὐτοὺς γνώσεις τινὰς ὄντας ἀνάγκη ἐκ τῶν λοιπῶν γνωστικῶν τῆς ψυχῆς μορίων εἰλῆφθαι. εἰ γὰρ συλλογιζομένη ἐστὶν ἡ διάνοια, ἀνάγκη πᾶσα ἢ ἐκτοῦ νοῦ <ἢ <ἢ ἐκ δόξης> ἢ ἐξ αἰσθήσεως καὶ φαντασίας· μονὴ γὰρ αἰσθήσεως ἡ φαντασία· διὸ μᾶλλον δεῖ λέγειν ἐκ φαντασίας, ἐπεὶ καὶ μύων τις συλλογιεῖται τὰς ἀρχὰς ἐκ φαντασίας δεξάμενος ἤγουν ἐκ δόξης]. σκόπει οὗν ὡς ἐκ τῶν εἰρημένων ἀνάγκη πᾶσα μύνα τὰ τρία εἴδη τῶν συλλογισμῶν ἀναφαίνεσθαι καὶ μήτε πλείονα μήτε ἐλάττονα. ἢ γὰρ ἐκ τοῦ νοῦ τὰς ἀρχὰς δεξαμένη ἡ διάνοια συλλογίζεται, ἃς καὶ καλοῦμεν κοινὰς ἐννοίας, καὶ ποιεῖ τὸν ἀποδεικτικὸν συλλογισμὸν ἀεὶ ἀληθῆ ὄντα καὶ μηδέποτε ψευδόμενον, ἐπεὶ καὶ αἱ κοιναὶ ἔννοιαι ἐξ ὧν ὁ συλλογισμὸς ἀεὶ ἀληθεῖς καὶ αὐτόπιστοι. ἢ τῇ δόξῃ συμπλακεῖσα ἐξ αὐτῆς τὰς ἀρχὰς τοῦ συλλογισμοῦ δέχεται, καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, διαλεκτικὸν καλούμενον, διότι ἐν ταῖς κοιναῖς συνουσίαις καὶ ταῖς πρὸς ἀλλήλους διαλέκτοις τοῖς τοιούτοις χρώμεθα συλλογισμοῖς· ὃς οὐ πάντως ἀεὶ ἀληθεύσει, ἀλλὰ ποτὲ καὶ ψεύσεται, ἐπεὶ καὶ ἡ δόξα τοιαύτη, οὐκ ἀεὶ ἀληθής· πολλαὶ γὰρ καὶ ψευδεῖς ἐν ἀνθρώποις δόξαι. ἢ τρίτον τῇ φαντασίᾳ συμπλακεῖσα ἡ διάνοια καὶ τὰς ἀρχὰς τῶν συλλογισμῶν ἐξ αὐτῆς λαβοῦσα συλλογίζεται, καὶ ποιεῖ τὸν σοφιστικὸν συλλογισμὸν ἀεὶ ψευδῆ ὄντα· τοῦτο γὰρ σκοπὸς τοῖς σοφισταῖς πάντα ἀνασκευάζειν καὶ μάλιστα τὰ δόξαντα ἀληθῆ εἶναι καὶ ἀποδεδεῖχθαι τοῖς ἐπι- [*](1 post ὁμοίως add. κατ’ ἄμφω t γε om. Q 2 εἰ Q: καὶ Vt 4 τὰ κατὰ τῶν αἰσθήσεων φανέντων Vt 6 λογίζεται Q ὃ θ: καὶ ὃ Vt 9 post ἄρα add. δὲ λοιπὸν Q 10 εἰ om.. Q ἐμάθομεν] ο in ras. Q 11 αὐτὴ libri 12 ὄρα om. V μορίων τῆς ψυχῆς ante ras. II litt. Q 13 τι om. Q 15 ὁρισμὸν Q προιόντες] p. 24b18 sq. 16 post λόγους del. οἷς χρήσεται ὁ συλλογιζόμενος e vs. 17 illata Q 18 καὶ αὐτοὺς Vt: ὡς αὐτὸ Q γνωστικῶν om. Vt 19 εἰ Q: ἡ Vt post ἀνάγκη add. οὑν Vt 20 ἡ ἐκ δόξης addidi cf. vs. 22 21 μύων Qt: μεῖον V 22 ἤγουν ἐκ δόξης delevi 24 πλείω Q 25 συλλογιεῖται Vt 30 aute καὶ III litt. eras. Q 31 ἀεὶ om. Vt ἀληθεύει Vt 32 καὶ alt. om. Q)
3
στήμοσιν. ἄρα οὖν ὡς | τῆς φαντασίας ἀεὶ ψευδομένης, οὕτω φαμὲν καὶ [*](ΙΙΙ v.) τὴν διάνοιαν ταύτῃ συμπλεκομένην ἀεὶ ψευδῆ συλλογίζεσθαι., ἀλλ’ οὐκ ἔστι τοῦτο ἀληθές· οὐ γὰρ μόνον τὰ μὴ ὄντα φανταζόμεθα ἀλλὰ καὶ τὰ πῶς οὖν φαμεν αἰτίαν τὴν φαντασίαν γενέσθαι συμπλακεῖσαν τῇ διανοία σοφιστικῶς συλλογίσασθαι; λέγω οὖν ὡς ὅτι πᾶσα ψευδὴς δόξα ἐκ φαντασίας τὴν ἀρχ‘ὴν ἔχει· ἐπειδὴ γὰρ τοὺς τύπους τῶν αἰσθητῶν ἐν· αὐτῇ φυλάττομεν, ὁπηνίκα ἄν πέρι τῶν νοητῶν καὶ λόγῳ θεωρητῶν διασκέψασθαί τι βουλώμεθα πέρι ὢν αἰ ἀποδείξεις, παρεμπίπτουσα αὕτη, ὡς καὶ ὁ Πλάτων’ φησί, ταράττει ταράττει μὴ παιδευθέντας αὐτὴν τῶν λογικῶν ἐνεργειῶν διακρίνειν τὰ τοῖς αἰσθητοῖς ὑπάρχοντα καὶ τοῖς νοητοῖς περιάπτουσα, οἷον, εἰ τύχοι, τοῖς ἀσωμάτοις μορφὴν καὶ σχῆμα καὶ ὄγκον, τοῖς ἐξ ἀφαιρέσεως εἴδεσιν ὕλην πάντως ὑποβάλλουσα· ἐπεὶ γὰρ μετὰ ὕλης αὕτη τοὺς τύπους καὶ τὰ εἴδη τῶν αἰσθητῶν διὰ τῆς αἰσθήσεως ἐθεάσατο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως τοῦτο ποιεῖ. οὐ τὴν τῶν αἰσθητῶν οὖν φαντασίαν φαμὲν ἀεὶ εἶναι ψευδῆ ἀλλὰ τὴν ταῖς λογικαῖς νοήσεσι συμπλεκομένην, ἐπεὶ καὶ ὁ σοφιστικὸς ἐκ δόξης μὲν καὶ αὐτὸς τὰς ἀρχὰς λαμβάνει οὐ γὰρ δὴ τὸ φάντασμα πρότασις ἂν γένοιτο), ἄλλα δόξης ψευδοῦς, ἥτις τὸ ψεῦδος ἔχει οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς πρὸς τὴν φαντασίαν συμπλοκῆς. ταύτῃ οὖν λέγεται ὁ σοφιστικὸς συλλογισμὸς συμπλεκομένης τε τῆς δόξης πρὸς τὴν φαντασίαν γίνεσθαι καὶ ἀεὶ ψευδὴς εἶναι· οὕτω μὲν οὖν ἐκ τῶν γινωσκόντων τῆς ψυχῆς μορίων ἀποδέδεικται ὡς τριὰ εἴδη συλλογισμῶν εἰσι. καὶ τοὺς ἐξ ὁμωνυμίας δὲ σοφιστικοὺς συλλογισμοὺς εὐλόγως ἄν τις τῇ φαντασίᾳ περιάψοι, οἷον ὡς ἐπὶ τοῦ τοιούτου· τὰ λάχανα τῆς γῆς ὑπερέχει· τὸ ὑπερέχον τοῦ ὑπερεχομένου μεῖςον· τὰ λάχανα ἄρα τῆς γῆς μείζονα. ὅτι μὲν γάρ ἐστί τι ὑπερέχον μεῖζον του ὑπερεχομένου, οἶδεν ἡ φαντασία, οἷον τὸ πᾶν ἐντὸς ἑαυτοῦ κατὰ τὰς τρεῖς διαστάσεις περιέχον τι, διακρῖναι δὲ οὐκ οἶδεν. ὁ οὖν σοφιστὴς τῳ φαντάσματι τῷ μερικῷ ὡς καθόλου χρῆται. εἰδέναι μέντοι χρὴ ὅτι ἐνδέχεται τὴν διάνοιαν τὰ οἰκεῖα συμπεράσματα λαβοῦσαν, ἅπερ διὰ συλλογισμῶν εύρε, καὶ ταύτα συμπλέξασαν ποιῆσαι πάλιν συλλογισμόν. ἀλλ’ εἰ μὲν ἀλήθη εἴη τὰ συμπεράσματα, ἅπερ ἐν τῷ ὑστέρῳ συλλογισμῷ ὡς προτάσεις παρέλαβε, δῆλον ὅτι ἢ ἐκ τῶν κοινῶν ἐννοιῶν ἀποδέδεικται ἢ ἐξ ἀληθοῦς δόξης· εἰ δὲ ψευδῆ, ἐκ ψευδῶν δῆλον ὅτι προτάσεων συνῆκται. καὶ πάλιν ᾖ φαντασία τοῦ ψεύδους αἰτία, τοὐ συλλογιστικοῦ δηλονότι σχήματος ἐρρωμένου· ἐπεὶ οὐδὲ συλλογισμὸς ἄν εἴη. ὥστε κἄν προσεχῶς ἡ διάνοια [*](2 ἀεὶ οm. V 5 συλλογίζεσθαι t 7 λόγων t 8 βουλόμεθα Vt περὶ ὦν ἀπόδειξις περιπίπτουσα Q αὕτη scripsi: αὐτὴ Vt: εἰς τὸ μέσον αὐτὴ του τοιώσδε συλλογίζεσθαι γίνηται Q καὶ πλάττων V ὁ Πλάτων] Phaed. c. 11 p. 66 D 9 συλλογιστικῶν Q 10 περιάπτουσιν V τύχη V 12 ὑποβαλοῦσα Vt ία om. Vt post μετὰ add. τῆς Vt 13 ἐθεάσατο διὰ τῆς αὐσθήσεως 14 τοῦτο ποίει om. Vt ἀεὶ om. Vt 15 post ταῖς ras. Q post συμπλ. add. εἶναι Vt 17 δόξα ψευδὴς Q ἄλλοθεν Q 19 τε τῆς Yt: inv. ord. QV 20 ψευδεῖς t 21 συλλογισμοῦ Q εἰσι om. Q 25 κτὰ Qt: καὶ V περιέχεται, om. τι V 27 τὸ φάντασμα τὸ μερικὸν Vt ὡς κ. χρῆται ante collocat Q 30 εἴη post τὰ σ. collocat Q 32 δηλονότι ἐκ ψευδῶν V)
4
ἐξ ἑαυτῆς λάβῃ τὰς προτάσεις αὐτὴ ταύτας συλλογισαμένη, ἀλλ’ οὖν πάλιν [*](ΙΙΙ v) αἱ τούτων ἀρχαὶ ἢ ἀπὸ νοῦ εἰσιν ἢ ἀπὸ δόξης ἢ ἀπὸ φαντασίας. ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι μὴ δοθέντων τινῶν ὁμολογουμένων ἀσυλλογίστων, ἅπερ οὐκ ἐκ διανοίας εἴληπται· ἔργον γὰρ διανοίας τὸ συλλογίζεσθαι. ὁμοίως δὲ καὶ ἐκ τοῦ γινωσκομένου τὰ αὐτὰ τρία εἴδη εὑρήσεις διελὼν οὕτως· τὰ πράγματα, περὶ ὧν ὁ συλλογισμός, ἢ ἀεὶ ὡσαύτως ἔχει, καὶ γίνεται ὁ περὶ αὐτῶν συλλογισμὸς ἀποδεικτικός, ἢ οὐδέποτε ὡσαύτως ἔχει, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μὲν οὕτως ἔχει ποτὲ δὲ οὐχ οὕτως, καὶ γίνεται ὁ διαλεκτικός. ἐκ δὲ τῆς γνώσεως οὕτως· ἡ γνῶσις ἢ ἄπταιστός ἐστι καὶ ἀληθὴς ἀεί, καὶ γίνεται ὁ περὶ αὐτῆς συλλογισμὸς ἀποδεικτικός, ἢ ἀεὶ ψευδής, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μέν ἀληθὴς ποτὲ δὲ ψευδής, καὶ γίνεται ὁ διαλεκτικός. ἕκαστος δὲ τούτων συλλογισμός ἐστι. δῆλον ἄρα ἐκ τούτων ὅτι τρία μόνα ἐστὶ τὰ τῶν συλλογισμῶν εἴδη καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. καὶ ἐν μὲν τοῖς μετὰ ταῦτα δύο βιβλίοις τῶν Δευτέρων ἀναλυτικῶν διδάξει περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς τόποις περὶ τοῦ διαλεκτικοῦ, ἐν δὲ τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, οὐχ ἵνα αὐτῷ χρησώμεθα, ἀλλ’ ἵνα μήποτε ἀπατώμεθα ὑπὸ τῶν χρωμένων αὐτῷ· διὸ καὶ Σοφιστικοὺς ἐλέγχους ἐπέγραψε. καὶ ταῦτα μὲν περὶ συλλογισμῶν, ζητήσωμεν δὲ περὶ ποίου αὐτῷ ἐνταῦθα ὁ λόγος. φαμὲν ὅτι περὶ οὐδενὸς τούτων, ἀλλὰ περὶ τοῦ ἀπλῶς καὶ καθόλου συλλογισμοῦ. καὶ ὁ μὲν σκοπὸς οὗτος. δεῖ δὲ εἰδέναι ὅτι τριῶν ὄντων τῶν συλλογισμῶν, ἀποδεικτικοῦ, διαλεκτικοῦ καὶ σοφιστικοῦ, ἐν ταῖς συνουσίαις τῷ διαλεκτικῷ χρώμεθα μόνῳ· οὔτε γὰρ τοσαύτην σχολὴν ἄγομεν ἐν ταῖς συνουσίαις ὥστε ἀποδεικτικοὺς συλλογισμούς, οὔτε μὴν τοὺς προσδιαλεγομένους ἀνεκτὸν ἡγούμεθα διὰ παντὸς σοφίζεσθαι· καταγέλαστον γὰρ τοῦτο.

Οτι δὲ χρήσιμον τὸ βιβλίον, δῆλον ἐκ τῶν εἰρημένων ἐν ταῖς προλαβούσαις πραγματείαις· εἰ γὰρ χρήσιμος πρὸς φιλοσοφίαν ἡ ἀπόδειξις, δὲ εἰς τὴν ἀπόδειξιν συντελεῖ περὶ τῶν ἁπλῶς συλλογισμῶν διαλαμβάνον δι’ ὧν αἱ ἀποδείξεις, δῆλον ὅτι καὶ τοῦτο χρήσιμον πρὸς φιλοσοφίαν.

‘Η δὲ τάξις ἐστὶν αὕτη· δεῖ πρότερον ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν μαθεῖν, εἶθ’ οὕτως καὶ τὸν τοιόνδε συλλογισμόν. ἵνα δὲ σαφὲς ἦ τὸ λεγόμενον, εἴπωμεν οὕτως· ἔδει περὶ ἀποδείξεως μέλλοντα διδάσκειν τὸν φιλόσοφον πρότερον διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν· τοῦτο πεποίηκεν ἐν ταῖς Κατηγορίαις· δεύτερον περί τε τῆς ἐν αὐταῖς διαφορᾶς καὶ πρώτης συνθέσεως· [*](1 λαβαι V ταῦτα Vt 2 ἀπόδειξις V 3 οὖν V ὡμολογημένων Q 4 post γὰρ add. τῆς Q 5 εὕρῃ τις Q διελθὼν V 7 ὁ om. Q 10 ἀεί om. Vt παρ’ V 14 μὲν om. V 15 περὶ ἀποδείξεως Vt post διαλ. add. συλλογισμοῦ Vt 16 χρησόμεθα t 18 post περὶ add. τῶν Q ζητήσομεν t 19 ποίων Vt 20 τοῦ om. V 21 ὄντων τῶν Q: τούτων ὄντων Vt ante ὄντων add. τοῦ τε Q ante διαλ. et ante 22 σόφ’. add. τοῦ Q 26. 27 ἐν τῖς προλ. πp.] Categ. p. 10,19 sq. 27 χρήσιμον V φιλοσοφίαν] σο superscr. Q2 ἀπόδειξις ἀπόδειξις post spatium II litt.) Q: ἀποδεικτική Vt 28 συντελεῖ om. Q τῶν om. V διαλαμβάνων Qt 31 τὸν om. V 32 εἴπωμεν οὕτως Q cf. p. 1,14 5,25: ἔστιν εἰπεῖν Vt ἔδει Β: ἐπεὶ QVt 33 ante περὶ add. ἔδει V post περὶ add. τῶν Q ἀπλῶς V post φωνῶν add. ἔδει Q)

5
τοῦτο πεποίηκεν ἐν τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων καὶ [*](IIIv) προτάσεων διαλαβών. καὶ αὕτη ἡ πρώτη σύνθεσις τῶν ἁπλῶν φωνῶν, τουτέστιν οἱ ἁπλοῖ λόγοι· ὧν δὴ λοιπὸν συντιθεμένων γίνεται συλλογισμός. ἐπειδὴ δέ, ὡς ἔφαμεν, τρεῖς εἰσι τῶν συλλογισμῶν αἱ διαφοραί, δεῖ τὸν μέλλοντα τούτων τινὰ μαθεῖν εἰδέναι πρότερον τί ποτέ ἐστιν ὁ ἀπλῶς συλλογισμὸς καὶ τίνα τρόπον συντιθέμενοι οἱ ἁπλοῖ λόγοι, τουτέστιν αἱ προτάσεις, ποιοῦσι συλλογισμόν, καθάπερ καὶ τὸν μέλλοντα μαθεῖν τὴν Δώριον ἢ τὴν Λύδιον ἁρμονίαν δεῖ πρότερον μαθεῖν τὸ ἁπλῶς κιθαρίζειν καὶ τί δήποτε ὅλως ἐστὶν ἁρμονία, καὶ τὸν βουλόμενον εἰδέναι γράφειν ὀξύρυγχον ἢ στρογγύλον χαρακτῆρα | πρότερον εἰδέναι τὸ ἁπλῶς γράφειν. εἰ οὖν [*](ΙVr) καὶ αὐτὸς διδάσκει ἐνταῦθα μὲν περὶ τοὐ ἁπλῶς συλλογισμοῦ, ἐν δὲ τοῖς ‘Υστέροις ἀναλυτικοῖς περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς τόποις περὶ τοῦ διαλεκτικοῦ καὶ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, εἰκότως ἕπεται μὲν τῷ Περὶ ἑρμηνείας τόδε τὸ σύνταγμα, προηγεῖται δὲ τῶν τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, διὰ Ἀναλυτικὰ ἐπιγέγραπται καὶ οὐ Περὶ συλλογισμῶν. λέγεται γὰρ ἀνάλυσις πολλαχῶς· καὶ γὰρ ἡ τοῦ ὅλου εἰς μέρη καὶ ἡ τῶν συνθέτων εἰς τὰ ἁπλᾶ, ᾗ χρῶνται οἱ γεωμέτραι, καὶ ἡ τῶν φυσικῶν σωμάτων εἰς τὰ τέσσαρα στοιχεῖα καὶ ἡ εἰς τὰ οἰκεῖα εἴδη τῶν συλλογισμῶν ἀναγωγή. καὶ ἄλλως δὲ πολλαχῶς λεγομένης ἀναλύσεως ἔστι περιλαβόντα εἰπεῖν· ἀνάλυσίς ἐστιν ἀνάκαμψις ἐπὶ τὸ πρότερον καὶ τῆς συνθέσεως τὸ αἴτιον. ὅθεν ἄξιον ζητῆσαι, εἰ ὁ συλλογισμὸς σύνθεσίς ἐστι καὶ συναγωγὴ πλειόνων λόγων καὶ οὐκ ἀνάλυσις, διὰ τί τὴν περὶ συλλογισμῶν πραγματείαν Ἀναλυτικὰ ἐπέγραψεν· ἔδει γὰρ μᾶλλον Συνθετικὰ ἐπιγράψαι. ἵνα οὖν αὐτόθεν ἡμῖν ἀναφανῇ ἡ τῆς ἐπιγραφῆς αἰτία καὶ ἡ τοῦ βιβλίου διαίρεσις, εἴπωμεν οὕτως· διαιρεῖται τοῦτο τὸ βιβλίον εἰς κεφάλια τρία, καὶ διδάσκει ἡμᾶς τὸ μὲν πρῶτον μέρος τὴν γένεσιν τοῦ συλλογισμοῦ, τὸ δὲ δεύτερον τὴν εὐπορίαν τῶν προτάσεων, τὸ δὲ τρίτον τὴν εἰς τοὺς συλλογισμοὺς ἀνάλυσιν. ἐκ τούτου οὖν τοῦ τρίτου τὴν ἐπιγραφὴν ἐποιήσατο ἅτε κυριωτέρας καὶ τελειοτέρας οὔσης τῆς ἀναλύσεως· πᾶς γὰρ συλλογισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται ἔχων τὸ οἰκεῖον σχῆμα. ἄλλως τε ὁ εἰδὼς τὴν ἀνάλυσιν οἶδε καὶ τὴν σύνθεσιν· ἃ γὰρ ἀνέλυσε, ταῦτα συνθεῖναι οὐ δυσχερές· οὐκέτι δὲ καὶ τοὐναντίον· καὶ γὰρ ὁ ἰδιώτης ἐπίσταται μὲν συνθέσεις ὀνομάτων καὶ ῥημάτων εἰς τὸν λόγον ἀποτελέσαι καὶ εἰπεῖν, οἷον ‘Σωκράτης περιπατεῖ, ἀναλῦσαι δὲ αὐτὸν οὐκέτι οἶδε καὶ εἰπεῖν ποῖον μέν [*](2 διαλαμβάνων Q πρώτη om. Vt 4 post δὲ add. καὶ Q αἱ διαφοραὶ τῶν συλλογισμῶν V 10 χαρακτῆρα ἢ στρογγύλον Q 12 περὶ ἀποδεικτικῶν Vt ἐν—13 διαλεκτικοῦ om. Vt 13 περὶ τῶν σοφιστικῶν Vt 14 ἕψεται Vt τὸ Vt τόδε τὸ σύνταγμα om. Vt προηγεῖται corr. Q1: προηγήσεται Vt, pr. Q 16 περὶ om. V 19 ante ἀναλ. add. τῆς Q 20 περιλαβόντας Q 21 ἄξιον add. ἐστι Q 22 καὶ alt. om. Vt post περὶ add. τῶν Vt 24 ἀναφανῇ (sic) 1 αἰτία collocat Q 25 εἴπομεν t τοῦτο om. Q 26 πρότερον Q 27 τὴν εὐπο τῶν Vt: πῶς ἄν εὐπορήσειε Q τὴν alt. om. V 28 τούτου om. Vt οὑν om. Vt οὖν om V: post τρίτου collocat t 31 εἶδε Q 32 δυσχεραίνει Q καὶ prius om. Vt 33 τὸν scripsi: τὸ libri 34 σωκράτους t διαλῦσαι Vt αὐτὸν om. Vt)
6
ἐστι τὸ ὄνομα, ποῖον δὲ τὸ ῥῆμα. Πρότερα δὲ ἐπιγέγραπται, ἐπειδὴ περὶ [*](IVr) τοὐ ἀπλῶς συλλογισμοῦ ἐνταῦθά φησι τοῦ ἀναλογοῦντος ὕλῃ καὶ χωρὶς εἴδους ὄντος, καὶ ἐπειδὴ πρότερον τὸ γένος τῶν οἰκείων εἰδῶν, γένος δὲ ὁ καθόλου συλλογισμὸς τῶν ἀποδεικτικῶν καὶ τῶν λοιπῶν δύο εἰδῶν· ὥστε εἰκότως ἐν οἷς μὲν περὶ τοῦ γένους αὐτῶν διαλέγεται, Πρότερα ἐπέγραψεν, ἐν οἷς δὲ περὶ τῶν εἰδῶν, τουτέστι περὶ τῶν ἀποδεικτικῶν, Ὕστερα ἀναλυτικά.

Ὅτι δὲ γνήσιον τοὺ φιλοσόφου τὸ βιβλίον, δῆλον· φασὶ γὰρ ὡς τεσσαρά- κοντα εὑρέθη τῶν Ἀναλυτικῶν βιβλία ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις, καὶ τὰ τέσσαρα μόνα ταῦτα ἐκρίθησαν εἶναι Ἀριστοτέλους, καὶ πρὸς τοῦτο οὐδεὶς ἀμφέβαλε. καὶ ἐν μὲν τῷ πρώτω βιβλίῳ διδάσκει ἡμᾶς περὶ τοῦ εἴδους τῶν συλλογισμῶν, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς ὕλης. εἶδος δὲ λέγομεν τῶν συλλογισμῶν τὸ συμπέρασμα, ὕλην δὲ τὰς προτάσεις· ὡς γὰρ ἡ ὕλη ἕνεκά τού ἐστι, λέγω δὲ τοῦ εἴδους, οὕτω καὶ αἱ προτάσεις τοῦ συμπεράσματος ἕνεκα. ἐνταῦθα γενόμενος ὁ Θεμίστιος ἀπορεῖ λέγων “ἆρά γε Ἀριστοτέλους ἐστὶ γέννημα τὰ Ἀναλυτικὰ ἢ οὔ’’; καί φησιν ὅτι γέννημα μὲν αὐτοῦ οὐκ ἔστι· φαίνεται γὰρ ὁ θεῖος Πλάτων συλλογιστικῶς καὶ ἀποδεικτικῶς φερόμενος ἔν τε τῷ Φαίδωνι καὶ ἐν πᾶσι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις· συντάξαι δὲ αὐτὸν καὶ τεχνῶσαι κανόσι τισὶ τὸ προκείμενον σύγγραμμα οὐδὲν ἄτοπον.

Ἑξῆς ζητητέον πότερον μέρος ἐστὶν ἢ ὄργανον ἡ λογική τε καὶ διαλεκτικὴ πραγματεία τῆς φιλοσοφίας, ἐπείπερ ἐναντίως καὶ διαφόρως δοκεῖ τοῖς παλαιοῖς περὶ αὐτῆς. οἱ μὲν γὰρ Στωικοὶ ἄντικρυς μέρος αὐτὴν ἀποφαίνονται, τοῖς ἄλλοις δύο μέρεσι ἰῆς φιλοσοφίας αὐτὴν ἀντιδιαιροῦντες· οἱ δὲ Περιπατητικοί τουτέστιν οἱ ἀπὸ Ἀριστοτέλους, ὄργανον· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας, ὧν ἐστι καὶ Πλάτων’, καὶ μέρος καὶ ὄργανον φαίνονται λέγοντες. καὶ οἱ μὲν Στωικοὶ τοιούτῳ τινὶ λόγῳ τὸ εἶναι αὐτῆς μέρος κατασκευάζουσι. περὶ ὃ καταγίνεται, φασί, τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἀναφέροιτο εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἢ μόριον αὐτῆς, ἐκείνης μέρος ἐστὶν ἢ μόριον. εἰ τοίνυν ἡ φιλοσοφία καταγίνεται περὶ τὴν λογικὴν μέθοδον, ἥτις οὐκ ἀνάγεται εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἡ μόριον, ἡ λογικὴ ἄρα τῆς φιλοσοφίας ἐστὶ μέρος ἢ μόριον. μόριον μὲν οὗν οὐκ ἔστιν· οὔτε γὰρ τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ μέρος ἐστί· τὸ γὰρ μόριόν τινος καὶ τῆς ὕλης κοινωνεῖ καὶ τοῦ σκοποῦ ἐκείνῳ οὗ ἐστι μόριον. τῷ μὲν οὖν πρακτικῷ οὐ κοινωνεῖ· τούτου γὰρ ὕλη τὰ ἀνθρώπινα πράγματα καὶ ἡ μετριοπάθεια, σκοπὸς δὲ τὸ περὶ ταῦτα αἱρετόν πὼς ἡ φευκτόν· ἡ δὲ [*](1 ῥῆμα—ὄνομα Q ἐπειδήπερ Q 5 πρότερον V 6 περὶ alt. om. Q 7. 8 τετταράκοντα Q 9 ante Ἀριστ. add. τοῦ Q 10 ἀμφίβαλλε Q: ἀμφέβαλλεν t βιβλίω—δευτέρω (11) inter duo folia om. V 11 δὲ alt. QV: γὰρ t 12 post ὕλη add. τῶν Q, τοῦ V 15 γεννήματα (post ὅτι) t: γεννήματα αὐτὰ V αὐτοῦ superscr. V 16 εἰσι Q πλάττων V καποδεικτικῶς Q 17 αὐτοῦ σχεδὸν Vt 18 κανόνι V σύνταγμα Q 21 περὶ αὐτοῖς V 21. 22 ἀπεφαίνοντο Vt 23 οἱ ἐξ Q ἀπὸ τῆς Vt: ἐξ Q 24 πλάττων V 25 immo αὐτὴν 26 ἀναφαίροιτο V 27 ante ἐπιστ. add. εἰς Vt 28 καταγίνεται om. V 30 ἢ μόριον μὲν <ἑτέρας> prave Prantl Gesch. der Logik im Abendl. Ι 409,29 οὖν om Vt 32 τῆς ὕλης b: τῆ ὕλη libri τοῦ σκοποῦ t: τῶ σκοπῶ QV ἐκείνω] ω om. V 34 ἡ prius om t πως om. V)

7
λογικὴ ὕλην μὲν ἔχει τὰς προτάσεις, σκοπὸν δὲ τὸ διὰ τῆς τοιᾶσδε συνθέσεως [*](ΙVr) τῶν προτάσεων τῶν ἑπομένων τι ἐξ ἀνάγκης δεικνύναι συναγόμενον· ὃ οὐκ ἔστι τοῦ πρακτικοῦ τέλος, ἀλλ’ ὡς εἶπον, ἡ μετριοπάθεια ἡ ἀπλῶς τὸ ἀγαθόν. καὶ οὕτως μὲν ἡ λογικὴ οὐκ ἔστι μόριον τοῦ πρακτικοῦ. ἀλλ’ οὔτε μὴν τοῦ θεωρητικοῦ· τούτου γὰρ ὕλη μὲν τὰ θεῖα, τέλος δὲ ἡ περὶ ταῦτα θεωρία. εἰ δὲ μήτε τοῦ θεωρητικοῦ μήτε τοῦ πρακτικοῦ ἐστι μέρος οὐκ ἔστι ἄρα τῆς φιλοσοφίας μόριον. λείπεται οὖν ἀντιδιαιρῖσθαι τῶ θεωρητικῷ καὶ πρακτικῷ τὴν λογικὴν καὶ μέρος εἶναι τῆς φιλοσοφίας. καὶ οὕτω μὲν οἱ Στωικοί. ἐμμεθόδως δὲ αὐτοὺς ἐλέγξομεν, εἰ τὸν ὅλον αὐτῶν σκοπήσομεν. δυνατὸν μὲν γὰρ καὶ πρὸς τοῦτον αὐτὸν ἀντιστῆναί τε καὶ ἐλέγξαι τὴν πρότασιν ὡς κακῶς προβεβλημένην· ὅμως καὶ εἰ συγχωροῦμεν αὐτοὺς ἀληθῆ λέγειν, πλὴν ἐλλιπῶς αὐτοῖς ἔχει τὰ τῆς διαιρέσεως. τί γάρ φασι; ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἑτέρας εἴη μέρος ἢ μόριον’. ἔδει δὲ αὐτοὺς προσθεῖναι ἰὴ ὄργανον’· καταγίνονται γὰρ καὶ περὶ τὰ ὄργανα αἱ τέχναι, καὶ ἢ ἑαυταῖς ταῦτα ἢ ἑτέραις κατασκευάζουσιν. οἱ δὲ ἀποσιωπήσαντες τὸ ὡς ὄργανον τὸ μέρος μόνον καὶ μόριον προφέρονται. ἐχρῆν δὲ αὐτοὺς τοῖς τελείοις ποιεῖσθαι τῆς προτάσεως τὴν ἀπόδοσιν λέγοντας οὕτως ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, τοῦτο, εἰ μὴ ἑτέρας τινὸς ἐπιστήμης ἢ τέχνης εἴη μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς ἐκείνης ἐστὶ μέρος ἢ μόριον ἢ ὄργανον’, ἵνα ἀνελόντες τὰ δύο, εἴπερ τὸ ἀληθὲς κατασκευάζειν ἐβούλοντο, ἀποδείξωσιν ὄργανον εἶναι φιλοσοφίας | τὴν λογικήν. οἱ δὲ τὸ ὄργανον ἀποσιωπήσαντες καὶ ἀνελόντες τὸ μόριον [*](IVv) τὸ μέρος εἰσάγουσιν. ἀλλ’ εἰ μὴ μέρος ἐστί, φασί, φιλοσοφίας ἡ λογικὴ ὄργανον δέ, πῶς καὶ αἱ λοιπαὶ ταύτῃ χρῶνται; οὐχ ὡς μέρει δηλαδὴ φιλοσοφίας αὐτὴ χρῶνται· ἐπεὶ καὶ ὁ κανὼν γέγονε μὲν ὑπὸ τεκτονικῆς, ἀλλ’ οὐχ ὡς μέρος τεκτονικῆς· οὐ γὰρ ἀπλῶς τῷ τέκτονι σκοπὸς κανόνα ποιῆσαι ὡς θύραν ἢ ἀβάκιον, ἀλλ’ ἵνα ᾖ ὄργανον αὐτῷ, εἶτα, ἵνα οὕτως εἴπωμεν, μέρη, κυριώτερον δὲ ἀποτελέσματα. καὶ οὐ δήπου τεκτονικὴ χείρων οἰκοδομικῆς· οὐδ’ ἄρα φιλοσοφία τῶν λοιπῶν, κἂν τῷ ὑπ’ αὐτῆς γενομένῳ ὀργάνῳ, τῇ συλλογιστικῇ λέγω μεθόδῳ, χρῶνται. οὐδὲ γὰρ πάντως ἀνάγκη τὸ ὑπὸ τέχνης τινὸς γενόμενον ἐκείνης καὶ μέρος εἶναι· ὁ γοῦν χαλκεὺς ἄκμονα καὶ σφῦραν ἑαυτῷ κατασκευάζει ὡς ὄργανα τῆς ἰδίας τέχνης, καὶ ὁ τέκτων ὁμοίως σφύρα καὶ πῆχυν, ἃ οὐκ ἔστι μέρη χαλκευτικῆς καὶ τεκτονικῆς. οὕτως οὖν καὶ φιλοσοφία τὴν λογικὴν εὑροῦσα ὡς ὀργάνῳ αὐτῇ χρῆται, ὡς καὶ ὁ τέκτων τῇ σφύρᾳ· οὐ γὰρ ἂν ἦλθεν εἰς ἀνθρώπους φιλοσοφία ἄνευ [*](2 συνεισαγόμενον Q 3 τὸ ἁπλῶς Vt 9 ἐνμεθόδως Q: ἐν μεθόδῳ t ἐλέγχομεν pr. Q: ξ eorr. Q1 10 αὐτῶν Y: αὐτὸν QVl πρὸ V 11. 12 κἂν συγχωρῇ αὐτοῖς Q 12 τἀληθῆ Vt πλὴν om. Q ἐλλειπῶς Qt 15 γὰρ om 16 an ἢ ὄ.? 17 προσφέρονται Q τὰ τέλεια Vl 18 τέχνην V τις τέχνη 21 βούλοντο Q 23 ἀλλ’—αὐτῆ (25) Q: εἰ μέρος αὐτῆς εἴη τὸ λογικόν. εἰ δὲ οὐκέτι, κἀν αἱ λοιπαὶ αὐτῶ χρῶνται. οὐδὲ γὰρ ὡς μέρει ὄντι φιλοσοφίας αὗται Vt 25 post κανὼν add. μὲν Q τέκτονος Q 26 οὐχ] χ bis, alt. del. Q1 σκοπὸς τῶ τέκτονι Q 27 ὄργανον ἦ Q εἶτα om. Q εἴπω Vt 28 δήπω V 29 λόγω Vt 30 λέγω om. Vt 31 γεγονὸς Q 33 καὶ prius iterat V μἐρος V τεκτονικῆς τε καὶ χαλκευτικῆς Q 34 χρῆται αὐτὴ Q)
8
ἀποδείξεως. εἰ δὲ χρῶνται ταύτῃ καὶ ἕτεραι τέχναι, οὐκ ἄτοπον· τῷ γοῦν [*](IVv) ὅπλῳ ὁ στρατιώτης χρῆται τῆς ὁπλοποιητικῆς ἀποτελέσματι, καὶ ὁ ἡνίοχος χαλινῷ ὄντι χαλινοποιητικῆς ἀποτελέσματι. καὶ πολλαὶ δὲ ἄλλαι τῶν καὶ ἑαυταῖς καὶ ἑτέραις τὰ αὐτὰ κατασκευάζουσιν ὄργανα· ὁ γοῦν τέκτων καὶ ἑαυτῷ καὶ λαοξόῳ καὶ ἑτέροις κανόνα κατασκευάζει καὶ ἄλλα τοιαῦτα μυρία. ἄλλως τε εἰ μέρος τῆς φιλοσοφίας ἡ λογική, ταύτῃ δὲ οἱ ῥήτορες καὶ οἱ ἰατροὶ φαίνονται ὡς ἰδίῳ ὀργάνῳ προσχρώμενοι, <> <οἳ> καὶ αὐτοὶ συλλογίζονται, συμβήσεται τὴν φιλοσοφίαν ἀτιμοτέραν ἰατρικῆς τε καὶ ῥητορικῆς εἶναι. ἐὰν γὰρ δύο τινὲς ὦσι τέχναι καὶ τὸ τῆς ἑτέρας μέρος ἡ ἀποτέλεσμα ὄργανον ᾖ τῆς ἑτέρας, τιμιωτέρα ἔσται καὶ βελτίων καὶ τὸν οὗ ἕνεκα λόγον ἔχουσα ἡ ὡς ὀργάνῳ χρωμένη τῷ τῆς ἑτέρας μέρει, ὡς ἔχει ἡ χαλινοποιητικὴ ἢ ἁπλῶς χαλκευτικὴ καὶ ἱππική· ὄργανον γὰρ ἱππικῆς ὁ χαλινός, μέρος δὲ καὶ ἀποτέλεσμα χαλκευτικῆς· διὰ τοῦτο καὶ χειρουργικὴ πάλιν χαλκευτικῆς κρείττων. ἀτιμοτέρα ἄρα ἔσται φιλοσοφία ἰατρικῆς τε καὶ ῥητορικῆς· αἱ μὲν γὰρ ὡς ὀργάνῳ χρῶνται τῇ λογικῇ· φιλοσοφίας δέ ἐστι μέρος. οὐ μόνον δὲ ἀλλὰ καὶ πλεῖσται τῶν βαναύσων τεχνῶν ἢ πᾶσαι κρείττους ἔσονται φιλοσοφίας· κἀκεῖναι γὰρ κατὰ τὴν κοινὴν ἔννοιαν συλλογίζονται λαμβάνουσαί τινα προηγούμενα καὶ ἑπόμενα· λέγει γὰρ ὁ οἰκοδόμος ὅτι, ἐπειδὴ τὴν οἰκίαν ἀσφαλῶς στῆσαι βουλόμεθα, τοῦτο δὲ οὐκ ἄν γένοιτο μὴ καταβληθέντων θεμελίων, καταβλητέον ἄρα· καὶ αἱ λοιπαὶ ὁμοίως. ὥστε καὶ τῶν βαναύσων τεχνῶν ἔσται χείρων ἡ φιλοσοφία. ἔτι καθόλου τοῦτό ἐστι μέρος ὃ καὶ παρὸν συντελεῖ τῷ ὅλῳ καὶ ἀπὸν λυμαίνεται τὸ ὅλον· εἰ οὖν συνίσταται καὶ χωρὶς τῆς λογικῆς ἡ φιλοσοφία κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική, οἱ δὲ ἄνθρωποι τῆς ἀποδείξεως εἰς κατάληψιν αὐτῆς ἐδεήθημεν, οὐκ ἔσται μέρος αὐτῆς ἡ λογική. ἔτι τὸ μέρος μὲν ἑαυτοῦ χάριν παραλαμβάνεται, τὸ δὲ ὄργανον ἑτέρου· ἡ δὲ λογικὴ ἑαυτῆς μὲν χάριν οὐ παραλαμβάνεται, ἀποδείξεως δὲ ἕνεκα. ἔτι τὰ μέρη μὲν ἀναιρούμενα συναναιρεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· ἀναιρεθέντος γὰρ τοῦ σκεπάρνου ἔστι τὸ ἀβάκιον· καὶ λογικῆς ἀναιρεθείσης φιλοσοφία οὐδὲν ἧττον ἔστι. καὶ πάλιν συντιθέμενα τὰ μέρη ποιεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· τὰ ἄρα μέρη οὐκ ὄργανα. εἰ δέ τις εἴποι ‘καὶ μὴν ἡ χεὶρ μέρος οὖσά ἐστι καὶ ὄργανον, ὥστε οὐκ ἄτοπον τὴν λογικὴν καὶ ὄργανον οὖσαν εἶναι καὶ μέρος’, φαμὲν ὅτι ἀλλ’ οὐ τοῦ αὐτοῦ· οὐ γὰρ οὗ ἐστι μέρος ἡ χείρ, τούτου ἐστὶ καὶ ὄργανον, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· μέρος μὲν γὰρ τοῦ σώματος ὡς σώματος, ὄργανον δὲ τῆς ψυχῆς. οὕτως οὖν καὶ ἡ λογικὴ ὄργανον μὲν τῆς ἀληθοῦς καταλήψεως, μέρος δὲ οὔ, ὡς οὐδὲ ἡ χεὶρ τῆς [*](2 ὁ prius superscr. Q1 καὶ ὁ—ἀποτελέσματι (3) om. Q 4 ἑαυταῖς Q: αἱ αὐταῖς Vt 5 ἑτέρω Q: ἑτέραις t 6 τῆς om. Q, superscr. V 7 οἳ addidi 8. 9 καὶ ῥητορικῆς iterat V 10 ante ὄργανον add. ἢ V 11 ὡς om. Vt 12 ὡς ἔχει ἐπὶ τῆς χαλκοποιητικῆς τε καὶ ἱππικῆς Q post γὰρ add. ABBREV Q 13 χαλκοποιητικῆς Q 17 κρείτους V 20 post λοιπαὶ add. δὲ Q 22 παρὼν—ἀπὼν t καὶ ἀπὸν bis, semel del. Q 23 ἢ οὖν t τῆς λογικῆς χωρὶς, om. καὶ Vt 24 οὖσα om. V αὐτῆς superscr. Q 25 ἔστι Q μὲν om. Qt 27 μέν om. Q 29 τὸ βάθρον Q φιλοσοφίας Q 30 τὰ μέρη συντιθέμενα ἀποτελεῖ τὸ Q 31 εἴπῃ Q 35 οὕτως—δὲ οὔ (36) om. V)
9
ψυχῆς· καὶ ἄνευ γὰρ αὐτῆς ἔστιν, ὡς εἴρηται, φιλοσοφία. ἀλλ’ ἐπεὶ τῶν [*](IVv) Στωικῶν ἱκανῶς τὴν δόξαν ἠλέγξαμεν καὶ τὴν λογικὴν ἄντικρυς φιλοσοφίας ἀπεδείξαμεν ὄργανον, εἴπωμεν καὶ περὶ τῆς τοῦ Πλάτωνος δόξης. οὗτος γὰρ καὶ ὄργανον καὶ μέρος φησὶ τὴν διαλεκτικὴν οὐκ ἐναντία ἑαυτῷ δοξάζων οὐδὲ ἀντιφάσει περιπίπτων· ἀλλ’ ὅταν μὲν τὴν διαλεκτικὴν αὐτὴν καθ’ αὑτὴν χωρὶς ὕλης καὶ πραγμάτων λαμβάνῃ, τουτέστι τῷ λόγῳ καὶ τῇ διανοία γυμνὴν θεωρουμένην τῆς χρήσεως, τότε ὡς ὄργανον αὐτὴν λαμβάνει, ὅταν δὲ ἐν χρήσει καὶ γυμνασίᾳ πραγμάτων, τότε αὐτῷ τὴν τοῦ μέρους ἀναπληροῖ χρείαν. οἷον τὸ μὲν ἐκ δύο καθόλου καταφατικῶν συνάγεσθαι καταφατικὸν καθόλου συμπέρασμα, τοῦτο ἔσται αὐτῷ ὡς ὄργανον ὕλῃ μὴ προσαπτόμενον· ὅταν δὲ προσάπτοντες ὅλην λέγωμεν, οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον ἔμψυχον, πᾶς ἄνθρωπος ἄρα ἔμψυχον, τότε ἔσται ὡς μέρος. καθάπερ ὁ πῆχυς καὶ μέρος ἐστίν, ὅταν τὸ μετρούμενον μέρος τοῦ σώματος λέγωμεν, καὶ ὄργανον, ὅταν αὐτὸν καθ’ αὑτὸν τὸν μετροῦντα θεωρῶμεν. καὶ ἡ αὐτὴ ὀνομασία τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου· εἰ μὲν μεθ’ ὕλης λαμβάνοιτο, ἔσται μέρος τοῦ μετρουμένου, εἰ δὲ ἄνευ ὕλης, τουτέστιν αὐτὸ τὸ μέτρον, ἔσται ὄργανον. οὕτω καὶ ἡ διαλεκτικὴ παρὰ τῶ Πλάτωνι. ἐν μὲν γὰρ τῷ Φαιδρῷ καὶ Φαίδωνι μεθ’ ὕλης αὐτὴν ὡς μέρος λαμβάνει, ἐν δὲ τῷ Παρμενίδῃ ὡς ὄργανον ἄνευ ὕλης. καὶ ἁπλῶς ἄνευ μὲν ἔσται ὡς κανὼν καὶ ὄργανον, ἐν πράγμασι δὲ καὶ μεθ’ ὕλης μέρος.

p. 24a10 Πρῶτον εἰπεῖν.

Κατὰ τὸ Ἀττικὸν ἔθος τὸ ‘χρή’ παρέλειψε· τοῦ γὰρ ‘χρή’ καὶ δετ’ πρὸς τὰ ἀπαρέμφατα συνταττομένου, οἷον χρὴ γράφειν, δεῖ ἀναγινώσκειν, καὶ τῆς προκειμένης συντάξεως τοῦτο ἀπαιτούσης, πρῶτον εἰπεῖν χρή, ἔθος Ἀττικοῖς κατ’ ἔλλειψιν τοῦ ‘χρή’ καὶ ‘δεῖ’ τὰ τοιαῦτα προφέπεσθαι.

p. 24a10 Περὶ τί καὶ τίνος ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς.

Πρὸς ἑκατέραν τῶν προτάσεων ἀποδέδωκε, πρὸς μὲν | τὸ περὶ τί [*](Vr) εἰπὼν περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ καὶ τίνος ἐστὶν ἡ σκέψις τὸ καὶ ἐπιστήμης ἀποδεικτιῆς. διαφέρει δὲ τῆς ἀποδεικτικῆς ἐπιστήμης τῷ τὴν μὲν ἐπιστήμην ἕξιν εἶναι τῆς ψυχῆς, τὴν δὲ ἀπόδειξιν ἀνέργειαν ἀπὸ τῆς ἐπιστήμης προιοῦσαν. ὁ μέντοι Ἀριστοτέλης ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς πραγματείας φησὶν ὅτι οὐδὲν διαφέρει ἀπόδειξις [*](1 ὡς εἴρηται ἔστιν Q 4 μέρος—ὄργανον Vt φασὶ Q 5 μὲν om. V ἑαυτὴν Q 6 λαμβάνει t 9. 10 καθόλου συνάγεσθαι κ. V: συνάγεσθαι καθόλου κ. t 10 τοῦτο Vt: τότε Q ὡς om. Q 10.11 πρὸ . . . μένον V: πραττόμενον t 12 ἔμψυχος (post ἄρα) t 13 ante ὅταν del. καὶ Q 14 ἑαυτὸν Q 15 τοῦ alt. om. Vt 17 τῷ om. Vt 19 μὲν ἄνευ t 21 ante lemma add. ἁ κειμένου Q 22 ante κατὰ repetit πρῶτον εἰπεῖν t παράλειψε Q 23 μετὰ ἀπο φάτου Q οἶον R: om. QVt 25 ἀττικῆς V κατάλειψιν t 28 post ἐκα add. δὲ V 29 τὸ καὶ prius scripsi: inv. ord. ord. Vt: τὸ Q 31 τῶ Q τῆς om. Q 32. 33 ἐν τῷ τέλει τῆς Ἀποδ.] II 19 p. 99b15 sq. 33 τῆς om. V)

10
ἀποδεικτικῆς, λέγων οὕτως “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, [*](Vr) τί ἑκάτερόν ἐστι καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμ δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· τὸ αὐτὸ γάρ ἐστιν”. τὸν δὲ σκοπὸν ἐκ προοιμίων τοῦ βιβλίου, ἀπόδειξιν αὐτῷ παραδοῦναι τὸ προκείμενον εἶναι λέγων. εἰ δέ τις εἴποι ὅτι Ἀριστοτέλης οὐ δεόντως οὐδὲ ἀκολούθως ἀνεκήρυξε τὸν σκοπόν (οὐ γὰρ διαλέγεται ἐν τῷ πρώτῳ βιβλίῳ οὐδὲ ἐν τῷ δευτέρῳ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ· αὐτὸς δὲ ὡς εὐθὺς περὶ αὐτοῦ διαλεξόμενος, οὕτως ἐποιήσατο τὴν ἀρχὴν εἰρηκὼς ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς), ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁ κυρίως σκοπὸς τοῦ Ἀριστοτέλους οὗτός ἐστι, τὸ διαλαβεῖν περὶ τοὐ ἀποδεικτικοῦ συλλογισμοῦ· ἀλλ’ ἐπειδὴ ἀδύνατον ἦν διαλαβεῖν περὶ αὐτοῦ πρὶν ἢ παραδοῦναι τὸν ἀπλῶς συλλογισμόν, τούτου χάριν πρῶτον περὶ τούτου ποιεῖται τὴν διδασκαλίαν. ἐπεὶ οὖν καὶ ἡ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διδασκαλία σκοπὸν ἔχει τὴν ἀπόδειξιν, εἰκότως καὶ τὴν προκειμένην πραγματείαν ὡς πρὸς τὸν σκοπὸν ἀναφέρων εἶπεν εἶναι αὐτὴν περὶ ἀποδείξεως, ὥσπερ ἄν εἰ καὶ γεωργὸς λέγοι σκοπὸν εἶναι αὐτῷ τῆς γεωργίας τὴν ἀρτοποιίαν καὶ δρυοτόμος τὴν ναυπηγίαν. ἄλλως τε μιᾶς οὔσης τῆς ἀναλυτικῆς πραγματείας ἐν μὲν τοῖς πρώτοις περὶ τῶν πρὸς τὴν ἀπόδειξιν συμβαλλομένων διδάξει οἱονεὶ τὴν ὕλην τῆς ἀποδείξεως καὶ τὸ γένος παραδιδούς, ἐν δὲ τοῖς τελευταίοις περὶ αὐτῆς τῆς ἀποδείξεως· πάντα δὲ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται. ἀμέλει καὶ αὐτὸς ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς, λέγω δὴ τῶν ‘Υστέρων ἀναλυτικῶν, ὡς δὴ τέλος λαβούσης τῆς ἐξ ἀρχῆς προτεθείσης πραγματείας, ἣν προανεφώνησεν ἐν τῷ παρόντι προοιμίῳ, εἶπεν, οὗπερ ἤδη ἀρτίως ἐμνήσθημεν, “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως” καὶ τὰ ἑξῆς, συμπεραινόμενος ἐκεῖ τὰ ἐνταῦθα προβληθέντα.

p. 24a11 Εἶτα διορίσαι τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί καὶ ποῖος τέλειος καὶ ποῖος ἀτελής.

Μιμεῖται κἀν τοῖς ἐνταῦθα ὁ Ἀριστοτέλης τὴν γεωμετρικὴν ὥσπερ γὰρ ἐκεῖνοι προλαμβάνειν εἰώθασι θεωρήματά τινα συμβαλλόμενα αὐτοῖς πρὸς τὰ δειχθησόμενα, οὕτω καὶ αὐτὸς ἐνταῦθα τὰ ἐσόμενα σὐτῷ χρήσιμα πρὸς τὴν τῶν συλλογισμῶν διδασκαλίαν προλαμβάνει. ἄξιον δὲ ζητῆσαι τί δήποτε μὴ ἀπὸ τοῦ ὅρου ἤρξατο ὡς ἁπλουστέρου, εἶτα ἐπὶ τὰ συνθετώτερα ἔληξεν, ἢ εἰ ἀπὸ τῶν συνθέτων ἠβούλετο τὴν ἀρχὴν ποιήσα- [*](1 οὑν om. V 2 περὶ om. Q 3 γὰρ om. Vt προοιμίου Q 6 post διαλέγεται add. οὔτε Q οὔτε Q τοῦ om. Q 7 περὶ αὐτὴν V 10 τὸ Q: τοῦ Vt 11 ἦν om. Vt 12 περὶ τούτου πρῶτον Q ποιεῖ Vt 16 ἀροτροποιίαν Q δρυτόμος Q 18 post ὕλην ras. VII fere litt. 22 προανεφώνησε, om. ἐν Vt 23 εἷπεν om. Vt post ἐμνήσθημεν add. οὕτω φησὶ Q 24 οὖν superscr. V τὰ Qt: ἐν τοῖς V post ἑξῆς add. ἐρεῖ V 28 κἀν om. Vt 30 αὐτῶ Qt: αὐτοῖς V 31 τῶν συλλογισμὸν V συλλαμβάνει V post προλαμβάνει add. καὶ λέγει περὶ αὐτῶν Q 33 ἐβούλετο Q)

11
σθαι, διὰ τί μὴ ἀπὸ τοῦ συλλογισμοῦ τὴν ἀρχὴν ἐποιήσατο καὶ κατέληξεν [*](Vr) εἰς ’τον ὅρον. καὶ τινές φασιν ὅτι, ἐπειδὴ ἐν τῷ Περὶ ἑρμηνείας διελέχθη περὶ προτάσεων, διὰ τοῦτο ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἄρξασθαι βουλόμενος ἄπο τῆς προτάσεως ἤρξατο. καὶ ἄλλως τὴν μὲν πρότασιν ᾔδει ὢ ὠνομασμένην οὐ μόνον φιλοσόφοις ἀλλὰ καὶ ῥήτορσι, τὸν δὲ ὅρον αὐτὸς ὠνόμασεν, ὡς καὶ ὑποκατιὼν δείκνυσι. τούτου οὗν ἕνεκεν δεύτερον αὐτὸν ἔταξεν ὡς δυσχερέστερον διὰ τὴν καινοφωνίαν. ἡ δὲ ἀληθεστέρα ἐπίλυσίς ἐστιν αὕτη· δεῖ τὰ πρὸς διδασκαλίαν τινῶν παραλαμβανόμενα γνωριμώτερα εἷναι ἐκείνων ὧν παρελήφθησαν εἰς διδασκαλίαν· ἐπειδὴ τοίνυν μέλλει ἐν τῷ ὁρισμῷ του ὅρου παραλαμβάνειν τὴν πρότασιν λέγων “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις” διὰ τοῦτο πρότερον περὶ αὐτῆς διδάσκει. δεῖ γὰρ τὰ πρὸς ὁρισμόν τινων παραλαμβανόμενα γνωριμώτερα ἐκείνων εἶναι, εἴπερ μέλλοιμεν συνήσειν τ,ὸν ὁρισμόν. προέταξε δὲ ἂν τὸν συλλογισμὸν τῆς προτάσεως, εἰ ἐδέετο αὐτοῦ ἐν τῷ τῆς προτάσεως ὁρισμῷ. νῦν δὲ τοὐναντίον. προσχρηται γάρ πὼς τῇ προτάσει ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ λέγων “ἐν ᾦ τεθέντων τινῶν”, ὅπερ ἐστὶ ‘τῶν προτάσεων’. διά τε τοίνυν τὸ ἁπλουστέρας εἶναι τὰς προτάσεις καὶ διὰ τὸ μεμνῆσθαί πὼς αὐτῶν ἐν τῷ περὶ συλλογισμοῦ λόγῳ, εἰκότως προτέραν τὴν περὶ αὐτῶν διδασκαλίαν ποιεῖται τοὺ συλλογισμοῦ· ἰστέον μέντοι ὅτι ὅρος καὶ φάσις καὶ ἁπλὴ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν· ὅταν μὲν γὰρ ὡς συλλογισμοῦ μέρος λαμβάνηται, ὅρος λέγεται, ὅταν δὲ ὡς μέρος προτάσεως, φάσις, ὅταν δὲ ὡς ὑποκείμενον ἐν τῇ προτάσει, ὄνομα, ὅταν δὲ ὡς κατηγορούμενον, ῥῆμα, ὅταν δὲ ὡς φωνὴ ἁπλῶς σημαντική, ἁπλὴ φωνὴ· καὶ ἄλλως· ὄνομα μέν, ὅταν μετὰ ἄρθρου λέγηται, ῥῆμα δέ, ὅταν προσσημαίνῃ χρόνον. ὥσπερ καὶ πρότασις καὶ πρόβλημα καὶ ἔνστασις καὶ συμπέρασμα καὶ ἀπόφανσις πάλιν ἓν καὶ ταὐτὸν τῷ ὑποκειμένω εἰσίν, ὡς ἤδη καὶ ἐν ἄλλοις εἴρηται, τῇ σχέσει δὲ διαφέρουσιν. ὅταν μὲν γὰρ συλλογισμὸν κατασκευάσαι βουλόμενοι ὡς μέρος αὐτὴν παραλαμβάνωμεν συλλογισμοῦ, πρότασις λέγεται· ὅταν δὲ εἰς τὸ δεῖξαι ἑτέρῳ προβαλλώμεθα, ὡς ὅταν λέγωμεν ‘δεῖξον εἰ ἡ ψυχὴ ἀθάνατος, πρόβλημα. ὅταν δέ τινος καταφήσαντός τι ἢ ἀποφήσαντος ἡμεῖς τὰ ἐναντία ἀποφαινώμεθα, ἔνστασις, οἷον εἴ τινος εἰπόντος ὅτι ἡ ψυχὴ ἀθάνατος ἡμεῖς εἴπωμεν ὅτι οὐκ ἀθάνατος. συμπέρασμα δὲ αὐτὸ τοῦτο, ὅπερ ἂν ὁ συλλογισμὸς συμπεραίνηται, οἷον ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ δὲ αὐτοκίνητον ἀεικίνητον, τὸ δὲ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀπόφανσις δέ, ὅταν ἀπλῶς ἀποφαινώμεθά τι κτά τινος ἤ τι ἀπό τινος. τελείους δὲ καλεῖ συλλογισμοὺς πάντας τοὺς ἐν τῷ πρώτῳ [*](1 κατέλυσε V 2 διηλέχθη Q 6 ἕνεκε sic Q αὐτὸν superscr. Q 1 7 pr. Q, corr. Q2 9 post ὧν add. ἀν’ V 10 λέγων] p. 24b16 12 εἶναι ἐκείνων Q [3 συνοίσειν Q 15 λέγων] p. 24b19 16 τοι 17 αὐτοῦ t 18 συλλογισμῶν Q ὄρω V προτέραν post ποιεῖται collocat V ποιεῖται διδασκαλίαν Q 19 τῶν συλλογισμῶν Vt 20 ἐστι Vt 21 ὡς alt. Q: καὶ Vt 25 προσσημαίνει Q καὶ alt. superscr. Q1 26 καὶ tert. QV: τ 27 δὲ σχέσει Q 29 ἕτερον V 32 εἴπωμεν t: εἴπομεν QV conicio συμπεράνῃ Q 34 δὲ utrumque om. Q 35 ἀπόφασις V)
12
σχήματι, ἀτελεῖς δὲ τοὺς ἐν τῷ | δευτέρῳ καὶ τρίτῳ. ὅπως δὲ οἱ μέν [*](Vv) εἰσι τέλειοι οἱ δὲ ἀτελεῖς, ἐν τοῖς ἑξῆς λεχθήσεται.

p. 24a13 Μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἡ μὴ εἶναι τῷδε, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἡ μηδενὸς κατηγορεῖσθαι.

Δύο σχέσεων οὐσῶν ἐν ταῖς προτάσεσι, τοῦ τε ὑποκειμένου πρὸς τὸν κατηγορούμενον καὶ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, ἡ μὲν τοῦ ὑποκειμένου πρὸς τὸν κατηγορούμενον λέγεται ἐν ὅλῳ, ὡς ὅταν εἴπωμεν τὸν ἄνθρωπον ἐν ὅλῳ τῷ ζῴῳ περιέχεσθαι ἢ ἐν οὐδενὶ λίθῳ εἶναι· ἡ δὲ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καλεῖται κατὰ παντός, ὡς ὅταν εἴπωμεν τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι ἢ κατ’ οὐδενὸς λίθου εἶναι ταῦτα δὲ πάντα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν.

p. 24a16 Πρότασις μὲν οὖν ἐστι λόγος καταφατικὸς ἢ τινὸς κατά τινος.

Καθὼς ἐπηγγείλατο, βούλεται ὁρίσασθαι ἅπερ προέτεινε, καὶ τὴν πρότασιν κατὰ τὴν προτεθεῖσαν τάξιν. λαμβάνει δὲ γένος μὲν τὸν λόγον· κατηγορεῖται γὰρ οὐ μόνον τοῦ ἀποφαντικοῦ ἀλλὰ καὶ τοῦ ἐρωτηματικοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφορὰς δὲ λαμβάνει ἔκ τε τοῦ ποσοῦ καὶ τοὺ ποιοῦ, καὶ τοῦ ποιοῦ μὲν κατάφασιν καὶ ἀπόφασιν, τοῦ δὲ ποσοῦ καθόλου καὶ μερικὸν καὶ ἀπροσδιόριστον. ὥστε ἐκ τούτων εὑρεθήσονται εἴδη προτάσεων ἕξ, ἑκάστης τῶν τριῶν τῶν ἐκ τοὐ ποσοῦ κατὰ τὸ ποιὸν διπλασιαζομένης. τῶν δὲ καθ’ ἕκαστα νῦν οὐκ ἐμνημόνευσεν ὡς μὴ περὶ ταύτας καταγινόμενος, διότι οὐδεμία ἐπιστήμη περὶ τὰ καθ’ ἕκαστα ἔστι. καὶ τινὲς βούλονται λέγειν, ὧν εἷς ἐστι καὶ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὅτι κυρίως ὁρισμὸν οὐ παραδέδωκεν ὁ Ἀριστοτέλης τῆς προτάσεως· καὶ κατασκευάζει τοῦτο πάνυ δεινῶς. φησὶ γὰρ ὅτι δεῖ ἐπὶ τοῦ κυρίως ὁρισμοῦ τὰ μέρη αὐτοῦ περιττεύειν τοῦ ὁριστοῦ πάντως· οἷον ὁριζόμεθα τὸν ἄνθρωπον οὕτως ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.’, καὶ εὑρίσκομεν πάντως ἐξ ἀνάγκης πάντα τὰ μέρη τοῦ ὁρισμοῦ τούτου περιττεύοντα τοῦ ὁριστοῦ· καὶ γὰρ καὶ τὸ ζῷον περιττεύει τοῦ ἀνθρώπου καὶ τὸ λογικόν· τὸ μὲν γὰρ διαφορά ἐστι, τὸ λογικόν, τὸ δὲ γένος· ὁμοίως δὲ περιττεύει καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου. ἐπὶ δὲ τοῦ νῦν παραδεδομένου ὁρισμοῦ τῆς προτάσεως οὐχ ὁρῶμεν ταῦτα οὕτως ἔχοντα· ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις, ἃς παρέλαβεν ὡς διαφοράς, οὐδὲν περιττεύουσι τοῦ ὁριστοῦ, τουτέστι τῆς [*](2 ἐν τοῖς ἑξῆς] p. 24b22 sq. ῥηθήσεται Q 6 καὶ τοῦ—7 κατηγορούμενον om. post μὲν add. ἐκ Qt: om. Y 7 λέγεται iteratum del. Q1 8 post δὲ add. ἐκ Qt 9 τὸ V 10 παντὸς Vt: οὐδενός Q 11 ἐστι Vt 16 σύνταξιν Q 17 ἀποφατικοῦ V 19 an κἀκ τοῦ? ποιοῦμεν libri 23 ἔστι V: ἔχει t: τοῖς φιλοσόφοις Q 24 Ἀλέξ. ὁ Ἀ.] p. 10,28 sq. 25 ὁ om. t 26 δεῖ om. V 28 καὶ alt. om. Vt 29 πάντα om. Q τοῦ ὁρισμοῦ τούτου Vt: αὐτοῦ Q 30 καὶ alt. om. Q περιττεύειν t τὸ μὲν—31 λογικόν om. V 31 τὸ λογικόν ἐστι t γένος Q: εἶδός ἐστι V: εἶδος t δὲ alt. QV: καὶ t καὶ bis Q 32 ἀποδεδομένου Q, at cf. vs. 25 34 περιττεύει τουτέστι Vt: τοι Q)

13
προτάσεως, τοὐναντίον δὲ καὶ ἐλλείπει ἕκαστον ἰδίᾳ λαμβανόμενον. κατασκευάζει [*](Vv) δὲ πάλιν ὅτι οὐδὲ ὁ λόγος εἴληπται ὡς γένος καταφάσεως καὶ ἀποφάσεως, λόγος δὲ δηλονότι ὁ ἀποφαντικός. λέγει γὰρ ὅτι τὰ εἴδη ἀλλήλοις καὶ οὐ τὸ μέν ἐστι πρῶτον τὸ δὲ δεύτερον, ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως οὐκ ἔστι τοῦτο· προτέρα γὰρ ἡ κατάφασις τῆς ἀποφάσεως οὐ μόνον ἀξιώματι, ὡς τινὲς ὑπέλαβον, ἀλλὰ καὶ χρόνῳ. ἁπλοῦ στέρα γάρ ἐστιν ἡ κατάφασις καὶ προσλαβοῦσα τὸ ἀρνητικὸν μόριον ποιεῖ τὴν ἀπόφασιν· ἔστι δὲ πρὸς ταῦτα εἰπεῖν, καὶ τέως γε πρὸς τὴν ὑστέραν ἀπορίαν ἀπαντητέον, καὶ διαρθρωτέον πῶς λέγεται ἐν τοῖς ἀντιδιῃρημένοις εἴδεσι μὴ εἷναι ἄλλο ἄλλου τιμιώτερον ἢ ἀτιμότερον. τοῦτο γάρ ἐστιν ἀληθὲς κατὰ τὴν τοῦ γένους μετουσίαν, οὐκέτι μέντοι κατὰ τἀς ἑκάστου εἴδους σ,υστατικὰς διαφοράς· τοῦ μὲν γὰρ γένους ἰσοτίμως μετέχειν ἀνάγκη τὰ ἀντιδιῃρημένα ἀλλήλοις εἴδη, καὶ ταύτῃ κριτέον εἰ γένος τὸ κοινῶς αὐτῶν κατηγορουμενον, οὐ μὴν τῷ τῆς αὐτῆς εἶναι ἀξίας τὰ εἴδη. τοῦτο γάρ ἀδύνατον, εἴγε καὶ οὐσιῶν διαφορὰς δεῖ εἶναι· ὁ γὰρ τοῦτο λέγων ἀναιρεῖ τῶν οὐσιῶν τὰς διαφοράς· εἰ δέ εἰσιν οὐσιῶν διαφοραί, ἀνάγκη ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον διαφέρειν. οὐ ταύτῃ οὖν διαγνωστέον τὰ ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀναγόμενα, ἐπεὶ οὕτως οὐδὲν, οὐδενὸς ὡς γένος κατηγορηθήσεται ἐν πᾶσι γάρ ἐστι τὸ τιμιώτερον καὶ ἀτιμότερον), ἀλλ’ ὡς εἶπον, εἰ ὁμοτίμως πάντα τὰ εἴδη τοῦ γένους μετέχει, κἂν διαφορᾶς τὸ μὲν κρείττονος τὸ δὲ χείρονος ἔτυχεν, ὥσπερ, εἰ τύχοι, ἄνθρωπος καὶ ἵππος· ταῦτα γὰρ τῆς μὲν τοῦ ζῴου φύσεως ἰσοτίμως κοινωνεῖ, διαφορᾶς δὲ κρείττονος ὁ ἄνθρωπος τῆς τοῦ λογικοῦ τετύχηκε. τί οὖν θαυμαστὸν εἰ καὶ ἡ κατάφασίς, εἶδος οὖσα τῆς ἀποφάνσεως ἀντιδιῃρημένον τῇ ἀποφάσει, τιμιωτέρας τυχοῦσα διαφορᾶς τῆς καταφατικῆς τιμιωτέρα ἐστίν., ἀλλ’ οὐδὲ διὰ τὸ ἁπλουστέραν εἶναι τὴν κατάφασιν συνθετωτέραν δὲ τὴν ἀπόφασιν, ἤδη διὰ τοῦτο καὶ προυπάρχειν δεῖ χρόνῳ ἢ φύσει τὴν κατάφασιν τῆς ἀποφάσεως· πολλὰ γὰρ καὶ ἄλλα ἐστὶ τῶν ἀντιδιῃρημένων ἀλλή- λοις εἰδῶν ἄλλα ἄλλων συνθετώτερα. τοῦ γὰρ ζῴου διαφορῶν οὐσῶν τοῦ τε λογικοῦ καὶ τοῦ ἀλόγου, ἤτοι τῆς ἀλογίας τῆς λογικότητος, τὰ μὲν ἄλλα ζῷα τῆς ἀλογίας μόνης μετείληφεν, οἷον ἵπποι, κύνες καὶ τὰ παραπλήσια· ἴσμεν δὲ ὡς ἡ ἄλογος οὐσία θυμῷ καὶ ἐπιθυμίᾳ καὶ αἰσθήσει καὶ φαντασίᾳ χαρακτηρίζεται· ὁ δὲ ἄνθρωπος καὶ αὐτῶν τούτων τῶν ἀλόγων δυνάμεων μετειληφὼς καὶ τῆς ἑτέρας τῶν διαφορῶν, τῆς λογικότητος, μετέσχε. χαρακτηρίζεται δὲ κατὰ τὸ κρεῖττον, ὡς καὶ τῶν λοιπῶν ἕκαστον. ὡς οὖν ἐνταῦθα οὐκ ἄν τις εἴποι τὸν ἵππον ἢ τὸν κύνα ἤ τι τῶν παραπλησίων διὰ τὸ ἐλατ- [*](2 ὁ οm. t ὡς om. V 3 ὁ om. Vt γάρ V: δὲ Qt 8 γε om. Q πρὸς alt. om. V 10. 11 ἀληθές ἐστι Q 11 ante κατὰ prius add. κατασ ὅτι V, superscr. Q1 κατασκευάσαι t οὐ Q 12 συστατικὰς superscr. 13 διηρημένα V 14 τὸ Vt 17 post διαγνωστέον add. ἰσότιμα V 18 οὕ om. Vt, 19 οὐδέν Qt: οὐδενὸς V 21 χείρονος—χρείττονος V 22 τῆς Q μὲν Q: μεταξὺ Vt κοινωνοὶ V 26 δὲ Qt: οὖν V 27, καὶ οm. ἢ Q; καὶ vt 30 τοῦ om. Vt λογιότητος V 34. 35 χαρακτηρίζεσθαι t 35 ὡς prius om. Q 36 ἢ prius Q: καὶ Vt ἤ alt. Qt: καὶ V)
14
τόνων δυνάμεων μετασχεῖν καὶ ταύτῃ ἁπλούστερον εἶναι τοῦ ἀνθρώπου ἤδη [*](Vv) καὶ τῷ χρόνῳ ἢ τῇ φύσει πρῶτον, οὐδ’ ἄρα τὴν κατάφασιν πρώτην ἄν εἴποι τις τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τοῦ ἐμψύχου διαιρουμένου εἴς τε τὸ ζῶον καὶ τὸ ζωόφυτον καὶ ωὐτὸν τὰς μὲν τοῦ φυτοῦ διαφοράς, | λέγω δὴ τὸ [*](VIr) θρεπτικόν, γεννητικόν, αὐξητικόν, ἔχε. καὶ τὸ ζωόφυτον, πλεονάζει δὲ τῇ ἁπτικῇ αἰσθήσει καὶ τῇ περὶ τὸν αὐτὸν τόπον κινήσει· ὁ δὲ ἵππος ἔχει ταῦτά τε καὶ τὰς αἰσθητικὰς ἁπάσας δυνάμεις μετὰ τῆς ἐκ τόπου εἰς τόπον κινήσεως, ὀρέξεως τε καὶ φαντασίας· πρὸς τούτοις δὲ ὁ ἄνθρωπος καὶ τὰς λογικάς. ὥστε συνθετώτερος πάντων ὁ ἄνθρωπός ἐστιν, ἁπλούστερον δὲ τὸ μέσα δὲ τά τε ἄλογα ζῷα καὶ τὰ ζωόφυτα· καὶ οὐ δήπου εἴποι τις ἂν πρῶτον εἶναι τῇ φύσει τὰ φυτὰ διὰ τὸ ὡς πρὸς τὴν τῶν ἐν τῷ ἀνθρώπῳ ψυχικῶν δυνάμεων σύνθεσιν ἁπλούστερα εἶναι. τί οὖν, εἴποι τις ἄν ἴσως, οὐ προυπάρχειν ἀνάγκη καὶ φύσει καὶ χρόνῳ τῶν συνθέτων τὰ ἀπλᾶ ἐξ ὧν τὰ σύνθετα τὸ εἶναι ἔχουσι; ναί, φημί, ἀλλ’ οὐ ταὐτόν ἐστιν εἰπεῖν ἁπλᾶ καὶ ἁπλούστερα· τὰ μὲν γὰρ ἁπλᾶ στοιχείων ἐπέχοντα λόγον ἢ στοιχεῖα ὄντα προυπάρχει τῶν ἐξ αὐτῶν συγκειμένων· ἐνδέχεται μέντοι τῶν ἐκ τῶν ἁπλῶν συγκειμένων τὰ μὲν συνθετώτερα εἶναι τὰ δὲ ἧττον σύνθετα, καὶ ἐν τούτοις οὐκέτι τὰ ἧττον σύνθετα οὐκ ἔστι πρῶτα τῇ φύσει τῶν μᾶλλον συνθετωτέρων. οἷον. τί λέγω; ὀκτὼ εἶναι τὰ μέρη τοῦ λόγου λέγεται, ἐξ ὧν πᾶς λόγος σύγκειται. παντὸς δὲ λόγου ταῦτα προυπάρχει· ἀναιρουμένων δὲ τούτων καὶ πᾶς λόγος ἀναιρεῖται. ἐνδέχεται δὲ τοὺς ἐκ τούτων συγκειμένους λόγους τοὺς μὲν ἐκ δύο μόνων μερῶν συγκεῖσθαι, οἷον ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ τριῶν, οἷον ὁ ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ τεσσάρων, οἷον οὗτος ὁ ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ πέντε, οἷον οὗτος ὁ ἄνθρωπος καλῶς τρέχει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. καὶ δῆλον ὅτι ὁ ἐκ δύο μόνων μερῶν συγκείμενος ἁπλούστερός ἐστι τοῦ ἐκ τριῶν καὶ οὗτος τοῦ ἐκ τεσσάρων καὶ οὗτος τοὐ ἐκ πέντε, συνθετώτερος δὲ ὁ ἐκ τῶν ὀκτώ, οἶον “πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον”· καὶ οὐ δήπου πρῶτός ἐστι τῇ φύσει ὁ λέγων ‘ἄνθρωπος τρέχει’ τοῦ λέγοντος “πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον”. πρῶτον γάρ ἐστι φύσει τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὥς τὸ ζῷον τοῦ ἀνθρώπου τῇ φύσει πρῶτον· οὐχ οὕτως δὲ ἔχει ἐπὶ τῶν εἰρημένων λόγων· οὐδεὶς γὰρ αὐτῶν τὸν ἕτερον οὔτε συναναιρεῖ οὔτε συνεισφέρει. τὰ αὐτὰ ἄρα καὶ ἐπὶ τῶν φυσικῶν· καὶ ἐπὶ τούτων γὰρ αἱ μὲν διαφοραὶ καὶ τὰ γένη, ἐξ ὧν τὰ εἴδη συνίσταται, [*](1 μετασχεῖν Q τοῦ om. Vt 3 εἴπῃ Q τις om. Vt ἔστι δὲ V 4 post καὶ prius add. εἰς Q 5 γενητικόν t καὶ ante αὐξητικόν habet Q: om. t 9 συντεθώτερον Vt πάντως t ἐστιν om. Vt 11 τῶν post ἀνθρώπῳ collocant Vt 12 ἁπλούστερον t ἄν om. Q προυπάρχει t 14 ἀλλὰ, om. οὐ V 15 γὰρ om. Vt 18 οὐκ ἔστι deleverim 19 δὲ Q: μὲν Vt 20 an γὰρ? καὶ om. Q 21 τοὺς prius iterat Q 22 ὁ superscr. V 23 οἷον om. Vt ὁ ἄνθρωπος οὗτος Q 24 δέ om. Vt 25 ὅτι om. Vt 26 συντεθώτατος Q 27 πρὸς δ’ κτλ.] Hom. Χ 59 δέ με itemque vs. 29 28 καὶ superscr. Q 30 συναιροῦν—συναιρούμενον pr., ἀν’ superscr. V ἀναιροῦν Q 31 τῶ ἀνθρώπω pr. Q πρότερον Q 32 τὸν λοιπὸν V: τῶν λοιπῶν t 33 συναναιρεῖ] ἀν’ superscr. V)
15
ἁπλᾶ ἐστι, καὶ ἀναιρουμένων αὐτῶν συναναιρεῖται καὶ τὰ εἴδη· τῶν μέντοι [*](VIr) εἰδῶν οὐδέν ἐστι τῇ φύσει πρῶτον οὐδὲ ὕστερον, κἂν τὸ μὲν πλειόνων διαφορῶν μετέχῃ τὸ δὲ ἐλαττόνων, ὡς ἐπὶ τοῦ ἵππου τυχὸν καὶ τοῦ ἀνθρώπου· οὐδὲν γὰρ τούτων οὔτε συναναιρεῖ τὸ λοιπὸν οὔτε συνεισφέρει. τὸ αὐτὸ δὲ καὶ ἐπὶ καταφάσεων καὶ ἀποφάσεων· οὐδετέρα γὰρ οὔτε συναναιρεῖ τὴν λοιπὴν οὔτε συνεισφέρει. εἰ γὰρ καὶ δοκεῖ ἡ μερικὴ καταφατικὴ εἰσφέρειν τὴν μερικὴν ἀποφατικήν, ἀλλὰ καὶ ἔμπαλιν ἡ ἀποφατικὴ τὴν καταφατικὴν συνεισφέρει, ὅταν δι’ ἑαυτὰς ἀληθεύωσιν. αἱ δὲ καθόλου συναναιροῦσι ἑαυταῖς τὰς μερικάς, ἀλλὰ καὶ συνεισφέρουσιν, ὅπερ τοῖς ὑστέροις τῇ φύσει ὑπῆρχε, καὶ οὐ συνεισφέρονται ὑπὸ τῶν μερικῶν, ὅπερ εἶχον τὰ τῇ φύσει πρῶτα. ἀλλ’ οὐδὲ αἱ ἀντιφατικῶς ἀντικείμεναι οὔτε συναναιροῦσιν οὔτε συνεισφέρουσιν ἀλλήλας· τοὐναντίον δὲ τῆς ἑτέρας οὔσης ἀληθοῦς τὴν ἑτέραν ἐπὶ τοῦ αὐτοῦ εἶναι ἀληθῆ ἀδύνατον. ὅπερ ὁρῶμεν ὑπάρχον καὶ τοῖς ἀντιδιῃρημένοις εἴδεσιν· οἷον τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ ἀνάγκη ἐφ’ οὗ ἂν τὸ σῶμα κατηγορῆται, ἐπὶ τοῦ αὐτοῦ τὸ ἀσώματον μὴ κατηγορεῖσθαι· πάλιν τοῦ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ ταῦτα ἀσυνύπαρκτα κατὰ τοῦ αὐτοῦ· ὁμοίως τοῦ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον, καὶ ταῦτα ἀσυνύπαρκτα ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον. ὥστε εἰ καὶ ἡ ἀντίφασις οὕτως ἔχει, καλῶς ἄρα εἴδη φαμὲν τῆς ἀποφάνσεως τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ἀλλὰ γὰρ ἐλάθομεν ἑαυτοὺς παραχρῆμα τἀναντία περὶ τῶν αὐτῶν ἀποφηνάμενοι· ἐλέγομεν γὰρ ὡς ἐν τῷ ἀνθρώπῳ αἱ ἀντιδιῃρημέναι τῶν διαφορῶν ὁρῶντι· πάλιν δὲ εὐθὺς εἴπομεν μὴ δύνασθαι ἐν τῷ αὐτῷ ὑποστῆναι τὰ ἀντιδιαιρούμενα. φημὶ οὖν, ὡς εἴ τις ἀκριβῶς προσέχει τῷ λόγῳ, οὐκ εἰς ἀντίφασιν περιπεπτώκαμεν. ἐν τῷ αὐτῷ μὲν γὰρ ἐνδέχεται τὰ ἐναντία εἶναι, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· ἐν γοῦν τῶ ὀφθαλμῷ καὶ τὸ λευκόν ἐστι καὶ τὸ μέλαν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ μόριον, καὶ ἐν τῇ χειρὶ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, ἀλλ’ ἐν μὲν δακτύλοις τὸ διωρισμένον, ἐν δὲ τῷ λοιπῷ ἡ συνέχεια. οὕτως οὖν καὶ ἐν τῷ ἀνθρώπῳ ἐν ἄλλῳ μὲν θεωρεῖται ἡ λογικότης, ἐν ἄλλῳ δὲ ἡ ἀλογία. καὶ δῆλον τὸ λεγόμενον· διὸ τὴν ἐπὶ πλέον ἐξέτασιν τούτου παρίημι. οὕτως οὖν καὶ ἡ ἀντίφασις ἐν τῷ αὐτῷ ὑπάρξειεν, ἀλλ’ οὐ κατὰ τὸ αὐτό, ὡς εἰ τὸν αὐτὸν λέγοις ὀφθαλμὸν καὶ λευκὸν καὶ μὴ λευκόν. καὶ ἄλλως πρότερον μὲν ἐλέγομεν ὅτι ἐνδέχεται τὰς ἀντιδιῃρημένας τῶν διαφορῶν ἐν τῷ αὐτῷ θεωρεῖσθαι, εἰ καὶ μὴ κατὰ τὸ αὐτό, καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον ἐν τοῖς ζῴοις ἔστιν ἰδεῖν, οἷον ἐν μὲν σαρξὶ τὸ αἰσθητικόν, ἐν δὲ ὀστέοις τὸ ἀναίσθητον, καὶ τὸ [*](1 συναναιροῦνται Q 2 πρότερον V καὶ Q 3 μετέχῃ Yt: μετέχει τοῦ utrumque om. Q 5 οὐδέτερον Vt ἡ μερικὴ καταφατικὴ δοκεῖ Q 7 καταφατικήν pr. Q, ἀπο superscr. Q1 8 συναροῦσι V 9 εἰσφέρουσιν V 10 ὅπερ scripsi: ἅπερ libri 13 ἀληθῆ εἶναι Q 15 κατηγορεῖται (post σῶμα V 10 ἐστιν om. Vt 17 ἐστι om. Vt διωρισμένον (διορισμένον V) — συνεχές 18 post ἀσυνύπαρκτα del. κατὰ τοῦ αὐτοῦ Q1 22 ἐν τῶ ἀνθρώπω (compend.) Q 23 τι V 21 περιπέπτωκεν Vt 25 post αὐτὸ del. μόριον Q 27 τὸ prius om. V 28 ἐν alt. supra καὶ deletum scr. V 30 τοῦδε ἀφίημι Q ἡ ἀπόφασις καὶ κατάφασις ἐν Q 31 λέγεις Q 34 fort. <ὡς> καὶ αἰσθητὸν Vt τὸ om. Vt 35 δὲ post ὅστ’. collocant Vt ὀστοῖς t)
16
σῶμα καὶ τὸ ἀσώματον, εἴγε αἱ ποιότητες ἀσώματοι. ὕστερον δὲ ἔφαμεν [*](VIr) τὰ ἀντιδιῃρημένα τῶν εἰδῶν μὴ ἐνδέχεσθαι τῷ αὐτῷ ὑπάρχειν· γὰρ εἰδῶν τοῦ ἐμψύχου ὄντων τοῦ τε ζῴου καὶ ζῳοφύτου καὶ φυτοῦ οὐχ οἷόν τε τὸ αὐτὸ καὶ ζῷον εἶναι καὶ ζωόφυτον, ἢ τὸ ζωόφυτον ἅμα καὶ φυτὸν εἶναι, εἰ καὶ τῶν ὑποκάτω διαφοραὶ ἅμα καὶ τῶν ἐπάνω ὑπάρχουσιν· ὁμοίως καὶ τὸν αὐτὸν ἄνθρωπον εἶναι καὶ ἵππον ἀδύνατον. εἰ τοίνυν οὕτως ἔχει καὶ ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν καὶ μάλιστα αἱ ἀντιφατικῶς ἀντικείμεναι, ὡς ἤδη εἴπομεν, καὶ κατὰ τοῦτο εἴδη ἂν εἶεν τῆς ἀποφάνσεως. μήποτε δὲ οὐδὲ καλῶς συγκεχωρήκαμεν τὴν κατάφασιν ἁπλουστέραν εἶναι τῆς ἀποφάσεως, συνθετωτέραν δὲ τὴν ἀπόφασιν· τὰ γὰρ σύνθετα ἔχει ἐν ἑαυτοῖς τὴν τῶν ἁπλῶν | σημασίαν· ἡ δὲ ἀπόφασις τὸ σημαινόμενον τῆς καταφάσεως οὐκ ἔχει. ἡ μὲν γὰρ φωνὴ συνθετωτέρα ἐστί, τὸ δὲ σημαινόμενον οὐκέτι· ἐν γὰρ τῷ ‘Σωκράτης οὐ περιπατεῖ’ οὐκ ἔστιν ἡ τοῦ ‘Σωκράτης περιπατεῖ’ κατάφασις, ἀλλ’ ὥσπερ ἡ τοῦ ‘Σωκράτης περιπατεῖ’ κατάφασις ὑπάρχειν λέγει τῷ Σωκράτη τὸ περιπατεῖν, οὕτω τὸ ‘Σωκράτης οὐ περιπατεῖ’ μὴ ὑπάρχειν. οὐ δεῖ δὲ μόνῃ τῇ τῶν φωνῶν προσέχειν συνθέσει, ἀλλὰ πολλῷ πρότερον εἰ τὸ σημαινόμενον σύνθετόν ἐστιν· ἐνδέχεται γὰρ καὶ ἀπλῆν φωνὴν σύνθετον ἔχειν τὸ σημαινόμενον καὶ σύνθετον ἁπλοῦν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν. τάχα δέ, εἴ τις ἀκριβῶς κατανοήσειε, μᾶλλον ἁπλουστέρα ἐστὶ κατὰ τὸ σημαινόμενον ἡ ἀπόφασις τῆς καταφάσεως· ἡ μὲν γὰρ ἄλλο ἄλλῳ συμπλέκει, ἡ δὲ ἀπόφασις οὐχ ὑπάρχειν φησὶ τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον· ὅθεν, ὡς εἶπον, οὐ συναναιρεῖ οὐδετέρα τὴν ἑτέραν οὐδὲ συνεισφέρει. ἐνδέχεται γὰρ τὴν μὲν κατάφασιν ἀεὶ ψεύδεσθαι, ὡς ἐπὶ τῆς ἀδυνάτου ὕλης, τὴν δὲ ἀπόφασιν ἐπὶ τῆς αὐτῆς ἀληθεύειν· καὶ ἔμπαλιν τῆς καταφάσεως ἐπὶ τῆς ἀναγκαίας ὕλης ἀεὶ ἀληθευούσης ἡ ἀπόφασις ἐπὶ τῆς αὐτῆς ἀεὶ ψεύδεται. ἀδύνατον δέ ἐστιν ἢ τοῦ συνθέτου ὄντος μὴ καὶ τὰ ἁπλᾶ εἶναι ἢ τῶν ἁπλῶν μὴ ὄντων τὰ σύνθετα εἶναι· οὐκ ἄρα ἁπλουστέρα ἡ ἀπόφασις τῆς καταφάσεως.

Περὶ μὲν οὖν τῆς ἑτέρας τῶν ἀποριῶν τοσαῦτα. περὶ δὲ τῆς ἑτέρας, φημὶ δὴ τῆς λεγούσης ὅτι τὰ μέρη τῶν ὁρισμῶν ἐπὶ πλέον ἐστὶ τῶν ὁριστῶν, ἐνταῦθα δὲ τοὐναντίον καὶ ἐπ’ ἔλαττον ἡ γὰρ κατάφασις ἐπ’ ἔλαττον ἰῆς προτάσεως, ὁμοίως δὲ καὶ ἡ ἀπόφασις), ἔστιν εἰπεῖν πρῶτον μὲν ὡς οὐ πάντως ἀληθὲς τὸ μὴ ἐπὶ πλέον εἶναι τοῦ ὁριστοῦ κἀνταῦθα τὰ τοῦ ὁρισμοῦ μέρη· ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις καὶ ὅλως τὸ κατά τινος οὐ μόνον ἐπὶ προτάσεως φέρεται ἀλλὰ καὶ προβλήματος καὶ ἐνστάσεως καὶ συμπερά- [*](1 τὸ om. Q 2 τῶν εἰδῶν τὰ ἀντιδιηρημένα Q τὸ αὐτὸ t 4 καὶ primum om. Q ἢ supra καὶ delet. scr. V 5 ante φυτὸν add. τὸ Vt 6 καὶ prius om. Vt 7 πρὸς bis V ἀντιφαντικῶς Q 7. 8 ἀντικείμεναι] ἀντὶ supra πέρι scr. V 8 εἴδη om. V ἀντιφάσεως Q 9 δὲ om. Q 12 τὸ in ras. Q δὲ om. V 13 τὸ (post γὰρ) V 13. 14 Σωκράτης περιπατεῖ scripsi: σωκράτους περιπάτησις libri 14 σωκράτους pr. Q, corr. Q1 15 τὸ prius om. Q 16 περιπατεῖν V μόνον Q 17 ἐστιν om. Vt 18 ἀπλῆν (post σύνθ.) t 19 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 20b15 sq. κατανοήσει Vt 20 ἁπλούστερόν Vt 21 ἄλλω ἄλλο Q1, corr. Q2 22 συναιρεῖ V ἡ ἑτέρα cf. p. 15,5 24 ante ἐπὶ alt. add. ὡς Q 26 post ἢ add. καὶ Q 30 φημὶ δὴ om. Q 32 μὲν οὖν t) πρῶτον εἰπεῖν ὅτι Vt 34 καὶ prius scripsi: ἢ libri 35 an ἀλλὰ κἀπὶ?)

17
σματος. ἀλλὰ τοῦτο μὲν ἴσως οὐκ ἀναγκαῖον· ἓν γάρ εἰσιν ἅπαντα κατὰ [*](VIv) τὸ ὑποκείμενον. ῥητέον οὗν ὅτι τῶν ὁρισμῶν ἐκ γένους ὄντων καὶ διαφορῶν ἀνάγκη ἐν τῇ τῶν διαφορῶν λήψει καὶ τὰς εἰδικωτάτας διαφορὰς παραλαμβάνεσθαι, αἵτινες ἰδίως τῷ ὑποκειμένῳ καὶ οὐδενὶ ἄλλῳ ὑπάρχουσιν· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μόνῳ τῷ ἀνθρωπείῳ εἴδει ὑπάρχει, καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν μόνῳ τῷ ἀριθμῷ. καὶ γάρ εἰσί τινα ἃ μόνοις τισὶν ὑπάρχουσι, ἑτέρῳ δὲ οὐδενί, ὡς εἶπον τὸ περιττὸν καὶ τὸ ἄρτιον τῷ ἀριθμῷ μόνῳ, καὶ ὡς τῷ κύκλῳ τὸ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι καὶ τὸ τἀς ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἴσας εἶναι. ὁπηνίκα οὖν ὁριζόμενοι τὸν κύκλον λέγωμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τοῦ ἐντὸς τοῦ κύκλου πᾶσαι αἱ πρὸς τὴν περιφέρειαν] προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν, ἀνάγκη τὰς διαφορὰς μὴ ἐπὶ πλέον εἶναι τοῦ κύκλου ἀλλὰ μόνῳ αὐτῷ ὑπάρχειν. καὶ ἔστιν εἰς τοῦτο μυρία παραθέσθαι. ταύτῃ γοῦν, ἐπειδὴ δεόμεθα ἐν τοῖς ὁρισμοῖς μάλιστα τῶν εἰδικωτάτων διαφορῶν, ὁπηνίκα ἂν τούτων ἀπορήσωμεν, τοῖς ἰδίοις κεχρήμεθα· ὁριζόμενοι γὰρ τὸν ἵππον φαμὲν ζῷον ἄλογον χρεμετιστικόν, τῷ χρεμετιστικῷ ὡς εἰδικωτάτῃ διαφορᾷ χρησάμενοι διὰ τὸ ἀπορεῖν οὐσιώδους τοιαύτης διαφορᾶς. τί οὖν θαυμαστόν, εἰ καὶ ἐπὶ τοῦ τῆς προτάσεως ὁρισμοῦ παρελήφθησαν εἰδικώταται διαφοραὶ μηδενὶ ἄλλῳ ὑπάρχουσαι; τοῦτο γὰρ καὶ ἐξ ἀνάγκης ὤφειλεν ὑπάρχειν τῷ ὄντως ὁρισμῷ. ταύτῃ οὖν τὸ κατά τινος μόνῳ τῷ ἀποφαντικῷ λόγῳ ὑπάρχον παρείληπται εἰς τὸν τῆς προτάσεως ὁρισμόν· τὸ γὰρ καταφατικὸς ἢ ἀποφατικός, εἰ μὲν ὡς ἓν ἄμφω λάβωμεν, οὐκ ἔσται ἐπ’ ἔλαττον τῆς προτάσεως ἀλλ’ ἐξισάζει. τὸν γὰρ ‘ἤ᾿ σύνδεσμον οὐ διαζευκτικὸν ἀλλὰ παραδιαζευκτικὸν ληψόμεθα ἀντὶ τοῦ ‘καί’, ἵνα ἄμφω κτὰ τοῦ γένους κατηγορῆται τῆς ἀποφάνσεως ἢ προτάσεως· ἡ γὰρ ἀπόφανσις, ἤτοι ἡ πρότασις, καταφατική ἐστι καὶ ἀποφατική· δέδεικται γὰρ ἐν Εἰσαγωγαῖς ὡς αἱ ἀντικείμεναι διαφοραὶ ἐν τῷ γένει εἰσίν, ἀλλὰ μόνον δυνάμει, οὐ καὶ ἐνεργείᾳ. εἰ γὰρ μὴ ὡς ἓν ἄμφω λάβωμεν καὶ μίαν διαφορὰν ἀλλὰ διαζευκτικῶς, οὐ συστατικαὶ ἔσονται τοῦ γένους διαφοραὶ ἀλλὰ διαιρετικαί· ἐν δὲ τοῖς ὁρισμοῖς οὐ τὰς διαιρετικὰς τῶν ὁριστῶν διαφορὰς παραλαμβάνομεν ἀλλὰ τὰς συστατικάς. οἷον τοῦ ζῴου συστατικαὶ μὲν διαφοραὶ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· διὰ μὲν γὰρ τοὐ ἐμψύχου [*](2 γενῶν Q 3 εἰδικωτέρας Q 3. 4 περιλαμβάνεσθαι Vt 4 τοῖς ὑποκειμένοις Q ἑτέρω Q 6 μόνοις scripsi: μόνως libri 7 ὑπάρχει Vt 8 καὶ prius om. Vt τῶ Q: τὸ Vt τὸ prius e τῶ Corr., ut videtur Q1 τὸ alt. om. t 10 λέγομεν Vt cf. p. 21,4 κύκλος om. Vt 11 τοῦ prius Q: τῶν Vt 11. 12 πρὸς τὴν περιφέρειαν delevi 12 ἀλλήλοις V εἰσίν Vt: εἰσί. καὶ τοίνυν Q τελευταίας in ras. Q 13 καὶ om. t 14 οὖν V 16 γὰρ Q: οὖν: V γοῦν t 17 χρεμετίζων V τὸ χρεμετιστικὸν Vt 20 ὑπάρχειν ὤφειλε Q 21 ἀπ’ κτικῶ Q 22 καταφατικὸς ἢ ἀποφατικὸς ex Arist. Waitz Org. I 29: καταφατικόν ἀποφατικὸν QV: καταφατικῶς ἢ ἀποφατικῶς t 23 λάβομεν V ἔστιν V ’ ἢ] εἰ V διαζευτικὸν V παραδιαζευκτικὸν t: παραδιαζευτικὸν V: παραζευκτικὸν 25 post, ἢ add. τῆς V 26 ἡ alt. om. Q 27 ἐν Εἰσαγωγαῖς] p. 11,3 sq. post 28 μόνον colloc. Q 28 ἀλλὰ—οὐ scripsi: οὐ—ἀλλὰ libri 29 καὶ μ om. Q διαζευτικῶς V 30. 31 διαφορὰς τῶν ὁριστῶν Vt 31. 32 μὲν συστατικαὶ Vt)
18
διακρίνεται τῶν ἀψύχων, διὰ δὲ τοῦ αἰσθητικοῦ τῶν φυτῶν· διαιρετικαὶ δὲ [*](VIv) τὸ λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον· καὶ δῆλον ὅτι αἱ πρῶται εἰς τὸν ὁρισμὸν παραλαμβάνονται, οὐχ αἱ ὕστεραι. ὥστε καὶ ἐπὶ τῶν προκειμένων, λέγω δὴ τῆς προτάσεως, ἤτοι τοῦ ἀποφαντικοῦ λόγου, εἰ ὡς συστατικὴν διαφορὰν παραληψόμεθα τὸ καταφατικὸν ἢ ἀποφατικόν, ὡς ἕν τι τὸ συναμφότερον δεκτέον· εἰ γὰρ διαζευκτικῶς ἀκούσομεν, διαιρετικαὶ ἔσονται τῆς προτάσεως διαφοραί, οὐ συστατικαί· ὡς ἓν δὲ ἀκουόντων ἐξισάζει. εἰ δέ τις καὶ μὴ παραδέξοιτο ταύτην τὸν ἐξήγησιν, ἀλλὰ διαζευκτικῶς εἰρῆσθαι φαίη τὸ καταφατικὸς ἢ ἀποφατικός, οὐδὲ οὕτως ἐλεγχθήσεται ὁ ὁρισμός· οὐ γὰρ εἰς τὸν ὁρισμὸν συντελεῖν ταῦτα φήσομεν ἀλλ’ εἰς διάκρισιν τῶν διαφόρων τῆς προτάσεως εἰδῶν. ἤρκει γὰρ καὶ οὕτως ὁρίσασθαι, ὅτι πρότασίς ἐστι λόγος τινὸς κατά τινος· ἀλλ’ ἐπεὶ μὴ μονοειδεῖς εἰσιν αἱ προτάσεις (διαιροῦνται γὰρ εἴς τε τὰς καταφατικὰς καὶ ἀποφατικάς), εἰς διάκρισιν τῶν διαφόρων εἰδῶν προσέθηκε τὸ καταφατικὸς ἢ ἀποφατικός, ὡς εἴ τις καὶ τὸν ἀριθμὸν ὁριζόμενος διορίσοιτο μὲν ὡς ἔστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, εἶτα τὰ εἴδη τούτου σημᾶναι βουλόμενος προσθῇ τὸ ἄρτιον ἢ περιττόν, οὐ πρὸς σύστασιν τοῦ γένους, φημὶ τοῦ ἀριθμοῦ, ἀλλὰ πρὸς διαίρεσιν. ὥστε κατὰ ταύτην τὴν ἐξήγησιν τὸ ἑξῆς εἶναι οὕτως· λόγος τινὸς κατά τινος καταφατικὸς ἢ ἀποφατικός’. καὶ ὅτι γε προσφυὴς καὶ ἡ τοιαύτη ἐξήγησις καὶ τῆς προτέρας προσφυεστέρα, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φησιν;

p. 24a17 Οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος.

Oὐδέποτε γὰρ ἐν ὁρισμῷ διαζευκτικὸς παραλαμβάνεται σύνδεσμος· τὰ [*](VIIr) γὰρ ἐν τῶ ὁρισμῷ παραλαμβανόμενα παντὶ τῶ ὁριστῷ πάντα ὑπάρχει· παντὶ γὰρ ἀνθρώπῳ καὶ τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὐ πάσῃ δὲ προτάσει τὸ καταφατικὸν καὶ ἀποφατικὸν ἢ τὸ καθόλου καὶ ἐν μέρει καὶ ἀδιόριστον. διαίρεσις ἄρα τοῦτό ἐστι προτάσεως καὶ οὐ συστατικαὶ διαφοραί, εἰ μὴ ὡς ἕν, ὅπερ εἶπον, ληφθείη. ἀλλ’ οὐδὲ ἅμα παραλαμβάνεσθαι δύναται, διότι, ὡς ἤδη εἶπον, ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων ἑκάστῳ τῶν ὑπὸ τὸ ὁριστὸν εἴτε εἰδῶν, εἰ γένος εἴη τὸ ὁριστόν, εἴτε ἀτόμων, εἴπερ εἶδος εἴη εἰδικώτατον, ὑπάρχειν ὀφείλει. οἷον ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, καὶ παντὶ ζῴῳ ὑπάρχει τὸ εἶναι οὐσίαν καὶ ἔμψυχον καὶ αἰσθητικόν· ὁμοίως καὶ ὁ τοῦ ἀνθρώπου ὁρισμὸς παντὶ τῶν ὑπὸ τὸν ἄνθρωπον ἀτόμων καὶ τῶν ἐν τῷ ὁρισμῷ ἕκα- [*](2 τὸ om. Vt καὶ (ante ἀλ. et ante θν.) om. Vt 3 οὐχὶ V 4 εἰ QV: ἢ t 6 δεικτέον Vt δὲ Q ἀκούσωμεν t 7 ἐξιζάζει V 8 τις om. Vt παραδέξοιτο] ἐξ corr. nescio uncle Q1: παραδέξαιτο b 9 καταφατικὸς κάτα supra ἄπο deletum scr.) ἢ ἀποφατικὸς V: καταφατικὸν ἢ ἀποφατικὸν Q: καταφατικῶς ἢ ἀποφατικῶς t ἐλεχθήσεται pr. Q, ex ἐλελεχθήσεται corr. V 10 post ὁρισμὸν del. οὕτως φ Q1 11 εἰδῶν προτάσεως Q 11. 12 ἔστι πρότασις Vt 12 ἐπειδὴ Q 14 καταφατικῶς ἢ ἀποφατικῶς (quod correxit Waitz l. c.) Qt 15 post ἔστι add. ποσὸν Q 17 post ἢ add. τὸ t 19 καταφατικῶς ἢ ἀποφατικῶς t 26 καὶ Q: ἢ Vt 29 ὡς om. Vt 30 τῶν V: τὸ Qt 30. 31 εἶδος εἴτε Q 31 εἴπερ Vt: εἴτε Q εἴη alt. om. Q 31 τῶν (ante ἄνθp.) V)

19
στὸν, ὡς ἔφθην εἰπών. ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως τῶν ὑπὸ [*](VIIr) τὴν πρότασιν οὐκέτι τοῦτο συμβαίνει· εἰ γὰρ ὑφ’ ἓν λάβωμεν τὸ καταφατικὸν καὶ ἀποφατικόν, ἐπ’ οὐδενὸς ἁρμόσει, οὔτε ἐπὶ τῆς καταφάσεως φημι οὔτε ἐπὶ τῆς ἀποφάσεως· ὁμοίως δὲ οὐδὲ τὸ καθόλου καὶ ἐν καὶ ἀδιόριστον. ὥστε διαιρετικῶς τοῦτο ἀκουστέον, ἵνα ὁ μὲν ὅρος τῆς προτάσεως εἴη λόγος τινὸς κατά τίνος, διαίρεσις δὲ αὐτῆς ταύτης κατὰ μὲν τὸ ποιὸν κατάφασις ἢ ἀπόφασις, κατὰ δὲ τὸ ποσὸν καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος. τούτου δὲ οὕτως ἔχοντος οὐκέτι χώραν ἡ ἀπορία ἕξει ἡ λέγουσα τὰς διαφορὰς τὰς ἐν τῷ ὁρισμῷ παραληφθείσας, τὸ καταφατικόν φημι καὶ τὸ ἀποφατικὸν καὶ τῶν ἑξῆς ἕκαστον, ἐπ’ ἔλαττον εἶναι τοῦ ὁριστοῦ. οὐδὲ γὰρ εἰς τὸν ὁρισμὸν αὐτῆς τῆς προτάσεως παρελήφθησαν, ἀλλ’ εἰσὶν αὐτῆς διαιρετικαί. μόνη δὲ παρείληπται ἡ τὶ κατά τινος, ἥτις ἐξισάζει τῇ προτάσει· πάσῃ γὰρ προτάσει καὶ μόνῃ τοῦτο ὑπάρχει. εἰ δὲ λέγοι τις ὅτι ἀλλ’ ἔδει, ὥσπερ ἐπὶ τῶν ἄλλων ὁρισμῶν, εἰ καὶ εἰδικώταται διαφοραὶ παραλαμβάνονται, ἀλλ’ οὖν καὶ κοιναί εἰσιν, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητόν, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ τῆς προτάσεως καὶ κοινοτέρας τινὰς εἶναι διαφοράς, ἴστω ὅτι ἐπὶ μὲν τῶν ἄλλων εἰδῶν τῶν ὑπὸ τὰ γένη ἦσάν τινες κοιναὶ πλειόνων εἰδῶν διαφοραί, ὡς τὸ λογικὸν ἀνθρώπου καὶ ἀγγέλου, ἐνταῦθα δὲ οὐκ ἐχορήγησεν ἡμῖν τὸ τοιοῦτον ἡ φύσις· εὐθὺς γὰρ μετὰ τὸ γένος, τὸν λόγον. τὰ εἴδη εἰσὶ μηδενὶ μέσῳ κοινοτέρῳ διειργόμενα εἰ μὴ μόναις ταῖς εἰδικωτάταις διαφοραῖς, αἷς ἕκαστον τῶν ὑπὸ τὸν λόγον εἰδῶν χαρακτηρίζεται. ἀλλὰ πάλιν ἡμῖν ὁ περὶ τῆς διαφορᾶς προσίσταται ὁρισμός, εἴπερ ἐστὶ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον”· οὐδὲ γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται τὸ τὶ κατά τινος, εἴπερ ἐξισάζει τῷ ὁριστῷ. φημὶ οὖν καὶ πρὸς τοῦτο ὅτι πρῶτον μὲν ἡ αὐτή ἐστιν ἀπορία καὶ ἐπὶ τῶν ἄλλων εἰδικωτάτων διαφορῶν, οἷον τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ ἐπὶ ἀνθρώπου, τοῦ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι ἐπὶ τοῦ κύκλου. ἄλλως τε ἐνταῦθα οὐδὲ τοῦτο ἕπεται. ἡ γὰρ πρότασις ὑπάλληλόν ἐστι γένος διαιρούμενον εἰς εἴδη τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν· ἑκάστῃ δὲ τούτων προσαρμόζει τὸ τὶ κατά τινος. ὥστε ἐνταῦθα μὲν κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται τὸ τὶ κατά τινος· τὸ μέντοι νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ μόνου ἐστὶν ἀνθρώπου εἰδικωτάτη διαφορά, οὐ κατὰ διαφερόντων τῷ εἴδει ἀλλὰ κατὰ διαφερόντων τῶ ἀριθμῷ κατηγορεῖται· ὁμοίως καὶ ἐπὶ τοῦ κύκλου τὸ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι. μήποτε οὖν κάλλιόν ἐστιν οὕτως ὁρίζεσθαι τὴν διαφοράν, ὅτι τὸ κατὰ πλειόνων καὶ διαφερόντων ἢ τῷ εἴδει ἡ τῷ ἀριθμῷ ἐν τῷ ὁποῖον τί [*](2 post γὰρ add. καὶ t λάβομεν t 4 οὐδὲ Qt: ἐπὶ V 7 an καταφατικι ἀποφατικός? 8 ἀδιόριστος ex Αrist. scripsi: ἀδιόριστον libri 10 τὸ om. Vt ὁρισμοῦ V 12 ἐξιζάζει V 13 λέγει Vt 14 ἔδει om. Vt ἀλλὰ, om. οὖν, Q 16 καὶ prius om. Vt 17 post ἴστω add. ὡς Q post del. εἰ Q1 21 μόνον Vt 22 προίσταται Vt 23 τὸ κατὰ κτλ.] Porph. Isag. p. 11,7 post εἴδει add. καὶ Vt ποῖόν Vt ante φημὶ del. λέγ’ Q1 26 ὅτι om. t post μὲν add. ἐστιν V 36 τὸ om. Q ἢ prius om. Q ποῖόν Vt)
20
ἐστι κατηγορούμενον. εἰ δὲ καὶ οὗτος ὁ ὅρος μὴ ἐφαρμόσει ταῖς εἰδικωτάταις [*](VIIr) ταῖς διαφοραῖς, ἀλλ’ οὖν οἱ ἄλλοι ὅροι ἐφαρμόσουσι, “διαφπρά ἐστιν ᾗπεριτ- τὸ εἶδος τοῦ γένους”.

Τινὸς κατά τινος. τινὰ τῶν ἀντιγράφων καὶ τινὸς ἀπό τινος ἔχει. ἀλλ’ ἄμεινον τὸ πρῶτον μόνον. εἰ δέ τις εἴποι ‘ἀλλὰ μόνης τῆς καταφάσεως ὁ ὁρισμὸς εὑρίσκεται· δοκεῖ γὰρ τὸ κατά τινος μὴ ἁρμόζειν τῇ ἀποφάσει· αὕτη γὰρ διὰ τὸ διαιρεῖν μᾶλλον ἂν καλοῖτο τινὸς ἀπό τονος’, ἐροῦμεν ὅτι τὸ τινὸς αὐτὸν μόνον· τὸν κατηγορούμενον ὅρον δηλοῖ, τὸ δὲ κατά τινος τὸν ὑποκείμενον. εἰ οὖν καὶ ἡ ἀπόφασις ἐκ τούτων συνέστηκε, δῆλον ὡς καὶ περὶ ταύτης ἂν εἴη διειληφώς· λέγομεν γάρ τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

p. 24a18 Ἐν μέρει δὲ τὸ τινὶ ἢ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν.

Τί δήποτε τὴν μὲν μερικὴν καταφατικὴν μιᾷ φωνῇ ἐσήμανε, τὴν δὲ μερικὴν ἀποφατικὴν δύο φωναῖς, τῷ τε μὴ τινὶ καὶ τῷ μὴ παντί; λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἡ μερικὴ ἀποφατική, ὡς ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, δύο προτάσεσι μάχεται, τῇ τε τὶς καὶ τῇ πᾶς, ἀλλὰ τῇ μὲν τὶς ὡς αὐτὸ τοῦτο τὸ μερικὸν ἀναιροῦσα ὅπερ κατέφησεν ἡ ἰδία αὐτῆς κατάφασις, τῇ δὲ πᾶς μάχεται ὡς ἀντιφατικ‘ῶς αὐτῇ ἀντικειμένη, καὶ ὀνόματα μὲν δύο, πρᾶγμα δὲ ἕν.

p. 24a19 Ἀδιόριστον δὲ τὸ ὑπάρχειν ἡ μὴ ὑπάρχειν καθόλου ἢ κατὰ μέρος, οἷον τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ τὸ τὴν ἡδονὴν μὴ εἲμαι ἀγαθόν.

Παραδοὺς ἡμῖν περὶ τῆς καθόλου προσδιωρισμένης καὶ τῆς μερικῆς προσδιωρισμένης νῦν παραδείγματα λέγει τῆς ἀπροσδιορίστου προτάσεως τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην· αὕτη γὰρ ἀπροσδιόριστός ἐστι πρότασις· οὐ γὰρ πρόσκειται εἴτε πάντων τῶν ἐναντίων ἢ τινῶν, καὶ εἴτε οὐδεμία ἡδονὴ ἀγαθὸν ἢ οὐ πᾶσα, ἀλλ’ ἀπροσδιόριστον ἔχει τὴν ἠπόρησαν δέ τινες | πῶς ἀπροσδιορίστων προτάσεων ὑποδείγματα VIIv θεῖναι βουληθεὶς εἶπε τῶν ἐναντίων μίαν εἶναι τὴν ἐπιστήμην ἢ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν μετὰ τῶν ἄρθρων τοὺς ὅρους θείς· δοκοῦσι [*](1 οὕτως pr. Q, corr. Q1 ἐφαρμόσει V: ἐφαρμόσῃ corr. ex ἐφαρμόσειν Q1: ἐφαρμόσοι 2 ὅροι om. Q ante διαφορά addiderim οἷον; an aliae definitiones exciderunt? διαφορά κτλ.] Porph. Isag. p. 10,22 7 διαιροῦν t καλῆται Q 8 ὅρον superscr. Q1 9 τούτων scripsi: τούτου libri 10. 11 λέγομεν—μὴ ὑπάρχειν λέγω δὲ καθόλου μὲν τὸ παντὶ ἢ μηδενὶ ὑπάρχειν sequenti lemmati continuata t 12 lemma om. Q ἢ μὴ τινὶ t Arist.: om. V 13 καταφατικὴν corr. Q1: κατάφασιν Vt, pr. Q 14 φωναὶ V τῆ—τῆ e τῶ—τῶ corr. V παντὶ— τινί V 15 ἐν τῶ Περὶ ἑρμ’.] c. 7 p. 17b16 sq. 16 μάχεται] τ supra ’σθ’ scr. V 17 ἀναιροῦντα V 19 post δὲ add ἐστιν Q 26 πρόκειται V εἴτε prius om. Vt ἤ Vt: εἴτε Q τινος Vt 27 ἔχουσα Vt 28 παραδείγματα Q 29 βουλόμενος Q post εἶπε add. τὸ t 30 τιθείς Vt)

21
γὰρ τὰ ἄρθρα ἰσοδυναμεῖν τοῖς καθόλου προσδιορισμοῖς, καὶ οὕτως ἐν τῷ [*](VIIv) Περὶ ἑρμηνείας ἐδόκει λέγεσθαι. φημὶ οὖν ὅτι οὐ παντάπασι τὰ ἄρθρα τοῖς προσδιορισμοῖς τὴν αὐτὴν ἔχουσι δύναμιν· τοῦτο γὰρ οὐκ ἔστιν ἀληθές, ἐπεί τοί γε, εἰ τοῦτο ἦν, ὁπηνίκα τις εἴπῃ ὅτι ὁ Σωκράτης φιλόσοφός ἐστι, τοῦτο λέγει, ὅτι πᾶς Σωκράτης φιλόσοφός ἐστιν. εἰ τοίνυν τοῖς καθ’ ἕκαστα ὅροις δυνατὸν τὰ ἄρθρα προσάπτειν, τοὺς δὲ προσδιορισμοὺς ἀδύνατον, οὐκ ἄρα ἀληθὲς δύνασθαι ταὐτὸν τοῖς προσδιορισμοῖς τὰ ἄρθρα. ἀλλ’ ἐπὶ μὲν τῶν καθ’ ἕκαστα ὅρων οὐδὲν ἄλλο σημαίνουσιν ἢ ἀναφορὰν καὶ τὸν προεγνωσμένον ἡμῖν φέρε Σωκράτην ἢ ὁντινοῦν· ἐπὶ δὲ τῶν καθόλου ὅρων ἔοικεν, ὡς καὶ ἐν τοῖς εἰς τὸ Περὶ ἑρμηνείας ὁ ἡμέτερος εἶπε διδάσκαλος, αὐτὴν τὴν φύσιν καὶ τὴν ἰδέαν τοῦ ἀνθρώπου δηλοῦν ἢ οὑτινοσοῦν. ὅταν γὰρ λέγωμεν ‘ὁ ἄνθρωπος ζῷον’, τί ἄλλο φαμὲν ἢ ὅτι αὐτῇ τῇ ἀνθρωπείᾳ φύσει ὑπάρχει τὸ εἶναι ζῴῳ; ὅταν μέντοι ‘πᾶς ἄνθρωπος ζῷον’, τὰ ὑπὸ τὸ εἶδος δηλοῦμεν ἄτομα. ὥστε ἀπροσδιόριστος μὲν ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον καὶ ‘ἄνθρωπος ζῷον’ ἐκτὸς τοῦ ἄρθρου, ἀλλ’ ἡ μὲν αὐτὸ τὸ καθόλου εἶδος ζῷον εἶναί φησιν ἡ μετὰ τοῦ ἄρθρου, ἡ δὲ μέρος τι τῶν ὑπὸ τὸ εἶδος. ἀμέλει ὅτι μὲν ὁ ἄνθρωπος λευκός ἐστιν ἢ γραμματικός, οὐκ ἀληθές. ἐκτὸς δὲ τοῦ ἄρθρου ‘ἔστιν ἄνθρωπος λευκός, ἔστιν ἄνθρωπος γραμματικός’ ἀληθές. ὥστε κἀν μετὰ τοῦ ἄρθρου εἶπε τὸ τῶν ἐναντίων καὶ τὸ τὴν ἡδονήν, ἀπροσδιορίστοις ἐχρήσατο ταῖς προτάσεσιν.

p. 24a22 Διαφέρει δὲ ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς.

Τὸν ὁρισμὸν πάσης προτάσεως κοινὸν ἔμπροσθεν ἀποδεδωκὼς νῦν τὰς διαφορὰς αὐτῶν παραδίδωσι λέγων εἶναι τῶν προτάσεων τὴν μὲν ἀποδεικτικὴν τὴν δὲ διαλεκτικήν· παρέλειπε δὲ τὴν σοφιστικὴν ὡς διὰ παντὸς ἄχρηστον οὖσαν.. λαμβάνει δὲ διαφορὰς δύο, μίαν μὲν ἐκ τῆς χρήσεως τῆς ἡμετέρας, ἑτέραν δὲ ἐκ τῆς φύσεως τῶν πραγμάτων· ἐκ μὲν τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ μὲν διαλεκτικὸς οὐ πάντως τἀληθῆ λαμβάνει ἀλλὰ τὰ δοκοῦντα τοῖς προσδιαλεγομένοις, εἴτε ἀληθῆ εἴη εἴτε ψευδῆ, ὁ δὲ μόνα τἀληθῆ, κἄν μηδενὶ δοκῇ· ἐκ δὲ τῆς χρήσεως, ὅτι ὁ μὲν διαλεκτικὸς τὴν ὅλην ἀντίφασιν ἐρωτᾷ καὶ ὃ ἂν δόξῃ τῷ προσδιαλεγομένῳ λαβὼν ἐκ τούτου εἰς ἀντίφασιν αὐτὸν ἀπάγει εἰς γὰρ δόξαν ὁρῶν κατα- [*](1. 2 ἐν τῶ Περὶ ἑρμ’·] c. 14 p. 24a3 sq. 2 οὐ om. V 3 ἀληθές] η e λ corr. 4 τοι γε om. Q εἴπῃ t cf. p. 17,10: εἴποι QV σοκράτης Q 5 φιλόσοφός ἐστιν om. Vt 5—8 (κα)θέχαστα—(κδύ)νατον—άληιθἐς) (κα)θέκαστα—(αδύ)νατον—ἀλη(θὲς)—(τοῖς) κα)θέχαστα] unc. inch in lac. expl. Q2 (post τοῖς lac. VIII fere litt. usque ad finem) 7 τὸν αὐτὸν τρόπον δύνασθαι Q 10 καὶ om. Q ἐν τοῖς εἰς τὸ Περὶ ἑρμ’.] p. 269,14 11 ὁτινοσοῦν V 12 αὐτὴ om. Vt 13 εἶναι ζῶον 11 μὲν om. Q 15 καὶ ἄνθρωπος ζῶον om. Q τοῦ om. Q 16 φημὶ V ἡ prius corr. ex ὡς Q2 17 ὁ om. V 18 τοῦ om. V ἀληθές om. QVt 19 τὸ alt. om. Q 23 post μὲν add. αὐτῶν Vt φύσεως t 26. 27 ἐκ μὲν—πραγμάτων om. Vt 27 τὰ ἀληθῆ Q itemque vs. 29 29 ’ληθῆ supra τὰ ψευδῆ scr. V δοκεῖ t 30 ἐὰν Vt 31 τούτων Vt αὐτὸν superscr. V ἐπάγει t: ἐρωτᾶ ἐπάγει V)

22
βάλλειν ἀεὶ βούλεται τὸν προσδιαλεγόμενον, ὁ δὲ ἀποδεικτικὸς πρὸς τὴν [*](VIIv) ἀλήθειαν βλέπων ἀεὶ οὐκ ἐρωτᾷ, ἀλλὰ τὸ δοκοῦν αὐτῷ καὶ ἀληθὲς λαμβάνει, καὶ οὔτε τὴν ὅλην ἀνιίφασιν λαμβάνει ἀλλὰ τὸ ἕτερον μόριον τὸ ἀληθές. ἄξιον δὲ ζητῆσαι διὰ τί ἐν τῷ προλαβόντι βιβλίῳ τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων διαλεχθεὶς πάλιν ἐνταῦθα τί ἐστι πρότασις ἡμᾶς διδάσκει. φαμὲν οὗν, ὡς ἤδη εἴρηται, ὅτι ἀπόφανσις, πρότασις, πρόβλημα, συμπέρασμα, ἔνστασις τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ δὲ σχέσει μόνον διαφέρουσιν. φέρε γὰρ τὸ ἰὴ ψυχὴ ἀθάνατος’· πάντα ταὐτά ἐστιν· ἡνίκα μὲν γὰρ ὡς ἀποφαινόμενος λέγω, καλεῖται ἀπόφανσις, ὅταν δὲ ὡς μέρος συλλογισμοῦ, πρότασις· καὶ γὰρ τοὺς συλλογισμούς φαμεν ἐκ δύο προτάσεων συγκεῖσθαι τοὐλάχιστον· ὅταν δὲ ὡς ἀπορῶν τις οὕτως εἴπῃ ‘ἆρα ἡ ψυχὴ ἀθάνατος;’, τότε πρόβλημα λέγεται· ὅταν δὲ ἐκ συλλογισμοῦ συναχθῇ, τότε συμπέρασμα· ὅταν δέ τινος ἀναδείξαντος, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἐνστῇ ἄλλος καὶ εἴπῃ ὅτι οὐκ ἀθάνατος, τότε ἔνστασις. ἐν μὲν οὖν τῷ Περὶ ἑρμηνείας ὡς περὶ ἀποφάνσεως διελέγετο, ἐνταῦθα δὲ ὡς περὶ μέρους συλλογισμοῦ.

p. 24a24 Οὐ γὰρ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων.

Λαμβάνει, ἀφ’ ἑαυτοῦ δηλονότι, ὥσπερ εἴρηται, τῆς ἀληθείας ἀντιποιούμενος, κἂν μὴ δοκὴ τῷ ἀκροατῇ ἢ μηδ’ ὅλως ᾖ ἀκροατής· λήψεται γάρ, εἰ τύχοι, ὁ ἀποδεικτικὸς ὅτι ὁ ἥλιος μείζων τῆς γῆς ἐστι, καὶ εἰ πολλοῖς δοκεῖ ποδιαῖος εἶναι, οὐχ ὡς ὁ διαλεκτικὸς βουλόμενος ἀεὶ κρατεῖν τοῦ προσδιαλεγομένου ἐκ τῶν παρ’ αὐτοῦ ὁμολογουμένων, ἄν τε ἀληθῆ εἴη ἄν τε ψευδῆ.

p. 24a25 Ἡ δὲ διαλεκτικὴ ἐρώτησις ἀντιφάσεως ἐστι.

Τί δήποτε ἐν τῷ Περὶ ἑρμηνείας λέγων τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν εἶναι τοῦ ἑτέρου μορίου τῆ ἀντιφάσεως, ἐν οἷς φησιν ἡ διαλεκτικὴ ἐρώτησις ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου ἀντιφάσεως”, ἐνταῦθα τοὐναντίον λέγει; τὴν γὰρ ὅλην ἀντίφασίν φησιν ἐρωτᾶν τὸν διαλεκτικόν. λέγομεν οὖν ὅτι οὐκ ἔστι ταῦτα ἐναντία· καὶ γὰρ καὶ ὅλην δεῖ ἐρωτᾶν τὴν ἀντίφασιν τὸν διαλεκτικὸν καὶ οὐχ ὅλην ἀλλὰ τὸ ἕτερον μόριον· ἐνεργείᾳ μὲν γὰρ τὸ ἕτερον μόριον ἐρωτᾷ, δυνάμει δὲ τὴν ὅλην ἀντίφασιν. ὅτι δὲ τοῦτο βούλεται ὁ φιλόσοφος, δῆλον ἐντεῦθεν· αὐτός φησιν ὅτι δεῖ τὴν διαλεκτικὴν ἐρώτησιν οὕτω προφέρεσθαι ὡς διδόναι τῷ [*](1 post προσδιαλεγάμενον add. καὶ εἰς ἀντίφασιν αὐτὸν περιάγειν Vt 2 ἀεὶ om. Vt 3 an οὐδὲ? at cf. Ind. 4 τῶ alt. Y: τοῦ Q: ἐν τῶ Vt 5 ἐνταῦθα om. V 6 εἴρηται] p. 11,25 7 ἔνστασις] ν postea add. Q1 σχέσει δὲ Q 9 ἀποφαινόμενοι λέγωμεν Q cf. p. 25,18.19 11 post τις add. ἐρωτῶν Vt εἴποι V 12 τότε prius Q: τοῦτο Vt τότε alt. om. Vt 13 ἀντιστῇ Q 14 εἴποι V ὅτι om. Q τότε om. Vt ὡς om. Qt 15 ὡς μέρος Vt 16 ἀποδεικτικός Q 19 ὅτι om. Vt ἐστι τῆς γῆς Q 20 post τοῦ del. ἀποδεῖ Q1 21 post ὁμολ. add. λαμβάνει Vt 23 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 24 post ἡ add. δὲ Qt 27 ὅτι om. V 28 καὶ prius om. Q τόν διαλεκτικὸν om. Vt 31 διδοὺς Vt)

23
προσδιαλεγομένῳ διὰ μόνης τῆς κατανεύσεως ἢ ἀνανεύσεως τὸ βούλημα ἤμα [*](VIIv) ἑαυτοῦ ἡμῖν ἐμφαίνειν. τούτῳ γὰρ καὶ διαφέρει ἡ διαλεκτικὴ ἐρώτησις τῆς πυσματικῆς, ὅτι πρὸς μὲν τὴν διαλεκτικὴν ἐρώτησιν ἀρκεῖ ἢ τὸ ναὶ ἢ τὸ οὒ ἀποκρίνεσθαι, οἷον ‘πότερον ἡ ψυχὴ ἀθάνατος;’ πρὸς τοῦτο ἱκανὸν ἡ τὸ ναὶ ἢ τὸ οὔ· πρὸς δὲ τὰς πυσματικὰς πλείονος δεῖ λόγου, οἷον “τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;” αὕτη πυσματική ἐστιν ἐρώτησις, πρὸς ἣν πλειόνων δεῖ λόγων τῷ ἀποκρινομένῳ· ἐπάγει γοῦν [*](VIΙIr) “Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν’’. ἐὰν τοίνυν τὴν πᾶσαν ἀντίφασιν ἐρωτώμεθα ἐνεργείᾳ, οἷον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὐκ ἔστιν ἀθάνατος;’, οὐκέτι ὁ προσδιαλεγόμενος δύναται ποιεῖν τὰς ἀποκρίσεις τὰς διαλεκτικάς, αἵ εἰσι τὸ ναὶ ἢ τὸ οὔ· εἴτε γὰρ ναὶ εἴποι εἴτε οὔ. οὐκ οἶδεν ὁ ἐρωτήσας ποίῳ μορίῳ τῆς ἀντιφάσεως συγκατέθετο ἢ ἀπεῖπεν. ὅτι δὲ δυνάμει ἐν τῷ ἑτέρῳ μορίῳ τῆς ἀντιφάσεως καὶ τὸ ἕτερον ἐρωτᾷ ὁ διαλεκτικός, δῆλον ἐξ ὧν πολλάκις πρὸς τὸ μὴ ἐνεργείᾳ ἐρωτηθὲν μόριον ἀπαντᾷ ὁ ἀπο·κρινόμενος· ὅπερ οὐκ ἄν ἐγένετο, εἰ μὴ ἐνῆν ἐν τῇ ἐρωτήσει δυνάμει ἡ πᾶσα ἀντίφασις· ἐρωτωμένου γὰρ ὅτι ‘πότερον ἡ ψυχὴ ἀθάνατος;’ ἀποκρίνεται πολλάκις ὁ προσδιαλεγόμενος ὅτι οὔ.

p. 24a25 Οὐδὲν δὲ διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν· καὶ γὰρ ὁ ἀποδεικνύων καὶ ὁ ἐρωτῶν συλλογίζεται.

Σκοπὸν ἔχων ὁ φιλόσοφος διαλαβεῖν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ, ὑπὸ φιλοτιμίας ἡμῖν νῦν παρεδίδου τὴν διαφορὰν τῆς ἀποδεικτικῆς προτάσεως καὶ τῆς διαλεκτικῆς. γνοὺς οὖν ὅτι τὰ νῦν ὑπ’ αὐτοῦ ζητούμενα οὐδὲν συμβάλλεται εἰς τὸν ἀπλῶς συλλογισμόν, τούτου χάριν προσέθηκε τοῦτο νῦν, ὅτι οὐδὲν διαφέρει πρὸς τὸ κατασκευάσαι ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν τὸ εἰδέναι εἴτε ἐρωτῶν ὁ διαλεκτικὸς συλλογίζεται ἢ μή, ὁμοίως οὐδὲ εἰ ὁ ἀποδεικτικὸς λαμβάνει καὶ οὐκ ἐρωτᾷ· οὐδὲν γὰρ ἧττον ἑκάτερος αὐτῶν συλλογίζεται, ἡμῖν δὲ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ πρόκειται νῦν διαλαβεῖν. καὶ διὰ μὲν τοὐ εἰπεῖν ὁ ἀποδεικνύων σημαίνει τὴν ἀποδεικτικὴν πρότασιν, διὰ δὲ τοῦ ἐρωτᾶν τὴν διαλεκτικήν.

p. 24a27 Λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

Ἐντεῦθεν δῆλον ὅτι τὸ κατά τινος ἐνδέχεται λαβεῖν κοινῶς ἑτε της [*](2 τοῦτο Vt διαφέρειν τὴν διαλεκτικὴν ἐρώτησιν Vt 3 ἀποκρίνασθαι Vt οἷον om. Vt 5 οἶον mrg. Q1 6 τίς πόθεν κτλ.] Hom. velut α 170 (sed Alcinous Ulixem sic non interrogat) ἦς Q: ἧς t post ἀνδρῶν add. ἄριστε Q ἐστιν Q: ἡ t: om. V 8 Ἰλιόθεν κτλ.] Hom. ι 39 πέλασεν Q πᾶσαν τὴν Q 9 ἔστιν om. Vt 10 post οὐκέτι add. ὅτι t 11 ναὶ alt. om. V εἴτε alt. Q: ἢ Vt 12. 13 συγκατέθετο—ἀντιφάσεως om. V 13 καὶ τὸ ἕτερον om. Vt 15 τῶ ἀποκρινομένῳ Q 16 πᾶσα ἡ Vt ἐρωτωμένῳ Q ἀθάνατος Vt: ἀγαθὸν Q 18 δὲ om. Q 19 post γὰρ add. καὶ Vt (Marc. 231 post συλλ. collocat Q 21. 22 προτάσεως post διαλ. collocat Q: πρότερον t om. Q 23 συμβάλλονται Vt προσέθηκε om. V 21 πρὸς om. Q 25 ἢ Vt 26 οὐκ om. Q 27 νῦν Qt: ἡμῖν V 29 an <ὁ> ἐρωτῶν? 30 λαμβάνων Q)

24
καταφάσεως καὶ τῆς ἀποφάσεως, ὅπερ ἄνω ἐλέγομεν· αὐτὸς γὰρ κοινῶς [*](VIIIr) εἰπὼν τὸ τὶ κατά τινος ὑποδιεῖλε προσθεὶς τὸ ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

p.24a30 Ἀποδεικτικὴ δέ, ἐὰν ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη.

Οὐ γὰρ ἀρκεῖ μόνον, ἐὰν ἀληθὴς ᾖ, εἰς τὸ ποιῆσαι πρότασιν ἀποδεικτικήν ὑπάρχει γάρ ποτε τοῦτο καὶ τῇ διαλεκτικῇ), [ἀλλ’] εἰ μὴ καὶ ἐκ τῶν κοινῶν ἐννοιῶν ἡ ἐκ τῶν ἐξ ἐκείνων κατασκευαζομένων ὑπάρχει. ἐξ ἀρχῆς δὲ ὑποθέσεις καλεῖ τὰς κοινὰς ἐννοίας, διότι κρείττους εἰσὶ τῶν ἀποδείξεων καὶ τιμιώτεραι, εἴπερ αὗται μέν εἰσιν αὐτόπιστοι δι’ ἑαυτάς, αἱ δὲ ἀποδείξεις διὰ ταύτας τὸ πιστὸν ἔχουσιν. ἢ διὰ τῶν ἐξ ἀρχῆς φησιν ὑποθέσεων, ἐπειδὴ ὁ ἀποδεικτικὸς συλλογισμὸς ἐπιστημονικός ἐστιν, ἑκάστη δὲ ἐπιστήμη ἰδίας ἀρχὰς ἔχει καὶ ὑποθέσεις καὶ περαιτέρω οὐ πρόεισιν· οἷον ἡ γραμματικὴ ἀρχὴν ἔχει τὰ στοιχεῖα καὶ περαιτέρω οὐ πρόεισι καὶ ἡ γεωμετρία τὸ σημεῖον καὶ ἡ ἀριθμητικὴ τὴν μονάδα. ταύτην οὖν λέγει ἀποδεικτικὴν πρότασιν τὴν ἐκ τῶν οἰκείων ἀρχῶν καὶ ὑποθέσεων εἰλημμένην καὶ μὴ ὑπερβᾶσαν τὴν τοῦ ἐπαγγέλματος ὑπόθεσιν, ὥσπερ τῷ γραμματικῷ οἰκεῖαι προτάσεις αἱ περὶ στοιχείων καὶ συλλαβῶν καὶ τῶν ἑπομένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν.

p. 24b11 Συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ καθάπερ ἐν τοῖς Τοπικοῖς εἴρηται.

Τοῦτό φησιν, οὐχ ὅτι δεῖ αὐτὸν ἐρωτήσαντα τὸ ἔνδοξον πάντως λαβεῖν ὃ γὰρ βούλεται ὁ προσδιαλεγάμενος ἀποκρίνεται καὶ ἔσθ’ ὅτε τὸ ἐναντίον τοῦ ἐνδόξου. οἷον εἰ ἐρωτήσει ‘ἆρα Σωκράτης δίκαιός ἐστιν;’, ἴσως φήσει οὔ) ἀλλὰ τῷ διὰ τῶν φαινομένων μάλιστα τῷ προσδιαλεγομένῳ ἐνδόξων δυλλογίζεσθαι ὅ τι ἄν βούλοιτο. τὸ δὲ ἔνδοξον πολλαχῶς λέγεται· ἢ γὰρ τὸ τοῖς πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείοσιν ἢ τὸ τοῖς ἐνδόξοις, καὶ ἄλλως δὲ πολλαχῶς. καὶ αὐτὸς ἐν τοῖς τοπικοῖς σαφῶς διορίζεται περὶ αὐτοῦ.

p. 24b16 Ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις.

Tῶν προτάσεων οὐ μόνον ἐξ ὑποκειμένου καὶ κατηγορουμένου οὐσῶν ἀλλὰ καὶ ἐκ τρίτου προσκατηγορουμένου καὶ τρόπου, τί δήποτε τὴν πρότασιν [*](1 ἄνω] p. 20,7 sq. 2 τὶ om. Vt ἢ τό Vt 3 ante lemma ex Arist. add. καὶ γὰρ—ὥστε ἔστι—τὸν εἰρημένον τρόπον, om. alt. ὁ et κατὰ V ἐὰν] ἂν om. Q ἐξ ἀρχῆς om. Q 5 ἀληθής] ληφθὴς sic Q 6 τῆς διαλεκτικῆς Vt ἀλλ’ delevi 8 κρείτους Q 13 πρόεισι Q: πρόεισιν ὥσπερ Vt 14 ἡ alt. om. Vt 17 στοιχείου Vt 22 τὸ om. V 23 ἐρωτήσοι t: fort. ἐρωτήσεις φημὶ V 24 τῷ prius scripsi: τὸ libri 26 τὸ alt. om. t 27 τόποις Vt ἐν τοῖς Τοπ.] I 1 p. 100b21 διορίζεται σαφῶς Q 28 ante lemma add. ex Arist. τί μὲν οὖν—καὶ τίνι—ἀποδεικτικὴ διαλεκτική, ἀκριβείας—διορίσθω τὰ νῦν V 29 οὐ μόνον om. V κατηγοριῶν V 30 προσκατηγορίαν V)

25
εἴς τε τὸν ὑποκείμενον καὶ κατηγορούμενον διαλύεσθαί φησι μόνους; καὶ [*](VIIIr) λέγομεν ὅτι κυρίως ταῦτα τὰ δύο εἰσὶ μόνα τῆς προτάσεως μέρη, τό τε περὶ οὗ ὁ λόγος καὶ τὸ περὶ ἐκείνου λεγόμενον, ὅσα δὲ ἄλλα παραλαμβάνεται ἐν τῆ προτάσει, συνδέσμου χρείαν πληροῖ. ἐπισημήνασθαι δὲ δεῖ τὸ καλῶ. οὔτε γὰρ ἐπὶ τῆς προτάσεως ἔμπροσθεν εἷπε τοῦτο, ὅτι πρότασιν δὲ καλῶ, οὔτε μὴν λέξει τὸν συλλογισμὸν ὁριζόμενος. ἔοικεν οὖν αὐτὸς τὸ τοῦ ὅρου ὄνομα τεθεικέναι, τὸ δὲ τῆς προτάσεως καὶ τοῦ συλλογισμοῦ εὑρεθῆναι καὶ παρὰ τῶν πρὸ αὐτοῦ. ὅρος δὲ καλεῖται διὰ τὸ ἐν αὐτῷ περιορίζεσθαι τὴν τοῦ συλλογισμοῦ ἀνάλυσιν· ἄχρι γὰρ αὐτοῦ ἐλθὼν ὁ ἀναλύων πέπαυται. ὡς πρὸς φιλοσόφους δὲ λέγω ἀλλ’ οὐχ ὡς πρὸς γραμματικούς, οἵτινες περὶ μόνων τῶν σημαντικῶν φωνῶν ποιοῦνται τὴν σκέψιν, οὐχὶ δὲ καὶ περὶ τῶν ἀσήμων πολλῷ γε μᾶλλον ἢ περὶ συλλαβῶν. ὁ δὲ ὁρισμὸς τοῦ μὲν κατηγορουμένου ὅρου τὸ καθ’ ἑτέρου λέγεσθαι ἢ τὸ τινὶ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, τοῦ δὲ ὑποκειμένου τὸ καθ’ οὗ ἕτερόν τι λέγεται ἢ ᾧ ἕτερόν [*](VIIIv) τι ὑπάρχειν λέγεται ἢ μὴ ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ὡρίσαντο ἕτεροι, τὸ οὐσίαν ἢ συμβεβηκὸς σημαίνειν, οὐσίαν μὲν τὸν ὑποκείμενον, συμβεβηκὸς δὲ τὸν κατηγορούμενον· ἐπεὶ καὶ ὁ ὑποκείμενος καὶ συμβεβηκὸς ἂν εἴη καὶ οὐσία, ὁμοίως δὲ καὶ ὁ κατηγορούμενος. ὅταν γὰρ εἴπω ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿, ἄμφω οὐσίαι· ὅταν δὲ εἴπω ‘τὸ λευκὸν χρῶμά ἐστιν᾿, ἄμφω συμβεβηκότα· ἐὰν δὲ εἴπω ‘τὸ λευκὸν τοῦτο ἄνθρωπός ἐστι’ συμβεβηκὸς μὲν δηλοῖ ὁ ὑποκείμενος, οὐσίαν δὲ ὁ κατηγορούμενος· ἐὰν δὲ εἴπω ‘ὁ ἄνθρωπος λευκός ἐστιν’ ἢ ‘Σωκράτης φιλοσοφεῖ’, ἀνάπαλιν οὐσίαν μὲν ὁ ὑποκείμενος, συμβεβηκὸς δὲ ὁ κατηγορούμενος. οὔτε μήν, ὡς ἕτεροι, τὸ τὸν μὲν ὑποκείμενον εἶναι δεκτικὸν προσδιορισμοῦ, οὐχὶ δὲ καὶ τὸν κατηγορύμενον· οὕτω γὰρ ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων, ἐπειδὴ ὁ ὑποκείμενος οὐκ ἐπιδέχεται προσδιορισμόν οὐ γάρ φαμεν πᾶς Σωκράτης ἢ τίς), οὐδὲ ὅρος ἂν εἴη ὅσον ἐκ τοῦ ὁρισμοῦ τούτου· δεῖ δὲ τὸν ὁρισμὸν πᾶσι τοῖς ὁριστοῖς ἐφαρμόττειν.

p. 24b17 Προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι.

Τοῦτο τὸ ῥησείδιον ὁ μὲν Ἀλέξανδρος καὶ οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἁπλούστερον ἐξηγήσαντο· σημαίνει γάρ, φησί, διὰ τούτων τὰς καταφατικὰς καὶ ἀποφατικὰς προτάσεις, διὰ μὲν τοῦ εἰπεῖν προστιθεμένου τὰς καταφατικάς, διὰ δὲ τοῦ διαιρουμένου τὰς ἀποφατικάς. αὕτη δὲ ἁπλουστέρα μᾶλλόν ἐστιν ἢ ἀληθεστέρα ἡ ἐξήγησις· ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις [*](1 μόνως Q 2 ante κυρίως add. καὶ Vt τό τε om. V 4 τῷ καλῷ t 5 ἔμπροσθε τοῦτο εἶπεν Q εἶπε] πε om. V δὲ πρότασιν V 7 εὑρέθη Vt 9 γὰρ mrg. Q1 12 τῶν om. Vt 13 τινὶ] τι om. Q 15 οὐχ] ὡς χ ἕτεροι scripsi: ἕτερος V: om. Qt 16 σημαίνειν t: σημᾶναι Q: συμβαίνειν V 17 ὁ om. V 18 et 19 εἴπωμεν v 22 post ἢ add. ὁ Q οὐσίαν] ν superscr. Q1 29 ante πp. add. ἢ V Arist. (om. i), at cf. p. 27,12 μένου Vt 30 post τοῦτο add. γὰρ V ὁ μὲν Ἀλέξ.] p. 15,26 31 imm 31. 32 τούτων—διὰ om. Q 32. 33 καὶ—καταφατικὰς om. V 33 post τοῦ add. εἰπεῖν Q 34 ἡ primum om. Q, at cf. p. 33,8)

26
ἀντικείμεναί εἰσι, καὶ εἰ ἠβούλετο αὐτὰς εἰπεῖν, δι’ ἀντικειμένων τοῦτο εἶχε [*](VIIIv) ποιῆσαι φωνῶν· ἡ δὲ πρόσθεσις καὶ διαίρεσις οὐκ ἀντικείμεναι· τῇ μὲν γὰρ προσθέσει ἀντίκειται ἡ ἀφαίρεσις, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ὥστε οὐχ ἕξει χώραν ἡ ἐξήγησις αὕτη. οἱ δέ γε ἀκριβέστεροι τῶν ἐξηγητῶν φασιν, ὡς ὁ θεῖος Ἰάμβλιχος, διὰ βραχυλογίαν ἐξ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καὶ τὸ ἀντικείμενον ἑκατέρας ἐδήλωσε· τοῦτο δὲ σύνηθες αὐτῷ ποιεῖν. ὥστε ἔσονται ἀντιθέσεις δύο, πρόσθεσις, ἀφαίρεσις, σύνθεσις, διαίρεσις. διὰ τούτων δὲ ἐδήλωσεν ἡμῖν πάσας τὰς προτάσεις τὰς παραδεδομένας ἐν τῷ Περὶ ἑρμηνείας· πᾶσα γὰρ πρότασις ἢ προστιθέμενον ἔχει τὸ ἔστιν ἢ ἀφαιρούμενον ἢ συντιθέμενον ἢ διαιρούμενον. ἐπεὶ δὲ τοῦτο οὕτως ἔχει, λάβωμεν ἐκ διαιρέσεως τὰς προτάσεις οὕτως. αἰ προτάσεις αἱ μὲν ἄνευ τρόπου εἰσὶν αἱ δὲ μετὰ τρόπου· καὶ τῶν ἄνευ τρόπου αἱ μὲν δυνάμει ἔχουσι τὸ ἔστιν, ὡς ἡ ‘Σωκράτης περιπατεῖ’, αἱ δὲ ἐνεργείᾳ, ὡς ἡ ‘Σωκράτης φιλόσοφός ἐστιν᾿· ἀμφοτέρων δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαί. τῶν δὲ μετὰ τρόπου, αἵτινες καὶ ἐνεργείᾳ τὸ ἔστιν ἔχουσιν, αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ ἐκ μεταθέσεως, καθ’ ἑκάτερον δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαί. αἱ τοίνυν ἄνευ τρόπου δυνάμει ἔχουσαι τὸ ἔστι καταφατικαὶ ἀφαίρεσιν λέγονται ὑπομεῖναι τοῦ εἶναι, ὡς ἡ ‘Σωκράτης περιπατεῖ’, διότι τῆς τελείας οὔσης προτάσεως ‘Σωκράτης περιπατῶν ἐστι’ τὸ γὰρ ῥῆμα ἀναλύεται εἰς μετοχήν) ἀφῃρέθη αὐτῆς κατὰ τὴν συναίρεσιν τὸ ἔστιν· αἱ δὲ τούτων ἀποφάσεις ἀφαίρεσιν ἔχειν λέγονται τοῦ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτης οὐ περιπατεῖ’, διὰ τὴν αὐτὴν αἰτίαν. αἱ δὲ ἄνευ τρόπου ἐνεργείᾳ ἔχουσαι τὸ εἶναι καταφατικαὶ λέγονται πρόσθεσιν ὑπομεῖναι τοῦ εἶναι, ὡς ἡ ‘Σωκράτης φιλόσοφός ἐστι’, διότι ὁ μὲν κυρίως κατηγορούμενός ἐστι φιλόσοφος, διότι δὲ δύο ὀνόματα μάτα δίχα ῥήματος οὐκ ἀπαρτίζει λόγον, προσετέθη τὸ εἶναι οὐχ ὡς μέρος προτάσεως ἀλλὰ τοῦ συνδῆσαι ἕνεκα τοὺς ὅρους· αἱ δὲ ἀποφάσεις τούτων, ὡς ἡ ‘Σωκράτης φιλόσοφος οὐκ ἔστι’, πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι διὰ τὴν αὐτὴν αἰτίαν. πάλιν αἱ μετὰ τρόπου καταφατικαὶ ἁπλαῖ, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν’ λέγουσα, σύνθεσιν λέγεται ὑπομεῖναι τοῦ εἶναι· ἡ δὲ ἐκ μεταθέσεως σύνθεσιν τοῦ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι μὴ περιπατεῖν ἢ μὴ περιπατοῦντα εἶναι’. ἡ δὲ ἀπόφασις τῆς μὲν ἁπλῆς, ὡς ἡ ‘οὐ δυνατὸν Σωκράτη φιλόσοφον εἶναι’ διαίρεσιν τοῦ εἶναι· ἡ δὲ ἀπόφασις τῆς ἐκ μεταθέσεως διαίρεσιν τοῦ μὴ εἶναι, ὡς ἡ ἰού δυνατὸν Σωκράτη μὴ περιπατεῖν’. σύνθεσιν δὲ λέγονται ἔχειν αἱ μετὰ τρόπου καταφάσεις ἁπλαῖ τε καὶ ἐκ μεταθέσεως τοῦ εἶναι ἢ μὴ εἶναι, διότι τοῦ ἔστι προϋπάρ- [*](1 ἐβούλετο Q 2 ἀντικείμενα Vt 4 γε om. Q 7 πρόθεσις V post σύνθεσις add. καὶ Q 8. 9 ἐν τῷ Περὶ ἑρμ’.] c. 10 p. 19a5 sq., c. 12 p. 21b34 sq. 9 προτιθέμενον V 10 ἢ συντιθέμενον ἢ διαιρούμενον om. Vt ἐπεί Vt: ὅτι Q τοῦτο om. V 11. 12 μετὰ—ἄνευ Vt 12 καὶ om. Q τῶν ἄνευ τρόπου om. Vt 15 τὸ εἶναι Vt εἰσιν om. Vt 16 καθέτερον Q δὲ prius om. V 19 post μετοχήν add. καὶ t: an <καὶ ῥῆμα>? cf. p. 30,19 21 post περιπατεῖ add. διότι τῆς τελείας οὔσης προτάσεως σωκράτης περιπατῶν οὐκ ἔστιν, ἀφῃρέθη αὐτῆς ἐν τῆ συναιρέσει τὸ ἔστι. καὶ τίς δεῖ τὰ πολλὰ λέγειν Q 23 πρόθεσιν V itemque vs. 27 ὁ t 24 ὁ φιλόσοφός ἐστι Q 26 ἕνεκεν Q τοῦ (ante ὅp.) V ἀποφατικαὶ Q 27 ἔχει Vt post εἷναι del. πάλιν Q1 32 σωκράτους t 33 διαίρεσις V 34 ἔχειν λέγονται Q καταφατικαὶ Q)
27
χοντος ἐν ταῖς ἄνευ τρόπου προτάσεσι καὶ τοῦ τρόπου ἐπιγενομένου [*](VIIIv) συντίθεται ἡ ὅλη πρότασις· αἱ δὲ ἀποφάσεις διὰ τὴν αὐτὴν αἰτίαν διαίρεσιν του εἰνὶ ἢ μὴ εἶναι ἔχουσιν. οὐχ οὕτω δὲ ἐπὶ τῶν ἄνευ τρόπου. οὐ γὰρ προυποκειμένης τῆς προτάσεως ἡ σύνθεσις τοῦ ἔστιν ἐγένετο· οὐδὲ γὰρ τῷ ‘Σωκράτης περιπατεῖ ἢ φιλοσοφεῖ’ συντίθεται τὸ ἔστιν ὡς ἐν τῷ ‘φιλόσοφός ἐστιν ἢ φιλοσοφῶν ἐστιν’, ἄλλ’ ὅπου μὲν δυνάμει ἐστίν, ὅπου ἐνεργείᾳ, ἀναλυομένου. τοῦ ‘περιπατεῖ’ εἰς τὸ ‘περιπατῶν ἐστιν’. ἐπὶ μέντοι τῶν μετὰ τρόπου προυποκειμένων τῶν τὸ ἔστι τρίτον προσκατηγορούμενον ἐχουσῶν προτάσεων ἐπισυντίθεται αὐταῖς ὁ τρόπος, οἷον Σωκράτης φιλόσοφός ἐστιν, ἐνδεχόμενόν ἐστι Σωκράτην φιλόσοφον εἶναι. ὥστε τῷ ἔστιν ἐπισυνίθεται ὁ τρόπος, οὐκοῦν καὶ τὸ ἔστι τῷ τρόπῳ· τὸ γὰρ συντιθέμενον συντιθεμένῳ συντίθεται. συντόμως ἄρα ἀπαγγεῖλαι βουλόμενος εἶπε τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι. τὸ μὲν γὰρ ἔστι. καὶ προστίθεται καὶ ἀφαιρεῖται ταῖς προτάσεσιν, ὡς ἐπὶ τῶν ἄνευ τρόπου τῶν ἁπλῶν. καὶ συντίθεται δὲ καὶ διαιρεῖται, ὡς ἐπὶ τῶν λοιπῶν· ὁ δὲ τρόπος μόνος καὶ συντίθεται καὶ διαιρεῖται. σκόπει οὖν πῶς ἀκριβῶς ταῖς μὲν ἄνει) τρόπου ἁπλαῖς δυνάμει ἢ ἐνεργείᾳ ἐχούσαις τὸ ἔστι προστίθεσθαι ἢ ἀφαιρεῖσθαι εἴρηται τὸ ἔστι· προστίθεσθαι γὰρ λέγεται ἄλλο ἄλλῳ τῷ καὶ χωρὶς τῆς προσθήκης εἶναι δυναμένῳ, ὡς εἰ λέγοις τῷ ξέστῃ τοῦ οἴνου προστεθῆναι κύαθον ἢ ἀφαιρεῖσθαι αὐτοῦ κύαθον, συντίθεσθαι δὲ οὐκέτι. οὕτως οὖν καὶ ἐπὶ τῶν ἄνευ τρόπου προτάσεων, ἐπειδὴ καὶ χωρὶς τοῦ ἔστιν αὐτοτελής ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘Σωκράτης περιπατεῖ’ εἰκότως προστίθεσθαι λέγεται τὸ ἔστιν ἐν τῇ ‘Σωκράτης περιπατῶν ἐστι’. δι’ αὐτὸ [*](ΙΧr) δὲ τοῦτο πάλιν καὶ ἀφαιρεῖσθαι τὸ ἔστιν ἐν τῇ ‘Σωκράτης περιπατεῖ’· φυλάττει γὰρ τὸ τῆς προτάσεως εἶδος, ὡς ἡ ‘Σωκράτης περιπατῶν ἐστι᾿, τὴν τοῦ ἔστιν ἀφαίρεσιν ἐν τῷ ‘Σωκράτς Σωκράτης περιπατεῖ’. ἐπὶ δὲ τῆς συνθέσεως οὐχ οὕτως, ἀλλ’ ὅσα κατὰ σύνθεσίν τινων τὸ εἶναι ἔχουσιν, ἄνευ τῶν συνθέτων εἶναι οὐ δύνανται· οὐδὲ γὰρ λέγεται τῷ ἡμετέρῳ σώματι προστίθεσθαι τὸ θερμὸν ἡ τὸ ψυχρόν χωρὶς γὰρ αὐτῶν ὅλως εἶναι οὐ δύναται), ἀλλὰ συντίθεσθαι ταῦτα ἀλλήλοις, ἵνα γένηται τὸ σῶμα. τοιαῦται δέ εἰσι καὶ αἱ μετὰ τρόπου προτάσεις, οἷον ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν’· ἄνευ γὰρ τοῦ ἔστιν οὐ συνίσταται, ἐπειδὴ πᾶς λόγος δεῖται ὁριστικοῦ ῥήματος πρὸς αὐτοτέλειαν. ὥστε κἄν οὕτως εἴπω ‘δυνατὸν Σωκράτη περιπατεῖν᾿, ἀτελής ἐστιν ἡ πρότασις· τὸ γὰρ ἀπαρέμφατον ῥῆμα οὐκ ἀπαρτίζει λόγον. μόνως οὖν ἐνεργείᾳ τὸ ἔστι παραληφθήσεται, δυνατόν ἐστι Σωκράτη περι- [*](3 ἢ μὴ εἶναι οm V 4 οὐ Q τῶ V: τὸ Qt 5 τὸ Vt: τῶ Q ὡς om. Qt 5. 6 φιλοσοφῶν—φιλόσοφος Q 7 τοῦ περιπατεῖν ποκειμένου V: προϋποκείμενον t τῶν τὸ ἔστι Q: τοῦ ἔστι τῶν V: τὸ ἔστι τῶν 10 τὸ t 11. 12 τὸ γὰρ—συντίθεται om. Vt 12 προστιθεμένου Arist: συντι θεμένου libri 13 ἢ μὴ εἶναι om. Q γὰρ οm. V 15. 16 ὡς—διαιρεῖται om. V 19 ὤσει λέγοις om. V ἐξέστη τοῦ εἶναι V 20 ἀφαιρῆσθαι Q itemque vs. 24 οὐκ ἔστι v 22 ἐστιν om. Q 28.29 προστίθεσθαι post θερμὸν habet Q: π τίθεται V 29 ψυχρὸν—θερμόν V αὐτοῦ Q δύναται scripsi: δύνανται οὐ δύναται εἶναι Q 33 εἰς Vt 35 σωκράτην Q)
28
πατεῖν. καὶ ἐκ μεταθέσεως δὲ πᾶσαι προτάσεις πρόσθεσιν ἢ ἀφαίρεσιν [*](IXr) ἔχειν τοῦ εἶναι οὐκ ἄν λεχθεῖεν· οὐδὲ αὐτὰς γὰρ ἐνδέχεται μὴ ἔχειν τὸ ἔστιν ἐνεργεία. ὥστε ἡ συντίθεσθαι ἢ διαιρεῖσθαι λεχθεῖεν ἄν, συντίθεσθαι μὲν αἱ καταφάσεις, διαιρεῖσθαι δὲ αἱ ἀποφάσεις μετὰ τοῦ εἶναι ἢ μὴ εἶναι.

Διὰ τί μὲν οὖν ἐπὶ τινῶν μὲν προτάσεων προστίθεσθαι λέγεται ἡ ἀφαιρεῖσθαι, ἐπὶ τινῶν δὲ συντίθεσθαι ἢ διαιρεῖσθαι τὸ εἶναι ἢ μὴ εἶναι, εἴρηται. ἀλλ’ ἐπειδὴ ἡ προεκτεθειμένη διαίρεσις ἐλλιπῶς ἔχει οὔτε γὰρ τῶν ἄνευ τρόπου ἐκ μεταθέσεως μνήμην πεποίηται οὔτε τῶν μετὰ τρόπου δυνάμει τὸ εἶναι ἐχουσῶν), περὶ μὲν οὗν τῶν μετὰ τρόπου δυνάμει τὸ εἶναι ἐχουσῶν ἤδη εἴπομεν ὅτι οὐχ οἷόν τέ ἐστι μετὰ τρόπου προτάσεις δυνάμει τὸ εἶναι ἔχειν, διότι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀπαρεμφάτοις συντάττονται ῥήμασιν, ἀδύνατον δέ ἐστι χωρὶς ὁριστικοῦ ῥήματος ἀπαρτισθῆναι λόγον. καὶ διὰ τοῦτο δεῖ τοῦ ἔστιν ὁριστικοῦ ῥήματος, δυνατόν ἐστι Σωκράτη περιπατεῖν, χωρὶς εἰ μὴ οὕτως τις σχηματίσοι τοὺς τρόπους ‘ἐνδεχομένως Σωκράτης περιπατεῖ, ἀναγκαίως ὁ ἄνθρωπος ἀναπνεῖ’ ἢ καὶ οὕτως ἐξ ἀνάγκης ὁ ἄνθρωπος ἀναπνεῖ’. πρὸς τὴν προτέραν οὖν τῶν τρόπων χρῆσιν, καθ’ ἣν καὶ ἐν τῷ Περὶ ἑρμηνείας παρεδόθησαν οἱ τρόποι, εἰκότως καὶ ἐνταῦθα γέγονεν ἡ διαίρεσις τῶν δυνάμει τὸ ἔστιν ἐχουσῶν εἰς τὰς μετὰ τρόπου καὶ εἰς τὰς ἄνευ τρόπου· κἀκεῖ γὰρ πρῶται μὲν παρεδόθησαν αἱ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, ἐν αἷς δυνάμει τὸ ἔστι θεωρεῖται, δεύτερον δὲ αἱ ἐκ τρίτου προσκατηγορουμένου, αἵτινες διῃροῦντο εἴς τε τὰς ἁπλᾶς καὶ τὰς ἐκ μεταθέσεως, καὶ τρίτον αἱ μετὰ τρόπου, ἃς πάλιν καὶ αὐτὰς διῄρει εἴς τε τὰς ἁπλᾶς καὶ τὰς ἐκ μεταθέσεως. διὰ τί μὲν οὗν μὴ παρειλημμέναι εἰσὶν αἱ μετὰ τρόπου δυνάμει τὸ ἔστιν ἔχουσαι ἐν τῇ διαιρέσει, ἀπελογησάμεθα, καίτοι δυνατοῦ ὄντος τοιαύτας προτάσεις συνίστασθαι. διὰ τί δὲ καὶ τῶν ἄνευ τρόπου τὰς ἐκ μεταθέσεως παρῆκε, καίτοι μνήμην αὐτῶν τοὐ Ἀριστοτέλους ἐν τῷ Περὶ ἑρμηνείας πεποιηκότος; εἰ οὖν διὰ τοῦ προστιθεμένου καὶ ἀφαιρουμένου καὶ συντιθεμένου καὶ διαιρουμένου τοῦ εἶναι ἡ μὴ εἶναι πάσας τὰς ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομένας προτάσεις σημᾶναι βούλεται, ἐλλιπὴς ἄρα ἐστὶν ἡ διαίρεσις· δεῖ γὰρ δῆλον ὅτι καὶ τὰς ἄνευ τρόπου ἐκ μεταθέσεως ὑφ’ ἓν τῶν τεσσάρων ἀνάγεσθαι μορίων. καὶ δῆλον ὅτι ἐκ τῶν ἤδη εἰρημένων ἡμῖν καὶ περὶ αὐτῶν συλλογιζόμενοι ἐροῦμεν αὐτῶν τὰς μὲν καταφατικὰς σύνθεσιν ἔχειν τοῦ μὴ εἶναι, [*](1 an καὶ <αἱ>? πᾶσαι προτάσεις Q: πᾶσα Vt πρόθεσις ἡ ἀφαίρεσις 2 et 3 λεχθοῖεν V 2. 3 ἐνεργεία τὸ ἔστιν Q 5 τί superscr. V μὲν alt. om. V 5. 6 λέγεσθαι—ἀφαιρεῖται pr. V 7 ἐλλειπῶς Vt 9 post οὑν atld. ἐστι V εἴπομεν ἤδη Q 10 πρότασιν Q 11 συντάττεται Vt 12 post χωρὶς add. τοῦ Vt 13 ἐστι bis V σωκράτην Q 14 σχηματίσει Vt 15. 16 ἐξ ἀνάγκης om. Q 17 ἐν τῷ Περὶ ἑρμ’.] cf. ad p. 26,8. 9 18 post ἐνταῦθα add. οὐ Vt 18. 19 τοὺς—τοὺς V 19 post κἀκεῖ del. μὲν Q1 π·ρῶτον t 21 δεύτεραι Q δέ om. Qt τε om. Vt 22 post καὶ prius add. εἰς Vt 22. 23 πάλιν καὶ αὐτὰς om. Vt 23 post καὶ alt. add. εἰς V 24 οὖν om. V τὸ εἶναι Vt 27 αὐτῶν superscr. Q1 τοῦ ἀριστοτέλους Vt: αὐτοῦ Q ἐν τῷ Περὶ ἑρμ’.] c. 10 p. 19b16 sq. ἢ t 28 διὰ τοῦτο t 29 τοῦ om. Vt παραδιδομένας t 30 σημᾶναι βούλεται om. Vt ἐλλειπὴς Q: ἐλλειπῶς Vt)

29
<τὰς δὲ ἀποφατικὰς διαίρεσιν τοῦ μὴ εἶναι,> ὥσπερ καὶ τὰς μετὰ τρό- [*](ΙΧr) που· ὅσα γὰρ εἴρηται ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, ταῦτα καὶ ἐπ’ αὐτῶν ἁρμόσει λέγεσθαι. ἵν οὗν ἀνελλιπὴς ἡ διαίρεσις γένηται πάσας τὰς ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομένας προτάσεις περιλαμβάνουσα. εἴπωμεν οὕτως· τῶν προτάσεων αἱ μὲν δυνάμει ἔχουσι τὸ ἔστιν αἱ δὲ ἐνεργείᾳ· καὶ τῶν δυνάμει αἱ μέν εἰσι καταφατικαί, αἵτινες ἔχουσι τοῦ εἶναι, αἱ δὲ ἀποφατικαί, αἵτινες ἀφαίρεσιν ἔχουσι τοῦ μὴ εἶναι· τῶν δὲ ἐνεργείᾳ τὸ ἔστιν ἐχουσῶν αἱ μὲν ἁπλαῖ αἱ δὲ ἐκ μεταθέσεως· καὶ τῶν ἁπλῶν αἰ μὲν ἄνευ τρόπου αἱ δὲ μετὰ τρόπου. καὶ τῶν ἄνευ τρόπου αἱ μὲν καταφατικαὶ πρόσθεσιν ἔχουσι τοῦ εἶναι, αἱ δὲ ἀποφτικαὶ πρόσθεσιν τοῦ μὴ εἶναι· καὶ τῶν μετὰ τρόπου αἱ μὲν καταφατικαὶ σύνθεσιν τοῦ εἶναι, αἱ δὲ ἀποφατικαὶ διαίρεσιν διαίρεσιν τοῦ εἶναι· εἰ δὲ ἐκ μεταθέσεως εἶεν αἱ προτάσεις εἴτε μετὰ τρόπου εἴτε ἄνευ τρόπου, εἰ μὲν καταφατικαὶ εἶεν, σύνθεσιν ἔχουσι τοῦ μὴ εἶναι, εἰ δὲ ἀποφατικαί, διαίρεσιν τοὺ μὴ εἶναι.

᾿Εν ἔτι λείπει ζητῆσαι, τί δήποτε μή, ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου ἁπλῶν τῶν τε δυνάμει τὸ εἶναι ἐχουσῶν καὶ τῶν ἐνεργείᾳ ὁμοίως ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἢ πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχειν ἐλέγοντο διέφερε δὲ τὸ εἶναι ἢ μὴ εἶναι, ὅτι ἐν ταῖς καταφάσεσι τὸ εἶναι, ἐν δὲ ταῖς ἀποφάσεσι τὸ μὴ εἶναι), οὕτω δὴ καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι ἐπὶ τῶν μετὰ τρόπου ἁπλῶν, ἀλλὰ ταῖς μὲν καταφάσεσι πάσαις τὴν σύνθεσιν δεδώκαμεν, ταῖς δὲ ἀποφάσεσιν ἁπάσαις τὴν διαίρεσιν. λέγομεν οὖν ὅτι ἐν τούτοις αἱ καταφάσεις ἅπασαι ὕπαρξιν δηλοῦσιν. αἱ μὲν οὖν ἁπλαῖ συντιθέασι τὸ εἶναι τῇ προτάσει, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν᾿, αἱ δὲ ἐκ μεταθέσεως τὸ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι μὴ περιπατεῖν’ καὶ ἡ ‘Σωκράτης οὐ περιπατῶν ἐστιν’. ὕπαρξιν οὖν δηλοῦσαι πᾶσαι οὐκ ἄν λέγοιντο διαίρεσιν ἐργάσασθαι, οὐδ’ εἰ ἐκ μεταθέσεως εἶεν· καὶ αὗται γὰρ τὸ μὴ εἶναι συντιθέασιν. εἰ δὲ τοῦτο, αἱ ἄρα ἀποφάσεις αὐτῶν διαίρεσιν ἔχειν λέγοιντο ἄν. οὐχ οὕτω δὲ καὶ ἐπὶ τῶν λοιπῶν· τῆς γὰρ ‘Σωκράτης περιπατεῖ’ ἀφαίρεσιν ἔχειν λεγομένης εἶναι, εἰκότως ἡ ταύτης ἀπόφασις ἡ ‘Σωκράτης οὐ περιπατεῖ’ ἢ ἀφαίρεσιν ἕξει τοῦ μὴ εἶναι ἢ πρόσθεσιν τοῦ εἶναι ἢ πρόσθεσιν τοῦ μὴ εἶναι. ὅτι μὲν οὖν πρόσθεσιν οὔτε τοῦ εἶναι οὔτε τοῦ μὴ εἶναι ἔχει, δῆλον. ὅλως γὰρ τοῦ ἔστι ῥήματος μὴ προσκειμένου αὐτῇ, μήτε καταφατικῶς μήτε ἀποφατικῶς, [*](ΙΧv) τῶς ἄν λέγοιτο ἔχειν αὐτοῦ πρόσθεσιν; οὐκοῦν λείπεται ἀφαίρεσιν αὐτὴν [*](1 τὰς—εἶναι addidi cf. vs. 14 4 περιλαμβάνουσα scripsi: περιλαμβάνουσιν Q: παραλαμβάνουσα Vt 7 post εἶναι del. τῶν δὲ ἐνεργεία τὸ ἔστιν ἐχουσῶν e vs. sq. illata Q 8 ἐστιν Q: εἶναι Vt 9 καὶ τῶν alt. Q: τῶν δέ Vt 10 ἔχουσι om. t 10. 11 post ἀποφατικαὶ add. καὶ V 12 ante σύνθεσιν del. πρ Q1 16 ἐπὶ om. Q 18. 19 διέφερον Q 19 ἢ μὴ εἶναι om. V 20 οὕτω δὴ t: οὐ δὴ Q: οὐ δεῖ V 21 post ἔτι add. καὶ V 22 ἀπάσαις om. Q 23 ὅτι om. V an ταύταις? καταφατικαὶ πᾶσαι Q 24 οὑν om. Vt τιθέασιν Q τὸ om. Vt σωκράτην e σωκράτης corr. 25 post μεταθέσεως add. αἱ V τοῦ t 27 οὖν om. Vt ἐργάσασθαι Q 29 ἂν Vt: εἰκότως Q 31 ἢ om. Vt 32 ἢ—πρόσθεσιν τοῦ μὴ εἶναι om. Vt 33 οὔτε τοῦ μὴ εἶναι om. V post δῆλον add. τι V 34 καταφατικον—ἀποφατικὸν Q)

30
ἔχειν τοῦ μὴ εἶναι. πάλιν τῆς Σωκράτης περιπατῶν ἐστιν’ ὁμολογουμένως [*](IX) πρόσθεσιν ἐχούσης τοῦ εἶναι, ἡ ταύτης ἀπόφασις ἡ ‘Σωκράτης περιπατῶν οὐκ ἔστιν’ ἢ πρόσθεσιν ἕξει τοῦ μὴ εἶναι ἢ ἀφαίρεσιν τοῦ εἶναι ἢ ἀφαίρεσιν τοῦ μὴ εἶναι· ἀλλ’ ὅτι μὲν ἀφαίρεσιν τοῦ εἶναι οὐκ ἔχει, πρόδηλον· πρόσεστι γὰρ αὐτῇ τὸ ἔστι ῥῆμα· ἀλλὰ μὴν οὐδὲ τοῦ μὴ εἶναι ἀφαίρεσιν ἔχει· αὐτὸ γὰρ δὴ τοῦτό φησιν, ὅτι οὐκ ἔστι· λείπεται ἄρα πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι. καὶ ἄλλως· ἐν οἷς ἡ Σωκράτης οὐ περιπατεῖ’ ἀφαίρεσιν ἔχουσα τοῦ μὴ εἶναι, αἱ δὲ δύο καταφάσεις, ἡ μὲν ‘ Σωκράτης περιπατεῖ’ ἀφαίρεσιν τοῦ εἶναι, ἡ δὲ ‘Σωκράτης περιπατῶν ἐστι’ πρόσθεσιν τοῦ εἶναι, ἐν τούτοις ἄρα συναποδέδεικται ἡ ‘Σωκράτης οὐ περιπατῶν ἐστι’ πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι· τοῦτο γὰρ τὸ μόριον λέγεται. ἴσως δὲ καὶ τοῦτο ζητήσειεν ἄν τις, ὅτι εἰ ὅλως ἐνδέχεται εὑρεῖν προτάσεις τινὰς μετὰ τρόπου δυνάμει τὸ ἔστιν ἐχούσας, εἰ καὶ μὴ εἴρηται περὶ τοιούτων προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας, ὅμως ὑπὸ ποῖον τῶν τεσσάρων τμημάτων ἀνοίσομεν τὰς τοιαύτας προτάσεις, οἷον τὴν ‘Σωκράτης ἐνδεχομένως φιλοσοφεῖ, ὁ ἄνθρωπος ἀναγκαίως ἀναπνεῖ’ καὶ τὰς ὁμοίας; λέγομεν οὖν ὅτι καὶ τούτων αἱ μὲν καταφάσεις λεχθεῖεν ἄν ἀφαίρεσιν ἔχειν τοῦ εἶναι, αἱ δὲ ἀποφάσεις ἀφαίρεσιν τοῦ μὴ εἶναι. εἰ μέντοι τὸ ὁριστικὸν αὐτῶν ῥῆμα διαλύσωμεν εἰς μετοχὴν καὶ ῥῆμα, οἷον Σωκράτης ἐνδεχομένως φιλόσοφός ἐστιν, ὁ ἄνθρωπος ἀναγκαίως ἀναπνέων ἐστί, λεχθείησαν <ἂν> καὶ τούτων κατὰ τὸ ἀκόλουθον αἱ μὲν πρόσθεσιν ἔχειν τοῦ εἶναι, αἱ δὲ ἀποφάσεις πρόσθεσιν τοῦ μὴ εἶναι. p. 24b18 Συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγχης συμβαίνει τῷ ταῦτα εἶναι. Κατὰ τὴν ἐξ ἀρχῆς ἀπαρίθμησιν διαλεχθεὲις περὶ προτάσεως καὶ ὅρου νῦν περὶ συλλογισμοῦ ποιεῖται τὸν λόγον. πρὸ δὲ τῆς τοῦ ῥητοῦ ἐξετάσεως ἄξιόν ἐστι ζητῆσαι πρῶτον μὲν πόθεν ἡ ψυχὴ εἰς ἔννοιαν ἦλθε τοῦ συλλογίζεσθαι, ἔπειτα ποῖόν ἐστι τῆς ψυχῆς μόριον τὸ συλλογιζόμενον, τρίτον εἰ ἔστιν ὅλως συλλογισμός· καὶ γὰρ πειρῶνταί τινες κατασχευάζειν ὅτι οὐδὲ ἔστιν ὅλως συλλογισμός. οἱ γὰρ ἐφεκτικοὶ κατασκευάζοντες ὅτι οὐκ ἔστι συλλογισμός, ἕλεγον οὕτως· φατὲ ὅτι ἔστι συλλογισμὸς ἢ οὔ· οὔ· εἰ μὲν οὐκ ἀποδείκνυτε, οὐ πιστεύσομεν ὑμῖν χωρὶς ἀποδείξεως ὅτι ἔστι συλλογισμός· εἰ δὲ ἀποδείκνυτε, συλλογισμῷ δῆλον ὅτι ἄλλῳ χρηστέον ὑμῖν· πάλιν δ’ αὖ [*](4 εἶναι prius om. V 7 post ἡ add. οὐ V 10 ἡ σωκράτης om. Q 12 προτάσεις εὑρεῖν Q 13 post εἴρηται add. πρότερον Q 13. 14 ἐν τῶ π ἑ. περὶ τοιούτων προτάσεων Q 16 καὶ τὰς ὁμοίας om. Q 16. 17 λέγομεν—ἂν λεχθεῖεν λεχθοῖεν V) ἂν λέγω, καὶ τούτων αἱ καταφάσεις Vt 18 τὸ μέντοι—εἰ διαλύσομεν Q 20 ἂν addidi 23 τὸ V 25 post νῦν add. καὶ Q τῶν ῥητῶν Vt 26. 27 συλλογισμοῦ Vt, at cf. p. 31,31 27 ante τρίτον add. καὶ Q 28 ἔστιν om. Q καὶ γὰρ—29 συλλογισμός om. V 30 post οὕτως add. ἀποδεικνύντες Vt ἔσται V: om. t καὶ om. Vt 31 ἀποδεικνύντες Vt πιστεύσωμεν V ὑμῖν ex ἡμῖν corr. Q2: post ἀποδείξεως colloc. Vt ἔστιν ὁ, om. ὅτι V 32 ἀποδεικνύντες V χρηστέον ὑμῖν (ex ἡμῖν corr. Q2) Q: χρῆσθε ὃν Vt δ’ αὖ om. Vt)
31
δι’ ἑτέρου συλλογισμοῦ δέον ὑμᾶς ἀποδεικνύειν ὅτι ἔστι συλλογισμὸς ἀποδεικτικός, [*](IXv) κἀκεῖνον πάλιν δι’ ἑτέρου, καὶ τοῦτο ἐπ’ ἄπειρον. πρὸς οὕς φαμεν ὅτι καὶ ὑμεῖς τοῖς ὑμετέροις ἁλίσκεσθε λόγοις· τὸ αὐτὸ γὰρ καὶ ἡμεῖς φήσομεν πρὸς ὑμᾶς. ἢ γὰρ ἀπεδείξατε ὅτι οὐκ ἔστι συλλογισμός, ἢ οὐκ ἀπεδείξατε· καὶ εἰ μὲν οὐκ ἀπεδείξατε, διὰ τοῦτο οὐ πιστεύομεν ὑμῖν· εἰ δὲ ἀπεδείξατε, <ἀπεδείξατε> ἀποδείξει δῆλον ὅτι τινὶ χρώμενοι· ὥστε συλλογισμὸς δι’ οὗ ἀπεδείξατε. ἀλλ’ ἐπειδὴ οὐ μόνον εἰς ἀπορίας αὐτοὺς ἐνεγκεῖν δεῖ ἀλλὰ καὶ τὴν ἀπορίαν ἐπιλύσασθαι, φαμὲν οὕτως, ὅτι ἄλλο ἐστὶ συλλογισμὸς καὶ ἄλλο συλλογιστόν· ὅταν οὖν τὸν συλλογισμὸν ὡς ὡς αὐτοῦ ποιούμενοι τὰς ἀποδείξεις, τηνικαῦτα αὐτὸ τοῦτο συλλογισμὸν αὐτὸν καλοῦμεν· ὅταν δὲ ὡς πρᾶγμα ὀφεῖλον ἀποδειχθῆναι, δυλλογιστόν. καὶ οὕτως ἀποδείκνυται ὁ συλλογισμὸς ὢν ὡς συλλογιστὶν παραλαμβανόμενος. ἀλλ’ ἴσως εἴποι τις, ὅτι εἰ καὶ συλλογιστόν ἐστιν, οὐδὲν μᾶλλον διὰ τοῦτο λέλυται ἡ ἀπορία· διὰ γὰρ συλλογισμοῦ δείκνυται, ὃς καὶ πάλιν συλλογισμὸς γίνεται συλλογιστὸν διὰ τὸ καὶ αὐτὸν τῆς ἑτέρου συλλογισμοῦ χρῄζειν ἀποδείξεως. πρὸς οὕς φαμεν ὅτι οὐ πάσας τὰς ἀποδείξεις καὶ τὰς ἀρχὰς τῶν ἀποδείξεων διὰ συλλογισμῶν λαμβάνομεν, ἀλλ’ ἐκ τῶν ὁμολογουμένων κοινῶν ἐννοιῶν τὰς ἀρχὰς λαμβάνοντες τοὺς συλλογισμοὺς κατασκευάζομεν· καὶ γὰρ καὶ ἐν τοῖς Ἀποδεικτικοῖς εἴρηται ὅτι οὐ ἐστὶν ἀποδεικτά. εἰ γὰρ πάντα ἦν ἀποδεικτά, οὐδενὸς ἦν ἀπόδειξις· πᾶσα γὰρ ἀπόδειξις ἀπό τινων ἀρχῶν περαίνεται· ἀδύνατον γάρ τι ἀποδεῖξαι μὴ προειλημμένων τινῶν. εἰ οὖν ἀεὶ τὰ εἰς | ἀπόδειξιν παραλαμβανόμενα Χ ἀποδεικτὰ εἴη, πᾶν δὲ τὸ ἀποδεικνύμενον δι’ ἑτέρων ἀποδείκνυται, κἀκεῖνα πάλιν δι’ ἑτέρων ἀποδειχθήσεται, καὶ οὕτως ἐπὶ τὸ ἄπειρον χωρεῖν ἀνάγκη· ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐστὶ πάντα ἀποδεικτά, ἀλλ’ ἀνάγκη πᾶσα προιόντας, ὅταν εἰς τὰς κοινὰς ἐννοίας καταντήσωμεν, στῆναι λοιπόν. ὥστε οὐκ εἰς ἄπειρον ἀνάγκη ἰέναι τοὺς συλλογισμούς· καταντῶμεν γὰρ πάντως εἰς τὰς κοινάς, ὡς εἶπον, ἐννοίας, αἵτινες ἀπάσης εἰσὶ κρείττονες ἀποδείξεως. ὥστε οἱ μὲν πρῶτοι συλλογισμοὶ ἐκ τούτων, αὗται δὲ ἐξ οὐδενός.

ἐπεὶ οὖν ἐδείξαμεν ὅτι ἔστι συλλογισμός, ἀκόλουθον ζητῆσαι πόθεν ἦλθεν εἰς ἔννοιαν ἡ ψυχὴ τοῦ συλλογίζεσθαι; διὰ τὸ τὰ πράγματα ὁρᾶν [*](1 ἡμᾶς t 3 καὶ ὑμεῖς om. Vt ἡμετέροις Vt ἁλίσκεσθε scripsi: ἁλίσκσθαι Iibri 4 εἰ γὰρ V 4—7 ἀπεδείξετε ubique Q 5 ὑμῖν οὐ πιστεύομεν Q 6 ἀπεδείξατε alt. addidi ἔ αὐτοὺς εἰς ἀπορίας Q 8 ἐπιλύεσθαι Vt 9 συλλογιστικόν V 10 ποιοῦμεν Vt 11 συλλογισμὸν] συλλο mrg. Q1 superscr. V ante καλοῦμεν add. ποιοῦμεν V 12 συλλογιστικόν utrobique V itemque vs. sq. καὶ om. V ὢν om. Vt 13 εἴπῃ Q 14 τούτων Vt 14. 15 ὃς καὶ πάλιν Q: ὡς πάλιν ὁ Vt 15 συλλογιστὸν t: συλλογιστῶν Q: συλλογιστικὸν V 17 συλλογισμοῦ Vt 19 καὶ alt. om. Vt ἐν τοῖς Ἀποδεικτ.] Anal. Post. 13 p. 72b5 sq. ὅτι om. Q 20 ἀποδεικτικά utroque loco 22 post εἰς add. τὴν Vt 23 ἀποδεικτὰ Yt: ἀποδεικτικὰ QV 25 post ῥα add. ταῦτα Q πάντα Y: πάντα τὰ Vt: om. Q ἀποδεικτά Y: ἀποδεικτικά QVt 26 καταντήσομεν t ἐννοίας καταντήσωμεν Q 27 εἶναι τὸν συλλογισμόν Vt 28 πάσης Vt κρείττονος Q post κρείττονες add. ὡς εἶπον Vt 31 τὰ οm. V)

32
μήτε πάντῃ ἀλλήλοις κοινωνοῦντα μήτε πάντῃ διαφέροντα. εἰ γὰρ τούτων [*](Xr) ἦν θάτερον, οὐδὲ συλλογισμῶν ἡμῖν ἐδέησεν ἂν πρὸς τὸ δεῖξαι τὰ πᾶσιν ὁμολογούμενα εἴτε κατὰ τὴν κοινωνίαν εἴτε κατὰ τὴν ἑτερότητα, ὥσπερ οὐδὲ συλλογισμοῦ δεῖ πρὸς τὸ δεῖξαι ὅτι ὁ λίθος ἕτερός ἐστι παρὰ τὸν ἄνθρωπον ἢ ὅτι οὐχ ἕτερος Σωκράτης Πλάτωνος κατὰ τὴν οὐσίαν. ἀλλ’ ἐπεὶ κατὰ τὶ μὲν κοινωνοῦσιν ἀλλήλοις τὰ πράγματα, κατὰ τὶ δὲ διαφέρουσιν, ἐδεήθη τῶν συλλογισμῶν ἡ ψυχή, ἵνα τοῦτο αὐτὸ διακρίνῃ καὶ γνῷ ποῖα μὲν τὰ κοινωνοῦντα, ποῖα δὲ τὰ διαφέροντα ἀλλήλων. διακρίνει δὲ τοῦτο λαμβάνουσα μεταξὺ τῶν ζητουμένων κοινὸν ὅρον ἢ κοινωνίαν ἔχοντα πρὸς τὰ δύο ἄκρα ἢ πρὸς μὲν θάτερον κοινωνοῦντα διεστῶτα δὲ τοῦ λοιποῦ, καὶ διὰ τοῦ μέσου ἡ συνδεῖ τὰ ἄκρα ἢ διίστησιν. εἰ δὲ ἦσαν πάντα ἕτερα τὰ πράγματα, οὐκ ἂν τοῦτο ποιῆσαι ἐδύνατο κοινοῦ τινος ὅρου μὴ ὑπάρχοντος εἰς τὸ τὴν τῶν ἄκρων κοινωνίαν δειχθῆναι· ἀλλὰ μὴν οὐδ’ ὅτι διαφέρουσιν ἀποδείξεως ἔδει προφανοῦς τῆς διαφορᾶς ὑπαρχούδης. ἀλλ’ οὐδ’ εἰ ταὐτὰ ἦσαν κατὰ πάντα, ἔδει δείξεως πάλιν τῆς κοινωνίας ὁμολογουμένης.

Τὸ δὲ συλλογιζόμενον τῆς ψυχῆς μόριον τὸ διανοητικόν ἐστιν, ὡς καὶ ἐν προοιμίοις εἴπομεν. τῶν γὰρ ἐν ἡμῖν γνωστικῶν δυνάμεων αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι, λογικαὶ μὲν νοῦς, διάνοια, δόξα, ἄλογοι δὲ φαντασία καὶ αἴσθησις· καὶ τῆς μὲν νοερᾶς οὐκ ἔστι δυνάμεως τὸ συλλογίζεσθαι, ἐπεὶ κρείττων αὕτη ἢ κατὰ συλλογισμόν, ἀθρόως καὶ ἀμερῶς γινώσκουσα. οὐδὲ μὴν τῆς δοξαστικῆς· αὕτη γὰρ τὸ ὅτι μόνον οἶδεν, οὐ μὴν καὶ τὸ διότι· ὅθεν πολὺ μᾶλλον ἥκιστα τῶν ἀλόγων εἴη δυνάμεων τὸ συλλογίζεσθαι. λείπεται οὖν τῆς διανοητικῆς αὐτὸ λέγειν εἶναι δυνάμεως, εἴπερ αὕτη μετὰ τοῦ ὅτι καὶ τὰς αἰτίας ἐπίσταται.

Λοιπὸν δὴ τί ἐστι συλλογισμὸς λεκτέον τὸν Ἀριστοτέλους ὁρισμὸν ἐξηγουμένοις. συλλογισμὸς δέ ἐστι, φησίν. ὁρίζεται τὸν συλλογισμὸν ὁ Ἀριστοτέλης κατὰ τὸ εἰκὸς ἐκ γένους καὶ τῶν συστατικῶν διαφορῶν ἐπειδὴ γὰρ τὰ πράγματα ἢ ἑτερογενῆ ἐστιν ἢ ἑτεροειδῆ, πρὸς μὲν τῶν ἑτερογενῶν λαμβάνεται τὸ γένος ἐν τοῖς ὁρισμοῖς, πρὸς δὲ τῶν ἑτεροειδῶν διάκρισιν λαμβάνονται αἱ διαφοραί. γένος οὖν τοῦ συλλογισμοῦ ὁ λόγος, διαφοραὶ δὲ τὰ ἐν τῷ συλλογισμῷ λοιπά. θεωροῦνται δὲ αὖται ἐν τῇ ὕλη καὶ τῷ εἴδει, ὕλῃ μὲν ταῖς προτάσεσιν.‘ εἴδει δὲ τῷ συμπεράσματι, ἐπειδὴ αἱ προτάσεις τοῦ συμπεράσματος ἕνεκεν παραλαμβάνονται, ὥσπερ ἡ ὕλη τοῦ εἴδους· τὸ μὲν γὰρ τεθέντων καὶ τὸ τινῶν ἐκ τῆς ὕλης τῶν συλλογισμῶν, τουτέστι τῶν προτάσεων, εἴληπται, τὸ δὲ ἕτερόν [*](1 τοῦτο Vt 2 οὐδὲν Vt 4 πρὸς om. Vt ἕτερον Q 6 τὰ πράγματα ἀλλήλοις V 7 τοῦτο αὐτὸ διακρίνῃ η ex ει corr.) καὶ Q: om. Vt 12 ἡδύνατο Q post κοινοῦ add. μὲν Qt 15 δεῖξαι. ὡς Vt post πάλιν add. ἅπαξ Q 16. 17 ἐν προοιμίοις] p. 1,18 sq. 17 εἴρηται Q 19 λογίζεσθαι V 22 δυνάμεων εἴη Vt 23 ὅτι Qt: εἶναι V 25.26 ἐξηγουμένοις scripsi: ἐξηγούμενοι libri 26 δέ om. Q 28 εἰσιν Q 29 post δὲ add. τὴν V 31 διαφορὰ Vt δὲ prius om. V λοιπὰ e λοιπὼ corr. Q1 32 τῇ om. Vt post καὶ add. ἐν Vt 32. 33 συμπεράσματι Y: συμπέρασμα QVt 33 λαμβάνονται Vt)

33
τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνειν ἐκ τοῦ εἴδους, τουτέστι τοῦ [*](Xr) συμπεράσματος. πρόσκειται οὖν τῷ ὁρισμῷ τὸ μὲν τεθέντων ἢ διὰ τοὺς λοιποὺς λόγους, εὐκτικούς φημι καὶ τοὺς λοιπούς, ἵνα εἴη τὸ τεθέντων ἀντὶ τοῦ ‘ὁμολογηθέντων᾿ (ὁ γὰρ εὐχόμενος οὔτε πρὸς ἑαυτὸν οὔτε πρὸς ἄλλον ὁμολογεῖ τι καὶ τίθεται, οὔτε μὴν ὁ προστάττων οὔτε ὁ ἐρωτῶν οὔτε ὁ καλῶν, ἀλλὰ μόνος ὁ συλλογιζόμενος), ἢ διὰ τοὺς ὑποθετικοὺς συλλογισμούς· τούτοις γὰρ ὑποτίθεσθαι μὲν λέγομεν τὰς προτάσεις, τίθεσθαι δὲ οὐδαμῶς. καὶ αὕτη μᾶλλον ἀληθὴς ἡ ἐξήγησις· ἡ γὰρ θέσις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν, καὶ κατὰ τῆς ὑποθέσεως λέγεται. ὥστε ἐνταῦθα τοὺς αὐτοτελεῖς ὁρίζεται συλλογισμούς. τὸ δὲ τινῶν διὰ τοὺς παρὰ τοῖς ῥήτορσι μονολημμάτους λεγομένους συλλογισμούς, οἵτινες τὴν ἐλάττονα τῶν προτάσεων λαβόντες τὴν δὲ μείζονα καταλιπόντες ἐπάγουσι τὸ συμπέρασμα. οἷον ὁ δεῖνα καλλωπιστής, οὐκοῦν καὶ μοιχός· καὶ πάλιν ὁ δεῖνα νύκτωρ πλανᾶται, οὐκοῦν καὶ λῃστής ἐστιν· ὁ δεῖνα ἀναπνεῖ, οὐκοῦν καὶ ζῇ. τούτοις δὲ κέχρηνται οἱ ῥήτορες τοῖς συλλογισμοῖς ἢ συντομίας χάριν, ἡ διὰ τὸ πρὸς ὕδωρ ῥέον ποιεῖσθαι τοὺς λόγους καὶ μὴ ἐξαρκεῖν τὸν χρόνον πρὸς τὰ λεγόμενα, ἢ διὰ τὸ δοκεῖν τιμᾶν τοὺς δικαστὰς καὶ διὰ τούτου εἰς εὔνοιαν αὐτοὺς προσκαλεῖσθαι ὡς εἰδότας τὰς διαλεκτικὰς μεθόδους καὶ δυναμένους τὴν μείζονα προστιθέναι πρότασιν, ἢ συμψήφους ἡ συγκατηγόρους βουλόμενοι αὐτοὺς ἔχειν τῷ ἐκ τῆς ἀκολουθίας αὐτοὺς προστιθέναι τὴν μείζονα τῶν προτάσεων. ὁ δεῖνα γάρ, φησί, καλλωπιστής, οὐκοῦν καὶ μοιχός. τούτων γὰρ ὁ δικαστὴς ἀκούσας καθ’ ἑαυτὸν τὴν λοιπὴν προστίθησιν, ὅτι εἰκότως. πᾶς γὰρ καλλωπιστὴς μοιχός. τὸ δὲ ἕτερον πρόσκειται διὰ τοὺς διφορου- μένους συλλογισμούς, οἵτινες τὸ αὐτὸ ἔχουσι συμπέρασμα ταῖς προτάσεσιν· οἷός ἐστιν ὁ λέγων ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν. ἡμέρα ἄρα ἐστίν’· ἐνταῦθα γὰρ οὐδὲν ἕτερον τῶν κειμένων συνέβη. ὅτι δὲ δεῖ ἕτερον εἶναι τὸ συμπέρασμα παρὰ τὰς προτάσεις, ἐντεῦθεν δῆλον. ἄλλο ἐστὶν ἕνεκά του καὶ τὸ οὗ ἕνεκα· οἷον πηδάλιον ἕνεκά τού ἐστιν· ἕνεκα γὰρ τοῦ πλοίου· τὸ δὲ πλοῖον οὗ ἕνεκα· δι’ αὐτὸ γὰρ γέγονε τὸ πηδάλιον. καὶ ὁμολογουμένως ἕτερά ἐστι ταῦτα ἀλλήλων. τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ ἐπὶ τῶν προτάσεων· εἰσὶ γὰρ αἱ μὲν προτάσεις ἕνεκά του· τοῦ συμπεράσματος γὰρ ἕνεκα· τὸ δὲ συμπέρασμα οὗ ἕνεκα· ἕνεκα γὰρ αὐτοῦ αἱ προτάσεις. ὥστε ταύτῃ ἕτερον ἄν εἴη τὸ συμπέρασμα παρὰ τὰς προτάσεις. καὶ ἄλλως. πᾶς ὁ κατασκευάζων τι ἢ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς κατασκευάζει ἢ τὸ | [*](1 συμβαίνει conicio cf. p. 34,30. 31 2 μὲν om. Vt 4 ὁμολογημάτων V 5 τι om. Vt προστάσσων ἢ Q 8. 9 καὶ—λέγεται ut notam ad 2 ἢ διὰ τοὺς κτλ. referendam deleverim ἐν τῷ Περὶ ἑρμ’.] immo Ammon. p. 9,7 sq. 9 καὶ om. Vt 10 τὸ Qt: τῶν V 11 μονολειμμάτους V 13 post μοιχός add. παραλιμπάνοντες τὴν μείζονα τὴν λέγουσαν πᾶς δέ καλλωπιστὴς μοιχός t καὶ alt. om. V 14 ἐστιν οm. Q 19 κατηγόρους V βουλόμενοι Vt: βουλομένους καὶ Q 20 τῶ V. corr. Q1: τὸ t, pr. Q αὑτοὺς alt. Q: αὐτῆς Vt 21 an φασί? 22 ἑαυτῶν t 27 τῶν προτάσεων, om. παρὰ V 30 ταῦτα om. V: ante ἕτερα colloc. t ἀλλήλοις t 31 μὲν om. Vt 31. 32 προτάσεις τοῦ συμπεράσματος δηλαδὴ ἔνεκά του· τό Q 34 ἀσαφοῦς t κατασκευάζει V: om. Qt 34. p. 34,1 ἢ τὸ ἁ. ἐκ τ. ἀσαφοῦς mrg. V)
34
ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς ἢ τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς ἡ τὸ ἀσαφὲς ἐκ τοῦ [*](Xv) σαφοῦς. αἱ μὲν οὖν τρεῖς πρῶται συζυγίαι ἀσυλλόγιστοί εἰσι. κατὰ δὲ τὴν ὑστέραν γίνονται αἱ ἀποδείξεις· τὸ γὰρ ἀσαφὲς ἐκ τοῦ σαφοῦς σχοίη ἄν τὰς πίστεις. εἰ τοίνυν ἀσαφὲς μὲν τὸ συμπέρασμα τοῦτο γὰρ δεῖξαι βουλόμεθα), σφεῖς δὲ αἱ προτάσεις, ἐξ ὧν καὶ τὸ συμπέρασμα τὸ πιστὸν ἔχει, ἕτερον δὲ τὸ ἀσαφὲς τοῦ σαφοῦς, ἕτερον δήπου καὶ τῶν προτάσεων τὸ δυμπέρασμα. τὸ δὲ τὶ ἔγκειται τῷ ὁρισμῷ διὰ τὰς ἀσυλλογίστους συζυγίας· τὸ μὲν γὰρ τὶ ὡρισμένον δηλοῖ, αὗται δὲ οὐδὲν ὡρισμένον συνάγουσιν, ἀλλὰ καὶ τὸ καθόλου καὶ τὸ μερικὸν καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν αὗται συνάγουσιν, ὡς ἐφεξῆς μαθησόμεθα. τὸ δὲ ἐξ ἀνάγκης οὐ τοῦτό φησιν, ὅτι ἀναγκαίας οὔσης ὕλης συνάγεται τὸ συμπέρασμα ἀναγκαῖον συνάγεται γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν ἀναγκαῖα συμπεράσματα), ἀλλὰ τὸ ἐξ ἀνάγκης προσέθηκε διά τε τοὺς παραδειγματικοὺς καὶ ἐπαγωγικοὺς καλουμένους συλλογισμούς, οἵτινες τὸ ἐξ ἀνάγκης οὐκ ἔχουσι. καθόλου γὰρ πᾶσα πίστις ἡ ἐκ τοῦ ἴσου τὸ ἴσον πιστοῦται ἢ ἐκ τοῦ μείζονος τὸ ἔλαττον ἢ ἐκ τοῦ ἐλάττονος τὸ μεῖζον. ἡ μὲν οὖν παραδειγματικὴ πίστις τὸ ἴσον ἐκ τοῦ ἴσου πιστοῦται· οἷον ὁ δεῖνα πλεύσας ἐναυάγησε· καὶ σὺ εἰ πλεύσειας, τὸ αὐτὸ πείσῃ· ὁ δεῖνα νύκτωρ ὁδεύσας περιέπεσε λῃσταῖς· καὶ σὺ εἰ νύκτωρ ὁδεύσειας, περιπεσῇ λῃσταῖς· ἥτις τὸ ἐξ ἀνάγκης οὐκ ἔχει· κέχρηνται δὲ αὐτῇ μάλιστα οἱ ῥήτορες. ἡ δὲ ἐπαγωγικὴ πίστις τὸ μεῖζον ἐκ τοῦ ἐλάττονος πιστοῦται· οἷον ἐπειδὴ καὶ τόδε καὶ τόδε τὸ ζῷον τὴν κάτω γένυι κ·ινεῖ, καὶ πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ. οὐδὲ αὕτη δὲ ἡ δεῖξις ἔχει τὸ βέβαιον, πρῶτον μέν, ὅτι χαλεπὸν πάντα τὰ κατὰ μέρος διεξελθεῖν. ἔπειτα εἰ δέοι κατασκευάσαι ὅτι ὁ κροκόδειλος τὴν ἄνω γένυν κινεῖ, δεήσεται τὰ κατὰ μέρος διεξιὼν ἢ καὶ αὐτὸν διεξελθεῖν ἢ μή· καὶ εἰ μὲν διεξέλθοι, τὸ ζητούμενον ὡς ὁμολογούμενον λήψεται· εἰ δὲ μή, οὐ κατασκευάσει τὸ καθόλου· πρὸς γὰρ τὴν τοῦ καθόλου ἀνασκευὴν ἀρκεῖ καὶ ἓν παράδειγμα μόνον, πρὸς δὲ τὴν τοῦ καθόλου κατασκευὴν οὐδὲ μυρία ἀρκεῖ παραδείγματα. ἡ δέ γε ἀποδεικτικὴ δεῖξις αὕτη ἐστὶν ᾗ ἐκ τοῦ καθόλου τὸ μέρος πιστουμένῃ ἕπεται πάντως τὸ ἐξ ἀνάγκης. τὸ δὲ συμβαίνει διὰ τὴν ἀναγκαίαν ὕλην παρείληπται, ἵνα μή τις νομίσῃ τῷ ἀναγκαίῳ τῆς ὕλης ἕπεσθαι τὸ συμπέρασμα μόνῳ, δηλοῦν ὡς εἴτε ἀδύνατοι [*](1 ἀσαφές prius Yt: σαφὲς Q σαφὲς t, e σαφοῦς corr. V: ἀσαφὲς Q ἀσαφοῦς alt. e σαφοῦς corr. Q (ἀ superscr. Q1), e σαφὲς corr. V ἀσαφὲς alt. Vt: σαφὲς Q 2 ἀσαφοῦς pr. V 3 σαφὲς t ἀσαφοῦς t, pr. V 5 καὶ om. V τὸ prius e τῶν corr. V 9 τὸ quart, om. Vt 11 post ὅτι add. ἐξ Q: οὐκ ἐξ superscr. V οὔσης mrg. Q1: om. Vt ἀναγκαῖον om. Vt 15 τὸ ἴσον ἐκ τοῦ ἴσου Vt 18 πλεύσεις Q πείσει t 19 περιπεσῇ Y: περιπέσεις QVt ὃς 20 αὐτὴ μάλιστα Q: τούτω Vt ἐπαγωγὴ V 21 τὸ ζῶον superscr. Q1: ζῶον, sed post 22 κινεῖ prius t: om. V 22 καὶ—κινεῖ om. V δὲ om. Vt 24 ὁ om. Vt κορκόδειλος V κάτω Vt 26 διεξέλθῃ Q 28 κατασκευὴν τοῦ καθόλου Vt 29 post δεῖξις add. καὶ Q ᾖ scripsi: ἡ libri 30 μερικὸν Q post πίστ’. add. ἡ Vt πάντως τὸ Vt: γοῦν αὐτὴ πάντως Q 31 post ἶνα add. δὲ Q νομίσοι Q 32 μόνον Qt δηλοῦν scripsi: δῆλον libri 32. p. 35,1 ἀδύνατον εἶναι pr. Q, corr. Q1)
35
εἶεν αἱ προτάσεις εἴτε ἐνδεχόμεναι, συμβαίνει πάντως ἀκολουθεῖν τὸ συμπέρασμα. [*](Xv) τὸ δὲ τῷ ταῦτα εἶναί φησι διὰ τὰ ἀκολουθοῦντα συμπεράσματα μὴ τῷ λόγῳ τῶν τεθεισῶν προτάσεων, ὡς εἴ τις εἴποι ἡ ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· οὐ γὰρ διὰ τὰς εἰρημένας προτάσεις τοῦτο ἕπεται τὸ συμπέρασμα, ἀλλ’ ἰὴ ψυχὴ ἄρα ἀεικίνητος’. ὅτι γὰρ τοῦτο βούλεται διὰ τοῦ εἴπ’ εἰν τῷ ταῦτα εἶναι, ἑαυτὸν ἑρμηνεύων ἐπήγαγε· λέγω γάρ, φησί, τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν· τοῦτο δέ ἐστι τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. ἐν γὰρ τῷ συλλογισμῷ τῷ λέγοντι ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’ οὐκ ἔστιν ἐν τῷ συμπεράσματι τὸ ἀναγκαῖον, εἰ μὴ προστεθείη ἔξωθεν καὶ ὅρος καὶ πρότασις· εἰ γὰρ τὸ αὐτοκίνητον ἀεικίνητον, οὔπω δῆλον ὅτι ἡ ψυχὴ ἀθάνατος· ἀλλ’ ἐὰν προστεθῇ τοῖς ἐξ ἀρχῆς ὅροις τὸ ἀθάνατον καὶ πρότασις ἡ λέγουσα ‘τὸ ἀεικίνητον ἀθάνατον’, τότε ἐκ τῶν ἔχει τὸ συμπέρασμα τὸ ἀναγκαῖον. εἰπὼν δὲ τῷ ταῦτα εἶναι, ἐπειδὴ συνεῖδεν ὡς οὐκ ἔστι σαφὲς τὸ λεγόμενον, ἐξηγούμενος ἑαυτὸν ἐπήγαγε τὸ διὰ ταῦτα συμβαίνειν. πάλιν δὲ καὶ αὐτὸ τοῦτο ἔτι ἀσαφὲς εἶναι δοκεῖ· ἡ γὰρ ‘διά’ πρόθεσις πολλάκις αἰτίαν δηλοῖ· ὁ δὲ συλλογισμὸς οὐ πάντως ἐξ αἰτιῶν περαίνεται· τοῦτο γὰρ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ ἐστιν ἴδιον· αἴτιαι μὲν γάρ εἰσιν αἱ προτάσεις τοῦ συμπεράσματος, οὐ μὴν οἱ ἐν τῇ προτάσει παραλαμβανόμενοι ὅροι αἴτιοι πάντως εἰσὶ τοῦ δηλουμένοο πράγματος ἐν τῷ συμπεράσματι. δυνατὸν γὰρ καὶ ἐκ τῶν ὑστέρων τὰ πρότερα συλλογίσασθαι, ὥσπερ ἐκ τοῦ γάλα ἔχειν τὴν γυναῖκα τὸ τετοκέναι καὶ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εἶναι καὶ ἐκ τῶν τῆς σελήνης φωτισμῶν τὸ εἶναι αὐτὴν σφαιροειδῆ· καίτοι αἴτιον τοῦ γάλα ἔχειν τὸ τετοκέναι, καὶ τοὐ καπνοῦ τὸ πῦρ, καὶ τῶν φωτισμῶν τῆς σελήνης τὸ σφαιροειδὲς αὐτῆς σχῆμα· ἀλλ’ ὁπηνίκα σαφέστερα ἡ τὰ αἰτιατὰ τῶν αἰτίων, ἐκ τῶν αἰτιατῶν τὰ αἴτια συλλογιζόμεθα. ἐπειδὴ τοίνυν ἡ μὲν ‘διά’ πρόθεσις καὶ αἰτίαν ἔσθ’ ὅτε σημαίνει, ὡς ὅταν εἴπω διὰ τὸν τέκτονα ἡ θύρα, οὐ πάντως δὲ τὰ ἐν ταῖς προτάσεσι σημαινόμενα αἴτιά ἐστι τῶν τοῦ συμπεράσματος σημαινομένων, ἵνα μὴ τοῦτο ὑπονοήσωμεν τὸν γὰρ καθόλου συλλογισμὸν καὶ οὐ τὸν ἀποδεικτικὸν σκοποῦμεν), ἐξηγούμενος τὸ διὰ ταῦτα συμβαίνειν φησὶ τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖσθαι πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, τουτέστι τὸ αὐτάρκεις εἶναι τοὺς κειμένους ὅρους καὶ τὰς ἐξ αὐτῶν συγχειμένας προτάσεις εἰς τὸ γενέσθαι τὸ συμπέρασμα. διὰ τῆς προσθήκης οὖν ταύτης ἐκβάλλει τοὺς ὁπωσοῦν τῶν συλλογισμῶν λείποντας ὅροις τισὶ καὶ [*](5. 6 ἀλλ—ἀεικίνητος om. V 7 ἑαυτὸν t: ἑαυτῶν Q: αὖθις V ἑρμηνεύων om Vt an δέ φησί]? τὸ διά] hinc P τῶ (post εἶναι) V (C i f n m) 11 μὴ om. P 12 ὅρου—προτάσεως P 13 ὅροις om. Vt 15 an δὴ? δὲ τὸ P 16 σύνοιδεν τῶ (post ἐπ’.) V 17 καὶ om. Vt ἔτι om. Q δοκεῖ om. P 18 post δέ add. C γὰρ P 20 μὲν in ras. P1: om. QVt 22 καὶ om. Qt πρῶτα P 23 γυναῖκα om. Vt τεκεῖν Q 24 ante πῦρ add. καὶ Q post αὐτὴν add. ὡς P 26 τὸν φωτισμὸν P 27 τὰ αἴτια (ante τῶν) PQ ἐκ τῶν αἰτιῶν αἰτίων t) Pt τὰ αἰτιατὰ t 28 αἰτίας Q 29 εἴπω om. V 32 ἐξηγούμεθα t συμβαίνει Vt: συμπεραίνειν P 34 αὔταρκες P 36 ὁποσοῦν Vt τῶν om. P)
36
προτάσεσιν. οὐδὲν οὖν ἧττον καὶ οἱ μονολήμματοι πάλιν ἐκβληθήσονται [*](Xv) καὶ διὰ ταύτης τῆς προσθήκης· δέοντι γὰρ καὶ αὐτοὶ τῆς μείζονος προτάσεως, ὡς ἐδείξαμεν. καὶ ἔτι οἱ σύνθετοι μὲν λείποντες δὲ ὅρῳ καὶ προτάσει, ὥσπερ ὃν ἤδη εἴπομεν ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· λείπει γάρ ‘τὸ ἀεικίνητον ἀθάνατον’. πρὸς τούτοις καὶ οἱ ἀμεθόδως παρὰ τοῖς Στωικοῖς περαίνοντες, οἷον εἰ οὕτω τις λέγοι ‘τὸ πρῶτον τοῦ δευτέρου μεῖον, τὸ δεύτερον τοῦ τρίτου μεῖζον, τὸ ἄρα πρῶτον τοῦ τρίτου μείζον’· τοῦτο γὰρ ἐξ ἀνάγκης μὲν ἕπεται, οὐ μὴν διὰ τῶν κειμένων, εἰ μὴ ἔξωθεν ἄλλη προσληφθείη πρότασις ὅτι τὸ τινὸς μεῖζον ὂν καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι. καὶ πάλιν τὸ Α τῷ Β ἴσον, τὸ Γ τῷ Β ἴσον, | τὸ Α ἄρα τῷ Γ ἴσον· πάλιν γὰρ κἀνταῦθα ἐξ ἀνάγκης μὲν [*](XIr) συνάγεται τὸ συμπέρασμα, οὐ μὴν διὰ τῶν κειμένων· λείπει γὰρ πάλιν πρότασις ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα’.

p. 24b22 Τέλειον μὲν οὖ|ν καλῶ συλλογισμὸν τὸν μηδενὸς προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον.

Δόξει μὲν οὖν ἴσως τὸν τέλειον καὶ ἀτελῆ συλλογισμὸν ἤδη παραδεδωκέναι, ὅτε ἔλεγε “τῷ ταῦτα εἶναι’’. οὐκ ἔστι δὲ τοῦτο ἀληθές· τὸν γὰρ ἔξωθεν ὅρου τινὸς προσδεόμενον, οἷος ἦν ὃν πρὸ μικροῦ παρεθέμεθα, οὐδὲ συλλογισμὸν ἀξιοῖ καλεῖν· τὸν δὲ ἀτελῆ συλλογισμὸν καλεῖ. τέλειος μὲν οὖν συλλογισμὸς οὗ τὸ συμπέρασμα παντός ἐστιν ἐπενεγκεῖν, ὡς ἄν εἴπῃ τις ‘τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν’· ἐνταῦθα γὰρ παντός ἐστιν ἐπακοῦσαι ‘τὸ ἄρα δίκαιον ἀγαθόν’. ἀτελὴς δὲ οὗ τὸ συμπέρασμα μόνου ἐστὶ τοῦ ἐπιστήμονος ἐπαγαγεῖν, οἷον πᾶς ἄνθρωπος οὐσία, πᾶς ἄνθρωπος ζῷον· τούτου τὸ συμπέρασμα τὸ ‘τὶς ἄρα οὐσία ζῷον’. καὶ ὅτι τοῦτο, ἔστι φανῆναι διὰ τῆς ἀντιστροφῆς· εἰ γὰρ ἀντιστρέψομεν καὶ οὕτως εἴπωμεν ‘τὶς οὐσία ἄνθρωπός ἐστι, πᾶς ἄνθρωπος ζῷόν ἐστι’, δῆλον ὅτι συνάγεται ‘τὶς ἄρα οὐσία ζῷόν ἐοτι’. διὸ καλῶς οὐκ εἶπε ‘πρὸς τὸ γενέσθαι’ ἀλλὰ πρὸς τὸ φανῆναι. οἱ μὲν γὰρ τέλειοι συλλογισμοὶ καὶ τὸ ἀναγκαῖον ἔχουσι καὶ τοῦτο φαινόμενον· οἱ δὲ ἀτελεῖς, ὁποῖοί εἰσι πάντες οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι, ἔχουσι μὲν τὸ ἀναγκαῖον, οὐ μὴν προφανές, ἀλλ᾿ ἐπι- [*](2 καὶ διὰ ταύτης τῆς προσθήκης om. Q 3 ἐδείξαμεν] p. 33,10 sq. ἔτι] εἰσὶ P μὲν om. P λείπονται Vt: λεῖπον sic P 4 ὃν om. P 6 παρὰ] πάλιν t περαίνονται Vt 7. 8 τὸ πρῶτον ἄρα Q 8 μὲν om. Vt 9 προσληφθῇ φ e θ corr. Q1) Q 9. 10 μεῖζον ὃν Q: μεῖζον V: μείζονος Pt 10 ἐκεῖνο ᾱ τὸ Vt 11 τῶ βݲ eras. Q 12 λείπεται PVt 13 ante τὰ add. ἐστὶ, sed post ἴσα alt., ex εἰσὶ corr. Q1 16 τὸν om. P ἤδη om. Q 17 ὅτι PV τὸ ταῦτα P. 18 οἷον PVt πρὸ μικροῦ] p. 35,11 sq. προεθέμεθα Vt 19 ἀξιοῖ συλλογισμὸν Q ἐντελῆ Q 20 οὖν At: γὰρ P: ἐστι Q οὗ scripsi: οὐ libri πάντως PQ εἴποι PVt 21 παντός scripsi: πάντως libri 22 post ἄρα add. τὸ P ἀτελὴς Y: ἀτελῆ PQVt μόνον Vt 24 τοῦτο τὸ P 25 ἀντιστρέφομεν V: fort. ἀντιστρέψωμεν εἴπομεν PQ 27 ante ζῶον add. τὸ P 27. 28 καλῶς εἶπε πρὸς τὸ φανῆναι καὶ οὐ πρὸς τὸ γενέσθαι Vt 28 γὰρ om. V καὶ om. PVt)

37
στήμονος δέονται, ἵνα τὸ ἐκ τῶν προτάσεων εἰλημμένον ἀναγκαῖον μὴ φαινόμενον [*](XIr) δὲ εἰς τὸ ἐμφανὲς ἀγάγῃ διὰ τῶν ἀντιστροφῶν.

p. 24a24 Ἀτελῆ δὲ τὸν προσδεόμενον ἢ ἑνὸς ἢ πλειόνων, ἅ ἐστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων.

Ἢ ἑνὸς ἢ πλειόνων οὐχ ὅρων λέγει οὐδὲ γὰρ ἀξιοῖ, ὥσπερ εἴρηται, τοὺς δεομένους ἔξωθέν τινος ὅρου καλεῖν συλλογισμούς), ἀλλ’ ἀρσενικαῖς φωναῖς ἀντὶ θηλυκῶν ἐχρήσατο, ὀφείλων εἰπεῖν ‘ἢ μιᾶς ἢ πλειόνων’, τουτέστιν ἀντιστροφῶν. προσθεὶς δὲ ἅ ἐστι μὲν ἀναγκαῖα ἐσήμανε τὸ γινόμενον χρήσιμον ἐκ τῶν ἀντιστροφῶν, ὅτι τὸ ἐν τῷ συλλογισμῷ κρυπτόμενον ἀναγκαῖον ἐκφαίνουσιν. εἰπὼν δὲ διὰ τῶν ὑποκειμένων ὅρων ἐσήμανεν ὅτι οὐκ ἐπίκτητον γίνεται οὐδ’ ἔξωθεν τῶν τοιούτων συλλογισμῶν τὸ ἀναγκαῖον ἀλλὰ διὰ τῶν ὑποκειμένων προτάσεων. τὸ δὲ οὐ μὴν εἴληπται διὰ προτάσεων ἀντὶ τοῦ ‘οὐκ ἦν παραληφθεὶς ὁ λόγος τῆς ἀντιστροφῆς διὰ τῶν προτάσεων, ἀλλὰ δέονται αἱ προτάσεις τὴν τάξιν ἀμεῖψαι, ἵνα τὸ ἐν αὐταῖς δείξωσιν ἀναγκαῖον’. ἀποροῦσι δέ τινες, πῶς ὁ Ἀριστοτέλης μὴ προσδεχόμενος τοὺς συλλογισμοὺς τοὺς ἔξωθέν τι προσλαμβάνοντας, οἷον ὅρον ἢ πρότασιν, ἀποδέχεται τοὺς δι’ ἀδυνάτου δείξεως καὶ συλλογισμοὺς αὐτοὺς καλεῖ καίτοι προσδεχομένους ἔξωθέν τινα. ὅτι δὲ προσδέχονται, νῦν εἰσόμεθα. βούλομαι συλλογίσασθαι ὅτι οὐδὲν φυτὸν αἴσθησιν ἔχει. ἐπ’ εὐθείας μὲν οὖν συλλογιζόμενος οὕτω φήσαιμι ἄν. οὐδὲ ἓν φυτὸν μεταβατικὴν κινεῖται κίνησιν· πᾶν τὸ αἴσθησιν ἔχον μεταβατικὴν κίνησιν κινεῖται· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. οὗτος μὲν οὖν ὁ συλλογισμὸς οὐδὲν ἔξωθεν προσλαμβάνει εἰς τὸ δειχθῆναι τὸ ἀναγκαῖον. ὁ μέντοι δι’ ἀδυνάτου προσλαμβάνει. δείκνυμι δὲ δι’ ἀδυνάτου τοῦτο αὐτὸ τὸν τρόπον τοῦτον· εἰ γὰρ μή ἐστιν ἀληθὲς τὸ μηδὲν φυτὸν ἔχειν αἴσθησιν, ἀληθὲς ἄρα τὸ ἔχειν· ἐπεὶ οὖν πᾶν φυτὸν αἴσθησιν ἔχει, ὡς ἡ ὑπόθεσις, πᾶν δὲ τὸ αἴσθησιν ἔχον μεταβατικὴν κινεῖται κίνησιν, πᾶν ἄρα φυτὸν μεταβατικὴν ἔχει κίνησιν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ φυτὸν αἴσθησιν ἔχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ μὴ ἔχειν. ὅρα οὖν ὡς εἰς τὸ δειχθῆναι, ὅτι οὐδὲν φυτὸν αἴσθησιν ἔχει, εἴληπται [*](1 δεῖ PVt 2 ἀγάγοι PVt 3 δεόμενον PQ (Marc. 231) 6 μιᾶς Q ὅρον Qt εἴρηται] p. 36,17 sq. 8 ἐχρήσατο ἀντὶ θηλυκῶν Vt 9 μὲν ἀναγκαῖα PQ: διὰ τῶν ὑποκειμένων ὄρων Vt ἐδήλωσε Q 11 χρήσιμον Q 12 τῶι τοιούτωι συλλογισμῶι P 13 τό δὲ om. PQ 14. 15 ἀντὶ—προτάσεων PVt: ἤτοι οὐκ ἔγκειται δέ ἐνεργεία ἡ ἀντιστροφὴ ταῖς προτάσεσι· δυνάμει μέντοι Q 14 παραλειφθεῖς V: περιληφθεὶς t προτάσεως P δέονται γὰρ, om. ἀλλὰ Q 16 ὁ om. V 17. 18 παραλαμβάνοντας Q 18 ante ὄρον add. ἢ Q 19 αὐτοῦ t 20 παραδέχονται t: δεῖ προσδέχεσθαι αὐτοὺς Q 21 φημὶ, om. ἄν Q 21. 22 οὐδέν malim αἴηθησιν Q 23 κίνησιν κινεῖται Q, e κινῆται corr. P: inv. ord. Vt οὕτως Qt 24 ἔξωθεν post 23 οὑν colloc. Vt οὐ μέντοι P 26 γὰρ om. Q ἔχειν Vt 27 ὡς om. V 28 κινεῖται QVt: ἔχει P 29 ἐστὶν om. Q δὲ om. P 30 ψευδὲς Q 31 ἔχει αἴσθησιν V ἔχει — p. 38,1 αἴσθησιν om. Q)

38
ἔξωθέν τινα λέγω δὴ τό τε τούτῳ ἀντικείμενον τὸ αἴσθησιν ἔχειν καὶ τὸ [*](XIr) συμπέρασμα τὸ τούτῳ ἀκολουθῆσαν τὸ μεταβατικὴν κινεῖσθαι κίνησιν. ἢ καὶ οὕτως· δεῖξαι βουλόμενοι ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπ’ εὐθείας μὲν δείξομεν οὕτως, ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τοῦτο δὲ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρ ἀθάνατος. τῇ δὲ δι’ ἀδυνάτου οὕτως· εἰ μὴ ἀθάνατος ἡ ψυχὴ ἡ ἡμετέρα, θνητὴ ἄρα· εἰ οὖν θνητή, οὐδαμοῦ τεύξεται τοῦ κατ’ ἀξίαν. ἐνταῦθα γὰρ οὐ τυγχάνει· εἰ δὲ οὐ τυγχάνει τοῦ κατ’ ἀξίαν, ἀνῄρηται πρόνοια, ὅπερ ἄτοπον. ὅρα οὖν πόσα ἔξωθεν εἴληπται, τό τε θνητὴν εἶναι τό τε μὴ τυγχάνειν τοῦ κατ’ ἀξίαν καὶ τὸ ἀνῃρῆσθαι πρόνοιαν, ἵνα τὸ αἴτιον τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἀνέλωμεν, λέγω δὴ τὸ θνητὴν εἶναι τὴν ψυχήν. τούτου δὲ ἀναιρεθέντος λείπεται εἶναι ἀθάνατον. φημὶ οὖν πρὸς ταύτην τὴν ἀπορίαν ὅτι τὰ ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ παραλαμβανόμενα ἔξωθεν οὐ συνακτικά εἰσι τοῦ συλλογισμοῦ τοῦ κατασκευάζοντος τὸ ὥσπερ νῦν τὸ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἀλλὰ τῆς ἀτόπου ὑποθέσεως ἐλεγκτικά, λέγω δὴ τῆς ὅτι θνητή· ἧς ἀναιρεθείσης, ἐπειδὴ μέσον θνητοῦ καὶ ἀθανάτου, ἀκολούθως τὸ ἀθάνατον εἰσάγεται, οὐ συναχθὲν ἐκ τῶν ληφθέντων θέντων ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἀντικειμένου συνεπινοούμενον διὰ τὸ μηδὲν εἶναι μεταξύ. ἐπεί τοι ἐφ’ ὧν ἔστι τι μεταξύ, οἷον ὡς ἐπὶ θερμοῦ καὶ ψυχροῦ ἡ λευκοῦ καὶ μέλανος, κἄν τὸ ἕτερον ἀνέλῃ ἡ εἰς ἀδύνατον ἀπαγωγή, οὐ πάντως καὶ τὸ ἀντικείμενον εἰσάγεται· εἰ γάρ τινος ὑποθε|μένου, ὅτι ὁ ἀὴρ λευκός ἐστι, τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐλέγξει τις ὅτι οὐ ΧΙν λευκός ἐστιν, οὐκέτι εἰσάξει ὅτι μέλας· οὐδὲ εἴ τις ὑπόθοιτο ὅτι φύσει θερμὸς ὁ ἥλιος, εἶτά τις τῇ δι’ ἀδυνάτου δείξει ἐλέγξει ὅτι οὐ θερμός, οὐ [*](XIr) πάντως εἰσάγεται ὅτι καὶ ψυχρός. οὕτως ἡ δι’ ἀδυνάτου δεῖξις ἐλέγχει μόνον τὴν ψευδομένην ὑπόθεσιν, οὐ μὴν καὶ τὴν ἀλήθειαν εἰσάγει, χωρὶς εἰ μὴ οὕτως ἔχει ἡ ἀντίθεσις ὥστε πάντως ἀνάγκην εἶναι τοὐ ἑτέρου ἀναιρεθέντος τὸ λοιπὸν ἀντεισάγεσθαι, ὡς ἐπὶ περιττοῦ καὶ ἀρτίου καὶ ὡς ἐπὶ ἀντιφάσεως καὶ τῶν ὁμοίων· ὡς ἔχει καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον ἢ ἁπλῶς τὸ ἀεὶ εἶναι ἢ μὴ εἶναι.

30 p. 24b26 Τὸ δὲ ἐν ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ παντὸς κατηγορεῖσθαι θάτερον θατέρου ταὐτόν ἐστιν.

Ότι τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, [*](1 τε om. PVt τούτου Q: τούτων t 2 τούτων t ἀκολουθεῖσαν P: ἀκολουθοῦσαν V 3 ἢ om. P βουλόμενος Vt 4 δείξωμεν P 5 ἀθάνατον (post μὴ) PVt 6 θνητὸν ἄρα V οὐδαμῶς Q: οὐ Vt τὴν V 7 γὰρ PQt: δὲ V 8 ante πρόνοια add. ἡ P, del. ἄρα Q1 οὖν om. Q θνητὸν V itemque vs. 10 9 ἀναιρεῖσθαι P 10 post εἰς add. τὸ PVt εἶναι om. P: post 11 ψυχὴν colloc. Q 11 οὖν om. t 13 συνεκτικά PQt 14 νῦν Q: οὖν Pt: om. V 15 ἐλεκτικά V 18 ὡς om. Q 19 ἡ P: καὶ QVt ἀνέλῃ] ἕλει sic P 21 ἐπαγωγῆ QVt 22 ἐστιν om. P οὐδὲ] εἶδέ V 23 ἐλέγχει V 24 post πάντως del. ἐλέγξει Q 1 an καὶ ὅτι? δείξεως ἐλέγξει P 25 ψευδῆ—ἀληθῆ P ἔχηι P ἀνάγκην scripsi: ἀνάγκη libri εἶναι] εἰ V 27 ἐπὶ prius om. P ante περιττοῦ add. τοῦ Q περὶ τοῦ pr. P 28 ante τῶν add. ἔπι P ὁμοίως pr. P ὡς om. P τὸ alt. om. Q 29 post ἢ prius add. τὸ V 30 post ἕτερον add. ἐν t (BCfm) 31 ἐστιν] σημαίνει V (fm) 32 ὅτι om. V ταὐτόν P)

39
μόνῃ δὲ τῇ σχέσει διαφέρουσι. τοῦ γὰρ ἀνθρώπου ὑποκειμένου ὄντος, [*](XIv) κατηγορουμένου δὲ τοῦ ζῴου, ἐν τούτοις θεωρεῖται καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κτὰ παντός. εἰ μὲν γὰρ ἀπὸ τοῦ ὑποκειμένου ἄνιμεν ἐπὶ τὸν κατηγορούμενον, λέγομεν ἐν ὅλῳ εἶναι τὸν ἄνθρωπον τῷ ζῴῳ ἀντὶ τοῦ ὑπὸ ὅλου αὐτὸν περιέχεσθαι τοῦ ζῴου· εἰ δὲ ἀπὸ τοῦ κατηγορουμένου κάτιμεν ἐπὶ τὸν ὑποκείμενον, ἐροῦμεν ὅτι κατὰ παντὸς λέγεται τὸ κατηγορούμενον του ὑποκειμένου.

p. 24b30 Καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως·

Τί δέ ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός, αὐτὸς ἐξηγεῖται. καὶ φησὶ κατὰ παντὸς μὲν εἶναι, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ οὐ κατηγορεῖται τὸ κατηγορούμενον· οἶον λέγομεν τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι· καὶ οὐκ ἐστι τις ἄνθρωπος καθ’ οὗ τὸ ζῷον οὐ λεχθήσεται. καὶ τὸ κατὰ μηδενὸς ὁμοίως· λέγομεν γὰρ τὸν ἄνθρωπον κατὰ μηδενὸς λίθου ὑπάρχειν· καὶ οὐκ ἔστι τις λίθος καθ’ οὗ ὁ ἄνθρωπος λεχθήσεται. οὐ μόνον δὲ κατὰ σχέσιν διαφέρει τὸ ἐν ὅλῳ τοῦ κατὰ παντός, ἀλλὰ καὶ ἕτεραι διαφοραί, καθὸ τὸ μὲν ἐν ὅλῳ ἔλαττον ἐκείνου ᾧ ἐστιν ἐν ὅλῳ οἷον ὁ ἄνθρωπος ἐν ὅλῳ τῷ ζῴῳ ἐστί, καὶ ἔλαττόν ἐστιν ὁ ἄνθρωπος τοὐ ζῴου, τὸ δὲ κάτα παντὸς ἢ ἔπι πλέον ἐστὶν ἐκείνου καθ’ οὗ λέγεται ἢ ἐπ’ ἴσης, καὶ ἐπὶ πλέον μὲν, ὡς ὅταν γένος ᾖ τὸ κατηγορούμενον, ἐπ’ ἴσης δὲ ὡς ἴδιον· οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου ὡς γένος, καὶ ἐπὶ πλέον τοῦ ἀνθρώπου τὸ, ζῷον·

πάλιν τὸ ἴδιον κατηγορεῖται τοῦ ἀνθρώπου, ὡς τὸ γελαστικὸν, καὶ ἐξισάζει αὐτῷ. ὥστε καλῶς εἴρηται ὅτι τὸ μὲν ἐν ὅλῳ ἐπ’ ἔλαττόν ἐστι, τὸ δὲ κατὰ παντὸς ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης.

p. 25a1 Ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν.

Τέλος ἔχει τὰ ἐξ ἀρχῆς αὐτῷ προτεθέντα· τρέπεται δὴ λοιπὸν εἰς τὴν διδασκαλίαν τῆς τῶν συλλογισμῶν γενέσεως. ἀλλ’ ἐπειδὴ τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμῶν διὰ τῆς τῶν προτάσεων ἀντιστροφῆς τὸ ἀναγκαῖον ἀποδείκνυται, ὡς ἀρτίως ἐλέγομεν, διὰ τοῦτο πρῶτον ἠβουλήθη τὰ περὶ ἀντιστροφῆς διδάξαι, ἵνα μὴ ἐκεῖσε γενόμενος ἀναγκασθῇ τὸν λόγον διακόψαι, διδάσκων ἡμᾶς τί ποτέ ἐστιν ἀντιστροφὴ. ἀναγκαῖον ’δε ζητῆσαι πρῶτον μὲν τί ἐστιν ὅλως ἀντιστροφὴ καὶ ποσαχῶς λέγεται, καὶ [*](1 τούτων (ante γὰρ) V 3 τὸ (post ἐπὶ) P 6. 7 τῶι ὑποκειμένωι PQ om. Vt 12 post παντὸς add. τοῦ P 13 οὐ κατηγορεῖται P post ὁμοίως add. ὡσαύτως P 15 ὁ om. P post κατὰ add. τὴν P 16 τοῦ—τὸ P ἑτέραις διαφοραῖς Vt 17 post ἔλαττον add. ἐστιν P ᾧ scripsi: οὗ libri τὸ ζῶιον P 18 ἐλάττων P 19 καὶ om. P 20 ὅτι P post ὡς add. ὅτι P ἀνθρώπου om. P 22 ἐξιζάζει ut solet V 25 ἐπειδὴ P 27 προστεθέντα δὲ PVt λοιπὸν om. V 28 post ἐπειδὴ add. καὶ t 30 ἀρτίως] p. 36,29 sq. 31 τὰ περὶ—ἀναγκασθῇ om. P 32 ἀναγκαῖον—33 ἀντιστροφὴ om. Vt om. 33 καὶ prius om. t)

40
περὶ ποίας ἀντιστροφῆς ἐνταῦθα διαλέγεται, καὶ ἔτι ἐν πόσοις θεωρεῖται ἡ [*](XIv) ἀντιστροφή, καὶ τούτοις πῶς ἔχουσι πρὸς ἄλληλα. λέγομεν οὖν πρὸς τὸ πρῶτον ὅτι ἀντιστροφή ἐστιν ἰσοστροφή τις· τὸ γὰρ ᾱνݲτݲιݲ, ὡς ἐν πολλάκις εἴρηται, τὸ ἴσον σημαίνει παρὰ τοῖς παλαιοῖς, ὡς ἐν τῷ ἀντιάνειρα καὶ ἀντίθεος καὶ ἐν τῷ ἔθει τὸ ἀντίχειp. τὸ δὲ ἴσον τινί ἐστιν ἴσον· τῶν πρός τι γάρ ἐστι. τὰ δὲ πρός τι τοὐλάχιστον ἐν δυσὶ πράγμασι θεωρεῖται. ὥστε τὰ ἀντιστρέφοντα τοὐλάχιστον δύο τινά εἰσιν· ἓν γὰρ οὐκ ἂν λέγοιτο ἀντιστρέφειν. ἔχεις οὖν καὶ ἐν πόσοις ἡ ἀντιστροφὴ καὶ τί ἐστι. λείπεται δὲ διδάξαι ἐν τίσιν ἐστὶ καὶ ποσαχῶς λέγεται. πᾶσα οὖν ἀντιστροφὴ ἢ ὅρων ἐστὶν ἡ προτάσεων ἢ συλλογισμῶν. τριχῶς ἄρα λέγεται, καὶ ἐν τίσιν ἔγνωμεν, ὅτι ἢ ἐν ὅροις ἢ ἐν προτάσεσιν ἢ ἐν συλλογισμοῖς. περὶ μὲν οὖν τῆς ἐν τοῖς ὅροις ἀντιστροφῆς διείλεκται ἐν Κατηγορίαις, ἔνθα περὶ τῶν πρός τι διελέγετο, ὅτι ὁ φίλος φίλῳ φίλος ἐστὶ καὶ ὁ ἐχθρὸς ἐχθρῷ ἐστιν ἐχθρός. περὶ δὲ τῆς ἐν συλλογισμοῖς ἀντιστροφῆς ἐν τῷ δευτέρῳ τῶν Ἀναλυτικῶν βιβλίῳ διδάσκει, λέγω δὴ τῷ μετὰ τοῦτο· δεῖ γὰρ εἰδέναι πρῶτον τί ἐστι συλλογισμός, ἵν’ οὕτω μάθωμεν πῶς ἀντιστρέφει. ἀντιστρέφειν δὲ λέγονται συλλογισμοί, ὅταν τὸ συμπέρασμα λαβόντες καὶ προσθέντες τὴν μείζονα τῶν προτάσεων κατασκευάσωμεν τὴν ἐλάττονα. οἷόν ἐστι συλλογισμὸς ὁ λέγων ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· ἔχομεν οὖν τὸ συμπέρασμα ὅτι ἡ ψυχὴ ἀθάνατος· τοῦτο λαβόντες καὶ ποιήσαντες ἐλάττονα πρότασιν, εἶτα προσθέντες τἀς λοιπὰς συμπέρασμα τὴν ἐλάττονα πρότασιν ποιοῦμεν οὕτως· ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίνητον, τὸ ἀεικίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος. ἐνδέχεται δὲ καὶ τὴν ἐλάττονα πρότασιν τῷ συμπεράσματι συμπλέξαντα συμπέρασμα ποιῆσαι τὴν ἐν τῷ προτέρῳ συλλογισμῷ μείζονα· οἷον ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον αὐτοκίνητον, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀεικίνητος. περὶ δὲ τῆς ἐν προτάσεσιν ἀντιστροφῆς ἐνταῦθα διαλέξεται, οὐ μὴν περὶ πάσης. τῆς γὰρ ἀντιστροφῆς περὶ δύο προτάσεις θεωρουμένης τοὐλάχιστον, ὡς προείρηται, ἑκάστης δὲ προτάσεως δύο ὅρους ἐχούσης, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ἀνάγκη πᾶσα τὰς δύο προτάσεις, ἐν αἷς ἡ ἀντιστροφὴ θεωρεῖται, ἢ κατ’ [*](XIIr) ἀμφοτέρους τοὺς ὅρους κοινωνεῖν ἢ κατ’ ἀμφοτέρους διαφέρειν ἢ κατὰ μὲν τὸν ἕτερον κοινωνεῖν κατὰ δὲ τὸν ἕτερον διαφέρειν, καὶ τοῦτο διχῶς, ἢ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνεῖν κατὰ δὲ τὸν κατηγορούμενον διαφέρειν ἢ ἔμπαλιν· καὶ οὐκ ἔστι παρὰ ταῦτα. τεσσάρων οὖν γινομένων συζυγιῶν αἱ μὲν τρεῖς ἀσύστατοί εἰσιν, ἡ δὲ μία μόνη συνέστηκεν. οὔτε γὰρ εἰ κατ’ [*](1 ἔστιν V 2 ἀποστροφή V 3 ἐν ἑτέροις] velut Categ. p. 111,20 sq. 4 περὶ t 5 fort. τῶν ἐν ἔθει τῶ ἐστιν om. Q 7 τινά om. Q 8 ἐν om. P 9 δὲ om. P: fort, δὴ 11 ἢ primum om. P 12 ἐν Κατηγορίαις] c. 7 p. 6b28 sq. 13 διελάμβανεν ὅτι φίλος φίλωι ἐστιν φίλος P 14 συλλογισμῶ V 14. 15 ἐν τῷ δεῦτ’. τῶν Ἀναλ. β.] c. 8—10 p. 59b1 sq. 15 βιβλίων V τὸ P 17 λαμβάνοντες 18 κατασκευάσομεν t 21 πρότασιν om. Q 23. 24 ἡ ψυχὴ ἄρα αὐτοκίνητος om. V 24 καὶ om. P 28 μὴν] μὴ Q 29 ὥσπερ εἴρηται P 30 προτάσεως om. P ὑποκείμενον—κατηγορούμενον Q 31 πάσας P θεωρῆται t 33. 34 καὶ τοῦτο— διαφέρειν iterat V 33 fort. ἢ <γὰρ> cf. p. 41,13 35 ante συζυγιῶν del. σὺ Q3)
41
ἀμφοτέρους τοὺς ὅρους διαφέρουσιν αἱ προτάσεις, γίνεται ἀντιστροφὴ ἑτέρων [*](XIIr) οὐσῶν παντελῶς καὶ ἀκοινωνήτων· οἷον ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος τετράπουν· κοινωνίαν γὰρ οὐδεμίαν ἔχουσι· δεῖ δὲ τὰ ἀντιστρέφοντα κοινωνεῖν ἀλλήλοις. ἀλλ’ οὐδὲ εἰ κατὰ τὸν ἕτερον τῶν ὅρων κοινωνοῖεν, κατὰ δὲ τὸν ἕτερον διαφέροιεν, οὐδὲ οὕτως γίνεται ἀντιστροφή· οἷον ὁ ἄνθρωπος ζῷον, ὁ ἄνθρωπος λευκός, καὶ πάλιν ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος ζῷον. ἀλλὰ δεῖ τὰς ἀντιστρεφούσας κοινωνεῖν κατ’ ἀμφοτέρους τοὺς ὅρους. ἀλλ’ ἐπειδὴ πάλιν ἐν τῖς προτάσεσι θεωρεῖταί τις τάξις τῶν ὅρων ὁ μὲν γάρ ἐστιν κατηγορούμενος ὁ δὲ ὑποκείμενος), θεωρεῖται δὲ καὶ ποιότης, ἀνάγκη πᾶσά ἐστι τὰς ἀντιστρεφούσας προτάσεις, αἵτινες ἐδείχθησαν κοινωνοῦσαι ἀλλήλαις κατ’ ἀμφοτέρους τοὺς ὅρους, κοινωνεῖν καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα, ἢ κατ’ ἀμφότερα διαφέρειν, ἢ κατὰ μὲν τὸ ἕτερον κοινωνεῖν κατὰ δὲ τὸ ἕτερον διαφέρειν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὴν τάξιν κοινωνεῖν κατὰ δὲ τὴν ποιότητα διαφέρειν, ἢ κατὰ μὲν τὴν τάξιν διαφέρειν κατὰ δὲ τὴν ποιότητα κοινωνεῖν. τούτων οὖν τῶν τεσσάρων συζυγιῶν ἡ μία ἐστὶν ἀσύστατος, λέγω δὴ ἡ κατ’ ἀμφότερα κοινωνούσας ἔχουσα τὰς προτάσεις, καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα· μία γάρ ἐστι πρότασις δὶς ἡ αὐτὴ παραλαμβανομένη καὶ οὐ δύο. εἰ γὰρ οἱ μὲν ὅροι οἱ αὐτοὶ ὀφείλουσιν εἶναι ἐν ταῖς ἀντιστρεφούσαις προτάσεσιν, ὡς ἐδείξαμεν, ἔχοιεν δὲ αὗται καὶ τὴν τάξιν τῶν ὅρων καὶ τὴν ποιότητα τὴν αὐτήν, ἔσονται ἄμφω μία καὶ ἡ αὐτή, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, ὁ ἄνθρωπος ζῷόν ἐστι, καὶ ματαιολογία τὸ ὅλον. συνίστανται δὲ αἱ ἄλλαι τρεῖς συζυγίαι, λέγω δὴ ἥ τε κατ’ ἀμφότερ’ διαφέρουσα, καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα, καὶ ἡ καθ’ ἑκάτερον, καὶ τοῦτο διχῶς, εἴτε ἡ μὲν τάξις ἡ αὐτὴ εἴη ἡ δὲ ποιότης διάφορος, εἴτε καὶ ἔμπαλιν ἡ μὲν ποιότης ἡ αὐτὴ ἡ δὲ τάξις διάφορος. ἔχει δὲ ἐναντίως ἡ διαίρεσις αὕτη τῇ προτέρᾳ. ἡ μὲν γὰρ κατὰ τὴν κοινωνίαν ἢ διαφορὰν τῶν ὅρων διαιρουμένη καὶ τέσσαρας ποιοῦσα συζυγίας, τήν τε ἐξ ἀμφοτέρων τῶν αὐτῶν ὅρων καὶ τὴν ἐξ ἀμφοτέ- ρων διφόρων καὶ τὴν κατὰ μὲν τὸν ἕτερον κοινωνοῦσαν κατὰ δὲ τὸν ἕτερον διαφέρουσαν, καὶ τοῦτο διχῶς, ἡ κατὰ τὸν ὑποκείμενον ἢ κατὰ τὸν κατηγορούμενον, τὰς μὲν τρεῖς ἀσυστάτους εἶχε συζυγίας, μόνη δὲ συνίστατο ἡ ἔχουσα τὰς προτάσεις κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνούσας. ἐνταῦθα δὲ τῆς διαιρέσεως γενομένης κατά τε τὴν τάξιν τῶν ὅρων καὶ τὴν ποιότητα καὶ πάλιν τεσσάρων γενομένων συζυγιῶν, ἡ μὲν μία ἡ κατ’ ἀμφότερα κοινωνούσας ἔχουσα τὰς προτάσεις, ἥτις ἦν ἐκεῖ μόνη σύστασιν ἔχουσ’, [*](1 διαφέρωσιν t 2 καὶ om. V ἀκοινωνούντων V 4 τῶν om. P 6 λευκόν Q δὴ V 8 post τις add. καὶ P 10. 11 ἀλλήλαις om. P 11 κοινωνεῖν om. P καὶ prius P, pr. Q: ἢ Vt, corr. Q1 καὶ alt. PQ: ἢ Vt 12 post ποιότητα add. κοινωνεῖν ἀλλήλαις P 14. 15 ποιότητα κοινωνεῖν—τάξιν διαφέρειν Q 15 τούτων οὑν τῶν scripsi: τούτων τῶν Q: τῶν οὖν P: τῶν Vt 17 ἔσται P 18 παραλαμβανόμενα P εἰ μὲν γὰρ οἱ Q οἱ alt. om. Pt 20 καὶ prius] κατὰ P τὴν ἑαυτήν V 23 κτὰ utrumque om. Q 25 εἶτε P: ἢ QVt 26 αὕτη ἡ διαίρεσις PV τῆ προτάσει Q 27 τὴν om. P 28 ποιούσας V 29 διφόρων scipsi: διαφορῶν PV: διαφορὰν Qt μέν κατά PV 35 ἦν superscr. V)
42
μόνη ἀσύστατός ἐστιν ἐνταῦθα, αἱ δὲ ἄλλαι τρεῖς, αἵτινες ἐκεῖ ἦσαν ἀσύστατοι, [*](XIIr) στατοὶ, ἐνταῦθα συνίστανται, λέγω δὴ ἡ κατὰ τὸ ἕτερον μὲν κοινωνοῦσα κατὰ δὲ τὸ ἕτερον διαφέρουσα, καὶ τοῦτο διχῶς, καὶ ἡ κατ’ ἀμφότερα διαφέρουσα. εἰ τοίνυν αἱ ἀντιστρέφουσαι προτάσεις τάξιν μὲν τῶν ὅρων τὴν αὐτὴν ἔχοιεν, ποιότητα δὲ μὴ τὴν αὐτήν, λέγεται ἡ τοιαύτη ἐνδεχομένη ἀντιστροφή, διότι ἐπὶ μόνης τῆς ἐνδεχομένης ὕλης συνίσταται· οἷον τὶς ἄνθρωπος λούεται, τὶς ἄνθρωπος οὐ λούεται· τὶς ἄνθρωπος περιπατεῖ, τὶς ἄνθρωπος οὐ περιπατεῖ· ἀμφότερα γὰρ ἀληθεύει ἐπὶ μόνης τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ μήτε ἡ τάξις τῶν ὅρων μήτε ἡ ποιότης ἡ αὐτὴ εἴη ἀλλὰ διάφορος, λέγεται ἡ τοιαύτη σὺν ἀντιθέσει ἀντιστροφή, διότι σὺν τῆ ποιότητι καὶ τὴν τάξιν τῶν ὅρων μετατίθησιν· οἷον εἰ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐδὲ ἄνθρωπος· εἰ τὸ πῦρ ξηρόν, τὸ μὴ ξηρὸν οὐδὲ πῦp. εἰ δὲ ἡ μὲν ποιότης τῶν προτάσεων ἡ αὐτὴ εἴη ἡ δὲ τάξις διάφορος, λέγεται ἡ τοιαύτη ἁπλῆ ἀντιστροφή, διότι περὶ τὸ ἁπλούστατον τῶν ἐν τῇ προτάσει, τουτέστι τοὺς ὅρους, ποιεῖται τὴν ἀντιστροφήν· οἷον πᾶς ἄνθρωπος ζῷον, τὶ ζῷον ἄνθρωπος. περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον, ἣν καὶ ὁριζόμενοι λέγομεν οὕτως· ἁπλῆ ἀντιστροφή ἐστι κοινωνία δύο προτάσεων κατ’ ἀμφοτέρους τοὺς ὅρους τοῦ μὲν ποιοῦ τοῦ αὐτοῦ μένοντος τῆς δὲ τάξεως τῶν ὅρων ἐναλλαττομένης μετὰ τοῦ συναληθεύειν. πρόσκειται ‘μετὰ τοῦ συναληθεύειν’ διὰ τὴν λεγομένην ἀναστροφὴν τὰ αὐτὰ ἔχουσαν τῇ ἁπλῇ πλὴν τοῦ ψεύδεσθαι· οἷον πᾶς ἄνθρωπος ζῷον, καὶ πᾶν ζῷον ἄνθρωπος. ἔχει δὲ ὁ ὁρισμὸς γένος μὲν τὸ ‘κοινωνία δύο προτάσεων κατ’ ἀμφοτέρους τοὺς ὅρους’· τοῦτο γὰρ πάσῃ ὑπάρχει ἀντιστροφῇ· διαφορὰς δὲ τὰ λοιπά, ὧν ἡ μὲν ‘τοῦ ποιοῦ τοῦ αὐτοῦ μένοντος’ ἀποχωρίζει τῆς σὺν ἀντιθέσει, τὸ δὲ τῆς τάξεως τῶν ὅρων ἐναλλαττομένης’ διακρίνει τὴν ἐνδεχομένην ἀντιστροφήν· οὐκ ἀμείβει γὰρ ἐκείνη τὴν τάξιν. καὶ ἐκ τῆς προτέρας δὲ διαφορᾶς οὐδὲν ἧττον διακρίνεται· οὐ φυλάττει γὰρ ποιὸν τὸ αὐτὸ ἡ ἐνδεχομένη ἀντιστροφή· τὶς ἄνθρωπος λούεται, τὶς ἄνθρωπος οὐ λούεται. τὸ δὲ ‘μετὰ τοῦ συναληθεύειν’ εἴρηται, πρὸς διάκρισιν τίνος παρείληπται. ἄξιον δὲ ζητῆσαι διὰ τί τῆς τῶν καθ’ ἕκαστα καὶ τῆς τῶν ἀπροσδιορίστων ἀντιστροφῆς οὐκ ἐμνημόνευσε. καὶ φαμὲν ὅτι τῶν μὲν ἀπροσδιορίστων οὐκ ἐμνήσθη, ἐπειδὴ περιέχονται ἐν ταῖς προσδιωρισμέναις· ἀναλογοῦσι γάρ, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ἢ ταῖς καθόλου ἢ ταῖς μερικαῖς. τῶν δὲ καθ’ ἕκαστα οὐκ ἐμνήσθη, ὅτι τῶν καθόλου τὴν διδασκαλίαν μετέρχονται οἱ φιλόσοφοι, οὐ τῶν καθ’ ἕκαστα διὰ τὸ ἄπειρον.

Τούτων ἡμῖν πρὸ τῆς τοῦ ῥητοῦ ἐξετάσεως προδιηπορημένων ἄξιόν ἐστι καὶ τὰς κατὰ τὸ ῥητὸν φερομένας ἀπορίας ἔπι λύσασθαι. ζητοῦσι γάρ [*](XIIr) [*](1 ἐνταῦθα μόνη ἐστιν ἀσύστατος P 5 ἔχοουσι QVt, at cf. vs. 9. 13 10 post τοιαύτη add. ἀντιστροφὴ P 11 ὁ om. t 12 ξυρὸν (post μὴ) Q οὐ πῦρ P 13 ἦ PV 11 ἀντιστροφὴ ἁπλῆ P 15 τοὺς ὅρους QVt: τὸν κατηγορούμενον P 19 ἐλαττομένης V δὲ, quod ante μετὰ prius add. P, transposui: om. QVt μετὰ alt. superscr. Q1 22 κοινωνίαν V 23 διαφορὰ δὲ τοὺς λοιποὺς V 24 τῇ Vt: τὴν conicio συναντιθέσεως Q 25 τῆς δὲ, om. τὸ P ἐναλαττομένης PV 26 δὲ 27 οὐ om. V ποιόν superscr. V 29 post εἴρηται add. ὅτι P 31 καὶ om. P μὲν om. QVt ἐμνήσθην t 32 ἐν τῷ Περὶ ἑρμ’.] c. 7 p. 17b29 sq. cf. b7 sq. 33 τῶν καθολικῶν sic P)

43
τινες τί δήποτε τεσσάρων ὄντων τῶν τρόπων, ὡς ἐν τῷ Περὶ ἑρμηνείας [*](XIIr) παρειλήφαμεν, δυνατοῦ, ἐνδεχομένου, ἀναγκαίου, ἀδυνάτου, τὸν μὲν ἀδύνατον καὶ δυνατὸν παρέλειψεν ἐνταῦθα ὁ φιλόσοφος, τὸν δὲ ὑπάρχοντα ἀπεξενωμένον ὄντα προσέθηκε, καὶ εἴγε ὅλως τρόπος ἐστὶν ὁ ὑπάρχων, τί δήποτε οὐκ ἐμνήσθη αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας. εἰσὶ μὲν οὖν τινες οἳ τὸν ὑπάρχοντα τρόπον ὑπολαμβάνουσιν, οἵτινες καὶ ἐπιχειροῦσιν αὐτὸ τοῦτο κατασκευάζειν ἐκ διαιρέσεως τοιαύτης, πρὸς ἣν ἀποβλέψαντά φασι τὸν φιλόσοφον ποιεῖσθαι τὴν νῦν διδασκαλίαν. τῶν γὰρ πραγμάτων, φασί, τὰ μὲν ἀεὶ ὡσαύτως ἔχει, τὰ δὲ ἄλλοτε ἄλλως· καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων τὰ μὲν καθ’ αὑτὰ ὑφέστηκεν, ὡς τὰ οὐράνια, τὰ δὲ κατὰ συμβεβηκὸς ἐν ἑτέροις, ὡς τὸ ἐν τῷ κόρακι μέλαν. διὰ μὲν οὗν τοῦ ἀναγκαίου τρόπου, φασίν, ἐδήλωσε τὰ ἀεὶ ὡσαύτως ἔχοντα καθ’ αὑτά, διὰ δὲ τοῦ ὑπάρχοντος τὰ ἀεὶ ὡσαύτως ἔχοντα κατὰ συμβεβηκός, διὰ δὲ τοῦ ἐνδεχομένου τὰ ἄλλοτε ἄλλως ἔχοντα. καὶ δι’ ἑτέρας δὲ διαιρέσεως τὸ αὐτὸ δεικνύειν ἐπιχειροῦσι πιθανωτέρας μὲν οὐ μὴν οὐδὲ αὐτῆς ἐχούσης τὸ ἀναγκαῖον· τὰ γὰρ πράγματα, φασίν, ἢ ἀεί ἐστιν ἢ ποτέ· καὶ εἰ ποτέ, ἢ ἐκβέβηκεν ἢ μέλλει· τὰ μὲν οὗν ἀεὶ ὄντα δηλοῖ ὁ ἀναγκαῖος τρόπος, τὰ δὲ ποτὲ ἐκβεβηκότα ὁ ὑπάρχων, τὰ δὲ μέλλοντα ἐκβῆναι ὁ ἐνδεχόμενος. πρὸς οὗς καλῶς ἀντιλέγουσιν ὅτι οὕτως εἰς ταὐτὸν ἄξομεν τὰς ὕλας τοῖς τρόποις· ὑμεῖς γὰρ τὴν διαίρεσιν τῶν τρόπων ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ἐποιήσασθε, ὅπερ ἐστὶν ἴδιον τῶν ὑλῶν· οἱ δὲ τρόποι οὐκ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων λαμβάνονται ἀλλ’ ἀπὸ τῆς ἡμετέρας προφορᾶς, ὅπερ καὶ αὐτὸς δηλοῖ εἰπὼν καθ’ ἑκάστην πρόσρησιν. ἐλέγετο δὲ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ὁ τρόπος τῆς ὕλης διαφέρει, καθὸ ἡ μὲν ὕλη συναναφαίνεται τοῖς πράγμασιν· ἐὰν γὰρ εἴπω ὅτι ὁ ἄνθρωπος πέταται, παραχρῆμα ἀνεφάνη ἀδύνατος, καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν ὁμοίως· ὁ δὲ τρόπος ἐκ τῆς ἡμετέρας προφορᾶς ἔχει τὸ εἶναι· ὅταν γὰρ εἴπω ‘ἐνδέχεται ἄνθρωπον μέλανα εἶναι’, ἐνδεχομένου τρόπου εἶπον πρότασιν. διόπερ καὶ τὴν αὐτὴν πρότασιν ὕλης μὲν δυνατὸν εἶναι ἀναγκαίας τρόπου δὲ ἐνδεχομένου, ὡς ὅταν εἴπω ὅτι ὁ ἥλιος ἐνδεχομένως κινεῖται· τὸ μὲν γὰρ κινεῖσθαι αὐτὸν ἐξ ἀνάγκης ἐστίν, ὁ δὲ τρόπος ἐνδεχόμενος· καὶ ἔμπαλιν δυνατὸν τρόπου μὲν ἀναγκαίου πρότασιν εἶναι ὕλης δὲ ἐνδεχομένης, ὡς ὅταν εἴπω ‘ἀναγκαίως Σωκράτης λούεται’· καὶ ἐπὶ τῶν ἄλλων δὲ τρόπων καὶ ὑλῶν τὸ αὐτὸ συμβαίνειν ἐνδέχεται. ὥστε οἱ ταῦτα [*](1 ἐν τῷ Περὶ ἑρμ’.] c. 12 p. 21a35 sq. 2 τὸ PVt 3.4 ἀποξενομενον P: V 5 ἐμνήσθην Q τινες om. V οἲ] οἷον pr. P 6 ὑπολαμβάνοντες Qt: ὑπολαβόντες V 7 ὑποβλέψαντα Q 8 φησιν P 10 post οὐράνια del. σώματα P ἐν ἑτέροις om. Vt 11 οὖν superscr. P1: om. QV τοῦ] οὐ eras. Q 12 καθ’ αὑτὰ—13 ἔχοντα om. V δὲ om. P 14 δὲ om. P 15 οὐδὲ] δὲ P 16 φασίν scripsi: φησιν libri καὶ εἰ ποτέ om. QVt 17 δῆλον Vt ὁ ὑπάρχων ἤγουν ἐκβεβηκότα QVt 19 τὸν αὐτὸν P 20 ἐστὶν om. P 22 αὐτὸ P 23 ἐν superscr., τῷ e τὸ corr. V ἐν τῷ Περὶ ἑρμ’.] immo Ammon. p. 215,7 sq. 25 ὅτι om. t πέπαυται V post παραχρῆμα add. ἡ ὕλη P ἐφάνη Q ἀδυνάτων P 26 προσφορᾶς Qt 27 ὅτι P 29 ὅτι om. V 31 πρότασιν τρόπου ἀναγκαίου QVt 33 post ὑλῶν add. ὡς P ἐνδέχεται] τ supra ’σθ’ scr. V οἱ om. Q)
44
λέγοντες εἰς ταὐτὸν ἀνάγουσι τὰς ὕλας τοῖς τρόποις, ὅπερ ἄτοπον. καὶ τινὲς [*](XIIv) μὲν ἀπολογούμενοι πρὸς τοῦτό φασιν ὅτι τὰ ὑπάρχοντά τινι ἢ ἀπλῶς ὑπάρχειν χειν λέγεται δίχα προσδιορισμοῦ τινος, καὶ λέγεται ὑπάρχοντος τρόπου, ἢ ἀναγκαίως, καὶ ἔστιν ἀναγκαίου τρόπου, ἢ ἐνδεχομένως, καὶ ἔστιν ἐνδεχομένου, καὶ οὕτως οὐκ εἰς ταὐτὸν ἄξομεν τὰς ὕλας τοῖς τρόποις. λέγομεν οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν ἀνόητον τὸ λέγειν ὑπαρχόντως ὑπάρχειν. ἔπειτα, εἰ ὁ ὑπάρχων τρόπος ἐστίν, ἀτελεῖς δείξομεν τὰς δύο πραγματείας, τήν τε Περὶ ἑρμηνείας καὶ ταύτην, διότι οὐδὲ ἐκεῖ ἐμνήσθη τοῦ ὑπάρχοντος τρόπου οὐδὲ ἐνταῦθα τοῦ δυνατοῦ καὶ ἀδυνάτου. τί οὖν ἡμεῖς φαμεν πρὸς τὰ διηπορημένα; ὅτι τοῦ μὲν ἀδυνάτου τρόπου οὐκ ἐμνήσθη ὡς ἐμπεριλαβὼν αὐτὸν διὰ τοῦ ἀναγκαίου· ὁ αὐτὸς γάρ ἐστιν αὐτῷ, ἀντίστροφος μέντοι. καὶ αὐτὸς δὲ ἐν τῷ Περὶ ἑρμηνείας τοῦτο ἐδήλωσε τὸ ἀναγκαῖον ταὐτὸν εἶναι τῷ ἀδυνάτω λέγων ἐναντίως ἀποδιδόμενον, ὅτι ὅπου πρὸς τῷ ἀναγκαίῳ τὸ εἶναι, τῷ ἀδυνάτῳ τὸ μὴ εἶναι· εἰ γὰρ ἀναγκαῖον τὸν ἄνθρωπον ζῷον εἶναι, ἀδύνατον μὴ εἶναι· καὶ τὸ ἀδύνατον εἶναι, τοῦτο ἀναγκαῖον μὴ εἶναι. ἔτι διὰ τοὐ ἐνδεχομένου τὸν δυνατὸν ἐμπεριέλαβε· τὸ γὰρ κυρίως δυνατὸν εἰς ταὐτὸν ἔρχεται τῷ ἐνδεχομένῳ· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο δυνατὸν εἶναι, καὶ ὃ δυνατὸν μὴ εἶναι, τοῦτο ἐνδέχεται μὴ εἶναι. ὥστε οὐ μόνον ἐν τῷ Περὶ ἑρμηνείας ἐμνήσθη τῶν τεσσάρων τρόπων ἀλλὰ καὶ ἐνταῦθα ἀλλὰ ζητοῦσί τινες διὰ τί ὅλως τοῦ ἀναγκαίου ἐμνη- μόνευσε καὶ μὴ τοῦ ἀδυνάτου, εἴγε ἰσοδυναμοῦσιν ἐναντίως ἀποδιδόμενοι· φαμὲν ὡς τιμιωτέρου ἐμνήσθη τοῦ ἀναγκαίου· ὁ μὲν γὰρ ἀναγκαῖος ὕπαρξιν σημαίνει, ὁ δὲ ἀδύνατος στέρησιν· ἡ δὲ ὕπαρξις τῆς στερήσεως τιμιωτέρα· ἀλλὰ μὴν καὶ ὁ ὑπάρχων δίκην ὕλης τοῖς τρόποις ὑπέστρωται· εἰ γὰρ ὁ ὑπάρχων δηλοῖ τὸ εἶναι, λέγεται δὲ καὶ ὁ ἀναγκαῖος καὶ ὁ ἐνδεχόμενος εἶναι, δῆλος ἂν εἴη οὗτος τοῖς λοιποῖς ὑπεστρωμένος. καὶ οὕτως οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον εἰρῆσθαι τῷ φιλοσόφῳ ἀποδέδεικται. ἔτι πρὸς τούτοις ἐροῦμεν· εἰ τὸν ὑπάρχοντα τρόπον εἰσδεξόμεθα, ἐν δὲ τῷ προκειμένῳ βιβλίῳ περὶ τῆς ἀντιστροφῆς τῶν | προτάσεων διαλαμβάνει ὡς συμβαλλομένης [*](XIIr) αὐτῷ εἰς τὸν περὶ συλλογισμῶν λόγον, τῶν δὲ ἄνευ τρόπου προτάσεων οὐδαμοῦ μνήμην ἐνταῦθα ἐποιήσατο, οἱ δὲ συλλογισμοὶ οὐ μόνον εἰσὶ μετὰ τρόπου ἀλλὰ καὶ ἄνευ τρόπου, δῆλον ὅτι ἀτελὴς ἔσται ἡ περὶ συλλογισμῶν πραγματεία. οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ ἡ Περὶ ἑρμηνείας ἀτελὴς ἔσται. οὐ γὰρ ἐμνήσθη ἐκεῖσε τοῦ ὑπάρχοντος τρόπου. φαμὲν οὖν [*](1 συνάγουσι P καὶ om. P 2 μὲν om. P 3 λέγεται alt. scripsi: λέγονται libri 4 ἢ ἀναγκαίως—τρόπου om. V εἶναι utrobique P 4. 5 ἐνδεχόμενον Q 6 ὅτι bis Q 7 ἀτελὴς καὶ δείξομεν P 11. 12 ἀντιστρόφως P 12 ἐν τῳ Περὶ ἑρμ’·] c. 13 p. 22b4 sq. ante τοῦτο add. εἰ P 13 ὅπου om. V 14 τὸ prius PQ: τοῦ Vt an <πρὸς> τῷ? 16 ἔτι δὴ τῷ ἐνδεχομένῳ V 19 ἑρμηνείης Q 22 an <ὅτι> post γὰρ add. ὅτι ὁ P 25 τὸ] τί Q καὶ ὁ prius om. P 26 δῆλον P ἄλλοις P ὑπεστρωμμένος Q 28 προσδεξόμεθα Q ante ἐν add. ἄτοπον QVt δὲ P: γὰρ Q: om. Vt 29 διαλαμβάνειν V 29. 30 συμβαλομένης Q 30 συλλογισμοῦ P: συλλογισμὸν t 31 ἐνθάδε P 32 post δῆλον add. οὖν Q ἀτελὲς V ἐστιν Q 33 πραγματία V δὲ om. P 34 ἐμνήσθην Q οὑν om. Vt)
45
ὅτι τὸν ὑπάρχοντα προσέθηκε δηλῶν τὰς ἄνευ τρόπου προτάσεις· οὕτω γὰρ [*](XIIr) τὸ εἶναι εἴωθε καλεῖν. ἀμέλει γοῦν ἐν τῷ Περὶ ἑρμηνείας, πρὶν ἢ ὅλως [*](6) περὶ τρόπου διαλεχθῆναι ἡ περὶ προτάσεως ὅλως, μέλλων παραδιδόναι τὰς ἀντιφατικῶς ἀντικειμένας καταφάσεις καὶ ἀποφάσεις οὕτω φησὶν “ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον”, τουτέστιν ‘ἐπειδὴ καὶ τὸ ὂν ἔστιν ἀποφαίνεσθαι μὴ ὂν καὶ τὸ μὴ ὂν ὄν’ ὥστε τὸ ὑπάρχον ἀντὶ τοῦ ὄντος παρέλαβε δέδεικται ἄρα ὅτι τὰς ἄνευ τρόπου προτάσεις διὰ τοῦ ὑπάρχοντος δηλοῖ τὰς τὸ ἔστιν ἐχούσας εἴτε δυνάμει εἴτε ἐνεργείᾳ. εἰ δέ τις εἴποι ὅτι ἐκεῖ περὶ πασῶν τῶν προτάσεων διελέγετο, ψευδῶς ἐρεῖ· προελθὼν γὰρ καὶ γενόμενος ἐν ταῖς μετὰ τρόπου προτάσεσι τὸ αὐτὸ ζητεῖ λέγων οὕτως “τούτων δὲ διωρισμένων σκεπτέον ἐφεξῆς ὅπως ἔχουσιν αἱ καταφάσεις 〈καὶ ἀποφάσεις〉 πρὸς ἀλλήλας αἱ τοὐ δύνα· τὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι’’· ὡς εἴγε περὶ πασῶν εἰρήκει, οὐκ ἂν ἐδεήθη τοῦ νῦν λόγου. ἄλλως τε εἰ μὴ οὕτω νοήσομεν, συμβήσεται τὸν φιλόσοφον, ὡς ἤδη ἡμῖν εἴρηται, ἢ ἐν τῷ Περὶ ἑρμηνείας ἐλλιπῶς εἰρηκέναι ἢ ἐνταῦθα περιττολογεῖν. καὶ ὅτι ἑπόμενα τῷ αὐτοῦ σκοπῷ λέγομεν, μαρτυρεῖ καὶ ἐνταῦθα τὰ παρ’ αὐτοῦ εἰρημένα· λέγει γὰρ οὕτως ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν καὶ τὰ ἑξῆς. ὥστε εἰ πᾶσα, δῆλον ὅτι καὶ αἱ ἄνευ τρόπου προτάσεις· εἰ γὰρ τῶν μετὰ τρόπου προτάσεων μόνων ἐβούλετο παραδοῦναι παραδείγματα, οὐκ ἂν ἔλεγε πᾶσα.

Πρὸς τούτοις ζητῆσαι ἄξιον διὰ ποίαν αἰτίαν τοιαύτῃ τάξει προτάσεων ἐχρήσατο Ἀριστοτέλης καὶ προτάττει μὲν τὴν καθόλου ἀποφατικήν, δευτέραν δὲ τίθησι τὴν καθόλου καταφατικήν, τρίτην δὲ τὴν μερικὴν καταφατικήν, τετάρτην δὲ τὴν μερικὴν ἀποφατικήν. καὶ πρότερον ζητήσωμεν τίνος χάριν ἡ καθόλου ἀποφατικὴ προτέτακται τῆς καθόλου καταφατικῆς καίτοι τιμιωτέρας οὔσης. ἐροῦμεν οὖν ὅτι οὑ καθὸ ἀπόφασις προτετίμηται τῆς καταφάσεως, ἀλλὰ καθὸ αὐτὴ μὲν πρὸς ἑαυτὴν ἀντιστρέφει, ἡ δὲ καθόλου καταφασις οὐκέτι πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν. καὶ τίνος χάριν μὴ προτέτακται τῆς καθόλου καταφατικῆς μὴ ἀντιστρεφούσης πρὸς ἑαυτὴν ἡ μερικὴ καταφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα; ἐροῦμεν ὅτι, εἰ καὶ πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ μερικὴ καταφατική. ἀλλ’ οὖν διὰ τὸ καθόλου [*](1 post ὑπάρχοντα add. τρόπον P 2 τὸ ἐστιν P ἐν τῷ Περὶ ἑρμ’.] c. 6 p. 17a26 ἢ om. Q 3 διαλεχθῇ Qt παραδοῦναι QVt 5 ἀποφαίνεσθαι post ἔστιν collocant Vt: mrg. Q1 7 post μὴ ὃν add. ὡς P τοῦ om. Qt 8 εἶναι P: ἔχειν V 9 εἶτέ τις V 10 ψεῦδος P 11 ζητεῖν V λέγων] c. 12 p. 21a34 12 ὅπως P Arist.: πῶς QVt καὶ ἀποφάσεις ex Arist. (f) addidi τὸ P 13 περὶ om. Q 14 νοήσομεν corr. P1Q1: νοήσωμεν Vt, pr. PQ 15 ἢ prius om. P ἐλλειπῶς ut videtur pr. Q 16 καὶ ὃ ἔτι ἑπόμενα τὸ P αὐτῶ QVt 17 παρ’ bis, om. τὰ V λέγει γὰρ οὕτως om. Q δὴ Q 18 καὶ τὰ ἑξῆς] ἡ τοῦ ἐξ ἀνάγκης—ἀδιόριστοι (α1—5) εἰ] ἡ V 19 αἱ om. Vt προτάσεις προτάσεις Q: πρότερον Vt: om. P εἰ om. V γὰρ—μόνων om. Vt 20 ἠβούλετο V παραδείγματα om. Vt πᾶ P 22 ἀποφαντικήν Qt 22—24 δευτέραν—ἀποφατικήν om. V 24 ἀποφατικὴν om. ζητήσομεν Vt 25 καταφατικῆς] κατα supra ἀπο scr. V 26 post οὔσης add. τῆς καταφάσεως ἤπερ τῆς ἀποφάσεως P 28 οὐκέτι QVt: οὐκ ἀντιστρέφει P 29. 30 πρὸς ἑαυτὴν om. V 31 οὖν γε τῶ V)

46
ἡ ἑτέρα προτετίμηται. τελευταία δὲ πασῶν ὑπόκειται ἡ μερικὴ ἀπόφασις [*](XIIIr) εἰκότως διὰ τὸ πρὸς μηδεμίαν ὡρισμένως αὐτὴν ἀντιστρέφειν. πρότερον δὲ ὁ φιλόσοφος διὰ παραδειγμάτων δείκνυσι τὰς ἀντιστροφὰς τῶν προτάσεων καὶ τότε διὰ καθολικῶν ἀποδείξεων.

Ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν. ἐνταῦθα πάσης προτάσεως τὸ εἶδος παραδίδωσι, καὶ σκεπτέον οὕτως· εἰσὶν οἱ τρόποι τρεῖς, ὑπάρχων, ἀναγκαῖος, ἐνδεχόμενος λεγέσθω δὲ πρὸς σαφήνειαν καὶ ὁ ὑπάρχων τρόπος)· ὁ γὰρ ἀδύνατος ἐμπεριέχεται τῷ ἀναγκαίῳ καὶ ὁ δυνατὸς τῷ ἐνδεχομένῳ. ὄντων οὗν τῶν τρόπων τριῶν καὶ πολλαπλασιαζομένων κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικὸν γίνονται αἱ πᾶσαι ἕξ, αἵτινες πολλαπλασιαζόμεναι κατὰ τὸ ποσόν, τὸ καθόλου, τὸ μερικόν, τὸ ἀδιόριστον, ποιοῦσι τὰ πάντα προτάσεων εἴδη δεκαοκτώ. τοσαῦτα οὖν εἰσιν εἴδη προτάσεων καὶ οὔτε πλείονα οὔτε ἐλάττονα.

Καθ’ ἑκάστην πρόσρησιν ἀντὶ τοῦ ‘καθ᾿ ἑκάστην τρόπου προσθήκην’.

p. 25a5 Τὴν μὲν ἐν τῷ ὑπάρχειν καθόλου στερητικὴν τοῖς ὅροις ἀντιστρέφειν.

Τὴν καθόλου ἀποφατικὴν σημαίνει ὑπάρχουσαν. ἀνάγκη δὲ τοῖς [*](41) ὅροις ἀντιστρέφειν σημαίνει τὴν ἁπλῆν ἀντιστροφήν· ἐν μόνοις γὰρ αὕτη τοῖς ὅροις ἀντιστρέφει.

p. 25a7 Τὴν δὲ κατηγορικὴν ἀντιστρέφειν μὲν ἀναγκαῖον.

Κατὰ τὸ σύνηθες αὐτῷ σύντομον ἦθος τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν σημᾶναι βουλόμενος τὰ κοινὰ παρείς, ἅπερ εἶχε τῇ ἀποφατικῇ, τὸ ἴδιον μόνον προσέθηκε, λέγω δὴ τὸ καταφατικόν.

p. 25a14 Πρῶτον μὲν οὖν ἔστω στερητικὴ καθόλου ἡ Α B πρότασις.

Δείξας ὅπως ἑκάστη τῶν προτάσεων ἀντιστρέφει διὰ παραδειγμάτων, ἵνα [*](50) μή τις οἰηθῇ διὰ τὴν ὕλην τῶν παραληφθεισῶν προτάσεων ἢ δι’ ἕτερόν τι εὐοδῆσαι αὐτῷ τὸν περὶ τῶν ἀντιστροφῶν λόγον, ἄδηλον δὲ εἶναι μή πώς ἐστί τινα παραδείγματα ἐν οἷς αἱ εἰρημέναι ἀντιστροφαὶ χώραν οὐκ διὰ τοῦτο ἐνταῦθα καθολικοὺς κανόνας παραδίδωσι τὰ στοιχεῖ παραλαμβάνων ἀντὶ τῶν ὅρων, ἵνα ἕκαστος οἵαν | βούλοιτο ὕλην ἀντὶ τῶν στοιχείων [*](XIIIv) παραλαμβάνοι δειχθέντος καθολικῶς τε καὶ ἀύλως ἐπὶ τῶν στοιχείων τοῦ [*](3 τἀς om. V 4 καθολικῆς ἀποδείξεως ς e ν corr.) V 5 ἐστιν om. Q ἐντεῦθεν V 6 οὕτως superscr. V εἰσὶν P: ὑπάρχουσιν QVt ὑπάρχων om. Vt 10 ἅπασαι, om. αἱ QVt πολλαπλασιζόμεναι Q 12 δέκα καὶ ὀκτώ οὖν om. P 12. 13 πλέον—ἔλαττον P 15 post μὲν add. οὖν P στερητικὴν καθόλου pr. P 17. 18 ὑπάρχουσαν—σημαίνει om. Q 18. 19 σημαίνει—ἀντιστρέφει mrg. P 24 post ἡ add. τὸν Qt 26 οἰηθείη Q παραλειφθεισῶν P 27 τῶν περὶ—λόγων P τῶν om. Q 28 εἰρηκέναι V 31 παραλαμβάνει PQ τε om. P)

47
λόγου. τὸν μὲν γὰρ καθόλου λόγον ἐλέγχει μὲν καὶ ἓν παράδειγμα, ὡς ἤδη [*](XIIIv) εἴρηται, κατασκευάζει δὲ ἢ ἡ διὰ πάντων τῶν κατὰ μέρος διέξοδος, ὅπερ ἐστὶν ἄπειρον καὶ ἀδύνατον, ἢ ἡ διὰ καθολικοῦ κανόνος πίστις· ὅπερ ποιεῖ νῦν διὰ τῶν στοιχείων διδοὺς ἑκάστῳ, ὥσπερ εἴρηται, ἐπ’ ἐξουσίας χρῆσθαι καὶ ὑποβάλλειν ἀντὶ τῶν στοιχείων οἵας ἄν βούληται ὕλης ὅρους. εἰ οὖν μηδενὶ τῶν Β τὸ Α ὑπάρξει, οὐδὲ τῶν Α οὐδενὶ ὑπάρξει τὸ Β· εἰ γὰρ ἀντὶ μὲν τοῦ Α λάβωμεν πτηνόν, ἀντὶ δὲ τοῦ Β ἄνθρωπον, εὑρήσομεν ὅτι ὥσπερ τὸ πτηνὸν οὐδενὶ ἀνθρώπῳ ὑπάρχει, οὕτως ἔμπαλιν οὐδεὶς ἄνθρωπος πτηνῷ ὑπάρχει. πότε δὲ γίνεται ἕκαστον τῶν στοιχείων ὑποκείμενον, ἐκ τοῦ προσδιορισμοῦ ἐπιγνωσόμεθα· ᾧ γὰρ ἄν ὁ προσδιορισμὸς προσκέηται, τοῦτό ἐστιν ὑποκείμενον, τὸ δὲ ἕτερον δῆλον ὅτι κατηγορούμενον.

p. 25a16 Εἰ γὰρ τινί, οἷον τῷ Γ, οὐκ ἀληθὲς ἔσται τὸ μηδενὶ τῶν Β τὁ Α ὑπάρχειν.

Κατ’ εὐθεῖαν γυμνάσας τὸν λόγον ἐντεῦθεν λοιπὸν καθ’ ὑπόθεσιν λαμβάνει καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ κέχρηται προσχρώμενος τῷ ἀξιώματι τῆς ἀντιφάσεως· ἴσμεν γὰρ ὅτι ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων, ὃ δ’] ἄν διαφύγῃ τὴν ἀπόφασιν, τοῦτο ἐν τῇ καταφάσει εὑρεθήσεται. εἰ οὗν, φησί, μὴ συγχωρήσει τις πρὸς τὴν καθόλου ἀπόφασιν γενέσθαι τὴν ἀντιστροφήν, τουτέστι πρὸς ἑαυτήν, ἀνάγκη πάντῃ τε καὶ πάντως πρὸς τὴν μερικὴν κατάφασιν γενέσθαι τὴν ἀντιστροφὴν οὕτως· τὸ Α οὐδενὶ τῶν Β ὑπάρχει· λέγω, φησίν, ὅτι καὶ τὸ ἀνάπαλιν οὐδὲ τὸ Β οὐδενὶ τῶν Α ὑπάρξει· εἰ γὰρ τοῦτο, φησί, ψεῦδος, ἀληθὲς δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῶ τὸ τινί. ἔστω οὖν, φησί, τὸ Β τινὶ τῶν Α ὑπάρχειν. ὑποκείσθω οὖν, φησί, τὸ μέρος τοῦ Α ᾧ ὑπάρχει τὸ Β, οἷον τὸ Γ. εἰ δὲ τοῦτο, τὸ Γ ἄρα κοινὸν μέρος ἐστὶ τοῦ τε Α καὶ τοῦ Β, τοῦ μὲν Β, καθὸ κατηγορεῖται κατ’ αὐτοῦ· τὸ γὰρ κατηγορούμενον περιεκτικόν ἐστιν ἐκείνου οὗ κατηγορεῖται, τὸ δὲ περιεχόμενον μέρος ἐστὶ τοῦ περιέχοντος, ὡς ὁ ἄνθρωπος τοὐ ζῴου μέρος· τὸ γὰρ ζῷον τοῦ ἀνθρώπου κατηγορεῖται καὶ περιέχει αὐτόν· ἦν δὲ τὸ αὐτὸ τοῦτο καὶ τοῦ Α μέρος, ἐπειδὴ ἡ ὑπόθεσις τοῦτο παρέσχεν, ὅτι τὸ Γ ὑπάρχει μέρος τοῦ Α. εἰ τοίνυν τὸ Γ καὶ τοῦ Α ἐστὶ μέρος καὶ [*](1 τὸ Qt γὰρ om. Q λόγος t 2 εἴρηται] p. 34,27 ἢ P: om. QVt τῶν om. V 3 ἡ superscr. V καθόλου Q post καθολ. add. τινος P 4 διὰ om. P ὡςπερι V itemque vs. 8 5 βούλοιτο Q 6 τῶ β PVt (i m n, pr. C ὑπάρχει pr. 1. Arist. τῶ ᾱ Vt (m n) 8 post οὕτως add. καὶ P 10 πρόσκεπται: V πρόσκειται t 11 ὑποκείμενος V κατηγορεῖται Vt 12 post γὰρ add. τὸ V (Marc. 231) τὸ e τῶ corr. Q1 12. 13 τῶ β Q (m, corr. Β) 14 γυμνώσας P ἐντεῦθεν λοιπὸν om. Vt 15 προσχρωμένωι P 16 ἴμεν P δ’ delevi 16. 17 διαφύγῃ P: φύγοι QVt 17 φημὶ V 18 οὐ V: om. I συγχωρεῖ PV: συγχωρῇ t 19 παντί τε Vt 20 καταφατικὴν P τῶ β V, pr. Q 22 post ψεῦδος add. τι P 22. 23 αὐτῶι ἀντικείμενον P 23 fort. ὑπάρχον 24 post τὸ βݲ add. καὶ τοῦ βݲ t τοῦ γ΄ t 25 27 ἐστὶ μέρος V 29 ἡ superscr. V 30 γݲ prius V: β PQt ὑπάρχειν τὸ ᾱ μέρος ἐστιν P 30. p. 48,1 καὶ τοῦ Β delevi)

48
τοῦ Β], περιέχεται τὸ Γ ὡς ὑπὸ ὅλου μέρος καὶ ὑπὸ τοῦ Α δι’ αὐτὸ τοῦτο· [*](XIIIv) κατηγορηθήσεται ἄρα τὸ Α κατὰ τοῦ Γ ὄντος μέρους τοῦ Β. ὑπέκειτο δὲ ἐξ ἀρχῆς καὶ μηδενὶ ὑπάρχειν τὸ Α τῷ Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ οὐδενὶ ὑπάρξει καὶ τινί, ὅπερ ἄτοπον. ἵνα δὲ καὶ ἐπὶ ὕλης ὁ λόγος σαφέστερος γένηται, εἴπωμεν οὕτως· ζῷον οὐδενὶ λίθῳ ὑπάρχει· λέγω ὅτι καὶ λίθος οὐδενὶ ζῴῳ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδός ἐστιν, ἀληθὲς πάντως τὸ τινὶ ζώω λίθον ὑπάρχειν. ἔστω οὖν μέρος τοῦ ζῴου, οἷον ὁ ἵππος, ᾧ ὑπάρχει ὁ λίθος, ὥστε εἶναι τὸν ἵππον λίθον. εἰ τοίνυν τι ζῷον λίθος, οἷον ὁ ἵππος, καὶ λίθος τι ζῷόν ἐστιν ὁ αὐτός] ἐλέγετο δὲ καὶ μηδὲν ζῷον εἶναι λίθον, καὶ οὐδὲν ἄρα ζῷον λίθος καὶ τὶ ζῷον λίθος, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης δείκνυσι τὴν καθόλου ἀποφατικὴν πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. οἱ δὲ τοῦ Ἀριστοτέλους ἑταῖροι οἱ περὶ τὸν Θεόφραστον καὶ Εὔδημον σαφέστερον καὶ ἁπλούστερον τὸ αὐτὸ τοῦτο κατασκευάζουσι. φασὶ γὰρ ὅτι, εἰ τὸ Α κατὰ μηδενός ἐστι τοῦ Β, πάντων τῶν μερῶν αὐτοῦ κεχώρισται· τὸ δὲ κεχωρισμένον κεχωρισμένου κεχώρισται· ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Α ὑπάρξει. τὸ γὰρ κεχωρισμένον τῶν πρός τί ἐστι· τινὸς γάρ ἐστι κεχωρισμένον· τὰ δὲ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· εἰκότως ἄρα καὶ τὸ Β οὐδενὶ τῷ Α ὑπάρχει. λαμβάνονται δέ τινες τῆς ἀντιστροφῆς ὡς μὴ ἄλη ἀληθευούσης, καὶ διὰ παραδειγμάτων ἐλέγχειν πειρῶνται τὸν λόγον λέγοντες οὕτως· οὐδεὶς τοῖχος ἐν παττάλῳ ἐστί· τοῦτο ἀληθές ἐστιν· ἆρα οὖν, φασί, καὶ ἀντιστρέψαντες ὑγιῶς ἀποφαινόμεθα ‘οὐδεὶς πάτταλος ἐν τοίχῳ; ἀλλὰ τοῦτο ψεῦδος. καὶ πάλιν οὐδεμία κολοκύνθα μάχαιραν τέμνει· τοῦτο πάλιν ἀληθές· ἡ δὲ ἀντιστροφὴ οὐκ ἀληθὴς οὐδεμία μάχαιρα κολόκυνθαν τέμνει’. καὶ πάλιν οὐδεὶς κέραμος ἐν οἴνῳ· ἀλλ’ ἡ ἀντιστροφὴ οὐκ ἀληθὴς οὐδεὶς οἶνος ἐν κεράμῳ ἐστί᾿. φαμὲν οὖν πρὸς ταῦτα ὅτι, εἰ ὑγιῶς ποιησόμεθα κἀπὶ τούτων τὴν ἀντιστροφὴν ὅλον τὸν κατηγορούμενον ἀντιστρέφοντες, εὑρήσομεν καὶ ἐν τούτοις ἀληθεύοντα τὸν λόγον. συνέβη γὰρ ὁ παραλογισμὸς τῷ μὴ ὅλον τὸν κατηγορούμενον ἐν τῇ ἀντιστροφῇ ποιῆσαι ὑποκείμενον· εἰ γὰρ ὅλον αὐτὸν ἀντιστρέψομεν, εὑρεθήσεται ὑγιὴς ἡ ἀντιστροφή. τίς οὖν ὁ ὑποκείμενος καὶ τίς ὁ κατηγορούμενος ἐν τῷ λόγῳ τῷ λέγοντι ‘οὐδεὶς τοῖχος ἐν παττάλῳ ἐστίν; ὑποκείμενος μὲν ὁ τοῖχος, κατηγορούμενος δὲ τὸ ἐν παττάλῳ ὄν. τοῦτο οὖν ὅλον ἐν τῇ ἀντιστροφῇ ποιήσομεν [*](1 post περιέχεται add. δὲ V τὸ γݲ καὶ ὑπὸ τοῦ ᾱ καὶ ὑπὸ τοῦ β ὡς ὑπὸ ὅλον μέρος ὑπὸ τοῦ ᾱ P καὶ om. V 2 μέρος PVt 4 ὅλης V 5 εἴπομεν t 6 ἐστιν] τι P 7 ζώω νὶ ζώω superscr. Q1) QV: ζώιον P: λίθος ὑπάρχει Vt ὁ om. Vt 8 λίθον ἵππον V 9 ὁ prius om. P καὶ—ὁ αὐτός delevi ante λίθος add. ὁ t τις V post αὐτὸς add. οὗτος P 10 λίθον ante εἶναι collocat Q: λίθος Vt 13 post καὶ prius add. τὸν Q ἄδημον V τὸ αὐτὸ om. QVt 14 ὅτι superscr. V τὸ 16 πρός τί ἐστι in ras., partim in mrg. V post κεχωρισμένον delevit τῶν πρός τι—κεχωρισμένον e vs. 16. 17 illata V κεχώρισται e κεχωρισμένον corr. Q1 16 τοῦ ᾱ 17 λέγονται V 18 δὲ om. P 20 πασσάλῳ Q: πατάλω V ἄρα libri 21 φασί scripsi: φησι PQt: ἐστι V πάσσαλος Q: πάταλος V 23 οὐκ ἀληθές t 24 ἡ δὲ, om. ἀλλ’ Q 25 ἀληθές t 26 ποιήσομεν Q καὶ ἐπὶ τούτων ποιησόμεθα P 27 ἀληθῆ QVt 28 τῶ Q: τὸ PVt 29 ἀντιστρέψωμεν Vt 31 τεῖχος utrobique V: τύχος P 31. 32 κατηγορούμενον P 32 ante παττ. add τῷ P εἶναι V ποιήσωμεν P)
49
ὑποκείμενον, οὐδὲν ἐν παττάλῳ ὂν τοῖχός ἐστι, καὶ ἔστιν ἀλθὴς ὁ λόγος. [*](XIIIv) ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων· οὐδεμία κολοκύνθα μάχαιραν τέμνει· κατηγορεῖται [*]() τὸ ‘μάχαιραν τέμνει’· ἀντιστρέφοντες οὖν οὕτως φήσομεν ‘οὐδὲν τέμνον κολόκυνθά ἐστι’. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· οὐδεὶς κέραμος ἐν οἴνῳ ἐστίν, καὶ οὐδὲν ἐν οἴνῳ ὂν κέραμός ἐστιν.

Ἀποροῦσι δέ τινες πρὸς τὴν Ἀριστοτελικὴν δεῖξιν τῆς ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς, πρῶτον μὲν ὅτι ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐχρήσατο τῇ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ πρὸς ἑαυτὴν τούτου μήπω δεδειγμένου· εἶπε γὰρ ‘εἰ γὰρ ἐν] τινὶ τὸ Β τῶν Α, οἷον τῷ Γ, οὐκ ἀληθὲς ἔσται τὸ μηδενὶ τῶν Β τὸ Α ὑπάρχειν· τὸ γὰρ Γ τῶν Β τί ἐστιν ᾧ ὑπάρχει τὸ Α’. δεύτερον δὲ ὅτι τῇ διαλλήλῳ δείξει ἐχρήσατο· εἰ γὰρ ἐν τῇ δείξει τῆς καθόλου ἀποφατικῆς κέχρηται τῇ μερικῇ καταφατικῇ καὶ ἐν τῇ δείξει τῆς μερικῆς καταφατικῆς τῇ καθόλου ἀποφατικῇ, δῆλον ὅτι διάλληλος ἡ δεῖξις. καὶ τρίτον ὅτι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ κέχρηται μηδὲν ἡμᾶς προδιδάξας περὶ αὐτῆς. λέγομεν οὖν πρὸς τὸ τελευταῖον | πρῶτον, ὅτι οὐδὲν [*](XIVr) θαυμαστὸν εἰ μὴ προδιδάξας περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς κέχρηται αὐτῇ; ἐπεὶ καὶ οἱ γεωμέτραι κεχρημένοι πολλάκις αὐτῇ ἐν τοῖς θεωρή- μασιν οὐδὲν περὶ αὐτῆς διδάσκουσιν· ἀρκοῦνται γὰρ ταῖς ἐννοίαις ἡμῶν αἷς ἔχομεν φυσικῶς περὶ αὐτῆς, ἐπεὶ καὶ ἐν τῇ συνηθείᾳ πολλάκις αὐτοφυῶς αὐτῇ κεχρήμεθα. πρὸς δὲ τοὺς λέγοντας, ὅτι ἐν τῇ δείξει τῆς καθόλου ἀποφατικῆς ἐχρήσατο τῇ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω τοῦτο διδάξας, ἐκεῖνό φαμεν, ὅτι οὐ κατεχρήσατο αὐτῇ ὡς ὁμολογουμένῃ, ἀλλὰ τῇ δι’ ἐκθέσεως δείξει ἐχρήσατο, τουτέστι τῇ διὰ τῶν καθ’ ἕκαστα· οὐ γὰρ εἶπεν οὕτως ‘εἰ γὰρ τινὶ τῷ Α τὸ Β, καὶ τὸ Α τινὶ τῷ Β’, ἀλλὰ πῶς; ἱεῖ γὰρ τινὶ τῶν Α τὸ Β, καὶ τὸ Β τῷ Γ’, ὥστε τῇ ἐπαγωγικῇ ἐχρήσατο δείξει. τούτου λυθέντος λέλυται καὶ τὸ λοιπόν· οὐ γὰρ τῇ διαλλήλῳ δείξει ἐχρήσατο. τὴν μὲν γὰρ μερικὴν καταφατικὴν διὰ τῆς καθόλου ἀποφατικῆς δείκνυσιν ὡς ὁμολογουμένης διὰ τὸ προδιδάξαι περὶ αὐτῆς· τὴν δὲ καθόλου ἀποφατικὴν οὐκέτι διὰ τῆς μερικῆς καταφατικῆς ἔδειξε πῶς γὰρ ἔμελλεν ἀγνοούντων ἡμῶν εἴγε ὅλως ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ μερικὴ καταφατική;), ἀλλ’ ὡς εἴρηται, τῇ δι’ ἐκθέσεως δείξει ἐχρήσατο.

p. 25a17 Εἰ δὲ παντὶ τὸ Α τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α.

Ἀποδείξας τὴν ἀντιστροφὴν τῆς καθόλου ἀποφατικῆς νῦν ἀκολούθως μετέρχεται ἐπὶ τὴν καθόλου καταφατικήν, καὶ ἀποδείκνυσιν αὐτὴν μὴ ἀντι [*](1 post οὐδὲν add. τὸ V 2 κἀπὶ Vt: ἐπὶ P 2.3 ante κατηγοp. add. καὶ Q κατηγορεῖται—τέμνει om. V 3 φήσωμεν Pt οὐδὲ ἐν QVt 3.4 μάχαιρα V καὶ om. QVt 6 δεῖξιν om. P 8 ἀντιστρέφουσι t 9 ἐν ut e vs. 11 illatum delevi 10 τί om. Q 11 τὸ β P τῇ prius om. P δι’ ἀλλήλων V 14 τῆι iterat P 15 ὅτι om. V 18 ἡμῶν om. V 22 δείξας V οὐκ ἀπεχρήσατο PVt 23 καθέκαστον V 24 τὸ—τῶ—τῶ—τὸ 25 τῶν ᾱ τὸ V: τὸ ᾱ τῷ PQt καὶ τὸ βݲ om. P τῶν γݲ V: τῇ post ἐχρήσατο collocat Q 26 δείξειν (ante τούτου) V δι’ ἀλλήλων V 28 δὲ om. t 31 δείξει] χρήσει V 32 τινὶ τῶν t (n) 34 ἀποφατικὴν Q)

50
στρέφειν πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν. καὶ φησὶν οὕτως· [*](XIVr) εἰ παντὶ τὸ Α τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α. εἶτα πάλιν ἐκ τοῦ ἀξιώματος τῆς ἀντιφάσεως τῇ εἰς ἄτοπον ἀπαγωγῇ δείκνυσιν οὕτως ἔχουσαν τὴν ἀντιστροφήν. εἰ γὰρ μὴ τινί, δῆλον ὅτι οὐδενὶ τὸ Β τῷ Α. εἰ δὲ οὐδενὶ τὸ Β τῷ Α, οὐδὲ τὸ Α οὐδενὶ τῷ Β· ἐδείχθη γὰρ ἡ καθόλου ἀποφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα. ὑπέκειτο δὲ καὶ παντὶ τὸ Α τῷ Β· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. ἔστωσαν ἐπὶ ὑποδείγματος ὅροι ζῷον καὶ ἄνθρωπος· εἰ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ ὁ ἄνθρωπος τινὶ ζῴῳ ὑπάρξει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, λέγω δὲ τὸ οὐδενί· οὐκοῦν ὁ ἄνθρωπος οὐδενὶ ζῴῳ ὑπάρχει. ἐδείχθη δὲ αὕτη ἀντιστρέφουσα πρὸς ἑαυτήν· οὐκοῦν καὶ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ. ἦν δὲ καὶ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί. ἐπιχειροῦσι δὲ πάλιν καὶ ταύτην διὰ παραδειγμάτων τινὲς ἐλέγχειν τὴν ἀντιστροφὴν λέγοντες οὕτως· πᾶς γέρων νέος ἦν πρότερον· τοῦτο ἀληθές· ἆρα οὗν ἀληθές ἐστι καὶ ἀντιστρέψαντας εἰπεῖν τὶς νέος πρεσβύτης ἦν’; οὐδαμῶς. καὶ πάλιν πᾶσα γυνὴ παρθένος ἦν πρότερον· ἀλλ’ ἡ ἀντιστροφὴ οὐκ ἀληθὴς ‘τὶς παρθένος γυνὴ ἦν’. τὸ δὲ αὐτὸ καὶ πρὸς τούτους ῥητέον ὃ καὶ πρὸς τοὺς ἄλλους· ἀντιστρέφοντες γὰρ ὅλον τὸν κατηγορούμενον ὀρθῶς τὴν ἀντιστροφὴν ποιησόμεθα. ἐν τῇ τοίνυν προτάσει τῇ λεγούσῃ ἶπάς γέρων νέος ἦν’ ἐστὶν ὑποκείμενος μὲν ὁ γέρων ἔχων συσσημαινόμενον αὐτῷ τὸν ἐνεστῶτα χρόνον· τί γάρ φαμεν; ὅτι πᾶς γέρων ὢν ἐπὶ τοῦ παρόντος· ὁ δὲ κατηγορούμενος ὁ νέος μετὰ χρόνου παρῳχημένου· νέος γὰρ ἦν. οὕτως οὖν ποιησόμεθα τὴν ἀντιστροφὴν φυλάττοντες ἀκεραίους τοὺς ὅρους· τὶς νέος ὢν πρότερον πρεσβύτης ἐστίν, καὶ τὶς παρθένος οὖσα πρότερον γυνή ἐστιν.

p. 25a20 Ἐἰ γὰρ τὸ Α τινὶ τῶν Β ὑπάρχει.

Περὶ τῆς μερικῆς καταφατικῆς νῦν βουλόμενος κατασκευάσαι, ὅτι ἀντιστρέφει πρὸς ἑαυτήν, κέχρηται πάλιν τῇ καθόλου ἀποφατικῇ εἰς ἄτοπον ἀπάγων τὸν λόγον ὡς ἤδη δείξας ἀντιστρέφουσαν αὐτὴν πρὸς ἑαυτήν. ἔστωσαν δὲ ὅροι ὡς ἐπὶ παραδείγματος ἄνθρωπος καὶ λευκόν· εἰ τοίνυν ἄνθρωπος τινὶ λευκῷ ὑπάρχει, καὶ λευκὸν τινὶ ἀνθρώπῳ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενὶ ἀνθρώπῳ λευκὸν ὑπάρχειν· οὐκοῦν καὶ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπάρχει· ἀντιστρέφει γάρ, ὡς δέδεικται. ἦν δὲ καὶ [*](2 τῶι ᾱ τὸ P 3 τὴν—ἀπαγωγήν P: τῆς—ἀπαγωγῆς V 5 τῶν β (ante ἐδ.) 6 ἀντιστρέφουσαν t τὸ ᾱ τῶ Q: τῷ ᾱ τὸ Pt: τὸ ᾱ τὸ V 9 ἀληθῶς V 11 αὐτὴ QVt 12 καὶ alt. om. P 13 καὶ ταύτην πάλιν V 15 οὖν PVt: εἰ Q ἀντιστρέψαντες Q 17 τούτοι sic P 18 ὃ om. Q πρὸς τὼς ἄλλους] cf. p. 48,25 sq. 19 πρώτη Q 20 ἦν] ἐστὶν V συσημαινον sic P 21 ὢν om. P 23 ἀκαιρέους P 23. 24 τὶς—τὶς Q: πᾶς—πᾶσα PVt 24 νέον 26 γὰρ t Arist.: δὲ PQV τῶ Qt (m f) ὑπάρχει om. t Arist. 27 νῦν V: ἤν Qt: ἦν P 28 καθόλου superscr. V 29 διδάξας QVt 30 παραδειμάτων (sic) pr. P, corr. P1 31 λευκὸν superscr. V 32 τῶ V ὑπάρχει QVt)

51
τινί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ἡ μερικὴ [*](XIVr) καταφατικὴ ἀεὶ πρὸς ἑαυτὴν ἀντιστρέφει. εἰ δὲ ποτὲ καὶ πρὸς τὴν καθόλου ἀντιστρέφει, οὐ δι’ ἑαυτὴν τοῦτο πάσχει ἀλλὰ διὰ τὴν παραληφθεῖσαν ὕλην· οἷον ἄνθρωπος τινὶ ζῴῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ.

p. 25a22 Εἰ δέ γε τὸ Α τινὶ τῶν Β μὴ ὑπάρχει, οὐκ ἀνάγκη τὸ Β τινὶ τῶν Α μὴ ὑπάρχειν.

Ἐντεῦθεν τὴν μερικὴν στερητικὴν ἐξετάζει, καὶ φησὶ πρὸς μηδεμίαν αὐτὴν ἀντιστρέφειν· τοῦτο δέ, διότι οὔτε πρὸς οὐδεμίαν ὡρισμένως, οὐδ’ ὅτε ἀντιδτρέφει ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἄλλην, ἐπὶ πάσης ὕλης τοῦτο ποιεῖ. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης πρὸς ἑαυτὴν ἀντιστρέφει καὶ πρὸς τὴν μερικὴν καταφατικήν· οἷον οὐ πᾶς ἄνθρωπος λευκός, καὶ οὐ πᾶν λευκὸν ἄνθρωπος, ἀλλὰ καὶ τὶ λευκὸν ἄνθρωπος. ἐπὶ δὲ τῆς ἀναγκαίας ὕλης πρὸς τὴν καθόλου καταφατικὴν ποιεῖται τὴν ἀντιστροφήν· οὐ πᾶν ζῷον ἄνθρωπος, καὶ πᾶς ἄνθρωπος ζῷον. ἐπὶ δὲ τῆς ἀδυνάτου πρὸς τὴν καθόλου ἀποφατικήν· οὐ πᾶς λίθος πτερωτός, καὶ οὐδὲν πτερωτὸν λίθος. τὸ δὲ οὐ πᾶς εἴρηται ἐπὶ τῶν τοιούτων ἐν τῷ Περὶ ἑρμηνείας πῶς λέγεται. τὸ γὰρ οὐ πᾶς λίθος πτερωτός πρὸς ἀναίρεσιν τῆς πᾶς· εἰπούσης γὰρ ἐκείνης πᾶς λίθος πτερωτός’ αὕτη φησὶν ὅτι ψεῦδός ἐστι τὸ πᾶς καὶ ἀναιρεῖ αὐτὸ διὰ τοῦ ἀρνητικοῦ μορίου, οὐκέτι μέντοι καὶ τὸ τὶς εἰσάγει. διά τοι τοῦτο, λέγω δὲ τὴν ἀοριστίαν αὐτῆς, φησὶν αὐτὴν πρὸς μηδεμίαν ἀντιστρέφειν· εἰ | μὴ γὰρ καὶ πρὸς ὡρισμένην ποιοῖτο τὴν ἀντιστροφὴν καὶ ἐπὶ πάσης [*](XIVv) ὕλης, οὐ λέγεται ἀντιστρέφειν, διότι ἐπιστημονική ἐστιν ἡ τῶν φιλοσόφων διδασκαλία, ἡ δὲ ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ οὐχὶ τῶν μερικῶν.

p. 25a27 Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων.

Τοῦτό φησιν, ὅτι αἱ ἀναγκαῖαι προτάσεις τῖς ὑπαρχούσαις ὁμοίως [*](6) ἀντιστρέφουσι. τίνι οὖν διαφέρουσι; τῷ τὴν μὲν τοῦ ὑπάρχειν πρότασιν ἑαυτῇ ἀρκεῖσθαι πρὸς τὴν προφοράν, οἷον Σωκράτης ὑπάρχει, τὴν δὲ ἀναγκαίαν ἐκείνης προσδεῖσθαι, οἷον Σωκράτης ἐξ ἀνάγκης ὑπάρχει. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ τὴν τοῦ ὑπάρχειν προτετάχθαι τῆς ἀναγκαίας ὡς ἁπλουστέραν. τρίτη δὲ ἡ ἐνδεχομένη διὰ τὸ περὶ τὸν μέλλοντα εἶναι χρόνον.

[*](10)[*](2 καὶ ποτὲ V 3 παρέχει V 5 τῷ β Qt (m) ὑπάρχῃ η ex εἰ corr. P1) P 6 τῷ ᾱ t Arist. 8. 9 οὐδ’ ὅτε scripsi: οὐδ’ ὅτι PVt: οὐδέποτε Q 9 PV τοῦτο om. Q 12 ἀλλἀ—ἄνθρωπος om. Q 14 πᾶν ζῶον ἄνθρωπος P 15 καὶ P: om. QVt πτερωτὸν] ν e ς corr. Q1 λίθω (post πτέρ’.) V 16 περὶ τῶν Q ἐν] οὐ V ἐν τῷ Περὶ ἑρμ’.] c. 7 p. 17b16 sq. 19 τοῦτοι sic V 20 δὴ Q 21 γὰρ μὴ P ποιεῖ V καὶ alt. om. V 23 γὰρ V 24 τῶν αὐτῶν δὲ τρόπων V 27 τὸ (ante τὴν) P 29. 30 ἀναγκαῖον Qt 30 τοῦ τὴν Vt: ταύτην P: τὴν Q 31 εἶναι om. P)
52

p. 25a29 Εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν· εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ A τινὶ τῷ Β ἐνδέχοιτο ἄν.

Ἐνταῦθα γενομένους ἡμᾶς δεῖ ζητῆσαι τίνος χάριν ἐν μὲν τῷ Περὶ ἑρμηνείας οὐκ ἐμνημόνευσε τούτων τῶν προτάσεων ὁ Ἀριστοτέλης, λέγω δὲ τῆς ‘ἀναγκαῖον μηδενὶ εἶναι’ καὶ τῆς ‘ἀναγκαῖον παντὶ εἶναι’ καὶ τῆς ‘ἐνδέχεται μηδενὶ εἶναι’ καὶ τῆς ‘ἐνδέχεται παντὶ εἶναι’, ὁμοίως δὲ καὶ ἐπὶ τῶν μερικῶν, ἀλλ’ ἐκεῖ μὲν ὡς περὶ ἀπροσδιορίστων καὶ μόνων ποιεῖται τὸν λόγον, εἰρηκὼς δυνατὸν εἶναι, ἐνδεχόμενον εἶναι, οὐκ ἀδύνατον εἶναι, οὐκ ἀναγκαῖον εἶναι, δυνατὸν μὴ εἶναι, καὶ παρακατιών, ὅπου δὴ καὶ τὰς ἀκολουθούσας ἀλλήλαις ἐζήτει, ὡς περὶ ἀπροσδιορίστων διαλέγεται εἰρηκὼς “τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ μὴ ἐνδεχομένῳ ἀκολουθεῖ’’, ἐν δὲ τῇ προκειμένῃ πραγματείᾳ ὡς περὶ προσδιωρισμένων προτάσεων τῶν μετὰ τρόπου διαλέγεται. δεῖ δὲ πάλιν καὶ τοῦτο ζητῆσαι, πῶς τὰς προτάσεις, ἃς ἐν τῷ Περὶ ἑρμηνείας καταφάσεις εἶπεν, ἐνταῦθα ἀντὶ ἀποφάσεων παραλαμβάνει· τὴν γὰρ ἀνάγκη μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὴ εἶναι’ καταφάσεις λέγων εἶναι ἐν τῷ Περὶ ἑρμηνείας οἷς γὰρ ἄν, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσκατηγορῆται, κατάφασιν εὐθὺς ποιεῖ) ταύτας νῦν ἀποφάσεις φησί· βουλόμενος γὰρ δεῖξαι τὴν καθόλου ἀποφατικὴν τοῦ ἀναγκαίου τρόπου καὶ τοῦ ἐνδεχομένου ἀντιστρεφούσας ταύταις ἐχρήσατο, ἃς ὡς εἶπον καταφάσεις ἐν τῷ Περὶ ἑρμηνείας φησίν. ἔτι καὶ τοῦτο ζητοῦμεν, τί δήποτε τῇ ἀναγκαίᾳ καθόλου ἀποφατικῇ προτάσει μὴ ἀντέθηκε τὴν μερικὴν τοῦ ἀναγκαίου καταφατικὴν ἀλλὰ τὴν ἐνδεχομένην· εἰπὼν γὰρ εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν, εἶτα τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρήσασθαι βουλόμενος ἐπήγαγεν εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ οὐκ εἶπεν ‘εἰ γὰρ τινὶ ἀνάγκη’. καὶ ἔτι πρὸς τούτοις ζητητέον πῶς ἐχρήσατο τῇ τοῦ ἐνδεχομένου μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω δείξας περὶ αὐτῆς. λέγομεν οὖν πρὸς ταῦτα, καὶ πρότερόν γε πρὸς τὴν προτέραν ἀπορίαν τὴν λέγουσαν διὰ τί ἐν μὲν τῷ Περὶ ἑρμηνείας ὡς περὶ ἀπροσδιορίστων διαλέγεται, ἐνταῦθα δὲ ὡς περὶ προσδιωρισμένων. φαμὲν οὖν ὅτι ἐν μὲν τῷ Περὶ ἑρμηνείας ὡς πολλὴν ἀσάφειαν ἅμα καὶ βραχυ- [*](3 τῷ β΄ τινὶ t Arist. ἐνδέχοιτο ἄν ex ἐνδέχεται corr. V 4 τίνος χάριν—p. 64,7 habent EF 4. 5 ἐν μὲν τῷ Περὶ ἑρμ’.] c. 13 p. 22a24 sq. 6. 7 καὶ τῆς ἐνδέχεται— παντὶ εἶναι om. V 7 μηδενὶ—ἐνδέχεται om. Qt ἐπὶ om. QVt 8 ἀπροδιορίστων Q μόνον EFPVt cf. p. 53,8. 9 9 εἶναι alt.] οὑν V ἀδύνατον εἶναι, οὐκ om. QVt 10 δεῖ Pt 11 εἰρηκώς] p. 22a32 12 οὖν om. V ante οὐκ add. τὸ EFP ante δὺν. add. τῶ QVt 13 ante μὴ add. τῶ Q οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ Arist. 14 προδιωρισμένων V 15 ἐν τῷ Περὶ ἑρμ’.] c. 12 p. 21b10 16 ἀποφάσεως EFP παραλαμβάνεται Qt 18 ἔστι—ἔστι QVt τὸ alt. om. EF εἶναι alt. compend. in ras. P1 προσκατηγορεῖται P: προσκατηγοροῖτο Q 19 an ποιεῖ) εὐθὺς? φησί EFP: ποιεῖ QVt 20 ante ἐνδεχ. add. μὴ V 22 an ζητῶμεν? 24 γὰρ alt. om. V ᾱ om. P 25 Α e Β corr. P2 27 καὶ om. V 29 fort, recte t immo διδάξας cf. ad p. 49,22 50,29 ταύτας EF 31 φημὶ PQVt)

53
λογίαν ἐπιτηδεύσας καὶ βουληθεὶς πολλὰ ἐν ὀλίγοις καὶ ἀσαφέσι περικλεῖσαι XIVv τοῦτο πεποίηκεν, ἡμῖν ἐπιτρέψας τὰ λοιπὰ προσυπακούειν. προδιδάξας γὰρ περὶ τῶν προσδιορισμῶν, εἶτα προελθὼν εἰς τὴν διδασκαλίαν τῶν μετὰ τρόπου προτάσεων ὡς μὲν περὶ προσδιωρισμένων αὐτῶν διαλέγεσθαι περιττὸν ἡγήσατο πλέον μηδὲν περὶ τῶν προσδιορισμῶν λέγειν ἔχων, ἁπλῶς δὲ ὡς μετὰ τρόπου περὶ αὐτῶν διαλέγεται. ἐνταῦθα δὲ γενόμενος καὶ περὶ γενέσεως συλλογισμῶν μέλλων διαλαμβάνειν οὐκ ἀνεκτὸν ἡγήσατο τοῦτο ποιῆσαι, ἵνα μή τις αὐτὸν ὑπολάβῃ τῷ ὄντι περὶ ἀπροσδιορίστων διαλέγεσθαι καὶ μόνων, καὶ ὅτι τοῖς προσδιορισμοῖς ἀκολούθως συνάγεται καὶ τὰ δυμπεράσματα· ἄνευ μὲν γὰρ καθολικῆς προτάσεως συλλογιστικὸν οὐ γίνεται σχῆμα, μερικοῦ δὲ προσδιορισμοῦ ἐν ταῖς προτάσεσι παραληφθέντος καὶ τὸ στμπέρασμα μερικὸν συνάγεται, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀναγκαίως ἄρα οὐ περὶ ἀπροσδιορίστων μόνων ἀλλὰ καὶ ὡς προσδιωρισμένων διαλέγεται τῶν μετὰ τρόπου προτάσεων. οὕτω μὲν οὖν τὴν πρώτην ἀπορίαν ἀποκρουόμεθα.

Καιρὸς δὲ λοιπὸν ἐπὶ τὴν ἑτέραν μετελθεῖν ζήτησιν τὴν λέγουσαν διὰ τί καταφάσεις ἐνταῦθα παραλαμβάνει ἀντὶ ἀποφάσεων. τινὲς μὲν οὖν πρὸς τοῦτο ἀπολογούμενοί φασιν ὅτι ἄλλο ἐστὶν ἀναγκαία ἀπόφασις καὶ ἄλλο ἀναγκαίας ἀπόφασις· ἀναγκαίας μὲν γάρ ἐστιν ἀπόφασις ἡ τὸν τρόπον μόνον ἀναιροῦσα, οἷον οὐκ ἀναγκαῖον τὸν ἄνθρωπον λευκὸν εἶναι· ἀναγκαία δὲ ἀπόφασις ἡ μὴ μόνον τὸν τρόπον ἀλλὰ καὶ τὴν ὅλην ἀναιροῦσα πρότασιν, οἷον ἀνάγκη τὸν ἄνθρωπον μὴ εἶναι λευκόν. ἐν μὲν οὖν τῷ Περὶ ἑρμηνείας, φασί, παραδέδωκεν ἡμῖν τὴν ἀπόφασιν τῆς ἀναγκαίας, ἐνταῦθα δὲ τὴν ἀναγκαίαν ἀπόφασιν τοῦτο δὲ γλαφυρὸν μέν ἐστι τὸ θεώρημα οὐχ ἱκανὸν δὲ ἀποπληρῶσαι τὴν ἀπορίαν ἡμῶν. ζητήσομεν γὰρ πάλιν οὐδὲν ἧττον διὰ τί ἐν τῷ Περὶ ἑρμηνείας οὐ παραδέδωκε τὴν ἀπόφασιν τὴν ἀναγκαίαν ἢ ἐνταῦθα τὰ περὶ τῆς τοῦ ἀναγκαίου ἀποφάσεως· ἑκατέρα γὰρ οὕτως ἀτελὴς ἡ πραγματεία. τί οὖν ἡμεῖς λέγομεν; ὅτι τὰς ἀντιθέσεις τῶν ἀναγκαίων προτάσεων διχόθεν ἔστι λαβεῖν· λαμβάνονται γὰρ αἱ ἀντικείμεναι προτάσεις ἢ ὡς τὸν τρόπον μόνον ἀναιροῦσαι ἢ ὡς ὅλην τὴν πρότασιν. οἷον τί λέγω; τῇ λεγούσῃ ‘ἀνάγκη | παντί’ XVr ἀντίκειται ὡς μὲν κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ἡμῖν παραδεδομένα ἡ ‘οὐκ ἀνάγκη παντί, ἥτις οὐ τὴν ὅλην πρότασιν ἀνεῖλεν ἀλλὰ μόνον τὸν [*](1 περικλεῖσαι e περικαλεῖται corr. V: περικλύσαι Q 3 προσδιωρισμένων EP: προδιορισμῶν itemque in seq. πρὸ pro πρόσ’ V 4 αὐτῶι P 5 προσδιωρισμένων EF λέγων P 7 συλλογισμοῦ PVt λαμβάνειν V ἂν ἐκ τῶν t 8 ὑπολ evan. Q 9 μόνον EFPVt, cf. p. 52,8 an ἔτι? cf. p. 52,27 59,17 10 συλλογιστικῆς Vt 11 μετρικοῦ V 13 μόνον PVt διωρισμένων E: πρόσ’ evan. Ε 14 ἀποκρουσόμεθα EF: υ e σ, ut videtur, corr. P 16 ἀποφάσεως E: σέων evan. F 17 οὑν orn. EFVt ἀπολογούμενοί om. EF 19 οὐκ ἀναγκαῖον] ἀγκαῖον Q 20 post δὲ add. ἐστιν QVt εἰ μὴ V 21 ἀναιροῦσαν V post οἷον add. οὐκ Q 22 φασί EF: φησὶ PQVt ἡμῖν κατάφασιν EFP 24 εἶναι P ἀποπλῆσαι QV 24. 25 ζητήσωμεν Vt 25 δέ B πάλιν om. EFP 26 τὰ om. t προτάσεων τῶν ἀναγκαίων EF ἐπιλαβεῖν, om. ἐστι V 31 ἀντίκειται om. EFP κατὰ τὰ QVt: καταφάσει EF, compend. P ἐν τῶ om. V παραδεδομένη EF: παραδιδόμενα QVt)

54
ἀναγκαῖον τρόπον. τί γάρ φησιν; ὅτι κακῶς εἶπεν ἡ κατάφασις ὅτι ἐξ [*](XVr) ἀνάγκης παντί· ἐγὼ γὰρ λέγω ὅτι οὐκ ἐξ ἀνάγκης παντί. καὶ ἀναιροῦσα τοσοῦτον μόνον, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀόριστον ἡμῖν τὸ λοιπὸν καταλιμπάνει· πῶς γὰρ ὑπάρχει παντί, λέγω δὴ κατὰ ποῖον τρόπον, ἢ εἰ οὐδὲ ὅλως ὑπάρχει παντί, οὐκέτι προστίθησιν. αὕτη μὲν οὖν μία ἀντίθεσις τῆς ἀναγκαίας καθόλου καταφατικῆς κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ἡμῖν παραδεδομένα. ἑτέρα δὲ ἀντίθεσις, καθὼς ἐνταῦθα ἡμῖν παραδίδωσιν, αὕτη· ἐπειδὴ ἐν τῇ καθόλου ἀναγκαίᾳ καταφατικῇ προτάσει ἐστὶ καὶ ποσὸν τὸ καθόλου καὶ ποιὸν τὸ καταφατικὸν καὶ τρόπος ὁ ἀναγκαῖος, ἡ κυρίως ἀντικειμένη ταύτῃ εἴη ἂν ἡ κατὰ πάντα αὐτῇ ἐναντιουμένη, καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸν τρόπον· ὥστε οὔσης ταύτης καθόλου ἐκείνη ἔσται μερική, ταύτης καταφατικῆς ἐκείνη ἀποφατική, ταύτης ἀναγκαίας ἐκείνη ἐνδεχομένη. καθόλου οὖν λέγομεν ὅτι, ἐὰν τὴν κατὰ πάντα ἀντικειμένην τινὶ προτάσει βουλώμεθα λαβεῖν, δεῖ ἀντιθεῖναι ποσὸν ποσῷ, ποιὸν ποιῷ, τρόπον τρόπῳ. ὥστε συνελόντι εἰπεῖν ἀντίκειται τῇ ‘ἀνάγκη παντί’ ὡς μὲν κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ἡ οὐκ ἀνάγκη παντί’, ὡς δὲ κατὰ τὰ ἐνταῦθα ἡ ‘ἐνδέχεται μὴ παντί’, καὶ πάλιν τῇ ‘ἀνάγκη τινί’, ὡς μὲν ἐκεῖ, ἡ ‘οὐκ ἀνάγκη τινί’, ὡς δὲ ἐνταῦθα ἡ ‘ἐνδέχεται μηδενί’. τί οὖν φαμεν; δύο μιᾷ ἀντίκεινται. οὕτως ἄδικος ἡ φύσις ὡς ἀντιτάξαι ἑνὶ δύο; λέγομεν ὅτι ἀντίκεινται μιᾷ δύο οὐχ ὡς μαχόμεναι ἀλλ’ ὡς ἰσοδυναμοῦσαι· τῇ γὰρ ‘οὐκ ἀνάγκη παντί’ ἡ ‘ἐνδέχεται μὴ παντί’ ἰσοδυναμεῖ· ὃ γὰρ οὐκ ἀνάγκη παντί, τοῦτο ἐνδέχεται μὴ παντί· οἷον εἰ οὐκ ἀνάγκη παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν, ἐνδέχεται μὴ παντὶ ὑπάρχειν. πάλιν τῇ ‘οὐκ ἀνάγκη τινί᾿ ἡ ‘ένδέχεται μηδενί’ ἰσοδυναμεῖ· εἰ γὰρ οὐκ ἐξ ἀνάγκης τινὶ ἀνθρώπῳ ὑπάρχει τὸ λούεσθαι, ἀνδέχεται μηδενὶ ὑπάρχειν. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως δείξομεν τὰς τῇ μιᾷ ἀντικειμένας ἰσοδυναμούσας ἀλλήλαις. σκόπει οὖν ὡς πᾶσαι ἡμῖν διὰ τούτων παραδίδονται αἱ προτάσεις, αἵ τε ἐν τῷ [*](1 φασιν EF 2 παντί prius om. EF ἐγὼ—παντί οm Q δὲ E 3 τοσοῦτο P 4 εἰ ἡ EFP οὐδὲ] o e δ corr. Q1 6 ἀποφατικῆς V τὰ om. P 7 ἡμῖν ἐνταῦθα V post ἐπειδὴ add. δὲ Qt 8 ἀποφατικὴ V 9 αὐτὴ EF: om. Q 10 ἐναντιουμένη supra ἀντικειμένη deletum scr. Q1 11 τὸν om. QVt αὑτῆς EF: om. V 12 post καταφατικῆς add. οὕσης V post ἐκείνη prius add. ἔσται EFPVt 13 ὅτι om. EF: ἥτις Q ἂν Q 14 βουλόμεθα FQVt ἀντιτιθέναι EF: ἀντιθέναι sic P 16 κατὰ τὰ utrobique QVt: κατὰ P: καταφάσει EF ἐν superscr. P 17 μὴ παντὶ—18 ἐνδέχεται iterant EF καὶ πάλιν—18 μηδενί om. Q 17 ὡς μὲν—18 τινί om. V ὡς μὲν iterat P ἐκεῖ EFP: ἐν τῷ περὶ ἑρμηνείας t 18 post δὲ add. κατὰ τὰ Vt ἡ alt. EF: om. pvt post μηδενί add. ἐνδέχεται μὴ παντί. ἐνδέχεται μηδενί. οὐκ ἐνδέχεται παντί. οὐκ ἐνδέχεται τινί. ἐνδέχεται παντί. ἐνδέχεται τινί. ἀνάγκη μὴ παντί· ἀνάγκη μηδενί EF eademque tabellae iustar P 19 ἀντίκειται EFPV ὡς om. V 19. 20 λέγομεν—δύο om. Vt 20 ὅτι PQ: τοίνυν EF ἀντίκειται FP μάχομαι V ὡς alt. om. V 21 οὐκ prius PQVt: τοῦ EF ὧ EFP οὐκ alt. om. Q 22 τοῦτο—ἀνάγκη παντί om. V ἀνθρώπω παντὶ E 23 μηδὲ EF post παντὶ add. ἀνݲωݲ EF 25 ὑπάρχει ante 24 τινὶ collocat F: ὑπάρχειν post ἐνδέχεται add. καὶ EF 26 σκεπτέον QVt 27 πῶς Qt: om. V)
55
Περὶ ἑρμηνείας καὶ αἱ ἐνταῦθα, ὥστε μὴ εἶναι ἐλλιπὲς μηδέτερον τῶν [*](XVr) βιβλίων ἰσοδυναμουσῶν τούτων ἀλλήλαις. εἰ γὰρ τῇ ἐνδέχεται τινί᾿ οὔσῃ καταφατικῇ ἐνδεχομένῃ ἀντίκειται μέν, ὡς ἐν τῶ Περὶ ἑρμηνείας φησίν, ἡ ῾οὺκ ἐνδέχεται τινί’ μερικὴ οὖσα ἐνδεχομένη ἀποφατική, ἰσοδυναμεῖ δὲ ταύτῃ ἡ ‘ἀνάγκη μηδενί’, ἥτις κατὰ τὸ ποσὸν καὶ κτὰ τὸ ποιὸν καὶ κατὰ τὸν τρόπον ἀντίκειται τῇ ‘ἐνδέχεται τινί’, δῆλον ὅτι ὡς καθόλου ἀναγκαία ἀποφατικὴ οὕτως ἀντίκειται. καλῶς ἄρα ἐνταῦθα ὡς ἀπόφασιν αὐτὴν παραλαμβάωει, ἥτις εἰ καὶ τῷ σχήματί ἐστι καταφατική, ἀλλ’ οὖν δύναμιν ἔχει ἀποφάσεως, ὡς καὶ αὐτοῦ ἐφεξῆς λέγοντος ἀκουσόμεθα· εἰ γὰρ δύναμιν εἶχε καταφάσεως, οὐκ ἄν ἐμάχετο κτὰ πάντα τῇ ‘ἐνδέχεται τινί’ καταφάσει καὶ αὐτῇ οὔσῃ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἐροῦμεν. εἰ τοίνυν ἰσοδοναμοῦσιν αἵ τε ἐκεῖσε παραδεδομέναι ἡμῖν καὶ αἰ ἐνταῦθα ἀποφάσεις, τί δήποτε ἢ ἐκεῖσε τῶν ἐνταῦθα παραδιδομένων ὡς ἀποφάσεων οὐκ ἐμνήσθη ἢ ἐνταῦθα τῶν ἐκεῖσε; λέγομεν ὅτι ἐν μὲν τῷ Περὶ ἑρμηνείας ἑνὶ λόγῳ παραδοῦναι βουλόμενος τὰς μαχομένας ταῖς καταφάσεσιν ἀποφάσεις εἶπεν, ὅτι δεῖ τῷ τρόπῳ προστιθέναι τὴν ἄρνησιν καὶ ποιεῖν ἐκ τῶν καταφάσεων τὰς μαχομένας αὐταῖς ἀποφάσεις. τοῦτο δὲ ἐποίησε, διότι ἐπὶ τῆς ἐνδεχομέωης μένῃς ὕλης ἰσοδυναμοῦσιν αἱ ἀποφάσεις ταῖς καταφάσεσι, ὅταν μὴ πρὸς τῷ τρόπῳ τὸ ἀρνητικὸν μόριον ᾖ• ἐνδέχεται γὰρ πάντα ἄνθρωπον λούεσθαι, καὶ ἐνδέχεται μηδένα ἄνθρωπον λούεσθαι, καὶ ἀμφότερα ἀληθεύει καὶ οὐκ ἀντιφάσκουσιν ἀλλήλαις. ἐκεῖ μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτω ποιεῖ ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις, ἵνα τὰς ἀντιφατικῶς ἀντικειμένας καθ’ ἕκαστον τρόπον παραδῷ. ἐνταῦθα δέ, ἐπειδὴ περὶ ἀντιστροφῆς διαλέγεται ὡς συμβαλλομένης αὐτῷ εἰς τὸν περὶ συλλογισμῶν λόγον, ἐν δὲ τοῖς συλλογισμοῖς ὡρισμένα δεῖ τὰ συμπεράσματα συνάγεσθαι, αἱ δὲ ἀποφάσεις αἱ ἐν τῷ Περὶ ἑρμηνείας ἀόριστοι ἦσαν ἕνα μὲν γὰρ τρόπον ἀνεῖλον, τῶν δὲ ἄλλων οὐδένα ὡρισμένως εἰσῆγον· οἷον ἡ λέγουσα ‘οὐκ ἀνάγκη παντί’ ἕνα μὲν τρόπον ἀνεῖλε, τὸν ἀναγκαῖον· φησὶ γὰρ ὅτι οὐκ ἀληθὲς τὸ ἐξ ἀνάγκης παντὶ ὑπάρχειν· οὐδὲν δὲ ὡρισμένον εἰσήγαγεν· οὔτε γὰρ εἰ ἐνδεχομένως ὑπάρχει δηλοῖ, οὔτε εἰ ὑπαρχόντως, οὔτε εἰ ὅλως μὴ ὑπάρχει, ἀλλὰ τοσοῦτον μόνον τὸ ἀναγκαῖον ἀνεῖλεν· ἡ δέ γε ἐνταῦθα παραδιδομένη ἀπόφασις ἡ [*](1 αἱ om. EFP μηδ’ Q ἐλλειπὲς P 4 ἡ evau. 4 ἡ V. om. t 5 καὶ (post ἥτις) om. EFP τὸ prius om. EF: utrumque om. Vt κατὰ alt. EFV: om. PQt κατὰ tert. EF: om. PQVt 6 τὸν om. PVt 7 ἄρα] ὥρα V 8 ἥτις εῖ τις t, pr. P) εἰ καὶ PQVt: κἄν γὰρ καί τισιν ἔδοξε ἔδοξε evan. F) EF τὸ σχήματι P: evan. F εἶναι EFP καταφατικὴν EE 9 ἐφεξῆς] p. 25b19 sq. ἀκουσώμεθα Vt 12 παραδιδόμεναι QVt αἱ om. EPV: evan. F 13 παραδεδομένων EF ἀποφάσεως pr. P, corr. P1 14 τῶν ἐκεῖσε PQV t: ὡς ἐκεῖσε καταφάσεων EF post add. οὖν E: evan. F μὲν om. EEPV τῷ om. Q 17 καταφάσεις pr. Q, ἄπο superscr. Q1 19 ἠ’ post τρόπω collocant QVt 19. 20 μηδένα om. P: καὶ μὴ πάντα EF 21 ταύτην e ταῦτα corr. P 22 ἀντιφατικῶν pr. P, corr. P1 24 τῶν—λόγων pr. P 27 post λέγουσα add. καὶ 28 φασὶ EF 29 ὡρισμένως QVt 30 ὑπάρχειν (ante δηλοῖ) (t) δῆλον εἰ prius om. EF μὴ ὑπάρχῃ, η ex εἰ corr. P1 31 τόν QVt παραδεδομένη EFP)
56
‘ἀνάγκη μηδενί’ ὡρισμένη ἐστὶ τὴν ὅλην ἀναιροῦσα πρότασιν τὴν ‘ἀνάγκη [*](XVr) παντί’), ἐπειδὴ τοίνυν ὡρισμένων οὐσῶν τῶν προτάσεων ὡρισμένον συνάγεται καὶ τὸ συμπέρασμα, ἀορίστων δὲ ἀόριστον, δεῖ δὲ τοὺς συλλογισμούς, ὡς εἴρηται, ὡρισμένα συνάγειν τὰ συμπεράσματα, διὰ τοῦτο ταύταις ἐχρήσατο ἐνταῦθα τῖς προτάσεσι.

Tούτου λυθέντος λέλυται καὶ ἡ τρίτη ἀπορία ἡ λέγουσα τί δήποτε τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρώμενος ἀντιτίθησι τῇ ἀναγκαίᾳ καθόλου ἀποφατικῇ τὴν μερικὴν καταφατικὴν ἐνδεχομένην καὶ οὐχὶ τὴν ἀναγκαίαν μερικὴν καταφατικήν, καὶ τίς ἡ ἀνάγκη τὴν ἀναγκαίαν διὰ τῆς ἐνδεχομένῃς δείκνυσθαι. ἐκ τῶν εἰρημένων πρόδηλον τούτου τὸ αἴτιον· ἐπειδὴ γὰρ εἶπεν ὅτι ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατικὴ ἀναγκαία, εἶτα τοῦτο τῇ εἰς ἄτοπον ἀπαγωγῇ δεῖξαι βούλεται, εἰκότως ὑποτίθεται τὴν κατὰ πάντα αὐτῇ ἀντικειμένην, καὶ κατὰ τὸν τρόπον καὶ | κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, καὶ δείκνυσι ταύτῃ ἄτοπόν XV v τι ἀκολουθοῦν, ἵνα οὕτως ἐκείνην πιστώσηται.

Πρὸς δὲ τὸ λοιπὸν τῶν ἠπορημένων, λέγω δὴ πῶς ἐχρήσατο τῇ ἐνδεχομένῃ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω δείξας τοῦτο εἶπε γὰρ εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τῷ Β τινὶ ἐνδέχοιτο ἄν), ἐροῦμεν ὅτι τὸ ἐνδεχόμενον αὐτὸς ὁρίζεται λέγων οὕτως “ἐνδεχόμενόν ἐστιν οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”. εἰ τοίνυν οὗτος ὁ ὅρος ἐστὶ τοῦ ἐνδεχομένου, ἐὰν τὸ ἐνδεχόμενον ὡς ἐκβὰν λάβωμεν, οὐκέτι ἐστὶν ἐνδεχόμενον ἀλλὰ ὑπάρχον. ἐὰν οὗν ὑποθώμεθα τὴν ἐνδεχομένην μερικὴν καταφατικὴν ἐκβᾶσαν, γίνεται ὑπάρχουσα καὶ οὐκ ἐνδεχομένη. ἡ δὲ μερικὴ καταφατικὴ ὑπάρχουσα ἐδείχθη ἀντιστρέφουσα πρὸς ἑαυτήν· καὶ ἡ μερικὴ ἄρα ἐνδεχομένη καταφατικὴ μεταληφθεῖσα εἰς τὴν ὑπάρχουσαν ἀντιστρέφοι ἄν πρὸς ἑαυτήν. ἡ δὲ ὑπόθεσις αὕτη, εἰ καἰ μὴ ἀληθής, λέγω δὴ τοῦ τὴν ἐνδεχομένην δεδόσθαι ὡς ἐκβεβηκυῖαν, ἀλλ’ οὖν οὐκ ἀδύνατος. ἡ μὲν γὰρ ἀδύνατος πάντως καὶ ψευδής, οὐχ ἡ ψευδὴς δὲ πάντως καὶ ἀδύνατος· οἷον ἀδύνατον τὸν ἄνθρωπον πτερὰ ἔχευ· τοῦτο καὶ ψεῦδος· τὸ δὲ τὸν Σωκράτην μοιχεύειν ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. ὥστε εἰ καὶ ψευδὴς ἡ ὑπόθεσις ἡ λέγουσα ‘δεδόσθω τὸ ἐνδεχόμενον ἐκβῆναι᾿, ἀλλ’ οὐκ ἀδύνατος. ἔστιν οὖν ὁ πᾶς λόγος, ἶνα ὡς εἴπω, τοιοῦτος· τὸ A ἐξ ἀνάγκης τῷ Β μηδενὶ ὑπαρχέτω· λέγω ὅτι οὐδὲ τὸ B τῷ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον, λέγω δὴ τὸ ‘ἐνδέχεται τινὶ τῷ Α τὸ Β ὑπάρχειν’. ἀλλ’ [*](3 τὸ superscr. Q1 7 ἀπαγωγὴ] post ἁ del. γ Q1 χρωμένη V 9 ἐνδεχομένης τὴν ἀναγκαίαν QVt fort. ἐκ <γὰρ> 10 τοῦτο PQVt τὸ om. εἷπε τὸ PQVt ἀντιστρέφειν P 11 ἀναγκαία] ἐναν Q 12 τῆ F, pr. E: τὴν corr. E2 13 καὶ (ante δείκν.) om. V 14 ἐκείνην om. V 17 τῶν β om. EF 18 λέγων] p. 32a18 19 εἶναι οὖ p 25 εἰ (ex ἡ corr.) δὲ 26 εἰ ex ἡ corr. P ὡς scripsi: εἰς PQVt: om. EF 27 ἀδύνατον P ἡ μὲν γὰρ ἀδύνατος om. V 28 καὶ om. Q ἀδύνατον (post καὶ) P 29 τὸν δὲ V 31 ἀδύνατον EFP ὁ om. P post ἶνα add. καὶ V ὡς om. EFP 33 ὑπάρχειν QY 34 τινὶ ἐνδέχεται pr. Q τὸ ᾱ τῶ Q)

57
ἐπειδὴ ἐνδεχόμενόν ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον [*](XVv) ἀκολουθῖ”, δεδόσθω ἐκβῆναι τὸ ἐνδεχόμενον καὶ μηδὲν ἀδύνατον ἀκολουθείτω, εἴπερ ἀληθὴς ἡ ὑπόθεσις. ἐπειδὴ δὲ τὸ ἐνδεχόμενον, ἐπειδὰν ἐκβῇ, οὐκέτι ἐστὶν ἐνδεχόμενον ἀλλὰ ὑπάρχον, ὑπαρχέτω τὸ Β τινὶ τῷ Α. ἀλλ’ ἐδείχθη ἡ ὑπάρχουσα μερικὴ καταφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα· καὶ τὸ Α ἄρα τινὶ τῷ Β ὑπάρχει. ὑπέκειτο δὲ καὶ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν. τὸ αὐτὸ ἄρα καὶ τινὶ ὑπάρχει καὶ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει, ὅπερ ἐστὶν ἀδύνατον. τὸ ἀδύνατον δὲ ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ ‘ἐνδέχεται τινί. οὐκοῦν τοῦτο ψεῦδος, ἐπειδὴ τῷ ἀληθεῖ οὐδέποτε ἀδύνατον ἀκολουθεῖ. εἰ τοίνυν ψεῦδος τὸ ‘ἐνδέχεται τιν’, ἀληθὲς ἄρα τὸ ἀντικείμενον, λέγω δὴ τὸ ῾ἀνάγκη μηδενί’. ἐδείχθη ἄρα ἡ καθόλου ἀναγκαία ἀποφατικὴ πρὸς ἀντιστρέφουσα, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ἐπιλελύσθωσαν αἱ κατὰ ὔ τὸν τόπον ἀπορίαι. τὰ δ’ ἑξῆς λοιπὸν ἐπισκεπτέον.

p. 25a32 Ei δὲ ἐξ ἀνάγκης τὸ Α παντὶ ἢ τινὶ τῷ Β ὑπάρχει, τὸ Β τινὶ τῷ Α ἀνάγκη ὑπάρχειν.

Τῇ αὐτῇ πάλιν τάξει κέχρηται ὁ Ἀριστοτέλης ᾗπερ καὶ ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων· δείξας γοῦν τὴν καθόλου ἀποφατικὴν πρὸς ἑαυτὴν ἀντιστρέφουσαν ἐφεξῆς τὴν καθόλου καταφατικὴν δείκνυσι καὶ τὴν μερικήν. βραχυλογίας δὲ πανταχοῦ ἀντιποιούμενος κἀνταῦθα ἅμα ἀμφοτέρας τὰς καταφατικάς, τήν τε καθόλου καὶ τὴν μερικήν, δείκνυσι πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρεφούσας.

p. 25a33 Et γὰρ μὴ ἀνάγκη, οὐδ’ ἄν τὸ Α τινὶ τῶν Β ἐξ ὑπάρχοι.

Ἐv τούτῳ διάφορος ἡ γραφὴ φέρεται. τινὰ μὲν γὰρ τῶν ἀντιγράφων οὕτως ἔχει· εἰ γὰρ ἐνδέχεται μηδενί· τὰ μέντοι ἀκριβέστερα τῶν ἀντιγράφων ἔχει εἰ γὰρ μὴ ἀνάγκη. εἰ μὲν οὗν ἡ προτέρα εἴη γραφή, ἐροῦμεν ὅτι ὁμοίως ὁ Ἀριστοτέλης ἀντέθηκε τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ. ἀλλ’ οὐκ ἀκριβὴς ἡ τοιαύτη γραφή· οὐ γὰρ δὴ ἐκ τῆς ὑποθέσεως ταύτης συνάγεταί τι ἀδύνατον, ὅπερ βούλεται δεῖξαι. πῶς καὶ τίνα [*](1 ἐπεὶ E ἐνδεχόμενός EFP δοθέντος QVt 4 οὐκ ἔπι V 7 ante τινι add. οὐ Q ὑπάρχει alt. otn. Q post ὅπερ del. ἄτοπον Q1 8 ἠκολούθησαν v ἐνδέχεσθαι EFP 11 ἀναγκαία ante καθόλου collocant EP: ἀνάγκη compend. Q 12 ἐπιλεύθησαν P 12. 13 οὕτω—ἐπισκεπτέον om. EF 13 τὸν 13 τὸν V: om. PQt 14 τῶν β Q (C i, corr. Α): τὸ β K 15 τῶν a (a, at videtur, e β corr. P) EFPQ (Ci, corr. A) 16 ὅπερ P 17 οὖν EF 18 ἀντιστρέφουσα Q 19 om. Q ἅμα om. EFP 23 ὑπάρχει V 24 γὰρ om. QVt 26 ante ἕχει add. οὕτως EF 27 ἀντέθηκεν ὁ ἀριστοτέλης Ε 29 ταύτης om. E)

58
τρόπον; λέγω ὅτι αἱ καθόλου τοῦ ἐνδεχομένου προτάσεις, λέγω δὴ τοῦ [*](XVv) κυρίως ἐνδεχομένου, ἰσοδυναμοῦσιν ἀλλήλαις· ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο ἐνδέχεται μηδενί· οἷον ἐνδέχεται πάντα ἄνθρωπον λούσασθαι, ἐνδέχεται καὶ μηδένα λούσασθαι, καὶ ἔμπαλιν. αὗται δὲ αἱ καθόλου τοῦ ἐνδεχομένου προτάσεις ἑκάστῃ τῶν μερικῶν τοῦ ἀναγκαίου μάχονται. οἷον τί λέγω; τῇ ‘ἀνάγκη τινί’ μάχεται ἡ ‘ἐνδέχεται μηδενί’ κατὰ πάντα αὐτῇ ἀντικειμένη· μάχεται δὲ καὶ ἡ ῾ἐνδέχεται παντί’. ἀλλ’ ἡ μὲν ‘ἐνδέχεται μηδενί’ ἑαυτὴν μάχεται ἔχουσα ἀντικείμενον τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ. ἡ δ’ ἐνδέχεται παντί ὡς ἰσοδυναμοῦσα τῇ ‘ἐνδέχεται μηδενί. πάλιν τῇ ‘ἀνάγκη μὴ παντί’ μάχεται μὲν δι’ ἑαυτὴν ῾ἐνδέχεται παντί’ διὰ ταύτην δὲ καὶ ἡ ‘ἐνδέχεται μηδνί’ ὡς ἰσοδυναμοῦσα. εἰ τοίνυν αἱ δύο καθόλου τοῦ ἐνδεχομένου προτάσεις ἑκατέρᾳ τῶν μερικῶν τοῦ ἀναγκαίου ἀντίκεινται ὡς ἰσοδυναμοῦσαι, ἐὰν ἀντὶ τῆς ἐνδεχομένης καθόλου ἀποφατικῆς μεταλάβωμεν τὴν ‘ἐνδέχεται παντί’ ὡς ἰσοδυναμοῦσαν, οὐκ ἀπάξομεν εἰς ἄτοπον τὸν λόγον μεταληφθείσης τῆς ‘ἐνδέχεται μηδενί᾿ εἰς τὴν παντί’, εἴπερ ἰσοδυναμοῦσι. γίνεται γὰρ συλλογιστικὸν τὸ σχῆμα· οἷον τὸ Α παντὶ τῷ Β ὑπαρχέτω· λέγομεν ὅτι τὸ Β τινὶ τῷ Α ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, εἶτα ὑποθώμεθα τὸ ‘ἐνδέχεται μηδενί’, μεταληφθείη δὲ τοῦτο εἰς τὸ ‘ἐνδέχεται παντί’, οἷον ὅτι τὸ B ἐνδέχεται παντὶ τῷ Α, καὶ εἴπωμεν ‘καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται’, εἶτα συναγάγωμεν τὸ αὐτὸ καὶ παντὶ καὶ τινί, οὐδὲν ἄτοπον συνάγομεν· τὸ γὰρ παντὶ ὑπάρχον, τοῦτο καὶ τινὶ ὑπάρχειν πᾶσα ἀνάγκη. διὰ ταῦτά φαμεν ἀκριβεστέραν εἶναι τὴν ἑτέραν γραφὴν τὴν λέγουσαν | εἰ γὰρ μὴ ἀνάγκη, τουτέστιν [*](XVIr) εἰ μὴ ἀνάγκη τὸ Β τινὶ τῷ Α ὑπάρχειν, δηλονότι ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Α ἀνάγκη οὐδενὶ τῷ Β· τοῦτο γὰρ δέδεικται, ὅτι ἡ καθόλου ἀναγκαία ἀποφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει· ἦν δὲ καὶ τινί· τὸ αὐτὸ καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον.

p. 25a34 Τὸ δ’ ἐν μέρει στερητικὸν οὐκ ἀντιστρέφει διὰ αὐτὴν αἰτίαν δι’ ἣν καὶ πρότερον εἴπομεν.

Τὸ ῥησείδιον τοῦτο δοκεῖ ὑπὸ τοῦ φιλοσόφου εἰρῆσθαι ὡς αἰτίαν αὐτοῦ ἀποδεδωκότος δι’ ἣν οὐκ ἀντιστρέφει ἡ μερικὴ στερητική. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· οὐδαμοῦ γὰρ φαίνεται ἀποδεδωκὼς αἰτίαν δι’ ἣν [*](1 τοῦ om. Q λέγω–5 προτάσεις mrg. QJ 3 an <καὶ> μηδενί? 3. 4 ἐνδέχεται καὶ μηδένα om. QVt 4 λούσασθαι om. EFQVt δὲ om. EF 8 ἔχουσαν v 9 ὡς om. EFP μηδενί in ras. V 10 post τῇ del. ἐνδέχεται Q1 μὴ om. post ἐνδέχεται add. μὴ Q 11 μηδενί] παντὶ Q 12 τοῦ alt. om. P 13 ἀντίκειται EFP 14 μεταλάβω EFP: μεταλαβὼν Vt 15. 16 aut μεταληφθείσης— ἰσοδυναμοῦσι delendum aut γὰρ e vs. 16 post μεταλ. transponendum videtur 19 ὅτι om. E: evan. F 20 εἴπομεν P τῶν (ante β) EP: evan. F 20. 21 συναγαγὼν ἐν τῶ αὐτῶ EFP 23 post εἶναι add. καὶ V τὴν ἑτέραν om. E 24 τι ᾱ EFP ὑπάρχει P 26 post αὐτὸ add. δὲ EF 27 καὶ οὐδενὶ superscr. 28. 29 lemma om. EF 30 ὃ F ῥησίδιον P 31 ὃν V 32 αἰτίαν ἀποδεδωκὼς QVt)

59
οὐκ ἀντιστρέφει ἡ μερικὴ ἀποφατική· ἀλλὰ μᾶλλον αἰτίαν ἐκάλεσε τὸ [*](XVIr) παράδειγμα τὸ ἀνωτέρω παρ’ αὐτοῦ εἰρημένον, ἔνθα ἔλεγεν οὐ γὰρ εἰ ἄνθρωπος μὴ παντὶ ζῴῳ, καὶ τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ”.

p. 25a37 ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἐνδεχόμενον.

Tὸν περὶ τῆς ἀντιστροφῆς τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων [*](11) πληρώσας λόγον μέτεισιν ἐπὶ τὰς τοῦ ἐνδεχομένου προτάσεις. ἐπειδὴ δὲ τὸ ἐνδεχόμενον πολλαχῶς ὡς λέγεται, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησί λέγεται γὰρ καὶ ἐπὶ πάσης ὕλης τὸ ἀναγκαῖον ἐνδεχόμενον, ὡς εἴ τις εἴποι ‘ἐνδέχεται τὸν ἥλιον ἐν κριῷ γενέσθαι’, καίτοι οὐκ ἐνδεχομένως ἀλλ’ ἀναγκαίως ὁ ἥλιος ἐν κριῷ γίνεται. λέγεται ἐνδεχόμενον καὶ τὸ ὑπάρχον μὲν ἐν γενέσει δὲ καὶ φθορᾷ ὄν, λέγω δὲ ὅπερ τοῦ ὑποκειμένου ἀπογίνεσθαι δύναται, οἷα τὰ συμβεβηκότα· καὶ γὰρ ταῦτα ὑπάρχει μέν, οὐ μὴν ἐξ ἀνάγκης, οἷον ὡς ὅταν ἐπὶ τοῦ Σκύθου λέγωμεν ‘ἐνδέχεται τὸν Σκύθην λευκὸν εἶναί· ἐνταῦθα γὰρ οὐ κυρίως ἐστὶν ἐνδεχόμενον ἀλλ’ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· ὑπάρχει γὰρ τῷ Σκύθῃ τὸ λευκόν. καὶ ἐπὶ τῶν ἄλλων τρόπων ὁμοίως. καὶ ἔτι τὸ κυρίως ἐνδεχόμενον, λέγω δὲ τὸ ἐπὶ τοῦ μέλλοντος χρόνου· τοῦτο γὰρ ἴσην δύναμιν ἔχει πρὸς τὸ γενέσθαι καὶ μή), τὸ τοίνυν ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ἀναγκαίῳ καὶ ὑπάρχοντι, ὅπως ἂν ἀντιστρέφωσιν αἱ τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος προτάσεις, οὕτω καὶ αὐτὸ ἀντιστρέφει· κατὰ γὰρ μόνην τὴν ὀνομασίαν ἐστὶν ἡ διαφορὰ τῶν πραγμάτων τῶν αὐτῶν ὄντων. τὸ δὲ κυρίως ἐνδεχόμενον οὐκέτι ὁμοίως ἕξει κατὰ τὰς ἀντιστροφάς, ὡς ἐν τοῖς ἑξῆς δείκνυσι.

p. 25a38 Καὶ γὰρ τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον καὶ τὸ ἐνδέχεσθαι λέγομεν.

Τὸ μὴ ἀναγκαῖόν φησι τὸ ὑπάρχον, τὸ δὲ δυνατὸν τὸ ἐνδεχόμενον· καὶ γὰρ τὸ κυρίως δυνατὸν εἰς ταὐτὸν ἔρχεται τῷ κυρίως ἐνδεχομένῳ.

p. 25a39 ’Ev μὲν τοῖς καταφατικοῖς ὁμοίως ἕξει κατὰ τὴν ἐν ἅπασιν.

Τοῦτο, φησί, τὸ ἐνδεχόμενον, ὅπερ κατὰ πάντων τῶν τρόπων κατηγορεῖται, ὁμοίως ἕξει ἐν τοῖς καταφατικοῖς· πᾶσα γὰρ κατάφασις ἐπὶ παντὸς [*](1 καταφατική Vt 2 ἔλεγεν] memoriter citat p. 25a13 cf. a25 οὐ—εἰ ex Arist. scripsi: εἰ—ὁ libri 3 μὴ] καὶ t 5 ἐνδεχόμενον PQVt (Marc. 231): ἐνδέχεσθαι EF lemmati seq. Arist. verba usque ad b3 πρότερον add. EF 6 καὶ om. 7 δὲ EF, superscr. P: τοίνυν Q: om. Vt 8 καὶ om. V ἐν τῷ Περὶ ἑρμ’.] C. 13 p. 22b29 sq. 10 post ἐνδέχεται add. δὲ V ἐν κριῷ] lac. VI fere litt. Q 12 ὄν om. EFVt 14 λέγομεν P σκύθον t 15 δὲ EF ἐστι τὸ EFP 17 ἔτι] ἐστὶ t 19 ἄν t: om. EFPQV ἀντιστρέφουσιν libri 20 αὐτὸν pr. Q: αὐτὰ Vt 23 post ὡς add. καὶ Ql ἐν τοῖς om. QV ἐν τοῖς ἐξ.] p. 25b14 sq. 27 κυρίως alt. om. QVt 29 εἰ V 30 τῶν om. P 30.31 τῶν τρόπων EF)

60
τρόπου πρὸς τὸ μερικὸν καταφατικὸν ἀντιστρέφει· καὶ αἱ δείξεις διὰ τῶν [*](XVIr) αὐτῶν δι’ ὧνπερ καὶ πρότερον. αἱ δὲ ἀποφάσεις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀντιστρέφουσι διὰ τόνδε τὸν λόγον· ἴσμεν ὅτι τὸ κυρίως ἐνδεχόμενον, ὅπερ καλεῖ δυνατόν, ἐπί τε τοῦ ἔσεσθαι καὶ μὴ ἔσεσθαι ὁμοίως παραλαμβάνεται καὶ ἐξισάζει· ὁμοίως γὰρ ἔστι καὶ καταφῆσαι καὶ ἀποφῆσαι τὸ αὐτό. ὅθεν οὐδὲν διοίσει πρὸς ἀλήθειαν ἡ κατάφασις τῆς ἀποφάσεως· ἐνδέχεται γὰρ καὶ πάντα ἄνθρωπον λούεσθαι καὶ μηδένα ἄνθρωπον λούεσθαι, καὶ ὁμοίως ἑκάτερον δύναται ἀληθεύειν. δέδεικται δὲ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου καὶ τοῦ ἀναγκαίου, ὅτι ἡ μὲν καθόλου ἀπόφασις ἐξ ἀνάγκης πρὸς ἑαυτὴν ἀντιστρέφει, ἡ δὲ μερικὴ οὐκ ἐξ ἀνάγκης. δῆλον οὖν ὅτι καὶ ἐπὶ τῆς ἀντιστροφῆς αἱ ἀποφατικαὶ τοῦ ἐνδεχομένου πῇ μὲν ἕξουσιν ὡς ἐπὶ τῶν ἄλλων τρόπων αἰ ἀποφάσεις, πῇ δὲ οὔ· τὸ μὲν ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ ὁμοίως αὐτοῖς καὶ κατὰ τὰς ἀντιστροφὰς τῶν ἀποφάσεων ἕξει· τὸ μέντοι κυρίως ἐνδεχόμενον, ὅπερ ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν δύναται, οὐχ ὁμοίως ἕξει. διδάξει δέ, ὡς εἶπον, περὶ αὐτοῦ ἐν τοῖς μετὰ ταῦτα. νῦν δὲ τὰ ὑποδείγματα σαφῆ ποιεῖ ἐπὶ τῆς στοιχείων ἐκθέσεως.

p. 25b4 Ἀλλ’ ὅσα μὲν ἐνδέχεσθαι λέγεται τῷ ἐξ ἀνάγκης ὑπάρκειν. εἰν.

Τουτέστιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ αἱ ἰσοδυναμοῦσαι τῷ ἀναγκαίῳ [*](46) ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν, τουτέστιν αἱ ταῖς ὑπαρχούσαις ἰσοδυναμοῦσαι τοῦ ἐνδεχομένου ἀποφάσεις, ᾄσεις, αὗται, φησίν, ὁμοίως ταῖς τε ὑπαρχούσαις καὶ ταῖς ἀναγκαίαις ἀντιστρέφουσιν, αἱ μὲν καθόλου ἀποφατικαὶ πρὸς ἑαυτάς, αἱ δὲ μερικαὶ ἀορίστως, ὥσπερ καὶ ἐκεῖναι· ὡς γὰρ εἴπομεν, ὀνομάτων μόνον γίνεται διαφορὰ τῶν πραγμάτων τῶν αὐτῶν ὄντων. εἶτα καὶ ἐπὶ ὑλῶν τὸ παράδειγμα.

p. 25b5 εἴ τις φαίη τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον. τοῦτο τοῦ ἀναγκαίου παράδειγμα· δῆλον γὰρ ὅτι οὐκ ἐνδεχομένως [*](XVIv) κατὰ τὸ κυρίως τοῦ ἐνδεχομένου σημαινόμενον ὁ ἄνθρωπος οὐκ ἔστιν ἵππος [*](1 ἀντιστρέψει Q καὶ αἱ QVt: αἱ δὲ EFP 3 τόνδε EFPQ: δὲ Vt 4. 5 παραλαμβάνεσθαι—ἐξισάζειν P 5 καταφῆσαι ex ἀποφῆσαι corr. V2 τὸ om. EF 8 δύνασθαι EF post δὲ add. καὶ P 10 δὲ post μερικὴ collocat E: om. F οὑν EF: om. PQVt 12 αἱ post 11 ὡς collocat F, superscr. Ε: om. PVt μὲν] δὲ E: fort. μὲν <γὰρ> τὸ alt. corr. e τῶ Q1 13 καὶ alt. om. 15 εἶπε QV: εἶπεν t ὡς εἶπον] p. 59,23 16 δὲ Q: δέ φησι EF: φησι PVt σαφῆ τὰ ὑποδείγματα QVt ἐκ τῆς EFP στοιχείων scripsi: τυχούσης EF: τοιχούσης P: τῶν ὑλῶν QV: ὑλῶν t 17 θέσεως Qt: ὑποθέσεως V 18 βούλεται Q post λέγεται add. ἢ t τῆ (ante ἐξ) Q 20 αἱ alt. om. Vt 21 αἱ] καὶ t 23 ἀντιστρέφουσιν QVt 24 εἴπομεν] p. 59,21 25 μόνον Ε: evan. F: om. PQVt 27 ante εἰ add. ex Arist. οἷον V post φαίη add. φησὶ EFPQ post ἐνδέχεσθαι del. καὶ V 28 τοῦ om. EFP)

61
ἀλλ’ ἀναγκαίως· διὸ καὶ ἀντιστρέφει· ἐνδέχεται γὰρ μηδένα ἵππον ἄνθρωπον [*](XVIv) εἶναι. ἢ τὸ λευκὸν μηδενὶ ἱματίῳ ὑπάρχειν. τοῦτο τοῦ ὑπάρχοντος τρόπου παράδειγμα, καθ’ οὗ καθ’ ἓν σημαινόμενον λέγεται τὸ ἐνδεχόμενον. τὸ μὲν γὰρ τὸν ἄνθρωπον μὴ εἶναι ἵππον ἐξ ἀνάγκης οὐχ ὑπάρχει· τὸ δὲ λευκὸν μηδενὶ ἱματίῳ οὐκ ἐξ ἀνάγκης οὐχ ὑπάρχει· διὸ καὶ ἡ αὐτὴ πάλιν καὶ ἐπὶ τούτου σώζεται ἀντιστροφὴ ἥτις καὶ ἐπὶ τοῦ ὑπάρχοντος ἐγίνετο.

p. 25b13 Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐν μέρει Ωσπερ ἐπὶ τῶν ἄλλων τρόπων ἀόριστος ἦν ἡ μερικὴ ἀποφατικὴ διὰ τὸ πρὸς μηδεμίαν ὡρισμένως ἀντιστρέφειν, οὕτως καὶ ἐπὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος τοῖς εἰρημένοις τρόποις ἡ αὐτὴ αὕτη οὐδὲν ἧττον τὸ ἀόριστον ἕξει.

p. 25b14 Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται θ (??) ἐνδέχεσθαι.

Τριχῇ ὄντος τοῦ κυρίως ἐνδεχομένου, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἴρηται, τοῦ ἐπὶ πλεῖον, τοῦ ἐπ’ ἴσης, τοῦ ἐπ’ ἔλαττον ἐπὶ πλεῖον μὲν ὡς τά τε φυσικὰ καὶ τὰ τεχνητά· ἐπὶ πλεῖον γὰρ ἥ τε φύσις πενταδάκτυλον ποιεῖ ἢ ἑξαδάκτυλον, καὶ ὁ ἰατρὸς ἐπὶ πλεῖον ὑγιάζει ἢ οὐχ ὑγιάζει· ἐπ’ ἴσης δὲ τὸ λούεσθαι ἢ μὴ λούεσθαι, καθῆσθαι ἢ μὴ καθῆσθαι· ἐπ’ ἴσης γὰρ τὰ ἀωτικείμενα ἐν τοῖς τοιούτοις εἰσὶν ἐνδεχόμενα· ἐπ’ ἔλαττον δὲ τὸ ἑξαδάκτυλον γίνεσθαι καὶ τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ τὰς τέχνας), τὰ μὲν ἐπ’ ἴσης ἄχρηστα εἰς ἀπόδειξιν· τί γὰρ ἄν τις τὴν κατάφασιν ἄσιν δείξειεν ἢ τὴν ἀπόφασιν; πολλῷ δὲ πλέον καὶ τὸ ἐπ’ ἔλαττον, οἷον τὸ τεχθῆναι ἑξαδάκτυλον παιδίον· οὐδεὶς γὰρ τὰ σπάνια καὶ οὕτως παράδοξα συλλογίζεται. περὶ δὲ τὸ ἐπὶ πλεῖον τοῦ ἐνδεχομένου καταγίνεται ἡ συλλογιστικὴ μέθοδος τὸ ἐπὶ τῶν φυσικῶν καὶ τεχνητῶν, ὡς ἤδη εἴπομεν, φημὶ δὴ τὸ ἐν χειμῶνι ὗσαι καὶ τὸν ῥήτορα πεῖσαι καὶ τὸν ἰατρὸν ὑγιάσαι καὶ τὸν κυβερνήτην σῶσαι τὴν ναῦν· διὰ τοῦτο γοῦν προσέθηκε καὶ τῷ πεφυκέναι, δηλῶν ὅτι περὶ τῶν φυσικῶν [*](1. 2 εἶναι ἄνθρωπον EF 2 τῶι λευκῶι P ὑπάρχειν ἱματίω EF 3 καθ’ οὐ scripsi: καθὸ libri 4 τὸν om. t ὑπάρχειν E 4. 5 τὸ δἐ—ὑπάρχει om. EF 5 οὐχ om. V διὸ om. Q: διότι V 5. 6 διὸ καὶ ἐπὶ τούτου πάλιν ἡ αὐτὴ σώζεται EF 6 ἐγένετο QVt 8 μερικὴ om. EF 10 αὕτη om. QVt 12. 13 lemma om. EF 12 τὸ ὡς t τῶ alt. corr. Q1: τὸ pr. Q, t 14 ταῖς φυσικαῖς EFPVt ἐν τοῖς II 5 p. 196 b 10 sq. cf. Philop. p. 267,1 sq. 15 πλέον itemque semper in sequenti bus EF τε om. QVt 16 φύσει EF τά om. t τε om. EF post πενταδάκτυλον add. τὸν ἄνον EF 17 πλέον Q οὐχ ὑάζει (α e γι corr. Q1) 18 λούσασθαι καὶ μὴ λούσασθαι EFP 19 ἐπὶ τοῖς V 20 καὶ QVt: ἡ EFP ἐπιτυγχάνειν P post τέχνας add. καὶ V post ἐπίσης add. καὶ EFP ἄχρι τὰ V 21 δείξη ὃν E: δεῖξ’ . . . F: δείξει ὄν Ρ 22 καὶ τὸ QVt: κατά τὸ EFP 23 συλλογίζεσθαι V τὸ Q: τοῦ EFPVt ἐπὶ om. V 24 τὸ om. Q: τοῦ EF: τῶι P καὶ Q: ἢ EF: om. PVt 25 δὴ τὸ] οὑν τῶ V 27 τοῦτο] τὸ superscr. Q1 τῶ eorr. Q1 t Arist.: τὸ EFPV, pr. Q δῆλον)

62
αὐτῶ ὁ λόγος. τὸ δὲ καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον, XVI v τοῦτ’ ἔστι καθ’ ὃν τρόπον λέγομεν τὸ κυρίως ἐνδεχόμενον τὸ ἐπὶ τοῦ μέλλοντος [*](27) χρόνου ἢ ἐπὶ πλεῖον εἶναι ἡ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· οὕτω γὰρ αὐτὸ διωρίσατο ἐν τοῖς Φυσικοῖς. τοῦ δὲ μὴ ἀντιστρέφειν τὰς στερητικὰς τοῦ ἐνδεχομένου προτάσεις ὁμοίως ταῖς τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ μὲν ἀληθής ἐστιν αἰτία, ἣν εἴπομεν, διότι ὅπερ μηδενὶ ἐνδέχεται, τοῦτο καὶ παντὶ ἐνδέχεται, ἡ δὲ καθόλου καταφατικὴ οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· καὶ αὐτὸς δὲ μετὰ πολλὰ τοῦτο δείκνυσι. νῦν δὲ τέως τοσοῦτον μόνον εἶπεν, ὅτι ἡ μὲν καθόλου ἀποφατικὴ οὐκ ἀντιστρέφει. ᾧ προσυπακουστέον τὸ πρὸς ἑαυτήν’. ἡ δὲ ἐν μέρει, φησίν, ἀντιστρέφει, εἰ, δηλονότι πρὸς ἑαυτήν· εἰ γὰρ τὸ ζῷον μὴ παντὶ λευκῷ ὑπάρχει, καὶ τὸ λευκὸν οὐ παντὶ ζῴῳ ὑπάρχει. δῆλον δὲ ὅτι καὶ πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρέφειν δύναται· καὶ γὰρ τὸ λευκὸν τινὶ ζῴῳ ὑπάρχει. ταύτῃ δὲ ἄν καὶ ἡ μερικὴ καταφατικὴ οὐ μόνον πρὸς ἑαυτὴν ἀλλὰ καὶ πρὸς τὴν μερικὴν ἀποφατικὴν ἀντιστρέψει· εἰ γάρ τι ζῷον λευκόν, οὐ πᾶν λευκὸν ζῷον. ὅτι δὲ ἡ καθόλου ἀποφατικὴ οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν, ἐντελῶς μὲν εἰσόμεθα, ὅταν αὐτὸς ἐν τῷ περὶ τῶν μίξεων διδάσκῃ· ἀρκεῖ δὲ νῦν πρὸς τοῖς εἰρημένοις δι’ ὑποδείγματος πιστώσασθαι. εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον λούσασθαι, οὐκ ἀληθὲς ἀντιστρέψαι καὶ εἰπεῖν ‘ἐνδέχεται μηδὲν λουόμενον ἄνθρωπον εἶναι’ · λούεται γὰρ φέρε εἰπεῖν καὶ ἵππος καὶ βοῦς, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ἰτὸν ἵππον ἢ τὸν βοῦν ἐνδέχεται μὴ εἶναι ἄνθρωπον’, ἀνάγκη δὲ μᾶλλον μὴ εἶναι ταῦτα ἄνθρωπον· ὃ γὰρ ἐνδέχεταί τι μὴ εἶναι, τοῦτο <καὶ ταὐτὸ> εἶναι ἐνδέχεται, καὶ ἔμπαλιν· εἰ οὖν τὸ ἐνδέχεσθαι εἶναι ἄνθρωπον ψεῦδος, καὶ τὸ μὴ ἐνδέχεσθαι ἄρα ψεῦδος.

p. 25b19 Νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω πρὸς τοῖς εἰρημένοις ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα.

Ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τί δήποτε εἰρηκὼς ἐν τῷ Περὶ ἑρμηνείας τὰς μὴ τῷ τρόπῳ συνταττούσας τὸ ἀρνητικὸν μόριον καταφάσεις εἶναι [*](1 post λόγος add. lemma καθ’ ὃν τρόπον—λέγωμεν λέγωμεν (b 15—19) Vt τὸ δὲ om. t 3 πλέον P οὔτε V 4 ταῖς φυσικαῖς EFPVt 5 ἡ μὲν iterat Q ἔ ἀποφατικὴ, post quod add. ὅτι QVt οὐ om. EFP 8 δὲ prius om. QVt μετὰ πολλὰ (sc. c. 17 p. 36b35 sq.) FP: μετου (sic) πολλὰ E: μετ’ οὐ πολὺ QVt 9 ἀντιστρέψει Qt ᾦ] ὡς εἰ V προσυπακούεται EFP 10 τὸ om. PQVt εἰ δὲ V φησίν] τισὶν V δηλονότι om. EFP 11 τὸ prius e τῶ corr. V τὸ alt. om. V λευκὸν e λευκῶν corr. V 12 ὑπάρξει EF, pr. P δὲ superscr. Q 13 an δὲ αὖ? ἡ om. Vt 14 post καταφατικὴ add. καὶ EF 15 ἀντιστρέφει V τι e τὸ corr. P 17 ὅτι ἂν P ἐν τῶ superscr. V: τῶ superscr. Q διδάξῃ EF: διδάσκει P 19 μηδὲ EFP λουούμενον pr. Q, corr. Q1 20 φέρε om. EFP 21 τὸ om. QVt, at cf. p. 63,24 21. 22 ἄνθρωπον om. V 22 ταῦτα μᾶλλον μὴ εἶναι EFP τι scripsi cf. p. 63,26: τινι libri 23 τούτοις PVt καὶ ταὐτὸ addidi εἶναι alt. om. QVt γοῦν Q τὸ ἐνδέχεται E 26 μὴ om. V 28 ζητοῦμεν Q ἐν τῷ Περὶ ἑρμ’.] cf. p. 52,15 sq. 29 τῶ om. Q τόπω V συναπτούσας QVt)

63
ἐκ μεταθέσεως καὶ οὐκ ἀποφάσεις ἐνταῦθα ὡς ἀποφάσεις παραλαμβάνει, νῦν XVI v αὐτὸς ἐπισημειοῦται ὅτι, εἰ καὶ τῷ σχήματί εἰσι καταφατικαί, ἀλλ’ οὖν δύναμιν ἔχουσιν ἀποφάσεων.

p. 25b21 Τὸ γὰρ ἐνδέχεται τῷ ἔστιν ὁμοίως τάττεται, τὸ δὲ ἔστιν, οἷς ἄν προσκατηγορῆται, κατάφασιν ἀεὶ ποιεῖ καὶ πάντως.

Ὥσπερ ἐν ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν αἱ ἀποφάσεις ἐγίνοντο μόνῳ τῷ ἔστι συνταττομένου τοῦ ἀρνητικοῦ μορίου, εἰ δὲ ἄλλῳ τινὶ συνετάχθη, οἷον τῷ ὑποκειμένῳ, κατάφασις πάλιν ἐγίνετο | ἀόριστος, οὕτως καὶ ἐν ταῖς μετὰ τρόπου προτάσεσι τῷ τρόπῳ συνταττομένου [*](XVIIr) τοῦ ἀρνητικοῦ μορίου αἱ ἀποφάσεις ἐγίνοντο, εἰ δὲ τῷ κατηγορουμένῳ συνετάχθη, ἐκ μεταθέσεως ἐποίει κατάφασιν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται. τοῦτο οὖν ἐστιν ὅ φησιν, ὅτι ἰσοδυναμεῖ τῷ ἔστιν ὁ τρόπος· ὥσπερ γὰρ τὸ ἔστιν, οἷς ἂν προσκατηγορῆται, κατάφασιν ποιεῖ, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, οὕτως καὶ ὁ τρόπος· ἐνδέχεται τὸν ἄνθρωπον φιλόσοφον εἶναι καὶ ἐνδέχεται μὴ εἶναι· κατηγορεῖται γὰρ αὐτοῦ τὸ ἐνδέχεται. διὰ δὲ τοῦ ἁ εἰ σημαίνει αὐτῷ τὸ ἐπὶ παντὸς χρόνου τὸν λόγον ἀληθεύειν. τὸ δὲ πάντως τὸ ἐπὶ πάσης ὕλης. p. 25b25 Κατὰ δὲ τὰς ἀντιστροφὰς ὁμοίως ἕξουσι ταῖς ἄλλαις.

Ποίαις ἄλλαις; ταῖς καταφατικαῖς τῶν ἁπλῶν δηλονότι· πρὸς γὰρ τὴν μερικὴν καταφατικὴν βούλεται καὶ ταύτας ἀντιστρέφειν, ὡς ἐν τοῖς ἑξῆς δείξει. εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν, ἐνδέχεταί τι περιπατοῦν ἄνθρωπον εἶναι· οὐ γάρ δὴ ἐνδέχεται μηδὲν περιπατοῦν ἄνθρωπον εἶναι. περιπατεῖ γὰρ καὶ ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄλλα μυρία, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ἐνδέχεσθαι ταῦτα μὴ εἶναι ἄνθρωπον· ἀνάγκη γὰρ μὴ εἶναι αὐτὰ ἄνθρωπον καὶ οὐκ ἐνδέχεται, ὡς ἤδη εἴπομεν· ὃ γὰρ ἐνδέχεται μὴ εἶναί τι, τοῦτο καὶ εἶναι ἐνδέχεται τὸ αὐτό. οὕτω μὲν οὖν αὗται. ἐὰν δὲ τὰς ὄντως ἀποφάσεις τοῦ ἐνδεχομένου λάβωμεν τὰς αὐτὸν τὸν τρόπον ἀναιρούσας, τὰς καθόλου φημί, εὑρήσομεν αὐτὰς τὴν ἀντιστροφὴν πρὸς ἑαυτὰς ποιουμένας· εἰ γὰρ οὐκ [*](1 post ἐνταῦθα add. δὲ EFP 2 ὅτι iterat V post ὅτι del. ἡ P 4 ἐνδέχεσθαι τὸ t 5 προσκατηγορεῖται Qt καταφάσεις EFP G αἱ om. QVt 7 ἐγίνοντο Vt μόνου τοῦ EFP post δὲ add. καὶ V 8 ἄλλο K t συντετάχθαι V ἐγένετο QVt 11. 12 ἐν τῷ Περὶ ἑρμ’.] cf. p. 62,28 12 ἔστιν ὅ superscr. V ὅ ova. P 13 προσκατηγορεῖται Pt κατάφασιν ποιεῖ om. EFP 14 ὁ prius om. Vt 15 καὶ—εἶναι om. V 15. 16 διὰ] τὸ δὲ conicio 16 δὲ om. V τὸν λόγον om. Q post τὸν add. δὲ V 19 τὴν ἁπλὴν V: om. EFP 21 δείξει] c. 17 p. 36b35 sq. 21.22 ἐνδέχεται καὶ περιπατοῦντα EF 22.23 οὐ γὰρ—εἶναι P: om. EFQVt 23 γὰρ om. V βοῦς καὶ om. QVt 24 ταῦτα EFPQ: ἐν ταύταις Vt post εἶναι add. καὶ QVt 25 ἀνάγκη—ἄνθρωπον om. Vt ταῦτα μὴ εἶναι EF 26 εἴτομεν] p. 62,20 sq. 27. 28 λάβωμεν τοῦ ἐνδεχομένου E 28 post λάβωμεν add. λέγω δὲ QV t τὰς τὸν αὐτὸν EFP τὰς alt. EFQ: τά PVt)

64
ἐνδέχεταί τινα ἄνθρωπον ἵπτασθαι, οὐκ ἐνδέχεται οὐδὲ ἱπτάμενόν τι [*](XVIIr) ἄνθρωπον εἶναι. ἰσοδυναμεῖ γὰρ ἡ οὐκ ἐνδέχεταί τινα ἄνθρωπον ἵπτασθαι’ τῇ ‘ἀνάγκη μηδένα ἄνθρωπον ἵπτασθαι· τῆς οὖν δευτέρας ἀντιστρεφούσης πρὸς ἑαυτὴν καὶ ἡ πρώτη ἀντιστρέψει. πάλιν δὲ καὶ ἡ μερικὴ ἀποφατικὴ ἡ ῾οὐκ ἐνδέχεται πᾶν ζῷον γελαστικὸν εἶναι᾿ ἐπειδὴ ἡ αὐτή ἐστι τῇ μὴ πᾶν ζῷον γελαστικὸν εἶναι’, ἀορίστου δειχθείσης τῆς δευτέρας καὶ ἡ πρώτη ἔσται ἀόριστος κατὰ τὴν ἀντιστροφήν.

p. 25b26 Διωρισμένων δὲ τούτων λέγομεν ἤδη διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογιμός.

Λοιπὸν εἰς τὸν περὶ συλλογισμῶν εἰσβάλλει λόγον. δεῖ δὲ ἡμᾶς, πρὶν εἰς τὴν ἐξέτασιν τοῦ ῥητοῦ ἐμβαλεῖν, τινὰ προλαβεῖν. ἐπειδὴ τοίνυν περὶ συλλογισμοῦ αὐτῶ ἐστι λόγος, ὁ δὲ συλλογιμὸς συλλογή ἐστι πλειόνων λόγων, δῆλον ὅτι ἐκ μιᾶς εἶναι προτάσεως ἀδύνατον τὸν συλλογισμόν· ὅτι γὰρ συλλογή ἐστι πλειόνων λόγων, αὐτό τε τὸ ὄνομα αὐτοῦ δηλοῖ καὶ ὁ παρὰ τοῦ Ἀριστοτέλους ἀποδεδομένος αὐτοῦ ὁρισμός. εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἀνάγκη τὸν συλλογισμὸν τοὐλάχιστον ἐκ δύο προτάσεων εἶναι. ταύτας δὲ τὰς δύο προτάσεις ἀνάγκη ἢ κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνεῖν ἢ κατ’ ἀμφοτέρους διαφέρειν ἢ καθ’ ἕτερον μὲν κοινωνεῖν καθ’ ἕτερον δὲ διαφέρειν, καὶ οὐκ ἔστι παρὰ ταῦτα. εἰ μὲν οὖν κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνοῖεν, μονολήμματος ὑπάρχει ὁ συλλογισμός, καὶ οὐ γίνεται ἕτερον τῶν προτάσεων τὸ συμπέρασμα, ὅπερ ὁ τοῦ συλλογισμοῦ ὅρος βούλεται· συλλογισμὸς γάρ “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. ἀλλ’ οὐδὲ εἰ κατ’ ἀμφοτέρους τοὺς ὅρους διαφέροιεν αἱ προτάσεις, ἔσται συλλογισμός, ἐπεὶ οὐδὲ συμπεραίνουσί τι αἱ προτάσεις μηδενὸς ὄντος κοινοῦ ὅρου τοῦ τὰ ἄκρα συνδέοντος. λείπεται οὖν καθ’ ἕτερον τῶν ὅρων διαφέρειν καθ’ ἕτερον δὲ κοινωνεῖν τὰς ἐν συλλογισμῷ παραλαμβανομένας οὐκοῦν πᾶς συλλογισμὸς ἐκ τριῶν ὅρων σύγκειται, τῶν τε δύο ἄκρων καὶ τοῦ μέσου, ὅς ἐστι κοινὸς τῶν δύο προτάσεων καὶ διὰ τοῦτο μέσος καλούμενος, καὶ τοὺς λοιποὺς ὅρους κεχωρισμένους ἀπ’ ἀλλήλων διὰ τοῦ μέσου συνάπτει. τοῦτον οὖν τὸν μέσον ὅρον ἀνάγκη ἤτοι ἐν μὲν τῇ ἑτέρᾳ τῶν προτάσεων ὑποκεῖσθαι ἐν δὲ τῇ ἑτέρᾳ κατηγορεῖσθαι ἢ ἐν ἀμφοτέραις κατηγορεῖσθαι ἡ ἐν ἀμφοτέραις ὑποκεῖσθαι. κἀντεῦθεν ἡμῖν ἡ διαφορὰ τῶν τριῶν ἀναφαίνεται σχημάτων· [*](4 ἀντιστρέφει EF 5 παντὶ V ἐστι om. EF 6 μὴ om. EFPV post ἀορίστου add. δὲ EF 7 ἀντιστροφήν] huc usque EF post ἀντιστροφήν dimidiam paginam vacuam reliquit P (incipit hinc alia manus) 8 λέγωμεν t, corr. Q (corr. d) τίνος, ut videtur, Q 9 πᾶς om. QV 10 συμβάλλει V 11 ἐμβάλλειν Vt τινα] ὧν α΄ V 12 ante λόγος add. ὁ P 13. 14 λόγων om. V 16. 17 τἀς προτάσεις τὰς δύο Q 19 οὖν om. Qt 21 om. P 22 λόγος P: om. QVt cf. p. 24b18 24 μηδενὸς] δενὸς superscr. Q1 26 διαφέρειν iterat V 28 κοινωνὸς QVt καὶ prius om. QVt καὶ alt. P: διὰ τὸ QVt 29 συνάπτει scripsi: συνάπτειν libri 30.31 ὐποκεῖσθαι— κατηγορεῖσθαι QVt 32 φαίνεται τῶν τριῶν Q)

65
ὅταν μὲν γὰρ ὁ μέσος ὅρος τῷ μὲν ὑπόκειται τῶν ἄκρων, τοῦ δὲ κατηγορῆται, [*](XVIIr) γίνεται τὸ πρῶτον σχῆμα· τὸ δὲ δεύτερον. ὅταν ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορῆται· τὸ δὲ τρίτον, ὅταν ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται. αἰτία δὲ τῆς εἰρημένης τάξεως τῶν σχημάτων αὕτη· ἐπεὶ γὰρ κατὰ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσιν τὴν τῶν σχημάτων θέσιν ἀναγκαῖον ἐπινοεῖν, ἰστέον ὅτι ὁ μέσος τότε ἐστὶ κυρίως μέσος καὶ τὴν ἑαυτοῦ σώζει προσηγορίαν τε καὶ τάξιν, ὅταν τῷ μὲν ἑτέρῳ τῶν ἄκρων ὑπόκειται καὶ ὥσπερ ὑφειμένος αὐτοῦ λαμβάνηται, τοῦ δὲ ἑτέρου κατηγορῆται καὶ ὥσπερ ἐν κρείττονι τάξει αὐτοῦ θεωρῆται κρεῖττον γὰρ ἀεὶ τὸ κατηγορούμενον τοῦ ὑποκειμένου, ὅτι τε ὡς ἐπὶ τὸ πολὺ ἐπὶ πλέον ἐστὶν ὁ κατηγορούμενος τοῦ ὑποκειμένου, καὶ ὅτι ὁ μὲν ὑποκείμενος ὕλης λόγον ἐπέχει, ὁ δὲ κατηγορούμενος εἴδους· καὶ γὰρ ἡ ὕλη ὑπόκειται τοῖς εἴδεσιν), ὁπηνίκα δὲ ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται ἡ ἀμφοτέροις ὑπόκειται, οὐκέτι κυρίως ἐστὶ μέσος. ἐπειδὴ τοίνυν ἐκβεβηκότι αὐτῷ τὴν τοῦ μέσου τάξιν κρεῖττόν ἐστι τὸ κατηγορεῖσθαι ἢ τὸ ὑποκεῖσθαι, διὰ τοῦτο πρῶτον μὲν λέγεται σχῆμα, ὅταν ὁ μέσος ὅρος τὴν ἑαυτοῦ φυλάττων τάξιν τῷ μὲν ὑπόκειται, τοῦ δὲ κατηγορῆται· δεύτερον δὲ σχῆμα ἐν ᾧ ἀμφοτέρων κατηγορεῖται, ἐν ὧ καὶ δευτέραν μὲν ἀμείνονα δὲ τῆς λοιπῆς ἀπείληφε τάξιν· τρίτον δὲ σχῆμα ἐν ᾧ ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται, ἔνθα καὶ τὴν ἐσχάτην τάξιν ἀπείληφε. διὸ κατὰ μὲν τὸ πρῶτον σχῆμα ἐπ’ εὐθείας γράφεται τοῖς ἄκροις | ὁ μέσος ὅρος, κατὰ [*](XVIIv) δὲ τὸ δεύτερον ὑπεράνω, κατὰ δὲ τὸ τρίτον ὑποκάτω. ἔστι δὲ καὶ ἑτέρωθεν τὴν τάξιν αὐτῶν θεωρῆσαι. διότι γὰρ ἐν μὲν τῷ πρώτῳ σχήματι πάντα συνάγεται τὰ συμπεράσματα, καὶ τὰ καθόλου καὶ τὰ μερικά, καὶ τὰ καταφατικὰ καὶ τὰ ἀποφατικά, διὰ τοῦτο τὸ τοιοῦτον σχῆμα τὴν πρώτην ἀπείληφε τάξιν. ἐν δὲ τῷ δευτέρῳ σχήματι ἐπειδὴ καταφατικὸν μὲν οὐδὲν συνάγεται συμπέρασμα ἀλλὰ πάντα ἀποφατικά, καθόλου τε καὶ μερικά, διὰ ταῦτα τοῦτο τὴν δευτέραν ἐπέχει τάξιν. ἐν δὲ τῷ τρίτῳ μόνα μερικὰ συνάγεται συμπεράσματα, καθόλου δὲ οὐδέν· ὅθεν καὶ τὴν ἐσχάτην ἔλαχε τάξιν. ἔστι δὲ κάλλιστόν τε καὶ ἀποδείξει πρεπωδέστατον σχῆμα ἐν ᾧ πάντα συνάγεται τὰ συμπεράσματα, τά τε ἐν τοῖς ἄλλοις συναγόμενα σχήμασι καὶ ἔτι πρὸς τούτοις τὸ καθόλου καταφατικόν, ὃ διαφερόντως μὲν σπουδάζεται ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, οὐδέτερον δὲ τῶν λοιπῶν σχημάτων συνάγειν δύναται. δευτέραν δ’ ἔχει τάξιν τὸ τὸ καθόλου ἀποφατικὸν συνάγον· τοῦτο γὰρ οἰκειότερον ἀποδείξει τοῦ μηδὲν καθόλου συνάγοντος· [*](1 τῶι (ante δὲ) P 1.2 κατηγορεῖται PQt 3 τῶν ἄκρων om. P κατηγορεῖται Pt, pr. Q 4 τοῖς εἰρημένοις V 5 διαφορὰν P σύνθεσιν QV1 7 τε om. V 8 ὑφειμένου Qt λαμβάνεται Pt 9 κατηγορεῖται Pt, pr. Q θεωρεῖται Pt 12 ἡ γὰρ, omisso καὶ Q 15 τὸ alt. om. QVt 16 πρῶτον PQ ὅτι P αὐτοῦ QVt 17 τοῦ μὲν P κατηγορεῖται 17. 18 δεύτερον—κατηγορεῖται om. V 17 δὲ alt. om. t 22 ἑτέρωθε Q 23 αὐτοῦ V 24 τὰ (ante καταφ.) P: om. QVt 24. 25 καταφατικὰ] κὰ superscr. 25 καὶ om. V τὰ om. Q ante διὰ add. καὶ P 25. 26 ἀνείληφε PQt 20. 27 συνάγεται οὐδὲν Q 28 μόνα scripsi cf. p. 66,5: μόνω libri 84 τὸ alt. om. P 35 συνάγειν (ante τοῦτο) V: συνάγων t)
66
αἱ γὰρ ἀποδεικτικαὶ ἐπιστῆμαι μερικὸν μὲν οὐδὲν προτίθενται οὐδέποτε [*](XVIIv) κατασκευάζειν ἀλλὰ τὸ καθόλου τοῦτο δὲ οὐ πάντως καταφατικὸν ἀλλ’ ἔστιν ὅτε καὶ ἀποφατικόν, εἰ καὶ σπανίως, δίοτι προηγουμένως βουλόμεθα διὰ τῶν ἀποδείξεων τὰ καθ’ αὑτὰ παρακολουθοῦντα ἑκάστῳ τῶν ὄντων θεωρεῖν. ἔσχατον δὲ δῆλον ὅτι διὰ τῶν εἰρημένων ληφθήσεται τὸ μόνα τὰ μερικὰ συνάγον ὡς ἄχρηστον πρὸς ἀπόδειξιν. ἔστι δὲ καὶ ἄλλην πραγματειωδεστέραν αἰτίαν ἀποδοῦναι περὶ τῆς τῶν σχημάτων τάξεως. ἰστέον ὅτι ἡ ψυχὴ ἡ ἡμετέρα μέσην εἴληφε τάξιν τῶν τε ἀιδίως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾶ, τῶν μὲν χείρων οὖσα τῶν δὲ κρείττων. ταύτῃ τὸ πρῶτον σχῆμα ἀναλογεῖ· ὁ γὰρ ἐν αὐτῷ μέσος ὅρος τοῦ μὲν ἑτέρου τῶν ἄκρων κατηγορεῖται, οὗ καὶ κρείττων ἐστί, τῷ δὲ ἑτέρῳ ὑπόκειται, οὗ καὶ χείρων ἐστίν. ὁμοίως δὲ καὶ ἡ φύσις μέσον τι πρᾶγμα λέγεται τῶν εἰδῶν· οὐ γὰρ μᾶλλον θάτερον τοῦ ἑτέρου προσίεται· οἷον οὐ πλέον τοῦ μέλανος τὸ λευκὸν προσίεται ἢ τὸ μέλαν τοῦ λευκοῦ καίτοι κρείττων αὐτῶν οὖσα. ᾗ ἀναλογεῖ τὸ δεύτερον σχῆμα· τὸν γὰρ μέσον ὅρον ἔχει ἐν ἀμφοτέραις ταῖς προτάσεσι κατηγορούμενον καὶ διὰ τοῦτο ἑκατέρου τῶν ὅρων κρείττονα. ἐπὶ τούτοις λέγεται καὶ ἡ ὕλη μέσον τι χρῆμα εἶναι ὡς πρὸς τὰ εἴδη· πᾶσι γὰρ ὁμοίως ἐξήπλωται χείρων αὐτῶν ὑπάρχουσα. καὶ ταύτῃ τὸ τρίτον σχῆμα ὅμοιόν ἐστιν· ἐν ἑκατέρᾳ γὰρ τῶν προτάσεων ὁ μέσος ὅρος ὑπόκειται χείρων αὐτῶν διὰ τοῦτο ὑπάρχων. ἐπεὶ οὖν τὸ πρῶτον σχῆμα τῇ ψυχῇ ἀναλογεῖ, αὕτη δὲ τῶν ἄλλων δύο τιμιωτέρα, τῆς τε φύσεως φημι καὶ τῆς ὕλης, τοῦτο τῶν ἄλλων εἰκότως ἄν εἴη τιμιώτερον, καὶ διὰ τοῦτο πρῶτον λεχθήσεται. δεύτερον δὲ τὸ τῇ φύσει ἀναλογοῦν· αὕτη γὰρ τῆς μὲν ψυχῆς χείρων ἐστὶ τῆς δὲ ὕλης κρείττων. καὶ τρίτον τὸ τῇ ὕλῃ παραπλήσιον· ὥσπερ γὰρ αὕτη παντός ἐστιν ἐσχάτη, οὕτω καὶ ἐν τῷ τρίτῳ σχήματι ὁ μέσος ὅρος τῶν λοιπῶν ἐστιν ἀτιμότερος.

Περὶ μὲν οὖν τῶν σχημάτων καὶ τῆς τάξεως αὐτῶν ἱκανῶς ἡμῖν εἴρηται. ἄξιον δὲ ζητῆσαι καὶ περὶ τῆς ὀνομασίας αὐτῶν, διὰ τί σχήματα αὐτὰ ὁ Ἀριστοτέλης ἐκάλεσεν. φαμὲν οὗν ὅτι πανταχοῦ φιλογεωμέτρης ὢν ὁ φκλόσοφος ἐξομοιῶσαι βούλεται τὰ περὶ τοῦ συλλογισμοῦ τοῖς κατὰ γεωμετρίαν, καὶ διὰ τοῦτο τοῖς ἐκεῖσε ὀνόμασι κατὰ ἀναλογίαν κἀνταῦθα κέχρηται. τρία γάρ ἐστι ταῦτα ἐφεξῆς ἀλλήλοις ἐν γεωμετρίᾳ, τὰ σημεῖα, αἱ γραμμαί, τὰ σχήματα. καὶ τὰ μὲν σημεῖα μόνως πέρατά φασιν οὐδαμῶς περατούμενα, τὰς δὲ γραμμὰς εὐθὺς μετὰ τὰ σημεῖα πρώτην διάστασιν ἐσχηκέναι, τὴν κατὰ μῆκος μόνην, τῶν σημείων ἀδιαστάτων ὄντων παντελῶς καὶ προσεχῶς τὰς γραμμὰς περατούντων, ἃς καλοῦσι καὶ δια- [*](1 ἐπιστῆμαί αἱ ἀποδεικτικαὶ P 6 συνάγων t ἔτι Q 6. 7 πραγματιωδεστέραν PVt 8 ἡ ἡμετέρα ψυχὴ V 11 κατηγορῆται V τοῦ δὲ ἑτέρου P καὶ alt. om. V 13 et 14 προίεται P 14 μέλλανος V post λευκὸν add. οὐ V αὐτῶν scripsi: αὐτοῦ libri 20 τούτων pr. Q, corr. Q1 22 τιμιώτερον] o corr. Q1 29 ὁ ἀριστοτέλης αὐτὰ Q ὁ om. V 30 τοῦ om. Q τοὺς συλλογισμοὺς P 33 μὲν om. Q φασιν pr. P: φησιν QVt, corr. P1 34 post add. καὶ μόνως ὅροις οὐδαμῶς ὁριζόμενα P 36 καὶ alt. om. QVt)

67
στήματα· πρώτην μὲν οὖν ἔχειν ἐν τοῖς μεγέθεσι τάξιν τὰς γραμμὰς ὡς πρώτας [*](XVIIv) ἐσχηκυίας τὸ πόθεν ποῦ. μετὰ δὲ τὰς γραμμὰς τρίτην ἔχουσι τάξιν ἀπὸ τῶν σημείων τὰ σχήματα, συμπληρούμενά τε ὑπὸ τῶν γραμμῶν καὶ περατούμενα, οἷον τὸ τρίπλευρον ἢ τὸ τετράπλευρον ἤ τι τοιοῦτον· ρυϊσκόμενον γὰρ τὸ σημεῖον γεννᾷ τὴν γραμμήν, αἰ δὲ γραμμαὶ συντιθέμεναι ποιοῦσι τὰ σχήματα. ἐκ τούτων τοίνυν καὶ αὐτὸς τὰς μὲν ἁπλᾶς φωνάς, ὧν οὐδὲν ἁπλούστερον ἐν τῇ λογικῇ πραγματείᾳ καὶ ὡς πρὸς φιλόσοφον σκέψιν, καὶ κατὰ τοῦτο τοῖς σημείοις ἀναλογούσας ὅρους ὠνόμασεν· τὰς δέ γε ἐκ τῶν ἁπλῶν φωνῶν προσεχῶς συμπληρουμένας προτάσεις, ἅσπερ διὰ τὸ γραμμαῖς ἐοικέναι διαστήματα καλεῖ, ὡς ἀκουσόμεθα αὐτοῦ προἰόντος· περιγράφουσι γὰρ καὶ ὁρίζουσι τὰς μὲν προτάσεις αἱ ἁπλαῖ φωναί ἐκ δὲ τῆς διαφόρου συνθέσεως τῶν προτάσεων οἱ συλλογισμοὶ γεννῶνται, οὕσπερ καλεῖ σχήματα καθάπερ οἱ γεωμέτραι τὰ ὑπὸ τῶν γραμμῶν περιεχόμενα.

Μετὰ ταῦτα ἄξιον προλαβεῖν ποσαχῶς δυνατὸν συμπλέξαι τὰς ἐν τῷ συλλογισμῷ παραλαμβανομένας προτάσεις καθ’ ἕκαστον σχῆμα, καὶ ποῖαι μὲν τῶν συμπλοκῶν τῶν προτάσεων εἰσι συλλογιστικαὶ ἐν ἑκάστῳ σχήματι, ποῖαι δὲ ἀσυλλόγιστοι. ἵνα δὲ τοῦτο γνῶμεν, δεῖ προλαβεῖν τίς ἐστιν ἐν τῶ συλλογισμῶ μείζων πρότασις καὶ τίς ἐλάττων. καὶ πάλιν ἵνα τοῦτο γνῶμεν, ἴδωμεν πρότερον καὶ τίς ἐστι μείζων ὅρος καὶ τίς ἐλάττων· τοῦτο δὲ δυνατὸν μὲν καὶ κοινῶς ἐπὶ τῶν τριῶν σχημάτων διορίσασθαι καὶ ἰδίᾳ ἐπὶ τοῦ πρώτου. καὶ ἰδίᾳ μὲν ἐπὶ τοῦ πρώτου σχήματος μείζων ὅρος ἐστὶν ὁ τοῦ μέσου κατηγορούμενος, ἐλάττων δὲ ὁ τῷ μέσῳ ὑποκείμενος. καὶ τοῦτο μὲν ἰδιαξόντως ἐπὶ τοῦ πρώτου λέγομεν, ἐπειδὴ ὁ μέσος ἐν τῷ πρώτῳ τοῦ μὲν κατηγορεῖται τῷ δὲ ὑπόκειται. ἀλλ’ ἐπειδὴ κατ’ οὐδέτερον τῶν ἄλλων σχημάτων διάφορον ἔχουσι σχέσιν οἱ ἄκροι πρὸς τὸν μέσον, δῆλον ὅτι οὐκέτι ἁρμόσει ἡμῖν οὗτος ὁ προσδιορισμὸς [*](XVIIIr) ἐπ’ ἐκείνων. χρηστέον οὖν κοινῷ κανόνι ἐπὶ τῶν τριῶν σχημάτων τούτῳ, ὅτι μείζων ἐστὶν ὅρος ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, ἐλάττων δὲ ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος. καὶ μείζων μὲν ἔσται πρότασις ἡ τὸν μείζονα ὅρον ἔχουσα, ἐλάττων δὲ ἡ τὸν ἐλάττονα. παράδειγμα τοῦ μὲν πρώτου σχήματος ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία᾿· ἔστι συμπέρασμα ἡ λέγουσα ‘ὁ ἄνθρωπος ἄρα οὐσία᾿· ἄνθρωπος, κατηγορεῖται δὲ ἡ οὐσία· οὐκοῦν μείζων μὲν ὅρος ἡ οὐσία, ἐλάττων δὲ ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα τὸ ζῷον οὐσία᾿, ἐλάττων δὲ ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον’. τοῦ δὲ δευτέρου ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου᾿· ὁ [*](1 μὲν ora. PQt 2 τρίτην ἔχουσι om. Q 4 τὸ alt. om. QV t 6 καὶ inrg. V 9 πληρουμένας Q 10 ἀκουσόμεθα] velut p. 26b21 13 τῶν om. V 15 ὁποῖαι P 19 εἰδῶμεν P καὶ prius om. ’ 20 post δὲ add. καὶ V 21 ἐπὶ alt. om. V 26 τὸ P 27 κοινῶ om. Q 29 ἐστι Q: ἐστιν P 30 παραδείγματα Vt 32 ἄρα om. P 32. 33 ὑπόκειται—δέ ἡ οὐσία in ras. V 34 μὲν μείζων ἐστὶν πρότασις V 35 post λέγουσα del. τὸ ζ Q 36 οὐδενὸς supra παντὸς scr. V2 ὁ ἄνθρωπος—p. 68,1 λίθου om.)

68
ἄρα κατ’ οὐδενὸς λίθου᾿ τὸ συμπέρασμα· ὑπόκειται ὁ λίθος, κατηγορεῖται [*](XVIIIr) ἄνθρωπος· μείζων ὅρος ὁ ἄνθρωπος, ἐλάττων ὁ λίθος, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα ζῷον κατὰ παντὸς ἀνθρώπου’, ἐλάττων δὲ ἡ λέγουσα ‘τὸ ζῷον κατ’ οὐδενὸς λίθου’. τοῦ τρίτου δὲ ῾τὶς λίθος λευκός, πᾶς λίθος ἄψυχος; καὶ τὸ συμπέρασμα ‘τὶ λευκὸν ἄψυχον· ὑπόκειται τὸ λευκόν, κατηγορεῖται τὸ ἄψυχον· οὐκοῦν μείζων ὅρος τὸ ἄψυχον, ἐλάττων δὲ τὸ λευκόν, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα ‘πᾶς λίθος ἄψυχος᾿, ἐλάττων δὲ ἡ λέγουσα ‘τὶς λίθος λευκός ἐστι’. τούτων οὖν ἴδωμεν λοιπὸν πόσαι γίνονται συζυγίαι καθ’ ἕκαστον σχῆμα ἐκ τῶν συμπλοκῶν τῶν προτάσεων. λέγομεν οὖν ὅτι ἓξ οὐσῶν πασῶν τῶν προτάσεων, δύο μὲν τῶν προσδιωρισμένων, τῷ καθόλου λέγω προσδιορισμῷ καὶ τῷ μερικῷ, καὶ ἔτι μιᾶς τῆς ἀπροσδιορίστου, καὶ τούτων ἢ καταφατικῶν ἢ ἀποφατικῶν, ἓξ εἴδη γίνονται μόνα προτάσεων, καὶ οὔτε πλείονά ἐστιν οὔτε ἐλάττονα· τὰς γὰρ καθ’ ἕκαστα ὡς ἀπείρους καὶ περὶ γεννητῶν καὶ φθαρτῶν διαλεγομένας οὐ παραλαμβάνει ὁ φιλόσοφος ὡς ἀχρήστους οὔσας εἰς ἀπόδειξιν. ἓξ τοίνυν εἰδῶν ὄντων τῶν προτάσεων συμβαίνει καθ’ ἕκαστον σχῆμα ἐκ τῆς τούτων συμπλοκῆς τριάκοντα καὶ ἓξ γίνεσθαι συζυγίας. ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἕκαστος συλλογισμὸς δύο ἔχει προτάσεις, ἀνάγκη δὲ ἑκάστην τῶν προτάσεων καθ’ ἕν τι τῶν ἓξ εἰδῶν τούτων χαρακτηρίζεσθαι ἢ γὰρ καθόλου ἐστὶ προσδιωρισμένη ἢ μερικὴ ἢ ἀπροσδιόριστος, καὶ καθ’ ἕκαστον τούτων ἢ καταφατικὴ ἢ ἀποφατική), ἐὰν φέρε εἰπεῖν λάβωμεν τὴν μείζονα πρότασιν καθόλου οὖσαν καταφατικήν, ἀνάγκη πᾶσα καὶ τὴν ἐλάττονα ἑξαχῶς ποικίλλεσθαι· ἢ γὰρ καὶ αὕτη καθόλου ἔσται καταφατικὴ ἢ καθόλου ἀποφατική, ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ἢ ἀπροσδιόριστος καταφατικὴ ἢ ἀπροσδιόριστος ἀποφατική. πάλιν τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ἀνάγκη πάλιν τὴν ἐλάττονα ἑξαχῶς ποικίλλεσθαι· ἢ γὰρ καὶ αὕτη καθόλου ἐστὶν ἀποφατικὴ ἢ καθόλου καταφατική, ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ἢ ἀπροσδιόριστος καταφατικὴ ἡ ἀπροσδιόριστος ἀποφατική. καὶ ἐπὶ τῶν λοιπῶν προσδιορισμῶν ὁμοίως. ὥστε ἓξ εἰδῶν ὄντων τῶν προτάσεων καὶ τῆς μὲν μείζονος ἀεὶ λαμβανομένης κατὰ μίαν τῶν ἕξ, ποικιλλομένης δὲ τῆς ἐλάττονος κατὰ τὰ αὐτὰ ἓξ εἴδη ἑξάκις τὰ ἓξ γίνονται λς΄. ὥστε καθ’ ἕκαστον σχῆμα λς΄ συζυγίαι προτάσεων γίνονται, τῷ εἴδει λέγω· αἱ γὰρ καθ’ ἕκαστα ἄπειροι τὸν ἀριθμόν. οὕτω μὲν οὖν συντόμως ἡμῖν εὕρηται τῶν κατὰ τὰς συμτῶ [*](1 συμπεράσματι V 2 post ἐλάττων add. δέ P 3 μὲν μείζων V τὸ ζῶον supra ἡ λέγουσα delet. scr. V2 4 τὸ om. Qt δὲ alt. om. τὶς] πᾶς V 4. 5 λευκὸν—ἄψυχον P 7 post μὲν add. ἐστι V 8 ἄψυχον P 8. 9 προβληθέντων P: προσληφθέντων V 9 εἰδῶμεν P 10 τῶν alt. del., ut videtur V 12 τῶν ἀπροσδιορίστων pr. Q, corr. Q1 14 ἐστιν om. P 15 λαμβάνει V 17 post τῆς add. περὶ P 18 εἴπομεν] p. 64,15 sq. 19 ἑκάστη V 21 καταφατικὸν ἢ ἀποφατικόν V 25 πάλιν–29 ἀποφατική om. V 27 αὐτὴ Qt immo ἔσται ut vs. 23 καταφατικὴ t 27. 28 καταφατικὴ P, corr. Q1: ἀποφατικὴ pr. Q 29. 30 ὁμοίως προσδιορισμῶν t 31. 32 κατὰ τὰ αὐτὰ Vt: καταυτὰ P: κτὰ τὰ Q 33 προτάσεις V 34 οὖν om. V post ἡμῖν III fere litt. eras. P)
69
πλοκὰς τῶν προτάσεων γινομένων εἰδῶν ὁ ἀριθμός. ἔστι δὲ καὶ γλάφυ· [*](XVIIIr) ρώτερον τὸ αὐτὸ τοῦτο δεῖξαι διά τινος ποικιλωτέρας διαιρέσεως τοιαύτης. αἱ προτάσεις αἱ παραλαμβανόμεναι ἐν τῷ συλλογισμῷ ἢ ἀμφότεραί εἰσι προσδιωρισμέναι ἢ ἀμφότεραι ἀπροσδιόριστοι ἢ ἡ μὲν προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος, καὶ οὐκ ἔστι παρὰ ταύτας. καὶ εἰ ἄμφω ὧσι προσδιωρισμέωαι, ἡ ἀμφότεραι τῷ καθόλου ἢ ἀμφότεραι τῷ μερικῷ, ἢ ἡ μὲν μείζων τῷ καθόλου ἡ δὲ ἐλάττων τῷ μερικῷ ἢ ἀνάπαλιν. οὕτω μέν, εἰ ἀμφότεραι εἷεν προσδιωρισμέναι. εἰ δὲ ἡ μὲν εἴη προσδιωρισμένη ἡ δὲ ἀπροσιόριστος, ἢ τῷ καθόλου προσδιορισμῷ ἢ τῷ μερικῷ· καὶ εἰ τῷ καθόλου, ἡ ἡ μὲν μείζων προσδιωρισμένη ἡ δὲ ἐλάττων ἀπροσδιόριστος ἢ ἔμπαλιν· καὶ εἰ τῷ μερικῷ, ἢ ἡ μείζων πάλιν προσδιωρισμένη ἡ δὲ ἐλάττων ἀπροσδιόριστος ἢ ἔμπαλιν. οὕτω καὶ εἰ ἡ μὲν εἴη προσδιωρισμένη ἡ δὲ ἀπροσδιόιστος. τὸ δὲ ἕτερον τῆς διαιρέσεως σκέλος, λέγω δὴ τὸ λέγον τὰς δύο εἶναι ἀπροσδιορίστους, τὴν ἀπὸ τοῦ ποσοῦ ὑποδιαίρεσιν οὐκ ἐπιδέχεται. ἐννέα οὖν τῶν πάντων τμημάτων γινομένων ἀπὸ τῆς τοῦ ποσοῦ διαιρέσεως, ἢ ἐξ ἀμφοτέρων καθολικῶν ἢ ἐξ ἀμφοτέρων μερικῶν, καὶ τρίτον τῆς μὲν μείζονος καθόλου τῇς δὲ ἐλάττονος μερικῆς, τέταρτον τῆς μὲν ἐλάττονος καθόλου τῆς δὲ μείζονος μερικῆς, πέμπτον τῆς μὲν μείζονος καθόλου τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου, ἕκτον τῆς ἐλάττονος καθόλου τῆς δὲ μείζονος ἀπροσδιορίστου, ἕβδομον τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου, ὄγδοον τῆς ἐλάττονος μερικῆς τῆς δὲ μείζονος ἀπροσδιορίτου, ἔνατον ἀμφοτέρων ἀπροσδιορίστων, ταύτης οὖν τῆς διαιρέσεως τὰς ἐννέα διαφορὰς ἐκ τοῦ ποσοῦ ἀναδειξάσης ἡμῖν ποιησόμεθα τὴν ἐπιδιαίρεσιν τούτων πάντων κατὰ τὸ ποιόν. ἐν γὰρ ἑκάστῳ τμήματι ἀνάγκη ἢ ἀμφοτέρας εἶναι καταφατικὰς ἢ ἀμφοτέρας ἀποφατικάς, ἢ τὴν μὲν καταφατικὴν τὴν δὲ ἀποφατικήν, καὶ τοῦτο διχῶς· ἢ γὰρ | ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ [*](XVIIIv) ἐλάττων ἀποφατική, ἢ ἔμπαλιν. ἑκάστου οὖν τμήματος κατὰ τὸ ποιὸν τετραχῶς ποικιλλομένου τετράκις τὰ ἐννέα αἱ πᾶσαι γίνονται λς΄. ἐκθησόμεθα δὲ καὶ ἐπὶ τῆς καταγραφῆς πρὸς τὸ εὐσύνοπτον τὴν εἰρημένην διαίρεσιν. |

Ἐπεὶ οὖν δέδεικται λς΄ μόνας γίνεσθαι καθ’ ἕκαστον σχῆμα ἐκ τῆς XIXr τῶν προτάσεων συμπλοκῆς τὰς συζυγίας, ἄξιον ἐπὶ τούτοις ζητῆσαι ποῖαι μέν εἰσιν ἐξ αὐτῶν αἱ συλλογιστικαὶ καθ’ ἕκαστον σχῆμα συζυγίαι, ταὐτὸν δὲ εἰπεῖν αἱ ἕν τι μόνον καὶ ὡρισμένον ἔχουσαι ταῖς προτάσεσιν ἑπόμενον συμπέρασμα τοῦτο γὰρ ἐλέγομεν εἶναι συλλογισμόν), ἔτι δὲ καὶ ποῖαι ἀσυλλόγιστοι. ἵνα δὲ τοῦτο γνῶμεν, δεῖ πρότερον εἰπεῖν, πόσα δεῖ παραφυλάττεσθαι καὶ ποῖα ἐπὶ τῶν τριῶν σχημάτων, συνάγοντας <εἰς> εἴδη τὰ [*](1. 2 γλαφυρώτατον Vt 2 τοῦτο om. Q ταύτης PVt 6. 7 ἡ μὲν τῶι μείζονι καθόλου P 9 τό P 11 ἡ priiis PQ: καὶ Vt 12 post ἐλάττων del. πάλιν V εἰ ἡ PQ: εἰ V: ἡ t 13 τὸ λέγον om. P 15 πάντων προτων (sic) P 16 καθόλου Vt μέν om. PQ 18 καθολικῆς (posl ἐλάττ.) Q τῆς alt. om. V 19 ἀπροσδιορίστου in ras. V 23. -I πάντων τούτων P 24 τὸ om. P 27 τὸ om. P 28 τὰ om. Vt αἱ πᾶσαι om. V 28. 29 ἐκθησόμεθα —διαίρεσιν Q 30 ἐπειδὴ P 32 ἐξ om. Q αἱ om. V συζυγίατ καθ’ ἕκαστον σχῆμα V 34 ἐλέγομεν] p. 34,7. 8 36 εἰς addidi τὰ om. Qt)

70
μέρος ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδεικνύμενα. κοινῶς μὲν οὖν ἐπὶ τῶν τριῶν [*](XIXr) σχημάτων δεῖ παραφυλάττεσθαι τὸ μήτε τὰς δύο προτάσεις εἶναι ἀποφατικὰς μήτε τὰς δύο μερικάς· εἰ γὰρ μέλλοι ἡ συζυγία τῶν συμπλεκομένων ἀλλήλαις προτάσεων γίνεσθαι συλλογιστική, δεῖ τὴν ἑτέραν τῶν προτάσεων κεκοσμῆσθαι κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ἔστι δὲ κατὰ μὲν τὸ ποσὸν κρεῖττον τὸ καθόλου τοῦ μερικοῦ, κατὰ δὲ τὸ ποιὸν τὸ καταφατικὸν τοῦ ἀποφατικοῦ. ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ πρώτου σχήματος τὸ τὴν μὲν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα καταφατικήν· ἀδιαφορεῖ γὰρ ἡ μὲν μείζων κατὰ τὸ ποιόν, ἡ δὲ ἐλάττων κατὰ τὸ ποσόν· αἱ δὲ μὴ οὕτως ἔχουσαι συζυγίαι ἀσυλλόγιστοί εἰσιν. ταῦτα δὲ τὰ ἴδια τοῦ πρώτου σχήματος ἐμερίσατο τὰ ἄλλα δύο. ἐν μὲν γὰρ τῷ δευτέρῳ δεῖ φυλάττειν τὴν μὲν μείζονα καθόλου ὥσπερ ἐν τῷ πρώτῳ, τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ μείζονι κατὰ τὸ ποιόν, τουτέστιν ἵνα, εἰ ἡ μείζων εἴη καταφατική, ἡ ἐλάττων ἐστὶν ἀποφατική, καὶ ἔμπαλιν, εἰ ἡ μείζων ἀποφατική, ἡ ἐλάττων καταφατική, δῆλον ὡς τῆς μείζονος ἀδιαφόρως ἐχούσης περὶ τὴν ποιότητα τῆς δὲ ἐλάττονος περὶ τὴν ποσότητα· αἰ γὰρ μὴ οὕτως ἔχουσαι συζυγίαι καὶ ἐν τούτῳ τῷ σχήματι ἅπασαι ἀσυλλόγιστοί εἰσιν. ἐν δὲ τῷ τρίτῳ σχήματι τί δεῖ παρατηρεῖν; πρὸς τῷ φυλάττειν τὰ κοινῶς ἐπὶ τῶν τριῶν σχημάτων παρατετηρημένα, λέγω δὴ τὸ μήτε τὰς δύο εἶναι μερικὰς μήτε τὰς δύο ἀποφατικάς, ἔτι παρατηρεῖν ἴδιον ἓν μόνον, τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν, κἠν, ἀμφοτέρων ἀδιαφορουσῶν κατὰ τὸ ποσὸν καὶ ἔτι τῆς μείζονος κατὰ τὸ ποιόν, καὶ διὰ τοῦτο, ἐπειδὴ ἥττονά ἐστι τὰ ὀφείλοντα ἰδίᾳ παραφυλάττεσθαι ἐπὶ τοῦ τρίτου σχήματος, πλείους γίνεσθαι συλλογιστικὰς συζυγίας. ἐν μὲν γὰρ τῷ πρώτῳ τέσσαρες μὲν γίνονται αἱ συλλογιστικαὶ συζυγίαι, αἱ δὲ λοιπαὶ λβ΄ ἀσυλλόγιστοι· καὶ συλλογιστικαὶ μὲν αἵ τε ἐκ δύο καθόλου, <ἡ ἐκ δύο καθόλου> καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς <τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς>, καὶ τετάρτη ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς· αἱ δὲ λοιπαὶ παρὰ ταύτας αἱ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς εἰρημένας αἰτίας, λέγω δὴ τά τε κοινῶς καὶ ἰδίως ἐπὶ τῶν σχημάτων παραφυλαττόμενα. ἐν δὲ τῷ δευτέρῳ σχήματι συλλογιστικαὶ συζυγίαι πάλιν εἰσὶ τέσσαρες, αἵ τε ἐκ τῶν δύο καθόλου, τῆς μείζονος ἀποφατικῆς καὶ τῆς ἐλάττονος καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος καθόλου ἀπο- [*](1 ἀπὸ P δεικνύμενα P οὖν om. V post οὖν del. αἱ Q1 3 τὰς om. 4 post γίνεσθαι del. συλλογίνεσθαι Q1 τὴν προτέραν V 5 τε τὸ om. τὸ alt. om. QV 6 κρείττων t, pr. P τὶ (ante καθ’.) V τὸ μερικὸν pr. Q, corr. Q1 7 ἴδια libri, at cf. vs. 1 μὲν alt. om. P 8. 9 ὁ—ὁ V 9 ποσόν e ποιόν, ut videtur, corr. Q1 11 ἐμερίσαντο Pt μὲν alt. om. QVt 13. 14 ἵνα <ᾖ> (sive <εἴη>)—[ἐστὶν] 15 καταφατική ex ἀποφατική corr. V περὶ PVt: 16 δὲ] τε V 17 πᾶσαι P: om. V 18 τί om. QVt τῷ scripsi: τὸ libri 20 μόνον P: ἁ καὶ QV t QVt 24 μὲν om. V ἀσυλλογιστικαὶ, om. αἱ t 25 ἡ ἐκ δύο καθόλου addidi 26 ἀποφατικῆς–28 μερικῆς om. Q –58 ἀποφατικὴ κάτα superscr. V2)— καταφατικὴ—ἀποφατικὴ V 26 post ἀποφατικῆς addiderim τῆς δὲ καθόλου καταφατικῆς 27 τῆς δὲ· ·καταφατικῆς addidi 32 τοῦ—ἀποφατικοῦ V)
71
φατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς, καὶ τετάρτη ἡ ἐκ τῆς [*](XIXr) μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· αἱ o δὲ λοιπαὶ καὶ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς αὐτὰς πάλιν αἰτίας. ἐν δὲ τῷ τρίτῳ συλλογιστικαὶ συζυγίαι εἰσὶν ἕξ, ἐκ δύο καθόλου καταφατικῶν, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ τρίτη <ἡ> ἐκ μερικῆς καταφατικῆς | τῆς [*](XIXv) μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, τετάρτη ἡ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος, πέμπτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατκῆς, ἕκτη <ἠ> ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· αἱ δὲ λοιπαὶ πᾶσαι συζυγίαι καὶ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς προειρημένας αἰτίας. δεῖ δὲ πάλιν καθόλου ἐπὶ τῶν τριῶν σχημάτων εἰδέναι καὶ τοῦτο, ὅτι ἐπὶ πάντων τῶν σχημάτων τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα· οἷον ἐὰν αἱ δύο ὧσι καθόλου ἡ δὲ ἑτέρα ἀποφατική, ἀποφατικὸν συνάγεται τὸ συμπέρασμα· πάλιν ἐὰν μερικὴ εἴη ἡ ἑτέρα τῶν προτάσεων, μερικόν· ἐὰν δὲ ἡ μὲν εἴη μερικὴ ἡ δὲ ἑτέρα ἀποφατκιή, μερικὸν ἀποφατικόν, ἐπειδὴ κἀνταῦθα τὰ χείρονα νικᾷ. Διὰ μὲν τοῦ εἰπεῖν διὰ τίνων ἐσήμανεν ὅτι τοὐλάχιστον ἐκ δύο προτάσεών εἰσιν οἱ συλλογισμοί, καθὼς καὶ πρότερον εἴρηται. διὰ δὲ τοῦ εἰπεῖν καὶ πότε ἐδήλωσεν ὅτι οὐχ ὡς ἔτυχεν οὐδὲ πᾶσαι αἱ προτάσεις συμπλεκόμεναι ποιοῦσι συλλογισμόν. διὰ δὲ τοῦ εἰπεῖν πῶς ἐσήμανεν ὅτι τοῦ μέσου ὅρου ποτὲ μὲν ἑνὶ τῶν ἄκρων ὑποκειμένου τοῦ δὲ ἑτέρου κατηγορουμένου, ποτὲ δὲ ἀμφοτέρων κατηγορουμένου, ποτὲ δὲ ἀμφοτέροις υποκειμενου.

p. 25b28 Πρότερον γὰρ περὶ συλλογισμοῦ λεκτέον ἢ περὶ ἀπο- οειξεως.

Ἐπειδὴ ἐν ἀρχαῖς τοῦ βιβλίου ἐπηγγείλατο περὶ ἀποδείξεως διαλέγεσθαι, οὐδαμοῦ δὲ ἐν τούτῳ τῷ βιβλίῳ περὶ ἀποδείξεως διαλέγεται, διὰ τοῦτο μέλλων ἄρχεσθαι τῶν συλλογισμῶν ἀπολογούμενος ὑπὲρ τούτου φησὶν ὅτι δεῖ πρῶτον περὶ τῶν καθολικωτέρων ποιεῖσθαι τὸν λόγον· καθολικώτερος δὲ ὁ περὶ συλλογισμοῦ λόγος τοῦ περὶ ἀποδείξεως.

[*](1. 2 καὶ τετάρτη ἀποφατικῆς om. V 4 συλλογιστικῷ καὶ συζυγίαι V 5 καταφατικῆς (ante ἐκ) V τῆς prius om. t ἐλάττω V 6 καὶ τρίτη] δευτέρα Q ἡ addidi μερικῆς V: καθόλου PQt ἀποφατικῆς (ante τῆς) Q 7 καθόλου prius V: μερικῆς PQt ἡ om. PQ 8 καταφατικῆς prius V: ἀποφατικῆς 9 τῆς prius om. V καταφατικῆς (ante τῆς) P τῆς δὲ Q: καὶ τῆς Pt, καὶ del. V 10 ἕκτη—11 καταφατικῆς om. Q ἡ addidi μερικῆς—καθόλου P 12 μένας Q δὲ] καὶ V καθόλου om. V 13 τῶν om. P 14 15 om. V ὦσι] ὡς t 15 τὸ om. P 16 μὲν εἴη om. V 17 ἑτέρα add. καθόλου V τὰ om. P post νικᾷ add. lemma διωρισμένων—πᾶς συλλογισμός P 19 καὶ om. Q εἴρηται] p. 64,15. 16 22 τῶν ἄκρων ἑνὶ V 23 κατη γορουμένου alt. e κατηγορουμένων coir. P2 25 γὰρ PQV t (m): δέ Arist. 27 ἐν p. 24a10. 11 29 ὑπέρ τούτων Q 30 τόν e τῶ corr. V 31 ὄρος V)
72

p. 25b32 Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους.

[*](XIVv)

Περὶ αὐτῶν λοιπὸν διαλέγεται τῶν συλλογισμῶν. ἄρχεται δὲ ἀπὸ τοῦ πρώτου σχήματος εἰκότως, καὶ παραδίδωσιν ἡμῖν πρώτους τοὺς ἐκ δύο καθόλου προτάσεων συλλογισμούς. τῶν δὲ δύο προτάσεων καθολικῶν οὐσῶν γίνονται τέσσαρες συζυγίαι τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ, ἥ τε ἐκ τῶν δύο καταφατικῶν καὶ ἡ ἐκ τῶν δύο ἀποφατικῶν καὶ <αἱ> τῆς μὲν ἑτέρας ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς, καὶ τοῦτο διχῶς, ἤτοι τῆς μείζονος ἀποφατικῆς ἢ τῆς ἐλάττονος, τῆς δὲ ἑτέρας καταφατικῆς. τούτων οὖν τῶν τεσσάρων συζυγιῶν δύο μέν εἰσιν αἱ συλλογιστικαί, ἥ τε ἐκ τῶν δύο καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοί εἰσιν, ἐπειδὴ ἡ ἐλάττων τὸ ἑαυτῆς ἴδιον ἀπώλεσεν ἀποφατικὴ οὖσα. παραδίδωσι δὲ ἅμα τὰς δύο συλλογιστικὰς ὡς ἀεὶ βραχυλογίας ἀντιποιούμενος, καὶ ἴδωμεν ὅπως. ὅταν οὖν, φησίν, ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ. τὴν ἐλάττονα πρότασίν φησιν, ἐὰν ᾖ καταφατικὴ καθόλου. τὸν δὲ μέσον ἐν τῷ πρώτῳ ἢ εἶναι ἢ μὴ εἶναι, τουτέστιν ὅταν ἡ μείζων πρότασις ἢ καταφατικὴ ὑπάρχῃ ἢ ἀποφατική. ὅρα δὲ πῶς ἡμῖν τὴν ἰδιότητα τοῦ πρώτου σχήματος ἐσήμανεν εἰπὼν τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἀντὶ τοῦ τὸν μέσον τοῦ ἐσχάτου παντὸς κατηγορεῖσθαι’. εἴρηται γὰρ ὅτι τὸ ἐν ὅλω καὶ τὸ κατὰ παντὸς τῷ ὑποκειμένῳ ταὐτά εἰσιν. τὸν δὲ μέσον ἐν τῷ πρώτῳ ἢ εἶναι ἢ μὴ εἶναι ἀντὶ τοῦ τὸν μέσον τῷ πρώτῳ ὑποκεῖσθαι ἢ εἰς κατάφασιν ἢ εἰς ἀπόφασιν᾿.

Ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμὸν τέλειον. ἄξιον ζητῆσαι πῶς ὁ φιλόσοφος εἶπεν ὅτι, ἐὰν ὁ μέσος ὅρος τῷ μὲν ἑνὶ τῶν ἄκρων ὑπόκειται τοῦ δὲ ἑτέρου κατηγορῆται, τέλειον ποιεῖ συλλογισμόν, καίτοι ἐν τῷ τρίτῳ τρόπῳ καὶ ἐν τῷ τετάρτῳ τοῦ πρώτου σχήματος οὕτως ἔχοντος τοῦ μέσου ὅρου, καθὼς αὐτὸς παρακελεύεται, εὑρίσκονταί τινες ἀτελεῖς συλλογισμο, οἵτινες τελειοῦνται διὰ τῆς ἀντιστροφῆς τῆς πρὸς τὸν πρῶτον τρόπον. ὥστε οὐ τούτους καλεῖ τελείους ἐνταῦθα ὁ φιλόσοφος ἀλλὰ τοὺς σώζοντας τὸ τέλειον εἶδος τοὐ πρώτου σχήματος.

[*](1 πρὸς ἀλλήλους om. P 3 πρώτως (post ἡμῖν) P 5 post ἥ τε add. καὶ P 6 αἱ addidi post ἑτέρας del. κατ’ Q1 7. 8 τῆς δὲ—ἀποφατικῆς 7 post μείζονος del. κατ’ Q1 8 οὖν om. P 9 αἱ om. P, at cf. p. 93,3.5 post δύο alt. add. καθόλου V 10 ἡ καὶ P 12 post τὰς add. ἐκ t 13 βραχυλογίαν Qt ποιούμενος V εἰδῶμεν P φησιν post 14 τρεῖς collocat P 14 ἔχουσιν t πρὸς ἀλλήλους V Arist.: om. PQt 15 τῶι πρώτωι P πρότασίν] πρῶτον V 16 post ἐν add. ὅλω V Arist., at cf. vs. 21 τρόπῳ t ἡ prius om. P 17 ἡ] ὁ Q ὑπάρχει P ἀποφατική] ἄπο e κάτα corr. V πῶς] τῶι 18 ἡμῖν om. V 19 πάντως Pt 20 εἴρηται] p. 12.11 τὸ prius om. t: τῶι P τὸ alt. om. PVt 21 ἢ prius om. Pt 22 τοῦ om. Q τὸν om. V 23 post ἄξιον add. δὲ QVt 24 ὅτι superscr. Q1 τῶ PQV: ἐπὶ t 25 PQ: κατηγορεῖσθαι t τέλιον Q 26 καίτοι] καὶ P 28 τῆς alt. corr. non liquet unde Q1)
73

p. 25b35 Κλῶ δὲ μέσον μὲν ὃ καὶ αὐτὸ ἐν ἄλλῳ καὶ ἄλλο [*](XIXv) ἐν τούτῳ ἐστίν.

Οὗτος ὁ ὁρισμὸς τοῦ μέσου ὅρου οὐκ ἔστι κοινὸς ἐπὶ τῶν τριῶν σχημάτων ἀλλὰ μόνον τοῦ μέσου τοῦ ἐν τῷ πρώτῳ σχήματι· οὗτος γὰρ μόνος τοῦ μὲν τῶν ἄκρων κατηγορεῖται τῷ δ’ ὑπόκειται. ὁ δ’ ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων κατηγορεῖται· ὁ δ’ ἐν τῷ τρίτῳ ἀμφοτέροις ὑπόκειται, ὡς ἤδη ἡμῖν εἴρηται. ἀλλ’ εἰ καὶ διάφορα τὰ εἴδη τῶν μέσων ὅρων ἐπὶ τῶν τριῶν σχημάτων, ἀλλ’ οὖν ἔχουσί τι κοινόν, τὸ ἀναδιπλασιάζεσθαι καὶ ἐν ἀμφοτέραις εὑρίσκεσθαι ταῖς προτάσεσι τὸν μέσον ἐν τοῖς τρισὶ σχήμασιν.

Ὃ καὶ τῇ θέσει γίνεται μέσον. βούλεται ἡμᾶς καὶ ἐν αὐτῇ τῇ καταγραφῇ σώζειν τὴν τοῦ μέσου τάξιν, ἵν’ ἐπ’ εὐθείας τάξαντες τοὺς τρεῖς ὅρους τῷ μέσῳ τὴν μέσην ἀποδῶμεν χώραν. p. 25b36 Ἄκρα δὲ τὸ αὐτό τε ἐν ἄλλῳ ὂν καὶ ἐν ᾧ ἄλλο ἐστίν. |

Δόξειεν ἂν ἴσως ὁ αὐτὸς ὁρισμὸς εἶναι τῶν τε ἄκρων καὶ τοῦ μέσου· XXr οὐκ ἔστι δέ· δεῖ γὰρ ἐπὶ τούτων προσυπακούειν τὸ μόνως, καὶ οὕτως ὀρθῶς ἀποδιδόμενος ἄν εἴη, ὡς ἄν εἰ ἔλεγεν ἄκρα δὲ τὸ αὐτό τε ἐν ἄλλῳ ὂν μόνως καὶ ἐν ᾧ ἄλλο ἐστὶ μόνως.

p. 25b37 γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ, ἀνάγκη τὸ Α κατὰ παντὸς τοῦ Γ κατηγορεῖςθαι.

Οὗτος πρῶτος τρόπος συλλογιστικός, ἐκ δύο καταφατικῶν καθόλου <καθόλου> καταφατικὸν συνάγων συμπέρασμα. εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, μέρος ἄρα τοῦ Β τὸ Γ ὑπάρχει· εἰ τοίνυν τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ὑπάρχει μέρει ὄντι τοῦ Β. ἐπὶ τῶν ὑλῶν δὲ σαφέστερος ὁ λόγος· οἷον οὐσία κατὰ παντὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συνάγεται οὐσία κατὰ παντὸς ἀνθρώπου· καὶ ἀνάπαλιν πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος ἄρα οὐσία. δῆλον δὲ ἐπὶ τούτου τοῦ σχήματος ὡς δεῖ ἐπὶ τοῦ πρώτου τρόπου λαμβάνειν ὅρους, πρῶτον μὲν γενικώτατον, δεύτερον ὑπάλληλον γένος καὶ τρίτον εἰδικώτερον τοῦ μέσου εἶδος. δεῖ δὲ ἀεὶ τὸ συμπέρασμα ποιεῖν, οἷον ἂν ᾖ τὸ ἀρχόμενον τῆς συνθέσεως· οἷον εἰ ἐκ τοῦ μείζονος ὅρου ἀρχόμεθα, ἡ οὐσία ἄρχεται· οὐκοῦν αὕτη καὶ τοῦ συμπεράσματος προηγεῖται· οὐσία κατὰ παντὸς [*](1 μὲν om. PV (Marc. 231) αὐτῶ V 3 ὁ om. t 7 εἴρηται] p. 65,2 sq. 8 τὸ] τῶ γ’ 9 ἀμφοτέροις V 12 σώζων V 13 τάξαντας Q 15 δόξειε δ’ ἄν Q: δόξει ἄν t 17 ἀποδιδόμενον V τε mrg. Q1 18 ὧ ἄλλω Vt 19 καὶ τὸ βݲ κτλ. om. Q 20 κατηγορῆται V 21. adcliili 22 συνάγεται V 23. 24 εἰ τοίνυν—αὐτοῦ ὑπάρχει Q: δέ μέρος τοῦ τὸ β (γݲ Ρ) PVt 24 μέρος P 25 auto οὐσία add. ἡ P auto ζώου add. τοῦ P 27 πᾶς ἄρα ἄνθρωπος P 29 post γενικώτατον add. καὶ Vt εἰδικώτατον P: ἰδικώτερον V 30 εἶδος scripsi: εἴδους libri τὸ συμπέρασμα ἀεὶ VI εἴη PQ)

74
ζῴου· ἄρχεται ἡ οὐσία· ζῷον κατὰ παντὸς ἀνθρώπου· καὶ τὸ συμπέρασμα [*](XXv) πάλιν ἀπὸ τῆς οὐσίας ἄρξεται· οὐσί κατὰ παντὸς ἀνθρώπου. εἰ δὲ ἐκ [*](16) τοῦ ἐλάττονος ὅρου ἡ ἀρχὴ γένοιτο, οἷον ἐκ τοῦ ἀνθρώπου, ἐκ τούτου καὶ τὸ συμπέρασμα ἔσται· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος οὐσία. λαμβάνει δὲ στοιχεῖ ὁ Ἀριστοτέλης Α, Β, Γ, καὶ ἐκ τῆς φύσεως τῶν στοιχείων τὴν τάξιν τοῦ πρώτου σχήματος ἡμῖν δηλῶν τὸν μείζονα ὅρον λέγει τὸ Α διὰ τὸ πρώτην ἔχειν τὸ Α τάξιν, τὸν δὲ ἐλάττονα τὸ Γ, τὸν δὲ μέσον τὸ Β ὡς τοῦ μὲν ὑφειμένον τῇ τάξει, τοῦ A, τοῦ δὲ προηγούμενον, τοῦ Γ. ἐνδέχεται δὲ δῆλον ὅτι καὶ ἐξισάζοντας εἶναι τοὺς ὅρους, οἷον ἐπιστήμης δεκτικόν, γελαστικόν, ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος γελαστικός, πᾶν γελαστικὸν ἐπιστήμης δεκτικόν, πᾶς ἄρα ἄνθρωπος ἐπιστήμης δεκτικός.

p. 25b40 ‘Ομοίως δὲ καὶ εἰ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β, τὸ δὲ B κατὰ παντὸς τοῦ Γ, ὅτι τὸ Α οὐδενὶ τῷ Γ ὑπάρξει.

Δεύτερος οὗτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα. εἰ γὰρ τὸ Α κατὰ μηδενὸς τοῦ Β, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται· μέρος δὲ τοῦ B τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· παντὸς ἄρα κεχώρισται τοῦ Γ τὸ Α μέρους ὄντος τοῦ B. εὐπορήσομεν δὲ πάλιν ὑλῶν ἐπὶ τοῦ δευτέρου τρόπου λαμβάνοντες εἶδος καὶ γένος καὶ τοῦ γένους ἀλλότριον, τὸ μὲν εἶδος ἐλάττονα ὅρον τιθέντες, τὸ δὲ γένος μέσον, τὸ δὲ ἀλλότριον μείζονα· οἷον λίθος κατ’ οὐδενὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα λίθος κατ’ οὐδενὸς ἀνθρώπου· κεχώρισται μὲν γὰρ πάντων τῶν μερῶν τοῦ ζῴου ὁ λίθος· μέρος δὲ τοῦ ζῴου ὁ ἄνθρωπος· κεχώρισται ἄρα παντὸς ἀνθρώπου ὁ λίθος.

p. 26a2 Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τὸ δὲ μέσον μηδενὶ τῷ ἐσχάτῳ ὑπάρχει, οὐκ ἔσται συλλογισμὸς τῶν ακρων.

Τῶν δύο προτάσεων καθόλου παραλαμβανομένων τέσσαρες ἐγίνοντο συζυγίαι τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ, ὧν τἀς μὲν δύο ἐλέγομεν συλλογιστικὰς εἶναι, τὰς δὲ δύο ἀσυλλογίστους. ἐκθέμενος οὖν τὰς δύο συλλογιδτικὰς προτάσεις νῦν βούλεται τὰς λοιπὰς δύο δεῖξαι ἀσυλλογίστους, τήν τε ἐκ τῆς μείζονος καθόλου καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς [*](1 ἡ om. P 2 ante οὐσία add. ἡ V 4 τοῦ συμπεράσματος V 7 λέγει τὸ Vt: λέγων PQ ἔχει V τὸ ᾱ alt. om. P 8 ὑφειμένου 8.9 προηγουμένου Qt 9 δὲ om. PQ 10. 11 γελαστικός t: γελαστικόν PQV 19 ὑπάρχει Y παντὸς (sic) P: πάντως QVt τοῦ γݲ κεχώρισται P 19. 20 ὂν PVt 20 ἀπορήσωμεν V δὲ om. V 21 τοῦ γένους PVt: γένος Q 24 μὲν om. V 27 ἀκολουθεῖ PQVt (Marc. 231): ὑπάρχει Arist. τὸ δὲ κτλ. om. Q 28 τοῦ ἐσχάτου ὑπάρχειν t 31 ἐλέγομεν] p. 72,4 sq.)

75
καὶ τὴν ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν. εἰ δὲ ἐλέγομεν ἴδιον εἶναι [*](XXv) τοῦ πρώτου σχήματος καὶ τοῦτο, <τὸ> τὴν ἐλάττονα καταφατικὴν ἔχειν ἀεί, εἰκότως ἀσυλλόγιστοί εἰσιν αἱ τοιαῦται συζυγίαι. δείκνυσι δὲ ἀσυλλογίστους αὐτὰς ἐκ τοῦ συνάγειν καὶ τὸ παντὶ καὶ τὸ μηδενί· δῆλον γὰρ ἐκ τούτων ὅτι καὶ τὸ τινὶ καὶ τὸ οὐ παντὶ συνάγουσιν· τοῖς γὰρ καθόλου τὰ κατὰ μέρος ἀκολουθεῖ· ὥστε οὐδὲν ὡρισμένον ἔστιν ἐξ αὐτῶν συνάγειν συμπέρασμα. διὰ οὖν τὴν ἀοριστίαν αὐτῶν ἀσυλλογίστους ταύτας φησί. διαλαμβάωει δὲ περὶ πρώτης τῆς ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ δείκνυσιν αὐτὴν ἀσυλλόγιστον διά τινων ὅρων συναγόντων καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ἐπὶ μὲν γὰρ τῶν συλλογιστικῶν συζυγιῶν οὐ κέχρηται ὅροις ἀλλὰ τοῖς στοιχείοις ἁπλῶς, διδοὺς ἑκάστῳ κατ’ ἐξουσίαν ἐπὶ πάσης ὕλης γυμνάζειν τὰ λεγόμενα· ἐπὶ δὲ τῶν ἀσυλλογίστων παραδείγμασι μόνον κέχρηται, δι’ ὧν ἐλέγχει τὴν ἀοριστίαν αὐτῶν· τὸν μὲν γὰρ καθόλου λόγον οὐδὲ μυρία παραδείγματα ἱκανὰ κατασκευάσαι, ἀνασκευάσαι δὲ καὶ ἓν ἐξαρκεῖ παράδειγμα.

p. 26a4 οὐδὲν γὰρ ἀναγκαῖον συμβαίνει τῷ ταῦτα εἶναι. Ἀντὶ τοῦ τοὐ διὰ τὸ οὕτως ἔχειν τὰς προτάσεις συνάγεταί τι ἀναγκαῖον XXv ἀλλὰ διὰ τὴν παραλαμβανομένην ὕλην’. δεῖ δὲ τὰ συμπεράσματα διὰ τὸ τῶν προτάσεων ἀναγκαῖον συμβαίνειν, οὐ διὰ τὴν ὕλην, ὡς καὶ ὁ ὁρισμὸς τοὐ συλλογισμοῦ δηλοῖ. p. 26a5 Καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ υπαρχειν.

Ὅτι, φησίν, οὐδὲν ἐξ ἀνάγκης συνάγεται τῷ τὰς προτάσεις οὕτω τετάχθαι, δῆλον ἐξ ὧν καί τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσι δέον, εἴπερ διὰ τὰς προτάσεις καὶ μὴ διὰ τοὺς ὅρους συνήγετο τὸ συμπέρασμα, μόνως ἢ ἀποφατικὸν συνάγεθαι ἢ καταφατικόν. νῦν δὲ ἀμφότερα συνάγεται διαφόρων ὑλῶν παραλαμβανομένων· δῆλον ἄρα ὅτι τοῦ συμπεράσματος αἴτιοι οἱ ὅροι παραλαμβανόμενοι καὶ οὐχ ἡ συμπλοκὴ τῶν προτάσεων. δεῖ δὲ τοὺς συλλογισμοὺς διὰ τὰς προτάσεις συνάγειν τὰ συμπερασματα.

[*](1 τῆς P post ἀμφ’. add. τῶν V ἐλέγομεν] p. 70.8 4 ante αὐτὰς add. συζυγίας Vt τῶι—τῶι P 5 τὸ utrumque om. Vt ante τινὶ add. οὐ V 6 post ἐστιν del. ἐκ Q1 8.9 τῆς δὲ PQ: καὶ τῆς Vt 9 καταφατικῆς pr. Q, corr. Q1 10 τῶι. τῶι P μὲν superscr. V 12 ἐπὶ πάσης ὕλης iterat 15 ἱκανὰ om. in lac. V 16 post lemma add. (b5. 6) καὶ γὰρ—ὑπάρχειν interpretationis loco et deinde ut alterum lemma (b6—9) ὥστε οὔτε—ἄνθρωπος, λίθος t 17 οὐδέ οὐδαμῶς V διά τὸ] τῶ V 19 τῆς ὕλης P 21 τὸ 6 τῶ corr. Q1 24 post δῆλον add. γὰρ QVt τῶ (ante μηδ.) P δέον] δὲ ἄν P 25 ὁρισμοὺς V 29. 30 τὸ συμπέρασμα Vt)
76

p. 26a6 Ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται [*](XXv) ἀναγκαῖον.

Εἰ γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ ἐνδέχεται ὑπάρχειν, συναναιρεῖται δὲ τὰ μέρ·η τοῖς ὅλοις, οὔτε τὸ καθόλου οὕτε τὸ κατὰ μέρος ἔσται ἀναγκαῖον· παντελῶς ἄρα ἀόριστοι καὶ διὰ τοῦτο ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι. τὸ μὲν οὖν παντὶ συνάγεται οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατ’ οὐδενὸς ἵππου, καὶ συμπέρασμα ζῷον κατὰ παντὸς ἵππου. τὸ δὲ οὐδενὶ συνάγεται, ἐὰν ἀντὶ τοῦ ἵππου λίθον παραλαμβάνωμεν, οὕτως· ζῶον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατ’ οὐδενὸς λίθου, καὶ συμπέρασμα ζῷον κατ’ οὐδενὸς λίθου.

p. 26a9 οὐδ’ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ.

Νῦν τὴν ἐκ τῶν δύο καθόλου ἀποφατικῶν βούλεται δεῖξαι ἀσυλλόγιστον ὁμοίως διὰ τοῦ συνάγειν τό τε παντὶ καὶ τὸ μηδενί. ἵνα δὲ σαφέστερον ᾖ τὸ λεγόμενον, ἑτέρους ὅρους ἡμεῖς ἐκθώμεθα· ζῷον κατ’ οὐδενὸς λίθου, λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ τὸ συμπέρασμα ζῷον κατὰ παντὸς ἀνθρώπου. οὕτω μὲν οὖν τὸ παντὶ συνάγουσι. τὸ δὲ μηδενί, ἐὰν ἀντὶ τοῦ ἀνθρώπου παραλαμβάνωμεν φυτὸν ἤ τι τοιοῦτον, καθ’ ὧν οὔτε τὸ ζῷον οὔτε ὁ λίθος κατηγορεῖται· ζῷον κατ’ οὐδενὸς λίθου, λίθος κατ’ οὐδενὸς φυτοῦ, καὶ τὸ συμπέρασμα ζῷον κατ’ οὐδενὸς φυτοῦ· διὰ ταῦτα ἄρα καὶ αὕτη ἀσυλλόγιστος ἡ συζυγία διὰ τὴν ἀοριστίαν. εἴρηται δὲ τοῦτο κοινὸν εἶναι ἐπὶ παντὸς σχήματος, τὸ ἐκ δύο ἀποφατικῶν ἀσυλλόγιστον ἀεὶ γίνεσθαι συζυγίαν.

p. 26a13 Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῷ σχήματι πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός.

Ὁ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου λόγος ἤδη πεπλήρωται, ἐν ὦ ἀπέδειξε δύο μὲν συλλογιστικὰς συζυγίας, δύο δὲ ἀσυλλογίστους· λοιπὸν δὲ μίγνυσι τήν τε καθόλου καὶ τὴν μερικήν, καὶ δείκνυσι ποῖαι μὲν αἱ συλλογιστικαὶ κἀν τούτοις, ποῖαι δὲ ἁσολλόγιστοτ.

[*](1 οὑδὲ] οὐδὲ Q 1.2 γίνεται ἀναγκαῖον om. t 3 καὶ prius oin. V τῶ (ante παντὶ) Q ὑπάρχει V 3. 4 συναιρεῖται V 4 δὲ om. Vt κατὰ μέρος—καθόλου V 8 οὐδεὶς V παραλάβωμεν P: παραλαμβάνομεν t 12 ὑπάρχει P 13. 14 ὁμοίως δεῖξαι ἀσυλλόγιστον Vt 15 post λεγόμενον add. ὃ P ἐκθέμεθα Q 17 τὸ prius e τῶ corr. V δὲ om. P 18 παραλαμβάωομεν t τι om. Q ὦ P 21 εἴρηται] p. 70,2 post ’δε add. καὶ Vt 24 οὑν om. t 29 καὶ P)
77

p. 26a14 Καὶ ὅτι ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον [*](XXv) ἔχειν ὡς εἴπομεν, ἐάν τε οὕτως ἔχωσιν, ὅτι ἔσται συλλογισμός.

ΕΧ τε, φησί, καθόλου καταφατικὸν ᾗ τὸ συμπέρασμα, πάντῃ τε καὶ πάντως ἐκ δύο καθόλου καταφατικῶν συνῆκται, καὶ εἰ δύο καθόλου καταφατικαὶ ὑπάρχουσι προτάσεις, πάντῃ τε καὶ πάντως καθόλου καταφατικὸν συνάγεται τὸ συμπέρασμα. καὶ ἐπὶ τοῦ δευτέρου τρόπου ὁμοίως, οὕτως ἐχουσῶν τῶν προτάσεων ὥσπερ εἴρηται, τοιοῦτον συνάγεται τὸ συμπέρασμα, καὶ τοῦ συμπεράσματος οὕτως ἔχοντος ἀνάγκη πᾶσα τοιαύτας εἶναι τὰς προτάσεις.

p. 26a17 Εἰ δὲ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει πρὸς τὸν ἕτερον.

Πληρώσας τὰς ἐκ δύο καθόλου νῦν τὰς ἐκ τῆς ἑτέρας μὲν καθόλου τῆς δὲ ἑτέρας μερικῆς συζυγίας ἐκτίθεται. εἰσὶ δὲ αἱ πᾶσαι ὀκτώ. ὧν αἱ δύο μὲν συλλογιστικαί, ἡ ἐκ τῆς μείζονος καθόλου, εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς, τῆς δὲ ἐλάττονος μερικῆς κατκφατικῆς, αἱ δὲ λοιπαὶ ἓξ ἀσυλλόγιστοι διὰ τὸ ἢ τὴν μείζονα μερικὴν εἶναι ἢ τὴν ἐλάττονα ἀποφατικήν. ὅρα δὲ πῶς οὐκ εἶπεν ὅτι ὁ μὲν μείζων καθόλου ὁ δὲ ἐλάττων ἐν μέρει ἢ τὸ ἀνάπαλιν, ἀλλ’ ἀδιορίστως, οὕτως ἄνευ προσθήκης ἐν ταὐτῷ βουλόμενος τὰς ὀκτὼ συζυγίας δηλῶσαι. |

p. 26a20 Ὅταν δὲ πρὸς τὸ ἔλαττον ἢ καὶ ἄλλως πὼς ἔχωσιν XXIr οἱ ὅροι, ἀδύνατον. Προσυπακουστέον τῷ πρὸς τὸ ἔλαττον ‘τὸ καθόλου τεθῇ’. ἀδύνατον δὲ οὕτω γενέθαι συλλογισμὸν διὰ τὸ τὴν μείζονα ἀπολωλεκέναι τὸ ἴδιον, τουτέστι τὸ καθόλου· εἰρηκὼς γὰρ ῾ὅταν τὸ καθόλου τεθῇ πρὸς ἔλαττον ἔλαττον ἐσήμανε τὴν μείζονα μερικὴν οὖσαν, ἐπείπερ ὁ λόγος νῦν περὶ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς. τὸ δὲ ἢ καὶ ἄλλως πί’) ἔχωσιν οἱ ὅροι ἀντὶ τοῦ ‘εἰ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ τοῦτο διχῶς, ἢ τῆς μείζονος ἐχούσης τὸ καθόλου ἢ τῆς ἐλάττονος’.

[*](1 ὅτι om. QV δὲ V: om. t τοὺς ὄρους κτλ. orn. Q post ἀναγκαῖον add. οὕτως t 2 ἄν τε t post ἔχωσι add. δῆλον t 3 φύσι Q 4 ἐκ δύο del. Q1 καθόλου prius om. V καταφατικῶν–5 καθόλου om Q καταφατικὸν P 4. 5 καταφατιταὶ P: καταφατικὴ V: καταφατικὸν t 8 ἀνάγκηι πάσηι ante IV litt. eras. P 10. 11 πρὸς θάτερον V 12 τοὺς (post πληp.) P μέν om. P 13 ἑτέρας om. V αἱ prius om. Vt 16 τὸ del. V 17 ὅτι om. V τό om- p 18 ἐν ταὐτῷ om. Vt 20 ἔχουσιν V 21 ἀδύνατον om. Q 22 τῷ scripsi: τοῦ Q: τὸ Pt: om. V πρὸς om. V 23 ἀπολελωκέωαι V 27 ἔχοθσιν PV 29 τὸ καθόλου om. V)
78

p. 26a21 Λέγω δὲ μεῖζον μὲν ἄκρον ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον [*](XXIr) δὲ τὸ ὑπὸ τὸ μέσον.

Ἀντὶ τοῦ ‘μεῖζον ἄκρον τὸ τοῦ μέσου κατηγορούμενον, ἔλαττον δὲ οὗ τὸ μέσον κατηγορεῖται᾿· ταὐτὸν γὰρ τὸ κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ μόνῃ [*](10) τῇ σχέσει διαφέροντα, ὡς εἶναι, ὅταν μὲν ἐκ τοῦ κατὰ παντὸς ποιώμεθα τοὺς συλλογισμούς, μείζονα ὅρον τὸν πρῶτον, ὁμοίως καὶ πρότασιν μείζονα τὴν πρώτην, ὅταν δὲ ἐκ τοῦ ἐν ὅλῳ, τὸν τελευταῖον καὶ τὴν δευτέραν πρότασιν.

p. 26a23 Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ.

[*](14)

Οὗτός ἐστι τρίτος τρόπος συλλογιστικὸς ἐν πρώτῳ σχήματι, ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος μερικὸν καταφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ ὑλῶν ἐν τούτῳ τῷ τρόπῳ λαμβάνων γένος τι καὶ εἶδος καὶ κοινότερον ἀμφοτέρων καὶ τὸ μὲν γένος τιθεὶς μείζονα ὅρον, τὸ δὲ εἶδος μέσον, τὸ δὲ κοινὸν ἀμφοτέρων ἐλάττονα· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατὰ τινὸς ἐμψύχου, καὶ συμπέρασμα ζῷον κατὰ τινὸς ἐμψύχου· καὶ ἀνάπαλιν τὶ ἔμψυχον ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, καὶ συμπέρασμα τὶ ἔμψυχον ζῷον.

p. 26a23 Καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει, ἀνάγκη τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν.

Τέταρτος οὗτος τρόπος συλλογιστικός, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς. συνάγει δὲ μερικὸν ἀποφατικὸν συμπέρασμα εἰκότως· ἐπεὶ γάρ, ὡς ἐλέγομεν, τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα, ἐν δὲ τούτῳ τῷ τρόπῳ ἑκατέρα τῶν προτάσεων ἔχει τι ἐλάττωμα, ἡ μὲν κατὰ τὸ ποσὸν ἡ δὲ κατὰ τὸ ποιόν, ἀμφοτέρων τῶν προτάσεων τὰ ἐλαττώματα ἐν αὑτῷ συλλαβὸν ἔσχε τὸ συμπέρασμα καὶ γέγονε μερικόν τε ἴαμα καὶ ἀποφατικόν. εὐπορήσεις δὲ ὑλῶν ἐν τούτῳ τῷ τρόπῳ ἀντιδιῃρημένα λαμβάνων ἐκ τοῦ αὐτοῦ γένους εἴδη καὶ τὸ γένος αὐτὸ καὶ τιθεὶς μείζονα μὲν ὅρον καὶ μέσον τὰ εἴδη ἐλάττονα δὲ τὸ γένος· οἷον λογικὸν κατ’ οὐδενὸς ἀλόγου, ἄλογον κατὰ τινὸς ζῴου, καὶ συμπέρασμα λογικὸν οὐ παντὶ ζῴῳ.

[*](2 post μέσον add. ὄν Arist. (om. C) 4 κατηγορῆται V γὰρ scripsi: ἄρα libri τῶ (post καὶ) Vt b διαφέροντας t G τὸ Vt πρότασιν] πρῶτα V 7 τὸν Q: τὸ PV: τῷ t 8 πρότασιν] πρώτην V 9 τῶ μὲν Qt τὸ δὲ—γݲ om. Q 12 ante ὑλῶν add. καὶ Vt καὶ ὑλῶν iterat v) 14 post κοινὸν add. ἐξ Vt 17 post ἔμψυχον add. ἄρα Q, post ζῶον alt. Vt 18 τὸ ᾱ τῶ μὲν μηδενὶ V τὸ δὲ κτλ. om. Q τὸ δὲ α΄ V 19 ὑπάρχει om. Arist. 20 τρόπος οὗτος P 22 ἐλέγομεν] p. 71,12 sq. 23 παρέπεται V 24 ἐλάττονα Pt 25 συλλαβὸν scripsi; συλλαβὼν libri 26 εὐπορήσειε Q: ἀπορήσεις V: εὐπορήσει t 28. 29 ἔλαττον V 30 πᾶν ζῶον pr. Q, corr. Q1)
79

p. 26 26a28 ‘Ομοίως δὲ καὶ εἰ ἀδιόριστον εἴη τὸ Β Γ κατηγορικὸν [*](XXIv) ὄν· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος.

Εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας τῷ Ἀριστοτέλει ὅτι ἰσοδυναμοῦσιν αἱ [*](41) ἀδιόριστοι προτάσεις ταῖς μερικαῖς ἐὰν τοίνυν ἐν τῇ ἐλάττονι προτάσει ἀντὶ τῆς μερικῆς παραλάβωμεν ἀπροσδιόριστον καταφατικήν, ἄλλαι δύο γίνονται συλλογιστικαὶ συζυγίαι τῆς μείζονος καθόλου οὔσης ἢ καταφατικῆς ἢ ἀποφατικῆς. ὥστε πᾶσα. συλλογιστικαὶ συζυγίαι αἱ ἐν τῶ πρώτῳ σχήματι ἕξ εἰσιν. |

Ἔτι δὲ παρὰ τούτους εἰσὶν οἱ καλούμενοι ἀντανακλώμενοι, οἳ καὶ ἐκ XXIv τούτων γίνονται μόνου τοῦ συμπεράσματος ἀντιστρέφοντος κατὰ τὴν οἰκείαν ἀντιστροφήν. οἷον εἰ τὸ συμπέρασμά ἐστι καθόλου ἀποφατικόν, ἔσται ὁ ἀντανακλώμενος ὧδε· λίθος κατ’ οὐδενὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ ἄνθρωπος κατ’ οὐδενὸς λίθου· ἴσμεν γὰρ ὅτι ἡ καθόλου στερητικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει. εἰ δὲ καθόλου καταφατικὸν ἡ μερικὸν καταφατικὸν εἴη τὸ συμπέρασμα, ἡ ἀντιστροφὴ τοῦ ἀντανακλωμένου ἔσται πρὸς τὴν μερικὴν καταφατικήν· καὶ γὰρ ἡ καὶ ἡ μερικὴ πρὸς τὴν αὐτὴν ἀντιστρέφουσι, λέγω δὴ τὴν μερικὴν καταφατικήν. ἐκ δὲ τῆς μερικῆς ἀποφατικῆς οὐκ ἔσται τοιοῦτον συμπέρασμα· ὁμολογεῖται γὰρ αὕτη μὴ σώζειν τὴν ἀντιστροφὴν ἀλλὰ διαπίπτειν.

p. 26a30 ἐὰν δὲ πρὸς τὸ ἔλαττον ἄκρον τὸ καθόλου τεθῇ ἢ κατηγορικὸν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός.

Τῆς μείζονος προτάσεως καθόλου οὔσης τῆς δὲ ἐλάττονος μερικῆς γίνονται τέσσαρες συζυγίαι κατὰ τὴν τοῦ ποιοῦ διαφοράν· ὧν αἱ μὲν δύο συλλογιστικαί εἰσιν αἱ ἔχουσαι τὴν ἐλάττονα καταφατικὴν τῆς μείζονος ἀδιαφορούτσης κατὰ τὸ ποιόν, αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοι αἱ ἔχουσαι τὴν ἐλάττονα ἀποφατικήν. πρώτας μὲν οὗν τὰς συλλογιστικὰς ἐξέθετο. καὶ ἔδει ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ ἐφεξῆς ἐλέγξαι πῶς αἱ λοιπαὶ δύο ἀσυλλόγιστοί εἰσιν αἱ ἔχουσαι πρὸς μὲν τῷ μείζονι ἄκρῳ τὸ καθόλου εἴτε καταφατικὸν εἴτε ἀποφατικόν, πρὸς δὲ τῷ ἐλάττονι τὸ μερικὸν ἀποφατικόν. ἀλλ’ ἐπειδὴ πλειόνων ἐδεῖτο λόγων ὁ περὶ τούτων ἔλεγχος διὰ τὸ ὑποδύεθαι αὐτὰς συλλογιστικὰς συζυγίας, ὡς μαθησόμεθα, τρέπεται ἐπὶ τὸ ἐλέγξαι πρῶτον τὰς ἐκ [*](1 τὸ β γݲ κτλ. om. Q 4 ἐν τῷ Περὶ ἑρμ’.] c. 7 p. 17a29 sq. 6 ἀποφατικὴν 6. 7 δύο γίνονται ἄλλαι pr. P, corr. P1 8 an πᾶσι <πᾶσαι> ? αἱ Bt τῷ om. 10 περὶ superscr. ἀρὰ V 10. 11 οἷον καὶ ἐκ τούτου γίνεται V 14 post οὐ alt. del. ζώου Q1 16 ἀναστροφὴ V 17 ἀνακλωμένου QVt 18 δὲ P 22 κατηγορικὂν—συλλογισμός συλλογισμός om. Q 25. 26 διαφερούσης P 31 δεῖτο V: ἔδει τῶν pr. P post ἔλεγχος add. ὁ PVt 32 μαθησόμ p. 26b14 sq. ἐπὶ τὸ mrg. Q1: ἐπὶ τοῦ P)

80
τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου τέσσαρας ἀσυλλογίστους [*](XXIv) συζυγίας ὡς ῥᾷον τούτων μᾶλλον ἐλεγχομένων. εἰσὶ δὲ αὗται ἥ τε ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δευτέρα ἡ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ τετάρτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. ἐὰν δὲ ἀντὶ τῆς μείζονος μερικῆς ἀπροσδιόριστον παραλάβωμεν ὡς ἰσοδυναμοῦσαν τῇ μερικῇ τῆς ἐλάττονος μενούσης καθόλου, ἔσονται αἱ ἐλεγχόμεναι συζυγίαι ὀκτώ.

p. 26a33 οἷον εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπ|άρχει.

Πρότερον ἐκτίθεται τὰς δύο συζυγίας ἅμα, τήν τε ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς καὶ τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δείκνυσιν αὐτὰς διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συναγούσας. ἐν δὲ τῷ εἰπεῖν ὑπάρχει ἡ μὴ ὑπάρχει τὴν μερικὴν παταφατικήν τε ἅμα καὶ ἀποφατικὴν ἐσήμανεν. καὶ ταύτας ποτὲ μὲν τῇ καθόλου καταφατικῇ συμπλέξας ποτὲ δὲ τῇ ἀποφατικῇ ποιεῖ τέσσαρας συζυγίας ἀσυλλογίστους. οὐχ ὥσπερ δὲ ἐπὶ τῆς μερικῆς καταφατικῆς προσέθηκεν ἅμα καὶ τὴν ἀποφατικὴν εἰπὼν εἰ τὸ μὲν Α τινὶ τῷ B ὑπάρχει ἢ μὴ ὑπάρχει, οὕτω καὶ ἐπὶ τῆς καθόλου καταφατικῆς ἅμα ἐπήγαγε καὶ τὴν ἀποφατικήν, ἀλλ’ εἰπὼν τὸ δὲ B παντὶ τῷ Γ ὑπάρχει οὐκέτι ἐπήγαγεν ‘ ἢ μὴ ὑπάρχει᾿, διότι αἱ μὲν μερικαὶ ἰσοδυναμοῦσιν ἀλλήλαις καὶ ἅμα συναληθεύειν καὶ διὰ τοῦτο κοιναὶ καὶ αἱ περὶ αὐτῶν ἀποδείξεις, αἱ δὲ καθόλου συναληθεύειν οὐ δύνανται, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας. παραδείγματα δὲ τῆς μὲν ἐκ τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῶν οὐσῶν· ἀγαθὸν τινὶ ἕξει, ἕξις πάσῃ φρονήσει, καὶ συμπέρασμα ἀγαθὸν πάσῃ φρονήσει. καὶ οὕτω μὲν τὸ παντὶ συνάγεται. τὸ δὲ μηδενὶ οὕτως· ἀγαθὸν τινὶ ἕξει, ἕξις πάσῃ ἀμαθίᾳ, καὶ συμπέρασμα ἀγαθὸν οὐδεμιᾷ ἀμαθία. δυνατὸν δὲ τὰ μερικὰ συνάγειν οὕτως· ἀγαθὸν τινὶ διαθέσει, διάθεσις πάσῃ ἕξει, καὶ ἀγαθὸν τινὶ ἕξει καὶ οὐ πάσῃ. ἢ οὕτως. λευκὸν τινὶ σώματι, σῶμα παντὶ ζῴῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ [*](2 μᾶλλον om. V ταῦτα P τε om. V 4 δεύτερον Qt 5 τρίτον V 6 τῆς om. P 8 ὡς om. P 9 τῆς ἐλάττονος post καθόλου collocat V: om. t αἱ om. PVt 10 ἢ μὴ κτλ. om. Q ὑπάρχῃ (post μὴ) P itemque vs. 11 14 καταφατικῆς PQ, pr. V: ἀποφατικῆς corr. V, t 15 παν—μηδὲν V 15. 16 συνάγουσιν V 16 ὑπάρχειν (post μὴ) V 19 δὲ om. V 21 ὑπάρχῃ PV post οὕτω add. δὲ P 22 δὲ om. V 23 ὑπάρχῃ PV 25 ἐν τῷ Περὶ ἑρμ’·] c. 7 p. 17b20 sq. cf. c. 10 p. 20a16 sq. 26 τῶν μὲν—τῶν τῶν δὲ Y 27 καταφατικῆς Q ex ἀποφατικῆς corr. V2 πᾶσι pr. V 28 μὲν τῶι PV 30 δέ <καὶ> conicio 32 καὶ prius om. V ante τινὶ alt. del. πὰν V)

81
παντὶ ζῴῳ. τῆς δὲ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς καὶ τῆς ἐλάττονος [*](XXIv) καθόλου καταφατικῆς τοῦ μὲν παντὶ οὕτως· ἀγαθὸν οὐ πάσῃ ἕξει, ἕξις πάσῃ φρονήσει, καὶ συμπέρασμα ἀγαθὸν πάσῃ φρονήσει· τοῦ δὲ μηδενί· ἀγαθὸν οὐ πάσῃ ἕξει, ἕξις πάσῃ ἀμαθίᾳ, καὶ συμπέρασμα ἀγαθὸν οὐδεμιᾷ [*](50) ἀμαθίᾳ. πάλιν δὲ καὶ τὰ μερικὰ συνάξεις οὕτως· ἀγαθὸν οὐ πάσῃ διαθέσει, διάθεσις πάσῃ ἕξει, ἀγαθὸν ἄρα καὶ τινὶ ἕξει καὶ οὐ πάσῃ· καὶ πάλιν λευκὸν οὐ παντὶ σώματι, σῶμα παντὶ ζῴῳ, καὶ λευκὸν οὐ παντὶ καὶ τινὶ ζῴῳ. τῆς δὲ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος | καθόλου ἀποφατικῆς τοῦ μὲν παντί· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ [*](XXIIr) κύκνῳ, καὶ συμπέρασμα λευκὸν παντὶ κύκνῳ· τοῦ δὲ μηδενί· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι. κἀνταῦθα δὲ πάλιν καὶ τὰ μερικὰ συνάξεις, εἰ πρὸς τῷ ἐλάττονι ὅρῳ θείης τὸν ἄνθρωπον ἤ τι τοιοῦτον, ᾧτινι τὸ μὲν μέσον οὐδενί, τὸ δὲ μεῖζον τινὶ ὑπάρχει· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ ἀνθρώπῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ παντὶ ἀνθρώπῳ ὑπάρχει. οἱ αὐτοὶ δὲ ὅροι καὶ ἐπὶ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. καὶ τὸ μὲν παντί· οἷον λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ· καὶ τὸ μηδενὶ ὁμοίως· λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι. πάλιν δέ, εἰ κἀνταῦθα πρὸς τῷ ἐλάττονι ὅρῳ θείης ἄνθρωπον, συνάξεις τὰ μερικά· λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ ἀνθρώπῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ παντὶ ἀνθρώπῳ. οὗτοι μὲν τέσσαρες ἐδείχθησαν ἀσυλλόγιστοι τρόποι, ἐκ τῆς μείζονος μερικῆς καὶ τῆς ἐλάττονος καθόλου. ἐπειδὴ δὲ ἰσοδυναμοῦσιν αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς, εὑρήσεις ἑτέρας τέσσαρας συζυγίας, καὶ ταύτας ἀσυλλογίστους, τὴν μείζονα τιθεὶς ἀπροσδιόριστον ποικίλλων δὲ ἀμφοτέρας κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικόν· συνάγουσι γὰρ ἐπὶ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ μηδενί.

p. 26a39 οὐδ’ ὅταν τὸ μὲν πρὸς τῷ μείζονι ἄκρῳ καθόλου γένηται ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δὲ πρὸς τῷ ἐλάττονι στερητικὸν κατὰ μέρος, οὐκ ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος.

Τὰς παραλελειμμένας αὐτῷ ἀσυλλογίστους δύο συζυγίας νῦν λοιπὸν ἐλέγξαι βούλεται, πρότερον ἀναβαλλόμενος ὡς ἐργωδεστέρας οὔσης τῆς δεί- [*](1 καὶ om. V 3 καὶ] τὸ V μηδενὸς Vt: compend. Q 4 post καὶ add. τὸ V 6 πάσηι alt. P: παντί QVt 8 καὶ τῆς PQt: τῆς δὲ V 9 λευκῶ pr. V οὐδὲ t 10 post καὶ add. τὸ Q παντὶ] τινὶ Q μηδενὸς V 12 εἰ] εἰς Q 13 et 15 ὑπάρχειν t 16 καὶ τὸ μὲν παντί om. P 17 καὶ prius om. V 19 οὐδέν t post κἀνταῦθα add. εἰ V ante ἄνθρωπον del. τὸν V 23 ἐπεὶ Q 25 ποικίλων Vt τὸ P: τὸν τὴν v καταφατικὴν V καὶ καὶ (καὶ superscr.) ἀποφατικὴν V: om. Q 26 ἐπὶ ἐκ (ἐκ t)—ὅρων post μηδενὶ collocant Vt 27. 28 καθόλου γένηται PV Arist.: inv. ord. Q: καθόλου τεθῇ t (i) 28 ἡ κατηγορικὸν κτλ. om. Q κατηγορικῶς ἡ στερητικῶς V τὸ ἔλαττον P (i): τῶ ἐλάττω V 31 παραλελημμέωας Vt 32 πρότερον] cf. p. 79,27 sq. οὔσης] ἦς corr. P1)

82
ξεως αὐτῶν διὰ τήνδε τὴν αἰτίαν· ἴσμεν ὅτι ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν [*](XXIIr) δι’ ἑαυτὴν ἀληθεύει, ὡς ὅταν λέγωμεν ‘οὐ πᾶς ἄνθρωπος λευκός’, ποτὲ δὲ διὰ τὴν καθόλου ἀποφατικήν, ὡς ὅταν εἴπωμεν οὐ πᾶς ἄνθρωπος πτερωτός᾿, καὶ ὅταν δι’ ἑαυτὴν ἀληθεύῃ, ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ. διὰ τοῦτο καὶ βουληθεὶς τὰς συζυγίας ταύτας ἀσυλλογίστους ἀποδεῖξαι οὐκ ἠδύνατο τοῦτο ποιῆσαι λαμβάνων τὴν μερικὴν ἀποφατικὴν ὡς δι’ ἑαυτὴν ἀληθεύουσαν· ὑποδύεται γὰρ αὕτη συλλογιστικὸν τρόπον, τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς, μεταληφθεῖσα εἰς τὴν μερικὴν καταφατικὴν ὡς ἰσοδυναμοῦσαν. οἷον τί λέγω; ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος οὐ παντὶ λευκῷ· ἐὰν τὸ λευκὸν τοῦτο λάβωμεν τὸ ἐπὶ τοῦ Σκύθου, δυνατὸν ἔσται μεταλαβεῖν τὴν μερικὴν ἀποφατικὴν εἰς τὴν μερικὴν καταφατικήν, ὅτι ὁ ἄνθρωπος τινὶ λευκῷ ὑπάρχει, οἷον τῷ Σκύθῃ, διότι ἡ μερικὴ δι’ ἑαυτὴν ἀληθεύει· τὸ γὰρ αὐτὸ τοῦτο καὶ τινὶ ὑπάρχει καὶ οὐ παντὶ ὑπάρχει, οἷον τῷ Αἰθίοπι· μεταληφθεῖσα δὲ εἰς τὴν μερικὴν καταφατικὴν ποιεῖ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. διά τοι τοῦτο λαμβάνει τὴν μερικὴν ἀποφατικὴν οὐ δι’ ἑαυτὴν ἀληθεύουσαν ἀλλὰ διὰ τὴν καθόλου. ὁμοίως καὶ ἡ ἑτέρα συζυγία ἡ ἐξ ἀμφοτέρων ἀποφατικῶν ὑποδύεται τὸν τέταρτον συλλογιστικὸν τρόπον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς, μεταληφθείσης ὁμοίως τῆς μερικῆς ἀποφατικῆς εἰς μερικὴν καταφατικήν. λαμβάνει οὖν αὐτὴν πάλιν ὡς ἰσοδυναμοῦσαν τῇ καθόλου ἀποφατικῇ εἰσφέρων ὑπκείμενά τινα τῷ | λευκῷ ὅρῳ, ὧν τοῦ μὲν τὸ [*](XXIIv) ζῷον κατηγορεῖται παντὸς τοῦ δὲ οὐδενός, καὶ οὕτως ἀποδείκνυσι τὰς ἐξ αὐτῆς συζυγίας τὸ ἐναντίον συναγούσας, τὸ παντὶ καὶ τὸ οὐδενί. καὶ πάλιν τῷ λευκῷ τινα ὑποκείμενα εἰσφέρει, ὧν τοῦ μὲν παντὸς κατηγορεῖται τὸ ἄψυχον ἰοῦ δὲ οὐδενός, καὶ οὕτω δείκνυσι καὶ τὴν δευτέραν συζυγίαν ἀσυλλόγιστον καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσαν. παράδειγμα τῆς μέν προτέρας οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος οὐ παντὶ λευκῷ καὶ συμπέρασμα ζῷον παντὶ λευκῷ, τουτέστι τῷ κύκνῳ. καὶ οὕτω μὲν τὸ παντί. τὸ δὲ μηδενὶ οὕτως· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λευκῷ, καὶ συμπέρασμα ζῷον οὐδενὶ λευκῷ, τουτέστι τῇ Χίονι. τῆς δὲ δευτέρας· ἄψυχον οὐδενὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λευκῷ, καὶ συμπέρασμα ἄψυχον παντὶ λευκῷ, ἵνα πάλιν λάβωμεν ἐπὶ χιόνος. ὁμοίως καὶ οὐδενί, ἵνα λάβωμεν ἐπὶ τοῦ κύκνου. πάλιν δὲ εἰ καὶ ἡ προκειμένη ἰσοδυναμεῖ τῇ ἐκ δύο καθόλου ἀποφατικῶν, ἐπ’ ἐκείνης δὲ τὰ μερικὰ [*](2 λέγομεν t 4 ἀληθεύει pr. P ἰσοδυναμῆ (η in ras. ex εἰ corr.) P 5 καὶ om. P ἐδύνατο P 6 ὡς om. V 7 ὑποδύσεται P τὸν alt. om. V 3 ἀποφατικῆς (post μεp.) Vt 9 ἰσοδυναμοῦσαι V 12 καταφατικὴν —ἀποφατικήν pr. Q, corr. Q1 ὁ om. V 13 σκύθει P ὅτι V 14 ὑπάρχει alt. om. P 18 ἀποφατικὴ Q 19. 20 ἀποφατικῆς pr. Y, κάτα superscr. V2 21 αὑτὸς Q 22 post ὑποκείμενα add. λευκά PQt, at cf. vs. 23 τὸ δὲ Vt 24 αὐτοῦ P τὸ tert. om. QVt 25 παντὶ Vt 26 τὸ δὲ t 27. 28 προτάσεως t 29 τοῦ ἐστιν P τῷ om. P 30 οὐδενὶ P 32 λευκὸν Q 35 τῆς P post καθόλου del. κάτα Q1)
83
συνήγετο, οὐκοῦν καὶ ἐπὶ ταύτης. ὅροι δὲ οἱ αὐτοὶ οὕσπερ κἀκεῖ παρειλήφαμεν· [*](XXIIv) ζῷον οὐδενὶ ἀψύχῳ, ἄψυχον οὐ παντὶ ἐμψύχῳ, ἐπεὶ καὶ οὐδενί. λαμβάνεται γὰρ νῦν διὰ τὴν καθόλου ἀποφατικὴν ἡ μερικὴ ἀληθεύουσα. συμπέρασμα ζῷον τινὶ καὶ οὐ τινὶ ἐμψύχῳ.

p. 26a14 Ἔτι ἐπεὶ ἀδιόριστον τὸ τινὶ τῷ Γ τὸ Β μὴ ὑπάρχειν.

Ἕτερον ἐπιχείρημα λαμβάνει, δι’ οὗ δείκνυσιν ἀσυλλογίστους τὰς εἰρημέωας προτάσεις, λέγω δὴ τὰς ἐκ τῆς ἐλάττονος μερικῆς ἀποφατικῆς τῆς δὲ μείζονος καθόλου εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν δι’ ἑαυτὴν ἀληθεύει ποτὲ δὲ διὰ τὴν καθόλου, ὡς ἐμάθομεν ἐν τῷ Περὶ ἑρμηνείας. καὶ ὅτε μὲν δι’ ἑαυτὴν ἀληθεύει, ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ, οἷον ἡ ἰού πᾶς ἄνθρωπος λευκός’ συναληθεύει καὶ ἰσοδυναμεῖ τῇ ‘τὶς ἄνθρωπος λευκός’. καὶ τοῦτο συμβαίνει ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ὅταν δὲ διὰ τὴν καθόλου, οὐκέτι αὐτῇ ἰσοδυναμεῖ, οἷον οὐ πᾶς ἄνθρωπος πτερωτός· ἐπειδὴ γὰρ οὐδείς, διὰ τοῦτο καὶ οὐ πᾶς· καὶ τοῦτο συμβαίνει ἐπὶ τῆς ἀδυνάτου ὕλης. ἐπειδὴ οὖν, φησίν, ἀδιόριστος ἡ οὐ πᾶς πρότασις, <ἐπεὶ> ἐπὶ μὲν τῆς ὕλης ἰσοδυναμεῖ τῇ τίς, ἐπὶ δὲ τῆς ἀδυνάτου οὐκέτι ἕπεται γὰρ τηνικαῦτα τῇ οὐδείς, ᾗτινι ἀντιφατικῶς ἀντίκειται ἡ τίς), ἐὰν ληφθῶσιν ὅροι τῆς ἀδυνάτου ὕλης, δῆλον ὅτι οὐ μεταληφθήσεται εἰς τὴν τίς, ἀλλ’ ἔσται ἰσοδυναμοῦσα τῇ καθόλου ἀποφατικῇ, καὶ οὕτως ἔσται ἀσυλλόγιστος ἡ συζυγία· ἐδείχθη γὰρ ὅτι πᾶσα πρότασις] ἔχουσα τὴν ἐλάττονα καθόλου ἀποφατικὴν ἀσυλλόγιστός ἐστιν. εἰ δὲ καί ποτε ὑποδύεται συλλογιστικὴν συζυγίαν, οὐ διὰ τοῦτο αὐτὴν παραδεξόμεθα, πρῶτον μέν, ὅτι οὐ δι’ ἑαυτήν ἐστι συλλογιστικὴ ἀλλὰ διὰ τὴν παραληφθεῖσαν ὕλην, λέγω δὴ τὴν ἐνδεχομένην, ἔπειτα, ὅτι περὶ τῶν καθόλου ζητοῦμεν κανόνων καὶ οὐ ποτὲ μὲν ἐπταισμένων ποτὲ δὲ ὑγιῶν. ὁ αὐτὸς δὲ λόγος, εἴτε καταφατικὴ ἡ μείζων εἴη εἴτε ἀποφατική· ἀμφότεραι γὰρ ἀσυλλόγιστοι. παραδείγματα δὲ πάλιν <τῆς μὲν> ἐκ τῆς μείζονος καταφατικῆς καθόλου τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς τοῦ μὲν παντί· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ ἵππω, καὶ συνάγεται ζῷον παντὶ ἵππῳ· τοῦ δὲ οὐδενί· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λίθῳ, καὶ συνάγεται ζῷον οὐδενὶ λίθῳ. τῆς δὲ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς ἀποφατικῆς οὕτως τοῦ μὲν παντί· ζῶον οὐδενὶ λίθῳ, λίθος οὐ παντὶ ἀνθρώπω, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενί· ζῷον οὐδενὶ λίθῳ, λίθος οὐ παντὶ φυτῷ, [*](1 ὥσπερ Vt κἀκεῖ] p. 76,15 sq. 2 ἐπειδὴ P 5 τὸ ᾱ Vt 6 ante add. καὶ t. 9 ὁτὲ μὲν Q ποτὲ δὲ—11 ἀληθεύει om. Q 10 ἐν τῷ Περὶ ἑρμ’.] c 6 p. 17b23 cf. c. 10 p. 20a19 11. 12 ἰσοδυναμεῖ—συναληθεύει om. P φασὶν P ἐπεὶ addidi 17 ἀδιορίστου V 18 post ἐὰν add. οὑν QVt ante ὅροι add. οἱ V 21 ἐδείχθη] p. 26a2 sq. πρότασις delevi 22. 23 συλλογιστικὴ συζυγία Q 23 post μὲν add. οὖν V 24 παραλειφθεῖσαν Vt σμένων P ἡ om. Vt 27 ἀμφότεροι QV τῆς μὲν addidi 30 δὲ om. Q ζώου (post οὐδ’.) V παντὸς (ante ἀνθp.) t 33 παντὸς ζώου V 34 δὲ οὐδενί V)

84
καὶ συμπέρασμα ζῷον οὐδενὶ φυτῷ. ὅτι δὲ ἐξὸν οὕτω λέγειν τὴν οὐ πᾶς [*](XXIIv) ὡς μὴ συνεισφέρουσαν τὸ τίς, ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν. ἴδωμεν δὲ καὶ τὰ τῆς λέξεως.

Ἔτι ἐπεὶ ἀδιόριστον τὸ τινὶ τῷ Γ τὸ B μὴ ὑπάρχειν. ἀδιόριστόν [*](50) φησιν οὐ διὰ τὸ μὴ ἔχειν προσδιορισμόν ἔχει γὰρ τὸ τὶς μερικόν) ἀλλὰ διὰ τὸ μὴ ὁρίζειν ἐν ἑαυτῷ τὴν ποσότητα τῶν ὑποκειμένων πραγμάτων, ἀλλὰ ποτὲ μὲν ποιεῖν καθόλου ἀποφατικὴν ποτὲ δὲ μερικήν. διόπερ τοῦτο δηλῶν ἐπήγαγεν ἀληθεύεται δέ, καὶ εἰ μηδενὶ ὑπάρχει καὶ μὴ παντί, ὅτι τινὶ οὐχ ὑπάρχει. | τοῦτό φησιν ὅπερ ἐλέγομεν, ὅτι [*](XXIIIr) ἡ τινὶ μὴ ὑπάρχει᾿, ὑπάρχει, τουτέστιν ἡ μερικὴ ἀποφατική, ποτὲ μὲν διὰ καθόλου ἀληθεύει, τὴν οὐδείς, ποτὲ δὲ δι’ ἑαυτήν.

p. 26b17 Ληφθέντων δὲ τοιούτων ὅρων ὥστε μηδενὶ ὑπάρχειν οὐ γίνεται συλλογισμός.

Ὅλέγει τοιοῦτόν ἐστιν· εἰ ληφθῇ ἡ μερικὴ ἀποφατικὴ ἐπὶ τῆς καθόλου ἀποφατικῆς, αὐτόθεν δῆλον ὅτι ἀσυλλόγιστος γίνεται ἡ συζυγία· εἰ γὰρ ποιεῖ συλλογιστικήν, καὶ ἐπὶ τῶν κυρίως ἀποφατικῶν ἔδει γενέσθαι· τοῦτο γὰρ δηλοῖ τὸ ἦν γὰρ ἂν καὶ ἐπὶ τούτων. φανερὸν οὖν, φησίν, ὅτι εἴ ποτε γίνεται συλλογιστικὴ συζυγία, οὐ διὰ τὴν τοιαύτην τῶν ὅρων τάξιν γίνεται, λέγω δὴ διὰ τὸ τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν εἶναι, ἀλλὰ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν ἐπὶ ἐνδεχομένης ὕλης τῇ μερικῇ καταφατικῇ καὶ διὰ τοῦτο ἐπὶ τῶν αὐτῶν ὅρων δύνασθαι συναληθεύειν τὴν κατάφασιν τῇ ἀποφάσει· καταφατικῆς δὲ οὔσης τῆς ἐλάττονος γίνεται συλλογισμός.

p. 26b21 Οὐδέ γε ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ἢ κατηγορικως ἢ στερητικῶς.

Διαστήματα τὰς προτάσεις καλεῖ δι’ ἣν ἐν τοῖς ἔμπροσθεν εἴπομεν αἰτίαν, κατὰ ζῆλον λέγω γεωμετρικόν. ὥσπερ γὰρ ἐκεῖνοι τὰ μὲν σημεῖα πάντων ἁπλούστερα ὄντα καὶ οἷον ἀρχοειδέστερα ὅρους καλοῦσι, τὰ δὲ ἀπὸ τούτων, τουτέστι τὰς γραμμάς, διαστήματα, ἔτι δὲ τὰ ἐκ τούτων συγκείμενα σχήματα, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς τὸ μὲν ὄνομα καὶ τὸ ῥῆμα, ἅ ἐστιν [*](1 καὶ συμπέρασμα om. V post καὶ add. τὸ Q 2 εἴδωμεν P 6 αὐτῷ PVt 7 ἀπόφασιν P: ἀποφατικὸν Vt μερικόν Vt διόπερ PQ: διὸ καὶ Vt 8 εἰ καὶ (post δέ) Q: καὶ ἡ P καὶ εἰ μὴ κτλ. om. Q εἰ alt. in ras. P 9 post τοῦτο add. δέ QVt 10 ἡ prius om. P τινὶ om. t μὴ e μέν corr. V2 ὑπάρχει pr. V: ὑπάρχῃ corr. V2 11 post ἀληθεύει del. 12 οὑν V ὥστε κτλ. om. Q ὑπάρχει t 14 post ὃ add. δέ P λέγω V 15 γίνεται PVt: ἐστιν Q 16 immo ἐποίει συλλογιστικὸν Q 17 γὰρ ἦν V 18. 19 συλλογιστικὴ—γίνεται iterant QVt 20 post ἐπὶ add. τῆς Vt 21. 22 καταφατικὴν τῆ ἀποφατικὴ Q 22 post ἀποφάσει add. ἀδύνατον Vt 23 γε om. Arist. (sed habent C m, rec. Α) 25 εἴπομεν] p. 66,29 sq. 26 post κατὰ add. τὸν Vt μὲν om. P στοιχεῖα Q 27 πάντα P ὄντα om. V 28 συγκείμενα] σ e χ corr. Q1 29 ἅ] πρῶτον V)

85
ἁπλούστερα καὶ εἰς ἃ ἀναλύεται ὁ συλλογισμός, ὅρους ὠνόμασεν, τὰς δὲ [*](XXIIIr) ἐκ τούτων συγκειμένας προτάσεις διαστήματα, τὰ δὲ ἐκ τούτων αὐτῶν σχήματα, πρῶτον καὶ δεύτερον καὶ τρίτον καλῶν. καὶ ταῦτα μὲν περὶ τοῦ ὀνόματος τοῦ διαστήματος. βούλεται δὲ ἐνταῦθα τὰς ἐπιλοίπους ἵζ’ συζυγίας ἐλέγξαι καὶ δεῖξαι ἀσυλλογίστους τὰς ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων καὶ τὰς ἐκ τῆς μιᾶς μερικῆς τῆς δὲ ἑτέρας ἀπροσδιορίστου. γίνονται γὰρ ἐκ μὲν τῶν ἐξ ἀμφοτέρων μερικῶν συζυγίαι τέσσαρες ἢ καταφατικῶν οὐσῶν ἢ ἀποφατικῶν, ἢ τῆς μὲν καταφατικῆς τῆς δὲ ἀποφατικῆς, καὶ τοῦτο διχῶς. ὁμοίως καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἀπροσδιορίστων γίνονται τέσσαρες, ὡσαύτως ποικιλλόμεναι κατὰ τὸ καταφατικόν τε καὶ ἀποφατικόν. καὶ αἱ λοιπαὶ ὀκτὼ ἐκ τῆς μιᾶς μερικῆς τῆς δὲ ἑτέρας ἀπροσδιορίστου· ἢ γὰρ ἡ μὲν μείζων ἐστὶ μερικὴ ἡ δὲ ἑτέρα ἀπροσδιόριστος, καὶ κατὰ τὴν ἐναλλαγὴν τοῦ ποιοῦ γίνονται τέσσαρες συζυγίαι, ἢ τοὐναντίον, καὶ ὁμοίως πάλιν γίνονται τέσσαρες. λαμβάνει δὲ ὅρους κοινοὺς ἀρκοῦντας αὐτῷ ἐπὶ πασῶν τῶν συζυγιῶν πρὸς τὸ δεῖξαι ὅτι καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συνάγουσι, τοῦ μὲν παντὶ ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μηδενὶ ζῷον, λευκόν, λίθος. οἷον ζῷον τινὶ λευκῷ, τὸ λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συμπέρασμα τὸ ζῷον παντὶ ἀνθρώπῳ· καὶ πάλιν τὸ ζῷον τινὶ λευκῷ, τὸ λευκὸν τινὶ λίθῳ, καὶ ζῷον οὐδενὶ λίθῳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν μεταφέρων εὑρήσεις. καὶ συνάξεις κἀνταῦθα καὶ τὸ τινὶ καὶ τὸ οὐ παντὶ οὕτως· ζῷον τινὶ λευκῷ, λευκὸν τινὶ ἐμψύχῳ, καὶ ζῷον τινὶ καὶ οὐ παντὶ ἐμψύχῳ.

p. 26b26 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν ὡς εἴπομεν. |

Καλῶς προσέθηκεν ἐν τούτῳ τῷ σχήματι· ἐν γὰρ τῷ δευτέρῳ δυνατὸν τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν εἶναι τῆς μείζονος καταφατικῆς καθόλου οὔσης.

p. 26b33 Καλῶ δὲ τὸ τοιοῦτον σχῆμα πρῶτον. εἴρηται πολλάκις, καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ, ὅτι ὁπηνίκα αὐτὸς τίθησι τὰ ὀνόματα πρῶτος τῶν πρὸ αὐτοῦ μὴ οὕτω χρησαμένων, οὕτω φησίν, ὅτι καλῶ καὶ ὅτι λεγέσθω καὶ τὰ τοιαῦτα. ὥστε δῆλον ὅτι αὐτοῦ ἐστι θέσις ἡ τῶν σχημάτων ὀνομασία.

[*](6 τῆς prius om. Q 7 μέν γὰρ ἐκ Q τῆς (post μὲν) P post ἡ add. ἐξ ἀμφοτέρων QVt 9 καὶ alt. om. V ἐπὶ] ἐκ V Id. 11 ἀποφατικόν—καταφατικόν V 16. 17 ἄνδρωπον—λίθον conicio 16 μηδὲν V 17 ἀνθρώπῳ 19 λευκὸν τινὶ om. Q 18 τὸ ζῶον alt. om. V 20 εὑρήσεις μεταφέρων V συνάξας, om. καὶ P 23 ὡς om. V 21 τῷ om. P 25 ὥσπερ P (Marc. 231 26 τῷ prius om. V 27 καταφατικῆς om. V 28 καθόλου om. P 30 εἴρηται] cf. p. 25,4 sq. 31 πρῶτον QVt τοῦτό φησιν QVt 32 post ἐστιν add. ἡ 33 ὀνομασία] huc usque Q: τέλος τοῦ πρώτου σχήματος subscr. P)
86

p. 26b34 Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ [*](XXIIIv) ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον κλῶ [*](11) δεύτερον.

Ἰστέον ὅτι ὑγιῶς μετά τὸ πρῶτον σχῆμα τὸ δεύτερον παραδίδωσι, μετὰ δὲ ταῦτα τὸ τρίτον· ἐπειδὴ γὰρ μετὰ τὴν ἀποδεικτικὴν ἡ διαλεκτικὴ καὶ οὕτως ἡ σοφιστική, ἔοικε δὲ τῇ μὲν ἀποδεικτικῇ τὸ πρῶτον σχῆμα, ὅτι συμπεραίνει τὸ καθόλου καταφατικόν, ὅπερ φίλον τῷ ἀποδεικτικῷ, τὸ δὲ δεύτερον τῇ διαλεκτικῇ, ὅτι πάντα ἀποφατικὰ συνάγει ὁ γὰρ διαλεκτικὸς ἀνασκευάζειν ἐπιχειρεῖ τὰ ὑπὸ τοῦ προσδιαλεγομένου <λεγόμενα>, ὅμοιον δὲ ἀνασκευάζειν τῷ ἀποφάσκειν), τὸ δὲ τρίτον τῷ σοφιστικῷ ἔοικεν ἐκεῖνος γὰρ διὰ ἔκπτωσιν τῶν ὄντων σοφῶν περὶ τὰ μερικὰ διατρίβει· ὁμοίως δὲ καὶ τὸ τρίτον σχῆμα ὅλα μερικὰ συνάγει), εἰκότως καὶ τὰ σχήματα τοιαύτην τάξιν εἰλήφασιν.

ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον καλῶ δεύτερον. ὁ περὶ τοῦ πρώτου σχήματος λόγος πέρας ἀπείληφε, καὶ πασῶν τῶν ἐν ἐκείνῳ συζυγιῶν ἀνελλιπῶς καὶ] αἱ μὲν συλλογιστικὸν ἔχουσαι τὸ εἶδος ἀπεδείχθησαν, αἱ δὲ τῶν ἀσυλλογίστων ἠλέγχθησαν οὖσαι. νῦν οὖν ἐπὶ τὸ δεύτερον μεταβέβηκε, καὶ πρώταις κἀνταῦθα ταῖς καθόλου συζυγίαις ἐπεξέρχεται. ἔστι δὲ ἴδιον τούτου τοῦ σχήματος τὸ τὴν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ μείζονι κατὰ τὸ ποιόν.

Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί. τοῦτο δῆλον, ὅτι ἐν τούτῳ τῷ σχήματι ὁ μέσος ὅρος ἀμφοτέρων κατηγορεῖται τῶν ἄκρων, καὶ ἢ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς ἢ ἀμφοτέρων καταφατικῶς ἢ ἀμφοτέρων ἀποφατικῶς. ἄρχεται δέ, ὥσπερ εἴπομεν, ἐκ τῶν καθόλου συζυγιῶν. τεσσάρων δὲ οὐσῶν τῶν ἐκ δύο καθόλου διὰ μὲν τοῦ εἰπεῖν τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ τὰς καθόλου δύο ἀνμοιοσχήμονας ἐσήμανε συζυγίας, αἵτινες καὶ συλλογιστικαί εἰσιν. διὰ δὲ τοῦ εἰπεῖν ἢ ἑκατέρῳ παντὶ ἣ μηδενὶ τὰς δμοιοσχήμους καὶ λοιπὰς δύο συζυγίας ἐσήμανεν, αἵτινες καὶ εἰσι διὰ τὸ ὡς ἐλέγομεν δεῖν ἐν τούτῳ τῷ σχήματι τὴν μίαν πρότασιν ἀνομοιοσχήμονα εἶναι τῇ ἑτέρᾳ, εἰ μέλλοι συλλογιστικὴ ἔσεσθαι ἡ συζυγία.

[*](1 ἀρχὴ τοῦ δευτέρου σχήματος inscr. PV ὑπάρχει P 2 καλῶ corr. V 7 post καθόλου add. τὸ V τοῦ ἀποδεικτικοῦ Pt s γὰρ scripsi: δὲ libri 9 διαλεγομένου V λεγόμενα addidi ὁμοίως P 10 τοῦ (ante ἀποφ.) P 11 ὄντως conicio 12 post ὅλα add. τὰ V 12. 13 τοιαύτην καὶ τὰ σχήματα t 13 ἀπείληφεν V 14 ὑπάρχει Vt 16 πέρας superscr. V πᾶς P 17 ἀνελλειπῶς P καὶ delevi τὸ om. Vt 19 τοῦ δευτέρου P μεταβέβηκεν ante ἐπὶ collocat V 20 τούτου scripsi: τοῦτο libri τὴν] τῶν P 22 ὑπάρχει V 23 post ἑκατέρῳ add. μὲν t δηλῶν V 24 καὶ om. V εἰ P 27 αὐτὸ τῷ om. V τὸ δὲ V 28 ἀνομοιοσχήμους t 30 καὶ λοιπὰς] καθολικὰς conicio δύο om. V 31 δεῖ P)
87

p. 26b37 Μεῖζον δὲ ἄκρον τὸ πρὸς τῆ μέσῳ κείμενον.

[*](XXIIIv)

Ἀντὶ τοῦ ‘συγγενέστερον καὶ ἐγγύτερον τοῦ μέσου’, οὐ τῆ θέσει ἀλλὰ τῷ ἀξιώματι. ἐπειδὴ γὰρ ὁ μέσος ὅρος δεύτερον κατηγορεῖται, ὁ δὲ μείζων ἅπαξ ἐν τῷ συμπεράσματι, ὁ δὲ ἐλάττων οὐδὲ ἅπαξ, ἐγγυτέρω ἄν εἴη τοῦ δεύτερον κατηγορουμένου, τουτέστι τοῦ μέσου, ὁ ἅπαξ κατηγορούμενος ἢ ὁ μηδὲ ἅπαξ· διόπερ ἀκουσόμεθα αὐτοῦ ἐν τῷ τρίτῳ σχήματι ἐγγυτέρω μὲν τοῦ μέσου καλοῦντος τὸν ἐλάττονα διὰ τὴν συγγένειαν ὑπόκεινται γὰρ ἀμφότεροι), πορρωτέρω δὲ τὸν μείζονα. ἴσως δὲ καὶ τῇ καταγραφῇ ἐγγυτέρω μᾶλλον τοῦ μέσου βούλεται τίθεσθαι τὸν μείζονα ὅρον, πορρωτέρω δὲ τὸν ἐλάττον. τὸ δὲ μεῖζον ἄκρον ἐν τούτῳ τῷ σχήματι τῶν δύο προτάσεων καθόλου οὐσῶν οὐκ ἔστι φύσει ἀλλὰ θέσει· ὃ γὰρ ἄν τῶν ἄκρων πρῶτον ὑποκείμενον ἐν τῷ δευτέρῳ σχήματι λάβῃς συλλογιζόμενος, τοῦτο ἂν εἴη τὸ ἔλαττον ἄκρον, τὸ δὲ λοιπὸν μεῖζον· οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν φυτὸν ζῷον, οὐδεὶς ἄρα ἄνθρωπος φυτόν. ὁμοίως, ἐὰν ἐκ τοῦ φυτοῦ τὴν ἀρχὴν ποιησώμεθα, τοῦτο γίνεται ἐλάττων ὅρος, ὁ δὲ ἄνθρωπος μείζων· οἷον οὐδὲν φυτὸν ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ἄρα φυτὸν ἄνθρωπος. θέσει ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐν τούτοις καὶ οὐ φύσει. εἰ μέντοι ἡ ἑτέρα τῶν προτάσεων εἴη μερική, ὥρισται τὸ μεῖζον καὶ ἔλαττον· εἴπομεν γὰρ ὅτι δεῖ ἐν τούτῳ τῷ σχήματι τὴν καθόλου μείζονα εἶναι.

p. 26b39 τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων πρῶτον δὲ τῇ θέσει.

Τὴν κυρίως μὲν μέσην τάξιν ὁ μέσος ὅρος ἐκβεβηκὼς λοιπὸν ἔξω τῶν ἄκρων τίθεται, ἀλλ᾿. ὑπεράνω τούτων ἢ ὑποκάτω. ἀλλ’ εἰ μὲν ἐπάνω ᾖ ὡς ἀμφοτέρων κατηγορεῖσθαι, καλεῖται τῇ θέσει πρῶτος· εἰ δὲ κάτω ὡς ὑποκεῖσθαι, καλεῖται δεύτερος. διὸ ἐνταῦθα ὡς ἀμφοτέρων κατηγορούμενον τὸν μέσον | ὅρον πρῶτον ὠνόμασεν· εἰ μὲν γὰρ ὑπέρκειται, πρῶτος τῇ [*](XXIVr) θέσει. τῷ δὲ καὶ χωρὶς εἶναι τῶν ἄκρων ἔξω αὐτῶν τίθεται.

p, 27a2 Δυνατὸς δ’ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων.

Ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι ἐνδέχεται γενέσθαι συλλογισμὸν ἐν τούτῳ τῷ σχήματι, κἄν τε ἀμφότεραι καθόλου εἶεν αἱ προτάσεις, κἄν [*](3 δεύτερος t 5 δευτέρου t 6 μήτε Pt ἀκουσόμεθα] c. 6 p. 28a13. 14 αὐτοῦ superscr. V μὲν om. P 7 post τὸν add. δὲ V 7. 8 γὰρ ἀμφοτέροις P 8—10 ἴσως—ἐλάττονα mrg. P 8 καὶ om. om. V: καὶ t 12 συλλογιζόμενον t 14 φυτῷ (post ἄνθp.) t 15 μεδα V 17 μὲν P 18 καὶ om. P εἴπομεν] p. 7011 del. μὲν V 26 εἰ] η P 27 τὸ δὲ P 28 δυνατὸν t 29 31 καθότι pr. V., corr. V 2)

88
τε ἡ μὲν μία μερικὴ ἡ δὲ ἑτέρα καθόλου. τὸ γὰρ μὴ καθόλου τοῦτο [*](XXIVr) βούλεται· οὐ γὰρ ἐνδέχεται συλλογισμὸν γενέσθαι ἐξ ἀμφοτέρων μερικῶν.

p. 27a3 Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων ἔσται συλλογισμός, ὅταν τὸ μέσον τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἂν πρὸς ὁποτερῳοῦν ᾖ τὸ στερητικόν· ἄλλως δὲ οὐδαμῶς. Δεῖ γάρ, ὡς εἴρηται πολλάκις, ἀνομοιοσχήμονα εἶναι τὰς προτάσεις, καὶ τὴν μὲν καταφατικὴν τὴν δὲ ἀποφατικὴν ἀορίστως, ὡρισμένως δὲ τὴν μείζονα καθόλου.

p. 27a5 Κατηγορείσθω γὰρ τὸ M τοῦ μὲν Ν μηδενὸς τοῦ δὲ Ξ παντὸς.

Πρῶτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐτάττονος καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον ζῷον κατ’ οὐδενὸς λίθου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα λίθος κατ’ οὐδενὸς ἀνθρώπου. ἡ δὲ τῶν ὑλῶν εὐπορία γίνεται τὸν αὐτὸν τρόπον τῷ δευτέρῳ τρόπῳ τοῦ πρώτου σχήματος, ἐπεὶ καὶ διὰ τῶν αὐτῶν προτάσεων γίνεται ἀντιστραφείσης τῆς Μ Ν προτάσεως. λαμβάνει δὲ εἶδός τι καὶ γένος καὶ τοῦ γένους τι ἀλλότριον καὶ τὸ μὲν εἶδος τιθεὶς ἐλάττονα ὅρον, τὸ δὲ γένος μέσον, τὸ δὲ ἀλλότριον μείζονα. ὅρα δὲ πῶς διὰ τῆς φύσεως τῶν στοιχείων τὴν ὕφεσιν τοῦ δευτέρου ἡμῖν ἐνδείκνυται σχήματος, οὐκέτι τὸ Α καὶ τὸ Β καὶ τὸ Γ τιθεὶς ἀλλὰ τὸ Μ, Ν, Ξ. οὐκ ἔταξε δὲ τὸ N μέσον ὅρον, ὥσπερ ἐν τῷ πρώτῳ σχήματι τὸ Β στοιχεῖον ἐποίησε μέσον, ἐπειδὴ ἀκριβῶς ἐνταῦθα μέσος οὐκ ἔστιν, ἀλλ’ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται· διὸ ἐν τῷ τρίτῳ σχήματι λαμβάνων τὸ Π, P, Σ στοιχεῖ μέσον ὅρον τίθησι τὸ Σ ὡς ἀμφοτέροις τοῖς ἄκροις ὑποκείμενον, καὶ χείρονι διὰ τοῦτο ὄντι τὸ ἔσχατον αὐτῷ ἁρμόζει στοιχεῖον. ζητήσειε ὅ ἄν τις τί δήποτε μὴ προτέραν τίθησι τὴν ἐκ τῆς μείζονος καταφατικῆς συζυγίαν ὡς μετὰ τοῦ ποσοῦ καὶ τῷ ποιῷ κεκοσμημένην. οὐκ ἔστιν οὖν πρὸς τοῦτο ἄλλην αἰτίαν ἀποδοῦναι ἢ ταύτην, ὅτι πρὸς τὸ σαφὲς τῆς δείξεως ἀπέβλεψεν ὁ φιλόσοφος· ἡ μὲν γὰρ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς δύο ἀντιστροφῶν δεῖται, ὡς μαθησόμεθα, ἡ δὲ ἐκ τῆς μείζονος ἀποφατικῆς μιᾶς. διὰ τοῦτο οὖν ταύτην προέταξεν ὡς εὐχερεστέραν ἔχουσαν τὴν δεῖξιν καὶ διὰ τοῦτο τῷ πρώτῳ σχήματι συγγενεστέραν οὖσαν. λέγω γὰρ οὕτως· τὸ Μ μηδενὶ τῷ Ν [*](1 τὸ γὰρ μὴ καθόλου om.. V 3 οὖν om. Vt τῶν ὅρων PVt (C f i Marc. 231): om. Arist. 4 τὸ μέσον om. V οὐδενὶ t (C) ὑπάρχειν V: ὑπάρχει t κἄν Vt (fi) 4.5 ὁποτερωσοῦν, om. πρὸς V 6 εἴρηται] velut p. 70,11 sq. 7 ἀόριστον. ὡρισμέ(?) P 10 παντί V 11. 12 ἀποφατικῆς pr. V, κάτα superscr. V2 18 καὶ deleverim 19 μεῖζον Vt δὲ alt. om. V 20 τοῦ η΄ t 22 ἐνταῦθα om. V 23 ἀλλ’ om. V: ἀλλὰ x003E; conicio 24 στοιχεῖον Pt 25 χείρονι— ὄντι scripsi: χείρονα] ὄντα Pt: χεῖρον—ὄν V 26 αὐτῷ om. P ἁρμόττει V 27 τὴν Vt: τῆς P καὶ om. P 31 μαθησόμεθα] p. 27a10 sq. οὖν om. P 32 ἀπόδειξιν Vt)

89
ὑπαρχέτω, τὸ Μ παντὶ τῷ Ξ ὑπαρχέτω· λέγω ὅτι καὶ τὸ Ν οὐδενὶ τῷ Ξ [*](XXIVr) ὑπάρχει. ὅτι γὰρ τοῦτο ἀληθές, εἰσόμεθα ἀντιστρέψαντες τὴν μείζονα πρότασιν· ἐπεὶ γὰρ τὸ Μ οὐδενὶ τῷ N ὑπάρχει, ἀντιστρέφει δὲ ἡ καθόλου ἀποφατική, ὡς δέδεικται, καὶ τὸ N οὐδενὶ ὑπάρξει τῷ Μ. τὸ Ν οὖν οὐδενὶ τῷ M, τὸ Μ παντὶ τῷ Ξ, καὶ γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. ὥστε μιᾶς ἐδεήθη ἀντιστροφῆς, τῆς μείζονος προτάσεως. p. 27a9 Πάλιν εἰ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ξ μηδενί, οὐδὲ τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρξει.

Δεύτερος οὗτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι, ἐκ καθόλου καταφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα. ὁ αὐτὸς δέ ἐστιν οὗτος σχεδὸν τῷ προτέρῳ, πλὴν ὅσον ἐκεῖνος μὲν μιᾶς ἀντιστροφῆς ἐδεήθη, οὗτος δὲ δύο. αἴτιον δὲ τούτου τὸ τὴν μείζονα εἶναι καταφατικὴν καὶ διὰ τοῦτο μὴ δύνασθαι ἡμᾶς αὐτὴν ἀντιστρέψαι· ἀντιστρέφουσα γὰρ πρὸς τὴν μερικὴν ἀντέστρεφε καὶ ἀσυλλόγιστον ἐποίει τὴν συζυγίαν τῆς μείζονος οὐκ ἐχούσης τὸ καθόλου. διὰ τοῦτο ἀνάγκη τὴν ἐλάττονα ἀντιστρέψαι οὕτως. βουλόμεθα δεῖξαι, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει, διὰ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος, καὶ λέγομεν οὕτως· τὸ Μ παντὶ τῷ Ν ὑπαρχέτω, τὸ Μ μηδενὶ τῷ Ξ ὑπαρχέτω· εἶτα ἐπεὶ ἡ καθόλου στερητικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει, καὶ τὸ Ξ οὐδενὶ τῷ Μ ὑπάρχει· οὐκοῦν τὸ Ξ οὐδενὶ τῷ Μ ὑπάρχει, τὸ Μ παντὶ τῷ Ν· γίνεται πάλιν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος | ἀπὸ τοῦ Ξ ἀρξαμένων πλέκειν· τὸ ἄρα Ξ οὐδενὶ τῷ N ὑπάρχει. XXIVv ἀλλ’ οὐ τοῦτο ἠβουλόμεθα δεῖξαι, ὅτι τὸ Ξ οὐδενὶ τῷ N, ἀλλὰ τοὐναντίον ὅτι τὸ N οὐδενὶ τῷ Ξ. ἐπειδὴ οὖν ἀντιστρέφει ἡ καθόλου στερητική, τὸ συμπέρασμα ἔχομεν τὸ ζητούμενον· εἰ γὰρ τὸ Ξ οὐδενὶ τῷ Ν, καὶ τὸ N οὐδενὶ τῷ Ξ. δύο ἄρα ἀντιστροφῶν ἐπὶ τοῦ δευτέρου τρόπου ἐδεήθημεν, τῆς τε ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὁμοίως δὲ εὐπορήσεις ὑλῶν καὶ ἐν τούτῳ τῷ τρόπῳ τῷ πρὸ αὐτοῦ, μόνον ἐνταῦθα τὸ μὲν εἶδος μείζονα ὅρον τιθεὶς τὸ δὲ ἀλλότριον ἐλάττονα. ἔστωσαν γὰρ ὅροι ζῷον, ἄνθρωπος, λίθος· μείζων ὁ ἄνθρωπος, μέσον τὸ ζῷον· ζῷον κατὰ παντὸς ἀνθρώπου, ζῷον καὶ οὐδενὸς λίθου, καὶ συνάγει μὲν οὐκέτι τὸν μείζονα ὅρον συνάπτων τῷ ἐλάττονι, ἀλλὰ τὸ ἀνάπαλιν. τὴν ἐλάττονα [*](4 ἀποφατικῶς, om. ὡς P τῶι νݲ—τὸ μݲ P 5 καὶ om. P 6 καταφατικῆς pr. P, corr. P1 7 καταφατικὸν pr. V, ἄπο superscr. V: 7.8 V2 7.8 νݲ τῶι ξݲ ord. inv. Β, Α supra vݲ, ξ scr. P 8 ὑπάρχει Pt, pr. V: ὑπάρξει corr. V ἀντιστροφῆς V: τῆς μιᾶς P: om. t 9 μὲν e μݲ corr. P 2: om. V 10 τό ξ͂ τῶι #x772; P (Marc. 231): τὸ νݲ τῷ ξݲ οὐδενὶ t (m i u): τῷ ξݲ τὸ νݲ οὑδενὶ Arist. ὑπάρξει Arist.: ὑπάρχει PV 11 οὕτως P 18 οὕτως ἀντιστρέψαι Vt 19. 20 τρόπου τοῦ δευτέρου om. V 20 λέγω P τῶι νݲ παντὶ P 21 post ἐπεὶ add. καὶ Pt 22 καὶ om. P 23 ὑπαρχέτω V post τὸ μݲ add. δὲ V παντὶ Vt: οὐδενὶ 26 ἐπεὶ V 32 μεῖζον P an μέσος? 34 ἐλάττω V)

90
γὰρ ἀντιστρέψαντες οὕτως ἐπάγομεν τὸ συμπέρασμα λέγοντες ‘εἰ τὸ ζῷον [*](XXIVv) κατ’ οὐδενὸς λίθου, καὶ ὁ λίθος κατ’ οὐδενὸς ζῴου· εἰ δὲ τοῦτο, ζῷον δὲ κατὰ παντὸς ἀνθρώπου, καὶ ὁ λίθος ἄρα κατ’ οὐδενὸς ἀνθρώπου᾿· γὰρ πάλιν ὁ δεύτερος τρόπος ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐπεὶ οὐ τοῦτο ἦν ἡμῖν ἀποδεῖξαι ἀλλ’ ὅτι ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου, δεησόμεθα ἑτέρας ἀντιστροφῆς ἐν τῷ συμπεράσματι λέγοντες ῾εἰ τοίνυν λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ ἄνθρωπος κατ’ οὐδενὸς λίθου’.

p. 27a14 ἐστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντας· τῶν συλλογισμῶν οἱ μὲν ἐπ’ εὐθείας ἀποδείκνυνται, οἱ δὲ δι’ ἀντιστροφῆς, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἥντινα καὶ καλοῦσι κύκλω δεῖξιν. καὶ ἐπ’ εὐθείας μὲν πάντες οἱ ἐν τῷ πρώτῳ σχήματι ἀπεδείχθησαν, δι’ ἀντιστροφῆς δὲ καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οἵ τε ἐν τούτῳ καὶ τῷ τρίτῳ σχήματι. ἀποδείξας οὖν τοὺς πρώτους δύο τρόπους διὰ τῆς ἀντιστροφῆς νῦν διὰ τοῦ ἀδυνάτου δείκνυσιν. δεῖ δὲ πρότερον ἡμᾶς εἰπεῖν τίνα τρόπον γίνεται ἡ εἰς ἀδύνατον ἀπαγωγή. ἐπειδὰν ἀποτελεσθῇ ὁ συλλογισμὸς ἐν τούτοις τοῖς τρόποις, τὸ δὲ συμπέρασμα θέλωμεν ἐπιβεβαιῶσαι, οὐκέτι τῇ κατ’ εὐθεῖαν δείξει χρώμεθα, ἀλλ’ ὥσπερ τινὸς ἀντιλέγοντος συγχωροῦμεν καθ’ ὑπόθεσιν τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι, καὶ προσάγοντες αὐτῷ τι τῶν ὁμολογουμένων καὶ κειμένων ἀναιροῦμεν ἕν τι τῶν ἐναργῶς ὡμολογημένων τε καὶ κειμένων· δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον, τοῦτο ἐλέγχεται ψεῦδος διὰ τῆς τοιαύτης ἀπαγωγῆς· τούτου δὲ δειχθέντος ψεύδους τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς εὑρίσκεται. οἷον ὡς ἐπὶ τοῦ πρώτου τρόπου τὸ Μ οὐδενὶ τῶ Ν, τὸ Μ παντὶ τῷ Ξ· λέγω, φησίν, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. αὕτη μὲν οὖν δι’ εὐθείας δεῖξις, ἐν ᾗ συμπεραίνεται καθόλου ἀποφατικὸν συμπέρασμα, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. εἴ τις οὖν ταύτῃ τῇ δείξει ἀντιλέγοι ψευδὲς εἶναι λέγων τὸ συμπέρασμα, ἀνάγκη τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον ὑποθέσθαι, λέγω δὲ ὅτι τὸ Ν τινὶ τῷ Ξ ὑπάρχει· ἀνάγκη γὰρ πᾶσα ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων, εἰ τὸ ἕτερον ψεῦδός ἐστι, τὸ ἀντικείμενον εἶναι ἀληθές. τοῦτο οὖν τὸ λῆμμα προχειρισάμενοι δείκνυμεν αὐτῶ ἀδύνατόν τι ἀκολουθοῦν, καὶ οὕτως ὡς ψεῦδος ἐκβαλόντες, ἐπεὶ μηδεμιᾷ ἀληθεῖ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ, εἰσάγομεν τὸ ἀντιφατικῶς [*](1 ἐπάγωμεν pr. P 2 post λίθος add. ἄρα P 5 ὁ om. P 6 λέγοντα t 8 ἔτι δὲ δείκνυται P ἀπάγοντας Pt (C i d f u): ἄγοντας V Arist. 9 τὸν συλλογισμὸν pr. P, corr. P2 οἷον μὲν e corr. P2 10 ἐπαγωγῆς V καὶ 12 διὰ τῆς ἁ. V 14 διὰ τοῦ ἀδυνάτου νῦν V 16 ἀποτεθῇ Vt 17 θέλωμεν t: θέλομεν PV ἐπιβεβανῶσαι pr. V, corr. V2 20 τε om. V 22 ἐπαγωγῆς τοῦτο pr. P, corr. P2 23 τὸ μݲ e τῶν μὲν, ut videtur, corr. P post γὰρ P 21 ὑπάρξει pr. P, corr. P1 25 ᾗ scripsi: ὧ libri ante καθ’. τὸ P 27 ἀντιλέγει Vt 28 κείμενον V 30 post τοῦτο add. δὲ P προχειρησάμενοι PV 31 τι ἀδύνατον V ἐκβάλλοντες Vt ἐπὶ pr. V, corr. V2 32 μηδεμῆ pr. P, corr. P2 ἀληθείᾳ ὑποθέσεως t ἀκολουθεῖν t)

91
ἀντικείμενον τὸ μηδενὶ τῷ Ξ τὸ Ν ὑπάρχειν, ὅπερ ἦν ἐξ ἀρχῆς. εἰ γάρ, [*](XXIVv) καθὼς ὁ ἀντιλέγων βούλεται, τὸ N τινὶ τῷ Ξ ὑπάρχει, ὑπῆρχε δὲ ἐξ ἀρχῆς τὸ M οὐδενὶ τῷ N, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα, ὅτι τὸ Μ οὐ παντὶ τῷ 3, οὕτως· τὸ M οὐδενὶ τῷ Ν· τοῦτο γὰρ ὑπέκειτο ἐξ ἀρχῆς· τὸ Ν τινὶ τῷ Ξ· τοῦτο γὰρ ὁ ἀντιλέγων βούλεται· τὸ ἄρα Μ οὐ παντὶ τῷ Ξ· ὁ γὰρ τέταρτος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ παντὶ τὸ Μ τῶ Ξ· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἄρα] ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον, ὅτι τὸ N οὐδενὶ τῷ Ξ, ὅπερ ἔδει δεῖξαι. οὕτως ἐπὶ τοῦ πρώτου τρόπου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου. τὸ Μ τῷ μὲν N παντί, τῷ δὲ Ξ μηδενὶ ὑπαρχέτω· λέγω ὅτι τὸ N οὐδενὶ τῷ Ξ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, ὅτι τὸ Ν τινὶ τῷ Ξ· εἰ οὖν τὸ Μ παντὶ τῷ Ν ὑπέκειτο, λέγει δὲ ὁ ἀντιλέγων ὅτι τὸ Ν τινὶ τῷ Ξ, γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Μ τινὶ τῷ Ξ. ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. τὸ ἄτοπον πάλιν ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμάς ὅτι τὸ Ν τινὶ τῷ Ξ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ οὐδενὶ τῷ Ξ τὸ N, ὅπερ ἔδ’ εἰ δεῖξαι.

p. 27a15 Ὅτι μὲν οὗν γίνεται συλλογισμὸς οὕτως ἐχόντων τῶν ὅρων, φανερόν, ἀλλ’ οὐ τέλειος· οὐ γὰρ μόνον ἐκ τῶν ἐξ ἀρχῆς ἀλλὰ καὶ ἐξ ἄλλων ἐπιτελεῖται τὸ ἀναγκαῖον.

Φησὶ γίνεσθαι συλλογισμὸν οὕτως ἐχόντων τῶν ὅρων, ἀλλ’ οὐ τέλειον, καὶ ἀποδίδωσι δύο αἰτίας, μίαν μὲν διότι δι’ ἀντιστροφῆς δείκνυται τοῦτο δὲ ἐσήμανε διὰ τοῦ εἰπεῖν οὐ γὰρ μόνον ἐκ τῶν ἐξ ἀρχῆς· τὰ γὰρ ἐξ ἀρχῆς εἰλημμένα οὐδὲν ἕτερόν εἰσιν ἢ αἰ προτάσεις), ἑτέραν δὲ ὅτι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς δείκνυται. ἐσήμανε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ἀλλὰ καὶ ἐξ ἄλλων ἐπιτελεῖται· ἐπὶ γὰρ τῆς εἰς ἀδύνατον δείξεως ἄλλου τινὸς ἔξωθεν δεόμεθα παρὰ τὰ ἐξ ἀρχῆς εἰλημμένα· τοῦ γὰρ συναγομένου τὸ ἀντικείμενον | ἔξωθεν παρεισάγομεν.

[*](XXVr)[*](1 τὸ ν΄ τῶ ξ΄ V ὅπερ—2 ὑπάρχει om. V 2 ὑπάρχειν (post ξݲ) t 5 μ΄ V2: vݲ PV1t 6 τὸ ν΄ οὐδενὶ τῶ ξ΄ V τούτω γὰρ ὑπόκειτο (sic) P post add. εἰ δὲ μὴ V 8. 9 τὸ μݲ τῷ ξ om. P 9 καὶ prius om. P 10 delcvi cf. p. 106,25 107,5 12 δὲ om. P 16 τινὶ τῶ ξ΄ τὸ ν΄ V 17. 18 καταφατικῆς om. Vt 19 καὶ primum om. t οὐδείς (ante τὸ) V καὶ alt. om. V post ὅπερ lac. IV litt. V 19 20 τὸ ἄτοπον om. V 25 τὸ ἀναγκαῖον om. P 26 post φησὶ add. μὴ Vt ἀλλ’ οὐ om. Vt 27 μία P 28 ἐκ V Arist. cf. vs. 24 διὰ Pt 29 ἕτερον ex ἑτέρου corr. V2 ἑτέραι δέ t 32 περὶ V)
92

p. 27a18 ἐὰν δὲ τὸ Μ παντὸς τοῦ N καὶ τοῦ Ξ κατηγορῆται, [*](XXVr) οὐκ ἔσται συλλογισμός.

Εἰκότως· οὐδὲ γάρ ἐστιν ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ ιοιον του σχήματος, λέγω δὴ τὸ ἀνομοιοσχήμονα εἶναι τὰς προτάσεις· συνάγουσι γὰρ αἱ συζυγίαι αὗται καὶ τὸ παντὶ καὶ τὸ μηδενί. ὅροι τοῦ παντὶ οὐσία, ζῷον, ἄνθρωπος, μέσον οὐσία· οὐσία παντὶ ζῴῳ ὑπάρχει, οὐσία παντὶ ἀνθρώπῳ ὑπάρχει, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει. τοῦ δὲ μηδενὶ οὐσία, ζῷον, ἀριθμός· οὐσία παντὶ ζῴῳ, οὐσία παντὶ καὶ ζῷον οὐδενὶ ἀριθμῷ. τὸν δὲ ἀριθμὸν οὐσίαν ἐκάλεσε κατὰ τὴν δόξαν τῶν Πυθαγορείων· ἐκεῖνοι γὰρ πρώτας οὐσίας ἐκάλουν τοὺς ἀριθμούς. διὸ πρὸς τὸ σαφέστερον παραληψόμεθα ἡμεῖς ἀντὶ τοῦ ἀριθμοῦ λίθον ἤ τι τῶν ἀψύχων ὢν λαμβάνοντες. εἰκότως δὲ ἡ ἐκ δύο καθόλου καταφατικῶν προτάσεων ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ δι’ ἀντιστροφῆς ἔχουσι τὸ ἀναγκαῖον καὶ τῆς ἀναγωγῆς τῆς ἐπὶ τὸ πρῶτον σχῆμα, ἀντισρέφοντες δὲ αὐτὰς ἀσυλλογίστους ποιοῦμεν συμπλοκάς, εἰκότως ἄρα οὐδὲ ἐν δευτέρῳ σχήματι συλλογιστικαί εἰσιν. εἰ μὲν γὰρ τὴν ἑτέραν μόνον πρότασιν ἀντιστρέψωμεν ὁποιανοῦν, ποιοῦμεν τὴν μὲν ἐλάττονα καθόλου καταφατικὴν τὴν δὲ μείζονα μερικὴν καταφατικήν· εἰ δὲ τὰς δύο, ἀμφοτέρας ποιοῦμεν μερικάς.

p. 27a21 οὐδὲ ὅταν μήτε τοῦ Ν μήτε τοῦ Ξ μηδενὸς κατηγορῆται τὸ Μ.

Τὴν ἑτέραν ἐκ δύο καθόλου ἀποφατικῶν συζυγίαν ἐκτίθεται ἀσυλλόγιστον οὖσαν· συνάγει γὰρ καὶ αὕτη τὸ παντὶ καὶ τὸ μηδενί.

p. 27 27a22 Ὅροι τοῦ παντὶ γραμμή, ζῷον, ἄνθρωπος, τοῦ μηδενὶ γραμμή, ζῷον, λίθος.

Μέσον γραμμή· γραμμὴ κατ’ οὐδενὸς ζῴου, γραμμὴ κατ’ οὐδενὸς ἀνθρώπου, καὶ συμπέρασμα ζῷον κατὰ παντὸς ἀνθρώπου· καὶ πάλιν γραμμὴ κατ’ οὐδενὸς ζῴου, γραμμὴ κατ’ οὐδενὸς λίθου, καὶ ζῷον κατ’ οὐδενὸς λίθου.

[*](1 παντὶ V κατηγορεῖται Pt 2 ἔστι P 3 εἰκότως om. t αὐτὴ Vt 4 ἀνομοιοσχήμους Vt 5 τοῦ παντὸς t 6 οὐσία alt. om. V 7 τὸ P 9 καὶ Pt: τὸ V ἀριθμὸν δὲ Ἴ’ 11 λίθος t 12 λαμβάνοντες deleverim καθόλου ἐκ δύο V καταφατικῇ t 13 προτάσεων scripsi: πρότασις P: τρόπων V: πρότερον t 15 ταύτας Vt πλοκάς V: τὰς πλοκάς t 16 μόνην V 17 ἀντιστρέψομεν Vt μὲν om. Vt ἐλάττω V 18 ἀμφοτέρας om. V 20 μηδὲ—μηδὲ P 20. 21 κατηγορεῖται Vt 24 παντὸς V: ὑπάρχειν t Arist. μηδενὶ PV: μὴ ὑπάρχειν t Arist. 26 γραμμὴ (Post γp.) om. P οὐδὲν utrobique t)
93

p. 27a23 Φανερὸν οὖν ὅτι, ἐὰν ᾖ συλλογισμὸς καθόλου τῶν [*](XXVr) ὄρων ὄντων, ἀνάγκη τὸ ὗς ὅρους ἔχειν ὡς ἐν ἀρχῇ εἴπομεν.

Ἐν ἀρχῇ γὰρ εἶπεν ὅτι συλλογιστικός ἐστι τρόπος, ἐὰν τῷ μὲν παντὶ τᾷ δὲ μηδενὶ ὑπάρχῃ τὸ μέσον, δηλῶν τὸ ἀνομοιόσχημον τῶν προτάσεων.

p. 27a26 ὅταν δὲ πρὸς τὸν ἕτερον ᾖ καθόλου τὸ μέσον.

Eἰπὼν περὶ τῶν ἐξ ἀμφοτέρων καθόλου προτάσεων καὶ δείξας δύο μὲν τὰς συλλογιστικάς, δύο δὲ τὰς ἀσυλλογίστους, νῦν βούλεται εἰπεῖν περὶ τῶν ἐκ τῆς ἑτέρας μερικῆς τῆς δὲ ἑτέρας καθόλου. ὀκτὼ δὲ συζυγιῶν ἐκ τούτων γινομένων δύο μόνας δείκνυσι τὰς συλλογιστικάς, τὰς δὲ λοιπὰς ἀσυλλογίστους.

p. 27a26 Οταν μὲν πρὸς τὸν μείζω γένηται τὸ καθόλου ἢ κατηγορικῶς ἢ στερητικῶς, πρὸς δὲ τὸν ἐλάττονα κατὰ μέρος καὶ ἀντικ.ειμένως τῷ καθόλου.

Tὰς δύο συλλογιστικὰς διὰ τούτων σημαίνει συζυγίας ἀνομοιοσχήμονας οὔσας, τήν τε ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς, αἵτινες μερικὰ ἀποφατικὰ συνάγουσι συμ- περάσματα.

p. 27a32 Εἰ γὰρ τὸ Μ τῷ μὲν N μηδενὶ τῷ δὲ Ξ τινὶ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν.

Oὗτος τρίτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον λογικὸν οὐδενὶ ἀλόγῳ, λογικὸν τινὶ ζῴῳ, καὶ συμπέρασμα ἄλογον οὐ παντὶ ζῴῳ. ἐπεὶ γὰρ ἀντιστρέφει ἡ καθόλου ἀποφατική, ὥσπερ τὸ λογικὸν | οὐδενὶ ἀλόγῳ, καὶ τὸ ἄλογον [*](XXVv) οὐδενὶ λογικῷ· εἰ τοίνυν τὸ ἄλογον οὐδενὶ λογικῷ, τὸ δὲ λογικὸν τινὶ ζῴῳ, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα ἄλογον οὐ παντὶ ζῴῳ. εὐπορήσεις δὲ ὑλῶν [*](1 ἄν t Arist. 2 ὡς εἴπομεν ἐν ἀρχὴ P 3 ἐν ἄρχῃ] p. 26b34 4 δῆλον P 5 ὅτι P: ἐὰν Arist. πρὸς ἑτέραν V 6 post καθόλου add. τῶν t 7 βούλεται νῦν Vt 11 ὅταν δὲ V τὸν μείζω t Arist.: τὸ μεῖζον py ἡ prius t Arist.: om. PV 11. 12 κατηγορικὸν ἡ στερητικὸν V 12 δὲ post ἐλάττονα collocat t τὸν ἐλάττονα t Arist.: τὸ ἔλαττον PV καὶ P Arist.: τε καὶ t: τὸ V 13 ἀντικείμενον V 14 σημῆναι V post συζυγίας add. βούλεται Vt 16. 17 καὶ τὴν—ἀποφατικῆς om. P 19 τὸ e τῶ corr. V2 ὑπάρχῃ P 20 ὑπάρχει 22 ἐλάττω V 27 ὁ ἐν α΄ σχήματι τέταρτος συλλογιστικὸς τρόπος μερικὸν V 28 τὸ ἄρα—ζῴῳ om. V)

94
ἐνταῦθα ὥσπερ καὶ ἐν τῷ τετάρτῳ τρόπῳ τοὐ πρώτου σχήματος τὰ ἀντι- [*](XXVv) δῃργμένα τοῦ αὐτοῦ γένους λαμβάνων καὶ τὸ μὲν μείζονα ὅρον τιθεὶς τὸ δὲ μέσον, τὸ δὲ τούτων γένος ἐλάττονα ὅρον. προέταξε δὲ τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἥνπερ καὶ ἐπὶ τοῦ πρώτου τρόπου εἴπομεν, διότιπερ αὕτη διὰ μιᾶς μόνης ἀντιστροφῆς δείκνυται· ἡ γὰρ ἑτέρα οὐδὲ δι’ ἀντιστροφῆς ὅλως ἀλλὰ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀποδείκνυται.

p. 27a36 Πάλιν εἰ τῷ μὲν Ν παντὶ τὸ Μ τῷ δὲ Ξ τινὶ μὴ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν.

Tέταρτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι ὁ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς ἀποφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. ἰστέον δὲ ὅτι δι’ ἀντιστροφῆς οὐ δυνατὸν δεῖξαι ταύτην τὴν συζυγίαν· εἴτε γὰρ ἡ μείζων ἀντιστραφῇ καθόλου καταφατικὴ οὖσα, πρὸς τὴν μερικὴν ἀντιστρέφει, καὶ ἀσυλλόγιστος γίνεται ἡ συζυγία, εἴτε ἡ ἐλάττων ἀντιστραφῇ μερικὴ οὖσα ἀποφατική, πρὸς οὐδεμίαν ἀντιστρέφει, ὡς δέδεικται. διὸ μόνως διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς δεικτέον τὴν συζυγίαν οὕτως. τὸ Μ τῷ μὲν Ν παντὶ ὑπαρχέτω, τῷ δὲ Ξ μὴ παντί· λέγω ὅτι ἐξ ἀνάγκης τὸ N τῷ Ξ οὐ παντὶ ὑπάρξει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, λέγω δὴ τὸ παντὶ τῷ Ξ τὸ Ν ὑπάρχειν. εἰ τοίνυν ὑπέκειτο μὲν ἐξ ἀρχῆς τὸ Μ παντὶ τῷ Ν, νῦν δὲ κατὰ τὴν τῶν ἀντιλεγόντων ὑπόθεσιν τὸ Ν παντὶ τῷ Ξ ἀνάγκη τὸ Μ παντὶ τῷ Ξ ὑπάρχειν· ὁ γὰρ πρῶτος τρόπος γίνεται τοῦ πρώτου σχήματος. ἦν δὲ καὶ οὐ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἄτοπον. ψεῦδος ἄρ τὸ παντὶ τὸ Ν τῷ Ξ ὑπάρχειν, ἀληθὲς δὲ τὸ οὐ παντί εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν ὁμοίως τῷ τρίτῳ τρόπῳ τοῦ πρώτου σχήματος λαμβάνων εἶδος καὶ γένος καὶ κοινὸν ἀμφοτέρων καθολικώτερον καὶ τιθεὶς τὸ μὲν γένος μέσον ὅρον, τὸ δὲ εἶδος μείζονα, τὸ δὲ ἐπὶ πλέον ἀμφοτέρων ἐλάττονα, ὥσπερ καὶ ἐν τῷ πρώτῳ σχήματι. ἐν μὲν γὰρ τῷ πρώτῳ κατὰ μερικὴν καταφατικὴν τίθεται, ἐν δὲ τῷ δευτέρῳ κατὰ μερικὴν ἀποφατικήν· οἷον ζῷον παντὶ ἀνθρώπῳ, ζῷον οὐ παντὶ ἐμψύχῳ, καὶ συμπέρασμα ἄνθρωπος οὐ παντὶ ἐμψύχῳ.

Tοσοῦτοι καὶ ἐν δευτέρῳ σχήματι οἱ συλλογιστικοὶ τρόποι προσδιωρισμένων οὐσῶν τῶν προτάσεων. ἐὰν δὲ ἐπὶ τῆς ἐλάττονος μερικῆς οὔσης [*](1 ὥσπερ scripsi: ὧνπερ libri ἐν om. V 3 ἐλάττων V τῆς (ante ἐκ) P 4 ἀποφατικὴν P ἢν Vt 5 εἴπομεν] p. 88,26 sq. 8 εἰ] ἐν V τὸ μὲν μ΄ παντὶ τῷ ν΄ t τὸ δὲ V ὑπάρχῃ P (corr. Α Β): ὑπάρξει t 9 τινὶ om. V 11 ἐλάττω V 13 ταύτην δεῖξαι Vt ἄντε P, ἄν in ras. P2 13 et 15 PV2: ἀντιστροφὴ VH 15 post ἀντιστραφῇ II litt. eras. P 16 c. 2 p. 25a12 18 ὅτι καὶ τὸ τῷ t) ν΄ ἐξ ἀνάγκης Vt 19 τῶ (ante παντὶ) P 22 τρόπος post σχήματος collocant Vt 23 πᾶς (ante τὸ) V 24. 25 πᾶς· ἀπορήσεις V 25 ὑλῶν κἀνταῦθα Vt 29 post κτὰ prius add. τὴν V μερικὴν prius P: καθόλου Vt 29. 30 ἀπόφασιν P)

95
προτάσεως ἀπροσδιόριστον λάβωμεν καταφατικὴν ἢ ἀποφατικὴν ὡς ἰσοδυναμοῦσαν [*](ΧΧVv) τῇ μερικῇ, τῆς μείζονος καθόλου οὔσης ἢ καταφατικῆς ἢ ἀποφατικῆς γενήσονται ἄλλαι δύο συλλογιστικαὶ συζυγίαι, ἥ τε ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου ἀποφατικῆς, ὡς εἶναι τὰς πάσας συλλογιστικὰς συζυγίας ἐν δευτέρῳ σχήματι ἕξ. αἱ δὲ παρὰ ταύτας πᾶσαι ἀσυλλόγιστοι δείκνυνται διὰ τὸ μὴ φυλάττειν τὰ τοῦ σχήματος ἴδια.

Αἱ συλλογιστικαὶ συζυγίαι ἐν δευτέρῳ σχήματί εἰσιν

α΄ ἐκ δύο καθόλου, τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.

β΄ ἐκ δύο καθόλου, τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς.

γ΄ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς.

δ΄ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατ.ικῆς.

ε΄ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς.

ς΄ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου ἀποφατικῆς.

p. 27b4 ἐὰν δὲ τοῦ μὲν Ξ παντὸς τοῦ δὲ Ν μὴ παντὸς κατηγορηται, οὐκ ἔσται συλλογισμός.

᾿Εντεῦθεν βούλεται τὰς ἀσολλογίστους ἐλέγξαι συζυγίας τὰς μὴ ἐκ τῶν δύο καθόλου· τὰς γὰρ ἐκ τῶν δύο καθόλου ἤδη ἀπήλεγξε. πρῶτον δὲ περὶ τῶν ἀνομοιοσχήμων διαλαμβάνει καὶ δείκνυσιν ὡς ἀσυλλόγιστοί εἰσιν. ἐπειδὴ γὰρ ἀνάγκη, εἰ συλλογιστικὸς εἴη ὁ τρόπος, καὶ ἐν τούτῳ τῷ σχήματι τὴν μείζονα εἶναι καθόλου, νῦν δὲ μερικὴ γέγονεν, εἰκότως ἀσυλλόγιστος ὁ τρόπος. διαλαμβάνει οὖν πρῶτον περὶ τῆς ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ἔοικε δὲ αὐτῷ ἡ τάξις τῶν συζυγιῶν εἰλῆφθαι ἐκ τοιαύτης διαιρέσεως. |

Διαλαβὼν οὖν ἐκ τῆς τοιαύτης διαιρέσεως πρότερον περὶ τῶν δύο [*](XXVIr) πρώτων τμημάτων τῶν συλλογιστικῶν μέτεισιν ἐπὶ τὰς ἀσυλλογίστους. καὶ πρῶτον ἐλέγχει τὸν πρῶτον μὲν τῶν ἀσυλλογίστων τρίτον δὲ τῆς διαιρέσεως τὸν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ἐλέγχει δὲ πάλιν καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσαν τὴν συζυγίαν, ὅπερ ἀνοίκειον συλλογιστικῆς μεθόδου, μὴ ὡρισμένα καὶ ἀεὶ ταὐτὰ ἐκ τῶν

[*](1 καταφατικὸν ἡ ἀποφατικὸν t 1.2 ἰσοδυναμούσης Vt 3 post γενήσονται add. ἔτι v 5 ἀποφατικῆς V 7 περὶ t ἅπασαι, sed posl δείκνυνται V t 9 συλλογιστικαὶ in ἀσυλλόγιστοι corr. V 2 εἰσιν om. Vt 10–17 om. V ἁ, β΄ κτλ. om. t 10 δύο P: ἁ t IS post δὲ add. καὶ t παντὶ utrobique V 18. 19 κατηγορεῖται Pt 19 post κατῆγ’. add. τὸ μ΄ t (u, re. d) ἐστι V 21 ἀπήλεξε P 22 ἀνομοιοσχημόνων t 25 τῆς all. om. Pt 27 ἐκ om. t 29 πρώτων scripsi: πρῶτον P: om. Vt 30 τὴν διαίρεσις t 32 τὸ alt. om. Vt)
96

ο ί-̓ π̔́ ε c̓͂ι O v_S λλ H -=** .̔́ S3, (,ι rH ὦι ε λλ P o, * r s C λλ -^, 4)̀ οἱ λλ ω H -̓ a. ο ἑ, ο o ἴ’ λ̓ s ft H ft ἣ H ε ὦι )́ «: p>, 8- λ̀ ὶι h O H -ι] • « s λλ ἴ’ μ σ -ὡ

97
αὐτῶν προτάσεων συνάγειν τὰ συμπεράσματα. ὅροι δὲ τοῦ μὲν παντὶ [*](XXVIr) οὕτως· ζῷον οὐ πάσῃ οὐσίᾳ, ζῷον παντὶ κόρακι, καὶ συμπέρασμα ἡ οὐσία παντὶ κόρακι· τοῦ δὲ μηδενὶ οὕτως· ζῷον οὐ παντὶ λευκῷ, ζῷον παντὶ κόρακι, καὶ συμπέρασμα λευκὸν οὐδενὶ κόρακι. οὗτος τρίτος τρόπος ἀσυλλόγιστος ἐν δευτέρῳ σχήματι.

p. 27b6 οὐδὲ ὅταν τοῦ μὲν Ξ μηδενὸς τοῦ δὲ N τινός.

Tέταρτος τρόπος ἀσυλλόγιστος ἐν δευτέρῳ σχήματι ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. αἰτία δὲ κἀνταῦθα τοῦ ἀσυλλογίστου ἡ αὐτή, τὸ τὴν μείζονα μερικὴν εἶναι. παράδειγμα τοῦ μὲν παντὶ οὕτως· ζῷον τινὶ οὐσίᾳ, ζῷον οὐδενὶ λίθω, καὶ συμπέρασμα οὐσία παντὶ λίθῳ. ἀντὶ δὲ τοῦ λίθου αὐτὸς ἐν τῷ ἐλάττονι ὅρῳ μονάδα ἔλαβε κατὰ τοὺς Πυθαγορικούς, ὡς εἴρηται, τὴν μονάδα οὐσίαν καλῶν. τοῦ δὲ μηδενί· ζῷον τινὶ οὐσίᾳ, ζῷον οὐδεμιᾷ ἐπιστήμῃ, καὶ συμπέρασμα οὐσία οὐδεμιᾷ ἐπιστήμῃ.

p. 27b9 Ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κτὰ μέρος, εἴρηται πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός.

Δεῖται προσθήκης τινὸς ἔξωθεν ὁ λόγος οὕτως. πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμὸς ἀνομοιοσχημόνων αὐτῶν οὐσῶν. εἰ γὰρ μὴ προσυπακούσωμεν τοῦτο, εὑρεθήσεται ψευδὴς ὁ λόγος· οὐ γὰρ εἶπε περὶ των ὁμοιοσχημόνων προτάσεων τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς. ἢ πάλιν τὰ ἐπιφερόμενα περιττά· μέλλει γὰρ εὐθέως διαλαβεῖν περὶ τῶν ἀντικείμενον ἐχουσῶν τὸ καθόλου τῷ μερικῷ. |

p. 27b10 Ὅταν δὲ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, οἷον XXVIv ἀμφότεραι στερητικαὶ ἢ καταφατικαί, οὐδαμῶς ἔσται συλλογισμός.

Ἴδιον τούτου τοῦ σχήματος, ὡς πολλάκις εἰρήκαμεν, εἶναι] τὸ δεῖν τὴν μὲν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ οἱ μὲν οὖν εἰρημένοι ἀσυλλόγιστοι δύο τρόποι κατὰ τὸ ποσὸν ἐσφάλλοντο· τὴν γὰρ μείζονα μερικὴν ἐλάμβανον, ἣν ἐχρῆν εἶναι καθόλου, εἴπερ ἔμελλον συλλογιστικαὶ γίνεσθαι συζυγίαι. οἱ δὲ νῦν λεγόμενοι κατὰ τὸ ποιὸν ἡμάρτηνται· λαμβάνουσι γὰρ ὁμοιοσχήμονας ἀμφοτέρας τὰς προτάσεις. δείκνυσιν οὖν αὐτὰς ὁ φιλόσοφος ἀσυλλογίστους. λαμβάνει δὲ πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς [*](1 συνάγων t: compend. V post σύναγ’. del. προτάσεων, ut videtur V2 3 οὐ om. 6 μηδενὶ V 9. 10 παραδείγματα Vt 12 Πυθαγορίους P εἴρηται] p. 929 13 μηδὲν t 15 τὸ (ante κατὰ) PV 17 οὗτος Vt 18 ὁμοιοσχημόνων t 19 προσυπακούσομεν Vt 20 ἀνομοιοσχημόνων V καθόλου <οὔσης> 22 ἀντικειμένως P: ἀντικειμένων t τῶι (ante καθ.) P: τῶν t τὸ μερικόν V 26 του σχήματος post εἰρήκαμεν collocat V εἶναι delevi εἰρήκαμεν] velut p. 70,11 sq. 32. 33 πρῶτον pr. P, corr. P1 33 καταφατικῆς pr. V. corr. V2)

98
ἀποφατικῆς. παράδειγμα τοῦ μὲν μηδενὶ ὑπάρχειν οὕτως· ζῷον οὐδεμιᾷ [*](XXVI v) χιόνι, ζῷον οὐ παντὶ μέλανι, καὶ συμπέρασμα χιὼν οὐδενὶ μέλανι.

p. 27b16 τοῦ δὲ παντὶ ὑπάρχειν οὐκ ἔστι λαβεῖν ὅρους.

Eἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν ὅτι ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν ἰσοδυναμεῖ τῇ καθόλου ἀποφατικῇ ποτὲ δὲ τῇ μερικῇ καταφατικῇ· ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης τῇ μερικῇ καταφατικῇ ἰσοδυναμεῖ· εἰ γὰρ ἀλη- θὲς ὅτι μὴ πᾶς ἄνθρωπος λευκός, ἀληθὲς καὶ ὅτι τὶς ἄνθρωπος λευκός· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης τῇ καθόλου ἀποφατικῇ· εἰ γὰρ μηδεὶς πτερωτός, καὶ οὐ πᾶς πτερωτός. ὥστε τὴν ἀλήθειαν ἔχει ἡ μερικὴ ἀποφατικὴ ποτε μὲν δι’ ἑαυτὴν ποτὲ δὲ διὰ τὴν καθόλου· ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης δι’ ἑαυτήν· διὸ καὶ ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ· ἐπὶ δὲ τῆς ἀδυνάτου διὰ τὴν καθόλου ἀποφατικήν· διὸ καὶ ἰσοδυναμεῖ αὐτῇ. ἐπειδὴ οὖν νῦν ἡ ἐλάττων πρότασις μερική ἐστιν ἀποφατική, ἐὰν ληφθῇ δι’ ἑαυτὴν οὖσα ἀληθής, οὐκ ἔστιν εὑρεῖν ὅρους τὸ παντὶ ὑπάρχειν συνάγοντας. τῇ δὲ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυσιν ὅτι οὐ δυνατὸν τὸ παντὶ συνάγειν ἐκ τῶν τοιούτων ὅρων. εἰ γὰρ δυνατόν, φησίν, ὑπαρχέτω τὸ Ν παντὶ τῷ Ξ· ἐπειδὴ οὖν ὑπέκειτο τὸ Μ μηδενὶ τῷ N ὑπάρχειν, ἔστι δὲ καὶ τὸ Ν παντὶ τῷ Ξ, τὸ ἄρα Μ οὐδενὶ τῷ Ξ ὑπάρξει. ὑπέκειτο δὲ καὶ τινί· οὕτω γὰρ ἐλήφθη ἡ μερικὴ ἀποφατική, ἰσοδυναμοῦσα τῇ μερικῇ καταφατικῇ. τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἄρα] ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς δυνατὸν εἶναι λαβεῖν ὅρους συνάγοντας τὸ παντὶ τῶ Ξ τὸ Ν τῆς Μ Ξ προτάσεως, τουτέστι τῆς ἐλάττονος, τινὶ ὑπαρχούσης τινὶ δὲ μή. οὐκ ἄρα δυνατὸν τὸ παντὶ συναγαγεῖν οὕτω λαμβανομένης τῆς μερικῆς, τουτέστιν ἐπαμφοτεριζούσης.

p. 27b20 Ἐκ δὲ τοῦ ἀδιορίστου δεικτέον.

Ἀδιόριστον καλεῖ τὸ τινὶ μὴ ὑπάρχειν διὰ τὸ μὴ ἔχειν, ὡς εἴπομεν, ὡρισμένην τὴν σημασίαν ἀλλὰ δύνασθαι καὶ ἀντὶ τῆς μερικῆς καταφατικῆς λαμβάνεσθαι καὶ ἀντὶ τῆς καθόλου ἀποφατικῆς. ἐπεὶ οὖν, φησίν, ἀδιόριστος ἡ σημασία, ἐὰν ληφθῇ ἡ ἰσοδυναμοῦσα τῇ καθόλου ἀποφατικῇ, δῆλον ὅτι ἀσυλλόγιστος ἔσται· τηνικαῦτα γὰρ συνάγει καὶ παντί· οἷον ζῷον οὐδενὶ ἀψύχῳ, ζῷον οὐ παντὶ λίθῳ, καὶ συμπέρασμα ἄψυχον παντὶ λίθῳ.

[*](2 καὶ συμπέρασμα om. V 3 post παντὶ add. φησὶν PV 4 ἐν τοῖς ἔμπροσθεν] c. 4 p. 26b14 sq. 5. 6 ἐπὶ—καταφατικῇ om. V 5 μὲν t: om. P 8 ἀποφάσει P post ἀποφατ. add. ἰσοδυναμεῖ Vt 9 εἰσάγει V ἀπόφασις P 12 ἀπόφασιν P ἐπεὶ V 13 νῦν superscr. V: om. P ληφθῇ om. V 14 οὖσα Pt: ἐστὶν V ὅρους εὑρεῖν V ὑπάρχει συναγέτω V 15 οὐ δυνατὸν Pt: οὐδενὶ e παντὶ corr. V2 συνάγει e συνάγειν corr. V2 18 ὑπάρχει V 19 ἐλήφθη 20 ἄρα prius bis V ἄρα alt. delevi cf. p. 91,10 22 ξ alt. e ν corr. V2 23 συνάγειν t 25 post ἀδιορίστου add. φησὶ PV 26 καλεῖ om. V 29 ἡ om. V 30 γὰρ P: τὸ Vt 31 παντὶ alt. ex οὐδενὶ corr. V2)
99

p. 27b23 Πάλιν ἔστωσαν κατηγορικαί, καὶ τὸ καθόλου κείσθω XXVI v ὁμοίως.

Ἕκτος τρόπος ἀσυλλόγιστος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς διὰ τὸ ὁμοιόσχημον πάλιν τῶν προτάσεων. παράδειγμα τοῦ μὲν μηδενί· λευκὸν παντὶ κύκνῳ, λευκὸν τινὶ λίθῳ, καὶ συμπέρασμα κύκνος οὐδενὶ λίθῳ. τοῦ δὲ παντὶ οὐκ ἔστιν ἁπλῶς οὐδὲ ἐνταῦθα | λαβεῖν ὅρους διὰ τὴν εἰρημένην ἔμπροσθεν αἰτίαν, ὅτι γὰρ ἰσοδυναμεῖ [*](XXVII r) ἡ μερικὴ καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ ὑποδυομένη τὴν συζυγίαν. διὸ πάλιν ἐκ τοῦ ἀδιορίστου κατασκευαστέον ἰσοδυναμοῦσαν λαμβάνοντας τὴν μερικὴν καταφατικὴν τῇ καθόλου καὶ οὐ δι’ ἑαυτὴν ἀληθεύουσαν, καὶ οὕτω δεικτέον ἀσυλλόγιστον τὴν συζυγίαν καὶ συνάγουσαν καὶ τὸ παντὶ οὕτως· οὐσία παντὶ ζῴῳ, οὐσία τινὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ.

p. 27b28 Εἰ δὲ τὸ καθόλου πρὸς τὸ ἔλαττον ἄκρον ἐστίν.

Ἕβδομος οὗτος τρόπος ἀσυλλόγιστος, ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. οἷον τοῦ μὲν παντὶ ὅροι οὕτως· λευκὸν οὐ παντὶ ζῴ ᾦ, λευκὸν οὐδενὶ κόρακι, καὶ συμπέρασμα ζῷον παντὶ κόρακι· τοῦ δὲ μηδενί· λευκὸν οὐ παντὶ λίθῳ, λευκὸν οὐδενὶ κόρακι, καὶ συνάγεται λίθος οὐδενὶ κόρακι. οὐδὲν δὲ ἡμῖν δυσχερὲς διὰ τὴν μερικὴν ἀποφατικὴν ἐν ταύτῃ τῇ συζυγίᾳ, ἐπειδή, κἂν ληφθῇ ἰσοδυναμοῦσα τῇ μερικῇ καταφατικῇ, οὐδὲν ἧττόν ἐστιν ἀσυλλόγιστος· ἡ γὰρ μείζων ὁποία ποτ’ ἄν ᾖ (μερικὴ γάρ), ἀσυλλόγιστον ποιεῖ τὴν συζυγίαυ.

p. 27b32 Εἰ δὲ κατηγορικαὶ αἱ προτάσεις.

Ὄγδοος οὗτος τρόπος ἀσυλλόγιστος, ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς. αἴτιον δὲ κἀνταῦθα τὸ ὁμοιόσχημον τῶν προτάσεων. οἷον λευκὸν τινὶ ζῴῳ, λευκὸν πάσῃ χιόνι. καὶ συμπέρασμα ζῷον οὐδεμιᾷ χιόνι· τοῦ δὲ παντί· λευκὸν τινὶ ζῴῳ λευκὸν παντὶ κύκνῳ, καὶ συμπέρασμα ζῷον παντὶ κύκνῳ. τοιαῦται αἱ ἀσυλλόγιστοι συζυγίαι <αἱ> ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς, ὦσιν ὁμοιοχήμονες.

[*](3 κατηγορικῆς Pt 4 πάλιν Pt: περὶ V 6. 7 ἁπλῶς οὐδὲ ἐνταῦθα om. P 7 ἔμπροσθεν] p. 98,5. 6 γὰρ om.. Vt 8 ὑποδυομένην V 10 λαμβάνοντας V1: λαμβάνοντες V2 καταφατικὴν V1: ἀποφατικὴν V2 καθόλου in ras. superset-. καταφατικῆ V2 οὐ del., ut videtur, V 11 supra καὶ οὕτω δεικτέον ἀλλὰ διὰ τῆς τῶν V2 συνάγεται V 12 τινὶ ἀνθρώπῳ] οὐ παντὶ ἀνθρώπῳ e ζώω (hoc iam in ras. V2) corr. V2 13 παντὶ corr. V2 17. 18 καὶ—παντὶ om. V 18 δὲ ora. P 19 ἡμῖν Pt: ἐστὶ V 22 γάρ scripsi: δέ libri 27 τὸ V 28 αἱ om. P 29 αἱ addidi)
100

p. 27a36 Ἀλλ᾿ οὐδὲ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει·

᾿Ενταῦθα ἐφεξῆς ἲς πλέκει ἀσυλλογίστους συζυγίας· τεσσάρων <γὰρ> οὐσῶν ἐν τούτοις προτάσεων, τῆς μερικῆς ἀποφατικῆς καὶ καταφατικῆς καὶ ἀπροσδιορίστου καταφατικῆς καὶ ἀποφατικῆς, καὶ τῆς μείζονος κατὰ μίαν τούτων λαμβανομένης ἡ ἐλάττων ποικίλλεται κατὰ τὰς τέσσαρας· τετράκις οὖν τὰ τέσσαρα τὰ ἵζ’. εὐπορεῖ δὲ ἐπὶ πάντων κοινῶν ὅρων, δι’ ὧν πάσας ἀσυλλογίστους δείκνυσιν ὡς καὶ τὸ παντὶ καὶ οὐδενὶ συναγούσας· τοῦ μὲν παντί. λευκὸν τινὶ ζῴω, λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενί· λευκὸν τινὶ ζῴῳ, λευκὸν τινὶ ἀψύχῳ, καὶ ζῷον οὐδενὶ ἀψύχῳ.

p. 28a6 Ἃ ἢ ἐνυπάρχει τοῖς ὅροις ἐξ ἀνάγκης ἢ τίθενται ὡς ὑποθέσεις.

᾿Ενυπάρχει μὲν τὰ κατὰ ἀντιστροφὴν περαινόμενα, τίθενται δὲ ὡς ὑποθέσεις τὰ λήμματα τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς.

p. 28a10 ἐὰν δὲ τῷ αὐτῷ τὸ μὲν παντὶ τὸ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἄμφω παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον καλῶ τρίτον·

Πέρας ἀπείληφε καὶ τὸ δεύτερον σχῆμα· ἐντεῦθεν λοιπὸν τὸ τρίτον, ἐν ᾧ ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται· διὸ ἐν μὲν τῷ δευτέρῳ σχήματι εἶπεν “ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ ἐπειδὴ ἀμφοτέρων ἐκεῖ κατηγορεῖτο ὁ μέσος· ἐνταῦθα δέ φησιν ἐὰν δὲ τῶ αὐτῶ. ἴδιον δὲ τούτου τοῦ σχήματος τὴν ἐλάττονα μόνον ἔχειν καταφατικήν. ὅθεν καὶ τῶν ἄλλων σχημάτων ἀνὰ τέσσαρας ἐχόντων συλλογιστικὰς συζυγίας τοῦτο ἓξ συζυγιῶν συλλογιστικῶν εὐπόρησεν· ἐπ’ ἐκείνων μὲν γὰρ πλείους ἦσαν αἱ διαφοραὶ αἷς τὰς συλλογιστικὰς προτάσεις οἷον ἐπὶ μὲν τοῦ πρώτου καὶ τὸ τὴν | μείζονα εἶναι καθόλου [*](XXVII v) καὶ τὸ τὴν ἐλάττονα καταφατικήν, ἐπὶ δὲ τοὐ δευτέρου τὸ τὴν μὲν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα· ἐπὶ δὲ τοῦ τρίτου ἐξαρκεῖ εἰς τὸ ποιῆσαι τὰς συλλογιστικὰς προτάσεις τὸ τὴν ἐλάττονα μόνην εἶναι καταφατικήν. ὅτι δὲ ἔνθα πλείους αἱ διαφοραί, ὁ ἀριθμὸς του ὑποκειμένου συστέλλεται, δῆλον· καὶ γοῦν τὸ ζῷον, ἐν ὅσῳ μὲν τ,ὰς δύο μόνας ἔχει διαφοράς. τό τε ἔμψυχον καὶ τὸ αἰσθητικὸν, ἔπι πλέον ἐστι του ἀνθρώπου. γενομένης δὲ τῆς τοῦ λογικοῦ καὶ θνητοῦ διαφορᾶς εἰς μόνον [*](2 γὰρ addidi 4 fort. <τῆς> ἀπροσδ. post καὶ alt. add. γὰρ Vt κατὰ μίαν καθ’ ἕνα libri 7 fort. <τὸ> οὐδενὶ συνάγουσιν P 9 λεύκω (post μηδενὶ) 11 ἁ om. P τίθεται P itemque vs. 13 12 ὑπόθεσις P 13 post μὲν add. γὰρ P παραινόμενα pr. V, corr. V2 14 ὑπόθεσις pr. P, corr. P1 τέλος τοῦ subscr. P 15 ἀρχὴ τοῦ τρίτου σχήματος inscr. PV ὅταν t(d) 17 ἔνθεν P 19 εἶπεν] c. 5 p. 26b34 τῷ αὐτῷ t 20 ἐπεὶ V post μέσος add. ὅρος P δὲ om. P 21 μόνην, ut videtur, V 22 ἀνὰ V: πρὸς Pt 24 post γὰρ add. ἐπειδὴ P αἷς om. P 24. 25 ἐπιγινώσκομεν V 28 ἐξαρκῆς V εἰς τὸ ποιῆσαι scripsi: εἰδοποιῆσαι libri 29 ἐνταῦθα pr. P, corr. P2 30 γὰρ V 32 immo προσγενομένης)

101
περιέστη τὸν ἄνθρωπον· ἀεὶ γὰρ ἡ προσθήκη τῶν προσδιορισμῶν ἐλλείπειν [*](XXVII v) τὰ πράγματα ποιεῖ. πάντα δὲ τὰ συμπεράσματα μερικὰ συνάγεται ἐν τούτῳ τῳ σχήματι.

p. 28a12 Μέσον δ’ ἐν αὐτῷ λέγω καθ’ οὗ ἄμφω κατηγορεῖται.

Εἴρηται ὅτι ἡ τάξις τῶν σχημάτων ἐκ τῆς τοῦ μέσου πρὸς τὰ ἄκρα σχέσεως εἴληπται· διὰ τοῦτο νῦν ὡς τὴν ἐσχάτην ἔχοντος ἐν τούτῳ τῷ σχήματι τοῦ μέσου ὅρου τάξιν ἀμφοτέροις γὰρ ὑπόκειται τοῖς ἄκροις) καὶ τὸ σχῆμα τὴν ἐσχάτην τῶν λοιπῶν ἀπείληφε τάξιν.

p. 28a13 Μεῖζον δ’ ἄκρον τὸ πορρώτερον τοῦ μέσου, ἔλαττον δὲ τὸ ἐγγύτερον.

Ὁ μείζων ὅρος ἐν τούτῳ τῷ σχήματι δὶς κατηγορεῖται, τοῦ τε γὰρ μέσου καὶ τοῦ συμπεράσματος· ὁ δὲ ἐλάττων ἅπαξ κατηγορεῖται, τοῦ γὰρ μέσου μόνον, ὑπόκειται δὲ τῷ μείζονι ἐν τῷ συμπεράσματι· ὁ δὲ μέσος μόνως ὑπόκειται, οὐδέποτε δὲ κατηγορεῖται. διὸ μείζονα ὅρον τὸν πορρωτέρω τοῦ μέσου φησί· πορρωτέρω γὰρ ἄν εἴη κατὰ συγγένειαν τοῦ μηδὲ ὅλως κατηγορουμένου ἀεὶ δὲ ὑποκειμένου ὁ ἀεὶ κατηγορούμενος καὶ οὐδέποτε ὑποκείμενος, ὅπερ ἐστὶν ὁ μείζων. ἔγγιον δὲ μᾶλλον ὁ ποτὲ μὲν ὑποκείμενος ποτὲ δὲ κατηγορούμενος· οὗτος δέ ἐστιν ὁ ἐλάττων.

p. 28a14 τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, ἔσχατον δὲ τῇ θέσει.

Ἔξω μέν, διότι οὐ κατ’ εὐθεῖαν τῶν ἄκρων, ἔσχατον δέ, διότι ὑποκάτω.

p. 28a18 Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων, ὅταν καὶ τὸ Π καὶ τὸ P παντὶ τῷ Σ ὑπάρχῃ.

Πρῶτος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχήματι, ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· οἷον ζῷον κατὰ παντὸς ἀνθρώπου, οὐσία κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα πέρασμα ζῷον κατὰ τινὸς οὐσίας. ἐπεὶ γὰρ ἡ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει καταφατικήν, εἰ ἡ οὐσία παντὶ ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος τινὶ οὐσίᾳ· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος [*](1 περίεστιν P post τῶν add. δὶς V t 1. 2 ἐκλείπειν t 2 τὸ πρᾶγμα P 4 κατηγορεῖται PV (Marc. 231): κατηγοροῦμεν t: τὰ κατηγορούμενα Arist. 5 εἴρηται] p. 65,4 sq. 7 γὰρ om. V 8 τῶν λοιπῶν τὴν ἐσχάτην V post λοιπῶν add. σχημάτων P ἀπείληφε scripsi: ἀνείληφε libri 9 πορροτέρω P(n) 12 an τοῦ <ἐλάττονος ἐν τῷ> συμπεράσματι? 12. 13 ὁ δὲ ἐλάττων—συμπεράσματι om V 13 δὲ ὁ t 15 τοῦ μέσου om. V δέ Vt 17 ἔγγιον PV2: ἀγγείων V1: 18 ἐλάχιστος Vt 19 δὲ prius e μὲν corr. V 21 οὐ om. V 23 οὑν om. V ὄντων om. P τῶν ὅρων PVt(n): um. Arist. 24 ὑπάρχει Vt)

102
ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς [*](XXVIIv) μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατὰ τινὸς οὐσίας, ζῷον ἄρα τινὶ οὐσίᾳ. δεῖ δὲ λαμβάνειν ἐπὶ τούτου τοῦ τρόπου, ὥσπερ ἐπὶ τοῦ τρίτου τρόπου τοῦ πρώτου σχήματος, γένος καὶ εἶδος καὶ κοινὸν ἀμφοῖν καὶ τὸ μὲν γένος μείζονα ὅρον τιθέναι, τὸ δὲ εἶδος μέσον, τὸ δὲ κοινὸν ἀμφοῖν ἐλάττονα. καὶ ἡ μὲν ἐπ’ εὐθείας δεῖξίς ἐστ·ιν αὕτη. λαμβάνει δὲ στοιχεῖα τὸ Π καὶ τὸ P καὶ τὸ Σ τὴν ὕφεσιν δεικνὺς τοῦ τρίτου σχήματος καὶ διὰ τῆς ὑφέσεως τῆς κατὰ τὴν τάξιν τῶν στοιχείων· τίθησι δὲ τὸ Σ μέσον ὅρον δεικνὺς τὴν ὕφεσιν αὐτοῦ τὴν πρὸς τοὺς ἄκρους διὰ τῆς κτὰ τὴν τάξιν ὑφέσεως τοῦ Σ τῆς πρὸς τὸ Π καὶ τὸ P. ἔστι δὲ καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν. εἰ γὰρ ἐπὶ παντὸς ἀνάγκη ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν τὰς ἀντιφατικῶς ἀντικειμένας, εἴ τις ὑπόθοιτο ψεῦδος εἶναι τὸ τινὶ τῷ P τὸ Π ὑπάρχειν, ἀνάγκη τὸ ἀντιφατικῶς ἀντικείμενον εἶναι ἀληθὲς τὸ οὐδενί· ὑποκείσθω οὖν τὸ Π, τουτέστι τὸ ζῷον, καθὼς ὁ ἀντιλέγων βούλεται, μηδενὶ τῷ P ὑπάρχειν, τουτέστι τῇ οὐσίᾳ. ὑπέκειτο δὲ τὸ P, τουτέστιν ἡ οὐσία, παντὶ τῷ Σ ὑπάρχειν, τουτέστι τῷ ἀνθρώπῳ· γίνεται οὖν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Π οὐδενὶ τῷ Σ ὑπάρχει, τουτέστι τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ. ὑπέκειτο δὲ καὶ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ὅτι τὸ Π οὐδενὶ τῷ P. ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινὶ τῷ P τὸ Π, οπερ εοει οειξαι.

p. 28a23 Καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν.

᾿Ορα πῶς καὶ αὐτὸς οἶδε διαφέρουσαν τὴν ἔκθεσιν τῆς ἀντιστροφῆς ῆς μερικῆς καταφατικῆς, ὡς ἐλέγομεν ἐν τῷ περὶ ἀντιστροφῶν λόγῳ· γὰρ μετὰ τὸ ἀποδεῖξαι διὰ τῆς ἀντιστροφῆς φησὶ δυνατὸν καὶ | διὰ [*](XXVIII r) τῆς ἐκθέσεως πιστώσασθαι τὸ λεγόμενον. πῶς οὖν δείκνυται διὰ τῆς ἐκθέσεως; εἰ τὸ Π καὶ τὸ P τῷ Σ ὑπάρχει παντί, δῆλον καὶ μέρει τινὶ αὐτοῦ· ἐὰν οὖν τι μέρος λάβωμεν τοῦ Σ, οἷον τὸ Ν, τοῦτο, φησί, κοινὸν μέρος ἔσται τοῦ τε Π καὶ τοῦ P, ὥστε τινὶ μέρει τοῦ P, τουτέστι τῷ Ν, ὑπάρχει τὸ Π ἐξ ἀνάγκης. καὶ ἐπὶ τῶν ὅρων δὲ πάλιν, εἰ τὸ ζῷον καὶ ἡ οὐσία παντὶ ἀνθρώπῳ ὑπάρχει, καὶ τινὶ δῆλον ὅτι· ἐὰν οὖν ληφθῇ τι τοῦ ἀνθρώπου, οἷον Σωκράτης, οὗτος καὶ τῆς οὐσίας τι ἔσται καὶ τοῦ ζῴου, [*](3 ἄνθρωπος τινὶ οὐσία P post οὐσίᾳ add. οὐσία ἄρα τινὶ ζῴῳ t 6 εἰ μὲν P 7 ἐστιν om. V 8 δεικνύων Vt καὶ om. Vt τὴν om. V 10 τὴν om. V τὸ alt. om. Vt 11 καὶ prius om. V τῷ Arist. cf. vs. 25: τὸ P: διὰ τοῦ Vt 13 ἀντιφαντικῶς P 14 ὑπάρχει V 17 τουτέστι om. P 21 καὶ primum om. V 22 ante ἀδ. add. δὲ Vt, at cf. p. 98,20 25 τὸ Pt(i) 27 ἐλέγομεν] p. 49,20 sq. ἀντιστροφῆς V 30 εἰ] εἰς V fort. δῆλον <ὡς> 32 ὥστε ἐπεὶ Vt 33 τί π΄ e τίνι corr. V τῶ ζώω pr. V, corr. V2)

103
ὥστε τινὶ οὐσίᾳ, τουτέστι Σωκράτει, ὑπάρχει τὸ ζῷον. δυνατὸν δὲ [*](XXVIII r) καὶ οὕτω δεῖξαι· εἰ γὰρ τὸ P παντὶ τῷ Σ ὑπάρχει, τὸ ἄρα Σ μέρος ἐστὶ τοῦ Ρ· εἰ οὖν τὸ Π παντὶ τῷ Σ ὑπάρχει, τὸ δὲ Σ μέρος τοῦ P, τὸ ἄρα Π μέρει τοῦ P ὑπάρχει, ὅπερ ἦν τὸ Σ. τὸ μὲν οὖν τινὶ ἐξ ἀνάγκης ἀεὶ συνάγεται. τὸ δὲ παντὶ ἔστιν ὅτε, ἐὰν ληφθῇ ὁ μείζων ὅρος καθολικώτερος τοῦ ἐλάττονος· οἷον ἔμψυχον παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ἔμψυχον παντὶ ζῴῳ. ἀλλὰ τὸ μὲν τινὶ ἐξ ἀνάγκης συνάγεται καὶ ἀεί, τὸ δὲ παντὶ οὐκ ἀεί.

p. 28a26 Καὶ ἄν τὸ μὲν P παντὶ τῷ Σ τὸ δὲ Π μηδενὶ ὑπάρχῃ.

Δεύτερος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχῆματι, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον ἄλογον οὐδενὶ λογικῷ, ζῷον παντὶ λογικῷ, καὶ συνάγεται ἄλογον οὐ παντὶ ζῴῳ ἐπεὶ γὰρ ἡ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει, εἰ τὸ ζῷον παντὶ λογικῷ, τὸ λογικὸν τινὶ ζῴῳ· εἰ τοίνυν τὸ μὲν ἄλογον οὐδενὶ λογικῷ, τὸ δὲ λογικὸν τινὶ ζῴῳ, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα ἄλογον οὐ παντὶ ζῴῳ. δεῖ δὲ λαμβάνειν ὅρους, ὥσπερ καὶ ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ πρώτου σχήματος, ἀντιδιῃρμένα ἀλλήλοις εἴδη καὶ κοινόν τι ἀμφοῖν καὶ τὸ μὲν κοινὸν ποιεῖν ἐλάττονα ὅρον, τῶν δὲ ἀντιδιῃρημένων τὸν μὲν μείζονα τὸν δὲ μέσον ὅρον.

p. 28a28 Ὁ γὰρ αὐτὸς ἔσται τρόπος τῆς δείξεως ἀντιστραφείσης τῆς Ρ Σ προτάσεως.

Ὁ αὐτὸς τῷ προτέρῳ τρόπῳ· ὥσπερ γὰρ ἐν ἐκείνῳ ἀντιστρέφοντες τὴν ἐλάττονα πρότασιν καθόλου καταφατικὴν οὖσαν ἐποιοῦμεν μερικὴν καταφατικὴν καὶ ἐγίνετο ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου τῆς δ’ ἐλάττονος μερικῆς καταφατικῆς, οὕτω κἀν τούτῳ τῷ τρόπῳ τῆς αὐτῆς ἀντιστραφείσης γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. δειχθείη δ’ ἂν καὶ διὰ τοῦ ἀδυνάτου καθάπερ ἐπὶ τοῦ πρότερον. εἰ γὰρ ψεῦδος τὸ μὴ παντὶ τὸ Π τῷ Ρ ὑπάρχειν, τουτέστι τὸ ἄλογον τῷ ζῴῳ, ἀληθὲς τὸ παντί· τοῦτο γὰρ ἀντιφατικῶς ἀντίκειται. εἰ τοίνυν τὸ μὲν ἄλογον, τουτέστι τὸ Π, τεθείη [*](2 post ρ΄ add. ἐν t 4 μέρει scripsi: μέρος PVt τὸ σݲ Pt: τῶ σ΄ ἀεὶ Pt: τινὶ V 8 ἀεὶ prius e τινὶ corr. V παντὶ δὲ Vt 9 εἰ P ὑπάρχει Vt 11 καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς mrg. V2 12. 13 ζῶον λογικῶ superscr. V2 13 οὐ om. P 17 καταφατικὸν pr. V, corr. V2 18 οὐ τινὶ Pt 20 καὶ κοινονοῦν P τι om. V καὶ alt. om. V 21 immo τὀ— τὸ cf. p. 110,2 22 ἔσται PVt (i, post τp. C): om. Arist. 23 τῆς Pt: τὸ V 24 ἀντιστρέφοντες t: ἀντιστρέφοντα P: ἀντιστραφέντες V 30 post καθάπερ add. καὶ V 30. 31 τῶ (e τό corr.) ρ΄ τό (e τῶ corr.) π΄ V 32 ἀντιφατικῆς pr. V, corr. V2)

104
κατὰ τὸν ἀντιλέγοντα παντὶ τῷ P, τουτέστι τῷ ζῴῳ, ὑπάρχειν, ἦν δὲ [*](XXVIII r) καὶ τὸ P παντὶ τῷ Σ, τουτέστι τὸ ζῷον παντὶ τῷ λογικῷ, δῆλον ὅτι γίνεται ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγων συμπέρασμα, ὅτι τὸ Π, τουτέστι τὸ ἄλογον, παντὶ τῶ Σ, τουτέστι τῷ λογικῷ, ὑπάρχει. ὑπέκειτο δὲ ἐξ ἀρχῆς οὐδενί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον διὰ τί ἠκολούθησεν; διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π παντὶ τῷ P ὑπάρχειν· ψευδὴς ἄρα ἡ ὑπόθεσις αὕτη, ἐπειδὴ μηδεμιᾷ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ τῷ P τὸ Π, ὅπερ ἔδει δεῖξαι. δυνατὸν δὲ καὶ τῇ δι’ ἐκθέσεως δείξει κἀπὶ ταύτης τῆς συζυγίας χρήσασθαι. εἰ γὰρ τὸ ζῷον παντὶ λογικῷ ὑπάρχει, μέρος ἄρα τοῦ ζῴου ἐστὶ τὸ λογικόν· εἰ τοίνυν μηδενὶ λογικῷ τὸ ἄλογον ὑπάρχει, μέρει ἄρα τοῦ ζῴου, τῷ λογικῷ, τὸ ἄλογον οὐχ ὑπάρχει. ἢ καὶ οὕτως· εἰ ληφθείη τι τοῦ λογικοῦ, οἷον ὁ ἄνθρωπος, <ὅς> δῆλον ὅτι καὶ μέρος τοῦ ζῴου, ἐπεὶ καὶ τὸ ἄλογον οὐδενὶ λογικῷ, ὥστε οὐδὲ τῷ ἀνθρώπῳ, ὃς μέρος ἐστὶ τοὺ ζῴου, οὐ παντὶ ἄρα ζῴῳ ὑπάρχει ὁ ἄνθρωπος].

p. 28a30 ἐὰν δὲ τὸ μὲν P μηδενὶ τὸ δὲ Π παντὶ ὑπάρχῃ τῷ Σ, οὐκ ἔσται συλλογισμός.

Πρῶτος τρόπος ἀσυλλόγιστος ἐν τούτῳ τῷ σχήματι, ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, διὰ τὸ μὴ ἔχειν τὴν συζυγίαν τὸ ἴδιον τοῦ τρίτου σχήματος, ὅπερ ἦν τὸ εἶναι τὴν ἐλάττονα καταφατικήν. συνάγεται γὰρ ἐν τούτῳ τὸ παντὶ καὶ τὸ οὐδενί· οἷον τὸ μὲν παντὶ οὕτως· ζῶον κατὰ παντὸς ἀνθρώπου, ἵππος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ συνάγεται ζῷον κατὰ παντὸς ἵππου· τὸ δὲ οὐδενὶ οὕτως· ζῷον παντὶ ἀνθρώπῳ, ἄψυχον οὐδενὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ζῷον οὐδενὶ ἀψύχῳ. ἄξιον δὲ ἐπιστῆσαι ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι παραδείγματα παρατιθέμενος τὸν μείζονα ὅρον | πρῶτον ἔταττε, δεύτερον XXVIII v δὲ τὸν μέσον καὶ τρίτον τὸν ἐλάττονα, ἐν δὲ τῷ δευτέρῳ σχήματι πρῶτον ἔταττε τὸν μέσον ὡς ἀμφοτέρων κατηγορούμενον, ἐν δὲ τούτῳ τῷ τρίτῳ τὸν μέσον ἔσχατον ὡς ἀμφοτέροις ὑποκείμενον.

p. 28 28a33 οὐδ’ ὅταν ἄμφω κατὰ μηδενὸς τοῦ Σ λέγηται, οὐκ ἔσται συλλογισμός.

Δεύτερος οὗτος τρόπος ἀσυλλόγιστος ἐν τούτῳ τῷ σχήματι, ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν, διὰ τὴν αὐτὴν αἰτίαν τῷ πρὸ αὐτοῦ· ὅθεν ἤδη δῆλον ὅτι ἐπὶ παντὸς σχήματος αὕτη ἡ συζυγία ἀσυλλόγιστος ἡ ἐξ [*](2 παντὶ alt. om. P 7 ὑπάρχει V 8 ἀκολουθῆι, η ex εἰ corr. P1 9 τὸ (ante μὴ) Pt: καὶ V 12 ὑπάρχηι P μέρει] εἰ ex η corr. P1 13 ἄρα PV: ὄντι 14 ὁ om. P ὃς addidi ὅτι καὶ P: ὡς Vt 15 καὶ P: οὖν Vt post τὸ add. λογικὸν καὶ τὸ P λόγωι P ὁ ἄνθρωπος delevi 17 post μηδενὶ add. τῷ γ΄ t 22 τὸ alt. om. V 28 τὸν alt. om. t 30 post ὡς add. ἐν P 34 αὐτὴν om. Pt τῷ scripsi: τοῦ Pt: τοῖς V)

105
ἀμφοτέρων ἀποφατικῶν. συνάγει δὲ τὸ μὲν παντὶ οὕτως· ζῷον οὐδενὶ [*](XXVIIIv) ἀψύχῳ, ἵππος οὐδενὶ ἀψύχῳ, καὶ τὸ συμπέρασμα ζῷον παντὶ ἵππῳ. τὸ δὲ οὐδενὶ οὕτως· ἄνθρωπος οὐδενὶ ἀψύχῳ, ἵππος οὐδενὶ ἀψύχῳ, καὶ συμπέρασμα ἄνθρωπος οὐδενὶ ἵππῳ.

p. 28b5 Ἐὰν δ’ ὁ μὲν ᾖ καθόλου πρὸς τὸ μέσον ὁ δ’ ἐν μέρει.

Διεξελθὼν πάσας τὰς ἐξ ἀμφοτέρων καθόλου τῶν προτάσεων γινομένας συζυγίας καὶ δείξας, ποῖαι μὲν συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν διδάσκει περὶ τῶν ἐκ μὲν τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς συζυγιῶν ὀκτώ. καὶ πρῶτον ἐκτίθεται τὴν ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δείκνυσιν αὐτὴν συλλογιστικὴν διὰ τῆς ἀντιστροφῆς τῆς μερικῆς. ὑπαρχέτω γάρ, φησί, τὸ μὲν Π τινὶ τῷ Σ, τὸ δὲ P παντὶ τῷ Σ· λέγω, φησίν, ὅτι τὸ Π τινὶ τῷ Ρ ὑπάρχει. πῶς καὶ τίνα τρόπον; εἰ γὰρ τὸ Π τινὶ τῷ Σ, καὶ τὸ Σ τινὶ τῷ Π· πρὸς ἑαυτὴν γὰρ ἡ μερικὴ καταφατικὴ ἀντιστρέφει. εἰ τοίνυν ὑπέκειτο τὸ μὲν P παντὶ τῷ Σ ὑπάρχειν, τὸ δὲ Σ κατὰ τὴν ἀντιστροφὴν τινὶ τῷ Π, γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα P τινὶ τῷ Π ὑπάρξει. ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, εἰ τὸ P τινὶ τῷ Π ὑπάρχει, ἀλλ’ εἰ τὸ II τινὶ τῷ P. εἰ τοίνυν ἀντιστρέφει ἡ μερικὴ καταφατική, καὶ τὸ Π τινὶ τῷ P ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. ἔστι δὲ οὗτος τρίτος τρόπος συλλογιστικὸς ἐν τρίτῳ σχήματι. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν εἰδός τι καὶ γένος λαμβάνων καὶ κοινὸν ἀμφοῖν καὶ τὸ μὲν εἶδος μείζονα ὅρον τιθείς, τὸ δὲ γένος μέσον, τὸ δὲ κοινὸν ἀμφοῖν ἐλάττονα· οἷον ἄνθρωπος τινὶ ζῴῳ, ἔμψυχον παντὶ ζῴῳ, καὶ ἄνθρωπος τινὶ ἐμψύχῳ. εἰ γὰρ ὁ ἄνθρωπος τινὶ ζῴῳ, καὶ τὸ ζῷον τινὶ ἀνθρώπῳ· οὐκοῦν εἰ τὸ μὲν ἔμψυχον παντὶ ζῴῳ, τὸ δὲ ζῷον τινὶ ἀνθρώπῳ, συνάγεται τὸ ἔμψυχον τινὶ ἀνθρώπῳ· εἰ δὲ τοῦτο, καὶ ὁ ἄνθρωπος τινὶ ἐμψύχῳ, ὅπερ ἔδει δεῖξαι. τοῦτον δὲ τὸν συλλογισμὸν οἱ περὶ Θεόφραστον τέταρτον ἔταξαν, ὅτι ἐδεήθη δύο ἀντιστροφῶν, Ἀριστοτέλης δὲ τρίτον καὶ ἴσως, διότι ἐν τῷ τρίτῳ σχήματι ἡ ἐλάτων ἦν πρότασις ἡ τὸ κῦρος ἔχουσα μάλιστα· ἀδιαφόρως γὰρ ἐν αὐτῷ ἔχει ἡ μείζων καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν· ἡ δὲ ἐλάττων πάντως τῷ ποιῷ κεκοσμῆσθαι βούλεται, καὶ παρ’ αὐτὴν ἢ συλλογιστικαὶ ἢ ἀσυλλόγιστοι γίνονται αἱ συμπλοκαὶ τῶν προτάσεων. ἐπεὶ οὖν αὕτη τὸ κῦρος ἔχει, προτετίμηκεν ἐν τῇ καταριθμήσει τὴν ἔχουσαν τὴν ἐλάττονα καθόλου, ἵνα [*](3 δὲ μηδενὶ Vt 7 post μὲν add. αἱ V 10 καθόλου καταφατικῆς e μερικῆς ἀποφατικῆς corr. V2 12 τὸ alt. e τῶ corr. V 13 post τρόπον add. καὶ P 16 post γίνεται add. γὰρ P 17. 18 καταφατικὸν ex ἀποφατικὸν corr. V 19 βυλόμεθα P 20 καταφατική om. V τῶι—τὸ P 21 τρόπος τρίτος οὗτος V 24 κοινῶν Vt post οἶον add. ὁ Vt 25. 26 εἰ γὰρ—ἀνθρώπῳ om. P 25 τὸ prius om. V 27 τῶ δὲ ζώιον τινὶ in ras. P1 30 ἀριστοτέλει t ἐν τῶι in ras. P1: ἐν Vt 31 πρῶτ’ V: προτάσεως t τὸ om. t 32 τὸ utrumque om. P 33 ποιῷ scripsi: ποσῷ libri)

106
ἡ τὸ κῦρος ἔχουσα πρότασις μὴ μόνῳ κοσμῆται τῆ ποιῷ ἀλλὰ καὶ [*](XXVIIIv) τω πόσω.

p. 28b12 Πἀλιν εἰ τὸ μὲν P τινὶ τῷ Σ τὸ δὲ Π παντὶ ὑπάρχει, ἀνάγκη τὸ Π τινὶ τι, P ὑπάρχειν.

Τέταρτος οὗτος τρόπος συλλογιστικός, ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατιτὸν συνάγων συμπέρασμα· οἷον ζῷον παντὶ ἀνθρώπῳ, λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ζῷον τινὶ λευκῷ. εἰ γὰρ λευκὸν τινὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος τινὶ λευκῷ· οὐκοῦν εἰ ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος δὲ τινὶ λευκῷ, δῆλον ὅτι συνάγεται ζῷον τινὶ λευκῷ, ὅπερ ἔδε: δεῖξαι· γίνεται γὰρ πάλιν ὁ [*](XXIXr) τρίτος τρόπος τοῦ πρώτου σχήματος. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων γένος καὶ εἶδος καί τι ὑπάρχον μὲν αὐτοῖς ἐπὶ μέρους ὑπάρχον δὲ καὶ ἑτέροις τισὶ παρ’· αὐτὰ καὶ τὸ μὲν γένος τιθεὶς μείζονα ὅρον, τὸ δὲ εἶδος μέσον, τὸ δὲ ὑπάρχον αὐτοῖς ἐπὶ μέρους ἐλάττονα.

p. 28b14 Ἔστι δὲ ἀποδεῖξαι καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῇ ἐκθέσει, καθάπερ καὶ ἐπὶ τῶν προτέρων.

Ἀμφοτέρους δυνατὸν δεῖξαι τῇ εἰς ἄτοπον ἀπαγωγῇ, καὶ πρῶτόν γε τὸν πρῶτον δείξομεν. εἰ γάρ τις εἴποι ψεῦδος εἶναι τὸ τινὶ τῷ P τὸ Π ὑπάρχειν, τουτέστι τὸν ἄνθρωπον τινὶ ἐμψύχῳ, δῆλον ὅτι ἀληθὲς ἔσται τὸ οὐδενί. εἰ τοίνυν τὸ μὲν Π, τουτέστιν ὁ ἄνθρωπος, οὐδενὶ τῷ P, τουτέστι τῷ ἐμψύχῳ, ὡς ὁ ἀντιλέγων βούλεται, τὸ δὲ P, τὸ ἔμψυχον, παντὶ τῷ Σ, τουτέστι τῷ ζῴῳ τοῦτο γὰρ ὑπέκειτο), τὸ ἄρ Π, ὁ ἄνθρωπος, οὐδενὶ τῷ Σ, τῷ ζῴῳ, ὑπάρξει· γίνεται γὰρ ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ τινὶ ζῴῳ ὑπάρχειν τὸν ἄνθρωπον· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον ἠκολούθησε δῆλον ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π μηδενὶ τῷ P ὑπάρχειν, τουτέστιν ὁ ἄνθρωπος μηδενὶ ἐμψύχῳ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ τινί, ὅπερ ἔδει δεῖξαι. δείκνυται δὲ καὶ τῇ ἐκθέσει οὕτως· εἰ γὰρ ὁ ἄνθρωπος τινὶ ζῴῳ ὑπάρχει τὸ δὲ ἔμψυχον παντί, ἐὰν ληφθῇ τι τοῦ ζῴου ᾧ ὑπάρχει ὁ ἄνθρωπος, τοῦτο κοινὸν ἔσται μέρος τοῦ τε ἀνθρώπου καὶ τοῦ ἐμψύχου· ἔστιν ἄρα τι τοῦτο τοῦ ἐμψύχου ᾧ ὑπάρχει ὁ ἄνθρωπος. ὁμοίως δὲ καὶ τὸν δεύτερον τρόπον δείξομεν διὰ μὲν τοῦ ἀδυνάτου οὕτως· εἴ τις εἴποι ψευδὲς εἶναι τὸ τινὶ λευκῷ ὑπάρχειν τὸ ζῷον, δῆλον ὅτι ἀληθὲς ἐρεῖ τὸ μηδενὶ λευκῷ ὑπάρχειν τὸ ζῷον· οὐκοῦν καὶ τὸ ἀνάπαλιν οὐδενὶ ζῴῳ ὑπάρξει τὸ [*](1 πρώτη γ’ κεκόσμηται P: κοσμεῖται t 8 post λευκῷ add. πῶς P 9 post εἰ add. τὸ Vt 14 ὑπάρχειν V 15 θέσει P 16 καὶ PV(C): om. t Arist. 17 post ἀμφ’. add. γὰρ Vt 18 τὸ superscr. V 19 ὑπάρχει Vt 22 τῷ (ante ζώω) om. P ὑπόκειται Vt 23 τὸ σ΄ t τῶ alt. Vt: τουτέστιν P ὑπάρχει 24 καὶ om. t ὑπάρχει V 26 διὰ τὸ e δι’ αὐτὸ corr. V 30 τοῦτο e τῶ τὸ corr. V 31 τοῦτο τοῦ ἐμψύχου scripsi: τούτου ἔμψυχον libri 34 καὶ om. P)

107
λευκόν. εἰ τοίνυν οὐδενὶ ζῴῳ τὸ λευκόν, ὡς ὁ ἀντιλέγων βούλεται, ὑπέκειτο [*](XXIXr) δὲ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχειν, δῆλον ὅτι συνάγεται τὸ λευκὸν μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· γίνεται γὰρ πάλιν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ τινὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ μηδενὶ λευκῷ τὸ ζῷον ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντικείμενον τὸ τινί, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ τῇ ἐκθέσει τὸ αὐτὸ δείξομεν· εἰ γὰρ τὸ μὲν ζῷον κατὰ παντὸς ἀνθρώπου τὸ δὲ λευκὸν κατὰ τινός, ἐὰν ληφθῇ τι τοῦ ἀνθρώπου ᾧ ὑπάρχει τὸ λευκόν, οἷον Σκύθης, τούτῳ ὑπάρξει τὸ ζῷον· τινὶ ἄρα λευκῷ τὸ ζῷον ὑπάρξει, ὅπερ ἔδει δείξαι.

p. 28b15 Ἐὰν δ’ ὁ μὲν ἡ κατηγορικὸς ὁ δὲ στερητικός, καθόλου δὲ ὁ κατηγορικός.

Τὰς συζυγίας ἐκτιθέμενος τὰς ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς ἐξέθετο προτέρας τὰς ἐκ τῶν δύο καταφατικῶν, τήν τε ἔχουσαν τὸν μείζονα καθόλου τὸν δὲ ἐλάττονα μερικὸν καὶ τὸ ἀνάπαλιν, καὶ ἀμφοτέρας ἔδειξε συλλογιστικὰς οὔσας· ἐν ἑκατέρᾳ γὰρ ἐσώζετο τὸ ἴδιον τοῦ τρίτου σχήματος τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν. λοιπὸν ἐκτίθεται τὰς ἐκ τῆς ἑτέρας μὲν καταφατικῆς τῆς δὲ ἑτέρας ἀποφατικῆς, τῆς καταφατικῆς καθόλου οὔσης μερικῆς δὲ τῆς ἀποφατικῆς, καὶ πρώτην τὴν ἐν τῷ ἐλάττονι ὅρῳ ἔχουσαν τὸ κατηγορικόν, καὶ δείκνυσιν αὐτὴν συλλογιστικὴν οὖσαν· ὅταν γάρ, φησίν, ὁ ἐλάττων ᾖ κατηγορικός, ἔσται συλλογισμός. πέμπτος οὗτος τρόπος συλλογιστικὸς ἐν τῷ τρίτῳ σχήματι ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων γένος καὶ εἶδος καί τι ἐπὶ μέρους αὐτοῖς συμβεβηκὸς καὶ τοῦτο μὲν μείζονα ὅρον τιθείς, τὸ δὲ εἶδος μέσον, τὸ δὲ γένος ἐλάττονα· οἷον λευκὸν οὐ παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ, καὶ συνάγεται λευκὸν οὐ παντὶ ζῴῳ. δείκνυσι δὲ τοῦτον τὸν τρόπον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· οὐ γὰρ οἷόν τε ἦν αὐτὸν δι’ ἀντιστροφῆς ἀποδεῖξαι, διότι ἡ μὲν μείζων οὐδὲ ὅλως ἀντιστρέφει μερικὴ οὖσα ἀποφατική, ἡ δὲ ἐλάττων εἰ ἀντιστραφῇ, πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρέφει, καὶ γίνονται ἄμφω μερικαί· ἐκ δὲ ἀμφοῖν μερικῶν οὐχ οἷόν τε γενέσθαι συλλογιστικὴν συζυγίαν, ὡς ἤδη εἴπομεν. διόπερ τῇ εἰς ἄτοπον ἀπαγωγῇ δείκνυσι τὴν συζυγίαν οὕτως· εἰ γάρ τις εἴποι ψεῦδος εἶναι τὸ συμπέρασμα τὸ λέγον μὴ παντὶ ζῴῳ τὸ λευκὸν ὑπάρχειν, δῆλον ὅτι τὸ παντὶ ἔσται· ἔστω οὖν λευκὸν παντὶ ζῴῳ· [*](2 τὸ alt. om. V 3 ὑπάρχει V 5 τὸ ἄτοπον om. V 6 past ἡμᾶς add. διά t τὸ alt. om. V ὑπάρχει χ e ξ corr.) V 10 τοῦτο ὑπάρχει V 15 τήν τε ἔχουσαν scripsi: τῆς τε ἐχούσης libri 19 μὲν om. P 21 post κατηγοp. add. καθόλου V: post καὶ t 23 συλλογιστικός V τῷ om. Vt 26 τι V: ἔτι Pt cf. p. 106,12 αὐτῆς pr. V 28 post ζῷον eras, οὐ P 30 διὰ τῆς P 31 ἀντιστραφεῖ P: ἀντιστρέφει Vt 34 εἴπομεν] p. 70,3 δείκνυται V εἴποι 35 εἴποι om. V)

108
ἀλλὰ μὴν καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπῆρχεν· οὕτω γὰρ ὑπέκειτο· τὸ ἄρα λευκὸν συναχθήσεται παντὶ ἀνθρώπῳ ὑπάρχειν· ὑπέκειτο δὲ καὶ οὐ παντί. τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντὶ ἔσται, ὅπερ ἀδύνατον. |

p. 28b20 Δείκνυται δὲ καὶ ἄνευ τῆς ἀπαγωγῆς, ἐὰν ληφθῇ τι [*](XXIXv) τῶν Σ ᾧ τὸ Π μὴ ὑπάρχει.

Τὴν δι’ ἐκθέσεως φησι δεῖξιν. εἰ γὰρ λευκὸν οὐ παντὶ ἀνθρώπῳ, τὸ δὲ ζῶον παντὶ ἀνθρώπῳ, ἐὰν ληφθῇ τι τοῦ ἀνθρώπου ᾧ μὴ ὑπάρχει τὸ λευκόν, οἷον ὁ Αἰθίοψ, ἔστι δὲ τοῦτο τοῦ ζῴου μέρος παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον ὑπάρχει δῆλον ὅτι), τὸ συμπέρασμα προφανές, ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ ὑπάρχει, οἷον τῷ Αἰθίοπι.

p. 28b22 Ὅταν δὲ ὁ μείζων ᾖ κατηγορικός, οὐκ ἔσται συλλογισμός.

Ὑποθέμενος τὴν μὲν καθόλου πρότασιν κατηγορικὴν τὴν δὲ στερητικὴν καὶ δείξας ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων, ἐὰν ἐν τῷ ἐλάττονι ὅρῳ τεθῇ τὸ καθόλου κατηγορικὸν ἐν δὲ τῷ μείζονι τὸ μερικὸν ἀποφατικόν, γίνεται συλλογισμός, νῦν τὸ ἀνάπαλιν ὑποτίθεται ἐν μὲν τῶ μείζονι τὸ καθόλου κατηγορικόν, ἐν δὲ τῷ ἐλάττονι τὸ μερικὸν ἀποφατικόν, καὶ δείκνυσιν ἀσυλλόγιστον οὖσαν ταύτην τὴν συζυγίαν διὰ τὸ τὴν ἐλάττονα τὸ ἴδιον ἀπολωλεκέναι, λέγω δὴ τὸ καταφατικόν· συνάγει γὰρ καὶ παντὶ καὶ οὐδενί. καὶ τὸ μὲν παντὶ οὕτως· ἔμψυχον παντὶ ζῴῳ, ἄνθρωπος οὐ παντὶ ζῴῳ, καὶ συμπέρασμα ἔμψυχον παντὶ ἀνθρώπῳ.

p. 28b24 Τοῦ δὲ μηδενὶ οὐκ ἔστι λαβεῖν ὅρους, εἰ τινὶ μὲν ὑπάρχει τῶ Σ τὸ P τινὶ δὲ μή.

Ἐάν, φησί, τὴν μερικὴν ἀποφατικὴν δι’ ἑαυτὴν ἀληθεύουσαν λάβωμεν, ἰσοδυναμήσει τῇ μερικῇ καταφατικῇ, καὶ τὸ καθόλου ἀποφατικὸν ἀδύνατον διὰ τῶν τοιούτων ὅρων συναγαγεῖν. εἰ γάρ, φησί, τὸ μὲν Π παντὶ τῷ ὑπάρχει τὸ δὲ P μὴ παντί, εἶτα τοῦτο δι’ ἑαυτὸ λάβωμεν ἀληθές, ἰσοδυναμήσει τῷ τινὶ καὶ ποιήσει συλλογιστικὴν συζυγίαν ὥστε συνάγεσθαι τὸ Π τινὶ τῷ P ὑπάρχειν. εἰ τοίνυν καὶ τὸ μηδενὶ συνάγει διὰ τὴν ὑπόθεσιν, τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. δυνατὸν δὲ καὶ ἄλλως δεῖξαι. εἰ γὰρ δυνατόν, μηδενὶ τῷ P ὑπαρχέτω τὸ Π· οὐκοῦν οὐδὲ [*](1 ὑπάρχειν pr. P 2 post παντὶ add. τῷ Vt 5 ὑπάρχηι P: ὑπάρχειν V 7 ὑπάρχει scripsi: ὑπάρχηι P: ὑπάρχειν Vt 8 ὁ om. V 10 post παντὶ add. τῶ vt 11 post κατηγορικός add. ὁ δ’ ἐλάττων μερικὸς στερητικός t (m, rec. ΑΒ) 12 προτάσεων t μερικῶν P 13 ὅτι om. V 15 μὲν om. P 18 δὴ Vt: δὲ p post καὶ add. τὸ Vt 19 post ζῴῳ add. καὶ P 21 τινὶ corr. V τὸ σݲ τῶι p 24 ἰσοδυναμοῦσαν V τὸ Pt: μὴ τῆ V ἀποφατικὸν t: καταφατικὸν P: ἀποφατικὴ V post ἀδύνατον add. τὸ οὐδενὶ V 26 λάβωμεν δι’ ἑαυτὸ Vt 26. 27 ἰσοδυναμεῖ V 27 τῷ scripsi: τὸ libri ποιεῖται P 28 συνάγειν P 29 μηδενὶ t 30 ἀδύνατον pr. P μηδὲν Vt τῶι νݲ P τὸ superscr. P1 τὸ π΄ ὑπάρχει V: τὸ π΄ ὑπάρχειν t)

109
τὸ P οὐδενὶ τῷ Π· τὸ δὲ Π παντὶ τῷ Σ· τὸ ἄρα P οὐδενὶ τῷ Σ. [*](XXIXv) ἦν δὲ καὶ οὐ παντί, ταὐτὸν δὲ εἰπεῖν τινί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί. οὐκ ἄρα δυνατὸν τὸ μηδενὶ συναγαγεῖν, ἵνα διὰ τούτου δειχθῇ ἀσυλλόγιστος ἡ συζυγία καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσα, ἐὰν ἡ μερικὴ ἀποφατικὴ δι’ ἑαυτὴν ληφθῇ ἀληθεύουσα. εἰ τοίνυν ἀσυλλόγιστος ὁ τρόπος ἔσται, δεῖ τὴν μερικὴν ἀποφατικὴν ἐν τῷ ἐλάττονι ὅρῳ κειμένην οὕτω λαμβάνεσθαι ὡς διὰ τὴν καθόλου ἀληθεύουσαν, ἵν καθόλου ἀποφατικὴ ληφθεῖσα ἡ ἐλάττων πρότασις ἀσυλλόγιστον ἐργάσηται τὴν συζυγίαν.

p. 28b28 Ἀλλ’ ὥσπερ ἐν τοῖς πρότερον ληπτέον· ἀδιορίστου γὰρ ὄντος τοῦ τινὶ μὴ ὑπάρχειν καὶ τὸ μηδενὶ ὑπάρχον ἀληθὲς εἰπεῖν τινὶ μὴ ὑπάρχειν· μηδενὶ δὲ ὑπάρχοντος οὐκ ἔσται συλλογισμός.

Ὥσπερ πρότερον, φησίν, ἀδιόριστον τὴν μερικὴν ἀποφατικὴν λαμβάνοντες, τουτέστιν ἄμφω σημαίνουσαν, καὶ τὸ καθόλου ἀποφατικὸν καὶ τὸ μερικόν, ἐδείκνυμέν τινας ἀσυλλογίστους συζυγίας λαμβάνοντες τὴν μερικὴν ἀποφατικὴν σημαίνουσαν τὸ καθόλου ἀποφατικόν, οὕτω καὶ ἐνταῦθα, ἐὰν ὡσαύτως αὐτὴν ἐκδεξώμεθα ἐπὶ τῆς καθόλου ἀποφατικῆς, εὑρήσομεν αὐτὴν ἀσυλλόγιστον· οὐδεμία γὰρ πρότασις ἐν τούτῳ τῷ σχήματι τὴν ἐλάττονα ἀποφατικὴν ἔχουσα συλλογιστική ἐστι· συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. καὶ τοῦ μὲν παντὶ παρεθήκαμεν ὅρους. τοῦ δὲ μηδενὶ νῦν παραθησόμεθα, ὡς εἴρηται, εἰς τὴν καθόλου ἀποφατικὴν μεταλαμβάνοντες τὴν μερικὴν ἀποφατικὴν οὕτως· ἔμψυχον παντὶ ζῴῳ, λίθος οὐ παντὶ ζῴῳ, καὶ συμπέρασμα ἔμψυχον οὐδενὶ λίθῳ.

p. 28b31 Ἐὰν δὲ ὁ στερητικὸς ᾖ καθόλου, ὅταν μὲν ὁ μείζων ᾖ στερητικὸς ὁ δὲ ἐλάττων κατηγορικός, ἔσται συλλογισμός.

Ἕκτος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχήματι, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. δείκνυται δὲ διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως· οἷον τὸ Π οὐδενὶ τῷ Σ, τὸ P τινὶ τῷ Σ ὑπαρχέτω· οὐκοῦν καὶ τὸ Σ τινὶ τῷ P. εἰ τοίνυν τὸ μὲν II οὐδενὶ τῶ Σ τὸ δὲ Σ τινὶ τῷ P ὑπάρχει, τὸ II οὐ παντὶ τῷ P ὑπάρξει· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων δύο τινὰ παντάπασιν ἀλλήλοις [*](1 τῶ tert. Vt: τῶν P 3 τὸ μηδενὶ Vt: τῶι παντὶ P 5 διὰ τὴν P 8 ἀσυλλόγιστος pr. V 9 ληπτέον t Arist.: λεκτέον PV, at cf. vs. 13. 14 10 ὑπάρχειν μηδ’.) V 11 γὰρ V ἔσται PV (Marc. 231): ἦν t Arist. 15 δείκνυμεν P 16 post καθόλου add. τὸ t 18 πρότερον V 20 νυνὶ t: κυνὶ V 21 καταφατικὴν P 26—28 ἐκ—ἀποφατικὸν] ἕκτον V 28 ἀποφατικὸν t: P 30 τῶ σ΄ τινὶ τὸ pr. V)

110
ἀλλότρια καὶ ἕτερον ἀμφοτέροις ὑπάρχον ἐν μέρει καὶ τοῦτο μὲν ἐλάττονα ὅρον τιθείς, τῶν δὲ λοιπῶν τὸν μὲν μείζονα τὸν δὲ μέσον· οἷον ἄνθρωπος οὐδενὶ ἵππῳ, λευκὸν τινὶ ἵππῳ, καὶ συνάγεται ‘ἄνθρωπος ἄρα οὐ παντὶ λευκῷ. ἰστέον δὲ ὅτι τοῦτον τὸν τρό|πον οἱ περὶ Θεόφραστον ΧΧΧr πέμπτον τάττουσι προτάττοντες αὐτὸν τοῦ προειρημένου, διότι οὗτος μὲν δι’ ἀντιστροφῆς κατασκευάζεται, ἐκεῖνος δὲ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁ δὲ Ἀριστοτέλης τὸν πέμπτον προέταξε διὰ τὴν εἰρημένην αἰτίαν.

Oὗτοι μὲν οὖν οἱ ἓξ τρόποι ἐν τῷ τρίτῳ σχήματι συλλογιστικοὶ προσδιωρισμένων οὐσῶν τῶν προτάσεων. ἐὰν <δ᾿ ἡ> μὲν ᾖ προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος, γίνονται ἄλλαι τέσσαρες συζυγίαι συλλογιστικαί, τῆς δηλονότι τῆ μερικῇ ἰσοδυναμούσης. συντίθενται δὲ οὕτως· εἷς μὲν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς· εἰ τὸ Π κατὰ παντὸς τοῦ Σ, τὸ δὲ P κατὰ τοῦ Σ, τὸ Π τῷ P ὑπάρξει· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ κατηγορικόν, τὸ Σ τῷ P ὑπάρξει, ὥστε ἐπεὶ τὸ μὲν Π κατὰ παντὸς τοῦ Σ, τὸ δὲ Σ τῷ P ὑπάρχει, τὸ Π τῷ P ὑπάρξει. ἕτερος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς οὕτως· εἰ τὸ Π μηδενὶ τῷ Σ ὑπάρχει, τὸ δὲ P ὑπάρχει τῷ Σ, ἀντιστρέψει καὶ τὸ Σ τῷ Ρ· ὥστε ἐπεὶ τὸ μὲν Π οὐδενὶ τῷ Σ, τὸ δὲ Σ τῷ P ὑπάρχει, τὸ Π τῷ P οὐχ ὑπάρξει. πάλιν ἐκ τῆς μείζονος ἀδιορίστου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς οὕτως· εἰ τὸ Π τῷ Σ ὑπάρχει, τὸ δὲ P παντὶ τῷ Σ, καὶ τὸ Σ τῷ Π κατὰ τὴν ἀντιστροφήν· ὥστε ἐπεὶ τὸ μὲν P παντὶ τῷ Σ, τὸ δὲ Σ τῷ Π, τὸ P τῷ Π ὑπάρξει, καὶ ἐπειδὴ ἀντιστρέφει τὸ κατηγορικόν, καὶ τὸ Π τῷ P ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. ὁ τέταρτος ἐκ τῆς μείζονος ἀδιορίστου ἀποφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς· οὗτος δὲ δι’ ἀντιστροφῆς οὐ περαίνεται, εἴγε ἡ μερικὴ ἀποφατικὴ οὐκ ἀντιστρέφει ταύτῃ γὰρ ἰσοδυναμεῖ ἡ ἀδιόριστος), ἡ δὲ καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει, καὶ ἔσονται ἄμφω μερικαί, ἐξ ὧν οὐδέποτε συλλογισμὸς γίνεται. δειχθήσεται οὖν τῇ εἰς ἄτοπον ἀπαγωγῇ οὕτως· εἰ τὸ Π τῷ Σ οὐχ ὑπάρχει, τὸ δὲ P παντὶ ὑπάρχει, τὸ Π τῷ P οὐχ ὑπάρξει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν τὸ μὲν Π παντὶ τῷ P, τὸ δὲ P παντὶ τῷ Σ ὑπέκειτο, τὸ ἄρα Π παντὶ τῷ Σ ὑπάρξει· ὑπέκειτο δὲ καὶ μὴ ὑπάρχειν· τὸ αὐτὸ ἄρα καὶ παντὶ ὑπάρξει καὶ οὐχ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον διὰ τί ἠκολούθησε; διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π παντὶ τῷ P [*](2 τῶν δὲ λοιπῶν e τὸν μὲν λοιπὸν corr. V τὸ—τὸ conicio cf. p. 103,21 μέσον Vt: ἐλάττονα V 3 οὐ superscr. V 6 τῆς ἀδυνάτου Vt 7 εἰρημένην] p. 105,30 sq. 8 ἐν τούτω τω Vt 9 δ’ ἡ addidi προσδιωρισμένη ἡ scripsi: προσδιορισμός. εἰ libri 10 συλλογιστικαὶ συζυγίαι Vt 11 ἰσοδυναμούσηι P δὲ om. P ἐκ τοῦ P 12 καταφατικὸς P τῆς t: τοῦ PV 12. 13 ἀδιορίστου καταφατικοῦ P 15 τοῦ a παντός P 16. 17 τῆς—ἀποφατικῆς—τῆς—καταφατικῆς t: τοῦ—ἀποφατικοῦ—τοῦ— ἀδιορίστου P) καταφατικοῦ PV 17 ὑπάρχοι P itemque vs. 18 18 ἀντιστρέφει Vt μὲν om. P 20. 21 τῆς—καταφατικῆς τῆς—καταφατικῆς t: τοῦ —καταφατικοῦ τοῦ— καταφατικοῦ PV 22 τὸ alt. e τῶ corr. V 24 τῆς Pt: τοῦ V 25 ἀποφατικῆς—τῆς—καταφατικῆς t: ἀποφατικοῦ—τοῦ—καταφατικοῦ PV ante οὗτος add. οὕτως Vt 33 καὶ prius om. P 34 τῶ ρ΄ παντὶ V)

111
ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἐξ ἀρχῆς τὸ μὴ ὑπάρχειν, [*](XXXr) ὅπερ ἔδει δεῖξαι. εἰσὶν οὖν ἅπασαι συλλογιστικαὶ συζυγίαι ἐν τῷ τρίτῳ σχήματι δέκα κατὰ τὴν τάξιν τὴν ὑποκειμένην.

Αἱ ἐν τῷ τρίτῳ σχήματι συλλογιστικαὶ συζυγίαι εἰσὶ δέκα·

α΄ ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν.

β΄ ἐξ ἀμφοτέρων καθόλου, τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.

γ΄ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικης.

δ΄ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικης.

ε΄ ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς.

ς΄ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικης.

ζ΄ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς.

η΄ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς.

θ΄ ἐκ τῆς μείζονος ἀπροσδιορίστου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς.

ι΄ ἐκ τῆς μείζονος ἀπροσδιορίστου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς.

Τὰ δὲ περὶ τῶν ἀσυλλογίστων συζυγιῶν εἰρημένα, τῶν τε μερικῶν καὶ τῶν ἀπροσδιορίστων, δῆλά ἐστιν ἐκ τῶν εἰρημένων ἐν τοῖς ἄλλοις σχήμασι περὶ αὐτῶν· διὸ παραιτητέον τὰς ὑπολοίπους συζυγίας ἀσυλλογίστους πάσας οὔσας, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγειν ἀναγκαζώμεθα. πλὴν ἐπειδή τινες τῶν ἐν αὐτοῖς παρειλημμένων ὅρων ἔχουσι βραχεῖαν ἐπίστασιν, ἐκείνων ἐπιμνησθῆναι εὔλογον.

p. 28b36 Ὅταν δὲ ὁ ἐλάττων ᾖ στερητικός, οὐκ ἔσται συλλογισμός. ὅροι τοῦ ὑπάρχειν ζῷον, ἄνθρωπος, ἄγριον, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, ἐπιστήμη, ἄγριον. |

Αὕτη ἀσυλλόγιστος, ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ [*](XXXr) ἐλάττονος καθόλου ἀποφατικῆς. τὸ δὲ ἄγριον ἐν τούτοις οὐκ ἐπὶ τῶν ἀλόγων 2[*]( ὥσπερ V an αἱ πᾶσαι ? 5–23 om. V α΄, β΄, γ΄ κτλ. om., α΄ β΄ inscr. συζυγία α΄, γ΄ δ΄ inscr. συζυγία β΄, ε΄ ς΄ inscr. συζυγία γ΄ ζ΄ η΄ inscr. συζυγία δ΄,θ ι΄ inscr. συζυγία ε΄ t 12 τῆς δὲ P: καὶ τῆς t 14. 15 τῆς δέ — καταφατικῆς P: καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος t 16 ἀπροσδιορίστου t: ἀδιορίστου P itemque vs. 22 27 ἀναγκαζόμεθα (ζο in ras. e σω, ut videtur, corr. P2) Pt 28 ἐπίτασιν V 31 δὲ oiu. t Arist.)

112
μόνων ζῴων τέτακται ἀλλὰ καὶ ἐπὶ φυτῶν· λέγονται γὰρ καὶ φυτὰ εἶναι [*](XXXv) ἄγρια· “φηγοὶ δ’ ἀγριάδες κείνης ἔτι σήματα μολπῆς” Ἀπολλώνιος. ζῷον οὖν τινὶ ἀγρίῳ, οἷον λέοντι φυτῷ γὰρ οὐχ ὑπάρχει), ἄνθρωπος οὐδενὶ ἀγρίῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ.

p. 29a2 Ὅταν δὲ ὁ μείζων ᾖ καθόλου, τοῦ μὲν μὴ ὑπάχειν κόραξ, χιών, λευκὁν.

Μέσος ἐν τούτοις τὸ λευκόν, μείζων ὁ κόραξ, ἐλάττων χιών· κόραξ οὐδενὶ λευκῷ, χιὼν οὐ παντὶ λευκῷ, καὶ συνάγεται κόραξ οὐδεμιᾷ χιόνι. τοῦ δὲ παντὶ ὑπάρχειν ὅρους μὲν λαβεῖν οὐκ ἔστιν· ἡ δὲ δεῖξις πάλιν διὰ τοῦ ἀδιορίστου, ὥσπερ καὶ πρότερον. τὰ δὲ περὶ τῶν λοιπῶν ἀσυλλογίστων συζυγιῶν λεγόμενα δῆλά ἐστιν.

p. 29a19 Δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μὴ γίνηται συλλογισμός, κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων καὶ ἐπὶ μέρους τῶν ὅρων ὄντων, οὐδὲν ὅλως γίνεται ἀναγκαῖον.

Ὁ περὶ τῶν τριῶν σχημάτων αὐτῷ λόγος πέρας ἀπείληφεν. δὲ παραδίδωσι θεώρημά τι τοῖς τρισὶν ἑπόμενον σχήμασι· τρέπεται γὰρ ἐπὶ τὴν τῶν ἐν τοῖς τρισὶ σχήμασιν ἀσυλλογίστων συζυγιῶν ἐξέτασιν, καὶ διορίζει τάς τε παντελῶς ἀχρήστους συζυγίας καὶ τὰς ἐν μὲν τῇ παρούσῃ συνθέσει ἀσυλλογίστους δυναμένας δὲ θεραπείας τινὸς ἀξιωθῆναι καὶ ἀντιστροφῆς τινων ἄλλων γενέσθαι συλλογιστικάς. λέγει οὖν ὅτι ἐν πᾶσι κοινῶς τοῖς σχήμασι, ὅσαι ἀσυλλόγιστοι γίνονται συζυγίαι ἡ ἐξ ὁμοιοσχημόνων προτάσεων ἢ ἐκ μερικῶν, οὔτε πρὸς τὴν παροῦσαν σύνθεσιν χρησιμεύουσιν οὔτε ἀντιστραφεῖσαι ποιοῦσι συλλογισμόν, ἀλλὰ παντελῶς εἰσιν ἄχρηστοι. ὅσαι δὲ ἀνομοιοσχήμονές τέ εἰσι καὶ τὴν ἀποφατικὴν ἔχουσι καθόλου, αὗται διὰ τῆς ἀντιστροφῆς οὐκέτι μὲν τὸ αὐτὸ δεικνύουσιν, ἀνάπαλιν δὲ τὸν ἐλάττονα ὅρον πρὸς τὸν μείζονα συνάγουσιν, οἷον ἡ πρώτη ἀσυλλόγιστος ἐν τῷ πρώτῳ σχήματι ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος· εἰ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β οὐδενὶ τῷ Γ. οὕτω μὲν οὖν ἀσυλλόγιστος. εἰ δὲ ἀντιστρέψωμεν τὰς δύο προ- [*](1 μόνον t ζῶον V φυτὰ Pt: ἐπὶ φυτῶν V 2 ἄγρια om. V fort, <φησὶ γὰρ> φηγοὶ κείνης ἔτι σήματα (ex Argon. I 28) b: κεινήσαι κινῆσαί t: σινῆσαι, σ prius supra ι scr. V) τις ἥματα PVt ἀπόλλων, ο in ras. ex. ω corr. P 5 ᾖ καθόλου PVt(Cu): om. Arist. post καθόλου add. ὁ δὲ ἐλάττων ἐν μέρει t 7 μέσον Vt τὸ om. P μεῖζον V ἔλαττον Vt συνάξεις 10 πρότερον] p. 28 b 28 sq. 12 καὶ ὅτι t Arist.: ὅτι καὶ PV(C) 13 γένηται PV(dm) 14 ἐπὶ μέρη t: om. Arist. (sed ἐπὶ μέρους habent C f m Marc. 231; ὄντων τῶν ὅρων t Arist. post γίνεται add. τὸ V 18 τὴν om. V 19 μὲν ἐν Vt 21 λέγει οὑν ὅτι om. V ὅτι superscr. P 22 ὅσοι V 23 πρὸς τὴν e πρώτην corr. P2 24 συλλογιστικούς V post ἀλλὰ add. πάντη Vt 25 ὅσοι V 26 δῖάν sic V μέντοι τὸ V δεικνύουσιν] οὐ superscr. P2 28 τῷ om. Vt 29 οὐδενὶ Pt: οὐ παντὶ V 30 οὖν ὁ συλλογισμός V ἀντιστρέψομεν V)

113
τάσεις κατὰ τὰς οἰκείας ἀντιστροφάς, συνάγεται τὸ Γ μὴ παντὶ τῷ Α [*](XXXv) ὑπάρχειν. εἰ γὰρ τὸ Β οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Β, καὶ εἰ τὸ Α παντὶ τῶ Β, καὶ τὸ Β τινὶ τῷ Α· ἀρξάμενος οὖν ἀπὸ τῆς ἐλάττονος προτάσεως καὶ συνθεὶς λέγω οὕτως· τὸ Γ οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Α· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. οὕτως οὖν τὸ μὲν αὐτὸ οὐκέτι ἔδειξε, συλλογιστικὴ δὲ δυναμένη μὴ] εἶναι ἐφάνη. οὕτω μὲν οὖν ἐν μὲν τῷ πρώτῳ σχήματι τὰς δύο προτάσεις δεῖ ἀντιστρέφειν, εἰν, ἐν δὲ τῷ δευτέρῳ τὴν ἐλάττονα, ἐν δὲ τῷ τρίτῳ τὴν μείζονα. εἰσὶ μὲν οὖν ἐν μὲν τῷ πρώτῳ σχήματι οἱ τοῦτον τὸν τρόπον δυνάμενοι εἶναι συλλογιστικοὶ δύο, ὅ τε προειρημένος καὶ ἕτερος ὁ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς· ὁμοίως γὰρ καὶ τούτων ἀντιστραφεισῶν τὸ ἔλαττον τὰ συνάπτεται. ἐν δὲ τῷ δευτέρῳ σχήματι ὁμοίως ὁ ἐκ μερικῆς καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. καὶ ἐν τῶ τρίτω σχήματι ὁμοίως αἱ δύο συμπλοκαί, ὧν ἡ μὲν ἐκ δύο καθόλου τῶν ὅρων σύγκειται, ὧν ὁ ἐλάττων ἀποφατικός, ἡ δὲ ἐκ μερικοῦ καὶ καθόλου, ὧν ὁ μὲν μείζων μερικὸς καταφατικὸς ὁ δὲ ἐλάττων καθόλου ἀποφατικός. ἅπασαι οὖν αὗται αἱ συμπλοκαὶ κατὰ τοὺς δύο ὅρους ἀντιστραφεῖσαι δεικνύουσι τινὶ μὴ ὑπάρχειν τὸ ἔλαττον τῷ μείζονι, ὅ ἐστι μερικὸν ἀποφατικον συμπέρασμα. αὐτὸς δὲ μόνην τὴν πρώτην ἔταξεν ὡς ἐν παραδείγματι.

p. 29a27 Δῆλον δὲ καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει τιθέμενον τὸν αὐτὸν ποιήσει συλλογισμὸν ἐν ἅπασι τοι σχήμασιν.

Eἰκότως· ἰσοδυναμεῖ γὰρ τῇ μερικῇ καταφατικῇ, ὥστε καὶ ἀσυλλόγιστοι αἱ ἐκ τῆς ἑτέρας ἀπροσδιορίστου, ἐὰν οὕτως ὦσι κείμεναι ὥσπερ εἴρηται. εἰ δὲ ἀντὶ τοῦ ἐν μέρει τὸ ἀδιόριστον, καὶ αὗται διὰ τῶν ἀντιστροφῶν συνάξουσιν ἀπροσδιόριστον ἀποφατικὸν συμπέρασμα. ἄξιον δὲ ἀπορίας, εἰ αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς, αἰ μὲν καταφατικαὶ ταῖς καταφατικαῖς, αἱ δὲ ἀποφα|τικαὶ ταῖς ἀποφατικαῖς, γίνονται [*](XXXIr) δὲ συλλογιστικαὶ συζυγίαι ἔχουσαι τὴν ἑτέραν τῶν προτάσεων μερικὴν ἀποφατικήν, ὥσπερ ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ δευτέρου σχήματος καὶ ἐν τῷ πέμπτῳ τοῦ τρίτου, διὰ τί εἰπὼν ὅτι τὸ ἀδιόριστον ἐὰν ἀντὶ τοῦ μερικοῦ ληφθῇ᾿ τοῦ κατηγορικοῦ μόνου φησίν, οὐκέτι δὲ καὶ τοῦ ἀποφατικοῦ. φημὶ οὖν ὅτι ἤτοι διὰ τοῦ κατηγορικοῦ καὶ τὸ ἀποφατικὸν ἐδήλωσεν, ἢ ὅτι ἐν [*](2 ὑπάρχει V 3 καὶ—ᾱ Pt: τὸ δὲ β΄ τῶ γ΄ οὐδενὶ V 4 τὸ μὲν γ΄ τῶ β΄ τῶ α΄ τινί V τῷ ᾱ <, καὶ τὸ γݲ οὐ παντὶ τῷ ᾱ> alt. V 10 ὅ τε Vt: ὅτε ὁ P post καὶ eras. ὁ P 11 ὁ om. P 11. 12 καταφατικῆς V 13 post. ἐκ add. καθόλου ἢ Pt 14 post καὶ alt. add. αἱ V 16 καθολικοῦ (ante ὧν) P 18 κατὰ τὰς V 19 δείκνυσι P 19. 20 post ἀποφατικὸν add. συνάγων t 20 ἔδειξεν V 21 τὸ om. V 22 πᾶσι V 25 post ἐὰν add. οὑν P 26. 27 τῆς ἀντιστροφῆς V 29 οἱ δὲ ἀποφατικοὶ V 30 post συζυγίαι superscr. αἱ, postea del. V ἑτέραν πρότασιν V 32 τό om. Vt 33 οὐκ ἔστι V)

114
τῷ πρώτῳ σχήματι ὅλως οὐκ ἐνδέχεται μερικὴν ἀποφατικὴν παραληφθῆναι [*](XXXIr) πρότασιν· ὅθεν οὐδὲ ἐν τοῖς λοιποῖς σχήμασιν αἱ ἔχουσαι τὸ μερικὸν ἀποφατικὸν δι’ ἀντιστροφῆς δειχθῆναι ἠδύναντο ἀλλὰ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.

p. 29a30 Φανερὸν δὲ καὶ ὅτι πάντες οἱ ἀτελεῖς συλλογισμοὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος· ἡ γὰρ δεικτικῶς ἢ διὰ τοῦ ἀδυνάτου περαίνονται πάντες.

Ἐξυμνῆσαι τὸ πρῶτον σχῆμα βούλεται, διότι δι’ αὐτοῦ τὰ λοιπὰ σχήματα τὸ τέλειον ἴσχει· οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ σχήματι τελειοῦνται ἀντιστραφείσης τῆς μείζονος τῆς καθόλου ἀποφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα, οἱ δὲ ἐν τῷ τρίτῳ τῆς ἐλάττονος ἀντιστρεφομένη τῆς καταφατικῆς. ὅτι δὲ καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τοῦ πρώτου σχήματος τελειοῖ τὸν συλλογισμόν, δείκνυσιν αὐτὸς ἐπάγων παραδείγματα τοῦ τρίτου σχήματος.

p. 29b1 Ἔστι δὲ καὶ ἀναγαγεῖν πάντας τοὺς συλλογισμοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμούς.

Πρὸ μὲν οὖν τούτων ἐδείκνυε τοὺς ἐν τῷ πρώτῳ σχήματι συλλογισμοὺς πάντας πάντων τῶν ἄλλων τελειοτέρους. νῦν δὲ δείκνυσι τοὺς δύο τοὺς πρώτους καὶ τῶν λοιπῶν τῶν ἐν τῷ αὐτῷ σχήματι τελειοτέρους ἐξυμνῶν αὐτοὺς ὡς εἰς ἀπόδειξιν χρησίμους διὰ τὸ καθόλου· τούτοις γὰρ ὁ ἀκοδεικτικὸς κέχρηται, μᾶλλον δὲ τῷ καταφατικῷ, σπανίως δὲ καὶ τῷ ἀποφατικῷ, διότι κατασκευάζει μὲν ὡς ἐπὶ τὸ πολὺ ὁ ἀποδεικτικός, σπανίως δὲ καὶ ἀνασκευαῖς κέχρηται.

p. 29b2 Οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ φανερὸν ὅτι δι’ ἐκείνων τελειοῦνται, πλὴν οὐχ ὁμοίως πάντες, ἀλλ’ οἱ μὲν καθόλου τοῦ στερητικοῦ ἀντιστραφέντος, τῶν δ’ ἐν μέρει ἑκάτερος διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς.

Ἑκάτερος γὰρ τῶν ἐν τῷ δευτέρῳ σχήματι πρώτων καθόλου δύο τρόπων ἀντιστραφείσης τῆς ἀποφατικῆς προτάσεως συνετίθετο τῇ τάξει τοῦ δευτέρου τρόπου τοῦ πρώτου σχήματος. ἐλέγομεν γὰρ οὕτως· τὸ Μ μηδενὶ τῷ Ν ὑπαρχέτω, τῷ δὲ Ξ παντί· εἰ δὲ τὸ Μ τῶ Ν οὐδενὶ ὑπάρχει, καὶ τὸ Ν οὐδενὶ τῶ Μ· καὶ ἐντεῦθεν ἐγίνετο σύνθεσις κατὰ τὸν δεύτερον τρόπον [*](1 μερικῶν ἀποφατικῶν P 1.2 παραληφθῆναι scripsi: περιληφθῆναι libri 2 ὅθεν Pt: ὥσπερ V σχήμασιν PV: σχολίοις t αἱ om. Pt 5 πάντες om. P ἔ ἅπαντες t 10 μείζονος τῆς om. V καταφατικῆς t ποιοῦσιν P 11 ἐν τῷ Pt: τὸ V post τρίτῳ add. σχήματι P 12 ἡ superscr. V ἐπαγωγὴ P 13 δείκνυσιν om. Vt ἐπάγει Xt ante παραδ. add. τὰ V 16 τῷ om. t 18 πρώτου P post τῶν alt. add. μὲν P τῷ αὐτῷ scripsi: in v. ord. libri 19 χρησιμοτέρους V 20 καὶ om. V 22 καὶ om. V 23. 24 τελειοῦντα P 25 ἀντιστραφέντος V Arist. ἀντιστρέφοντος Pt)

115
τοῦ πρώτου σχήματος· τὸ Ν οὐδενὶ τῷ Μ, τὸ Μ παντὶ τῷ Ξ, τὸ Ν [*](XXXIr) οὐδενὶ τῷ Ξ. ὁμοίως καὶ ὁ δεύτερος τρόπος ἀνήγετο εἰς τὸν δεύτερον τοῦ πρώτου σχήματος διὰ δύο ἀντιστροφῶν. οὕτω μὲν οὖν οἱ καθόλου διὰ τῆς ἀντιστροφῆς. οἱ δὲ δύο οἱ μερικοὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνήγοντο καὶ αὐτοὶ εἰς τὸ πρῶτον σχῆμα λαμβανομένων τῶν ἀντιφατικῶς ἀντικειμένων καὶ διὰ τοῦ πρώτου σχήματος ἀδυνάτων δεικνυμένων· οὕτε γὰρ ἡ καθόλου καταφατικὴ ἀντεστρέφετο, ἐπεὶ ἀσυλλόγιστον ἐποίει τὴν συζυγίαν πρὸς τὴν μερικὴν ἀντιστρέφουσα, οὔτε ἡ μερικὴ ἀποφατικὴ ὅλως ἀντέστρεφεν. διὸ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀνάγονται καὶ οὗτοι ἐπὶ τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου· εἰ γὰρ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ξ μὴ παντί, ἀνάγκη τὸ Ν μὴ παντὶ τῷ Ξ· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν τὸ Μ τῷ Ν παντί, ὑπέκειτο δὲ καὶ τὸ Ν τῷ Ξ παντί, τὸ ἄρα Μ τῷ Ξ παντί· γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος· ὑπέκειτο δὲ καὶ μὴ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ μὴ παντί, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ὁ τέταρτος τοῦ δευτέρου εἰς τὸν πρῶτον τοῦ πρώτου ἀνήγετο σχήματος. ὁ δὲ τρίτος ἐν δευτέρῳ ἐδείκνυτο μὲν καὶ δι’ ἀντιστροφῆς καὶ διὰ τοῦτο ἀνήγετο εἰς τὸ πρῶτον σχῆμα, ἀλλ’ οὐκ εἰς τοὺς καθόλου ἀλλ’ εἰς τοὺς μερικούς. διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ οὗτος εἰς τὸν δεύτερον καθόλου τοῦ πρώτου ἀνάγεται σχήματος οὕτως· τὸ Μ μηδενὶ Ν, τῷ δὲ Ξ τινὶ ὑπαρχέτω· λέγω ὅτι τὸ Ν οὐ παντὶ τῷ Ξ ὑπάρχει· εἰ γὰρ παντὶ εἴποις, τὸ μὲν Μ οὐδενὶ τῷ Ν, τὸ δὲ Ν παντὶ τῷ Ξ· τὸ ἄρα Μ οὐδενὶ τῷ Ξ· ὑπέκειτο δὲ καὶ τινί, ὅπερ ἄτοπον· γέγονε γὰρ πάλιν ὁ δεύτερος τρόπος του πρώτου σχήματος.

p. 29b6 Οἱ δ’ ἐν τῷ πρώτῳ οἱ κατὰ μέρος ἐπιτελοῦνται μὲν καὶ δι’ ἑαυτῶν, ἔστι δὲ καὶ διὰ τοῦ δευτέρου σχήματος δεικνύναι εἰς ἀδύνατον ἀπάγοντας.

Δείξας τοὺς ἐν τῷ δευτέρῳ σχήματι ἀναγομένους εἰς τοὺς ἐν τῷ [*](XXXIv) πρώτῳ καθόλου νῦν βούλεται δεῖξαι ὅτι καὶ οἱ ἐν τῷ πρώτῳ σχήματι μερικοὶ συλλογισμοὶ καὶ αὐτοὶ ὑπὸ τοὺς καθόλου ἀνάγονται, οὐκ αὐτόθεν οὐδὲ δι’ ἑαυτῶν ἀλλὰ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἀναφερόμενοι ἐπὶ τοὺς καθόλου τοῦ δευτέρου σχήματος καὶ δι’ ἐκείνου ἐπὶ τοὺς καθόλου τοὺς ἐν τῷ πρώτῳ σχήματι. τοῦτο δὲ οὐχ ὡς ἀτελεῖς· δείκνυνται γὰρ καὶ δι’ ἑαυτῶν δεικτικῶς συλλογιστικοὶ ὄντες· δείκνυνται δὲ καὶ τῇ εἰς [*](2 τὸν P: τὸ Vt τοῦ P: τὸ Vt 4 οἱ alt. om. V ἀνοίγοντο pr. V 5 ἀντιφατικῶς om. V 6 ἀδυνάτων scripsi: δυνατῶν libri 8 διὸ—10 καθόλου om. V 10 τὸ Ο τοῦ corr. V 12 παντὶ τῶ ν΄ V ὑπόκειται ο ex ε corr.) V 15 ἀνοίγετο pr. 16 σχήματι pr. V, corr., ut videtur, V2 ἐνδείκνυτο V 17 τούτου Vt cf. p. 117,12 συνήγετο t οὐχ pr. V 20 τῶ prius e τὸ corr. V 21 εἴπει P: εἴπ’ οἱ t μݲ alt. corr. V: νݲ Pt, pr. V 22 τῷ ξ om. P 24 post πρώτῳ add. σχήματι V (Marc. ἐπιτελειοῦνται t 25 δι’ ἑαυτῶν t: διὰ τούτων PV: δι’ αὑτῶν Arist. 26 posl εἰς add. τὸ V ἀπάγοντας t Arist.: ἀπάγοντος P: ἄγοντας V 28 post πρώτῳ prius add. σχήματι Vt 29 μερικὸς συλλογισμός pr. V, corr. V2 31 καὶ om. V)

116
ἄτοπον ἀπαγωγῇ ἐπὶ τὸ δεύτερον ἀναγόμενοι σχῆμα καὶ δι’ ἐκείνου ἔπι [*](XXXIV) τοὺς ἐν τῷ πρώτω σχήματι καθόλου. ὁ μὲν οὖν πρότερος αὐτῶν καθόλου καταφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς συνάγει μὲν τῇ κατ’ εὐθεῖαν δείξει μερικὸν καταφατικὸν οὕτως· τὸ Α παντὶ τῶ Β, τὸ Β τινὶ τῶ Γ, καὶ τὸ Α τινὶ τῶ Γ. συνάγεται δὲ καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ οὕτως· εἰ γὰρ ψεῦδος τὸ τινί, ἀληθὲς τὸ μηδενὶ τῷ Γ τὸ Α· τῷ δὲ Β παντὶ ὑπῆρχεν· γίνεται οὖν τοῦ δευτέρου σχήματος ὁ πρῶτος τρόπος, ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρξει· ὑπέκειτο δὲ καὶ τινί, ὅπερ ἀδύνατον. ὥστε ἐδείχθη καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ διὰ τοῦ δευτέρου σχήματος· τὸ δὲ δεύτερον σχῆμα ἀνήγετο ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου· καὶ οἱ ἐν τῷ πρώτῳ ἄρα μερικοὶ ὑπὸ τοὺς ἐν τῷ αὐτῷ σχήματι καθόλου ἀνάγονται διὰ τοῦ δευτέρου. ὡσαύτως δὲ καὶ ὁ ἕτερος τοῦ πρώτου σχήματος μερικὸς εἰς τοὺς καθόλου ἀναχθήσεται. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ, τὸ Α ἄρα οὐ παντὶ τῷ Γ· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντὶ τῷ Γ τὸ Α· εἰ τοίνυν τὸ Α τῷ μὲν B μηδενὶ τῷ δὲ Γ παντί, γίνεται πάλιν τὸ δεύτερον σχῆμα· τὸ Β ἄρα οὐδενὶ τᾷ Γ· ἀλλ’ ὑπέκειτο τινί. καὶ οὗτος ἄρα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τὸ δεύτερον ἀνήχθη σχῆμα, τοῦτο δὲ εἰς τοὺς ἐν τῷ πρώτῳ καθόλου. οὕτως ἄρ καὶ οἱ ἐν πρώτῳ μερικοὶ ὑπὸ τοὺς καθόλου ἀνάγονται.

p. 29b19 Οἱ δὲ ἐν τῷ τρίτῳ καθόλου μὲν ὄντων τῶν ὅρων εὐθὺς ἐπιτελοῦντι δι’ ἐκείνων τῶν συλλογισμῶν.

Δείξας ἀμφότερα τὰ σχήματα ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου ἀναγόμενα ἑξῆς πειρᾶται καὶ τοὺς ἓξ τοὺς ἐν τῷ τρίτῳ σχήματι συλλογισμοὺς ὑπ’ ἐκείνους δεῖξαι. καὶ λέγει ὅτι οἱ μὲν δύο οἱ ἐκ καθόλου τῶν ὅρων ὄντες εὐθὺς ἀνάγονται. τὸ δὲ εὐθὺς οὐχ ὅτι καὶ αὐτοὶ τέλειοι ὡς ἐκεῖνοι, ἀλλ’ ὅτι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὐ δι’ ἄλλων πρῶτον περανθέντες δι’ ἐκείνων εἰς τοὺς ἐν πρώτῳ καθόλου ἀνάγονται, ὥσπερ οἱ μερικοὶ τοῦ πρώτου σχήματος τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπὶ τὸ δεύτερον σχῆμα καὶ δι’ ἐκείνου εἰς τοὺς καθόλου ἀνήγοντο, ἀλλὰ ἀμέσως δι’ αὐτῶν περαίνονται. ἐπειδὴ γὰρ ὁ μὲν καταφατικὸν ὁ δὲ ἀποφατικὸν ἐπὶ μέρους συνάγουσι, δῆλον ὅτι, ἡνίκα ἂν τὰ ἀντικείμενα τούτοις λαμβάνοιτο, τῷ μὲν ἐπὶ μέρους καταφατικῷ τὸ καθόλου ἀποφατικὸν ἀντίκειται, τῷ δὲ ἐπὶ μέρους ἀποφατικῷ τὸ καθόλου καταφατικόν· ὥστε ἐπεὶ ἐν ἀμφοῖν οἱ ὅροι καθόλου εὑρίσκονται, παρακολουθήσει συμπέρασμα τῷ μὲν πρώτῳ καθόλου ἀποφατικόν, τῷ δὲ δευτέρῳ καθόλου καταφατικόν, ἅπερ ποιεῖ [*](1 τοῦ δευτέρου P 5 καὶ prius om. V 6 τὸ (ante τινί) om. P 7 τὸ γ΄ τῶ V ὑπάρχει V 8 ὁ δεύτερος supra ὁ πρῶτος del. scr. V 8. 9 καὶ τινὶ superscr. V 10 δὲ superscr. V 14 ἄρα α΄ t 16 γ΄ V: ᾱ 17 ἄτοπον Vt 19 post ἐν add. τῶ V 22 πρώτῳ om. V 25 ὄντων t, mrg. P1 26 οὐδ’ ἄλλων V πρώτων P 26. 27 πειρασθέντες P: περανθέντα t 27 post ἐν add. τῶ V 28 ἐπὶ eorr. ex ἔπι οὖν P: ἐποίουν Vt 29. 30 περαίνονται scripsi: περαιοῦνται libri 31 τούτοις P: τοῦ γ΄ Vt 32 ἄπο in ras. P 34 τὸ μὲν πρῶτον P)

117
τοὺς δύο καθόλου ἐν πρώτῳ σχήματι. ὥστε δῆλον ὅτι οὗτοι ἀμέσως [*](XXXIv) ὑπ’ ἐκείνων γεγόνασιν.

p. 29b21 Ὅταν δ΄ ἐν μέρει ληφθῶ σί’, διὰ τῶν ἐν μέρει συλλογισμῶν τῶν ἐν τῷ πρώτῳ σχήματι· οὗτοι δὲ ἀνήχθησαν εἰς ἐκείνους, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ σχήματι οἱ κατὰ μέρος.

Οἱ μὲν οὖν καθόλου, φησίν, ἐν τῷ τρίτῳ σχήματι αὐτόθεν εἰς τὸ πρῶτον ἀνάγονται σχῆμα διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς. οἱ δὲ ἐν μέρει οὐχ οὕτως, ἀλλ’ ἐπειδὴ καὶ ἡ ἀντιστροφὴ τούτων καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τῶν μερικῶν τῶν ἐν τῷ πρώτῳ ἐπιτελεῖται, οὗτοι δὲ ἀνήγοντο εἰς τοὺς καθόλου τοῦ ἰδίου σχήματος διὰ τοῦ δευτέρου, δῆλον ὅτι καὶ οἱ ἐν τῷ τρίτῳ μερικοὶ ἀναχθήσονται ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου διὰ τῶν ἐν πρώτῳ μερικῶν καὶ δι’ ἐκείνους διὰ τοῦ δευτέρου σχήματος. παραδείγματος δὲ χάριν ὑποκείσθω ἡμῖν ὁ ἐκ δύο καταφατικῶν μερικός· τὸ γὰρ Α παντὶ τῷ Β, τὸ δὲ Γ τινὶ τῷ Β, καὶ τὸ συμπέρασμα τὸ Α τινὶ τῶ Γ. εἰ γὰρ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ τῶ Γ. εἰ τοίνυν τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ, δῆλον ὅτι γέγονεν ὁ μερικὸς τοῦ πρώτου σχήματος. ὡσαύτως εἰς τὸν μερικὸν ἀνάγεται καὶ διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ ψεῦδος τὸ τινὶ τῷ Γ τὸ Α, ἀληθὲς τὸ οὐδενί. εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ B, γέγονε πάλιν ὁ μερικὸς τοῦ πρώτου σχήματος. οὗτοι δὲ εἰς τοὺς καθόλου ἀνήγοντο διὰ τοῦ δευτέρου σχήματος· οὐκοῦν καὶ οἱ τοῦ τρίτου μερικοὶ διὰ τούτων εἰς τοὺς καθόλου τοῦ πρώτου ἀναχθήσονται.

p. 29b26 Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύντες εἴρηνται πῶς ἔχουσι, καὶ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων.

Γριῶν ὄντων τῶν τρόπων, ἀναγκαίου τε καὶ ὑπάρχοντος καὶ ἐνδεχομένου, συμπεραίνων τὰ εἰρημένα ὥσπερ ὑπομιμνήσκει ἡμᾶς, ὅτι περὶ τοῦ ὑπάρχοντος τρεῖς πάντες οἱ ἐκτεθέντες συλλογισμοί, μέλλων ἀλλ’] ἐπὶ τοὺς ἀναγκαίους μεταβαίνειν. εἴρηται οὖν, φησί, καὶ ἰδίᾳ ἕκαστον τῶν σχημάτων πῶς ἔχει, οἷον ὅτι οὐ δι’ ἀντιστροφῆς οἱ ἐν τῷ πρώτῳ δείκνυνται, [*](2 ἐπ’ Pt ἐκείνου P 3 τῶν ἐν μέσω V 5 οἱ prius P Arist.: τῶν Vt 6 αὐτόθι V 7 δεύτερον V 9 ἀνοίγοντο pr. V 12 ἐν πρώτοις P ἐκείνων Vt cf. p. 115,17 13 μερικῶν 1 post μερικός add. ἐν τρίτω σχήματι mrg. V 14 δὲ om. P 15 καὶ om. P παντὶ τὸ ᾱ 19 γ΄ alt. corr. V: β΄ Pt, pr. V β΄ corr. V: α΄ Pt, σ corr. v 20 τὸ β΄ σχῆμα, om. διὰ V 24 εἴρηνται] ν superscr. καὶ om. P 25 αὐτοῦ t Arist.: πρώτου P: α΄ V post ἑτέρων add. Arist. (om. d) 26 τῶν superscr. P1 28 οἱ συλλογισμοὶ οἱ ἐκτεθέντες V μέλλων—29 μεταβαίνειν scripsi: μᾶλλον ἀλλ᾿—μεταβαίνει μέτα in ras., ut videtur, ilbri 29 φησί om. V ἑκάστου P)

118
οἱ δὲ ἐν τῷ δευτέρῳ διὰ τοὐ ἀδυνάτου καὶ δι’ ἀντιστροφῆς, ὁ δὲ ἐν τῷ [*](XXXIv) τρίτῳ διά τε τούτων καὶ δι’ ἐκθέσεως, καὶ ποῖα ἕκαστον συνάγει συμπεράσματα, καὶ εἴ τι ἄλλο ἴδιον ἔχουσιν. εἴρηται δὲ καὶ ὅπως ἔχουσι πρὸς ἀλλήλους οἱ ἐκ τῶν τριῶν σχημάτων, τουτέστιν ὅσα αὐτοῖς κοινὰ ὑπάρχει ἢ οὐχ ὑπάρχει. |

[*](1 τοῦ om. V 2 δι’ Pt: τῆς Y 2. 3 καὶ ποῖα—συμπεράσματα huc transposui: ante 1 οἱ δὲ ἐν τῷ δευτέρῳ collocant libri ἕκαστον corr. P1: ἕκαστος Vt, pr. P 5 τῶν εἰς τὰ τρία τὸ πρῶτον ἰωάννου γραμματικοῦ ἀλεξανδρέως ἐκ τῶν συνουσιῶν ἀμμωνίου τοῦ ἑρμίου maiusc. subscr. P: τέλος τῶν εἰς τρία τὸ πρῶτον subscr. V)
119
[*](XXXIIr)

p. 29b29 Ἐπεὶ δ’ ἕτερόν ἐστιν ὑπάρχειν τε καὶ ἐξ ὑπάρχειν καὶ ἐνδέχεσθαι ὑπάρχειν.

Πληρώσας τὸν περὶ τῶν τριῶν σχημάτων τῶν ὑπαρχουσῶν προτάσεων λόγον μέτεισιν ἐπὶ τὰς τοῦ ἀναγκαίου προτάσεις, καὶ εἰκότως δευτέραν αὐταῖς ἐπιτίθησι τάξιν. ἐπειδὴ γὰρ τὰ μὲν τῶν ὄντων ἀεὶ ὡσαύτως ἔχουσι καὶ πᾶσιν ὑπάρχουσι, τὰ δὲ ὑπάρχουσι μὲν οὐκ ἐξ ἀνάγκης δέ, ἀλλὰ δύνανται καὶ μὴ ὑπάρχειν, τὰ δὲ οὔτε ὑπάρχουσιν οὔτε ἐξ ἀνάγκης ὑπάρχουσι, δύνανται δὲ ὅμως ὑπάρξαι καὶ μὴ ὑπάρξαι, ὧν τὸ μὲν πρῶτόν ἐστι τοῦ ἀναγκαίου, τὸ δὲ δεύτερον τοὺ ὑπάρχοντος, τὸ δὲ τρίτον τοῦ ἐνδεχομένου, διὰ τοῦτο τὸν μὲν περὶ τῶν ὑπαρχουσῶν προτάσεων πρῶτον ἐποιήσατο λόγον ὡς ἁπλούστερον· τῷ γὰρ ὑπάρχοντι προσιόντα τινά, οἷον τὸ ἀεὶ καὶ τὸ παντί, ποιεῖ τὸ ἀναγκαῖον. μέσον δὲ τάττει τὸν περὶ τῶν ἀναγκαίων συζυγιῶν λόγον ὡς μέσην ἐχουσῶν τάξιν τῶν τε ἁπλῶς ὑπαρχουσῶν καὶ τῶν ἐνδεχομένως· ὑπάρχουσι μὲν γὰρ καὶ αὗται, ἀλλ’ ἀεὶ καὶ ἀναγκαίως· αἱ δὲ τοῦ ἐνδεχομένου οὐχ ὑπάρχουσι μέν, δύνανται δὲ ὑπάρξαι καὶ μὴ ὑπάρξαι. διὰ τοῦτο μὲν οὖν δεύτερον τὸν περὶ τῶν ἀναγκαίων συζυγιῶν ποιεῖται λόγον. εἰ δὲ ἕτεραι μὲν αἱ ὑπάρχουσαι προτάσεις, [*](1 ἀρχὴ τῶν μίξεων, post quae add. Ἰωάννου γραμματικοῦ Ἀλεξανδρέως εἰς τὸ πρῶτον τῶν προτέρων ἀναλυτικῶν ἐκ τῶν συνουσιῶν Ἀμμωνίου. τοῦ αὐτοῦ εἰς τὸ α΄ τῶν προτέρων ἐκ τῶν συνουσιῶν Ἀμμωνίου τοῦ Ἑρμείου τῶν εἰς τρία τὸ πρῶτον (corr. e β΄) V: ἰݲωݲ ου φιλοπόνου εἰς τὰς μίξεις τοῦ ἀριστοτλ B: τοῦ αὐτοῦ εἰς τὸ α΄ τῶν προτέρων | βιβλίον β΄ t 4 τὸν ante 5 λόγον collocat t post τῶν alt. add. ἐξ 6 αὐταῖς S: αὐτοῖς BVt ἐπεὶ Β 7 ὑπάρχουσι prius BSt: ὑπάρχει V ὑπάρχουσι alt. BV: ὑπάρχει St post δὲ alt. add. ὑπάρχει SVt 8 ἀλλὰ δύνανται δύναται S) BSt: δύνανται δὲ V μὴ ὑπάρχει V ὑπάρχουσιν Β: ὑπάρχειν V: ὑπάρχει St 9 ὑπάχουσι Β· ὑπάρχει SVt δύναται SVt an ὁμοίως? ὑπάρξαι alt. om. Β 10 δεύτερον, τρίτον S: om. BVt 11 ante διὰ add. καὶ BS 11. 12 ἐποιήσατο πρῶτον Β 12 ἁπλουστέρων BS post ἁπλ. add. καὶ καθολικώτερον V τινὶ B 13 τὸ alt. om. SVt post ἀναγκαῖον add. τὸ δὲ ποτὲ τὸ ἐνδεχόμενον BS τάττειν V περὶ om. V τῶν superscr. V 14 μέσων V: μέσον t 15 ἐνδεχομένων V μὲν om. B καὶ tert. om. BS 17 ὑπάρξαι St: ὑπάρχουσαι V: om. B 18 εἰ Vt: αἱ Β μὲν om. V ὑπάρχουσαι SVt; ὑπάρχοντος Β)

120
ἕτεραι δὲ αἱ τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, δῆλον ὅτι ἑτέρων οὐσῶν [*](XXXIIr) τῶν προτάσεων ἕτερον ἔσται καὶ τὸ συμπέρασμα· ἐκ μὲν γὰρ ὑπαρχουσῶν προτάσεων ὑπάρχον γίνεται τὸ συμπέρασμα, ὁμοίως δὲ καὶ ἐξ ἀναγκαίων ἀναγκαῖον καὶ ἐξ ἐνδεχομένων ἐνδεχόμενον.

p. 29b36 Ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων· ὡσαύτως γὰρ τιθεμένων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ τῷ ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός.

Ώσπερ, φησίν, ἔχουσιν αἱ τοῦ ὑπάρχοντος προτάσεις, οὕτως ἔχουσι σχεδὸν καὶ αἱ τοῦ ἀναγκαίου· αἱ αὐταὶ γάρ εἰσιν ἐν τούτοις τε καὶ ἀσυλλόγιστοι ἐν ἑκάστῳ σχήματι, καὶ ὡσαύτως ἀλλήλαις τὰς δείξεις ἔχουσι· διοίσουσι δὲ μόνον τῷ τὰς μὲν μετὰ τρόπου εἶναι τἀς δὲ ἄνευ τρόπου. προσέθηκε δὲ τὸ σχεδὸν διὰ τὸν τέταρτον συλλογιστικὸν τοῦ δευτέρου σχήματος τρόπον καὶ τὸν πέμπτον τοῦ τρίτου· ἔστι γὰρ ἐν διαφορὰ τῶν ἀναγκαίων πρὸς τοὺς ὑπάρχοντας, ὡς ἑξῆς ἡμῖν ἐπιδείξει.

p. 30a2 Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει.

Καίτοι οὐ μόνον τὸ στερητικὸν ἀλλὰ καὶ τὸ κατηγορικόν. τί οὖν μὴ καὶ τούτου ἐμνήσθη; ἐροῦμεν οὖν ὅτι τὸ μὲν κατηγορικὸν ἐπὶ πάντων τῶν τρόπων ὁμοίως ἀντιστρέφει, καὶ οὐδὲν θαυμαστὸν εἰ καὶ ἐπὶ τούτων· τὸ δὲ στερητικὸν οὐχ ὁμοίως ἐπὶ τοῦ ἐνδεχομένου, ὡς αὐτός φησι. διὸ ταύτης μόνης τῆς ἀντιστροφῆς ἐμνήσθη ὡς τοῖς δύο μόνοις τρόποις ὑπαρχούσης· τὴν δὲ ἄλλην ὡς κοινὴν ἁπάντων παρῆκεν.

p. 30a3 Ἐν μὲν οὖν τοῖς ἄλλοις τὸν αὐτὸν τρόπον δειχθήσεται διὰ τῆς ἀντιστροφῆς ἦς ὅτι τὸ συμπέρασμα ἀναγκαῖον.

Ὁμοίως γὰρ ἢ κατ’ εὐθεῖαν δειχθήσονται ἢ δι’ ἀντιστροφῆς οἵ τε ἀναγκαῖοι καὶ οἱ ὑπάρχοντες.

p. 30a6 Ἐν δὲ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τὸ μὲν καθόλου καταφατικὸν τὸ δ᾿ ἐν μέρει στερητικόν, καὶ πάλιν ἐν τῷ τρίτῳ, ᾖ τὸ μὲν καθόλου καταφατικὸν τὸ δ’ ἐν μέρει στερητικόν, οὐχ ὁμοίως ἔσται ἡ ἀπόδειξις.

Τῶν ἄλλων, φησίν, ὁμοίως ἐχόντων κατὰ πάντα ἐπὶ τοῦ ἀναγκαίου [*](1 ante τοῦ add. διὰ t καὶ αἱ ἐνδεχόμεναι Vt: καὶ ἕτεραι τοῦ ἐνδεχομένου S 2 post συμπέρασμα add. διατί; ὅτι οὐκ ἐξ ὁμοίων προτάσεων τὲ καὶ ὅρων BS 7 τῷ alt. om. V ἢ μὴ ὑπάρχειν om. V 10 σχεδὸν om. Vt 11 σχήματι BS: τῶν σχημάτων Vt 12 τρόπων Vt 13 δὲ om. V τὸ om. Vt 15 τοὺς ὑπάρχοντας S: τὰς ὑπαρχούσας Β: τὸν ὑπάρχοντα Vt ἑξῆς] p. 30a6 sq. 16 ἀντιστρέψει t 17 ante τί add. διὰ Β 18 οὖν SVt: om. B 19 τρόπων Bt: ὄντων V οὐδὲν θαυμαστὸν BS: inv. ord. Vt δὲ BS: δέ γε Vt 20 ἐπὶ τοῦ ἐνδεχομένου οὐχ ὁμοίως Β post ὡς add. καὶ t φησι] c p. 25b3 sq. post διὸ add. καὶ Β 21 ἐμνήσθην V 24 ὅτι BVt(C): om. Arist. post ἀναγκαῖον add. ὃν Β 25 γὰρ om. V 27 μὲν BVt(Ci): om. Arist. 29 ᾖ BVt(C): om. Arist. 30 ἀπόδοσις Β 31 φησὶν post πάντα collocat Β παντός t post ἐπὶ add. τε t)

121
καὶ τοῦ ὑπάρχοντος μόνος ὁ τέταρτος ἐν δευτέρῳ σχήματι καὶ ἐν τρίτῳ [*](XXXIIr) ὁ πέμπτος διαφέρουσιν ἐν τῷ ὑπάρχοντι τρόπῳ καὶ τῷ ἀναγκαίῳ· ἐν μὲν γὰρ τῷ ὑπάρχοντι δι’ ἀντιστροφῶν μὲν οὐκ ἐδείκνυντο ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ἐπὶ μέντοι τοῦ ἀναγκαίου οὐ δυνατὸν διὰ τῆς τοῦ ἀδυνάτου δείξεως τούτους ἀποδεῖξαι. οἷον ὡς ἐπὶ τοῦ τετάρτου συλλογισμοῦ τοῦ δευτέρου σχήματος προίτω ὁ λόγος· ἔστω γὰρ τὸ Α παντὶ τῷ B ἐξ ἀνάγκης, τῷ δὲ Γ ἐξ ἀνάγκης μὴ παντί· λέγω ὅτι τὸ Β ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ ὑπάρχει. τοῦτο δέ, ὥσπερ εἶπον, οὐ δυνατὸν τῇ εἰς ἄτοπον ἀπαγωγῇ δεῖξαι λέγοντας ὅτι, εἰ ψεῦδός ἐστι τὸ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν, ἔσται ἀληθὲς τὸ ὅτι τῷ Γ ἐνδέχεται παντὶ τὸ Β ὑπάρχειν· ἀλλὰ μὴν καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπῆρχεν. εἶτα ποῖον ἀκολουθεῖ τὸ συμπέρασμα, ἀγνοοῦμεν· γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης, ἥτις ποῖον συνάγει συμπέρασμα, οὔπω ἴσμεν πρὸ τοῦ διδάξαι τὸν φιλόσοφον περὶ τῆς μίξεως τοὐ ἐν|δεχομένου [*](XXXIIv) πρὸς τὸ ἀναγκαῖον. ὥστε καλῶς ἐλέγετο μὴ δύνασθαι δείκνυσθαι τὸν τέταρτον συλλογισμὸν τοῦ δευτέρου σχήματος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ πέμπτου τρόπου τοῦ τρίτου σχήματος συμβαίνει. δείκνυνται οὖν δι’ ἐκθέσεως. ἡ δὲ ἔκθεσις ἐνταῦθα τοιαύτη. ἐπὶ μὲν τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι, εἰ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης τῷ δὲ Γ τινὶ οὐχ ὑπάρξει ἐξ ἀνάγκης, ληπτέον μέρος τοῦ Γ ᾧ τὸ Α οὐχ ὑπάρξει, οἷον τὸ Δ, καὶ τακτέον οὕτως· εἰ τὸ Α οὐδενὶ τῷ Δ, οὐδὲ τὸ Δ οὐδενὶ τῷ Α· τὸ δὲ Α παντὶ τῷ Β· τὸ ἆ ῥα Δ οὐδενὶ τῷ Β· οὐκοῦν τὸ Β οὐδενὶ τῷ Δ· τὸ δὲ Δ τι τοῦ Γ ἐστί· τὸ ἄρα Β τινὶ τῷ Γ οὐχ ὑπάρξει. ἐπὶ δὲ τοῦ τρίτου σχήματος, εἰ τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρξει. προσκείσθω οὖν μέρος τοῦ Γ ᾧ τὸ Α οὐχ ὑπάρξει, οἷον τὸ Δ, καὶ ἔσται οὕτως· εἰ τὸ Α τῷ Δ οὐδενί, τὸ δὲ B παντὶ τῷ Δ, εἴγε καὶ τῷ Γ παντί, οὗ μέρος τὸ Δ, ἀντιστρέφει δὲ ἡ B Δ, καὶ ἔσται τὸ Δ τινὶ τῶ Β· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῶ Δ τὸ δὲ Δ τινὶ τῷ Β, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρξει. εἰκότως δὲ οἱ συλλογισμοὶ τοῦ ἀναγκαίου ὡσαύτως ἔχουσι τοῖς τοῦ ὑπάρχοντος καὶ ὁμοίως αὐτοῖς δείκνυνται, διότι καὶ αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἀναγκαίου ὡσαύτως ἐλέγοντο ἔχειν ταῖς τοῦ ὑπάρχοντος.

[*](1 post ἐν alt. add. τῶ Β 2 διαφέρει Β post καὶ add. ἐν Vt: om. BS 3 οὑκ om. V ἐδείκνυτο Bt διὰ om. V 4 post εἰς add. τὸ Vt τῆς om. Β 7 τῶ e τὸ corr. V post λέγω add. δὴ V, δὲ t 8 τῶ γ΄ om. Bt ὑπάρχει S et ante παντὶ B: ὑπάρξει Vt ὡς Β οὐ δυνατὸν Bt: ἀδύνατον V 10 ὑπάρχει V ἐνδέχεσθαι Bt 14 ἣ Β post συμπέρασμα add. καὶ V 15 πρὸ τοῦ S: om. BVt περὶ] πρὸ t μείξεως Vt 16 τὸν V ἐλέγομεν BS δείκνυσθαι om.V 18 τὴν αὐτὴν V: αὑτὰ t 19 δείκνυνται scripsi: δείκνυται BVt: δεικτέον S 20 supra α΄, β΄ scr. ζῶον, ἄνݲοݲςݲ V 22 ὑπάρχει t τὸ δ prius] supra τέταρτον del. scr. ἔστι χιὼν δ΄ V om. Vt ἐστί om. Β 25 supra α΄, γ΄ scr. λευκὸν, ἄνݲοݲςݲ V 26 τῷ β΄ 27 supra τὸ δ΄ scr. καὶ ἔστω ἄνݲοݲςݲ V 28 τῷ δ΄ om. Β τὸ alt. e τοῦ t et om. δὲ S 29 βݲ δݲ S: βݲ γݲ BV: β΄ t καὶ om. V 30 posl δ΄ οὐδενὶ V 32 αὐτοῖς om. V καὶ δι’ ἀντιστροφῆς Β 33 ταῖς S: τοῖς BVt)
122

p. 30a13 Γίνεται δὲ τῶν συλλογισμῶν ἑκάτερος ἐν τῆ οἰκείῳ [*](XXXIIv) σχήματι.

Ἑκάτερος, φησί, τῶν εἰρημένων δύο συλλογισμῶν διὰ τοῦ σχήματος δείκνυται τὸ ἴδιον συμπέρασμα συνάγων. ἀλλ’ ὁ μὲν τέταρτος τοῦ δευτέρου σχήματος συλλογισμὸς διὰ τοῦ δευτέρου συλλογισμοῦ τοῦ αὐτοῦ δευτέρου σχήματος οὕτως· εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β ὑπάρχει τῷ δὲ Γ οὐ παντί, ὑπέκειτο δὲ μέρος τοῦ Γ τὸ Δ, ᾧ οὐχ ὑπάρχει τὸ Α, τὸ ἄρα Α παντὶ μὲν τῷ Β ὑπάρχει τῷ δὲ Δ οὐδενί, ὅσπερ ἐστὶ δεύτερος τρόπος τοῦ δευτέρου σχήματος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς· τὸ ἄρα Β οὐδενὶ τῷ Δ ὑπάρξει, ὅπερ ἐστὶ μέρος τοῦ Γ. τὸ ἄρα Β οὐ παντὶ τῷ Γ ὑπάρξει. ὁμοίως δὲ καὶ ὁ πέμπτος τοῦ τρίτου σχήματος διὰ τοῦ δευτέρου τρόπου τοῦ αὐτοῦ τρίτου σχήματος οὕτως. εἰ γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ τὸ δὲ Β ἐξ ἀνάγκης παντί, λέγω ὅτι τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντὶ ὑπάρχει· ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ ὑπάρχει, εἰλήφθω μέρος τι τοῦ Γ ὧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ Α, οἷον τὸ Δ· τὸ ἄρα A οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης ὑπάρχει. καὶ ἐπεὶ τὸ B ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρχει, ἓν δὲ τῶν μερῶν τοῦ Γ τὸ Δ, τὸ ἄρα Β παντὶ τῷ Δ ὑπάρχει. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Δ τὸ δὲ B παντὶ ἐξ ἀνάγκης ὑπάρχει, δῆλον ὅτι γέγονε πάλιν τοὐ τρίτου σχῆ μάτος ὁ δεύτερος τρόπος. ὥστε ἡ ἔκθεσις ἐπ’ ἀμφοτέρων τῶν συλλογισμῶν τὸ οἰκεῖον πάλιν ἐποίησε σχῆμα. ἐπισημειώσασθαι δὲ ἄξιον ἐν πᾶσι τούτοις, πῶς λοιπὸν μετὰ τὴν ἀπόδειξιν τῶν τριῶν σχημάτων ἀδεέστερον ἐχρήσατο τοῖς στοιχείοις, ὡς πρότερον κατὰ τὴν τάξιν τῶν σχημάτων καὶ τῶν ὅρων καὶ τοῖς στοιχείοις χρώμενος.

p. 30a15 Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν.

Παραδοὺς τὰς προτάσεις τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου ἐντεῦθεν βούλεται μῖξαι ταύτας. καὶ βούλεται αὐτὸς ἀεὶ τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα, οἷον εἰ ἡ μὲν μείζων ἐστὶν ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ δὲ ἔμπαλιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, ὑπάρχον. παραδίδωσι [*](1 οἰκείω corr. V, t Arist.: ἰδίω Β, pr. V 3 οἰκείου St: ἰδίου BV 4 δείκνυνται V συναγαγών Vt 6 γὰρ oin. Β 7 ὑπέκειτο St: ὑπόκειται BV ὧ μὴ Β ὑπάρχει st: ὑπάρξει BV 8 ὅσπερ S: ὅπερ BVt ἐστὶν ὁ Β 11 δὲ om. Β· 12 τρίτου alt. om. Β 14 λέγω ὅτι om. Β 15 τι μέρος Β 16 τῶ α΄ V 16—19 δݲ ubique BS: ε΄ Vt 17 ὑπάρχει τῶ γݲ (post γ΄) V 19 μηδενὶ s τῶ e τὸ corr. V 20 τὸ γ΄ post ὥστε add. καὶ V 22 μετὰ τὴν ἀπόδοσιν λοιπὸν Β 23 τὴν om. V 25 Μίξις ἀναγκαίου καὶ ὑπάρχοντος inscr. Β: μίξις τοῦ α΄ σχήματος V 27 post ἀναγκαίου collocat Β τάς τε et τὰς om. Β 28 ἐνταῦθα Β αὐτὸς scripsi: ἀυ τ Β.. αὐτὰς Vt 29 ἀκολουθήσει V μὲν t: om. 30 γίνεσθαι t: γίνεται BV 31 ἡ μὲν—ἀναγκαία om. Β μὲν Y: om. Vt)

123
δέ, ὡς εἴωθε, πρῶτον τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου. πρόδηλον [*](XXXIIv) δὲ ὅτι καθόλου οὐσῶν τῶν προτάσεων ὀκτὼ γίνονται συζυγίαι, τέσσαρες μὲν συλλογιστικαί, τέσσαρες δὲ ἀσυλλόγιστοι· εἰ γὰρ τῶν δύο ὑπαρχουσῶν οὐσῶν καθόλου τέσσαρες ἐγίνοντο συζυγίαι, ὁμοίως δὲ καὶ ἀναγκαίων, δῆλον ὅτι μιγνυμένων τούτων ὀκτὼ γενήσονται. εἰ γὰρ ἡ μείζων ὑπάρχει ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, τέσσαρες γίνονται συζυγίαι κατὰ τὸ ποιὸν ποικιλλόμεναι· ἢ γὰρ ἀμφότεραί εἰσιν καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαί, ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, καὶ τοῦτο διχῶς· ὁμοίως δὲ καὶ εἰ ἀνάπαλιν ὦσιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, πάλιν γίνονται ἄλλαι τέσσαρες κατὰ ποιὸν ποικιλλόμεναι. αἱ πᾶσαι ἄρα εἰσὶν ὀκτώ. πρότερον οὖν ἐκτίθεται τὰς ἐκ δύο καθόλου καταφατικῶν, τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ὑπαρχούσης. καὶ ὁ μὲν φιλόσοφος, ὥσπερ εἴπομεν, βούλεται ἀεὶ τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα· διὸ καὶ ἐνταῦθα οὕτως ἐχουσῶν τῶν προτάσεων ἀναγκαῖόν φησι συνάγεσθαι τὸ συμπέρασμα. οἱ δὲ ἑταῖροι αὐτοῦ οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ ἔτι οἱ ἀπὸ Πλάτωνος οὔ φασιν οὕτως ἔχειν οὐδὲ πάντως τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα, ἀλλ’ ὑπάρχον ἀεὶ γίνεσθαι. ἄξιον οὖν ἐκθέσθαι πρότερον τήν τε Ἀριστοτελικὴν δεῖξιν καὶ ὅσα οἱ τῷ φιλοσόφῳ συνηγοροῦντες εἰς ἀπόδειξιν τοῦ τοιούτου προστιθέασιν, εἶτα καὶ ἅπερ οἱ τῇ ἐναντίᾳ παρίστα. μένοι δόξῃ φασί, καὶ οὕτως τὰ ἱκανὰ διαστῆσαι τῷ λόγῳ.

Tῷ | τοίνυν Ἀριστοτέλει πρόεισιν ἡ δεῖξις οὕτως. τὸ Α, φησίν, ἐξ [*](XXXIIIr) ἀνάγκης παντὶ τῷ Β ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω· λέγω, φησίν, ὅτι τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει. ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ὑπάρξει· ἓν δὲ τῶν μερῶν τοῦ B τὸ Γ· τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ἕτεροι δὲ συνηγοροῦντες ταύτῃ τῇ δόξῃ προστιθέασι καὶ ἄλλας δύο δείξεις, μίαν μὲν τὴν δι’ ἀδυνάτου οὕτως· λέγομεν, φασίν, ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων ἐξ ἀνάγκης παντὶ τῷ Γ τὸ Α ὑπάρξει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ‘ἐνδέχεται μὴ παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, ἵνα πάλιν ἀντιθῶμεν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ. ἐπεὶ τοίνυν τὸ μὲν Α ἐνδέχεται μὴ παντὶ τῷ Γ ὑπάρχειν, ὑπέκειτο δὲ καὶ τὸ Β τῷ αὐτῷ Γ ὑπάρχειν παντί, τὸ ἄρα Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν· ὑπέκειτο δὲ καὶ ἐξ ἀνάγκης παντί· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ [*](1 ὡς εἴωθε om. Β: post πρῶτον collocat t 3 μὲν om. Β καὶ τέσσαρες, om. δὲ B 4 καθόλου οὐσῶν Β 5 ὑπάρχοι t 6. 7 τὸ ποιὸν Β: ποιὸν t: om. V 7 καὶ ἢ ἀμφότεραι Β: ἢ ἀμφότεραι γάρ t ἀποφατικαί—καταφατικαί t 10 κατὰ ποιὸν ποικλλόμεναι om. Β fort, κατὰ <τὸ> cf. vs. 6 11 εἰσὶν om. Β καταφατικῶν καθόλου καθόλου καταφατικῆς t 12 μὲν prius om. Vt ante καὶ add. διὸ Β μὲν alt. om. Β 14 ἐνταῦθα Vt: ὡδὶ Β 15 ἕτεροι t 16 ἔτι om. V πλάττωνος V 17 τὸ συμπέρασμα om. V 18 οἱ συνηγοροῦντες τῶ φιλοσόφω Β 19 ἆ Β 19. 20 προιστάμενοι Vt 22 ὑπάρχει (post βݲ Β α΄ superscr. V B post β΄ add. ὑπάρχει Β 24 ἄρα post αὐτοῦ colloc. Β 25 ὑπάρχει 27 ἑτέρας Β δι’ Β: τοῦ V: διὰ τοῦ t οὕτως post φασίν colloc. Β φασίν scripsi cf. p. 124,5: φησιν libri 28 post α΄ add. οὐχ V ὑπάρξει V 29 superscr. V δὲ Β 31 ὑπάρχειν om. V 32 τὸ βݲ παντί τῶ γݲ ὑπάρχειν Β)

124
καὶ ἐνδέχεται μὴ παντὶ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον. ἰστέον [*](XXXIIIr) γὰρ ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι ὁμολογοῦσι τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης μερικὸν ἐνδεχόμενον ἀποφατικὸν συνάγεσθαι τὸ συμπέρασμα. προστιθέασι δὲ καὶ ἑτέραν δεῖξιν τοιαύτην· εἰ τῶν δύο, φασί, προτάσεων κειμένων ὑπαρχουσῶν ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα, δῆλον ὅτι τῆς ἑτέρας ἀναγκαίας οὔσης οὐκέτι τὸ αὐτὸ ὤφειλε συνάγεσθαι συμπέρασμα ἀλλὰ ἀναγκαῖον. ταῦτα οἱ τῇ Ἀριστοτελικῇ συνηγοροῦντες δόξῃ.

Οἱ δὲ ἑταῖροι αὐτοῦ ἐνίστανται πρὸς τὰ εἰρημένα, καὶ πρῶτον πρὸς τὴν Ἀριστοτελικὴν δεῖξιν οὕτως ἐξ αὐτῆς <τῆς> τοῦ ἀναγκαίου καὶ τῆς τοῦ σημασίας. ἀναγκαῖον, φασίν, ἐστὶν ὃ παντὶ καὶ ἀεὶ ὑπάρχει, ὑπάρχον δὲ ὅπερ ἐστὶ μὲν ἐν τῷ πράγματι, δύναται δὲ καὶ ἀπογενέσθαι αὐτοῦ. εἰ τοίνυν τὸ Β τῷ Γ οὐκ ἀναγκαίως ὑπάρχει, δύναται ἄρα χωρισθῆναι αὐτοῦ· εἰ δὲ χωρίζεται τὸ Β τοῦ Γ, οὐκ ἐξ ἀνάγκης ὑπάρξει τῷ Γ τὸ Α. εἰ γὰρ χωρισθείη τὸ μέσον τοῦ ἐσχάτου, οὐχ ἕξει τὸ ἄκρον ὅτου συναφθῇ τῷ ἐσχάτῳ· ὥστε εἰ ὑπάρξει τῷ Γ τὸ Α, οὐκ ἀναγκαίως αὐτῷ ὑπάρξει. καὶ γὰρ κακῶς ὑπέθεσθε, φασίν, ὅτι εἰ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ B ὑπάρχει, μέρος δὲ τοῦ Β τὸ Γ, τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει· τοῖς μὲν γὰρ κυρίως αὐτοῦ μέρεσιν ἐξ ἀνάγκης ὑπάρχει πᾶσιν, οὐ μέντοι γε τοῖς ποτὲ μὲν οὖσιν αὐτοῦ μέρεσι ποτὲ δὲ μή. τὸ δὲ Β τῷ Γ παντὶ μὲν ὑπῆρχεν, οὐκ ἐξ ἀνάγκης δέ, ὥστε δύναται καὶ μὴ ὑπάρχειν· αὕτη γὰρ ἡ τοῦ ὑπάρχοντος φύσις, τὸ ὑπάρχον μὲν δυνάμενον δὲ καὶ μὴ ὑπάρχειν. εἰ τοίνυν δυνατὸν τὸ Γ τοῦ B μὴ εἶναι μέρος οὕτω γὰρ ἐδείχθη), πρόδηλον ὅτι οὐκ ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει. ὅτι γὰρ τοῦτο οὕτως ἔχει, πρόδηλον καὶ ἐκ τῆς τῶν ὅρων παραθέσεως· ἔστωσάν γὰρ ὅροι κίνησις, βάδισις, ἄνθρωπος· κίνησις μὲν γὰρ ἐξ ἀνάγκης πάσῃ βαδίσει ὑπάρχει, βάδισις δὲ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται κίνησις παντὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ πάλιν ἀρετή, φρόνησις, ἄνθρωπος. καὶ καθόλου δεῖ λαμβάνειν καὶ καθολικώτερόν τι καὶ μερικώτερον καί τι τούτων ὑπαρχόντως μετέχον καὶ τὸ μὲν χαθολικώτερον τιθέναι μείζονα ὅρον, τὸ δὲ μετέχον ἐλάττονα. πρὸς δὲ τὴν τοῦ ἀδυνάτου δεῖξιν οὕτως ἐνίστανται, ὅτι τούτῳ τῷ τρόπῳ δείξομεν οὐ μόνον ἀναγχαῖον καταφατικὸν συναγόμενον ἀλλὰ καὶ τὸ καθόλου καταφατικὸν ὑπάρχον καὶ ἔτι τὸ καθόλου καταφατικὸν ἐνδεχόμενον. λέγομεν γάρ, φασίν, ὅτι συνάγεται συμπέρασμα τὸ Α παντὶ τῷ Γ ὑπάρχειν· εἰ γὰρ τοῦτο ψεῦ- [*](2 καὶ ὁ Β: ὁ V: καὶ t post ὁμολογοῦσι add. καὶ Vt 4 ἀποφατικῶς V τὸ om. t 5 φασὶ Y: φησὶ BVt 6 ὑπάρχει (ante ἐγ.) V τῆς ἑτέρας Β: καὶ ἑτέρας V: τῆς t 9 ἕτεροι t ἀνίστανται V 10 τῆς prius addidi 11 φασὶν Y: φησίν BVt ὑπάρχον (post ἀεὶ) V ὑπάρχει (ante δὲ) Β 12 ἀπάγεσθαι σθ corr. V) Vt 14 τοῦ β΄ τὸ Vt ὑπάρχει V 15 supra μέσον scr. τὸ β supra ἐσχάτου scr. τοῦ γݲ Β οὗ Β 16 εἰ orn. Vt 19 μέν Β γε om. 20 post μὴ add. οὖσι Β ὑπάρχει V 23 μὴ om. B 24 τῷ γݲ <τὸ ᾱ> conicio καὶ om. V 25 ὑποθέσεως V 26 βαδίσῃ V 27 καὶ—ὑπαρχόντως om. Β πάλιν Bt: πάντως V 29 καί τι Bt: καίτοι V 30 τὸ δὲ <μερικώτερον μέσον, τὸ δὲ> conicio 31 ἀνίστανται t 32 post ἀναγκαῖον add. καὶ Vt, superscr. B 33 post ἐνδεχόμενον add. συναγόμενον Β λέγω Vt φασιν Y: φησιν BVt)

125
δὸς, ἀληθὲς τὸ μὴ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ. ἐπεὶ τοίνυν τὸ Α τῷ Γ [*](XXXIIIr) οὐ παντὶ ὑπάρχει, ὑπέκειτο δὲ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχειν, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρξει· γίνεται γὰρ τὸ τρίτον σχῆμα ἐκ τῶν δύο ὑπαρχουσῶν προτάσεων. ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί· τὸ ἄρα Α τῷ Β καὶ ἐξ ἀνάγκης παντὶ ὑπάρχει καὶ ὑπάρχει οὐ παντί, ὅπερ ἀδύνατον. ἀλλὰ δή, φασί, καὶ τὸ καθόλου ἐνδεχόμενον δυνατὸν συναγαγεῖν. λέγω γὰρ ὅτι οὕτως ἔχου σῶν τῶν προτάσεων συνάγεται τὸ Α τῷ Γ ἐνδέχεσθι παντὶ ὑπάρχειν· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀνάγκη μὴ παντί. ἐπεὶ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντὶ ὑπάρχειν, τὸ δὲ Β τῷ Γ παντὶ ὑπῆρχε, τὸ ἄρα Α τῷ Β ἢ ἐξ ἀνάγκης οὐ παντὶ ἢ ὑπάρχει οὐ παντί· τοῦτο γὰρ ποτέρως ἔχει, ἔτι ἀμφισβητήσιμον. ἦν δὲ καὶ ἐξ ἀνάγκης παντὶ τῶ B τὸ Α· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐξ ἀνάγκης παντὶ καὶ ὑπάρχει οὐ παντὶ ἢ ἀνάγκη οὐ παντί, ὅπερ ἀδύνατον. ὥστε, φασίν, ἡ εἰς ἄτοπον ἀπαγωγὴ οὐδὲν ἧττον δείξει καθόλου καταφατικὸν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα ἢ ἐνδεχόμενον καθόλου καταφατικὸν ἢ ὑπάρχον καθόλου καταφατικόν. οὕτω μὲν οὖν ἐκεῖνοι τὴν εἰς ἄτοπον δεῖξιν ψευδῆ δεικνύουσι διὰ τοῦ δεικνύναι τῇ αὐτῇ εἰς ἄτοπον δείξει ἐπὶ τῶν αὐτῶν προτάσεων πλείονα συνάγεσθαι συμπεράσματα. ἀλλὰ ζητῆσαι ἄξιον πόθεν πλείονα συνήχθη τὰ συμπεράσματα τῇ αὐτῇ εἰς ἄτοπον δείξει. λέγομεν οὖν ὅτι ἕκαστον τῶν συμπερασμάτων καθόλου καταφατικὸν ἐλήφθη, εἶτα τὸ ἐναντίον ἐξ ὑποθέσεως μερικὸν ἀποφατικόν, καὶ εἰκότως τοῦ αὐτοῦ ποσοῦ ληφθέντος ἐπί τε τῶν συμπερασμάτων καὶ τῶν ὑποθέσεων τὸ αὐτὸ ἄτοπον ἠκολούθησεν· | μόνοι γὰρ οἱ τρόποι ἠμείφθησαν τοῦ ποσοῦ [*](XXXIIIv) τοῦ αὐτοῦ μείναντος· διόπερ καὶ ἐπὶ πάντων τὸ αὐτὸ συνήχθη ἄτοπον. πρὸς δὲ τὴν τρίτην τῶν δείξεων ἐπιπόλαιον οὖσαν πρόχειρος ἡ ἀπάντησις. εἰ γάρ, ἐπειδὴ τῶν δύο προτάσεων ὑπαρχουσῶν οὐσῶν ὑπάρχον συνήγετο τὸ συμπέρασμα, διὰ τοῦτο, ἐπειδὴ ἡ ἑτέρα ἀναγκαία γίνεται, ὤφειλεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἐροῦμεν αὐτοῖς ὅτι, ἐπειδὴ τῶν δύο ἀναγκαίων οὐσῶν ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα, ἔδει τῆς ἑτέρας ὑπαρχούσης οὔσης ὑπάρχον γενέσθαι, ἤ, ὃ καὶ πιθανώτερον, μικτὸν ἔδει αὐτὸ γενέσθαι. καὶ τοῦτο πῶς ἐνδέχεται, ἐξ ὑπάρχοντος καὶ ἀναγκαίου μικτόν τι γενέσθαι; ὥστε καταγέλαστον τὸ τοιοῦτον. καὶ ἄλλως· ἔδει τὸ αὐτὸ εἰπεῖν καὶ ἐφ’ ὧν προτάσεων ἡ μείζων ὑπάρχουσά ἐστιν, ἡ δὲ ἐλάττων [*](2 καὶ om. Vt 3 σχῆμα ἐκ τῶν om. Β 5 ὃ Β 6 δεῖ t post καθόλου add. τὸ Vt 8 ὑπάρχει V ἀνάγκη μὴ eras. V 9. 10 τὸ δὲ β΄ τῷ γ΄ παντὶ in ras. V 10 ἢ prius om. Β 10. 11 ἡ ὑπάρχει om. Β 11 ὁποτέρως V 12. 13 τῷ αὐτῷ—ἀδύνατον Vt: καὶ παντὶ καὶ οὐ παντὶ ὃ ἄτοπον Β 13 φασὶν Y: φησὶν BVt 14 ἀναγκαῖον om. in lac. V 15 τὸ om. Β 16 οὑν om. Β 17 δείκνυσιν t 19 συνήχθη lit: γίνεσθαι V αὐτῇ om. Β 20 ἐλείφθη, ut videtur, pr. V 21. 22 μερικὸν—ὑποθέσεων om. 24 διὸ Β 25 ἐπιπολαίως V: ἐπιπόλεος t 27 τούτων Bt ἀναγκαίως utrobique V post γίνεται add. διὰ τοῦτο Bt 30 ἤγουν ὅπερ Vt post πιθανώτερον add. ἢ Bt 31 ἐνδέχεται scripsi: ἐνδέχεσθαι libri 32 τι om. Β 33 om. Β ἐστὶν ὑπάρχουσα Β)
126
ἀναγκαία· ἔδει γὰρ κἀπὶ τούτων ἀναγκαῖον εἶναι τὸ συμπέρασμα διὰ [*](XXXIIIv) τὴν αὐτὴν αἰτίαν· νῦν δὲ ὑπάρχον γίνεται. εὐήθης ἄρα ὁ τοιοῦτος λόγος. ἔτι ὥσπερ κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν ἀεὶ τῇ χείρονι τῶν προτάσεων εἵπετο τὸ συμπέρασμα, δῆλον ὅτι καὶ ἐπὶ τῶν τρόπων ὁμοίως τῇ χείρονι ἀκολουθήσει· ὥστε εἰ τὸ ὑπάρχον χεῖρόν ἐστι τοῦ ἀναγκαίου, δῆλον ὅτι ὑπάρχον γενήσεται τὸ συμπέρασμα. πανταχόθεν ἡμῖν ἄρα τὸ τοιοῦτον δέδεικται.

Τί οὖν; οὐκ ἔστιν οὐδεμίαν βοήθειαν ἐπινοῆσαι τῷ Ἀριστοτελικῷ λόγῳ; λέγομεν ὅτι ἐνδέχεται. αὐτὸς γάρ φησιν ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τὸ ἀναγκαῖον διχῶς λέγεται, τὸ μὲν κυρίως τὸ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ ἐξ ὑποθέσεως διχῶς· τὸ μὲν γὰρ λέγεται ἀναγκαῖον ἔστ’ ἄν ὑπάρχῃ τὸ ὑποκείμενον, τὸ δὲ ἔστ’ ἄν ὑπάρχῃ τὸ κατηγορούμενον. οἷον κυρίως λέγεται ἀναγκαῖον τὸ κινεῖσθαι τὸν ἥλιον· τὸ δὲ ἔστ’ ἄν ὑπάρχῃ τὸ ὑποκείμενον ἐξ ὑποθέσεως ἀναγκαῖον τὸ Σωκράτην εἶναι ζῷον· ἔστ’ ἄν γὰρ ὑπάρχῃ Σωκράτης, ἀνάγκη αὐτὸν ζῷον εἶναι, ὃ καὶ μᾶλλον τῷ κυρίως ἀναγκαίῳ συνεγγίζει· τὸ δὲ τρίτον ὡς λέγομεν ἀνάγκη τὸν καθήμενον καθῆσθαι· ἔστ’ ἄν γὰρ ὑπάρχῃ τὸ κατηγορούμενον, λέγω δὴ τὸ καθῆσθαι, ἀναγκαίως ὑπάρχει τῷ καθημένῳ κατὰ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον. λέγομεν οὖν ὅτι ἡ μὲν μείζων πρότασις κατὰ τὸ κυρίως εἴληπται ἀναγκαῖον, τὸ δὲ συμπέρασμα κατὰ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον τὸ ἔστ’ ἂν ᾖ τὸ κατηγορούμενον· ἕως γὰρ ἂν ὑπάρχῃ τὸ Α τᾷ Γ, ἐξ ἀνάγκης αὐτῷ ὑπάρχει. καὶ ὁ Ἀλέξανδρος δὲ ὁ τοῦ φιλοσόφου ἐξηγητής φησιν ἔν τινι μονοβίβλῳ καὶ τὸν αὑτοῦ διδάσκαλον Σωσιγένην ταύτης εἶναι τῆς δόξης, ὡς ὅτι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον συνάγει ἐνταῦθα ὁ Ἀριστοτέλης. ὅτι γάρ, φησί, τοῦτο βούλεται, δῆλον ἐξ ὧν, ὅτε μὲν ὑπάρχον συνάγεται τὸ συμπέρασμα τῆς μείζονος ὑπαρχούσης οὔσης τῆς δὲ ἑτέρας ἀναγκαίας, ἐκτίθεται ὅρους ὁ φιλόσοφος, ὅτε δὲ ἀναγκαῖον συνάγεται τῆς μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ὑπαρχούσης, οὐκ εὐπόρησεν ἐκθέσθαι ὅρους τὸ κυρίως ἀναγκαῖον συνάγοντας· ὅθεν δῆλον, φησίν, ὅτι καὶ αὐτὸς τὸ ἐξ ὑποθέσεως ἔλαβεν ἀναγκαῖον.

p. 30a23 Εἰ δὲ τὸ μὲν Α Β μή ἐστιν ἀναγκαῖον, τὸ δὲ Β Γ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Παραδοὺς τὴν ἐκ τῆς μείζονος ἀναγκαίας νῦν τὴν ἀντικειμένως ἔχουσαν [*](3 καὶ τὸ B: τε καὶ Vt τῶν—4 χείρονι Ct: om. BV 8 λέγω Β ὅτι τὸ ἐνδέχεσθαι V ἐν τῷ Περὶ ἑρμ’.] c. 9 p. 19a23 sq. 9 λέγεται οm. Β 10 διχῶς om. B γὰρ Β λέγει Β ἕως Β itemque vs. 11—19 ὑπάρχει V 11 ἂν om. Β ὑπάρχει V τὸ κατηγορούνενον—12 ὑπάρχῃ om. V οἷον ex οἱ corr. Β 12 ὑπάρχει t 13 post ὑποθ. add. δ’ V fort, ἀναγκαῖον 〈οἷον〉 σωκράτης B γὰρ ἄν Β ὑπάρχει V 14 ante σωκp. add. ὁ Β σωκράτην t ἀναγκαῖον (ante αὐτὸν) Β 16 ἔστ᾿—καθῆσθαι om. V γὰρ ἄν Β ἀναγκαῖον in ras.) V 17 λέγω Β 18 μὲν om. Vt ἀναγκαῖον εἴληπται Β 19 τὸ alt. om. Β 20 ὑπάρχῃ (post αὐτῷ) V ὁ om. Β 20. 21 ὁ Ἀλέξανδρος] cf. p. 125,30 21 φησιν om. Vt 22 αὐτοῦ Bt: αὐτῆς V 27 ἐλάσσονος Β 28 συνάγεται V ὅτι post δῆλον colloc. V: om. Β 29 ἀναγκαῖον ἔλαβεν Β 31 ἐστι t Arist.: ἔστι BV(d) 32 τῆς om. Β)

127
παραδίδωσι τὴν ἔχουσαν πρὸς τῷ ἐλάττονι τὸ ἀναγκαῖον πρὸς δὲ τῷ [*](XXXIIIv) μείζονι τὸ ὑπάρχον, καὶ φησὶν οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα εἴρηται γὰρ ἤδη ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα τῇ μείζονι βούλεται ἀκολουθεῖν τὸ συμπέρασμα. δείκνυσι δὲ τοῦτο διχόθεν, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ καὶ τῇ διὰ τῶν ὅρων δείξει· καὶ γὰρ τῶν μεθόδων ἡ χρεία ἡμῖν καθέστηκεν οὐ δι’ ἑαυτάς, ἀλλ’ ἵνα τοῖς πράγμασιν αὐτὰς ἁρμόζωμεν· διὸ καὶ ἐν τοῖς ἀσυλλογίστοις ὅρους παρατιθέμενος ἠρκεῖτο τούτοις εἰς ἔλεγχον ὡς μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασι. δείκνυσιν οὖν τοῦτο διά τε τοῦ πρώτου σχήματος καὶ τοῦ τρίτου, ὑποτιθέμενος συνάγεσθαι ἀναγκαῖον τὸ συμπέρασμα καὶ δεικνὺς ταύτῃ τῇ ὑποθέσει ψεῦδος ἀκολουθοῦν καὶ οὕτως αὐτὴν ἐλέγχων· δῆλον γὰρ ὅτι ᾗ ἄν ὑποθέσει ψεῦδος ἀκολουθῇ, ψευδὴς ἔσται· οὐδεμιᾷ γὰρ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ. δείκνυσιν οὗν τὸ ψεῦδος ἀκολουθοῦν καὶ διά τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου σχήματος. καὶ διὰ μὲν τοῦ πρώτου οὕτως. εἰ τὸ μὲν Α παντὶ τῷ B ὑπάρχει μόνον, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἐγὼ μέν, φησί, λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως ὑπάρξει. εἰ δέ τις λέγει ἐξ ἀνάγκης, συγκεχωρήσθω τοῦτο· καὶ εἰ μὲν μηδὲν ψεῦδος ἀκολουθήσει, ἔστω ἀληθὲς τὸ συμπέρασμα· εἰ δὲ εὕρωμέν τι ψεῦδος ἑπόμενον, δῆλον ὅτι ψευδὴς ἡ ὑπόθεσις ἡ λέγουσα τὸ ἀναγκαῖον συνάγεσθαι, ὥστε τὸ ὑπάρχον μόνως συναχθήσεται. ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ B παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ ἄρα τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γάp. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος. ἀλλὰ τοῦτο ψεῦδος· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν μόνον· τὸ δὲ παντὶ ὑπάρχον καὶ μηδενὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν. οἷον ἀληθὲς τὸ λέγειν τὸ σώματι παντὶ τὸ κινεῖσθαι ὑπάρχει’· ἀλλὰ τοῦτο δύναται καὶ τινὶ ἀναγκαίως ὑπάρχειν, | οἷον τῷ οὐρανίῳ. πάλιν λέγομεν ὑπάρχειν πάσῃ [*](XXXIVr) νηὶ τὸ κινεῖσθαι ἢ ἀνθρώπῳ τὸ καθῆσθαι, ἐὰν ἢ κινῶνται ἢ κάθηνται· ἀλλὰ καὶ μηδενὶ ἐνδέχεται ὑπάρχειν. εἰ τοίνυν τοιαύτη ἐστὶν ἡ τοὐ ἁπλῶς ὑπάρχοντος φύσις, ἐὰν ἄρα τεθῇ τὸ ἐξ ἀνάγκης τινὶ τῷ B τὸ Α ὑπάρχειν, οὐ δυνήσεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν· αὕτη δὲ ἦν ἡ τοῦ κυρίως ὑπάρχοντος φύσις· ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τὸ Α [*](1 τῶ ἐλάσσονι Β: τὸ ἔλαττον V 3 εἴρηται] p. 122,28 123,13 ὁ om. V 4 διχῶς τῆ B 5 ἡ μὲν t 7 ἐν τοῖς S: om. BVt ἀσυλλογίστους Vt παρατιθέμενος scripsi: θέμενος Β: παρατιθέμενοι SVt ἤρκει t 9 ὑποθέμενος Β ante συνάγ. add. τὸ Vt 11 post ᾗ add. δ’ SVt ἀκολουθεῖ Β 13 ἀκολουθεῖν Vt τρίτου BV: β΄ (quod corr. Waitz Org. I 29) 14 μὲν alt. om. BS 14. 15 ὑπάρχον V 16 λέγοι t 16. 17 συγκεχωρείσθω B, pr. V 17 τούτω pr. V μηδενὶ V ἀκολουθεῖ B 18 εὕρωμέν S: εὕρομέν BVt 19 20 καὶ om. Β 21 γݲ ἄρα Β: ἄρα α΄ V: ἄρα γ΄ t ὑπάρχει B 22 τὸ δὲ γ΄ Vt: καὶ τὸ γ΄ ἄρα Β 23 ὑπάρχει—24 γὰρ SVt: καὶ τὸ ᾱ ἄρα τινὶ τῶν ὑπάρχει. καὶ γίνεται Β 25 ὑπάρχειν (post παντὶ) Vt 26 καὶ prius om. t 27 τῷ—τῷ t ὑπάρχειν t 28 λέγει Β 28. 29 πάση νηὶ ὑπάρχειν B 29 ἀνθρώποις Β κινοῦνται Vt 31 ὑπάρχοντος ex ὑπαρχέτω, ut videtur, corr. B2: ὑπάρχειν ὑπάρχει t 33 γὰρ V ἦν om. Β ὑπάρχοντος St: ὑπαρχέτω Β: ὑπάρχειν V)
128
τινὶ τῷ Β ὑπάρχειν. τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν [*](XXXIVr) τὴν λέγουσαν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα· ὑπάρχον ἄρα συναχθήσεται. καὶ σκόπει πῶς οὐ φησὶν ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρχειν ἀλλὰ ψεῦδος· οὐδὲ γὰρ εἴ τι ψεῦδος, τοῦτο καὶ ἀδύνατον· ἀλλ’ εἴ τι ἀδύνατον, τοῦτο καὶ ψεῦδος, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπομεν. οὐδὲ γὰρ προέθετο τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι διόπερ οὐδὲ τὸ ἀντικείμενον τῷ ὑπάρχειν παντὶ ὑπέθετο) ἀλλὰ μόνον δεῖξαι ψεῦδος τὸ λέγον ὅτι ἀναγκαῖον συνάγεται τὸ συμπέρασμα. οὐδὲ γὰρ ἀδύνατον ἐπί τινος τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπαρχόντως παντὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν· ὡς γὰρ εἶπον, τοιοῦτόν ἐστι τὸ κοινότερον ὑπάρχον, ὡς διὰ τῶν ὅρων ἐδείξαμεν. ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τινὶ ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν κατὰ τὸ ἁπλῶς, τουτέστι τὸ καθόλου τοῦ ὑπάρχοντος σημαινόμενον, ὅπερ δύναται καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν. οὕτω μὲν οὖν διὰ τοῦ πρώτου σχήματος. διὰ δὲ τοῦ τρίτου οὕτως. εἰ γὰρ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, ὡς ἄν τις ὑπολάβοι, ὑπῆρχε δὲ καὶ τὸ Β ἐξ ἀνάγκης τῷ αὐτῷ παντί, τὸ ἄρα Α τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ τρίτου σχήματος τῶν δύο ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα. ὑπέκειτο δὲ καὶ παντὶ τῷ Β τὸ Α ὑπάρχειν· ψεῦδος ἄρα τὸ τινὶ τῷ B ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α· ἐνδέχεται γὰρ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου τὸ ληφθὲν ὡς παντὶ ὑπάρχον καὶ μηδενὶ αὐτῷ ὑπάρχειν· ψεῦδος ἄρα τὸ τινὶ ἐξ ἀνάγκης. τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τῶ Γ παντὶ τὸ Α ἐξ ἀνάγκης ὑπάρχειν. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης.

Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερὸν ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· οἷον εἰ τὸ μὲν Α εἴη κίνησις, τὸ δὲ Β ζῷον, ἐφ’ ὦ δὲ τὸ Γ ἄνθρωπος. κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ὑπάρχει, ζῷον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συμπέρασμα συνάγεται οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον· κίνησις γὰρ ἀνθρώπῳ παντὶ ὑπάρχει οὐκ ἀναγκαίως ἀλλ’ ὑπαρχόντως. ἐπιστῆσαι δὲ χρὴ ἐπὶ τούτων τῶν ὅρων ὅτι οὐ κατενόησε τὸ αὐτὸ δυνάμενον γενέσθαι καὶ ἐφ’ οὗ εἶπεν ἀναγκαίου συμπεράσματος τοῦ συναγομένου ἐκ τοῦ μείζονος ἀναγκαίου· ὥσπερ γὰρ ἐνταῦθα λαβὼν τὴν κίνησιν μείζονα ὅρον ἔδειξε τὸ συμπέρασμα μὴ ἀναγκαῖον, οὕτω κἀκεῖ, εἰ ληφθείη ὁ αὐτὸς ἐλάττων, οὐκ ἔσται ἀναγκαῖον. οἷον τὸ μὲν Α ζῷον, τὸ δὲ B ἄνθρωπος, τὸ δὲ Γ κίνησις· οὐκοῦν εἰ τὸ ζῷον τῷ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, ὁ δὲ ἄνθρωπος κινεῖται ὑπαρχόντως, τὸ ζῷον ἐξ ἀνάγ- [*](4 οὐδὲ γὰρ Vt: καὶ γὰρ οὐκ B 5 καὶ alt. om. V ἐν τοῖς ἔμπροσθεν] p. 56,27 6 ἄτοπον Β διὸ Β οὐδὲ alt. S: οὐ BVt 7 τὸ (ante ὑπ’.) V λέγειν conicio 8 συνάγεσθαι, om. ὅτι Β 10 ὑπάρχει t 11 ἄρα om. Β ὑπάρχειν (post τινὶ) t ὑπάρχειν om. t: ὑπάρχον V: compend. B 12 ὑπάρχειν V ὃ Β 13 ἐνδέχεται Β 15 ἐξ ἀνάγκης παντὶ τῶ γ΄ t ὑπολάβῃ Β 16 ὑπάρχει Β 17 γάρ om. Β τοῦ α΄ pr. V post δύο add. καταφατικῶν S 20 ὑπάρχον ὑπάρχειν Vt compend. Β 23 ὁ om. Vt 24 οὐκ ἔστι Β 26 post γὰρ add. ἐν t παντὶ om. V 27 ὑπάρχει om. Β ἐξ ἀνάγκης BS: ἀναγκαίως Vt post καὶ add. τὸ Β συνάγεται om. Β 28 κίνησις—29 ὑπαρχόντως om. Β post κίνησις del. μὲν V παντὶ ἀνθρώπῳ St 30 γενέσει t ἀφ’ V 33 ληφθῇ V ἐστιν V)

129
κἠς κινεῖται· ἀλλὰ τοῦτο ψεῦδος. ἔστιν οὖν ὅλον τὸ χωρίον παρόραμα. [*](XXXIVr) καὶ δῆλον εἰς ὃ ἀποβλέψας ἀπήχθη· ἐπ’ ἐπειδὴ γάρ, εἰ λάβοιμεν ὡς ἐν κατηγοριᾳ τὸ Γ ὑπὸ τὸ Β, εὑρίσκεται ὡς εἶδος αὐτοῦ ὄν, τοῦτο καὶ ἐπὶ πάντων ὑπέλαβε. τὸ δὲ οὐκ ἔστιν· οὐδὲ γὰρ ἐνταῦθα ὑπὸ τὸν ἄνθρωπον εἶδος ἡ κίνησις καίτοι τῇ τάξει τῶν ὅρων ὑπ’ αὐτὸν εἰλημμένη ἁ ἀλλ’ ὡς ὑποκείμενον. ἢ τοίνυν παρεῖδεν, ἢ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔλαβεν, ὡς ἤδη εἴπομεν.

p. 30a32 Ὁμοίως δὲ καὶ εἰ στερητικὸν εἴη τὸ ΑΒ· ἡ γὰρ αὐτὴ αποοειξις.

Εἴπομεν ὅτι ὀκτὼ γινομένων ἐνταῦθα τῶν καθόλου συζυγιῶν, τεσσάρων μὲν συλλογιστικῶν τεσσάρων δὲ ἀσυλλογίστων, τὰς μὲν δύο συλλογιστικὰς ἐξ ἀμφοτέρων καταφατικῶν παρέδωκεν. νῦν δὲ τὰς ἀποφατικὰς παραδίδωσι, καὶ φησὶ τὴν αὐτὴν καὶ ἐπὶ τούτων εἶναι δεῖξιν. ἔστω οὖν ἡ μείζων ἀναγκαία. εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, μέρος ἄρα τοῦ Β τὸ Γ· τὸ δὲ Α πάντων τῶν μερῶν τοῦ Β ἐξ ἀνάγκης κεχώρισται * * * μέρους ὄντος τοῦ Β. οὕτω μὲν οὖν κατὰ Ἀριστοτέλην. τὰ αὐτὰ δὲ πάλιν φασὶ καὶ ἐπὶ τούτων οἱ περὶ Θεόφραστον καὶ Εὔδημον· ὁπότερος γὰρ ἂν ᾖ τῶν ὅρων ἀναγκαῖος θατέρου ὄντος ὑπάρχοντος τὸ συμπέρασμα ὑπάρχον ἔσται. καὶ ἐπὶ μὲν τῆς πρὸς τῷ ἐλάττονι ἐχούσης τὸ ἀναγκαῖον καὶ αὐτὸς ὁ Ἀριστοτέλης συνομολογεῖ. ἐπὶ δὲ τῆς ἐχούσης τὴν μείζονα ἀναγκαίαν, δηλονότι καὶ στερητικὴν δέ, δείκνυται καὶ διὰ τῶν ὅρων, δείκνυται δὲ καὶ διὰ κοινοτέρων λόγων οὕτως. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, πρόδηλον· εἰ γὰρ μηδενὶ τῷ Β τὸ Α, δῆλον ὅτι οὐδὲ τῷ Γ· τὸ γὰρ Γ ὑπὸ τὸ Β. ἀλλ’ οὐκέτι καὶ ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ τὸ Α ὥσπερ τῷ Β, ἐπειδὴ ὑπαρχόντως τοῦ Β τὸ Γ ὑπόκειται εἶναι μέρος καὶ οὐκ ἀναγκαίως. ὅσον οὖν ἀπὸ τῶν ὅρων οὐδαμῶς τὸ ἀναγκαῖον συνάγεται· εἰ γὰρ λάβοιμεν ἀντιδιῃρημένα ἀλλήλοις εἴδη, οἷον τὸ μέλαν καὶ τὸ λευκόν, καὶ τούτων τὸ μὲν ἕτερον ποιήσομεν μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, εἶτα λάβοιμέν τι τρίτον ᾧ ἑκάτερον ἀνὰ μέρος δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν καὶ τοῦτο ποιήσομεν ἐλάττονα ὅρον, οἷον ἵππον, δῆλον ὅτι τὸ μὲν ἕτερον | τῶν ἀντιδιῃρημένων εἰδῶν [*]() τοῦ ἑτέρου ἐξ ἀνάγκης ἀποφάσκεται, οἷον τὸ λευκὸν τοῦ μέλανος· κατηγορηθέντος δὲ τοῦ μέσου τοῦ ἐσχάτου ὑπαρχόντως οὐκ ἐξ ἀνάγκης τοῦ ἐσχάτου τὸ πρῶτον ἀποφαθήσεται ἀλλ’ ὑπαρχόντων, διότι εἰ ὑπαρχόντως αὐτοῦ τὸ [*](1 τοῦτο om. Vt 2 Β ἐλάβομεν, om. εἰ Β ὡς om. V 3 εὑρίσκεσθαι Β αὐτοῦ scripsi: αὐτῶν libri ὄν om. Vt τούτων V 4 ἐπέλαβε Β post εἶδος add. ὄντα Β: fort, ὄντα ὡς εἶδος addendum 5 αὐτῶν Β εἰλημμένης Vt 6 εἴπομεν] p. 126,17 δὲ t Arist.: om. BV 9 τῶν συζυγιῶν τῶν καθόλου V 10 τὸ (ante μὲν δύο) V 13 post β alt. add. ἐξ ἀνάγκης t 15 lac. indicavi; supple καὶ τοῦ γݲ ἄρ ἐξ ἀνάγκης κεχώρισται 16 17 καὶ εὔδημον om. Vt 17 ὁπότερον t ἄν om. 19 ὁμολογεῖ Β 20 δέ om. Vt post δείκνυται add. οὐ Β 21 λέγων Vt 23 οὐκ ἔστι Β 24 ἐπεὶ Β 25 νῦν V 26 ἀναγκαίως V λάβομεν V 27 ἤδη v τοῦτο V 28 λάβομεν V: λάβωμεν t ὦ scripsi: ὃ libri ἑκάτερον scripsi: ἑκατέρου Β: ἑκατέροις Vt 29 ὑπάρχειν alt. om. Β ἔλαττον V 32 τοῦ ἐσχάτου prius scripsi: τῶ ἐσχάτω libri 33 ἀποφαθήσεται scripsi cf. p. 130,4: ἀποφανθήσεται libri)

130
μέσον κατηγορεῖται, δῆλον ὅτι δύναται καὶ μὴ ὑπάρξαι αὐτῷ. τοῦ δὲ [*](XXXIVv) μέσου μὴ ὑπάρχοντος ἐξ ἀνάγκης τὸ ἀντιδιῃρημένον ὑπάρξει· εἰ δὲ δύναται καὶ ὑπάρξαι καὶ μὴ ὑπάρξαι, δῆλον ὅτι ὁπηνίκα ἀποφάσκηται, οὐκ ἐξ ἀνάγκης ἀποφαθήσεται. εἰ γὰρ τὸ λευκὸν μηδενὶ μέλανι ἐξ ἀνάγκης, τὸ δὲ μέλαν παντὶ ἵππῳ ὑπαρχόντως <, τὸ λευκὸν οὐδενὶ ἵππῳ ὑπαρχόντως>· εἰ μέλαν παντὶ <ἵππῳ> ὑπαρχόντως, δύναται καὶ μὴ ὑπάρχειν· μὴ δὲ τὸ λευκὸν πάντως ὑπάρξει ἤ τι τῶν μεταξύ· πάντως γὰρ δεῖ τοῦ ἑτέρου τῶν ἐναντίων μεταλαβεῖν ἤ τινος τῶν μεταξύ. εἰ δὲ δύναται ὑπάρξαι παντὶ ἵππῳ τὸ λευκόν, δῆλον ὅτι, ὅτε τὸ μέλαν ὑπάρχει, τὸ λευκὸν ὑπαρχόντως, οὐκ ἐξ ἀνάγκης ἀποφαθήσεται. σημειωτέον δὲ μὴ λαβεῖν τὸν ἐλάττονα ὅρον ᾧ ἕτερόν τι τῶν ἐναντίων ἐξ ἀνάγκης ὑπάρχει, οἷον τῶ κόρακι τὸ μέλαν, ἐπεὶ οὐκέτι φυλάξομεν τήν ἐλάττονα ὑπάρχουσαν.

p. 30a33 Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν, εἰ μὲν τὸ καθόλου ἐστὶν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ τὸ κατὰ μέρος, οὐκ ἀναγκαῖον, οὔτε στερητικῆς οὕτε κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως.

Παραδοὺς τὰς ἐκ δύο καθόλου τέσσαρας συλλογιστικὰς προτάσεις περὶ τῶν ἀσυλλογίστων οὐδέν φησι· διὰ τῶν αὐτῶν γὰρ δείκνυνται δι’ ὧν καὶ αἱ τοῦ ὑπάρχοντος ἀσυλλόγιστοι προτάσεις. μέτεισιν οὖν ἐπὶ τὰς συζυγίας τὰς ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς, καὶ φησὶν ὅτι, ὅπως ἂν ἔχ’ ᾖ ἡ μείζων πρότασις, τοιοῦτον ἔσται καὶ τὸ συμπέρασμα. εἴπομεν γὰρ ὅτι ἐν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἀκολουθεῖν τὸ συμπέρασμα ἐπὶ τῶν ἐκ τῆς μιᾶς ἀναγκαίας τῆς δὲ ἑτέρας ὑπαρχούσης· ἐφ’ ὧν δὲ ἡ μὲν ἑτέρα ἐστὶ καθόλου ἡ δὲ ἑτέρα μερική, πάντως ἡ μείζων καθόλου ἐστὶν ἐν πρώτῳ σχήματι, εἴγε μέλλοι συλλογιστικὴ εἶναι ἡ συζυγία. διὰ τοῦτό φησιν ὅτι τῇ καθόλου προτάσει τὸ συμπέρασμα ἀκολουθεῖ· ταὐτὸν γάρ ἐστι πάλιν εἰπεῖν ‘τῇ μείζονι’.

p. 30a37 Ἔστω δὴ πρῶτον τὸ καθόλου ἀναγκαῖον, καὶ τὸ μὲν Α παντὶ τῷ Β ὑπαρχέτω ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχέτω μόνον· ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης· τὸ γὰρ Γ ὑπὸ τὸ Β ἐστί, τῷ δὲ Β παντὶ τὸ Α ὑπῆρχεν ἐξ ἀνάγκης.

Πρώτην πάλιν τίθησι τὴν <τὸ> καθόλου ἀναγκαῖον ἔχουσαν ἐν τῇ μείζονι [*](3 καὶ prius om. Β ὑπάρξαι alt. om. Β ἀποφάσκεται Β 4 ἀποφαθήσεται scripsi: ἀποφανθήσεται libri itemque vs. 10 μέλαν (ante ἐξ) V 5 τὸ λευκὸν—ὑπαρχόντως addidi 6 ἵππῳ addidi ὑπάρχει (ante μὴ) V 7 ὑπάρχει Β γὰρ om. V 8 τινος τῶν scripsi: τοῦ BV: τι τοῦ t 9 ὅτε τὸ Bt: ὅτι V ὑπάρξει pr. V 9. 10 ἐξ ἀνάγκης καὶ ὑπαρχόντως Β 10 δέ om. Β μὴ om. V 11 ὑπάρχον V 15 οὔτε alt.] ἢ V 18 οὐδενὶ V 19 ὑπάρχειν V 21 ἔχοι Vt ἐστὶ Β εἴπομεν] p. 122,28 22 ὅτι om. V post ἐν add. τῷ Β 22. 23 ἐπὶ τῶν om. Vt 23 ἐκ scripsi: ἐπὶ libri ᾦ t 25 συλλογιστικαὶ pr. V 26 ἀκολουθεῖ τὸ συμπέρασμα Β 27 πᾶσιν V 28 καὶ τὸ μέν κτλ. om. V 30 δέ t (d) 31 τῶ Arist.: τὸ Bt τὸ ἁ Β (B): τῷ α΄ t: om. Arist. 32 πάλιν Bt: πρότασιν V τὸ addidi)

131
προτάσει ἐν δὲ τῇ ἐλάττονι τὸ μερικὸν ὑπάρχον, ἀμφοτέρας δὲ καταφατικάς, [*](XXXIVv) καὶ τῇ αὐτῇ πάλιν δείξει τὸ ἀναγκαῖον δείκνυσι συναγόμενον. εἰ γὰρ τὸ Α, φησί, παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, συνάγεται ὅτι τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· εἰ γὰρ παντὶ τῷ Β τὸ Α ἐξ ἀνάγκης, τὶ δὲ τῶν Γ μέρος ἐστὶ τοῦ Β, καὶ τὸ Α ἄρα τινὶ τῶν Γ ὑπάρξει ἐξ ἀνάγκης μέρει ὄντι τοῦ Β. ἐροῦμεν δὲ καὶ πρὸς τοῦτο τὰ αὐτὰ πάλιν ἅπερ καὶ ἐπὶ τῆς ἐκ δύο καθόλου καταφατικῶν, ὅτι ὑπαρχόντως ὑπὸ τὸ Β τι τῶν Γ ἐστὶ καὶ διὰ τοῦτο δύναται καὶ μὴ εἶναι ὑπ’ αὐτό, τὸ δὲ Α τῷ Β ὑπῆρχεν ἐξ ἀνάγκης, τουτέστιν ἀεὶ τοῖς ἀεὶ αὐτοῦ μέρεσιν οὖσιν, ὥστε οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὑπαρχόντως τινὶ τῷ Γ ὑπάρξει. ἔστωσαν δὲ ὅροι ἐπιστήμη, γραμματική, ἄνθρωπος· ἐπιστήμη πάσῃ γραμματικῇ ἐξ ἀνάγκης ὑπάρχει, γραμματικὴ δὲ ὑπαρχόντως τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ἐπιστήμη ὑπαρχόντως τινὶ ἀνθρώπῳ.

p. 30b1 ‘Oμοίως δὲ καὶ εἰ στερητικὸς εἴη ὁ συλλογισμός· ἡ γὰρ αὐτὴ ἔσται ἀπόδειξις.

Πἀλιν, φησίν, εἰ στερητικὸν ἀναγκαῖον τεθείη τὸ καθόλου, ἀναγκαῖον ὡσαύτως τὸ συμπέρασμα συναχθήσεται. εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· ἐπειδὴ γὰρ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης τὸ Α, τὶ δὲ τῶν Γ’ τοῦ Β ἐστί, καὶ τὸ Α ἄρα τινὶ τῶν Γ οὐχ ὑπάρξει ἐξ ἀνάγκης. τὰ αὐτὰ δὲ πάλιν λεχθήσεται καὶ πρὸς τοῦτο, ὅτι τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγεται, ἅπερ καὶ ἐπὶ τῆς ἐκ δύο καθόλου 〈οὔσης〉 τῆς μείζονος ἀποφατικῆς ἐλέχθη. ὅροι δὲ τοῦ τὸ ὑπάρχον συνάγεσθαι ἐγρήγορσις, ὑπνοῦν, ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὑπνοῦν τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐγρήγορσις τινὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ ἀπλῶς τὰ ἀντιδιῃρημένα δεῖ λαμβάνειν καὶ τὸ μὲν μείζονα ὅρον τιθέναι τὸ δὲ μέσον, ἐλάττονα δὲ ἄλλο τι ᾧ ὁ μείζων ὑπάρχει οὐκ ἐξ ἀνάγκης.

p. 30b2 Εἰ δὲ τὸ κατὰ μέρος ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς.

᾿Εκθέμενος τὰς δύο προτάσεις τὰς ἐχούσας τὴν μείζονα, τουτέστι τὴν [*](1 τῆ om. Β 2 δείξει πάλιν Β 4 post συνάγεται add. φησὶν V παντὶ τῶ β΄ BS: inv. ord. Vt 5 post ἀνάγκης add. ὑπάρχει Β: om. SVt 6. 7 τὰ p. 124,12 sq. 7 ἅ Β τῆς scripsi: τῶν libri ἐκ om. V 8 τῶν β΄ V αὐτὴν Β 9 α΄ δὲ Β post τουτέστιν add. ὅτι Β μέρεσιν αὐτοῦ Β 10 γݲ β΄ Vt 11 ante πάσῃ add. μὲν γὰρ Vt: om. BS cf. vs. 24 11. 12 ὑπάρχει ἀνάγκης Β 16 τεθῇ V 17 ἀναχθήσεται V 18 ὑπάρχει Β 19 ὑπάρχει S ἐπεὶ V 20 ἄρα superscr. V ἐξ ἀνάγκης οὐχ ὑπάρξει Β 22 ἂ B οὔσης addidi 23 ἐλέχθη] p. 129,19 sq. γρήγορσις Β itemque vs. 24. 25 24 ὐπάρχει Β 25 καὶ συνάγεται—ὑπαρχόντως om. Vt 26 τὸ prius S: τὸν BVt τὸ alt. BS: τὸν Vt 27 ὁ om. t ὑπάρχει οὐκ Vt, om. οὐκ S: οὐχ ὑπάρξει Β 28 ἐστὶν om. B 29 οὐδὲ V καθὰ t 30 οὐδ’ t Arist. cf. p. 132,10: om. BV)

132
καθόλου, ἀναγκαίαν καὶ δείξας ἀναγκαῖον αὐταῖς ἕπεσθαι τὸ συμπέρασμα, [*](XXXIVv) νῦν τὰς λοιπὰς δύο τίθησι τὰς τὴν ἐλάττον, τουτέστι τὴν μερικήν, ἀναγκαίαν ἐχούσας. καὶ φησὶν ὅτι, ὥσπερ ἐπὶ τῶν καθόλου συλλογισμῶν οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν οὐ συνῆγον ἀναγκαῖον συμπέρασμα ἀλλ’ ὑπάρχον, οὕτω καὶ ἐπὶ τῶν μερικῶν συζυγιῶν ὑπάρχον ἐστὶ τὸ συμπέρασμα. δῆλον δὲ ὅτι τοῦτο συνάγεται ἐξ ὧν τούτῳ μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν καθόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει. καὶ τὴν | αἰτίαν [*](XXXVr) προστιθείς φησιν οὐδὲν γὰρ ἀδύνατον συμπίπτει καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς· ἡνίκα γὰρ ἐπ’ ἐκείνων ἐλαμβάνομεν τὴν ἐλάττονα ἐξ ἀνάγκης καὶ ὑπετιθέμεθα ὑπάρχον συνάγεσθαι τὸ συμπέρασμα, οὐδὲν ψεῦδος εἵπετο· εἰ δὲ ἀναγκαῖον ὑπεθέμεθα συνάγεσθαι συμπέρασμα, ψεῦδός τι εἵπετο, ὡς ἐν ἐκείνοις δεδείχαμεν. ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο, ὑπάρχοντος δὲ οὐκέτι, οὕτω, φησί, καὶ ἐπὶ τῶν ἐν μέρει, εἰ ὑποθώμεθα ἀναγκαῖον ἕπεσθαι τὸ συμπέρασμα, ψεῦδος ἕπεται, εἰ δὲ ὑπάρχον, οὔ. ὁμοίως δὲ καὶ εἰ στερητικὴ εἴη ἡ καθόλου ὑπάρχουσα, ἀναγκαία δὲ ἡ ἐλάττων, ὑπάρχον συνάγεται συμπέρασμα. καὶ τοῦτο πάλιν ἐπὶ ὅρων δείκνυσι· κίνησις παντὶ ζῴῳ ὑπαρχόντως, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης, τῷ κύκνῳ, καὶ συνάγεται κίνησις κύκνῳ ὑπαρχόντως, οὐ μὴν ἀναγκαίως. ὁμοίως καὶ ἐπὶ τοῦ στερητικοῦ· κίνησις οὐδενὶ λευκῷ, ᾗ λευκόν ἐστι, λευκὸν τινὶ ζῴῳ ἐξ ἀνάγκης, καὶ συνάγεται κίνησις οὐ παντὶ ζῴῳ ὑπαρχόντως· ἢ κίνησις οὐδενὶ ζῴῳ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ κίνησις τινὶ λευκῷ οὐχ ὑπάρχει.

p. 30b7 Ἐπὶ δὲ τοὐ δευτέρου σχήματος, εἰ μὲν ἡ στερητικὴ πρότασίς ἐστιν ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δ’ ἡ κατηγορική, οὐκ ἀναγκαῖον.

Tὸν περὶ τοῦ πρώτου σχήματος πληρώσας λόγον ἐντεῦθεν ἐπισκέπτεται ὅπως ἔχουσι καὶ ἐν τῷ δευτέρῳ σχήματι αἱ μίξεις τοῦ ὑπάρχοντος καὶ [*](2 τουτέστι Vt: ἤτοι Β 2.3 ἀναγκαῖον t 4 ἐλάσσον Β 5 συμπέρασμα BS: συναγόμενον Vt 6 τοῦτο superscr. V 10 προσθεὶς V οὐ γὰρ Vt καθὰ Β οὐδ’ om. V 11 γὰρ om. V ἐλαμβάνομεν S: ἐλάβομεν B: ἐλάμβανε Vt 12 ἐπ’ ἐτιθέμεθα V 13 ὑποθέμεθα V: fort. ὑπετιθέμεθα συνάγειν Β 14 ἐκείνω Β p. 127,14 sq. οὖν om. V 15 ὑποτεθέντος St: ὑποθέντος V: ὑπετέθη Β τοῦ συμπεράσματος S: συμπέρασμα BVt aute ψεῦδ add. καὶ Β 16 φησί post μέρει colloc. Β εἰ om. t ἀναγκαῖον Vt: ἐξ ἀνάγκης BS 17 τὸ BS 17 om. At εἰ καὶ V 18 ἡ prius om. Β ὑπάρχουσα om. Vt ἐλάσσων Β ὑπάρχον B: ὑπάρχει Vt 18. 19 συνάγεται om. V 19 post ἐπὶ add. τῶν Β post δείκνυσιν add. οἶον κίνησις. ζῶον. λευκόν Β, eademque οἷον om. Vt: om. S 20 δὲ om. S τῷ κύκνῳ om. S 20. 21 κίνησις τινὶ λευκῶ ὑπαρχόντως οἷον κύκνῳ S 21 ὁμοίως δὲ καὶ τὸ στερητικόν Β 23 ὑπαρχόντως prius S: ἐξ ἀνάγκης BVt 24 post ζῶον add. δὲ Β καὶ S: om. BVt ὑπαρχόντως Β 2,3 μίξις ἀναγκαίου καὶ ὑπάρχοντος ἐν δευτέρω σχήματι inscr. B: σχῆμα δεύτερον. μίξις ἀναγκαίου καὶ ὑπάρχοντος ἐν τῶ σχήματι V 28 ἐντεῦθεν om. Β ἐπισκέπεται V)

133
τοῦ ἀναγκαίου. τῶν δὲ ἐν δευτέρῳ σχήματι ἀνομοιοσχημόνων οὐσῶν [*](XXXVr) προτάσεων βούλεται ὁ Ἀριστοτέλης τῇ ἀποφατικῇ προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα, καὶ εἰ μὲν ἀναγκαίου τρόπου ὑπάρχει ἡ ἀποφατική, ἀναγκαῖον ὑπάρχειν καὶ τὸ συμπέρασμα, εἰ δὲ ὑπάρχοντος, ὑπάρχον. ἐπειδὴ γὰρ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ τελειοῦνται τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τῷ πρώτῳ σχήματι δεῖ πάντως τὴν ἀποφατικὴν μείζονα εἶναι, ἐδείκνυτο δὲ ὅτι, ὅπως ἄν ἔχῃ ἡ μείζων ἐν πρώτῳ σχήματι, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα, εἰκότως ἄρα, ὅπως ἄν ἔχῃ ἐν δευτέρῳ σχήματι ἡ ἀποφατικὴ πρότασις, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα· ἀναγομένου γὰρ τοῦ δευτέρου σχήματος εἰς τὸ πρῶτον πάντως ἡ ἀποφατικὴ μείζων εὑρίσκεται.

p. 30b9 Έστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία.

Πρώτην ἐκτίθεται τὴν ἐκ τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης, καὶ συνάγεσθαί φησι τὸ συμπέρασμα ἀναγκαῖον· ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς γίνεται ὁ τρόπος τοὐ πρώτου σχήματος. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β, τῷ δὲ Γ παντὶ ὑπάρχει, λέγω, φησίν, ὅτι καὶ τὸ Β ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ ὑπάρξει· ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχει· γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. οὕτω μὲν οὖν ὁ φιλόσοφος. ὅτι δὲ οὐ συνάγεται τὸ ἀναγκαῖον, δῆλον ἐκ τῶν ὑποκειμένων ὅρων· ἀρετὴ οὐδεμιᾷ κακίᾳ ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ παντὶ ὑπαρχόντως, καὶ συνάγεται κακία οὐδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ γὰρ ἐξ ἀνάγκης. πάλιν ὑγίεια, νόσος, ἄνθρωπος· ὑγίεια γὰρ νόσῳ μὲν οὐδεμιᾷ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχει μόνον, καὶ συνάγεται νόσος ὑπαρχόντως οὐδενὶ ἀνθρώπῳ. εἰ γὰρ ὑγίεια μηδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, καὶ νόσος οὐδεμιᾷ ὑγιείᾳ ἐξ ἀνάγκης· ὑγίεια δὲ παντὶ ἀνθρώπῳ ὑπαρχόντως· καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ καθόλου εὐπορήσομεν προτάσεων λαμβάνοντες ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, εἶτα ἕτερόν τι ἐλάττονα δυνάμενον μετέχειν ἑκατέρου ἀνὰ μέρος μὴ ἐξ ἀνάγκης.

p. 30b14 Ὡσαύτως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν.

Τὴν ἐκ τῆς μείζονος καθόλου ὑπαρχούσης καταφατικῆς παραδίδωσι [*](1 τοῦ om. Β 4 ὑπάρχειν Β: ὑπάρχει Vt 5 ἐν SVt: ἐν τῶ Β τὸ om. S 6 σχήματι SVt: om. Β 7 ἐδείκνυτο] C. 9 p. 30a17 sq. ὅτι om. V πρώτω σχήματι Β: τῷ α΄ Vt: α΄ S 8. 9 εἰκότως—τὸ συμπέρασμα e S (post ἄρα add. φημί) addidi om. V 12 ἔστω] ω supra V SCr. V post γὰρ acid, δὴ t 13 πρῶτον V ἀναγκαίων ἀποφατικῶς t 14 ἐλάσσονος Β καὶ om. Β συνάγεσθαι BS: συνάγεται Vt 16 μηδενὶ τῶ β ἐξ ἀνάγκης Β 17 ὑπάρχειν t φημὶ, om. λέγω Β ἐξ ἀνάγκης om. Β 19 post γίν. add. οὑν Vt: om. BS 20 ὅτῳ V οὖν urn B 22 ὑπάρχειν Β δὲ ἀνθρώπῳ ὑπαρχόντως παντί Vt 23 ὑπαρχόντως Vt 24 γὰρ om. 27 οὐδενὶ Vt: παντὶ Β ὑπαρχόντως alt. Β. ἐξ ἀνάγκης Vt 29 τὸ prius om. V τὸ δὲ ἕτερον μέσον S: om. BVt 30 ἀνὰ μέρος ἑκατέρου μὴ ἀναγκαίως S 31 τεθῇ t Arist. τὸ add. Β2 32 ἐκ] εἰς V)

134
τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς ἀναγκαίας, καὶ δείκνυσι καὶ ταύτην [*](XXXVr) τὸ ἀναγκαῖον συνάγουσαν διά τε τῆς ἀντιστροφῆς τῆς ἐλάττονος, τουτέστι τῆς ἀποφατικῆς, καὶ ἔτι τῆς τοὐ συμπεράσματος ἀντιστροφῆς. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως τῷ δὲ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ ἄρα οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ Γ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης, τὸ Α παντὶ τῶ Β ὑπαρχόντως, τὸ ἄρα Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης. ἐπεὶ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ καὶ ἐπὶ τοῦ ἀναγκαίου, εἰ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, καὶ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. δείξομεν οὖν καὶ ταύτην τοῖς αὐτοῖς λόγοις οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὑπάρχον συνάγουσαν διὰ τῶν αὐτῶν ὅρων δι’ ὧν καὶ τὴν πρὸ ταύτης ἐδείξαμεν συζυγίαν, πλὴν ὅτι ὅνπερ ἐκεῖ παρελαμβάνομεν ἐλάττονα ὅρον, ἐνταῦθα μείζονα ποιοῦμεν· οἷον ὑγίεια ἀνθρώπῳ μὲν παντὶ ὑπαρχόντως, νόσῳ δὲ οὐδεμιᾷ ἐξ ἀνάγκης, καὶ συνάγεται ὅτι καὶ ἄνθρωπος οὐδεμιᾷ νόσῳ ὑπαρχόντως | ἀντιστρεφομένης XXXVv στρεφομένης ὁμοίως τῆς ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος· εἰ γὰρ νόσος οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ ἄνθρωπος οὐδεμιᾷ νόσῳ υπαρχοντως.

p. 30b18 Εἰ δὲ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Εἴπομεν τὴν αἰτίαν τί δήποτε τῇ στερητικῇ ἐν τούτῳ τῷ σχήματι ἀκολουθεῖ τὸ συμπέρασμα. ἐκθέμενος τοίνυν τὰς δύο προτάσεις τὰς πρὸς τῷ στερητικῷ ἐχούσας τὸ ἀναγκαῖον νῦν τὸ ἀνάπαλιν τίθησι τὰς πρὸς μὲν τῷ κατηγορικῷ τὸ ἀναγκαῖον ἐχούσας πρὸς δὲ τῷ ἀποφατικῷ τὸ ὑπάρχον. τίθησι δὲ ἐν τούτοις τὴν ἔχουσαν πρὸς τῷ μείζονι τὸ καθόλου καταφατικὸν ἀναγκαῖον πρὸς δὲ τῷ ἐλάττονι τὸ καθόλου ἀποφατικὸν ὑπάρχον. τὴν δὲ ἑτέραν παραλιμπάνει τὴν πρὸς μὲν τῷ μείζονι τὸ ἀποφατικὸν ὑπάρχον ἔχουσαν πρὸς δὲ τῷ ἐλάττονι τὸ καταφατικὸν ἀναγκαῖον· ἡ γὰρ αὐτὴ δεῖξις ἐπ’ ἀμφοτέρων, πλὴν ὅτι ἡ μὲν δύο δεῖται ἀντιστροφῶν, ἣν παρατίθεται, ἡ δὲ μιᾶς, ἣν παρέλιπε. συνάγουσιν οὖν καθόλου ἀποφατικὸν ὑπάρχον συμπέρασμα· εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β ἐξ ἀνάγκης οὐδενὶ δὲ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ οὐδενὶ τῷ Α ὑπαρχόντως, ἐπειδὴ ἀντιστρέφει· τὸ δὲ Α [*](1 ἐλάσσονος Β itemque vs. 2 2 τε om. V τουτέστι SVt: ἤτοι Β 3 καὶ— ἀντιστροφῆς BS: om. Vt 5 τὸ ᾱ alt. loc. Β 7 ἐπεὶ οὑν BS 8 καὶ om. S 9 οὐδὲ τὸ S 10 ταῦτα τοῖς τοιούτοις Β οὐ τὸ Bt: οὐκ V συναγούσας Β 12 ὅπερ Β 13 post ὑγίεια del. οἷον V μὲν om. Vt 14 post καὶ alt. add. ὁ Vt 15 καὶ om. Β 18 πρώτη t 18. 19 ἔσται—ἔστι Β 20 εἴπομεν] p. 133,4 sq. ταῖς στερητικαῖς BS 21 τοίνυν om. Β 22 στερητικὴν Β μὲν πρὸς Β 23 κατηγορουμένῳ Vt 24 τούτω Β 26 μὲν πρὸς τῆ Vt 27 τῆ Vt ἐλάσσονι Β 29 συνάγουσι δὲ Β 29. 30 ὑπάρχοντα συμπεράσματα Β 30 δὲ] τε V 32 ὑπαρχόντως prius om. BS)

135
παντὶ τῷ Β ἐξ ἀνάγκης· τὸ ἄρα Γ οὐδενὶ τῷ Β ὑπαρχόντως. γέγονε [*](XXXVv) γὰρ τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης· ἐδείχθη δὲ ἐν τῷ πρώτῳ σχήματι ὅτι, ὁποῖος ἄν ᾖ ὁ μείζων ὅρος, τοιοῦτον συνάγεται καὶ τὸ συμπέρασμα. ἀντιστρεφομένης οὖν τῆς στερητικῆς καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως, ὅπερ ἔδει δεῖξαι.

p. 30b24 Ἔτι δ’ εἰ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον, τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης.

Δείξας τὴν προκειμένην συζυγίαν δι’ ἀντιστροφῆς τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγουσαν νῦν αὐτὸ τοῦτο δείκνυσι καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ. εἰ γὰρ ὑποθώμεθα, φησίν, ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, ἕψεταί τι ἄτοπον τῇ ὑποθέσει ταύτῃ· ᾗ δὲ ὑποθέσει ἄτοπον ἀκολουθεῖ, ψεῦδός ἐστι· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα. εἰ γάρ τις εἴποι συνάγεσθαι τὸ B μηδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντιστρέψει δῆλον ὅτι καὶ τὸ Γ οὐδενὶ τῷ Β ὑπάρξει ἐξ ἀνάγκης· πάλιν ἐπειδὴ τὸ Α παντὶ τῷ B ἐξ ἀνάγκης ὑπῆρχε, καὶ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρξει· εἰ τοίνυν τὸ μὲν Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐκ δύο δὲ ἀναγκαίων ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τὸ Γ ἄρα ἐξ ἀνάγκης τινὶ τῷ Α οὐχ ὑπάρξει. ἀλλ’ ἐπεὶ ὑπέκειτο τὸ Α μηδενὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ ἄρα οὐδενὶ τῷ Α ὑπαρχόντως· ἐδείχθη δὲ τὸ ὑπάρχον τοιοῦτον ὂν ὡς δύνασθαι ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν· δύναται ἄρα τὸ Γ παντὶ τῷ Α ὑπάρχειν. συνάγεται δὲ νῦν ἐκ τῆς ὑποθέσεως καὶ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ ὑπάρχει καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἄτοπον. δῆλον ἄρα] ὅτι τὸ ἄτοπον ἠκολούθησεν ἐκ τοῦ ὑποθέσθαι ἐξ ἀνάγκης μηδενὶ τῷ Γ τὸ Β· ἀληθὲς ἄρα τὸ ὑπαρχόντως μηδενί, ὅπερ ἔδει δείξαι.

p. 30b31 ἔτι κἄν ὅρους ἐκθέμενον εἴη δεῖξαι ὅτι τὸ συμπέρασμα οὐκ ἔστιν ἀναγκαῖον ἁπλῶς ἀλλὰ τούτων ὄντων ἀναγκαῖον.

Οὐ μόνον, φησί, τοῖς καθόλου λόγοις τὸ προκείμενον πιστωσόμεθα ἀλλὰ καὶ τῇ διὰ τῶν παραδειγμάτων δείξει, ὅτι τὸ συμπέρασμα ὑπάρχον συνάγεται καὶ οὐχὶ κυρίως ἀναγκαῖον, ἀλλ’ εἴγε ἄρα, ἐξ ὑποθέσεως· τοῦτο [*](1 τῶ ἄρα—τὸ Β post ὑκαρχόντως add. ἐπειδὴ ἀντιστρέφει Β 2 post μείζονος add. καθόλου Β: om. SVt 3 δέ om. V post δὲ add. καὶ Bt: om. SV 6 τὸ e τῶ corr. V 7 τὸ (ante ᾱ) Β 11 ἕπεται Β εἰ δὲ τῆ ἡ. BS 〈ταὐτὴ〉 <τι> S 13 εἴπῃ S β΄] ζῶον t 13. 14 ἀντιστρέψει t: ἀντιστρέφει 14 ἐξ ἀνάγκης ὑπάρξει Β 15 ὑπῆρχεν ἐξ ἀνάγκης Β 17 δὲ om. 19 μηδενὶ SVt: οὐδενὶ Β τῶν ᾱ Β 20 ἐδείχθη (scil. c. 9 p. 30a27) bis ᾦ Vt 21 τῶ αὐτῶ S: τούτω V: τοῦτο t: om. Β τῶ—τὸ Β 22 post νῦν add. καὶ Β μὴ ὑπάρχειν—23 ἀνάγκης om. V 24 ἄρα delevi cf. p. 10 post ὑποθ. add. τὸ V: εἰ t: ἡμᾶς S 25 ἀλήθει t post ὅπερ add. ἄρα Β 27.28 οὐκ ἔστι τὸ συμπέρασμα Bt 28 ἀναγκαίων alt. I. V (pr. Bi) 31 ἥ γε V post ἄρα add. τὸ BSt)

136
γὰρ αὐτῷ βούλεται τὸ οὐχ ἀπλῶς ἀλλὰ τούτων ὄντων ἀναγκαῖον. [*](XXXVv) τίθησιν οὖν ὅρους ζῷον, ἄνθρωπος, λευκόν· τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, τὸ ζῷον οὐδενὶ λευκῷ ὑπαρχόντως, καὶ συνάγεται ἀντιστραφείσης τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος ὅτι ὁ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπαρχόντως· οὐ γάρ ἐστιν ἐξ ἀνάγκης τὸ μηδένα λευκὸν εἶναι ἄνθρωπον, ἀλλ’ εἰ ἄρα, ἐξ ὑποθέσεως, ἕως ἂν ὑποκέηται τὸ ζῷον μηδενὶ λευκῷ ὑπάρχειν. σαφεστέρα δὲ ἔσται ἡ δεῖξις, ἐὰν κίνησιν καὶ βάδισιν καὶ ἄνθρωπον λάβωμεν ἢ ἁπλῶς καθολικώτερόν τι καὶ μερικώτερον καὶ ἕτερόν τι ᾧ ὑπάρχουσι ταῦτα οὐκ ἐξ ἀνάγκης· κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ οὐδενὶ ὑπαρχόντως, καὶ συνάγεται βάδισις οὐδενὶ ἀνθρώπῳ υπαρχοντως.

p. 30b38 Ὥστε τούτων μὲν ὄντων ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, ἀπλῶς δ’ οὐκ ἀναγκαῖον.

Ἕως, φησίν, ἡ μὲν τῶν προτάσεων ἀναγκαία ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως ἔσται ἀναγκαῖον καὶ οὐχ ἁπλῶς ἀναγκαῖον, τουτέστι κυρίως. δῆλον ἄρα ὅτι καὶ ἐν οἷς τὸ ἀναγκαῖον συνάγεσθαι ἐβούλετο, τὸ ἐξ ὑποθέσεως καὶ οὐ τὸ κυρίως ἔλεγεν.

p. 31a1 Ὁμοίως δ’ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· |

Τουτέστι τῇ ἀποφατικῇ ἀκολουθεῖ τὸ συμπέρασμα καθόλου οὔσῃ, [*](XXXVIr) κἄν μείζων ἡ κἂν ἐλάττων· μερικῆς δὲ οὔσης τῆς ἀποφατικῆς οὐκέτι. γίνονται δὲ συζυγίαι τέσσαρες τῆς μὲν μιᾶς οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου. τῆς γὰρ μείζονος καθόλου ἀποφατικῆς οὔσης ἀναγκαίας ἡ ἐλάττων μερικὴ ἔσται καταφατικὴ ὑπάρχουσα· ὑπαρχούσης δὲ οὔσης τῆς μείζονος ἡ ἐλάττων ἔσται ἀναγκαία. πάλιν τῆς μείζονος οὔσης καθόλου καταφατικῆς ἀναγκαίας ἡ ἐλάττων ἔσται μερικὴ ἀποφατικὴ ὑπάρχουσα· εἰ δὲ ἡ μείζων ᾖ ὑπάρχουσα, ἡ ἐλάττων ἔστα· ἀναγκαία.

p.31a5 Ἔστω δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία.

Πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης φησί. καὶ συνάγει κατ’ αὐτὸν [*](1 ἀναγκαίων Vt 2 et 3 τὸ om. S 3 καὶ συνάγεται—5 ὑπαρχόντως om. V 4 ὁ ἄνθρωπος t et om. ὁ S: om. Β μηδενὶ t 6 ἢ V ὑποκέηται St: ὑπόκειται BV 7 ἔσται St: ἐστιν BV 9 ὑπάρχουσι BSt: ὑπάρχει V γὰρ πάση μὲν SV: μὲν γὰρ πάση Bt 10. 11 καὶ—ὑπαρχόντως mrg. Β2 12 ἀναγκαῖον ἔσται τὸ συμπέρασμα Arist. et om. ἔσται Β: ἀναγκαίων ἔσται τὸ συμπέρασμα ἀναγκαῖον Vt et om. ἀναγκαίων S 15 ἐξ—ἀναγκαῖον St: ἔσται ante ἐξ colloc. V, post ἀναγκαῖον Β καὶ om. V 16 ἀναγκαῖον prius om. B: post κυp. colloc. S τουτέστι SVt: ἤτοι Β 17 ἐλέγομεν V 19 τουτέστι Vt: ἤτοι Β ἀκολουθῇ t 21 μὲν om. Β 24 ante ἡ ἕλ’ add. ἀποφατικῆς καταφατικὴ Vt 26 ᾖ om. Β 28. 29 ἀναγκαίας—μερικῆς om. Β 29 ἀποφατικῆς Β φησὶ καὶ et κατ’ αὐτὸν om. Β)

137
μερικὸν ἀποφατικὸν ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ Α, φησίν, [*](XXXVIr) οὐδενὶ μὲν τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ ὑπαρχόντως· λέγω, φησίν, ὅτι τὸ B τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης οὐδενὶ τῶ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα B τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. οἱ δὲ αὐτοὶ ὅροι ἁρμόσουσι κἀνταῦθα πρὸς τὸ δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα οἵπερ καὶ ἐν τῶ πρώτῳ σχήματι ἐν τούτῳ τὼ τροπω.

p. 31a10 Πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία.

Δευτέραν τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης, καὶ φησὶ συνάγειν ὑπάρχον τὸ συμπέρασμα. δείκνυται δὲ αὕτη ἡ συζυγία διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἔδειξε τῆς δὲ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς· κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως, καὶ συνάγεται ὅτι βάδισις τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει μόνον· αἱ γὰρ αὐταὶ ἁρμόσουσι κἀνταῦθα δείξεις αἵπερ καὶ ἐπὶ τῶν καθόλου.

p. 31a15 Ἀλλ’ οὐδ’ εἰ τὸ στερητικὸν ἀναγκαῖόν ἐστιν ἐν μέρει ληφθέν, οὐκ ἔσται τὸ τὸ συμπέρασμα μὰ ἀναγκαῖον· διὰ γὰρ τῶν ὄρων η ἀπόδειξις.

Τρίτην ἐφεξῆς ἔθηκε τὴν τὸ καθόλου καταφατικὸν ὑπάρχον τάττουσαν πρὸς τῷ μείζονι πρὸς δὲ τῷ ἐλάττονι <τὸ> μερικὸν ἀποφατικὸν ἀναγκαῖον. τοὺς αὐτοὺς ὅρους ἁρμόζειν φησὶ κἀπὶ τούτων, πλὴν μετατιθεμένης τῆς τάξεως· τὸν γὰρ ἐλάττονα μείζονα δεῖ ποιῆσαι, τὸν δὲ μείζονα μέσον οὕτως· βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κινήσει δὲ οὐ πάσῃ ἐξ ἀνάγκης, καὶ συνάγεται ἄνθρωπος οὐ πάσῃ κινήσει ὑπαρχόντως. καὶ οὐκ ἀντίκειται τὸ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἐνίοτε ἐπί τινων ὅρων. τὸ γὰρ ἀεὶ συναγόμενον τὸ ὑπάρχον ἐστί, διότι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον ἢ μὴ τοῦτο καὶ ἁπλῶς ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν λέγεται. οὐδὲ αὕτη δὲ δείκνυται δι’ ἀντιστροφῆς διὰ τὸ μηδεμίαν μερικὴν στερητικὴν ἀντιστρέφειν πρὸς ἑαυτήν. τὴν δὲ λοιπὴν συζυγίαν παραλέλοιπε τὴν ἐκ τῆς μείζονος καθόλου ἀποτὸ [*](2 δὲ V ὑπαρχέτω Β 3 α΄ (ante τινὶ) t ὑπάρξει ἐξ ἀνάγκης οὐδαμῶς μηδενὶ S 4 ἐξ ἀνάγῃς οὐδενὶ τῷ ᾱ Β 5 ὑπάρχει Β 7 οἵπερ S: ὅπερ Vt 7. 8 τῶ τρόπω τούτω, om. ἐν Β 9 ἡ om. V 11 ἐλάσσονος B οὔσης Β post δὲ add. φησιν Β 13 τῆς (post καὶ) Β post καταφατικῆς add. ὑπαρχούσης Β ἐδείξαμεν S cf. p. 136,7 sq. 14 καθόλου BS: μερικῆς V μέν γὰρ πάση BS 16 ὑπαρχόντως B 17 αἵπερ S: αἲ B: αἵτινες Vt 21 τέθηκε t: om. V συνάγουσαν B 22 τὸ addidi cf. p. 141,17 23 post πλὴν add. ὅσον S 24 τὴν—τὴν B 25 κίνησις Β 27 μὲν V post ἐνίοτε add. ἄρα Vt 28 post καὶ alt. 11 litt. eras. V 29 ἢ prius om. B 30 μερικὴν στερητικὴν S: om. BVt 31 παρέλοιπε V)

138
φατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας, [*](XXXVIr) ὡς δήλου γεγονότος ὅτι μερικὸν ἀποφατικὸν ὑπάρχον συνάγει συμπέρασμα διὰ τῆς ἀντιστροφῆς δεικνύμενον.

p. 31a18 Ἐν δὲ τῷ τελευταίῳ σχήματι καθόλου μὲν ὄντων τῶν ὅρων πρὸς τὸ μέσον καὶ κατηγορικῶν ἀμφοτέρων τῶν προτάσεων, ἐὰν ὁποτερονοῦν ᾖ ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.

Πληρώσας τὸν περὶ τοῦ δευτέρου σχήματος λόγον ἐντεῦθεν τὸν περὶ τοῦ τρίτου ποιεῖται, καὶ παραδίδωσι τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου συζυγίας. καὶ φησὶν ὅτι ἐν μὲν ταῖς ἐξ ἀμφοτέρων τῶν προτάσεων καταφατικῶν, ὁποία ἄν ἡ πρότασις ἡ τὸ ἀναγκαῖον ἔχουσα, εἴτε ἡ ἐλάττων εἴτε ἡ μείζων, πάντως ἕπεται ταύτῃ τὸ συμπέρασμα, καὶ καθόλου εἰπεῖν ἐν ταῖς ἐξ ἀμφοτέρων καταφατικῶν προτάσεων συζυγίαις πάντως ἀναγκαῖον ἔστα, τὸ συμπέρασμα. ἐφ’ ὧν δὲ ἡ μέν ἐστι καταφατικὴ ἡ δὲ ἀποφατική, τῇ ἀποφατικῇ πάντως ἕπεται τὸ συμπέρασμα, εἰκότως· πάλιν γὰρ ἀντιστρεφομένης τῆς καταφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα μείζων εὑρεθήσεται ἡ ἀποφατική· ἐν δὲ τῷ πρώτῳ σχήματι τῇ μείζονι ἀεὶ εἵπετο τὸ συμπέρασμα.

p. 31a24 ἔστωσαν γὰρ ἀμφότεραι κατηγορικαὶ πρῶτον αἱ προτάσεις, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω, ἀναγκαῖον δ’ ἔστω τὸ Α Γ. |

Πρώτην παραδίδωσι τὴν ἐκ δύο καθόλου καταφατικῶν τῆς μείζονος [*](XXXVIv) οὔσης ἀναγκαίας, καὶ φησὶ συνάγειν ἀναγκαῖον τὸ συμπέρασμα, μερικὸν δηλονότι, ἐπεὶ καὶ πάντα ἐν τρίτῳ σχήματι μερικὰ συνάγεται τὰ συμπεράσματα. εἰ γὰρ τὸ Α, φησί, παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ αὐτῷ παντὶ ὑπαρχόντως, ἀντιστραφείσης τῆς ἐλάττονος γίνεται τὸ πρῶτον σχῆμα· τὸ γὰρ Γ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, ὅπερ μέρος ἐστὶ τοῦ Γ· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. οἱ αὐτοὶ δὲ ὅροι ἁρμόσουσι δεῖξαι αὐτὴν ὑπάρχουσαν οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι·

[*](3 δι’ ἀντιστροφῆς S δεικνύμενον SV: δεικνυμένης Β: δεικνύμεθα t 4 μίξις ἀναγκαίου καὶ ὑπάρχοντος ἐν τρίτω σχήματι inscr. Β: σχῆμα τρίτον. πρῶτος τρόπος τοῦ γ΄ ἐκ β΄ καθόλου ἀναγκαῖος V post μὲν add. οὖν Β 6 ἄν t ὁποτεροοῦν B: ὁπότερος οὖν t (n) ἀναγκαῖος t (n) 6. 7 ἀναγκαῖον ἔσται Β 8 ἐντεῦθεν om. Β 11 καταφατικαῖς Vt post ᾖ add. ἡ Β 12 ταὐτὴ ἕπεται Β 13 ἀμφοτέρων τῶν προτάσεων καταφατικαῖς συζυγίαις Β 14 ἔστι BS: ἐστι Vt δὴ V 15 ante εἰκότως add. καὶ S 16 καταφατικῆς S: ἀποφατικῆς BVt 18 πρῶτον κατηγορικαὶ Β 19 καὶ τὸ alt. t Arist.: om. BV 22 φησὶν ἀναγκαῖον συνάγειν Β 23 post ἐν add. τῶ Β 24 εἰ δὲ Β 25 ὑπαρχόντως S: ὑπάρχει 26 τῶ β΄ BS: τῶν β΄ Vt 27 τῶ prius St: τῶν BV ὑπάρχει Vt τῶ ah. SVt: τῶν Β 28 ὅπερ St: οὗπερ V: ὃ Β τὸ γ΄ 29 ἁρμόσουσι SVt: ἁρμόζουσι Β)
139

p. 31a31 Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ τὸ Β Γ ἐστὶν ἀναγκαῖον· [*](XXXVIv) ἀντιστρέφει εἰ γὰρ τὸ Γ τῷ Α τινί, ὥστ’ εἰ παντὶ τῶ Γ τὸ B ἐξ ἀνάγκης ὑπάρχει, καὶ τῷ Α τινὶ ὑπάρξει ἑξ ἀνάγκης.

Τὴν ἑτέραν ἐκ δύο καταφατικῶν τίθησιν ἔχουσαν δὲ πρὸς τῷ ἐλάττονι τὸ ἀναγκαῖον, καὶ φησὶ καὶ αὐτὴν τὸ ἀναγκαῖον συνάγειν. δείκνυσι δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν, τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν B παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ ὑπαρχόντως· οὐκοῦν καὶ τῷ Α τινὶ τὸ Γ ὑπάρχει· εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ὑπάρχει μόνον, δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. ἀλλ’ ἐζητοῦμεν ἡμεῖς εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται διὰ τῆς ἀντιστροφῆς τοῦ συμπεράσματος· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. ἐπιστάσεως δὲ ἄξιον τί δήποτε δυνάμενος ὁ φιλόσοφος τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, μιᾶς δεηθεὶς ἀντιστροφῆς, τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται δύο ἀντιστροφῶν, ἵνα ποιήσῃ ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι γὰρ ἠδύνατο ἀντιστρέψαι τὴν ἐλάττονα πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, πρόδηλον· εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ B ἐξ ἀνάγκης· ὥστε εἰ τὸ μὲν Α παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Γ τνὶ τῷ Β ὑπάρχει ἐξ ἀνάγκης, συνάγεται τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὡς δέδεικται ἐν τοῖς ἔμπροσθεν. τί οὖν λέγομεν; ὅτι εἰ καὶ ἠδύνατο τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνήγαγεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν, πρὸς ὁποτέρῳ ἄν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι· οὐκέτι δὲ καὶ τὸ ὑπάρχον ἀεί. ὥστε τὸ ἀεὶ ὑπάρχον εἶπεν.

p. 31a34 Πάλιν ἔστω τὸ μὲν Α Γ στερητικόν, τὸ δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν.

Εἴπομεν ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν πᾶσι τοῖς σχήμασιν, ἐν μὲν τῷ πρώτῳ, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἄν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ [*](2 γ΄ τῶ ex α΄ τὸ corr. V 3 β΄] α΄ V ἐξ ἀνάγκης prius om. V καὶ τῷ ᾱ Arist.: καὶ τῶ α΄ τινὶ τὸ γ΄ V: τὸ δὲ γ΄ τῷ α΄ τινὶ, καὶ τῷ α΄ τινὶ τὸ β΄ pr. V: τῆ S, corr. V 6 διὰ ex ἀντὶ corr., ut videtur V2 7 ὑπαρχέτω S: ὑπάρχει BVt 8 post παντὶ add. τῶ γ΄ Xt τῶ (pr. τὸ) α΄ τινὶ τὸ γ΄ τῷ β΄ Bt ὑπάρχειν t τὸ alt. Bt: αὐτὸ V 9 post α΄ 10 τοῦτο superscr. V 11 οὑν BS: δὲ Vt 14 βουλόμενος B ἀντιστρέψας pr. V, corr. V2 15 δεηθὲν t, pr. V (corr. V2) 16 ποιήσης pr. V, corr. V2 19 μὲν τὸ Β 20 τῶν β΄ (ante ὑπάρχει) Β 21 τί οὖν SVt: λέγομεν οὖν Β 23 ἣν t 24 τὸ tert. BS: om. Vt 25 ὑπάρχειν V: ἑπόμενον conicio εἶπε Β: εἰπεῖν Vt: συνηγάγομεν S 28 εἴπομεν] p. 133,1 sq. 138,14 sq. τῆς prius om. Β 31 καὶ om. Β)

140
συμπέρασμα, ἐν δὲ τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον [*](XXXVIv) σχῆμα ἀνῆγε καὶ τὴν ἀποφατικὴν πάντως μείζονα ἐποίει. πρώτην οὖν ἐκτίθεται συζυγίαν τὴν ἔχ’ οὖσαν τὴν μείζονα ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν. ἐπειδὴ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπάρχει, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν· μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι ὅτι ὑπάρχον συνάγεται καὶ οὐκ ἀναγκαῖον, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡ μῖν παρελήφθησαν σχήματι.

p. 31a37 Εἰ δὲ τὸ κατηγορικὸν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας ὑπάρχον φησὶ συνάγεσθαι τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἁ νάγ κἠς, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α τινὶ τῷ Β οὐχ ὑπάρχει· δέδεικται γὰρ ἐν τῷ πρώτῳ. ἔτι καὶ διὰ τῶν ὅρων πάνυ ἂν εἴη φανερόν. ἔστω γὰρ τὸ μὲν Α ἀγαθόν, τὸ δὲ Β ζῶον, τὸ δὲ Γ ἵππος· ἀγαθὸν μὲν οὐδενὶ ἵππῳ ὑπαρχόντως, ζῷον δὲ παντὶ ἵππῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνον· δύναται γὰρ καὶ πᾶν ζῷον εἶναι ἀγα|θόν, δηλονότι κατὰ τὸ φυσικὸν XXXVIIr ἀγαθόν. εἰ δέ τις, φησί, πρὸς τοῦτο ἐνίσταται μὴ συγχωρῶν τῇ μείζονι προτάσει εἶναι γάρ τι ζῷον ἐξ ἀνάγκης οὐκ ἀγαθόν, οἷον τὰ ἰοβόλα), ληπτέον ἀντὶ τοῦ ἀγαθοῦ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν· ἐγρήγορσις μὲν γὰρ οὐδενὶ ἵππῳ ὑπαρχόντως, ζῷον δὲ παντὶ ἀναγκαίως, καὶ συνάγεται ἐγρήγορσις τινὶ ζῴῳ οὐχ ὑπάρχει μόνον᾿ . ὥστε δῆλον ὅτι τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγεται.

p. 31b12 Εἰ δ’ ὁ μὲν καθόλου ὁ δ’ ἐν μέρει, κατηγορικῶν μὲν ὄντων ἀμφοτέρων, ὅταν ὅταν τὸ καθόλου γένηται ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.

᾿Επὶ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων τῇ καθόλου ἕπεται τὸ συμ- [*](2. 3 V 3 immo μείζονα 〈καθόλου〉 4 ἐπεὶ Β 6 δὲ γ΄ BS: inv. ord. τῶν β΄ B 7 τὸ γ΄ τοῦ pr. V, corr. V2 7. 8 an τὸ τὶ β τοῦ γݲ? 8 τὶ posl ᾦ add. δὴ γ΄ v ὑπάρξει Β post τοῦ add. δεῖ V 9 καὶ alt. om. 9. 10 σχήματι ἡμῖν παρελήφθησαν Β ἔστι Β (d) 13 ὑπαρχούσης ἀποφατικῆς Β 14 καθόλου om. Β ἀναγκαίας καὶ συνάγεται ὑπάρχον συμπέρασμα Β 16 εἰ—ἐξ ἀνάγκης om. B εἰ τοίνυν τό μὲν S: τὸ τοίνυν Vt ὑπαρχόντως S: om. Vt δὲ S: om. Vt τινὶ St: τοίνυν V 17 ἄρα α΄ BS: inv. ord. Vt κἄν 18 πάνυ ἄν om. Β μὲν om. V 19 ὑπαρχέτω BS 20 ζῶον V 21 εἶναι ἀγαθόν BS: inv. ord. Vt κατὰ S: om. BVt 24 post ληπτέον add. φησὶν Β 25 ἀναγκαίως om. Bt: ἐξ ἀνάγκης S 27 οὐ superscr. V: om. t)

141
πέρασμα· τῆς γὰρ μερικῆς ἀντιστρεφομένης τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον [*](XXXVIIr) σχῆμα ἡ καθόλου μείζων γίνεται· ἐκεῖ δὲ τῇ μείζονι ἠκολούθει τὸ συμπέρασμα. καλῶς ἄρα εἴρηται ἐπὶ τούτων τῇ καθόλου ἀκολουθεῖν τὸ συμπέρασμα. τίθησι δὲ ἐν τούτοις πρώτην τὴν ἔχουσαν τὴν μὲν μείζονα μερικὴν καταφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν συνάγουσαν δι’ ἀντιστροφῆς τῆς μείζονος καὶ τοῦ συμπεράσματος ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Α, φησί, τινὶ τῷ Γ ὑπάρχον, τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης· συνάγει οὖν τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. πῶς; εἰ γὰρ τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Α ὑπάρχει· οὐκοῦν εἰ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ὑπάρχει, συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης. ἀντιστρέψας δὲ τὸ συμπέρασμα ἔχεις τὸ ζητούμενον· εἰ γὰρ τό Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ B ἐξ ἀνάγκης, ὅπερ ἔδει δεῖξαι.

p. 31b19 Ὁμοίως ὡς δὲ καὶ εἰ τὸ Α Γ εἴη ἀναγκαῖον καθόλου ὄν· τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν.

Ὑποθέμενος πρότερον τὴν πρὸς τῷ ἐλάττονι ἔχουσαν τὸ καθόλου καταφατικὸν ἀναγκαῖον πρὸς δὲ τῷ μείζονι τὸ μερικὸν καταφατικὸν ὑπάρχον νῦν τὸ ἀνάπαλιν ὑποτίθεται, καὶ πάλιν ἀναγκαῖόν φησι συνάγεσθαι συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β ὑπάρχει μόνον τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· οὐκοῦν εἰ τὸ μὲν Α τῷ Γ παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Γ τῷ Β τινὶ ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει· δέδεικται γὰρ ἤδη πρότερον.

p. 31b20 Εἰ δὲ τὸ ἐν μέρει ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Θεὶς πρότερον ἐν τῷ καθόλου τὸ ἀναγκαῖον, εἴτε μείζων ἦν ἡ καθόλου εἴτ·ε ἐλάττων, καὶ δείξας τὸ ἀναγκαῖον συναγόμενον νῦν τὸ ἀνάπαλιν ποιεῖ· ὑποτίθεται γὰρ ἑτέρας δύο προτάσεις ἐξ ἀμφοτέρων πάλιν καταφατικῶν, τῆς μὲν καθόλου ὑπαρχούσης τῆς δὲ μερικῆς ἀναγκαίας, καὶ φησὶ τῇ καθόλου πάλιν ἀκολουθεῖν τὸ συμπέρασμα, κἂν μείζων γένηται κἂν ἐλάττων. δείκνυσι δὲ πάλιν τὴν μὲν πρὸς τῷ μείζονι ἔχουσαν τὸ ὑπάρχον διὰ μιᾶς τῆς ἐλάττονος ἀντιστροφῆς οὕτως· εἰ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν ὑπόκειται τὸ μὲν Α παντὶ τῷ Γ [*](2 ἠκολούθει supra ἡ καθόλου scr. V2: ἠκολούθησε t 4 τὴν μὲν scripsi: inv. ord. Β: τὴν Vt 6 συνάγουσαν S: καὶ συνάγεται BVt διὰ τῆς S 7 γὰρ τὸ μὲ τὸ BVt τινὶ om. V ὑπάρχειν Β: ὑπαρχόντως S 8 οὖν et πῶς om. S post οὖν add. συμπέρασμα Β τῶ S: τῶν BVt 9 τῶ γ΄ BS: τῶν γ΄ 10 τῶ α΄ BS: τῶν α΄ Vt συνάγει Β 11 post ἀνάγκης add. ὅπερ ἕδει post συμπέρασμα add. ἴδου Β 12 τῶ prius Vt: τῶν Β 13 ὃ Β 11 post δέ add. φησι V εἰ καὶ t (d n u) 15 γὰρ] γ΄ V 16 ἐλάσσονι τὸ om. B 17 ἀναγκαῖον—καταφατικὸν om. V 21 τινὶ τῷ β΄ St Om. Β 23 τῶ ἐν V ἐστὶν om. Β οὐκ ἔστι t πάλιν V 29 πάλιν Bt: πάσα V 31 καὶ om. V)

142
ὑπάρχειν, τὸ δὲ Γ διὰ τῆς ἀντιστροφῆς ἐξ ἀνάγκης τινὶ τῷ Β, καὶ τὸ [*](XXXVIIr) Α ἄρα τινὶ τῷ Β ὑπάρχει μόνον· τοῦτο γὰρ δέδεικται ἐν τῷ πρώτῳ σχήματι. δείκνυσι δὲ καὶ διὰ τῶν ὅρων τοῦτο· λαμβάνει γὰρ μείζονα μὲν ὅρον ἐγρήγορσιν, μέσον δὲ ζῷον, ἐλάττονα δὲ δίπουν· ἐγρήγορσις γὰρ παντὶ ζῴῳ ὑπαρχόντως, δίπουν δὲ τινὶ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις τινὶ δίποδι ὑπαρχόντως.

p. 31b31 Ὁμοίως δὲ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται, θήσεται, καὶ εἰ τὸ ΑΓ εἴη ἐν μέρει τε καὶ ἀναγκαῖον.

Δείκνυται αὕτη, λέγω δὴ ἡ τὸ μεῖζον μερικὸν ἀναγκαῖον ἔχουσα, καὶ διὰ δύο ἀντιστροφῶν, ὡς ἤδη εἴπομεν, τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμεράσματος. εἰ γὰρ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ Α ἐξ ἀνάγκης· εἰ τοίνυν ὑπόκειται τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Γ διὰ τῆς ἀντιστροφῆς τινὶ τῷ Α ἐξ ἀνάγκης, συνάγεται δήπου τὸ Β τινὶ τῷ Α ὑπάρχειν μόνον· τοῦτο γὰρ δέδεικται· ἀντιστραφέντος δὲ τοῦ συμπεράσματος καὶ τὸ Α τινὶ τῷ Β ὑπάρχει μόνον. δείκνυται δὲ καὶ διὰ τῶν αὐτῶν ὅρων μόνον τῆς τάξεως αὐτῶν ἐναλλαττομένης· ὃν γὰρ ἐκεῖ ἐλάττονα ἐλαμβάνομεν, ἐνταῦθα μείζονα ποιοῦμεν, οἷον τὸ δίπουν· τὸ γὰρ δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις δὲ παντὶ ὑπαρχόντως, καὶ συνάγεται διὰ τῶν εἰρημένων δύο ἀντιστροφῶν δίπουν τινὶ ἐγρηγόρσει ὑπαρχόντως.

p. 31b33 Εἰ δ’ ὁ μὲν εἴη κατηγορικὸς ὁ δὲ στερητικὸς τῶν ὅρων, ὅταν μὲν | ᾖ τὸ καθόλου στερητικόν τε καὶ ἀναγκαῖον, καὶ [*](XXXVIIv) τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.

Τῆς μείζονος καθόλου ἀποφατικῆς οὔσης ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης συνάγεται μερικὸν ἀποφατικὸν ἀναγκαῖον συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, συνάγεται τὸ Α οὐ παντὶ τῷ Β ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. τοὺς αὐτοὺς δὲ κἀνταῦθα παραληψόμεθα ὅρους πρὸς τὸ δεῖξαι τὸ ὑπάρχον συναγόμενον, οὕσπερ καὶ ἐν τῷ πρώτῳ παρελαμβάνομεν σχήματι· ἐγρήγορσις, ὑπνοῦν, ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὑπνοῦν τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ἀνθρώπῳ ὑπαρχόντως.

[*](1 ὑπαρχόντως Β τῶ β΄ τινὶ Β 2 ὑπάρχει scripsi: ὑπάρχειν Bt: ὑπάρχον V τῷ om. Β 3 μὲν γὰρ μείζονα V ἐγρήγορσις V 4 ἐλάττων t ὑπάρχει Β 5 τινὶ prius Vt: οὐ παντὶ Β ὑπαρχόντως Vt: οὐκ ἐξ ἀνάγκης ὑπάρχει Β 6 καὶ prius Β Arist.: om. Vt 7 καὶ om. V 8 αὕτη δείκνυται Vt post μερικὸν add. καὶ V ἔχουσα ἀναγκαῖον Β 9 εἴπομεν] p. 141,6 sq. 10 τῶ alt. Vt: τῶν Β 11 τὸ μὲν scripsi: μὲν τὸ Vt: μὲν τῶ Β γ΄ παντὶ τὸ β΄ Β 12 δῖάν sic V 13 ὑπάρχον V δὲ t: γὰρ BV 16 ἐλαμβάνομεν ἐλάττονα Β 17 δὲ et καὶ om. V 19 εἴη om. t Arist. 24. 25 καὶ—ὑπάρχει om. Β 26 ὑπάρχει Vt 27 τοῦτο et τῷ om. Β ληψόμεθα Β 28 ὑπάρχον Β: ἀναγκαῖον Vt οὕςπερ t: οὓς Β: ὥσπερ V 28. 29 ἐν πρώτω σχήματι ἐλάβομεν (scil. p. 131,23 Β 29 an ἐγρήγορσιν—ἄνθρωπον? 30 ὑπνοῦν—31 ὑπαρχόντως om. V συνάγεται t: συνάγομεν Β 31 ὑπαρχόντως Β: ἐξ ἀνάγκης t)
143

p. 31b37 Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ ἢ καθόλου [*](XXXVIIv) θόλου ὂν ἢ ἐν μέρει ἢ τὸ στερητικὸν κατὰ μέρος, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Τεσσάρων γινομένων συλλογιστικῶν συζυγιῶν τῆς μὲν τῶν προτάσεων ἀποφατικῆς οὔσης τῆς δὲ καταφατικῆς καὶ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς τῆς γὰρ μείζονος καθόλου οὔσης καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς γίνονται δύο συζυγίαι, μία μὲν τῆς μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ὑπαρχούσης, δευτέρα δὲ τῆς μείζονος ὑπαρχούσης <οὔσης> τῆς ’δε ἐλάττονος ἀναγκαίας· πάλιν τῆς μείζονος μερικῆς οὔσης ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς γίνονται ἄλλαι δύο ἢ τῆς μείζονος πάλιν οὔσης ἀναγκαίας τῆς δὲ ἐλάττονος ὑπαρχούσης ἢ ἀνάπαλιν τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἀναγκαίας· αἱ δ’ ἄλλαι τέσσαρες αἱ ἔχουσαι τὴν μείζονα καταφατικὴν ἢ μερικὴν ἢ καθόλου ἀσυλλόγιστοί εἰσι), τούτων οὖν τῶν τεσσάρων συλλογιστικῶν παραδοὺς τὴν μίαν τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης καὶ δείξας ταύτην ἀναγκαῖον συνάγουσαν συμπέρασμα διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως, νὺν τὰς λοιπὰς τρεῖς διὰ τούτων παραδίδωσι, καὶ δείκνυσιν αὐτὰς ὑπάρχον συναγούσας συμπέρασμα. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ ἢ καθόλου ἢ ἐν μέρει τὰς δύο σημαίνει συζυγίας, τήν τε ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας· διὰ δὲ τοῦ εἰπεῖν ἢ τὸ στερητικὸν κατὰ μέρος, προσυπακουομένου τοῦ ἀναγκαίου, σημαίνει τὴν λοιπὴν συζυγίαν τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης. ταύτας οὖν τὰς τρεῖς φησι τὸ ὑπάρχον συνάγειν.

p. 31b39 Τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἃ καὶ ἐπὶ τῶν πρότερον ἔρου μὲν.

Τὰ ἄλλα φησὶ δι’ ὧν ἐδείκνυμεν καὶ τὰς ἄλλας συζυγίας, λέγω δὲ τῆς ἀντιστροφῆς. δεῖ μέντοι γε ἐπιστῆσαι ὅτι οὐ περὶ τῶν τριῶν τοῦτό φησιν οὐδὲ γὰρ αἱ τρεῖς δι’ ἀντιστροφῆς δείκνυνται) ἀλλὰ περὶ τῆς [*](1 ἢ B Arist.: om. Vt 2 εἰ (ante τὸ) V 7 συζυγίαι δύο Β 8 οὔσης addidi 9 πάλιν] πάσης V itemque vs. 11 11 ἀνάπαλιν om. Β 11 τῶν δύο V post τεσσάρων add. τῶν Β συλλογιστῶν Β 16. 17 δι’ ἀντιστροφῶν Β 17 διὰ om. V 19 ἢ om. Bt cf. vs. 1 20 ante ἢ add. ὃν Arist. cf. vs. 2 23 εἰ V 24 ὑπακουομένου Vt an ἀναγκαῖον? 26 φησι om. B: ante τὰς collocat t 27 ὑπάρχειν t συνάγειν e S scripsi: σημαίνειν V: σημαίνει t: σημαινούσας εὑρήσεις Β 30 post ὧν add. δείξεων Β, δείξας t: om. VS λέγει Β 31 δέ BS: δὴ διὰ Vt γε om. Β παρὰ V 32 τοῦτό S: τούτων BVt ἀντιστροφῶν t)

144
μιᾶς μόνης τῆς ἐχούσης τὴν μείζονα καθόλου ἀποφατικὴν ὑπάρχουσαν [*](XXXVIIv) τὴν δὲ ἐλάττονα μερικὴν καταφατικὴν ἀναγκαίαν· αὕτη γὰρ τῆς μερικῆς καταφατικῆς ἀντιστραφείσης, τῆς ἐλάττονος λέγω καὶ ἀναγκαίας, ἀνάγεται εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. ἔστω γὰρ τὸ μὲν Α τῷ Γ μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης· συνάγεται ὅτι. τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ μερικὸν καταφατικὸν ἀναγκαῖον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Β· ἐπεὶ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοὐ πρώτου σχήματος. οὕτω μὲν οὖν αὕτη δι’ ἀντιστροφῆς δείκνυται. αἱ δὲ ἄλλαι δύο οὐ δύνανται δι’ ἀντιστροφῆς δειχθῆναι διὰ τὸ τὴν ἐλάττονα εἶναι ἐν ἀμφοτέραις καθόλου καταφατικήν· ἐὰν γὰρ αὐτὴν ἀντιστρέψωμεν, πρὸς τὴν μερικὴν ἀντιστρέψει καὶ ἀσυλλόγιστον ποιήσει τὴν συζυγίαν· ἀλλ’ οὐδὲ ἡ μείζων δύναται ἀντιστραφῆναι μερικὴ οὖσα ἀποφατική.

p. 31b40 Ὅροι δέ, ὅταν μὲν ᾖ τὸ καθόλου κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις, ζῷον, ἄνθρωπος, μέσον ἄνθρωπος.

Τὴν ἐκ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης διὰ τῶν ὅρων πιστοῦται· ἐγρήγορσις μὴ παντὶ ἀνθρώπῳ ὑπαρχέτω, ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως.

p. 32a1 Ὅταν δὲ ἐν μέρει τὸ κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις, ζῷον, λευκόν.

Οὗτοι τῆς ἑτέρας συζυγίας οἱ ὅροι τῆς ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας. αὕτη δὲ ἐδείχθη διὰ τῆς ἀντιστροφῆς τὸ μερικὸν ἀποφατικὸν | ὑπάρχον XXXVIIIr συνάγουσα. δείκνυται δὲ καὶ διὰ τῶν ὅρων οὕτως· ἐγρήγορσις οὐδενὶ λευκῷ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως καὶ οὐκ ἀναγκαίως.

p. 32a4 Ὅταν δὲ τὸ στερητικὸν ἐν μέρει ὂν ἀναγκαῖον ᾖ, δίπουν, κινούμενον, ζῷον, ζῷον μέσον.

Διὰ τούτων τὴν λοιπὴν τῶν τριῶν παραδίδωσι συζυγιῶν τῶν τὸ [*](1 μόνης om. V 2 ἀποφατικὴν pr. V, corr. V2 3 ἐλάσσονος Β καὶ om. S 5 τὸ (ante γ΄) Vt post ἀνάγκης add. καὶ Β 6 γὰρ—7 ἐπεὶ om. V 7 ἀναγκαῖον add. ὄν t 9 ὑπαρχόντως S: ὑπάρχει Β: ὑπάρχοντι V: ὑπάρχον t 10 δι’ BS: διὰ τῆς Vt 12 καθόλου BS: ταῖς t: om. V καταφατικαῖς t 13 ἀντιστρέψει BS: ἀντιστρέψομεν V: ἀντιστρέφει t ποιήσει B2S: ποιεῖ Β1: δείξει Vt 15. 16 ἀναγκαῖον κατηγορικόν Β 18 post ἐγp. add. γὰρ B, at cf. p. 145,3 19 ὑπαρχόντως BS ante ζῶον add. τὸ Β 19. 20 γίνεται Β 20 ἀνθρώπω B 23 οἱ deleverim 25. 26 ὑπάρχον supra ἀναγκαῖον del. scr. V2 26 δὲ om. V 27 ἐξ ἀνάγκης supra ὑπαρχόντως del. scr. V2 30 ζῶον μέσον B Arist.: inv. ord. Vt (AC) 31 συζυγίαν Β)

145
ὑπάρχον συναγουσῶν τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ἄναγ’· XXXVIIr καίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης. δείκνυσι δὲ διὰ τῆς τῶν ὅρων παραθέσεως τὸ συμπέρασμα· δίπουν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, κινούμενον παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συνάγεται δίπουν οὐ παντὶ κινουμένῳ ὑπαρχόντως. εἰδέναι δὲ δεῖ ὅτι τινὰ τῶν παλαιοτέρων βιβλίων ἔχει μέσον δίπουν. λέγουσι δὲ τοῦτο γραφικὸν εἶναι σφάλμα· οὐ γὰρ συνάγεται διὰ τούτων τῶν ὅρων μέσου λαμβανομένου τοῦ δίποδος ὑπάρχον συμπέρασμα ἀλλ’ ἀναγκαῖον, ὡς ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὅτι δὲ οὐ τὸ δίπουν τίθησι μέσον ἀλλὰ τὸ ζῷον, δῆλον ἐξ ὧν πρώτου τοῦ δίποδος ἐμνημόνευσεν, ὕστερον δὲ τοῦ ζῴου· ἐπὶ γὰρ τοῦ τρίτου σχήματος ἔθος ἔχει ὕστερον τιθέναι τὸ μέσον· καὶ νῦν δὲ τὸ ζῷον ὕστερον ἔθηκε.

p. 32a5 Φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης.

Δοκεῖ ὁ Ἀριστοτέλης τὸ συμπέρασμα τοῦτο ἐπαγαγεῖν ἐπὶ τῶν τριῶν εἰρημένων σχημάτων. οὐ δεῖ δὲ τοῦτο νομίζειν, ἐπεὶ ἀτοπίᾳ τινὶ περιπεσεῖται ὁ φιλόσοφος φάσκων ὅτι φανερὸν ἐκ τῶν εἰρημένων, ὡς ἐὰν μὴ ἀμφότεραι αἱ προτάσεις ὦσιν ὑπάρχουσαι, οὐ συνάγεται ὑπάρχον συμπέρασμα· ἀπέδειξε γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι ὅτι καὶ τῆς μείζονος μόνης καθόλου ἀποφατικῆς οὔσης ὑπαρχούσης ὑπάρχον γίνεται τὸ συμπέρασμα. δεῖ οὖν λέγειν ὅτι οὐ τῶν τριῶν σχημάτων ἐστὶ τὸ εἰρημένον συμπέρασμα ἀλλὰ τοῦ τρίτου μόνου. δόξει δὲ μηδὲ ἐπὶ τοῦ τρίτου ἀληθῆ τὸν λόγον τοῦτον εἶναι· δέδεικται γὰρ καὶ ἐπὶ τούτου ὅτι καὶ τῆς μιᾶς μόνης προτάσεως ὑπαρχούσης οὔσης ὑπάρχον γίνεται τὸ συμπέρασμα. ῥητέον οὖν ὅτι οὐδὲ τοῦ τρίτου σχήματος ὅλου τὸ εἰρημένον ἐστὶ συμπέρασμα ἀλλὰ τῶν τεσσάρων συζυγιῶν τῶν ἐξ ἀμφοτέρων καθόλου προτάσεων· ἐπειδὴ γὰρ ἐπὶ τούτων ἀπέδειξεν ὅτι αἱ τρεῖς ἐξ αὐτῶν συζυγίαι τὸ ἀναγκαῖον συνάγουσι συμπέρασμα οἱασδήποτε ἀναγκαίας λαμβανομένης προτάσεως, κἂν τῆς μείζονος κἄν τῆς ἐλάττονος, ὡς πρὸς τὴν ἑαυτοῦ νῦν δεῖξιν τὰ ἀκόλουθα συμπεραινόμενος ταῦτά φησιν, ὅτι οὐχ ὥσπερ ἐπὶ τού- [*](2 post δὲ alt. add. καὶ Vt 5. 6 τινὰ τῶν πάλ’. β.] nostrorum cod. n, pr. d 6 εἶναι γραφικὸν Β 7 οὔτε t διὰ τῶν αὐτῶν ὅρων Β 8 ὑπάρχειν t: compend. Β post ὑπάρχον add. τὸ V 9 ἐστιν om. Β τίθησι om. Β τὸ alt. om. Bt πρώτου Vt: πρὸ τοῦ δὲ Β 11 τιθέναι τὸ μέσον ὕστερον Β 13 ἐστι Β Arist.: ἔσται Vt post συλλογισμός add. διὰ τῶν τριῶν ὅρων Β 14 ἐὰν Β Arist.: κἂν Vt ἀμφοτέρωθεν V 16 ἐπάγειν Β post τριῶν add. τῶν Β 17 σχημάτων superscr. Β ἐπὶ Vt ἀτοπία τινὶ Vt: εἰς ἄτοπον Β 18 φάσκων Vt: τοῦτο διδάσκων Β ὡς Vt: ὅτι Β 19 ὦσιν post 18 μὴ collocat Β 21 ὑπαρχούσης οὔσης Β 23 μόνον Vt δὲ om. V ἀληθὲς t 24 τοῦτον superscr. V 25 οὔσης ὑπαρχούσης Β τὸ om. Β)

146
τῶν τῶν συζυγιῶν ἀληθὲς ἦν ἀπλῶς φάναι ὅτι οἱασδήποτε τῶν προτάσεων [*](XXXVIIr) σέων ἀναγκαίας οὔσης ἀναγκαῖον πάντως συνάγεται τὸ συμπέρασμα, οὕτω δὴ καὶ ἐπὶ τῶν τὸ ὑπάρχον συναγουσῶν ἀληθές ἐστιν ἁπλῶς εἰπεῖν ὅτι ὑπάρχον πάντως συνάγεται τὸ συμπέρασμα, ἀλλ’ ἀμφοτέρων μὲν οὐσῶν ὑπαρχουσῶν πάντως ὑπάρχον γίνεται τὸ συμπέρασμα, τῆς δὲ μιᾶς ὑπαρχούσης οὐ πάντως ὑπάρχον.

p. 32a8 Ἐν ἀμφοτέροις δὲ καὶ καταφατικῶν καὶ στερητικῶν ὄντων τῶν συλλογισμῶν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι· λέγω δὲ τὸ ὁμοίαν, εἰ μὲν ὑπάρχον, ὑπάρχουσαν, εἰ δ’ ἀναγκαῖον, ἀναγκαίαν.

Ἐν ἀμφοτέροις, φησί, τοῖς εἰρημένοις τρόποις, τῷ τε ὑπάρχοντι καὶ τῶ ἀναγκαίῳ, καὶ ἀποφατικῶν καὶ καταφατικῶν ὄντων τῶν συμπερασμάτων ἢ ἀναγκαίων ἡ ὑπαρχόντων ἀνάγκη μίαν τῶν προτάσεων ὁμοίαν εἶναι τῷ συμπεράσματι, καὶ εἰ μὲν ὑπάρχον εἴη τὸ συμπέρασμα, τὴν μίαν τῶν προτάσεων πάντως εἶναι ὑπάρχουσαν, εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν.

p. 32a 15 Περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται καὶ τίνα διαφορὰν ἔχει πρὸς τὸ ὑπάρχον, εἴρηται σχεδὸν ἱκανῶς.

Ὅτι ἐκ δύο, φησίν, ἀναγκαίων τὸ συμπέρασμα γίνεται ἀναγκαῖον, καὶ ὅτι, κἂν μόνη ἡ μείζων ἀναγκαία ᾖ, πάλιν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ ὅτι ταῖς ὑπαρχούσαις ὁμοίως αἱ ἀναγκαῖαι συμπλεκόμεναι γίνονται συλλογιστικαί, καὶ ὅτι τὸ ἀναγκαῖον τῷ ἀεὶ εἶναι διαφέρει τοῦ ὑπάρχοντος.

p. 32a16 Περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγωμεν, πότε καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός.

Διαλεχθεὶς περί τε τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅπως τε ἔχουσιν αὐταὶ καθ’ ἑαυτὰς καὶ ὅπως ἀλλήλαις συμπλεκόμεναι, νῦν λοιπὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων ποιεῖται τὸν λόγον. πρὶν δὲ ἡμῖν τὸν περὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου παραδοῦναι λόγον θεωρήματά [*](2 συνάγεσθαι Β 3 τῶν τὸ superscr. V2 τὸ om. t 7 δὲ om. V στερητικῶν—καταφατικῶν V 8 πρώτην pr. V, corr. V2 9 τὸ συμπέρασμα pr. V, corr. V2 12 ἀναγκαίοις pr. V, corr. V2 13 ἢ ἀναγκαίων—15 ὑπάρχουσαν om. Β; λείπει supra εἰ δὲ scr. Β2 17 post πῶς add. τε t 19 φησίν post ὅτι collocat t: orn. Β ἀναγκαῖον γίνεται Β 20 ᾖ S: εἴη BVt 21 ὁμοίαις ex ὁμοίως, ut videtur, corr. B 22 τὸ ἀεὶ Β 23 περὶ τοῦ ἐνδεχομένου inscr. Β: περὶ τοῦ ἐνδεχομένου. περὶ τοῦ del.) μίξεως (superscr.) ἐνδεχομένου καὶ ὑπάρχοντος V λέγωμεν corr. Β, t (B C i f n): (B C λέγομεν pr. Β, 25 τε VS: τῆς t: om. Β 26 συμπλέκονται Β λοιπὸν om. Β 27 post περὶ add. δὲ V τῶν—28 περὶ om. V πρὶν δὲ St: πρὸ δὲ τοῦ Β 27. 28 παραδοῦναι ἡμῖν τὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων λόγον Β 28 τοῦ e τῶ corr. V)

147
τινα περὶ τούτου παραδίδωσι, πρῶτον μὲν τί ποτέ ἐστιν ὅλως τὸ ἐνδεχόμενον, [*](XXXVIIIr) ἔπειτα τὸν περὶ τῶν ἀντιστροφῶν τοῦ ἐνδεχομένου λόγον. ἐλέγομεν δὲ ὅτι τῶν ἀντιστροφῶν ἡ μέν ἐστιν ἁπλῆ, ἡ δὲ ἐκ μεταθέσεως, ἡ δὲ ἐνδεχομένη· διδάσκει οὖν ἡμᾶς ἐνταῦθα περὶ τῆς ἐνδεχομένης ἀντιστροφῆς, ἐπειδὴ καὶ ὅλως περὶ τοῦ ἐνδεχομένου ἐστὶν ὁ λόγος, ποῖαί εἰσιν αἱ ἀντιστρέφουσαι πρὸς ἀλλήλας προτάσεις. καὶ τρίτον ἐπὶ τούτοις παραδίδωσι τὴν διαίρεσιν τοῦ ἐνδεχομένου, ποσαχῶς λέγεται, ὅπερ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐποίησε. καὶ οὕτω λοιπὸν διδάσκει ὅπως τε ἔχουσιν αἱ τοῦ ἐνδεχομένου προτάσεις, καὶ τίνες τίσι συμπλεκόμεναι ποιοῦσί τινας συλλογιστικὰς συζυγίας, ἔπειτα μίγνυσιν αὐτὰς τῷ τε ὑπάρχοντι καὶ τῷ ἀναγαίῳ, καὶ μετὰ ταῦτα διδάσκει περὶ τῆς ἁπλῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς. σημαίνει δὲ αὐτῷ τὸ μὲν διὰ τίνων, ὡς καὶ ἄλλοτε εἴρη τι,[*]( XXXVIIIv) τὸ διὰ δύο τοὐλάχιστον προτάσεων, τὸ δὲ πῶς τὴν τῶν ὅρων τάξιν, ὅτι δεῖ τὸν μέσον ἢ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἢ ἀμφοτέροις ὑποκεῖσθαι· διὰ δὲ τοῦ πότε ἐδήλωσεν ὅτι οὐχ ὡς ἔτυχε συμπλεκόμεναι αἱ προτάσεις ποιοῦσι συλλογισμον.

p. 32a 18 Λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἑ νδεχόμενον οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δ’ ὑπάρχειν οὐδὲν ἔσται διὰ τοῦτ’ ἀδύνατον.

Ὁ ρίζεται διὰ τούτων τὸ ἐνδεχόμενον, καὶ φησὶ μὴ εἶναι μὲν ἐξ ἀνάγκης αὐτοῦ τὴν ὕπαρξιν, ἐὰν δέ τις καθ’ ὑπόθεσιν τὸ μήπω ἐκβεβηκὸς ὡς ἐκβεβηκὸς θῇ, μηδὲν ἀδύνατον ἀκολουθεῖν τῇ ὑποθέσει αὐτοῦ. οἷόν ἐστιν ἐνδεχόμενον τὸ νύκτωρ ἐσθίειν Σωκράτην· ἐὰν <γὰρ> ὑποθώμεθα νύκτωρ αὐτὸν ἐσθίοντα, οὐδὲν ἀδύνατον ἀκολουθήσει τῇ ὑποθέσει ταύτῃ, κἄν ψευδὴς ᾖ· εἴρηται γὰρ ὅτι τὸ μὲν ἀδύνατον πάντως καὶ ψεῦδος, οἷον τὸ τὸν ἄνθρωπον εἶναι πτερωτόν, τὸ δὲ ψεῦδος οὐ πάντως καὶ ἀδύνατον.

p. 32 a 20 Τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν.

᾿Επειδήπερ ἐν τῷ Περὶ ἑρμηνείας τὸ ἐνδεχόμενον καὶ ἐπὶ τοῦ ἀναγκαίου ἔταττεν, ἐνταῦθα δέ φησιν ὅτι ἐνδεχόμενόν ἐστιν “οὗ μὴ ὄντος [*](1 τούτου B: αὐτοῦ S: τοῦ ἐνδεχομένου Vt ποτέ om. Β ὅλως SVt: ἡ λέξις Β 2 εἶτα Β 2. 3 ἐλέγομεν] p. 42,4 sq. 3 μέν Vt: μία Β ἐκ μεταθέσεως: ἑτέρα ἐξ ἀντιθέσεως Β 5 ὅλως SVt: ὅλος Β αἱ om. V 6 τρίτον BSt: τρίτην V παραδίδωσι om. Β 7. 8 ἐν τῷ Περὶ ἑρμ.] c. 9. p. 19a18sq. 8 οὕτω BS: ᾦ δὲ Vt ὅπως SVt: πῶς Β 9 τινας om. S 10 τῷ τε] ὥστε V 10. 11 καὶ τῷ ἀναγκαίῳ om. Β 11 τοῦτο BS διδάσκειν, ut videtur, pr. V ἀπλῶς pr. V post ἐνδεχομένου del. ἁπλῆς V 12 σημαίνει bis, semel. del. V ἄλλοτε] p. 71,18 13 τὸ prius om. t 13. 14 τὸ δὲ—τάξιν S: διὰ δὲ τοῦ καὶ πῶς περὶ τῆς τῶν ὅρω τάξεως BVt 14. 15 ἡ ἀμφοτέρων κατηγορεῖσθαι ἡ ἀμφοτέροις (ἀμφοτέρων B) ὑποκεῖσθαι BS: inv. ord. Vt 19 supra διὰ τοῦτ’ scr. διὰ τὸ ὑποτεθῆναι B 20 supra τὸ ἐνδ. scr. τὸ κυρίως Β 21 post τὴν add. ὅλην Β 22 θείη, οὐδὲν— ἀκολουθεῖ Β 23 γὰρ addidi 24 ἐσθίειν S 25 εἴρηται] p. 50,27 sq. γὰρ Β: γοῦν S: τοίνυν Vt ὅτι om. V 27 γοῦν V 28 ἐπεὶ Β ἐν τῷ Περὶ ἑρμ’.] c. 13 p. 22b 11)

148
ἀναγκαίου, διὰ τοῦτό φησιν ὅτι τὸ ἐνδεχόμενον ὁμωνύμως ἐστὶ φερόμενον [*](XXXVIIv) καὶ κατὰ ἀναγκαίου καὶ κατὰ τοῦ κυρίως ἐνδεχομένου καὶ ἐπὶ τῶν ἄλλων τρόπων.

p. 32a21 Ὅτι δὲ τοῦτό ἐστι τὸ ἐνδεχόμενον φανερὸν ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων τῶν ἀντικειμένων.

Τὸν ἀποδεδομένον περὶ τοὐ ἐνδεχομένου λόγον πιστώσασθαι βούλεται, ὅτι καλῶς ἀποδέδωκεν εἰπών τε ἰοῦ μὴ ὄντος ἀναγκαίου” καὶ ὅτι “τεθέντος ὑπάρχειν” οὐδὲν ἀδύνατον συμβαίνει. πιστοῦται δὲ τοῦτο διὰ τῶν ἀντικειμένων, τῇ μὲν οὗν] τοὐ ἐνδεχομένου καταφάσει δεικνὺς ἀκολουθοῦσαν τήν τε τοῦ ἀδυνάτου ἀπόφασιν καὶ τὴν τοῦ ἀναγκαίου, ὁμοίως καὶ τῇ ἀποφάσει τὰς ἀντικειμένας ταύταις, ὡς ἑξῆς ἐν τῷ διαγράμματι κεῖνται.

  • ἐνδέχεται ὑπάρχειν
  • οὐκ ἀδύνατον ὑπάρχειν
  • οὐκ ἀναγκαῖον μὴ ὑπάρχειν
  • οὐκ ἐνδέχεται ὑπάρχειν
  • ἀδύνατον ὑπάρχειν
  • ἀναγκαῖον μὴ ὑπάρχειν·
  • Εἰ τοίνυν τῷ ‘ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ τὸ οὐκ ἀνάγκη μὴ ὑπάχειν᾿ , καλῶς ἄρα εἴρηται τὸ οὗ μὴ ὄντος ἀναγκαίου”. καὶ πάλιν εἰ τῷ ἐνδέχεται ὑπάρχειν᾿ ἀκολουθεῖ τὸ ‘οὐκ ἀδύνατον ὑπάρχειν’ καλῶς ἄρα εἴρηται τὸ ‘τεθέντος τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον ἀκολουθεῖ· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο ἐδείχθη οὐκ ἀδύνατον εἶναι. αὗται δέ, φησίν, αἱ προτάσεις ἢ αἱ αὐταί εἰσιν ἢ ἀκολουθοῦσιν ἀλλήλαις· αἱ αὐταὶ μὲν γάρ εἰσι τῶ σημαινομένῳ· συναληθεύουσι γάρ· ἀκολουθοῦσι δὲ ἀλλήλαις πάντῃ οὖσαι αἱ αὐταί· διαφέρουσι γὰρ κατὰ τὴν τῆς φωνῆς προφοράν.

    p. 32a27 Κατὰ παντὸς γὰρ ἡ φάσις ἢ ἡ ἀπόφασις· ἔσται ἄρα τὸ ἐνδεχόμενον οὐκ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον ἐνδεχόμενον·

    Πιστούμενος τὰ περὶ τῆς ἀκολουθήσεως τῶν ἐκτεθεισῶν προτάσεων προσκέχρηται τῷ ἀξιώματι τῆς ἀντιφάσεως· ὅτι γάρ, φησί, καλῶς εἰρή- [*](1 post ἀναγκαίου add. ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει Β: τεθέντος δ’ ὑπάρχειν V ante διὰ add. καὶ V post τοῦτο add. οὖν t ὅτι did. Β ἐνδεχόμενον S: ἀναγκαῖον BVt ὁμωνύμως BS: ὁμώνυμον Vt ἐστὶ om. V 2 ἀναγκαίου— ἐνδεχομένου e S scripsi: inv. ord. BVt 2. 3 καὶ ἐπὶ—τρόπων om. S (post κατὰ prius add. του ὑπάρχοντος καὶ τοῦ) cf. p. 169,6.7 5 καταφάσεων—ἀποφάσεων Β supra ἀντικειμένων scr. ἀντιφατικῶν B 6 ἀποδεδομένον] δ alt. e χ corr. V supra λόγον scr. ὁρισμὸν Β 7 ἀπέδωκεν Vt: ἀποδεδώκαμεν S τε om. Β 9 οὖν delevi 10 τε BS: om. Vt 11 ταύτας V κεῖνται] δείκνυται. ἀκολουθοῦσιν ἀλλήλαις αἱ ὑποκείμεναι προτάσεις Β 12—14 om. V post 14 add. lemma a 22—27 τὸ γὰρ οὐκ ἐνδέχεται—ἀκολουθοῦντα t 15 τῶ e τὸ corr. V 16 post ὑπάρχειν add. καὶ τῶ οὐκ ἐνδέχεται ὑπάρχειν τὸ ἀναγκαῖον μὴ ὑπάρχειν Β εἴρηται ἄρα V οὐ superscr. V 17 εἰ om. V ἐνδέχεται— ἀδύνατον VSt: οὐκ ἐνδεχομένῳ ὑπάρχειν τὸ ἀναγκαῖον μὴ Β 18 τὸ BS: οὑ Vt συμβαίνει, sed ἀκολουθεῖ post τὸ superscr. Β 20 αἱ alt. S: om. BVt 21 δὲ BSt: γὰρ V 22 διαφέρει Β τὴν προφορὰν τῆς φωνῆς Β 23 φάσις Vt Arist.: κατάφασις Β (C d n u i f) ἡ alt. om. Β (u) post ἀπόφασις add. ἔστι Β, ἐστιν Arist. (om. C d n u) 26 γοῦν Β)

    149
    καμεν ἀκολουθεῖν ἤτοι ἰσοδυναμεῖν ταύτας ἀλλήλαις τὰς προτάσεις, [*](XXXVIIv) δῆλον ἐξ ὧν ἐπὶ παντὸς πράγματος ἀνάγκη ἢ τὴν κατάφασιν ἄσιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας. τῷ γὰρ ἐνδέχεσθαι ὑπάρχειν πᾶσα ἀνάγκη ἢ τὸ ἀναγκαῖον μὴ ὑπάρχειν συναληθεύειν ἢ τὸ οὐκ ἀναγκαῖον μὴ ὑπάρχειν· εἰ τοίνυν, φησί, τὸ αὐτὸ ἐνδέχεσθαι ὑπάρχειν καὶ ἀναγκαῖον μὴ ὑπάρχειν ψεῦδός ἐστι λέγειν, ἀληθὲς ἄρα τὸ ἀντικείμενον τῷ ἑτέρῳ ὑπάρχειν τῷ ἄλλῳ, λέγω δὴ τῷ ἐνδέχεσθαι ὑπάρχειν τὸ οὐκ ἀνάγκη μὴ ὑπάρχειν. ὁμοίως καὶ ἐπὶ τοῦ ἀδυνάτου· εἰ γὰρ τῷ ἐνδέχεσθαι ὑπάρχειν μὴ δύναται συναληθεύειν τὸ ἀδύνατον ὑπάρχειν, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον συναληθεύσει τὸ οὐκ ἀδύνατον ὑπάρχειν· ὃ γὰρ ἐνδέχεται ὑπάρχειν, τοῦτο οὐκ ἀδύνατον ὑπάρχειν. εἰ τοίνυν τῷ ἐνδεχομένῳ ἀνάγκη ἢ τὸ ἀναγκαῖον ἢ τὸ μὴ ἀναγκαῖον ὑπάρχειν, οὐ δύναται δὲ τὸ ἀναγκαῖον ὑπάρχειν πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀναγκαῖον;), τὸ ἄρ μὴ ἀναγκαῖον ὑπάρξει· καλῶς ἄρα εἴρηται ὅτι ἐνδεχόμενον τοῦτό ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου”. καὶ πάλιν εἰ ἀνάγκη τὸ ἐνδεχόμενον ἢ ἀδύνατον εἶναι ἢ οὐκ ἀδύνατον, ἀδύνατον δὲ οὐκ ἔστι πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀδύνατον;), οὐκ ἀδύνατον ἄρα ἔσται· καλῶς οὖν εἴρηται ὅτι τεθέντος ὑπάρχειν τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον συμβαίνει.

    p. 32a29 Συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδέχεσθαι προτάσεις ἀντιστρέφειν ἀλλήλαις.

    Περὶ τῆς ἀντιστροφῆς τοῦ ἐνδεχομένου ἐντεῦθεν ποιεῖται τὸν λόγον, ἀντιστροφῆς δέ, ὡς εἴρηται, τῆς ἐνδεχομένης, ἥτις τὴν μὲν τάξιν τῶν ὅρων φυλάττει τὴν αὐτήν, τὴν δὲ ποιότητα μόνην ἀμείβει. φησὶν οὑν ὅτι ἀντι|στρέφουσιν ἀλλήλαις αἱ προτάσεις τοῦ ἐνδεχομένου, αἱ μὲν καθόλου XXXIXr καταφατικαὶ πρὸς τὰς καθόλου ἀποφατικάς, αἱ δὲ μερικαὶ καταφατικαὶ πρὸς τὰς μερικὰς ἀποφατικάς, οὐκέτι δὲ ἀντιστρέφουσιν αἱ καθόλου πρὸς τὰς μερικάς. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐνδεχόμενόν ἐστιν ὃ δύναται ὡσαύτως εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὅτι, ἐφ’ ὧν τὴν κατάφασιν ἔστιν εἰπεῖν, ἐπὶ τούτων καὶ τὴν ἀπόφασιν· εἰ γὰρ ἐνδέχεται πάντα ἄνθρωπον κινεῖσθαι, [*](1 ἀλλήλαις τὰς προτάσεις SVt: inv. ord. Β 2 ἐξ ὧν om. Β post πράγματος add, γὰρ Β ἀνάγκη post ἀληθεύειν colloc. Β 3 τὸ V 4 ἀναγκαῖον alt. Vt: ἀνάγκη BS 5 ὑπάρχειν ἐνδέχεσθαι V 5. 6 καὶ οὐκ ἀνάγκη Β 6 ἄρα SVt: om. B 7 ὑπάρχειν τῷ ἄλλῳ om. B τῷ ἄλλῳ t: τὸ ἄλλος V τῷ alt. S: τὸ BVt τὸ S: om. BVt οὐκ om. B 8 ἐνδέχεται Β 9 post τὸ prius add. οὐκ Β 10 συναληθεύει V οὐκ om. Β ὃ BS: οὐ Vt 12 ἡ prius S: om. BVt 13 ὥσπερ t εἴη ἄμα V ἅμα εἴη post ἀναγκαῖον colloc. B 14 ἄρα alt. om. V ὅτι BS: ὅτι τὸ Vt 15 οὐ om. t post ἀναγκαίου add. τεθέντος δὲ οὐδὲν ἀδύνατον συμβαίνει B 16 ὥσπερ t post γὰρ add. ἄν S 17 ἅμα superscr., εἴη om. V οὐκ ἀδύνατον om. t 18 οὖν ἄρα S εἴρηται S: om. BVt ὑπάρχειν τοῦ ἐνδεχομένου St: inv. ord. BV 20 δὴ V ἐνδεχόμενον V 22 ἐνταῦθα Β 23 εἴρηται] p. 147,4 τῆς ἐνδεχομένης SV: om. Β: τῆς om. t 23. 24 τῶν φυλάττει BS: inv. ord. Vt 25 ἀντιστρέφουσιν corr. V 27 καταφατικάς pr. V corr. V2 post ἀποφατικάς add. ἀντιστρέφουσιν V 29 τε om. Β)

    150
    ἐνδέχεται καὶ μηδένα κινεῖσθαι, καὶ εἰ τινὰ ἐνδέχεται μὴ κινεῖσθαι, [*](XXXIXr) καὶ τινὰ ἐνδέχεται κινεῖσθαι. ἀλλ’ οὐκέτι ταῖς μερικαῖς αἱ καθόλου δύνανται ἀκολουθεῖν, ἀντικειμένως δηλονότι κατὰ τὸ ποιὸν ἔχουσαι· οὐδὲ γὰρ εἰ τινὰ ἐνδέχεται μὴ εἶναι λευκόν, δυνατὸν λέγειν ὅτι καὶ πάντα ἐνδέχεται εἶναι λευκόν· τινὰ μὲν γὰρ ἐνδέχεται, οὐκέτι δὲ καὶ πάντα, οἷον τὸν ἀλλ’ εἰ καὶ μὴ πρὸς τὰς μερικὰς αἰ καθόλου ἀντιστρέφειν δύνανται, ἀλλ’ αἱ μερικαὶ δύνανται πρὸς τὰς καθόλου ἀντιστρέφειν· εἰ γὰρ ἐνδέχεται ἄνθρωπον κινεῖσθαι, ἐνδέχεται τινὰ μὴ κινεῖσθαι. τοῦτο δὲ διὰ τὸ καθόλου συμβαίνει· διότι γὰρ τὸ μηδένα κινεῖσθαι ἐνδέχεται αὕτη δέ ἀντέστρεφε πρὸς τὴν καθόλου καταφατικήν), διὰ τοῦτο καὶ τινὰ μὴ κινεῖσθαι ἐνδέχεται· τὸ γὰρ μερικὸν ἀκολουθεῖ τῷ καθόλου.

    p. 32a31 Λέγω δὲ οὐ τὰς ἀποφατικὰς ταῖς καταφατικαῖς ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν.

    ᾿Επειδὴ εἶπε πάσας τὰς τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφειν, ἐπισημειοῦται ἐνταῦθα ὅτι τὰς ἀποφάσεις λέγει ἀντιστρέφειν ταῖς καταφάσεσιν οὐ τὰς κατὰ τό σχῆμα ἀποφατικάς, οἷον τὴν ‘ἐνδέχεται παντί’ τῇ ‘οὐκ ἐνδέχεται παντί’ αὗται γὰρ μάχονται ἀλλήλαις), ἀλλ’ ὅσαι, φησί, σχῆ μὰ μὲν ἔχουσι καταφατικόν, ἀποφάσεως δὲ δύναμιν ἔχουσιν, οἷον ἡ ‘ἐνδέχεται παντί’ τῇ ‘ἐνδέχεται μηδενί’ καὶ ἡ ἐνδέχεται τινί’ τῇ ἐνδέχεται μὴ παντί’ αἵτινες, φησί, κατὰ τὴν ἀντίθεσιν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τεταγμέναι εἰσίν· τὸ μὲν γὰρ ἐνδέχεται εἶναι’ κατὰ τὸ εἶναι τέτακται, τὸ δὲ ‘ἐνδχεται μὴ εἶναι’ κατὰ τὸ μὴ εἶναι. ἀντιτίθησι δὲ πρῶτον τὰς ὐπροσδιορίστους ἀλλήλαις, ἔπειτα τὰς κατὰ τὸ καθόλου διωρισμένας. ἀντιτίθησι δὲ τῷ παντὶ τὸ μηδενὶ καὶ τὸ μὴ παντί, διότι, ὡς ἤδη εἴπομεν, αἱ μὲν μερικαὶ καὶ πρὸς τὰς καθόλου δύνανται ἀντιστρέφειν. αἱ δὲ καθόλου οὐκέτι καὶ πρὸς τὰς μερικάς· διὰ τοῦτο τὸ τινὶ τῷ μὴ τινὶ μόνον ἀντιτίθησι.

    p. 32a35 τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων· ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὐκ ἔστιν ἀναγκαῖον, τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ [*](1 καὶ Β.. om. Vt κινεῖσθαι prius oin. Β 2 ἐνδέχεται καὶ τινὰ V 3 ἀντικειμένου pr. V, corr. V2 ἔχουσαι] αἰ corr. V2 5 ante εἶναι add. μὴ Β μὲν om. Β 7 δύναται V 8. 9 διὰ τὸ καθόλου συμβαίνει συμβαίνειν t) Vt: διὰ τὴν ἀκολούθησιν Β 9 τὸ deleverim ἐνδέχεσθαι V 10 διὰ—ἐνδέχεται post 11 καθόλου collocat Β 11 τὸ ex ὅτι corr. V2 12 post καταφατικαῖς superscr. ἤτοι τὰς ἀντικειμένας ἀντιφατικῶς Β 13 ἔχουσαι V 14 ἐπεὶ Β τοῦ ἀντικειμένου V 15 ἀντιστρέφει Bt 16 οὐ—ἀποφατικάς om. Β 16. 17 τῇ—παντί om. V 18 ἀποφάσεων Β 20 αἳ Β φησί om. Β 22 πρῶτόν om. Β post τὰς add. τε Β 22. 23 supra ἀπροδιοp. scr. ἐνδέχεται ὑπάρχειν, ἐνδέχεται μὴ ὑπάρχειν Β 23 εἶτα Β κατὰ om. Β προσδιωρισμένας, superscr. ἐνδέχεται παντί, ἐνδέχεται μηδενί Β 24 ἤδη om. Β 25 καὶ om. V δύναται V 26 διὰ τοῦτο Β: διότι Vt)

    151
    μὴ ὑπάρχειν, φανερὸν ὅτι, εἰ ἐνδέχεται τὸ Α τῷ B ὑπάρχειν, [*](XXXIXr) ἐνδέχεται καὶ μὴ ὑπάρχειν.

    Εἰπὼν ἀντιστρέφειν ἀλλήλαις τὰς τοῦ ἐνδεχομένου προτάσεις, τὴν πᾶς πρὸς τὴν οὐδεὶς καὶ τὴν τὶς πρὸς τὴν οὐ πᾶς, αὐτὸ τοῦτο διὰ τούτων κατασκευάζει δι’ αὐτῆς τῆς τοῦ ἐνδεχομένου φύσεως. εἰ γὰρ τοῦτό ἐστι, φησίν, ἐνδεχόμενον ὅπερ, οἷς ἄν ὑπάρχῃ, μὴ ἐξ ἀνάγκης ὑπάρχει, ἀλλὰ δύναται αὐτοῖς τούτοις καὶ μὴ ὑπάρχειν, εἰκότως εἴπομεν ὅτι ἐφ’ ὧν λέγομεν τὴν κατάφασιν, ἐπὶ τούτων ἀληθὲς εἰπεῖν καὶ τὴν ἀπόφασιν· εἰ γὰρ ἐνδεχομένως πάντες ἄνθρωποι κινοῦνται, οἱ αὐτοὶ οὗτοι καὶ οὐ κινηθήσονται ἐνδεχομένως. καλῶς ἄρα εἴρηται πρὸς ἀλλήλας ἀντιστρέφειν τὰς τοῦ ἐνδεχομένου προτάσεις.

    p. 32b1 εἰσὶ δ’ αἱ τοιαῦται προτάσεις κατηγορικαὶ καὶ οὐ στερητικαί· τὸ γὰρ ἐνδέχεσθαι τῷ εἶναι ὁμοίως τάττεται, καθάπερ ἐλέχθη πρότερον.

    Ὅπερ εἶπεν ἀνωτέρω, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις “οὐχ αἱ ἀποφατικαὶ ταῖς καταφατικαῖς, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα”, τοῦτο καὶ νῦν φησιν. ὥσπερ γὰρ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τὸ τηνικαῦτο μόνως ἐγίνοντο ἀποφατικαὶ αἱ προτάσεις, ὅταν τῷ ἔστιν ἡ ἄρνησις συνετάττετο, οὕτω, φησί, καὶ ἐπὶ τῶν μετὰ τρόπου μόνως τῷ τρόπῳ συνταττομένης τῆς ἀρνήσεως γίνεται ἀπόφασις, ἄλλως δὲ οὐδαμῶς. εἰ τοίνυν ἐπὶ τῆς ‘ἐνδέχεται μὴ εἶναι’ καὶ τῶν τοιούτων ἀκέραιος μένει, δῆλον καταφατικαί εἰσι τῷ σχήματι, ὡς πολλάκις εἴρηται.

    p. 32b4 Διωρισμένων δὲ τούτων πάλιν λέγομεν ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους.

    Eἰπὼν τίς ἡ φύσις τοῦ ἐνδεχομένου καὶ πῶς ἀντιστρέφουσιν αὐτοῦ αἱ προτάσεις, νῦν φησι ποσαχῶς λέγεται καὶ ἐπὶ τίνων τὸ κυρίως ἐνδεχόμενον. διχῶς οὖν, φησί, λέγεται· ἢ γὰρ ὡρισμένον ἐστὶν ἢ ἀόριστον. καὶ φησὶν ὡρισμένον μὲν τὸ ὡς ἐπὶ τὸ πολύ, περὶ ὃ ἥ τε φύσις καὶ ἡ τέχνη κατα- [*](1 supra μὴ ὑπάρχειν scr. μηδὲ εἶναι μηδὲ γίνεσθαι Β2 supra τὸ ᾱ τῶ βݲ λούεσθαι ἀνθρώπω Β 6 ἂν ὑπάρχει Vt 7 δύνασθαι Β λέγομεν Vt: εἴπομεν Β 8 post ἀληθὲς add. ἢν Β 9 post πάντες add. οἱ Vt 10 ἐνδεχομένως corr. V ἄρα Β: οὖν ἤδη Vt 13 ἐνδέχεται V τέταται V 13. 14 καθὰ εἴρηται B 15 ἀνωτέρω] p. 32a31 17 ὥσπερ SVt: ὡς B post γὰρ add. φησιν Vt 18 μόνον S 19 συνετάττετο BS: προσετάττετο Vt μόνω BS 20 γίνεται ἀπόφασις SVt: inv. ord. Β 21 ἐνδέχεται S: ἐνδεχομένης BVt 22 εἴρηται] velut c. 3 p. 25b20 (p. 62,28 sq.) 24 λέγεται τρόπους B Arist.: τρόπους εἴρηται V: λέγομεν τρόπους t 25 πῶς BS: ὅτι Vt αὐτοῦ om. B: κατ᾿ αὐτὸ post αἱ S 26 post φησι add. τοῦτο Β 28 τε om. B)

    152
    γίνεται, λέγω δὴ τὸ μᾶλλον πενταδάκτυλον γίνεσθαι ἢ μὴ καὶ ὑγιάζειν [*](XXXIXr) τὸν ἰατρὸν ἢ μή. ἀόριστον δέ φησι τό τε ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, τὸ μὲν ἐπ’ ἴσης περὶ ὃ ἡ προαίρεσις ἔχει, βαδίζειν ἡ μὴ βαδίζειν καὶ τὰ ὅμοια, ἐπ’ ἔλαττον δὲ περὶ ὃ ἡ τύχη, ὡς τὸ ὀρύττοντα θησαυρὸν εὑρεῖν. ἀόριστον δὲ εἶπε διὰ τὸ ἐπ’ ἴσης δύνασθαι τὰ τοιαῦτα εἶναι καὶ μὴ εἶναι· καίτοι τὸ ἐπ’ ἔλαττον δοκεῖ ὡρίσθαι τῷ μᾶλλον μὴ εἶναι ἢ εἶναι. πῶς οὖν ἀόριστον καὶ αὐτό φησι; λέγομεν οὖν ὅτι ἀόριστον αὐτὸ εἶπε κατὰ τὸ εἷναι· οὐχ ὥρισται γὰρ αὐτοῦ ἡ ὕπαρξις, ὥσπερ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἀλλ’ ἡ ἀνυπαρξία μᾶλλον. καὶ παρατίθεται ἑκάστου παράδειγμα. |

    p. 32b5 Ἕνα μὲν τὸ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι καὶ διαλείπειν XXXIXv τὸ ἀναγκαῖον.

    Διαλείπει γὰρ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐπί τε τῆς φύσεως καὶ τῆς τέχνης· οὐ γὰρ ἀεὶ ἡ φύσις τοῦ οἰκείου ἐφικνεῖται τέλους οὔτε ἡ τέχνη, ἀλλὰ καὶ ἡ φύσις διαμαρτοῦσα τέρας ἐποίησε καὶ ὁ τεχνίτης διήμαρτε τοῦ σκοποῦ. ἐπειδὴ τοίνυν διαλείμματα ἐν τούτοις γίνεται, διὰ τοῦτο τὸ ἀναγκαῖον αὐτῶν ἀφῄρηται· οὔτε γὰρ πάντως ἐν γήρᾳ πολιοῦται ἄνθρωπος οὔτε ὁ ἰατρὸς ὑγίασεν, οὐδ’ ὅλως τῶν φυσικῶν τι, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, οὔτε τῶν τεχνητῶν τὸ ἀναγκαῖον ἔχει, ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ.

    p. 32b8 τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστι.

    Tὴν αἰτίαν διὰ τούτων ἀποδίδωσι δι’ ἣν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οὐκ ἔχει τὸ ἀναγκαῖον. δύο δέ φησι τούτου αἰτίας, μίαν μὲν ἐκ τοῦ ὑποκειμένου, ἑτέραν δὲ ἐκ τοῦ κατηγορουμένου. καὶ ἡ μὲν ἐκ του ὑποκειμένου αὕτη· ἔχει ἡ φύσις ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον, συμβαίνει δὲ τοῦτο πολλάκις μὴ γενέσθαι τοῦ ἀνθρώπου πρὶν εἰς γῆρας ἀφικέσθαι τελευτήσαντος· πάλιν πέφυκεν ὁ ἄνθρωπος περὶ εἰκοστὸν ἔτος [*](1 δὲ S 1. 2 τὸν ὑγιάζειν sic t 2 φησι om. Β τε om. Β τὸ alt. om. V 3 ἢ SVt: καὶ B καὶ τὰ ὅμοια SVt: om. Β 4 τὸ Vt: τὸν BS post εὑρεῖν add. καὶ τὰ ὅμοια Vt: om. BS 5 γὰρ V δύναται V κάντοι V 6 post οὖν add. καὶ V 7 λέγομεν οὑν B: καὶ λέγομεν Vt: λέγω S αὐτὸ om. Β: ante κατὰ colloc. S 8. 9 ἀλλὰ κατὰ τὴν ὕπαρξιν t 9 μᾶλλον SVt: om. Β τίθησιν Β 10 ἓν V τοῦ (ante ὡς) Β ὡς superscr. V λέγεσθαι Β 10. 11 διαλιπεῖν V 13 τέλους om. t post οὔτε add. τῇ ὕλῃ τῆ οὔσῃ t 14 διαμαρτάνουσα S 15 ἐπειδὴ SVt: ἐπεὶ Β γίνονται t αὐτοῦ B 16 ὁ SVt: om. Β 17 ὑγίασε post ὅλως collocat V: ὑγιάζει S οὐδ’ SVt: οὔθ’ B δὲ SV: δὴ Bt 18 τεχνιτῶν Β post πολύ add. ἔστι (e vs. 21 illatum) Β 19 μὲν] μὴ t 20 post εἶναι add. τὸν V (C) μέντω V 23 αἰτίαν V 25 τὸν ἄνθρωπον ante ἐν collocat Β 26 πρὶν SVt: πρὸ τοῦ Β 27 ante πάλιν add. ἢ Vt: om. BS)

    153
    ἐκφῦσαι γένειον, καὶ συμβαίνει πρὶν εἰς τοῦτο ἱκέσθαι τελευτῆσαι [*](XXXIXv) τὸν ἄνθρωπον. καὶ αὕτη μὲν ἐκ τοῦ ὑποκειμένου μία αἰτία τοῦ διαλιμπάνειν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. ἑτέρα δὲ ἐκ τοῦ κατηγορουμένου· πολλάκις μὲν γὰρ εἰς τὸ γῆρας ἀφίκετο ἄνθρωπος, πολιὰς δὲ οὐκ ἐποίησεν, ἢ εἰς εἰκοστὸν ἔτος ἐλθὼν οὐκ ἐβλάστησε γένειον καὶ ὅσα τοιαῦτα.

    p. 32b11 Οἷον τὸ βαδίζειν ζῷον ἢ τὸ βαδίζοντος γενέσθαι σεισμὸν ἢ ὅλως τὸ ἀπὸ τύχης γινόμενον.

    Eἰπὼν ὅτι ἄλλος τρόπος ἐνδεχομένου ἐστὶ τὸ ἀόριστον, ἐπειδή, ὡς εἴπομεν, ἑνὶ ὀνόματι τῷ τοῦ ἀορίστου καλεῖ τό τε ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, παραδείγματα ἑκάστου παρατίθεται, τοῦ μὲν ἐπ’ ἴσης τὸ βαδίζειν τὸ ζῷον τοῦτο γὰρ ἐπ’ ἴσης δύναται εἶναι καὶ μὴ εἶναι), τοῦ δὲ ἐπ’ ἔλαττον τὸ βαδίζοντος γενέσθαι σεισμόν· τοῦτο γὰρ σπανιάκις καὶ ἐπ’ ἔλαττον γίνεται. ὅπερ κοινῷ λόγῳ σημαίνων ἐπήγαγεν ἢ ὅλως τὸ ἀπὸ τύχης· καὶ γὰρ σπάνια καὶ ἐπ’ ἔλαττον τὰ ἀπὸ τύχης γινόμενα, ὡς τὸ προσελθόντα ἐπ’ ἄλλο περιτυχεῖν ᾧ ἐκ πολλοῦ ἐντυχεῖν τις ἐβούλετο, ἢ τὸ ἀδικηθέντα καὶ τῆς οὐσίας ἀφαιρεθέντα φιλοσοφῆσαι, ἡ σκάπτοντα θησαυρῷ περιτυχεῖν καὶ τὰ τοιαῦτα. εἰ δὲ ἐπάγει τὸ οὐδὲν γὰρ μᾶλλον οὕτως ἢ ἐναντίως πέφυκεν, οὐ πρὸς τὸ ἐπ’ ἔλαττον ἀλλὰ πρὸς τὸ ἐπ’ ἴσης αὐτὸ ἐξακούειν δεῖ.

    p. 32b13 Ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μὴν τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν πεφυκὸς εἶναι τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν.

    Εἰ καὶ κατὰ διαφόρων, φησί, σημαινομένων φέρεται τὸ ἐνδεχόμενον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλ’ οὖν ἕκαστον τούτων ὁμοίως ἕξει κατὰ τὰς ἀντιστροφὰς. διαφέρουσι δὲ του μὲν πεφυκότος εἶναι, φησί, τουτέστι τοῦ ὡς ἐπὶ τὸ πολύ, τῷ τὴν κατάφασιν μᾶλλον ἢ [*](1 ἐκφῦναι BS συμβαίνειν t: τ, ut videtur, post συμβαίνει del. V ἱκέσθαι SVt: ἀφικέσθαι Β 2 τὸν ἄνθρωπον. καὶ om. Β 2 πρώτη Β 2. 3 post μὲν et posl δὲ add. ἡ S 4 μὲν post γῆρας colloc. fort, recte t: om. S γὰρ et τὸ om. Β ante ἄνθp. add. ὁ t, superscr. V: om. BS 5 post εἰς add. τὸ S εἰκοστὸν om. Β ἔφυσε Β 7 γενόμενον t 8 ἄλλον τρόπον ἐνδεχόμενον Β ἐπεὶ Β 9 εἴπομεν] p. 152,2 sq. καλεῖν V 10 παρατίθεται] τ prius e γ corr. V: παρατίθησι Β 11 τὸ alt. om. V Arist. cf. vs. 6 τὸ δὲ V 12. 13 καὶ ἐπ’ ἔλαττον om. Β 12 καὶ t: τὸ V 13 ὃ Β 14 καὶ γὰρ σπάνια S: σπάνια γὰρ BV: om. t καὶ alt. BSt: ἢ V posi τὰ add. ὡς Β τὸν (post ὡς) Β 15 προελθεῖν S ἄλλο BS: ἄλλῳ Vt παρατυχεῖν t: παρὰ τύχην S post περιτ. add. ἢ S ὧ V: ὡς Bt: ἐφ’ ὃ S ἐντυχεῖν Β: τυχεῖν V: περιτυχεῖν t: om. S ἠβούλετο B 16 ἀφαιρέσεως pr. V 16 17 ἢ—τοιαῦτα om. Β 17 καὶ superscr. V 18 ἐπ’ prius Β: οὐκ V: om. t 19 δεῖ om. Β 20 καὶ om. V 21 ἑκάτερα V post αὐτὸν add. γε t Arist. 22 μὲν] μὴ t τῷ Β Arist.: τὸ Vt 24 ὡς om. Β καὶ Β: om. Vt 25 κατὰ Β: om. Vt τὸ μέν πεφυκὸς Β 26 τὸ (ante ὡς) Β τὸ (ante τὴν) V)

    154
    τὴν ἀπόφασιν ὑπάρχειν, ἐπὶ δὲ τοῦ ἐπ’ ἴσης τῷ μηδὲν μᾶλλον τὴν [*](XXXIXv) κατάφασιν ἢ τὴν ἀπόφασιν, τοῦ δὲ ἐπ’ ἔλαττον τῷ μᾶλλον τὴν ἀπόφασιν η τὴν κατάφασιν.

    p. 32b18 Ἐπιστήμη δὲ καὶ συλλογισμὸς ἀποδεικτικὸς τῶν ἀορίστων οὐκ ἔστι διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον, τῶν δὲ πεφυκότων ἔστι.

    Διορισάμενος τὰ διάφορα τοῦ ἐνδεχομένου σημαινόμενα ἀφορίζεται λοιπὸν περὶ ποίου ἐστὶν αὐτῷ νῦν ἡ σκέψις, καὶ φησὶν ὅτι περὶ τοῦ ὡς ἐπὶ τὸ πολύ· αἱ γὰρ ἐπιστῆμαι περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἀναστρέφονται, διόπερ καὶ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ὡς συνεγγίζον μᾶλλον τῷ ἀναγκαίῳ. διὰ δὲ τὴν ἀοριστίαν τοῦ ἑτέρου οὐ καταγίνεται περὶ αὐτὸ ἐπιστήμη. ἀόριστον δέ ἐστι διὰ τὴν ἀταξίαν τοῦ μέσου· ὁ γὰρ μέσος ἐστὶν ὁ χαρακτηρίζων τὰ σχήματα. ἐπειδὴ τοίνυν οὗτος ἐπὶ μὲν τοῦ ἐπ’ ἴσης οὐδὲν μᾶλλον τῷ πρώτῳ ὑπόκειται ἢ οὐχ ὑπόκειται καὶ τοῦ ἐσχάτου οὐδὲν μᾶλλον κατηγορεῖται ἢ οὔ, ἐπὶ δὲ τοῦ ἐπ’ ἔλαττον μᾶλλον οὐχ ὑπόκειται τῷ πρώτῳ ἢ ὑπόκειται καὶ τοῦ ἐλάττονος μᾶλλον οὐ κατηγορεῖται ἢ κατηγορεῖται καὶ διὰ τοῦτο τῇ τοῦ ὑπάρχειν ἀοριστίᾳ περιπέπτωκε, διὰ τοῦτο ἐξοριζέσθω τῶν ἐπιστημονικῶν μεθόδων· ὡς γὰρ εἴρηται, περὶ τῶν ὡς ἐπίπαν ἡ σκέψις τοῖς ἐπιστήμοσι γίνεται.

    p. 32b21 Ἐκείνων δὲ ἐγχωρεῖ μὲν γενέσθαι συλλογισμόν, οὐ μὴν εἴωθέ γε ζητεῖσθαι.

    Εἰ καὶ δυνατόν, φησί, περὶ τοῦ ἀορίστου ἐνδεχομένου ἔστιν ὅτε συλλογίζεσθαι, ἀλλ’ οὖν διὰ τὸ μὴ ἐν πολλῇ εἶναι χρήσει ἀφείσθω ὁ περὶ τούτου λόγος.

    p. 32b23 ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις· νῦν δὲ λέγωμεν πότε καὶ πῶς καὶ τίς ἔσται συλλογισμὸς ἐκ τῶν ἐνδεχομένων προτάσεων.

    Διδάξας ὅσα ἐχρῆν καὶ προλαβὼν περὶ τοῦ ἐνδεχομένου ἐντεῦθεν ὁρμᾷ ἐπὶ τὴν τῶν ἐνδεχομένων συλλογισμῶν διδασκαλίαν. φησὶ δὲ τὸ [*](ILr) [*](1 τῷ scripsi: τὸ libri 2 τοῦ—3 κατάφασιν om. Β τῷ t: τὸ V 8 αὐτῶ ἐστιν ἡ Β ὅτι περὶ τοῦ mrg. V ὅτι om. Β 9 post πολὺ add. ἐνδεχομένου Vt: om. BS 10 διόπερ SVt: διὸ Β συνεγγίζων Vt 11 οὐκέτι γίνεται Β 13 ἐπειδὴ SVt: ἐπεὶ Β 15 post οὐ add. κατηγορεῖται S 17 ὑπάρχειν Vt: ὑπάρχοντος BS 18 ἐξωριζέσθω BV ὡς alt. om. SV 19 τοῖς ἐπιστήμοσι SVt: τοῦ ἐπιστήμονος Β 20 γίνεσθαι V 21 γε om. Β ζητῆσθαι V 22 δύναται t ἀορίστου ἐνδεχομένου SVt: inv. ord. Β 26 λέγωμεν Bt (B f d n): λέγομεν V Arist. 28 ὅσον Β post προλαβὼν add. καὶ B ἐντεῦθεν om. Β post ἐντ’. add. λοιπὸν S 29 post ὁρμᾷ add. καὶ Β περὶ V κατασκευὴν. φησὶν οὖν Β)

    155
    ἐνδεχόμενον λέγεσθαι ἢ τὸ ἤδη ἐν ὑπάρξει ὄν, ὅπερ καὶ ἐλέγομεν ὂν αὐτὸ [*](ILr) τοῦτο ὑπάρχειν, ἢ τὸ μήπω ὑπάρξαν δυνάμενον δὲ ὑπάρξαι. ἐπειδὴ περὶ τοῦ ὑπάρχοντος ἤδη διειλήφαμεν, δεῖ, φησίν, ἐνταῦθα πρῶτον περὶ τοῦ ἐνδεχομένου διαλαβεῖν τοῦ μήπω μὲν ὑπάρξαντος δυναμένου δὲ ὑπάρξαι, ἔπειτα μῖξαι τοῦτο τῷ ὑπάρχοντι καὶ γνῶναι τίνες γίνονται ἐκ τούτων συλλογισμοί· δεῖ γάρ, ὡς πολλάκις εἴρηται, τὰ ἁπλᾶ τῶν συνθέτων προηγεῖσθαι. αὕτη μὲν οὗν ἡ τῶν ἑξῆς ῥητῶν διάνοια. ἴδωμεν δὲ αὐτὰ καὶ ἐπ’ αὐτῆς τῆς λέξεως· ἔχει γάρ τινα ἀσάφειαν.

    p. 32b25 ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν.

    Ἤ γὰρ ᾧ ὑπάρχει τόδε, τουτέστι τὸ ἤδη ἐκβεβηκὸς εἰς ἐνέργειαν καὶ διὰ τοῦτο ὑπάρχον καλούμενον, ἢ ᾧ ἐνδέχεται τὸ αὐτὸ ὑπάρχειν, τουτέστι τὸ μήπω μὲν ἐκβεβηκὸς εἰς ἐνέργειαν δυνάμενον δὲ ἐκβῆναι.

    p.32b27 16 γὰρ καθ’ οὗ τὸ Β τὸ Α ἐνδέχεσθαι τούτων σημαίνει θάτερον, ἢ καθ’ οὗ λέγεται τὸ Β ἢ καθ’ οὗ ἐνδέχεται λέγεσθαι.

    Ὃ βούλεται εἰπεῖν διὰ τούτων, τοῦτό ἐστιν· ὅταν, φησίν, εἴπωμεν ὅτι τὸ Α κατὰ παντὸς τοῦ B ἐνδέχεται, ἡ τοῦτό φαμεν, ὅτι ὅσοις ἤδη ὑπάρχει τὸ Β, ἐνδέχεται τὸ Α ὑπάρχειν, ἢ ὅτι ὅσοις δύναται τὸ Β ὑπάρξαι νῦν μὴ ὑπάρχον, τούτοις καὶ τὸ Α ἐνδέχεται ὑπάρξαι, ὡς ὅταν εἴπωμεν ὅτι ἐνδέχεται κίνησιν παντὶ λευκῷ ὑπάρχειν· ἢ γὰρ ὅτι πᾶσιν οἷς ἤδη τὸ λευκὸν ὑπάρχει, ἢ οἷς ὑπάρξει νῦν μὴ ὑπάρχον.

    p. 32b29 Τὸ δὲ καθ’ οὗ τὸ Β τὸ Α ἐνδέχεσθαι ἡ παντὶ τῷ Β τὸ Α ἐγχωρεῖν οὐδὲν διαφέρει.

    ᾿Επειδὴ εἶπε τὸ καθ’ οὗ τὸ Β τὸ Α καὶ καθ’ οὗ λέγεται τὸ Β, ἑρμηνεύων τοῦτό φησιν ὅτι οὐδὲν ἄλλο σημαίνει τὸ καθ’ οὗ ἢ τὸ παντί.

    p. 32b32 Πρῶτον οὖν εἴπωμεν, εἰ καθ’ οὗ τὸ Γ τὸ Β ἐνδέχεται, καὶ καθ’ οὗ τὸ Β τὸ Α, τίς ἔσται καὶ ποῖος συλλογισμός.

    Δῆλα ταῦτα ἐκ τῶν εἰρημένων· οὐδὲν γὰρ ἄλλο φησὶν ἢ τοῦτο, ὅτι [*](1 ὃν alt. deleverim 2 ὑπάρξαν B: ἐνυπάρξαν V: ἐν ὑπάρξει t ἐπεὶ Β 3 | περὶ prius add. μὲν lit ἤδη post 2 οὑν collocat Y post διειλήφαμεν add. ἁ· V 4 μὲν om. V ἐνυπάρξαντος Vt supra δυναμένου del. οὐ V 5 μεῖξαι t posl τούτων add. ol Vt C ὡς πολλάκις εἴρηται (velut p. 4,30 sq.) om. Β 7 αὐτὸν V 11 τουτέστι— 12 καλούμενον om. t post εἰς did. ἱν V 2 12 τὸ om. Arist. 13 τουτέστι Vi: ἤτοι Β μὲν V: om. Bl 11 β΄ corr. V σημαίνειν Vt 16 ὅτε — εἴπομεν B 18 post ἐνδέχεται add. καὶ V ὅτι om. Β 19 ὅτε εἴπομεν Β 20 ὅτι prius om. Β post ἤδη add. ἐνεργεία S 24 β΄ alt. Vt: α B 25 σημαίνειν Vt 26 εἴπομεν pr. V, 1 27 τὸ ά om. V)

    156
    δεῖ πρῶτον περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων διαλαβεῖν συζυγιῶν καὶ [*](ILr) ιοειν ποῖον συνάγουσι συμπέρασμα.

    p. 32b35 Ὅταν δὲ καθ’ οὗ τὸ Β ὑπάρχει τὸ Α ἐνδέχηται, ἡ μὲν ὑπάρχουσα ἡ δ’ ἐνδεχομένη.

    ᾿Εάν, φησίν, οὕτως * * * ὅτι τὸ Α ἐνδέχεται ὑπάρχειν πᾶσιν οἷς ὑπάρχει τὸ Β, μικτὰς τἀς προτάσεις ποιοῦμεν ἐξ ὑπαρχουσῶν καὶ ἐνδεχομένων. δεῖ δέ, ὡς εἴρηται, πρῶτον περὶ τῶν ἁπλῶν διαλαβεῖν, ἃς αὐτός φησιν ὁμοιοσχήμονας, τουτέστιν ἀμφοτέρας ἐνδεχομένας.

    p. 32b38 Ὅταν οὗν τὸ Α παντὶ τῷ Β ἐνδέχηται καὶ τὸ Β παντὶ τῷ Γ, συλλογισμὸς ἔσται τέλειος ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν.

    Αρχεται λοιπὸν περὶ αὐτῶν τῶν συλλογισμῶν ποιεῖσθαι τὸν λόγον τῶν ἐν τῷ πρώτῳ σχήματι, καὶ παραδίδωσι τὰς ἐξ ἀμφοτέρων καθόλου συζυγίας. τεσσάρων οὖν πάλιν γινομένων ἐκ τῆς συμπλοκῆς τῶν καθόλου προτάσεων ἢ γὰρ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, καὶ τοῦτο διχῶς) αἱ μὲν δύο πάλιν συλλογιστικαί εἰσιν, ἥ τε ἐκ δύο καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς, αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοι. πρώτην οὖν παραδίδωσι τὴν ἐκ δύο καταφατικῶν συνάγουσαν καθόλου καταφατικὸν συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδέχεται ὑπάρχειν· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ἐνδέχεσθαι ὑπάρχειν· τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. τοῦτο γάρ, φησί, φανερὸν ἐκ τοῦ ὁρισμοῦ. ποίου ὁρισμοῦ; δῆλον ὅτι τοῦ κατὰ παντός· κατὰ παντὸς γὰρ ἦν, ὅταν μηδενὶ ὑπῆρχε τὸ ὑποκείμενον καθ’ οὗ οὐκ ἦν τὸ κατηγορούμενον. οὐκοῦν εἰ κατὰ παντὸς τοῦ Β τὸ Α ἐνδέχεται ὑπάρχειν, μέρος δὲ τοὐ Β τὸ Γ, καὶ κατὰ παντὸς ἄρα τοῦ Γ τὸ Α ἐνδέχεται ὑπάρχειν. ὅροι δὲ τούτου κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις παντὶ ἐγρηγορότι ἐνδέχεται ὑπάρχειν, ἐγρήγορσις δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ τὸ συμπέρασμα κίνησις παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’.

    [*](3 ὑπάρχειν Dr. V 5 οὗτος V lac. indicavi ; supple ὅτι τὸ ἁ ἐνδέχεται ὑπάρχειν τῷ β x003E; πᾶσιν ὑπάρχειν Β: ὑπάρξαι πᾶσιν S 6 μικτὰς e μιᾶς corr. V 7 εἴρηται] p. 155,6 10 ἔστι V y alt. Bt Arist.: β΄ V 12 ἔρχεται pr. V coir. V2 τὸν λόγον Vt: τὴν διαίρεσιν αὐτῶν. λέγω Β 14 οὗν om. t πάλιν Bt: πασῶν V 14. 15 ἐκ — προτάσεων scripsi: προτάσεων ἐκ τε add. Β) τῆς συμπλοκῆς τοῦ καθόλου BYt 16 post μὲν add. γὰρ 17 17 ἥ τε —ἀποφατικῆς om. Β ἣ τε V: εἴτε t 18 post ἀσυλλόγιστοι add. συλλογιστικαὶ δὲ εἰσὶν αἱ ἐκ δύο καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς B 19 καθόλου συνάγουσαν B καταφατικὸν om. Β 20. 21 ὑπάρχειν ἐνδέχεται Β : ἐνδεχομένως ὑπάρξει S (itemque vs. 22) 24 κατὰ παντὸς κτλ] cf. c. 1 p. 24b29 τὸ ὑποκείμενον scripsi: τοῦ ὑποκειμένου BVt 26 ά Vt: β Β 27 ante κίν. alt. add. ἡ B post κίν. alt. add. γὰρ Vt: om. BS cf. p. 142,30 28 πάση ἐγρηγόρσει Β)
    157

    p. 33a1 Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Α ἐνδέχεται μηδενὶ τῷ B, τὸ [*](ILr) δὲ Β ἐνδέχεται παντὶ τῷ Γ, ὅτι τὸ Α ἐνδέχεται μηδενὶ τῷ Γ.

    Δεύτερος τρόπος ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος κατα- φατικῆς συνάγων καθόλου ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα. ὅπερ καὶ αὐτό, φησίν, ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενὸς δῆλον· τοῦτο γὰρ ἦν τὸ κατὰ μηδενός, ὅταν μηδὲν ᾖ τοῦ ὑποκειμένου μέρος καθ’ οὗ τὸ κατηγορούμενον οὐκ ἀποφάσκεται. ὅροι δὲ οἱ αὐτοὶ πάλιν κἀπὶ τούτου· κίνησις μὲν γὰρ ἐνδέχεται μηδενὶ ἐγρηγορότι ὑπάρχειν, ἐγρήγορσις δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις μηδενὶ ἀνθρώπῳ ἐνδέχεσθαι ὑπάρχειν. |

    p. 33a5 Ὅταν δὲ τὸ μὲν Α παντὶ τῷ Β ἐνδέχηται, τὸ δὲ Β ἐνδέχηται ILv μηδενὶ τῷ Γ, διὰ μὲν τῶν εἰλημμένων προτάσεων οὐδεὶς γίνεται συλλογισμός.

    Αἱ λοιπαὶ δύο συζυγίαι, ἥ τε τὴν μείζονα ἔχουσα καταφατικὴν τὴν δὲ ἐλάττονα ἀποφατικήν * * *, ἀσυλλόγιστοι μέν εἰσιν ὅσον ἐξ αὐτῶν τῶν προοτάσεων, λέγω δὲ τοῦ τὴν ἐλάττονα ἐν άμφοτεραις ἀποφατικὴν εἶναι· ἐπειδὴ δέ, φησίν, ἐλέγομεν τὰς τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἀλλήλας ἀντιστρέφειν, τὴν πᾶς πρὸς τὴν οὐδεὶς καὶ τὴν τὶς πρὸς τὴν οὐ πᾶς, ἐὰν λάβωμεν τὴν ἀποφατικὴν εἰς καταφατικήν, γενήσονται καὶ αὗται συλλογιστικαί. ἀντιστρεφομένης γὰρ τῆς ἐλάττονος προτάσεως ἀναχθήσεται θήσεται ὁ μὲν πρῶτος τῶν ἀσυλλογίστων τρόπος ὑπὸ τὸν πρῶτον τῶν συλλογιστικῶν, ὁ δὲ δεύτερος ὑπὸ τὸν δεύτερον· εἰ δὲ καὶ τὴν μείζονα τοῦ δευτέρου ἀντιδτρέψομεν, καὶ αὐτὸς ὑπὸ τὸν πρῶτον ἀναχθήσεται. οὕτω μὲν οὖν δείκνυσι καὶ τὰς ἀσυλλογίστους δυναμένας γενέσθαι συλλογιστικάς, οὐκ αὐτόθεν ἐκ τῶν ἐξ ἀρχῆς εἰλημμένων ἀλλὰ διὰ τῆς ἀντιστροφῆς, ὥσπερ ἐδείκνυ καὶ ἐπὶ τοῦ ὑπάρχοντος τὰς ἀσυλλογίστους συλλογιστικὰς δυναμένας γενέσθαι ἀντιστρεφο- μένων τῶν προτάσεων. ὥστε διὰ τοῦτο οὐδὲ τελείους φησὶν εἶναι τούτους, εἴγε δέονται ἀντιστροφῆς. πλὴν εἰδέναι χρὴ ὅτι ἡ ἀντιστροφὴ τῶν προμὲν [*](1 τὸ ἁ Β 2 ἐνδέχεται prius post τῷ #x772; collocat Β, ante τῷ γ t: ora. Arist. 3 ἐλάσσονος Β 4 καθόλου συνάγων συμπέρασμα ἀποφατικὸν ἐνδεχόμενον, ὃ Β 5 τοῦτο γὰρ κτλ.] cf. c. 1 p. 24b30 6 μηδενὶ (post ὅταν) t ἢν Β 7 πάλιν κἀπὶ τούτου cm. Β μὲν om. Β 8 μηδεμιᾷ ἐγρηγόρσει 11 ἐγρήγορσις BS: ἐγρηγορὸς Vt δὲ om. Β 9 ante κίν. add. ἡ B κίνησιν Vt 11 μὲ SVt: om. Β Arist. β prius e #x772; corr. Β2 ἐνδέχηται t Arist.: ἐνδέχεται BSV 11. 12 ἐνδέχηται Arist.: ἐνδέχεται t, post #x772; S: om. BV 14 II λοιπὸν Vt 15 ἐλάσσονα Β lac. iiulicavi; supple καὶ ἡ ἀμφοτέρας ἔχουσα ἀποφατικάς ὅσων V 16 λέγω δὴ V an τῷ τὴν ? ἀμφοτέραι pr. Β 18 posl ἐὰν add. μὲν Β 19 αὗται Β: αὐταὶ Vt 19. 20 ἀντιστρεφομένης Β: ἀντιστρεφούσης Vt 20 ἀναδειχθήσεται pr. V, coir. V 2 21 ἀσυλλογίστων Vt: συλλογισμῶν B τρόπων t 22 τὸν δεύτερος ἀντιστρέψεις Β 25 ἐδείκνυε (scil. c. 7 p.29a 39a 19 26 συλλογιστικὰς post γενέσθαι collocat Β 27 post προτάσεων add. αݲ γݲ B 28 αἱ ἀντιστροφαὶ S)

    158
    τάσεων τοῦ ἐνδεχομένου οὐ πρὸς τὸ αὐτὸ τοῦ ἐνδεχομένου σημαινόμενον [*](ILV) γίνεται, ἀλλὰ δῆλον ὅτι τὸ ἐπὶ πλέον ἐνδεχόμενον πρὸς τὸ ἐπ’ ἔλαττον ἀντιστρέφει καὶ ἕμπαλιν τὸ ἐπ’ ἔλαττον πρὸς τὸ ἐπὶ πλέον· ὃ γὰρ ἐνδέχεται παντὶ ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, τοῦτο οὐδενὶ ὑπάρχειν ἐνδέχεται ὡς ἐπ’ ἔλαττον· τὸ δὲ ἐπ’ ἴσης πρὸς ἑαυτὸ ἔχει ἀντιστρεφούσας τὰς καταφατικὰς καὶ τὰς ἀποφατικὰς ἐξ ἰσοτιμίας. ἐνταῦθα δὲ ἁπλῶς ὡς πρὸς τὸ πλάτος τοῦ ἐνδεχομένου ἀποβλέψας ταῦτά φησιν.

    p. α21 ἐὰν δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει ληφθῇ, πρὸς μὲν τὸ μεῖζον ἄκρον κειμένης τῆς καθόλου συλλογισμὸς λογισμὸς ἔσται τέλειος.

    Βούλεται ἐπὶ πασῶν τῶν συζυγιῶν τῶν ἐκ τῆς ἑτέρας μερικῆς τῆς δὲ ἑτέρας καθόλου πάσας μὲν τὰς συζυγίας τὰς ἐχούσας ἐν τῇ μείζονι τὸ καθόλου ἐν δὲ τῇ ἐλάττονι τὸ μερικὸν συλλογιστικὰς εἶναι, ὁποῖαι ἄν ὦσι κατὰ τὸ ποιόν. εἰσὶ δὲ αἱ πᾶσαι τέσσαρες, ἥ τε ἐξ ἀμφοτέρων καταφατικῶν καὶ ἡ ἐξ ἀμφοτέρων ἀποφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς. καὶ αἱ μὲν τὴν ἐλάττονα ἔχουσαι καταφατικὴν πρόδηλον ὅτι δι’ ἑαυτῶν δείκνυνται συλλογιστικαὶ οὖσαι ἀντιστροφῆς μὴ δεηθεῖσαι. εἰ γὰρ τὸ Α παντὶ ἢ μηδενὶ τῷ Β ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ’ ἐνδέχεται, δῆλον ὅτι καὶ τὸ Α ἢ τινὶ ἢ οὐ παντὶ ἐνδέχεται τῷ Γ ὑπάρχειν. ὅροι δὲ κίνησις, λευκόν, ζῷον· κίνησις γὰρ παντὶ λευκῷ ἐνδέχεται ὑπάρχειν, λευκὸν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις τινὶ ζῴῳ ἐνδέχεσθαι χεσθαι ὑπάρχειν· πάλιν κίνησις ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν, λευκὸν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις ἐνδέχεσθαι μὴ παντὶ ζῴῳ ὑπάρχειν. οὕτω μὲν αἱ ἔχουσαι τὴν ἐλάττονα καταφατικὴν δι’ ἑαυτῶν τῶν καὶ οὐ δι’ ἑτέρων τινῶν δείκνυνται. ἀντιστραφείσης δὲ πάλιν τῆς ἐν ἑκατέρᾳ ἐλάττονος καὶ μεταληφθείσης εἰς μερικὴν ἀποφατικὴν καὶ ποιούσης [*](XLIr) τοὺς εἰρημένους δύο μερικοὺς τρόπους οἱ αὐτοὶ ὅροι ἡμῖν κἀπὶ τούτων ἁρμόσουσιν.

    [*](1 post ἐνδεχομένου prius add. ἐπεὶ γὰρ ἐνταῦθα ἐνδέχεται τὸ β τῶ ݲ ὑπάρχειν μηδενὶ, ἐνδέχεται καὶ παντὶ ὑπάρχειν· ὥστε ἐπεὶ τὸ μὲν β παντὶ τῶ #x772; τὸ δὲ #x772; παντὶ τῶ β, πάλιν ὁ αὐτὸς ἔσται συλλογισμός Β 2 γίνεται Vt: ἀντιστρέφει Β: ἀντιστρέφουσαι S 3 πλεῖον SVt 5 post ἐπίσης add. τοῦτο BVt: om. S 6 τὰς om. V post ἀπλῶς add. καὶ V S μὲν om. V 9 ἄκρα pr. V, corr. V2 13 post μερικὸν add. πάσας B post ὁποῖαι add. δ’ Vt 14. 15 καὶ ἡ V: ἥ τε Β: ἢ t 17 ἥ ἐλάττονι V καταφατικὴν φατικὴν B2t: καταφατικαὶ pr. Β, V 18 δείκνυνται] ν alt. superscr. V post δείκν. del. ὅτι V 19. 20 ἐνδέχεται, δῆλον — τῶ γݲ om. V 20 ἡ prius Β: om. τῶ τί ἐνδέχεται t 21 post ὑπάρχειν add. καὶ Β 22 κίνησιν Vt 22. 23 ἐνδέχεται Bt 23 κίνησιν Vt 24 κίνησιν Vt ἐνδέχεσθαι scripsi: ἐνδέχεται Vt, post 25 ζῴῳ Β 25 post ὑπάρχειν add. ἢ πάλιν λευκὸν. σκύθης. ἄνθρωπος καὶ λευκὸς. ἵππος ζῶον B post μὲν add. οὖν V 27 ἐλάττονι Vt καταφατικὴν t 28 τοὺς μερικοὺς δύο τρόπους τοὺς εἰρημένους Β 28. 29 κἀπὶ τούτων ἡμῖν Β)
    159

    p. 33a34 ἐὰν δὲ ἡ μὲν πρὸς τὸ μεῖζον ἄκρον ἐν μέρει ληφθῇ, [*](XLIr) ἡ ’δε πρὸς τὸ ἔλαττον καθόλου, ἐάν τε ἀμφότεραι καταφατικαὶ τ,εθῶσιν ἐάν τε στερητικαὶ ἐάν τε μὴ ὁμοιοσχήμονες τε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος, οὐδαμῶς ἕσται συλλογισμός.

    Αἶ’ μὲν οὖν ἔχουσαι πρὸς τῇ μείζονι προτάσει τὸ καθόλου πρὸς δὲ τῇ ἐλάττονι τὸ μερικὸν εἴρηται πῶς εἰσι πᾶσαι συλλογιστικαί, ὅπως ἂν ἔχωσι κατά τὸ ποιόν· αἱ δὲ τὸ ποσὸν ἀνάπαλιν ἔχουσαι, λέγω δὲ πρὸς μὲν τῷ μείζονι μερικὸν πρὸς δὲ τῷ ἐλάττονι τὸ καθόλου, πᾶσαι ἀσυλλόγιστοί εἰσιν, ὅπως ἄν ἔχωσι κατὰ τὸ ποιόν. δείκνυσι δὲ αὐτὰς ἀσυλλογίστους τοῦτον τὸν τρόπον· ἐπειδὴ τὸ Β, φησίν, ἐπὶ πλέον ἐστὶ τοῦ Α. * * * δείκνυται δὲ τούτῳ τὸ Α καὶ ἐξ ἀνάγκης παντὶ ὑπάρχον καὶ ἐξ ἀνάγκης ουοενι τούτῳ. εἰ δὲ τοῦτο, οὐδὲν συναχθήσεται συμπέρασμα · εἰ γὰρ συνάγεται τὸ ἀνάγκη παντί, ἀναιρήσει τό τε ἀνάγκη μηδενὶ καὶ ἀνάγκη μὴ παντὶ καὶ τὸ ἐνδέχεται μηδενὶ καὶ τὸ ἐνδέχεται μὴ παντί. πάλιν εἰ συνἀγεται τὸ ἀνάγκη μηδενί, ἀναιρήσει τό τε ἀνάγκη παντὶ καὶ τὸ τινὶ <καὶ τὸ παντὶ καὶ τὸ τινί> εἰ τοίνυν πάντα ἀναιροῦνται, ἔοικε μηδὲν ἐκ τούτων τῶν ὅρων. ἀσυλλόγισοι ἄρα πᾶσαι αἱ τοιαῦται συζυγίαι ἐοίκασιν εἶναι· δειχθήσεται δὲ καὶ ἐπὶ τῶν ὅρων τὸ τοιοῦτον οὕτως ἔχον. οἱ μὲν οὖν ὅροι, οὓς αὐτὸς λαμβάνει, οὐ πάνυ σαφὲς ἡμῖν τὸ θεώρημα ποιοῦσιν. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, περιπατητικόν, κύκνος· λευκὸν γὰρ τινι περιπατητικῷ ἐνδέχεται ὑπάρχειν, περιπατητικὸν παντὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης ὑπάρχει. τοῦ δὲ μηδενί, ἐὰν λάβωμεν ἀντὶ τοῦ κύκνου κόρακα· λευκὸν τινὶ περιπατητικῷ ἐνδέχεται ὑπάρχειν, περιπατητικον παντὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης. εἰ δὲ καὶ τὸ ἐξ ἀνάγκης παντὶ καὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγεται, πάντα ἄρα ἀναιρεῖται τὰ συμπεράσματα, ὡς ἐδείξαμεν. εἰ δὲ πάντα ἀναιρεῖται, ἀσυλλόγιστοι ἔσονται πᾶσαι αἱ συζυγίαι αἱ τοιαῦται. τὰ δὲ αὐτὰ ἐροῦμεν καὶ ἐπὶ τῶν ἀποφατικῶν καὶ ἐπὶ τῶν ἀνομοιοσχημόνων καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων ἢ ὁπωσοῦν ἄλλως.

    Ἀπορεῖ δὲ ἐν τούτοις ὁ ἐξηγητὴς τί δήποτε ὁ Ἀριστοτέλης μὴ ὥσπερ τὰς ἀποφατικὰς μεταλαμβάνει εἰς καταφατικὰς καὶ οὕτως ποιεῖ συλλογιστικὰς [*](1 μὲν om. Β Arist. ληφθῇ ἐν μέρει Β 3 ληφθῶσιν t ἄν ubique Β 4 ἀμφότεροι V 6 εἴρηνται conicio ἔχουσαι Β 7 κατὰ om. t 9 ἔχουσι t 10 τοῦτον ’τον τρόπον Vt: οὕτως B ἐπεὶ Β lac. indicavi; supple velut εἰλήφθω τὸ #x772; ᾧ τὸ β ἐπὶ πλέον ἐστὶ τοῦ α 1 1 δὲ Vt: om. Β καὶ prius Β.. om- Vt 12 τούτου (ante εἰ) V οὐδενὶ (ante σὺν.) t 12. 13 συναγέτω Vt 13 an καὶ x003E; ? 14 μὴ om. Β 15 καὶ τὸ— 16 τινί addidi 16 μηδενὶ Vt 17 post ὅρων add. καὶ Β πᾶσαι post ἀσυλλ. collocat V: om. t 18 εἶναι om. Β οὕτως ἔχον τό τοιοῦτον V 19 αὐτοὺς post θεώρημα add. τοῦτο Β 20 om. Β κύκνος— 21 περιπατητικὸν om. V 21 περιπατητικῷ scripsi: περιπατητικῶς Βt 22 κύκνῳ παντὶ V ὑπάρχειν V τοῦ prius e τὸ corr. V2 τοῦ alt. om. B 23 ἐνδέχεται περιπατητικῷ Β 21 post παντὶ κόρακι add. ὑπάρχει Β 27 πᾶσαι Β:· om. Vt αἱ τοιαῦται συζυγίαι Β δὲ om. Β καὶ om, V 28 ὁμοιοσχημόνων Bt 29 ὅπως ἄν t 30 δὲ Vi: καὶ Β 31 οὕτως p. 160,1.2 ἀποφατικὰς καὶ om. Β 31 et p. 160,1 post εἰς add. τὰς S ποιεῖ supra ἔχειν del. scr. V)

    160
    τὰς συζυγίας, οὕτως καὶ τὰς καταφατικὰς μεταλαμβάνει εἰς ἀποφατικὰς [*](XLIr) καὶ δείκνυσιν ἀσυλλογίστους τὰς συλλογιστικὰς συζυγίας· εἰ γὰρ αἱ τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἑαυτὰς ἰσοτίμως ἀντιστρέφουσι, τίς ἡ ἀποκλήρωσις τοῦ τὰς μὲν ἀποφατικὰς μεταλαμβάνειν εἰς καταφατικὰς μηκέτι δὲ καὶ τὰς καταφατικὰς εἰς ἀποφατικάς ; καὶ ἐπιλύεται τοῦτο οὕτως. τῶν ἀποφάσεων, φησίν, αἱ μὲν τὸν τρόπον ἀναιροῦσιν, αἰ δὲ τὸ πρᾶγμα· ἡ μὲν γὰρ λέγουσα ‘oὐκ οὐκ ἀνάγκη περιπατεῖν’ τὸ μὲν πρᾶγμα οὐκ ἀνεῖλε, λέγω δὴ τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἀνεῖλε, λέγω τὸ ἀνάγκη· ἡ δὲ λέγουσα ‘ἀνάγκη μὴ περιπατεῖν’, ἥτις τῷ μὲν σχήματί ἐστι κατάφασις τῇ δὲ δυνάμει ἀπόφασις, τὸ μὲν πρᾶγμα ἀνεῖλε, τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἐφύλαξε· καὶ ἐπὶ πασῶν τῶν ἄλλων ὁμοίως. αἱ δὲ τοῦ ἐνδεχομένου ἀποφάσεις αἱ ἐνταῦθα παραλαμβανόμεναι, αἵτινες τῷ σχήματί εἰσι καταφάσεις, οὔτε τὸ πρᾶγμα οὔτε τὸν τρόπον ἀναιροῦσιν· ἡ γὰρ λέγουσα ‘ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν οὔτε τὸν τρόπον ἀναιρεῖ ἀκέραιος γάρ ἐστιν) οὔτε τὸ πρᾶγμα. εἰ τοίνυν μήτε τὸν τρόπον ἀναιροῦσι μήτε τὸ πρᾶγμα, δῆλον ὅτι ταῖς καταφάσεσιν ἰσοδυναμοῦσι. διὰ τοῦτο οὖν τὰς ἀποφατικὰς εἰς καταφατικὰς μεταλαμβάνει ὥσπερ ἀπὸ ἀσαφεστέρων καταφάσεων εἰς σαφεστέρας ποιούμενος τὴν μετάληψιν. ἴσως δ’ ἄν τις κἀκεῖνο ἀπορήσειε, διὰ τί μὴ καὶ τὰς μερικὰς μεταλαμβάνει εἰς τὰς καθόλου καὶ ποιεῖ καὶ τὰς ἐν ταῖς μερικαῖς ἀσυλλογίστους συλλογιστικάς, εἴπερ πᾶσαι πρὸς ἑαυτὰς αἱ τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφουσιν. τούτου δὲ τὴν λύσιν ἔφθημεν εἰπόντες, ὅτι τὰς μὲν καθόλου δυνατὸν εἰς τὰς μερικὰς μεταλαβεῖν, διότι τῷ καθόλου τὸ μέρος ἀκολουθεῖ ὃ γὰρ ἐνδέ- χεται παντί, τοῦτο καὶ τινὶ ἐνδέχεται, καὶ ὃ μηδενί, τοῦτο καὶ μὴ παντί), οὐκέτι δὲ πάντως καὶ ἀνάπαλιν· οὐ γὰρ ὃ τινὶ ἐνδέχεται, τοῦτο ἀνάγκη καὶ παντὶ ἐνδέχεσθαι· δυνατὸν γὰρ τινὶ μὲν ἐνδέχεσθαι, παντὶ δὲ μηκέτι· οἷον τινὶ μὲν ζῴῳ ἐνδεχομένως τὸ λευκὸν ὑπάρχει, παντὶ δὲ οὐκέτι ἐνδεχομένως· τῷ γὰρ κύκνῳ ἐξ ἀνάγκης. διὰ τοῦτο οὖν οὐ μεταλαμβάνει τἀς μερικὰς εἰς τὰς καθόλου.

    Ἴδωμεν δὲ καὶ ἐπὶ τῆς λέξεως αὐτῆς τὰ εἰρημένα. οὐδὲν γὰρ κωλύει, φησί, τὸ B ὑπερτείνειν τὸ Α, τουτέστι δυνατὸν τὸν μέσον ὅρον λαβεῖν ἐφ’ [*](1 τὰς alt. St: om. V μεταλαμβάνει scripsi: μεταλαμβάνειν Vt 3 ἰσοτίμως πρὸς ἑαυτὰς Β 4 τοῦ S: om. BVt λαμβάνειν V 5 καὶ ἐπιλύεται τοῦτο B: ἐπιλύεται οὖν τὸ τοιοῦτον ὡς οἷόν τε ἦν πιθανῶς Vt 6 φησίν om. Β 7 μὲν prius om. Β 8 ἀνεῖλε om. Β λέγω Vt: ἤτοι Β: om. S 9. 10 καταφατικὴ— ἀποφατικὴ Β 10 τὸ περιπατεῖν SVt: om. Β 12 ἐνταῦθα SVt: ὡδὶ Β 13 καταφατικαὶ BS 14 ἐνδέχεται St: om. B: post ἄνθρωπον collocat V 15 ἐστιν BS: om. Vt μηδὲ — μηδὲ SVt 16 καταφάσεσιν SVt: καταφατικαῖς Β 16 17 τὰς τοιαύτας ἀποφατικὰς εἰς τὰς S 17 μεταλαμβάνομεν Β: ἐν supra εἰ scr. V σαφεστέραν Β 18 δ’ SVt: om. Β 19 διὰ τί SVt: ὅτι Β post τί add. οὖν Vt: om. BS τὰς alt. SVt: om. B 20 καὶ alt. BS: om. Vt 22 ἔφθημεν εἰπόντες] p. 149,27 sq. τὰς alt. om. V 23 τὸ μερικὸν S ἀκολουθήσει I J ὃ γὰρ S: καὶ ὃ Bt: καὶ τὸ V1: ὃν V 2 25 καὶ SVt: καἰ τὸ Β ἀνάγκη St: om. BV 26 παντὶ prius e τινι corr. V post ἐνδέχεσθαι juius add. ὑπάρχειν Β 31 τὸ alt. BVt (ABdnmu, pr. C): τοῦ Arist. cf. p. 161,7. 12)

    161
    οὗ μὴ παντὸς ὁ πρῶτος κατηγορεῖται καὶ οὐκ ἐξισάζει ὁ πρῶιος πρὸς τὸν μέσον· δυνατὸν γάρ ποτε καὶ ἐξισάζειν, ὡς ὅταν τὸ ἐνύπνιον ὁρᾶν καὶ τὸ καθεύδειν λάβωμεν τὸ γὰρ ὁρᾶν | ἐνύπνιον καὶ τινὶ καθεύδοντι ἐνδέχεται XLIv ὑπάρχειν καὶ παντί, καὶ ἀνάπαλιν πάντα καθεύδοντα ἐνδέχεται ἐνύπνιον ὁρᾶν) ἢ τὸ ἐσθίειν καὶ περιπατεῖν καὶ ὅσα τοιαῦτα. ἐφ’ ὅσων οὖν, φησί, μὴ ἐξισάζει ὁ πρῶτος ὅρος πρὸς τὸν μέσον, ἀλλ’ ὑπερτείνει καὶ πλεονάζει ὁ μέσος τὴν κατηγορίαν τοῦ πρώτου, ἐπὶ τούτων δυνατὸν καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συναγαγεῖν, εἴτε ἀμφότεραι καταφατικαὶ ὦσιν αἱ προτάσεις εἴτε ἀμφότεραι ἀποφατικαί, εἴτε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος. οἱ δὲ αὐτοὶ ὅροι οὓς παρεθέμεθα ἁρμόσουσιν ἐπὶ πάντων καὶ οἳ τούτοις παραπλήσιοι.

    p. 33 a 39 Ὥι δὲ ὑπερτείνει τὸ Β τοῦ Α, εἰλήφθω τὸ Γ· τούτῳ γὰρ οὔτε παντὶ οὔτε μηδενὶ οὕτε τινὶ οὔτε μὴ τινὶ ἐνδέχεται τὸ Α ὑπάρχειν.

    ᾿Εάν, φησί, τὸ μέρος ἐκεῖνο τοῦ μέσου ὅρου λάβωμεν, τουτέστι τοῦ Β, καθ’ ὃ πλεονάζει τῆς κατηγορίας τοῦ Α, λέγω δὴ τοῦ πρώτου ὅρου, ἐπὶ τούτου, φησίν, οὐδὲν συμπέρασμα εὑρήσομεν συναγόμενον, οὔτε τὸ καθόλου οὔτε τὸ μερικὸν οὕτε τὸ καταφατικὸν οὔτε τὸ ἀποφατικόν. εἶτα κατασκευάζων τοῦτό φησιν εἴπερ ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις καὶ τὸ Β πλείοσιν ἐνδέχεται ἢ τὸ Α ὑπάρχειν.

    p. 33b8 Φανερὸν οὖν ὅτι τοῦτον τὸν τρόπον ἐχόντων τῶν ὅρων οὐδεὶς γίνεται συλλογισμός.

    Οῦτον τὸν τρόπον, δηλονότι τὸν προσεχῶς εἰρημένον, ἐὰν ἡ μείζων μερικὴ τυγχάνῃ. εἰ γάρ, φησίν, ἀνάγκη πάντα συλλογισμὸν ἢ ἀναγκαῖον ἢ ὑπάρχοντα ἢ ἐνδεχόμενον εἶναι, δείκνυται δὲ μηδέτερος τούτων συναγόμενος διὰ τούτων τῶν προτάσεων, ἐοίκασιν ἄρα παντελῶς εἶναι ἀσυλλόγιστοι· τῷ μὲν γὰρ συνάγειν τὸ καταφατικὸν ἀναγκαῖον τό τε ὑπάρχον ἀποφατικὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ἀναγκαῖον ἀναιρεῖται, τῷ δὲ συνάγεσθαι τὸ ἀποφατικὸν ἀναγκαῖον τό τε καταφατικὸν ἀναγκαῖον ἀναιρεῖται καὶ τὸ ὑπάρχον καὶ τὸ ἐνδεχόμενον, καθάπερ ἐδείξαμεν.

    [*](1 ἐξιζάξζει pr. V, corr. V2 2 καὶ prius om. V ἐξιζάζειν ut solet V καὶ alt., quod post ὅταν colloc libri, transposui τὸ alt. lit: τῶ V 3 καὶ alt. superscr., ut videtur, Β2 4 παντὶ καθεύδοντι Vt 6 ἐξισάζον Β1, corr. Β2 9 p εἴτε addiderim ἡ μέν καταφατικὴ ἡ δ’ ἀποφατικὴ, εἴτε cf. Arist. ἀμφότεραι alt om. Β ἀόριστοι V ἡ Vt Arist.: εἴτε Β 10 δὲ superscr. V: posl αὐτοὶ colloc. t τούτων Β 12 τοῦτο pr. V 13. 11 ὑπάρχειν τὸ ἁ V If. καθ’ οὗ Β 17 εὑρήσεις Β 17. 18 ὕτε— μερικὸν iteral V 18 τὸ (ante ἀποφ.) om. Β 21 post οὑν add. ἐστιν Β τοῦτον τὸν τρόπον Vt Arist.: οὕτως B 23 τὸν prius om. V 25 δὲ om. V 26 ἄρα om. Β ἀλλόγιστοι V 27 μὲν om. Β συνάγει Β’, corr., ut videtur, Β2 27. 28 καταφατικὸν εἰς τὸ V 28 τῷ δὲ Vt: πάλιν τῶ Β 30 καθάπερ Vt: ὡς ἤδη Β ἐδείξαμεν] p. 159,12 sq.)
    162

    p. 33b 18 Φανερὸν δὲ καὶ ὅτι καθόλου τῶν ὅρων ὄντων ἐν [*](XLIv) ταῖς ἐνδεχομέναις προτάσεσιν ἀεὶ γίνεται συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι.

    ᾿Επὶ μὲν γὰρ τῶν ἄλλων τρόπων οὐ πᾶσαι αἱ ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου προτάσεις συλλογιστικαὶ ἦσαν· ἐπὶ δὲ τοῦ ἐνδεχομένου ἐν τῷ πρώτῳ σχήματι πάσας, φησίν, ἐδείξαμεν συλλογιστικάς, ὅπως ἄν εἶχον κατὰ τὸ ποιόν, ἀλλὰ τὰς μὲν τελείας καὶ δι’ ἑαυτῶν δεικνυμένας, τὰς δὲ ἀτελεῖς καὶ δεομένας τῆς δι’ ἀντιστρόφου βοηθείας, λέγω δὴ τῆς μεταλήψεως τῶν ἀποφατικῶν εἰς τὰς καταφατικάς.

    p. 33 b 21 Δεῖ δὲ τὸ ἐνδέχεσθαι λαμβάνειν μὴ ἐν τοῖς ἀναγκαίοις ἀλλὰ κατὰ τὸν εἰρημένον διορισμόν. ἐνίοτε δὲ λανθάνει τὸ τοιουτον.

    Πολλάκις, φησί, λανθάνομεν ἡμᾶς αὐτοὺς λέγοντες μὲν ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν μὴ ἐνδεχομένως ἐκείνου ὑπάρχοντος ἀλλ’ ἀναγκαίως, ὅπερ καὶ αὐτὸς πέπονθεν, ὡς ὅταν εἴπωμεν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· τινὶ γὰρ ἐξ ἀνάγκης ὑπάρχει, οἷον τῷ Σκύθῃ, καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῷ Αἰθίοπι. διὰ τοῦτό φησιν ὅτι δεῖ τὸ ἐνδέχεσθαι μὴ ἐπὶ τοῦ ἀναγκαίου λαμβάνειν ἀλλ’ ἐπὶ τοῦ κυρίως ἐνδεχο- μένου κατὰ τὸν εἰρημένον ἡμῖν περὶ τούτου διορισμόν.

    p.33b25 ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μὲν ἡ πρὸς τὸ μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τε πάντες ἔσονται οἱ συλλογισμοὶ καὶ τοῦ ἐνδέχεσθαι κατὰ τὸν εἰρημένον διορισμόν.

    Περὶ τῆς τοῦ ἐνδεχομένου φύσεως διαλεχθεὶς καὶ διορισάμενος αὐτό, ἔτι καὶ περὶ τῆς ἀντιστροφῆς αὐτοῦ, εἶτα περὶ τῶν συλλογισμῶν εἰρηκὼς τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων, νῦν ἀκολούθως περὶ τῆς μίξεως αὐτοῦ διαλέγεται. μίγνυσιν οὖν αὐτὸ πρότερον τῷ ὑπάρχοντι. ἐπὶ τούτων οὖν, ὅταν ἡ μὲν μείζων ᾖ ἐνδεχομένη ἡ δὲ ἐλάττων ὑπάρχουσα, τὸ τηνκαὶ [*](1 καὶ om. V post ὅρων add. τῶν Y 2 τῷ om. V 4 post αἰ add. τῶν V 5 conicias συζυγίαι sive συμπλοκαί, at cf. p. 164,19 171,15 6 ἐν om. Β 6. 7 συλλογιστικάς— ἀλλὰ om. Β 7 τελείας καὶ om. B 10 post μὴ add. τὸ t (d) 11 δὲ superscr. V λανθάνειν Bt 13 post πολλάκις add. δὲ Β λέγοντας Yt 14 ἐνδεχόμενος pr. Y, corr. V2 15 ὃ Β ὡς om. Y 16 σκὐθει t post καὶ τινὶ superscr. οὐκ V2 17 οὐχ ὑπάρχει om. V 19 αὐτοῦ Β 20 μίξις ὑπάρχοντος καὶ ἐνδεχομένου δεχομένου Β) inscr. BS: μίξις τοῦ ἐνδεχομένου μετὰ τοῦ ὑπάρχοντος del., deinde μίξις ἐνδεχομένου καὶ ὑπάρχοντος inscr. V ὑπάρχει V ἐνδέχεται pr. V 22 λαμβάνῃ t τε om. Β ἔσονται t et ante πάντες Arist.: εἰσὶν RV 23 τρόπον Β 24 ὁρισάμενος Β 25 περὶ τὸν συλλογισμὸν V 26 ἀκολούθως om. Β 27 αὐτοῦ] τοῦ Ω πρότερον B: om. Vt)

    163
    καῦτα ἔσονται συλλογιστικαὶ αἱ συζυγίαι, ὅταν καὶ ἡ μείζων τὸ ἵδιον ποσὸν [*](XLIr) φυλάττῃ, λέγω δὴ τὸ καθόλου, καὶ ἡ ἐλάττων τὸ ποιόν, λέγω δὴ τὸ καταφατικόν. καὶ πάντες οἱ τοιοῦτοι συλλογισμοὶ τέλειοί εἰσιν· οὐ δέονται γὰρ οὔτε ἀντιστροφῆς οὔτε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὅταν δὲ ἡ μὲν μείζων ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων ἐνδεχομένη, τότε ἔσονται συλλογιστικαὶ αἱ συζυγίαι, ὅταν μόνη ἡ μείζων καθόλου ᾖ. οὐκέτι μέντοι ἀνάγκη καὶ τὸ ποιὸν τῆς ἐλάττονος ὡρισμένον εἶναι· κἄν γὰρ ἀποφατικὴ ἡ ἡ ἐλάττων, γενήσεται συλλογιστικὴ ἡ συζυγία μεταληφθείσης πάλιν τῆς τοῦ ἐνδεχομένου ἀποφάσεως εἰς κατάφασιν. αἱ μὲν οὖν συλλογιστικαὶ ἐν τούτοις συζυγίαι αὗται. συνάγουσι δὲ συμπεράσματα αἱ μὲν τὴν μείζονα ἔχουσαι ἐνδεχομένην ἐνδεχόμενα· αἱ δὲ τὴν μείζονα ὑπάρ|χουσαν ἔχουσαι οὐ συνάγουσι, XLIIr φησί, τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, αἵτινές εἰσιν ἀποφατικαὶ μέν, οὐ τὸ πρᾶγμα δὲ ἀναιροῦσιν ἀλλὰ μόνον τὸν ἀναγκαῖον τρόπον· ἀναιρουμένου δὲ τοῦ ἀναγκαίου τρόπου ἐνδεχόμενα ἔσονται ἐξ ἀνάγκης τὰ συμπεράσματα, ἀλλ’ οὐχί, φησί, τοὐ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ ἡμίσεος τοῦ ἐνδεχομένου. τί δὲ τοῦτό ἐστιν, εἰσόμεθα, ὅταν περὶ αὐτῶν τῶν προτάσεων διαληψόμεθα. νῦν δὲ τέως τὰς τὴν μείζονα ἐχούσας ἐνδεχομένην ἐκτίθεται, καὶ δείκνυσιν ἐνδεχόμενα τὰ συμπεράσματα συναγόμενα. ἴδωμεν δὲ καὶ τὰ ἑξῆς.

    p. 33b28 Ὅταν δ’ ἡ πρὸς τὸ ἔλαττον, ἀτελεῖς τε πάντες, καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν οὐ τὸν κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν.

    Eἰκότως πάντες οἱ συλλογισμοὶ οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσι· τελειοῦνται γὰρ ἢ δι’ ἀντιστροφῆς ἢ διὰ τῆς ἀδυνάτου δείξεως. τοὺς δὲ στερητικοὺς τὸ ἐξ ἀνάγκης μηδενὶ ἢ μὴ παντὶ συνάγειν, ὅπερ καὶ αὐτὸ ἐνδεχόμενόν ἐστιν, οὐ μὴν ὅπερ ὡρίσατο. ὅτι δὲ ἐνδεχόμενόν ἐστι, διὰ τῶν ἑξῆς δῆλον· εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν εἰκότως· εἰ γὰρ μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης τὸ βαδίζειν, ἐνδεχομένως που πάντως ὑπάρχει.

    [*](1 αἱ Om. BS 2 φυλάξηται Β 4 ἀδύνατον SVt: ἄτοπον B 5 αἱ V. supers ut videtur, Β1: om. St 6 ἀνάγκη SVt: ἀναγκαῖον Β 7 ἀποφατικὸν t ᾖ S: post ἐλάττων collocat Β: om. Vt 8 ἡ om. Β 9 ἐν τούτω Vt: ἐν αὐτοῖς, setl post συζυγίαι S 11 ἐνδεχόμενον Β αἱ] ἐν t ὑπάρχουσαν superscr. V 12 φησί oin. Β 13. 14 ἀναιροῦσιν BS: ἀναιροῦσαν V: ἀναιροῦσαι t 15 ἐξ ἀνάγκης ἔσονται Β φησίν post 16 ἐνδεχομένου prius collocat Β 16 τὸν om. V ἀλλὰ τοῦ ἡμίσεος Β: ἀλλ’ ἥμισυ V: ἀλλ’ ἡμίση t 17 εἰσόμεθα] p. 34b27 sq. ὅτε ε ex ι, ut videtur, corr.) V διαληψόμεθα scripsi: διαληψώμεθα BVt 18 τῆς μείζονος pr. V 19 posl συμπεράσματα del. ἐνδεχόμενα V 20 δ’ ἡ Β Arist.: δὲ οἱ V: δὲ t τε om. V (C) 21 ὁρισμὸν I posl διορισμὸν add. τοῦ V 22 post τοῦ add. ἡ t 23 οἱ alt. om. V 24 post διὰ del. ν V posl τῆς add. τοῦ t 25 posl ἀνάγκης sive posl παντὶ videtur φησὶ excidisse ὃ Β 26 ὡρίσαντο pr. V ὅτι ’d: τὸ V ἐστι Bt: ἐστιν ὁ V 27 δῆλον Β: συνάγειν V: συνάγει t: fort. δηλοῖ sivc ἐπάγει)
    164

    p. 33b33 Ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ [*](XLIIr) τῷ Γ κείσθω ὑπάρχον.

    Ἐκτίθεται τὰς ἐκ μείζονος ἐνδεχομένης συζυγίας καὶ συνάγειν αὐτάς φησιν ἐνδεχόμενον συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ. ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· τὸ ἄρα Α τῷ Γ ἐνδεχομένως ὑπάρξει μέρει ὅντι τοῦ Β. ὅροι δὲ διαλέγεσθαι, περιπατοῦν, ἄνθρωπος· διαλέγεσθαι γὰρ παντὶ περιπατοῦντι ἐνδέχεται ὑπάρχειν, περιπατοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει· ὑποκείσθωσαν γὰρ πάντες περιπατοῦντες· καὶ συνάγεται συμπέρασμα ‘ διαλέγεσθαι παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’. τὰ αὐτὰ δὲ ἐροῦμεν καὶ τῆς μείζονος στερητικῆς λαμβανομένης τῆς δὲ ἐλάττονος καταφατικῆς· εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως οὐχ ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· οὐδενὶ ἄρα τῷ Γ τὸ Α ἐνδέχεται ὑπάρχειν. οἱ αὐτοὶ δὲ ὅροι κἀνταῦθα ἁρμόσουσιν.

    p. 34 a 1 ὅτι μὲν οὖν τοῦ ὒ ὑπάρχειν τιθεμένου πρὸς τὸ ἔλαττον ἄκρον τέλειοι γίνονται συλλογισμοί, φανερόν· ὅτι δὲ εναντιως ἔχοντος ἔσονται συλλογισμοί, διὰ τοῦ ἀδυνάτου δεικτέον.

    Πᾶσαι, φησίν, αἱ προτάσεις αἱ τὴν μὲν μείζονα ἔχουσαι ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν συλλογιστικαὶ οὖσαι τέλειαί εἰσιν· οὐκ ἐδεήθησαν γὰρ οὔτε τῆς δι’ ἀντιστροφῆς οὔτε τῆς δι’ ἀδυνάτου δείξεως. αἱ δὲ ἀντικειμένως ἔχουσαι ταύταις, λέγω δὴ αἱ τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, οὐ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀλλ’ ἢ τῇ δι’ ἀντιστροφῆς ἢ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀτελεῖς εἰσι· πᾶσαι γὰρ αἱ μὴ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀτελεῖς εἰσιν.

    p. 34a5 Πρῶτον δὲ δεικτέον ὅτι, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν ἔσται καὶ τὸ Β ἐξ ἀνάγκης.

    Μέλλων παραδιδόναι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάτ- [*](1 post ά del. μὴ V2 3 αὐτάς on. B 5 ὑπάρξει Β, at cf. vs. 13 6 γὰρ S: δὲ καὶ BV: δὲ τῇ t cf. vs. 14 τὸ β— τῷ γ΄ om. V 7 ὑπάρξει BS: ὑπάρχει Vt περιπατεῖν SVt 8. 9 περιπατεῖν S: περιπατοῦντι V post περιπ. add. δὲ Vt: om. RS 9 ὑποκείσθω t 10 post συμπ. add. τὸ S 13 οὐκ ἐνδεχομένως t 17 post γίνονται add. οἱ t 18 ἔχοντες V (u, pr. A) 19 αἱ prius om. Β αἱ συμπλοκαὶ S at cf. p. 162,5 μὲν om. Β ἔχουσιν t 21 τῆς δι’ prius SV: τῆς διὰ τῆς t: om. Β ἀντιστροφῆς] ex ἦς corr. V2 ’ δι’ alt. om. Β 23 δι’ superscr. V 24 ἀντιστροφὴ V τῆς ἀδυνάτου ἀπαγωγῆς Β 24.25 πᾶσαι—εἰσιν om. B: γὰρ—εἐσιν om. S 24 αἱ μὴ iterat V, iterata del. v 2 26 λεκτέον Β Arist. 27 καὶ alt. BVt(dn): om. Arist. 29 παραδιδόναι SVt: παραδοῦναι Β)

    165
    τόνος ἐνδεχομένης συζυγίας θεώρημά τι προλαμβάνει συμβαλλόμενον αὐτῷ [*](XLIIr) πρὸς τὴν τούτων δεῖξιν. ἐπειδὴ γὰρ πᾶσαι διὰ τοῦ ἀδυνάτου δείκνυνται καὶ τῆς μεταλήψεως τῶν προτάσεων εἰς ἀλλήλας, τῆς τε ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν καὶ ἀνάπαλιν τῆς ὑπαρχούσης εἰς τὴν ἐνδεχομένην (τοῦτο δέ, εἰ καὶ ψεῦδός ἐστιν, οὐ μὴν ἀδύνατον ἀλλὰ δυνατόν· τό τε γὰρ ἐνδεχόμενον δυνατὸν ἐκβῆναι καὶ γενέσθαι ὑπάρχον, καὶ τὸ ὑπάρχον διακοπέν, ἐπειδὴ καὶ τοιαύτην ἔχει τὴν φύσιν, δύναται πάλιν γενέσθαι ἐνδεχόμενον), ἐπειδὴ τοίνυν μεταλαμβάνων τὰς προτάσεις διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς δείκνυσι ταύτας τὰς συζυγίας, ἵνα μή τις εἴπῃ ὅτι διὰ τὴν μετάληψιν τῶν προτάσεων ἠκολούθησε τὸ ἀδύνατον, διὰ τοῦτο πρότερον προέθετο δεῖξαι ὅτι οὐδέποτε δυνατῇ τινι ὑποθέσει ἐγχωρεῖ τι ἀδύνατον ἀκολουθεῖν, ἀλλὰ πάντως τῷ δυνατῷ δυνατὸν ἔσται τὸ ἑπόμενον. εἴπερ οὖν τὴν μετάληψιν τῶν προτάσεων δυνατὸν γενέσθαι καὶ οὐκ ἀδύνατον, δυνατῷ δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, οὐδὲν ἄρα ἀκολουθήσει τῇ μεταλήψει αὐτῶν ἀδύνατον. δείκνυσι δὲ αὐτὸ οὕτως. ἔστω, φησί, τοῦ Α ὄντος ἐξ ἀνάγκης ἕπεσθαι αὐτῷ τὸ Β· ἐπειδὴ τοίνυν τὸ μὲν Α ἐστὶ προηγούμενον τὸ δὲ Β ἑπόμενον, ἀνάγκη, φησίν, εἰ τὸ Α δυνατὸν εἴη, καὶ τὸ Β δυνατὸν εἶναι. εἰ γὰρ τοῦτο ψεῦδος καὶ ἐγχωρεῖ τοῦ Α | δυνατοῦ ὄντος τὸ Β ἀδύνατον εἶναι, ὑποκείσθω [*](XLIIv) οὕτως. ἐπειδὴ τοίνυν τὸ Α δυνατόν ἐστι, τὸ δὲ δυνατὸν οἷόν τέ ἐστι γενέσθαι, ἐκβαινέτω εἰς ἐνέργειαν τὸ Α· ἐκβὰν δὲ ἔστι δῆλον ὅτι· εἰ τοίνυν τὸ μὲν Α ἐστί, τὸ δὲ Β ἀκολουθεῖν τῷ Α ἐξ ἀνάγκης ὑπόκειται, ἔσται ἄρα καὶ τὸ Β. ἀλλ’ ἐπειδὴ τὸ Β ἀκολουθεῖ μὲν τῷ Α, φασὶν οἱ ἀντιλέγοντες, ἀδύνατον δὲ εἶναι, τὸ δὲ ἀδύνατον εἶναι οὐκ ἔστι, τὸ Β ἄρα οὐκ ἔστιν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι· ἐξ ἀνάγκης γὰρ ἠκολούθησε τῷ Α. τὸ αὐτὸ ἄρα καὶ ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἀδύνατον. δέδεικται ἄρα διὰ τούτων ὅτι πᾶσα ἀνάγκη τὸ τῷ δυνατῷ ἑπόμενον δυνατὸν εἶναι. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης ἀποδείκνυσι τὸ τοιοῦτον. οἱ δὲ Στωικοὶ τῇ δείξει ταύτῃ ἀντειπεῖν μὴ δυνάμενοι διὰ παραδειγμάτων τινῶν ἐλέγχειν πειρῶνται τὸν τοῦ φιλοσόφου λόγον. δυνατὸν γὰρ τὸ τῷ δυνατῷ ἑπόμενον ἀδύνατον εἶναι· λέγω γὰρ οὕτω· τῷ : εἰ τέθνηκε Δίων’ ἀκολουθεῖ τὸ ‘τέθνηκεν οὗτος · τὸ μὲν οὖν τεθνάναι Δίωνα δυνατόν, τὸ δὲ τοῦτον τεθνάναι ἀδύπροσλαμβάνει [*](1 Β 2 τὴν τούτων δεῖξιν IIS: τὴν δεῖξιν τὴν τούτων Vt δύνανται pr. V 3 πρὸς utroque loco V 5 εἰ καὶ SV: in v. ord. (: καὶ Β1, εἰ superscr. Β2 6 καὶ prius Bt: τὸ V 7 καὶ om.. Β τὴν om. Β 8 ἐπεὶ Β μεταλαμβάνει Β τὸ om. S 8. 9 post ἀπαγωγῆς add. καὶ Β 9 εἴπῃ BS: εἴποι γ’ post. μετάληψτν del. ἠκολούθησε V 11 δυνατῇ τινι ὑποθέσει Β: δυνατὴ ὑποθέσει δύναται ἡ V: τινι ὑποθέσει δύναται t 12 pus! δυνατῷ add. τὸ V 13 δὲ e μὲν corr. Β2 11 ἀκολουθήσει SVt: ἀκολουθεῖ, ἀδύνατον alt. Β 15 τὸ ά ὄντως V 16 ἐπεὶ Β προηγούμενον BS: ἡγούμενον Vt 19 ἐπεὶ Β δὲ ἀδύνατον V 20 post ἐκβαινέτω add. οὑν Bt: om. SV 22 καὶ om. t ἀλλ΄—β΄ om. V ἐπειδὴ St: ἐπεὶ Β ἀκολουθεῖ scripsi: ἀκολουθεῖν BSVt 22. 23 φησιν ὁ ἀντιλέγων Β 23 δὲ alt. om. t 24 ἠκολούθησε ’Vt: ἠκολούθει BJS 25 καὶ prius Β: om. SVl 28 δόξη Β 30 οὕτω τῶ Β; οὕτω S: ὅτι τὸ Vt τὸ BS: τῶ Vt)
    166
    νατον. ἕπεται δὲ πάντως τῶ Δίωνα τεθνάναι τὸ τεθνάναι τὸ τοῦτον· εἰ μὲν [*](XLIIv) γὰρ ἀποθάνοι Δίων, πάντως καὶ οὗτος, ὁ δεικνύμενος δηλονότι, τέθνηκεν. αὐτὸ δὲ τὸ τοῦτον τεθνάναι ἀδύνατον· τὸ γὰρ τοῦτο δεικτικὸν ὑπάρχον ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον. τοῦτο δὲ ἀκολουθεῖ τῷ Δίωνα τεθνάναι δυνατῷ ὄντι· ἀδύνατον ἄρα δυνατῷ τινι ἀκολουθεῖ. πάλιν εἰ ἔσται νύξ, αὕτη ἡμέρα οὐκ ἔστι· τὸ δὲ ταύτην ἡμέραν μὴ εἶναι ἀδύνατον· ἕπεται ἄρα τῷ εἶναι νύκτα δυνατῷ ὄντι τὸ μὴ εἶναι ταύτην ἡμέραν ἀδύνατον ὄν. ταῦτα μὲν οἱ Στωτκοί. ἡμεῖς δὲ πρὸς ταῦτά φαμεν ὅτι δεῖ τὸ κυρίως ἑπόμενον ἐπὶ πλέον εἶναι τοῦ ἡγουμένου· ἐὰν δὲ ᾖ ἐπ’ ἔλαττον, οὐχ ὑγιῶς ἕψεται τῷ ἡγουμένῳ. οἷον τῷ ἄνθρωπον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ ζῷον εἶναι· κυρίως ἄρα ἑπόμενον τὸ ζῷον, διότι καὶ ἐπὶ πλεῖον· πάντως γὰρ ἕπεται τῷ ἄνθρωπον εἶναι· ὁμοίως καὶ τῷ ἵππον ἢ κύνα εἶναι. οὐκέτι μέντοι, εἰ λάβοιμεν προηγούμενον μὲν τὸ ζῷον ἑπόμενον δὲ τὸν ἄνθρωπον ἢ τὸν ἵππον ἢ τὸν κύνα, οὐκέτι ὑγιῶς οὐδὲ κυρίως ἔσται τὸ ἑπόμενον· οὐ γὰρ πάντως τῷ ζῴῳ ἕπεται ἄνθρωπος ἢ ἵππος ἤ τι τοιοῦτον, διότι μερικώτερόν ἐστι καὶ ἐπ’ ἔλαττον τὸ ἑπόμενον. εἰ τοίνυν τοῦτο οὕτως ἔχει καὶ δεῖ πάντως τὸ ἑπόμενον ἐπὶ πλεῖον εἶναι τοῦ ἡγουμένου, οὐκ ἄρα καλῶς ἐλάβετε τῶ Δίωνα τεθνάναι ἡγουμένῳ ἑπόμενον τὸ τοῦτον τεθνάναι· ἐπὶ πλεῖον γὰρ τὸ Δίων τέθνηκε’ τοῦ ‘οὗτος τέθνηκε’. τὸ μὲν γὰρ ‘Δίων τέθνηκεν’ ἐπὶ πλείονος χρόνου λαμβάνεται, ἐπί τε τοῦ κατὰ τὸ ζῆν καὶ ἐπὶ τοῦ κατὰ τὸ τεθνάναι. τὸ δὲ ‘οὖτος’ ἐπὶ μόνου τοῦ τῆς ζωῆς χρόνου· ἐπὶ πλεῖον ἄρα τοῦ ‘οὖτος’ τὸ ‘Δίων’. διὰ τοῦτο ἄρα δυνατῷ τι ἔδοξεν ἀδύνατον ἕπεσθαι, διὰ τὸ τὴν ἀκολούθησιν μὴ κυρίως ληφθῆναι, ὡς ἂν εἰ ἐλέγομεν ἐπὶ ἀνθρώπου ἱεῖ ζῶόν ἐστιν οὗτος, καὶ ἵππος ἐστίν’. ὥσπερ οὗν εἰ τοῦ Δίωνος ὁμωνύμου ὄντος ἐλέγομεν ἀπλῶς οὕτως εἰ Δίων τέθνηκεν’, ὁ δὲ τεθνηκὼς τύχοι ὢν φέρε εἰπεῖν ὁ ἐκ Θετταλίας, εἶτα ἐπιφέρωμεν ‘οὖτος ὁ Δίων τέθνηκεν᾿, οἷον ὁ ἐξ Ἀθηνῶν, ἐδείκνυμεν ἀδύνατόν τι τῷ ἡγουμένῳ ἀκολουθεῖν, τὸν μὴ τεθνηκότα Δίωνα ἀποθανεῖν, τοῦ παραλογισμοῦ δι’ οὐδὲν ἕτερον γενομένου μένου ἢ διὰ τὸ τὸν ἡγούμενον ὁμώνυμον λαβεῖν καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τὸν δὲ ἑπόμενον μερικόν, οἷον ἐπὶ τοῦ Ἀθηναίου, οὕτω κἀνταῦθα λέγομεν [*](1 τὸ — τῶ t γὰρ BSV: οὑν t 3 τὸ γὰρ—5 ἀδύνατον oin. Β au γὰρ οὗτος ? ὑπάρχον Sb: ὑπάρχει Vt 4 σημαίνει St: σημαῖνον V 5 τούτω—τὸ t 5. G δυνατῶ ὄντι BS: ὄντι ἀδύνατον V: δυνατὸν δηλονότι t 6 δυνατὸν τινὶ ἀκολουθεῖν V 7 ἔσται ἄρα t 8 ἀδύνατον ὄν om. Β 10 ἐπεὶ pr. V 12 κυρίως— 13 κύνα εἶναι iterat V, iterata del. V2 13 καὶ τὸ Β 14 λάβωμεν Β 15 post οὐκέτι add. δὲ t 16 τὸ ζῶον V post ἕπεται add. ἢ V ἅνθρωπος— τοιοῦτον Vt: τὸ ἄνθρωπον εἶναι ἡ ἵππον Β 17 τὸ ἡγούμενον t 18 ἐπεὶ Β τοῦ κατηγορουμένου t οὐκέτι ἄρα Β 18. 19 ἔλαβε τὸ γ’ 19 τούτω V 20 τὸ prius om. t τὸ (ante οὗτος) B 22 θνᾶναι V 23 τὸ (ante οὗτος) V post ἄρα add. τῶ Vt: om. BS ἔδοξεν ἀδύνατον ἕπεσθαι VS: inv. ord. Β: ἔδοξεν ἕπε- σθαι 1 -I εἰ S: om. BVt 25 οὗτος ἐστι Β ἵππος ἔσται Β οὖν εἰ] ἠ’ ἡ V 27 τύχη Β ἐπιφέροιμεν V οὕτως t ὁ BS: om. Vt 28 οἷον om. t ἀκολουθοῦν τῶ ἡγουμένω S an x003E; τὸν ? 30 τὸ e τοῦ corr. V2 τὸν BS: om. Vt 31 τὸν BS: τὸ Vt λέγει Β)
    167
    ὅτι δι’ οὐδὲν ἕτερον γέγονεν ὁ παραλογισμὸς ἢ διὰ τὸ τὸν ἑπόμενον μερικώτερον [*](XLIIv) λαβεῖν. καὶ ἄλλως δὲ οὐδέποτε ὁ ἡγούμενος ἀναιρεθεὶς συναναιρεῖ τὸν ἑπόμενον, ἀλλὰ τοὐναντίον ὁ ἑπόμενος τὸν ἡγούμενον ἀναιρεῖ· οἷον προηγεῖται ὁ ἄνθρωπος, ἕπεται τὸ ζῷον· ἀναιρεθεὶς ὁ ἄνθρωπος οὐ σὺν. ἀναιρεῖ τὸ ζῷον, τὸ δὲ ζῷον ἀναιρεθὲν συναναιρεῖ τὸν ἄνθρωπον. εἰ τοίνυν αὕτη ἡ φύσις τοῦ ἑπομένου ὥστε μὴ συναναιρεῖσθαι τῷ ἡγουμένῳ, κακῶς ἄρα ἐλάβετε τὸν ἑπόμενον ὅρον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου· ὅταν γὰρ εἴπωμεν ὅτι Δίων τέθνηκεν, ἀναιροῦμεν τὸ λέγειν ἐπὶ αὐτοῦ τὸ ‘οὖτος’, εἴγε τὸ ‘οὖτος’ δεικτικὸν ὂν ἐπὶ ὑφεστώτων πραγμάτων λέγεται, ὁ δὲ τεθνηκὼς οὐχ ὑφέστηκεν. κακῶς ἄρα λαμβάνομεν τὸν ἑπόμενον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου μὴ πεφυκότα συναναιρεῖσθαι τῷ ἡγουμένῳ ἀλλὰ τοὐναντίον τὸν ἡγούμενον ἑαυτῷ συναναιροῦντα. τοῦτο δὲ συμβαίνει διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, διότι βούλεται ὁ ἑπόμενος ἐπὶ πλέον εἰνὶ τοῦ ἡγονμένου. εἰ δὲ δύναται καὶ ἐπ’ ἴσης εἶναι, ὅτε καὶ ἰσοτίμως ἔχουσι πρὸς ἀλλήλους οἱ ὅροι, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, οὐδὲν ἡμῖν τοῦτο πρὸς τὸ προκείμενον, πλὴν ὅτι ἀδύνατον τὸν ἡγούμενον ἐπὶ πλέον εἶναι τοῦ ἑπομένου. πρὸς δὲ τούτοις κἀκεῖνο λέγομεν, ὅτι εἰ κατ’ αὐτοὺς τοὺς Στωτκοὺς τὰ ὀνόματα τὸ ἰδίως ποιὸν σημαίνουσιν, ἰδίως δὲ ποιόν φασι τὰ συμβεβηκότα τὰ χαρακτηρίζοντα ἑκάστην οὐσίαν, τὸ ἄρα Δίων ἀδύνατον φέρειν ἐπὶ τοῦ τεθνηκότος ἰδίως ποιοῦ μὴ ὄντος ἀλλ’ ἢ φθαρέντος ἢ ἐπὶ φθορὰν ὁδεύοντος· ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὴ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος ὅτι Δίων, εἰ ἀδύνατόν τι ἀκολουθεῖ, οὐδέν θαυμαστόν. εἰ δὲ λέγουσιν ὅτι κατὰ ἀναφορὰν λέγομεν τὸ Δίων, οἷον ὁ ποιὲ Δίων, φήσομεν καὶ ἡμεῖς ὅτι καὶ τὸ ‘οὖτος’ κατὰ ἀναφορὰν ληψόμεθα ‘ὁ ποτὲ οὖτος’, καὶ οὕτως οὐκ ἔσται ἀδύνατον ἀλλὰ δυνατὸν τὸ ἑπόμενον. καὶ γὰρ πολλὰ λέγομεν κατὰ ἀναφορὰν καὶ ἐπὶ τοῦ παρελθόντος καὶ ἐπὶ τοῦ μέλλοντος χρόνου, οἷον ὅταν εἴπωμεν ὅτι ὁ τάφος οὗτος Ἀχιλλέως ἐστί, πολλάκις μηδὲ τοῦ τυχόντος λειψάνου τῶν ὀστῶν Ἀχιλλέως ἐν τῷ τάφῳ ὄντος, ἀλλὰ δῆλον ὅτι τοῦ ποτὲ Ἀχιλλέως ὄντος· πάλιν οἰκίας οἰκοδομουμένης λέγομεν ὅτι ὁ οἶκος οὗτος Πλάτωνός ἐστιν οἶκος, ἀλλὰ δῆλον ὅτι ὁ ἐσόμενος οἶκος.

    Ὃτι μὲν οὖν οὐκ ἐγχωρεῖ δυνατοῦ ὄντος τοῦ προηγουμένου τὸ ἑπόμενον εἶναι ἀδύνατον, δῆλον. ἐγχωρεῖ δὲ δυνατοῦ ὄντος τοῦ ἑπομένου τὸ προηγούμενον εἶναι ἀδύνατον, ὡς εἴ τις λέγων ἑαυτὸν ὄνον εἶναι ἐπιφέροι ὅτι καὶ ζῷον εἴη· ἐν τούτοις | γὰρ τὸ μὲν ἑπόμενον [*](XLIIIr) [*](2 καὶ om. Β 3 ἀλλ’ ὁ Β 7 ἐλάβετε V: ἐλάμβανε Β: ἔλαβε t 8 εἴπομεν t ὅτι om. V: ὁ S 10 ἄρα om. V τὸν pr. V: τὸ BSt, corr, V 11 πεφυκότα scripsi: πεφυκότος BVt: πεφυκὸς S 12 συναναιρεῖν Β 13 πάλιν om. Β διότι BS: ὅτι Vt 15 ὡς] καὶ V post ἡμῖν add. ἐστὶ Β 16 τὸν S: τὸ BVt ἐπέλαττον B 17 εἰ] οἱ Β 18 ποιὸν σημαίνουσιν SVt: ποσὸν σημαίνει Β imnio ποιά φασὶ Β: φησι Vt 20 μὴ ὄντος ποιοῦ Β supra φθορὰν - δία Β2 22 ἀκολουθεῖν Bl 24 καὶ οὗτος t: καὶ οὗτος καὶ οὕτως B 25 ἐστιν Β τὸ ἑπόμενον S : om. BVt πολλάκις B 27 ὅτι om. SV 28 ὀστῶν BS: ὀστέων Vt 28. 29 ἀλλὰ ὄντος om. V 29 λέγω Β 31 οὖν om. V 32 εἶναι ἀδύνατον SVt: inv. ord. Β 34 ἐπιφέροι t: ἐπιφέρει BSV ταὐτοῖς sic V post γὰρ del. τὸν ἄνθρωπον εἶναι ὄνον (e p. 168,1.2 illata) V)

    168
    δυνατόν, τὸ δὲ προηγούμενον ἀδύνατον· ἀδύνατον γὰρ τὸν ἄνθρωπον ὄνον [*](XLIIΙr) εἶναι· ἕπεται δὲ τῷ ὄνον εἶναι τὸ ζῷον εἶναι, καὶ δυνατὸν τὸν ἄνθρωπον ζῷον εἶναι· ὥστε ἀδυνάτῳ δυνατὸν ἕπεται. οὕτω καὶ ὁ Αριστοτέλης ἐν τῷ δευτέρῳ βιβλίῳ δείκνυσι ψευδέσι προτάσεσιν ἀληθὲς συμπέρασμα ἀκολουθοῦν, ὡς εἴ τις λέγοι ‘ὁ ἄνθρωπος κύων, ὁ κύων ζῷον, ὁ ἄνθρωπος· ἄρα ζῷον’. ἐν τούτοις δὲ οὐκ ἔχει τὸ κῦρος τοῦ συμπεράσματος ὁ μέσος ὅρος, ὥσπερ χρὴ τὰς συλλογιστικὰς ἔχειν προτάσεις, ἀλλὰ διὰ τὴν φύσιν τῶν ἄκρων τὸ συμπέρασμα συνῆκται.

    Ὀκτὼ δὲ συζυγιῶν ἐκ τοῦ δυνατοῦ καὶ ἀδυνάτου γινομένων καὶ ἑπομένου καὶ προηγουμένου ἀνάγκη τοῦ προηγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον] ἕπεσθαι ἢ τὸ δυνατὸν ἢ τὸ ἀδύνατον· πάλιν τοῦ δυνατοῦ ἑπομένου τὸ προηγούμενον ἢ δυνατὸν ἔσται ἡ ἀδύνατον. καὶ οὕτω μὲν τέσσαρες τοῦ δυνατοῦ ἢ προηγουμένου ἢ ἑπομένου. ἐὰν δὲ πάλιν λάβωμεν τὸ ἀδύνατον ἡγούμενον, ἀνάγκη τὸ ἑπόμενον ἡ καὶ αὐτὸ ἀδύνατον εἶναι ἢ δυνατόν· πάλιν ἐὰν λάβωμεν τὸ ἑπόμενον ἀδύνατον εἶναι, τὸ ἡγούμενον ἢ ἀδύνατον ἔσται ἢ δυνατόν. ὀκτὼ οὖν συζυγιῶν γινομένων ὅτι μὲν τοῦ δυνατοῦ ἡγουμένου πάντως τὸ ἑπόμενον δυνατὸν ἔσται καὶ οὐκ ἀδύνατον, δῆλον ἐξ ὧν ὁ Ἀριστοτέλης ἔδειξε· δῆλον δὲ ἐκ τούτων καὶ ὅτι τοῦ δυνατοῦ ἑπομένου ἐγχωρεῖ δυνατὸν εἶναι τὸ προηγούμενον, ἀδυνάτου δὲ τοῦ ἑπομένου ὄντος οὐκ ἐγχωρεῖ δυνατὸν εἶναι τὸ προηγούμενον. ὥστ’ ἔχομεν τέσσαρας συζυγίας ἀποδεδειγμένας. ὅτι δὲ ἀδυνάτου ἡγουμένου δυνατὸν ἕπεσθαι ἐγχωρεῖ, ἡμεῖς ἐδείξαμεν· καὶ ἐκ τούτου δῆλον ὅτι δυνατοῦ ἑπομένου ἀδύνατον ἐγχωρεῖ προηγούμενον εἷναι. ὥστ’ ἔχομεν ἓξ συζυγίας. πάλιν ἀδυνάτου προηγουμένου οὐδὲν θαυμαστὸν ἀδύνατον ἕπεσθαι καὶ ἑπομένου προηγεῖσθαι. ὥστ’ ἔχομεν τὰς ὀκτὼ συζυγίας.

    p. 34a 12 Δεῖ δὲ λαμβάνειν μὴ μόνον ἐν τῇ γενέσει τὸ δυνατὸν καὶ ἀδύνατον ἀλλὰ καὶ ἐν τῷ ἀληθεύεσθαι καὶ ἐν τῷ ὑπάρχειν καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατόν· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει.

    Δείξας ὅτ’,. τοῦ ἡγουμένου δυνατοῦ ὄντος ἀνάγκη καὶ τὸ ἑπόμενον εἶναι δυνατόν, διὰ τούτων φησὶν ὅτι ἡ ἀκολούθησις αὕτη οὐ μόνον ἐπὶ τοῦ κυρίως δυνατοῦ ὑπάρχει, ὅπερ φησὶ κατὰ τὴν γένεσιν, τουτέστι τὸ μήπω [*](1. 2 ὄνον εἶναι BS: inv. ord. Vt t 2 δὲ om.. V 3. 4 ἐν τῷ δευτέρῳ βιβλίῳ] c 2 p. 53b26sq. 4. 5 ἀκολουθεῖν Β 5 λέγοι St: λέγει BV post λέγ’. add. ὅτι Vt: otu. BS 6 ἄρ om. B 9 ἀδυνάτου — δυνατοῦ V γενομένων t 10 τοῦ om. t τὸ ἑπόμενον delevi 12 μὲν om. Β 13 προηγουμένου — ἑπομένου Β.. inv. ord. Vt ἐὰν δὲ Vt: εἰ Β τὸ Bl: τὸν 2 posl ἡγούμενον del. ἀδύνατον Β 14. 15 πάλιν - εἶναι] ὀκτὼ οὑν συζυγίας γινομένων ὅτι μὲν τοῦ δυνατοῦ (e vs. 15. 16 illata) del. V IT δῆλον— ἕδειξε iterat Β 18 τοῦ ἀδυνάτου Β post ἑπομένου add. οὐκ Β 23 συζυγίας ἕξ 24 ἑπομένοις V 26 ἐν τῆ γενέσει μὴ μόνον Β 28 post ὁσαχῶς add. ἀπλῶς t ἀδύνατον V post δυνατόν add. καὶ t 31 ὃ B post γένεσιν del. αὐτοῦ V)

    159
    μὲν ὂν δυνάμενον δὲ ὑπάρχειν, ὅπερ εἰς ταὐτὸν ἔρχεται τῷ κυρίως ἐνδεχομένψ. [*](XLIIIr) ἀδύνατον δὲ ἐν τῇ γενέσει οἷον τὸ ἐν τῷ βυθῷ ὄστρακον γενέσθαι ὁρατόν, ἀδύνατον δὲ οὐ τῇ φύσει ἀλλὰ τῇ γενέσει. οὐ μόνον οὖν, φησίν, ἐπὶ τούτου φυλάττεται ἡ ἀκολούθησις αὕτη ἀλλὰ καὶ ἐν τῷ δυνατῷ τῷ κατὰ τὸ ἀληθεύειν, τουτέστι τῷ κατὰ τὸ ἀναγκαῖον· εἴπομεν γὰρ πολλάκις ὅτι τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον φέρεται καὶ ἐπὶ τοῦ ἀναγκαίου καὶ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς φαμὲν δυνατὸν τὸν ἥλιον ἐν κριῷ γενέσθαι καίτοι ἀναγκαῖον <ὄν>, καὶ τὸν Σκύθην δυνατὸν λευκὸν εἶναι ὑπάρχον. ἢ γὰρ δυνατὸν πάντως ἢ οὐ δυνατόν· ἀλλὰ μὴν τὸ οὐ δυνατὸν ψεῦδος· δυνατὸν ἄρα. ἀδύνατον δὲ ἐν τῷ ἀληθεύεσθαι τὸ κυρίως ἀδύνατον. ’τον. ἐν δὲ τῷ ὑπάρχειν * * ὁμοίως, φησίν, ἡ ἀκολούθησις τοῦ δυνατοῦ καὶ ἐπὶ τοῦ κατὰ τὸ ἀναγκαῖον καὶ ἐπὶ τοῦ κατὰ τὸ ὑπάρχον ἔσται. ἐπειδὴ δὲ τὸ ἀναγκαῖον ἀεὶ ὡσαύτως ἔχει καὶ ὁ περὶ αὐτοῦ τι λέγων πάντως ἀληθεύει, διὰ τοῦτο βουλόμενος τὸ κατὰ τὸ ἀναγκαῖον δυνατὸν σημᾶναι τὸ ἐν τῷ ἀληθεύεσθαί φησι. τὸ δὲ καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατὸν προσέθηκεν, ἵνα σημάνῃ τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπ’ ἴσης, τό ἐπ’ ἔλαττον. Διόδωρος δὲ ἄλλα τινὰ τοῦ δυνατοῦ σημαινόμενα εἶναί φησι· φησὶ γὰρ δυνατὸν εἶναι ἡ τὸ ἐκβεβηκὸς ἤδη, ὅπερ φαμὲν ἡμεῖς ὑπάρχον, ἢ τὸ δυνάμενον ἐκβῆναι μήπω δὲ ἐκβεβηκός. ὁ δὲ Φίλων φησὶ δυνατὸν εἷναι ἢ τὸ ἐκβεβηκὸς ἢ τὸ δυνάμενον ἐκβῆναι μηδέποτε δὲ ἐκβαῖνον, ὥσπερ λέγομεν αἰσθητὸν εἶναι τὸ ἐν τῷ βυθῷ ὄστρακον. ὁ δὲ Ἀριστοτέλης μέσον τούτων χωρήσας τὸ κυρίως τοῦ δυνατοῦ σημαινόμενον ἡμῖν παραδέδωκεν, ὃ μήπω μὲν ἐξέβη δύναται δὲ ἐκβῆναι.

    p. 34a 16 Ἕ΅τι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν· οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν.

    ᾿Επειδὴ οὐχ ὡς ἐπὶ προτάσεων πλειόνων ἐγύμνασε τὸν λόγον ἀλλ’ ὡς ἐπὶ δύο ὅρων ἀντιστρεφόντων πρὸς ἀλλήλους, διὰ τοῦτο ταῦτα ἐπήγαγε λέγων ὅτι οὐχ ὡς ἐπὶ μιᾶς προτάσεως λαμβάνομεν τὴν δεῖξιν ταύτην ἀλλ’ ὡς ἐπὶ συλλογισμοῦ · λαμβάνομεν γὰρ τὸ μὲν Α ἀνάλογον ταῖς προτάσεσι, τὸ δὲ Β τῷ συμπεράσματι. ἀνάγκη οὖν, φησί, δυνατῶν οὐσῶν τῶν προμὲν [*](1 Β: om. Vt ὃ Β τὸν αὑτὸν t 1. 2 post ἐνδεχομένῳ add. καὶ τὸ δυνατὸν φύσει t 2 ἀδύνατον alt. deleverim 3 ἀδύνατον — γενέσει Vt: ἀλλὰ τῆ γενέσει ἀδύνατον οὐ τῆ φύσει Β 1 οὖν Vt: δὲ Β ἡ ἀκολούθησις αὕτη ἐπὶ τούτου φυλάττεται V 5 τὸ (post τουτέστι) V εἴπομεν] cf. p. 148,1 sq. 7 post ἀναγκαίου del. καὶ τοῦ ἀναγκαίου Β ἐπὶ om. B φασὶ Β 8 ἤτοι Β ὄν addidi: fort, etiam postg 9 ὑπάρχον addendum 11 ὑπάρχοντι Β lac. indicavi; suppli διὸ καὶ 13. 14 ἀληθεύσει B 16 post ἐπίσης add. καὶ Β 17 ἀδυνάτου t φησι prius om. Β 18 ἤδη ἐκβεβηκός Β ὅπερ ὑπάρχον om. B ἕφαμεν t 19 μἡπω- 20 ἐκβῆναι om. Β εἶναι t: οὖν V 20 μὴ ὅτε V λέγεται Β 21 μέσος Vt 21. 22 χωρήσας τούτων Β 22 χωρίσας t 23 δυνατὸν V ἐκβῆναι om. Β 24 τὸ V Arist.: τε Bl 25 ὑπολαμβάνειν t οὐ γάρ κτλ. om. Β 30 ἀνάλογον BS: ἀναλογοῦν Vt)

    170
    τάσεων δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα· ἀδύνατον γὰρ συμπέρασμα δυναταῖς [*](XLIIIr) προτάσεσιν οὐδέποτε ἀκολουθεῖ.

    Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος φησί, τουτέστιν ἑνός τινος ἡγουμένου οὐδὲν συμπέρασμα ἀκολουθήσει. τί οὖν; οὐκ ἀνθρώπου ὄντος ἀνάγκη εἶναι ζῷον; ἀλλ’ οὐκ ἐπὶ τούτων φησὶ τῶν ἀκολουθήσεων ἀλλ’ ἐπὶ τῶν συλλογιστικῶν, ὡς εἶπον. ὅτι μιᾶς προτάσεως οὔσης οὐκ ἔσται τι συμπέρασμα, ἀλλὰ δεῖ τοὐλάχιστον δύο εἶναι τὰς προτάσεις, ὡς πολλάκις εἴρηται.

    p. 34a18 οἷον ὅταν αἱ προτάσεις οὕτως ἔχωσιν ὡς ἐλέχθη κατὰ τὸν συλλογισμόν· εἰ γὰρ τὸ Γ κατὰ τοὐ Δ, τὸ δὲ Δ κατὰ τοῦ Z, καὶ τὸ Γ κατὰ τοῦ Z ἐξ ἀνάγκης· καὶ. εἰ δυνατὸν δ’ ἑκάτερον, καὶ τὸ συμπέρασμα δυνατόν. |

    Λαμβάνει προτάσεις τὸ ΓΔ καὶ AZ, συμπέρασμα δὲ τὸ ΓΖ. ὅταν [*](ΧLIIIv) οὖν ὡς], φησίν, οὕτως συμπλακῶσιν ὥσπερ εἴπομεν κατὰ συλλογιστικὴν μέθοδον, ἀνάγκη καὶ τὸ συμπέρασμα ἕπεσθαι. οὕτω δὲ ἕπεται ὡς ἂν ἔχωσιν αἱ προτάσεις· δυνατῶν γὰρ οὐσῶν πᾶσα ἀνάγκη δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ εἰ ἀναγκαῖαι, πάντως ἀναγκαῖον.

    p. 34a25 τούτου δὲ δειχθέντος φανερὸν ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν ψεῦδος ἔστ’ αἰ καὶ οὐκ ἀδύνατον.

    Δειχθέντος, φησίν, ὅτι πάντως τοῦ ἡγουμένου δυνατοῦ ὄντος πᾶσα ἀνάγκη καὶ τὸ ἑπόμενον δυνατὸν εἶναι, ἐάν, φησίν, ὡς ἐν ὑποθέσει πᾶσαηγούμενόν τι λάβωμεν, ὅπερ ψεῦδος μέν ἐστι διὰ τὸ αὐτὸ τοῦτο κατὰ τὴν ὑπόθεσιν εἰλῆφθαι καὶ μήπω εἰς ἐνέργειαν ἐκβεβηκέναι, ἀδύνατον δὲ οὐκ ἔστι διὰ τὸ δύνασθαι εἰς ἐνέργειαν ἐκβῆναι, δῆλον ὅτι καὶ τὸ ἑπόμενον τούτῳ ψεῦδος μὲν ἔσται, ἀδύνατον δὲ οὐκ ἔσται. οἷον εἰ καθημένου Σωκράτους εἴποιμι ὅτι, εἰ βαδίζει Σωκράτης, ἐξ ἀνάγκης καὶ κινεῖται, λαμβάνω προηγούμενον μὲν τὸ Σωκράτην βαδίζειν, ὅπερ ψεῦδος μέν ἐστιν (ὑπόκειται [*](1 ἀδύνατον γὰρ Β: καὶ ἀδύνατον SVt 1. 2 post δυναταῖς add. ταῖς BVt: ora. S 2 ἀκολουθεῖ BS: ἀκολουθεῖν Yt 3 ἐστιν οὐδὲν Β Arist.: ἔσται τι Vt 4 τινος om Β 5 ἀναγκαῖον Β 8 πολλάκις] velut p. 22,10 64,16 εἰρήκαμεν Β 9 ἔχουσιν V εἴρηται Β 11 δ’ om. B(C) ἑκάτερα pr. V 12 post δυνατὸν add. ἔσται V: ante δυνατὸν add. t: ora. Β Arist. 13 λαμβάνειν V post λαμβ. add. δὲ Vt 14 ὡς Bt: ὥσπερ V: delevi ὥσπερ SVt: ὡς Β 16 δὲ B 17 καὶ εἰ BS: ἴ’ δὲ Vt ἀναγκαῖαι BV: ἀναγκαῖα t post πάντως add. καὶ t 18 ὑποτιθέντος V 21 τοῦ ἡγουμένου πάντως Β πᾶσα om. Β 22.23 προηγούμενόν τι λάβωμεν SVt: inv. ord. Β 23 ὃ Β τὴν om. S 24 post καὶ add. τὸ Vt: ora. BS 25 post δύνασθαι add. καὶ Β ἐκβῆναι BS: ἐκβεβηκέναι Vt δῆλον ὅτι S: διὸ Β: δι’ ὅτι Vt 26 μὲν om. V οὐκ ἔσται SVt: οὔ Β 26. 27 σωκράτης pr. V, corr. V2 27 εἴποιμεν B σωκράτης om. Β ἐξ ἀνάγκης S: ἀνάγκη BVt καὶ om. V 28 σωκράτην βαδίζειν BS: inv. ord. Vt ὃ Β)

    171
    γὰρ καθήμενος), οὐ μέντοι ἀδύνατον· οὐκοῦν καὶ τὸ ἑπόμενον τούτῳ, τὸ [*](XLIIIv) κινεῖσθαι αὐτόν, ψεῦδος μέν, οὐ μὴν καὶ ἀδύνατον. καὶ πάλιν τὸ λέγειν μὴ οὔσης ἡμέρας ἱεῖ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν’, ὁμοίως, καὶ τὸ ἑπόμενον καὶ τὸ ἡγούμενον ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. εἰ γὰρ πάντως μὲν ἕπεται, φησί, τῷ Α τὸ Β, τὸ δὲ Α ἐστὶ δυνατόν, ἀνάγκη πᾶσα καὶ τὸ Β εἶναι δυνατόν· εἰ γὰρ ἀδύνατον εἴη τὸ Β, ἕπεται δὲ τῷ Α, τὸ αὐτὸ καὶ δυνατὸν καὶ ἀδύνατον ἔσται. εἰ μὲν γὰρ ἕπεται τῷ Α, ἐξ ἀνάγκης δυνατὸν ἔσται· ἔστι δὲ καὶ ἀδύνατον, ὡς ἡ ὑπόθεσις τῶν οὕτω βουλομένων· τὸ αὐτὸ ἄρα δυνατὸν καὶ ἀδύνατον ἔσται καὶ ὂν καὶ μὴ ὄν, ὅπερ ἄτοπον. ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι τῷ δυνατῷ ἀδύνατον ἀκολουθεῖν· οὐκοῦν ἀληθὲς τὸ τῷ δυνατῷ πάντως δυνατὸν ἀκολουθεῖν, ὅπερ ἔδει δειςαι.

    p. 34a34 Διωρισμένων δὲ τούτων ὑπαρχέτω τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω· ἀνάγκη οὖν τὸ Α παντὶ τῆ Γ ἐνδέχεσθαι ὑπάρχειν.

    Λοιπὸν ἐντεῦθεν τὰς προτάσεις ἡμῖν παραδίδωσι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, καὶ φησὶν ἐνδεχόμενον συνάγεσθαι τὸ συμπέρασμα. παραδίδωσι δὲ πρῶτον τὴν ἐκ δύο καθόλου καταφατικῶν. δείκνυσι δὲ αὐτὴν οὕτως. τὸ Α, φησίν, ὑπαρχέτω παντὶ τῷ Β, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ· λέγω, φησίν, ὅτι συνάγεται τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν. εἰ γάρ τις φαίη ψεῦδος εἶναι τοῦτο τὸ συμπέρασμα, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς εἶναι δώσει τὸ οὐκ ἐνδέχεται παντί’· ὑποκείσθω οὖν τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. ἐπειδὴ τοίνυν τὸ ‘οὐκ ἐνδέχεται παντί’ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί’ ὃ γὰρ οὐκ ἐνδέχεται παντί, τοῦτο ἀνάγκη μὴ παντί· εἰ γὰρ οὐκ ἐνδέχεται παντὶ ζῴῳ δίποδι εἶναι, ἀνάγκη μὴ πᾶν ζῷον δίπουν εἶναι), εἰ τοίνυν ἰσοδυναμεῖ, ὑποκείσθω τὸ Α τῷ Γ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν. πάλιν ἐπειδὴ τὸ Β ὑπόκειται παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, ὑποκείσθω τὸ ἐνδεχόμενον ἐκβεβηκὸς καὶ γινόμενον ὑπάρχον· τοῦτο γὰρ εἰ καὶ ψεῦδος, ἀλλ’ οὖν οὐκ ἀδύνατον. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ B παντὶ τῷ Γ ὑπάρχει, γίνεται τὸ τρίτον σχῆμα ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως· ἐδείχθη δὲ ὅτι ἐν τρίτῳ σχήματι, ὅταν ἡ μὲν μείζων [*](1 post ἀδύνατον superscr. βαδίζειν V2 τοῦτο pr. V τὸ alt. BS: om. Vt 2 posl μέν add. ἐστι Vt: om. BS καὶ prius BSV: δὲ t 3 ἐστιν utrumque habct S: prius om. Β: alt. om. Yt γῆς V fort, ὅμοιον x003E; 4 ἡγούμενον — ἑπόμενον Vt 5 ἕπεται μὲν S φησί om. Β πᾶσα om. Β 6 εἶναι δυνατόν SVt: inv. ord. Β εἴη SVt: ἐστὶ Β 10 ἀκολουθεῖν S: ἀκολουθοῦν BVt 11 τὸ SVt: om. Β τῷ δυνατῷ πάντως δυνατὸν Β: τῶ ἀδυνάτω πάντως ἀδύνατον S: δυνατὸν τῶ δυνατῶ V: δυνατὸν t 12 μίξις ὑπάρχοντος τοῦ ἐνδεχομένου ἐν πρώτω σχήματι inscr. V 13 παντὶ τῷ γ τὸ ά t 1(5 ἥσσονος Β 18 αὐτὴ V 20 εἵπη Β 21 ἀντιφατικὸν V 22. 23 ἐπειδὴ — ἐνδέχεται παντί om. V ἐπειδὴ τοίνυν St: ἐπεὶ δὲ Β 26 ὑπάρχον t: compend. Β ἐπεὶ Β 28 immo γενόμενον 30 ὑπάρχει scripsi: ὑπάρχειν Vt: compend. Β 30. 31 ἀναγκαίας (compend. Β) — ὑπαρχούσης προτάσεως BS: ἀναγκαίων ὑπαρχουσῶν προτάσεων Vt 31 ἐδείχθη] c. 11 p. p. 31b38sq. ἐν τρίτω σχ ὅτι Β ὁ μὲν t)

    172
    ἀναγκαία ᾖ μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου ὑπάρχουσα καταφατική, [*](XLIIIv) μερικὸν ἀποφατικὸν ὑπάρχον συνάγεται συμπέρασμα· τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει. ὑπέκειτο δὲ καὶ παντὶ ὑπάρχειν· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπάρχει, ὅπερ ἀδύνατον. πόθεν οὖν τὸ άδύνατον ἠκολύθησεν; λέγω ὅτι παρὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν. εἰ τοίνυν τῇ ὑποθέσει ταύτῃ ἀδύνατόν τι ἠκολούθησε, ψεῦδος ἄρα τὸ λέγειν ὅτι τὸ ‘οὐκ ἐνδέχεται παντί’ συνάγεται· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ἐνδέχεσθαι παντί, ὅπερ ἔδει δεῖξαι.

    Ἀποροῦσι δέ τινες πρὸς ταύτην τὴν δεῖξιν τοῦ Ἀριστοτέλους, ὧν τὴν ἀπορίαν ἄξιόν ἐστιν ἐπισκέψασθαι οὐκ ἀφυῶς ἔχουσαν. φασὶ γὰρ ὅτι οὐδὲν ἀδύνατον συμβαίνει, ἐὰν ὑποθώμεθα συνάγεσθαι τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. τί γὰρ συνήγετο; ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει. ὑπῆρχε δὲ καὶ παντί. τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ τὸ αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν, οὐ μέντοι καὶ ἀδύνατον· εἰ γὰρ τὸ ὑπάρχον τοιοῦτόν ἐστιν ὡς καὶ ποτὲ δύνασθαι μὴ ὑπάρχειν, δυνατὸν ἄρα τὸ παντὶ ὑπάρχον ποτὲ καὶ μὴ παντὶ ὑπάρχειν. εἴπερ οὖν καὶ ὑμεῖς, φασί, μετελάβετε τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, ὅπερ ψεῦδος μέν ἐστιν οὐ μέντοι ἀδύνατον, τί ἄτοπον, εἰ ἐκ προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ψευδὲς συναχθείη συμπέρασμα καὶ οὐκ ἀδύνατον; τί οὖν πρὸς ταῦτα ἡμεῖς λέγομεν; ὅτι ἡ μὲν μετάληψτς τῆς ἐνδε χομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἐπὶ τοῦ αὐτοῦ χρόνου XLIVr οὐδὲ μενούσης τῆς ἐνοδεχομένη] ἐνδεχομένη] γέγονε καὶ ὑπάρχουσα] τοῦτο γὰρ οὐ μόνον ἐστὶ ψεῦδος ἀλλὰ καὶ ἀδύνατον τὴν αὐτὴν ἐνδεχομένην τε ἅμα καὶ ὑπάρχουσαν εἶναι), ἀλλὰ μετελήφθη ἡ πρότασις ἀπὸ μέλλοντος χρόνου εἰς ἐνεστῶτα, εἴπερ ἡ μὲν ἐνδεχομένη τὸν μέλλοντα δηλοῖ, ἡ δὲ ὑπάρχουσα τὸν ἐνεστῶτα. τὸ τοίνυν μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, εἰ καὶ ψεῦδός ἐστι, διότι ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαμβάνομεν, οὐ μέντοι τοῦτο ἀδύνατον ἔσται τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι. ἐπὶ δὲ τῆς ΑΒ προτάσεως μενούσης αὐτῆς καθόλου καταφατικῆς ὑπαρχούσης καὶ μὴ μεταληφθείσης εἰς ἑτέραν συνήχθη ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπάρξει. κατὰ δὲ τὸν αὐτὸν χρόνον ἀδύνατον τὸ αὐτὸ τῶ ’ ὑπάρχον oia. Β post συνάγεται add. τὸ Vt: om. BS ἄρα] δ’ ut videtur, deletuin V 3 ὑπάρχειν t: ὑπάρχει V: om. Β 3. 4 ἄρα τῷ αὐτῷ om. Β 4 ὑπάρχει om. Β ἄτοπον Β οὖν SVt: δὲ Β 5 λέγω ὅτι παρὰ τὸ SVt: ἐκ τοῦ Β [*](6 τι om. Β ἔ τὸ λέγειν ὅτι nug. Β2 post λέγειν add. πάντως S 8 τὸ alt. om. V ὅπερ ἔδει δεῖξαι om. BS 9 ἀποροῦντες V 9. 10 τοῦ — ἐπισκέψασθαι om. Β 10 ἔχουσαν. φασὶ γὰρ Vt: λέγοντες B ὅτι om. V post οὐδὲν add. ἴσως S 11 γ΄ BS, superscr. V2: β΄ Vt 12 ὑπῆρχε SVt: ἦν Β 13 δὲ om. Β τὸ alt. V : om. Bt 14 μὴν Β ἀδυνάτοις pr. V, corr. V2 15 καὶ alt. Β: μὲν V: om. St 16 εἴπερ scripsi: ὥσπερ BSVt καὶ (superscr. V) ὑμεῖς υ ex η corr. V) φασιν SV: φασι καὶ ὑμεῖς Bt μεταλαμβάνετε e μεταλάβετε corr. V2 18 ψευδὲς συναχ· θείη συμπέρασμα BS: iuv. ord. Vt 19 τί om., λέγομεν ante οὖν colloc. Β 21 ἐνδεχομένη et καὶ ὑπάρχουσα delevi 23 καὶ superscr. V2 24 ἡ prius ex εἰ corr. V2 26 ἐστι om. t 27 ἔσται V2: γενέσθαι BSV1t ’t ποτὲ] πρότασιν Β 28 ά β΄] αὐτῆς t αὐτῆς SVt: om. Β 30 post ἡμᾶς add. τὸ Β 31 οὐ om. V ὑπάρχει S)

    173
    αὐτῷ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν· ὥστε οὐ μόνον ψευδὲς τὸ τοιοῦτον [*](XLIVr) ἀλλὰ καὶ ἀδύνατον.

    Ἵδωμεν οὖν πόθεν τὸ ἀδύνατον ἠκολούθησε. δύο ὑποθέσεων κειμέων, μένων, μιᾶς μὲν τῆς λεγούσης τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντί, ἑτέρας δὲ τῆς μεταλαμβανούσης τὴν ἐλάττονα πρότασιν ἐνδεχομένην οὖσαν εἰς ὑπάρχουσαν, πᾶσα ἀνάγκη διὰ τὴν ἑτέραν τούτων ἀκολουθῆσαι τὸ ἄτοπον. ὅτι μὲν οὖν διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἠκολούθησε τὸ ἀδύνατον, δῆλον· εἰ γὰρ δυνατόν ἐστι τὸ μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν καὶ οὐκ ἀδύνατον, ἐδείχθη δὲ μικρῷ πρότερον ὅτι οὐδέποτε δυνατῷ ὑποτεθέντι ἀδύνατόν τι ἀκολουθεῖ διὰ τοῦτο γὰρ καὶ προείληπται τὸ περὶ τούτου θεώρημα), δῆλον ἄρα ὅτι οὐ διὰ ταύτην τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἠκολούθησεν. οὐκοῦν λείπεται διὰ τὴν ἑτέραν τὴν τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντὶ λέγουσαν ὑπάρχειν. εἰ τοίνυν ψευδὴς ἠλέγχθη αὕτη ἡ ὑπόθεσις, δῆλον ὅτι τὸ ἀντικείμενον τούτῳ συνάγεται τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. ἴδωμεν δὲ καὶ τῆς Ἀριστοτλικῆς δείξεως τὴν ἀκολουθίαν· ἔχει γάρ τι καὶ ἀσαφέστερον.

    Μῆ γὰρ ἑ ἐνδεχέσθω. ἐκθέμενος τὰς προτάσεις καὶ εἰπὼν ὅτι τὸ ἐνδέχεσθαι παντὶ συνάγεται, κατασκευάζει τοῦτο τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ὑποτιθέμενος τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ οὐκ ἐνδέχεται παντί’.

    To δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον. ὑποθέμενος τὸ ἀντι- φατικῶς ἀντικείμενον τῷ συμπεράσματι μεταλαμβάνει καὶ τὴν ἐλάττονα πρότασιν τὴν ΒΓ εἰς ὑπάρχουσαν, ὥσπερ ἤδη εἴπομεν· τοῦτο γὰρ εἰ καὶ ψεῦδός ἐστιν, ἀλλ’ οὐκ ἀδύνατον. εἴπομεν δὲ ὅτι καὶ τὸ ‘ οὐκ ἐνδέχεται παντὶ τῷ Γ τὸ Α’, ὅπερ ἐξ ὑποθέσεως ἔλαβεν ὡς συναγόμενον, μεταλαμβάνει εἰς τὴν ‘ ἀνάγκη τινί’ ὡς ἰσοδυναμοῦσαν. καὶ τοῦτο μὲν αὐτόθεν οὐ φαίνεται ὁ Ἀριστοτέλης μεταλαμβάνων, ἐκ μέντοι τοῦ συμπεράσματος δῆλός ἐστι τοῦτο βουλόμενος· φησὶ γὰρ συμπεραίνων τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται ἀντὶ τοῦ ‘ οὐ παντὶ ὑπάρχει’· τὸ γὰρ ἐνδέχεται ἀντὶ τοῦ ‘ὑπάρχει’ εἶπε. καὶ ὅτι τοῦτό ἐστι συνάγων τὸ ἄτοπον, φησὶν ἁ ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν καὶ μὴν οὐχ ὑπέκειτο τὸ Α τῷ Β παντὶ ἐνδέχεσθαι) τὸ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἰπών. ὅπερ οὖν ἔλεγον, δῆλός ἐστι μεταλαμβάνων τὴν οὐχ ἐνδέχεται παντί εἰς τὴν ‘ἀνάγκη τινί’· ἐπεὶ εἰ μὴ μετελάμβανε, πόθεν δῆλον ἐν τρίτῳ σχήματι ἐκ τῆς μείεἵδωμεν [*](3 t 4 ἐνδέχεσθαι Β: ἐνδέχεται Vt cf. vs. 13 7.8 ὅτι— ἀδύνατον om. B 8 ἐστι om. Β 10 μικρῷ S: ἐκ μικρᾶς V: ἐν μικρῷ t: om. Β μικρῷ πρότερον] p. 34a5sq. δυνατοῦ ὑποτεθέντος Β 11 ἠλέγχθη St: ἐλέγχθη V: ἐδείχθη Β 15 ὃ Β εἰδῶμεν pr. V: εἵδομεν t 1 7 μὴ γὰρ ἐνδεχέσθω om. t καὶ alt om. V 18 συνάγεσθαι pr. V 19 ἀντικείμενον ἀντιφατικῶς Β 20 δέ ova. V παντὶ Β Arist: om. Vt 20.21 ἀντιφατικῶς V: om. Bl 22 εἰς Β: ε om. V ὥσπερ ἤδη εἴπομεν om. Β 23 ἐστιν om. Β posl δὲ add. οὕτως Β 24 ὡς BV: ὃ t 26 δῆλος Β: δῆλον Vt 27 ἐστι BV: ὅτι t τὸ Β Arist. : τὸ δὴ SVt 28 ἐνδέχεται alt. Β: ἐνδέχεσθαι S: ἐνδεχόμενον Vt 29 ὑπάρχει Β: ὑπάρχειν SVt εἰρήκαμεν Β συνάγον Β 30.31 ά τῶ β΄ ex ἄτοπον, ut videtur, con-. V 31 εἰπών S: φησίν BVt 32 δῆλος S: δῆλον Vt om. Β ἐστι V; ὅτι t: om. Β μεταλαμβάνει B 33 post δῆλον add. ὅτι S)

    174
    ζονος μερικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος ὑπαρχούσης καταφατικῆς τί [*](XLIVr) ἤμελλε συνάγεσθαι; οὐδὲ γὰρ εἶπε περὶ αὐτῶν· περὶ δὲ τῆς μίξεως τῆς ἀναγκαίας καὶ ὑπαρχούσης εἴρηται· διόπερ εἰς τὸ ὁμολοούμενον ἐκφεύγει.

    Ἀνάγκη ἄρα τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. εἰ γὰρ τῇ ὑποθέσει τῇ λεγούσῃ τὸ οὐκ ἐνδέχεται παντί συνάγεσθαι ἠκολούθησέ τι ἀδύνατον, τὸ τὸ Α τῶ Β καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν, ᾗ δὲ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ ψευδής ἐστι, δῆλον ὅτι τὸ ἀντικείμενον ἀληθὲς ἔσται τὸ ‘ ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. οὐ γὰρ δήπου, φησί, διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν τὸ ἀδύνατον συνῆκται· ψευδοῦς γὰρ οὕσης τῆς ὑποθέσεως καὶ οὐκ ἀδυνάτου οὐκ ἄν ποτε ἀδύνατον ἠκολούθησεν, ὡς δέδεικται· οὐκ ἄρα διὰ τοῦτο συνέβη τὸ ἀδύνατον.

    p. 34b 2 ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος ποιῆσαι τὸ ἀδύνατον θέντας τῷ Γ τὸ Β ὑπάρχειν.

    Ἑτέρως δείκνυσι τὸ ἀδύνατον ἀκολουθοῦν τῆ λεγούσῃ ὑποθέσει τὸ μὴ ἐνδέχεσθαι παντὶ συνάγειν τὴν προκειμένην πρότασιν. δείκνυσι δὲ τοῦτο μεταλαμβάνων ἑκατέραν τῶν προτάσεων εἰς τὴν ἑτέραν, λέγω δὲ τὴν μὲν μείζονα ὑπάρχουσαν οὖσαν εἰς ἐνδεχομένην τὴν δὲ ἐλάττονα ἐνδεχομένην οὖσαν εἰς ὑπάρχουσαν. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, τὸ δὲ B παντὶ τῷ Γ ὑπάρχει, συνάγεται συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· πρὸ μικροῦ γὰρ τοῦτο δέδεικται. ἀλλὰ μὴν ὑπέκειτο μὴ ἐνδέχεσθαι παντὶ ὑπᾶρχεν τῷ Γ τὸ Α, ὡς ἡ ὑπόθεσις· τὸ αὐτὸ ἄρα τῶ αὐτῶ καὶ ἐνδέχεται παντὶ καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον, τοῦ ἀδυνάτου πάλιν ἀκολουθήσαντος οὐ διὰ τὴν τῶν προτάσεων μετάληψιν αὗται γὰρ ψευδεῖς μὲν ἦσαν, οὐ μέντοι ἀδύνατοι, καὶ οὐδὲν ἀδύνατον δυνατῶ ἀκολουθεῖ, ὡς δέδεικται) ἀλλὰ δῆλον ὅτι διὰ τὸ ὑποθέσθαι μὴ ἐνδέχεσθαι τῷ Γ παντὶ τὸ Α ὑπάρχειν. καὶ ἠδύνατο μὲν ὁ φιλόσοφος μεταλαβὼν τὰς πρώτας προτάσεις αὐτόθεν τὸ ἐνδέχεσθαι παντὶ δεῖξαι συναγούσας τοῦτο γὰρ καὶ συνῆγον) καὶ μὴ δεηθῆναι τῆς εἰς ἄτοπον ἀπαγωγῆς· ὅμως ἐκ περιουσίας ποιῶν ὑπέθετο καὶ τὸ ἀντικείμενον καὶ ἔδειξε τοῦτο ἀδύνατον. ἰστέον δὲ ὅτι οὐκ ἔστιν αὕτη κυρίως εἰς ἀδύνατον [*](XLIv) [*](1 ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης ὑπάρχον τι S (uude fort. καθόλου addendum) καταφατικὸν V 2 ἔμελλε V οὐδὲ Β: οὐδέν SVt post γὰρ add. οὐδέπω S μείξεως Vt 3 καὶ ora. V διὸ Β καταφεύγει Β 4 post ἐνδέχεσθαι add. ὑπάρχειν Β 6 τὸ om. t τῶ β͂ τὸ ἁ Β ἧ Vt: εἰ Β ὑποθέσει V: ἡ ὑπόθεσις Β, om. ἡ t 7 τι om. Vt ἐστιν ἔσται t) ἀληθὲς Vt 7. 8 ἐνδέχεται Β2: ἐνδέχεσθαι ’Vt 8 ὃ B γὰρ διὰ τὴν μετάληψίν φησι Β 9 τὴν om. Β 11 ὡς δέδεικται om. Β 16 λαμβάνων t 17 post εἰς add. τὴν S τὴν δὲ t: καὶ τὴν BS: τὴν v post ἐλάττον del. εἰς Β2 18 εἰς om. V: εἰς τὴν S 20 πρὸ μικροῦ] p. 33b33sq. sM. τοῦτο γὰρ t ἀλλὰ om. pr. Β 22 τῷ—οὐκ μὴ V) SVt: καὶ παντὶ καὶ οὐ παντὶ Β παντί alt. SV: om. Bt 24 post οὐδὲν add. ὃν t 25 ante δυνατῷ add. τῶ Vt: om. BS ὡς δέδεικται om. Β 27 αὐτόθεν St: αὐτόθι V: compend. Β 28 γὰρ συνῆγον καὶ μὴ δεηθεῖσαι S 29 καὶ prius om. t 30 δὲ superscr. V post κυρίως add. ἡ SV)

    175
    ἀπαγωγή· ἡ γὰρ εἰς ἀδύνατον ἀπαγωγὴ ὑποθεμένη τὸ ἀντικείμενον τῷ [*](XLIVv) ἐξ ἀρχῆς καὶ τοῦτο πρότασιν ποιησαμένη καὶ προσθεῖσα αὐτῇ τῶν ἀληθῶν τινα ἐξ ἀρχῆς κειμένων προτάσεων οὕτω δείκνυσι ἑπόμενον τὸ ἀδύνατον, ὡς πολλάκις διὰ τῶν προλαβόντων ἐδείξαμεν. ἐνταῦθα δὲ τὴν ‘οὐκ ἐνδέχεται παντί’ οὐκ ἐποίησε μέρος τοῦ συλλογισμοῦ, ἀλλὰ τὰς κειμένας προτάσεις ἀντιστρέψας καὶ μεταλαβὼν εἰς ἀλλήλας καὶ δείξας συναγόμενον τὸ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ἐπήγαγεν ὅτι, εἰ κατὰ τὴν ὑπό. θέσιν δῶμεν τὸ μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν συνάγεσθαι, εἰς ἀντίφασιν περιπεσούμεθα, ὅπερ ἀδύνατον. ἰστέον δὲ ὅτι, κἄν μίαν τῶν προτάσεων μόνην ἀντιστρέψωμεν πρὸς τὴν ἑτέραν, ὡσαύτως τὸ αὐτὸ δείξομεν ἀδύνατον γινόμενον· εἴτε γὰρ τὴν μείζονα ἐνδεχομένην ποιήσομεν, γίνεται ὁ συλλογισμὸς ἐξ ἀμφοτέρων ἐνδεχομένων καταφατικὸν ἐνδεχόμενον καθόλου συνάγων συμπέρασμα, καὶ πάλιν ἡ ἀντίφασις ἀκολουθήσει, εἴτε τὴν ἐλάττονα εἰς ὑπάρχουσαν μεταλάβωμεν, γίνεται ὁ συλλογισμὸς ἐκ δύο ὑπαρχουσῶν σῶν καθόλου καταφατικὸν ὑπάρχον συνάγων, καὶ ὁμοίως πάλιν τὸ ἄτοπον ἀκολουθήσει· τὸ αὐτὸ γὰρ τῷ αὐτῷ καὶ παντὶ ἢ ὑπάρχει ἢ ἐνδέχεται ὑπάρχειν καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον.

    p. 34b7 Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχειν μὴ κατὰ χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλ’ ἁπλῶς· διὰ τοιούτων οὕτων γὰρ προτάσεων καὶ τοὺς συλλογισμοὺς ποιοῦμεν.

    Ὅ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅταν λάβωμεν, φησί, καθόλου καταφατικὴν ὑπάρχουσαν πρότασιν, ὥσπερ νῦν λαμβάνομεν τὸ Α κατὰ παντὸς τοῦ Β κατηγορούμενον, οὐ δεῖ τὸ κατὰ παντὸς ἐν χρόνῳ λαμβάνεσθαι ἀληθεῦον ἀλλ’ ἀεί, ἐπεὶ ἀσυλλόγιστος ἔσται ἡ συζυγία· συνάξει γὰρ καὶ τὸ ἐξ ἀνάγκης οὐδενί. οἷον τί λέγω; ἐὰν λάβω ἄνθρωπον καὶ κινούμενον καὶ ἵππον (τούτοις γὰρ καὶ αὐτὸς κέχρηται τοῖς ὅροις) καὶ εἴπω οὕτως ‘ὁ ἄνθρωπος παντὶ κινουμένῳ ὑπάρχει’ ὑποκείσθω γὰρ μόνα τὰ κινούμενα ἀνθρώπους εἶναι), κινούμενον παντὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν’, συναχθήσεται ἄνθρωπος ἐξ ἀνάγκης μηδενὶ ἵππῳ ὑπάρχειν, ἐξ ὑπαρχούσης καὶ ἐνδεχο- [*](1 ἡ γὰρ — ἀπαγωγὴ Vt et om. εἰς ἁδύν. S: αὕτη Β τῷ Bt: τὸ V: τῶ συμπερά- σματι τῶ S 2 post αὐτῇ add. τί Β: μίν superscr. Va ἀληθὲς, ut videtur, pr. V, corr. V2 ’-’ 3 τινα S: καὶ BVl ἑπόμενον otu. V: ἐσόμενον, sed post ἁδύν. t τὸ ἑπόμενον S 4 ὡς — ἐδείξαμεν om. Β διὰ τῶν προλ.] velut p. 37,25 sq. 47,14 sq. 5 ἐποίησε Β: ἐποιήσατο V: ἐποίησας t ἀντικειμένας Β 7. 8 ἐπήγαγεν— ὑπάρχειν ora. Vt 8. 9 συνάγεσθαι— ἀδύνατον iterat, iterata del. V 9 post ἀντίφασιν add. φησι t: priore loco superscr. V2 ὃ Β κἂν BS: εἰ καὶ Vt 9. 10 μόνην τῶν προτάσεων li 10 ἀντιστρέψομεν SV post ὡσαύτως add. ἀπόχρη Vt: urn. BS δείξομεν BS: δεῖξαι Vt 11 γενόμενον t au ποιήσωμεν ? cf. vs. 14 12 καταφατικὸν SV: καταφατικῶν Bt cf. vs. 15 13 συμπέρασμα om. Β 14 μεταλάβομεν V 15 καθόλου καταφατικῶν ὑπάρχον καθόλου συνάγων S post συνάγων add. συμπέρασμα Vt: om. BS 16 ἀκολουθεῖ Β ἡ ὑπαρχόντως ἡ ἐνδεχομένως Β 17 καὶ scripsi: ἡ BSVi οὐκ SV: om. Bl 18 οὐ V 19 ἡ om. V post διὰ add. τῶν Vt: om. Β Arist 26 χρῆται B 29 ante ἅνθp. add. ὁ Β οὐδενὶ Β)

    176
    μένῃς προτάσεων καταφατικῶν ἀναγκαῖον ἀποφατικὸν συμπέρασμα. τοῦτο [*](XLIVv) δέ, φησί, συμβαίνει διὰ τὸ τὴν μείζονα πρότασιν ἐν χρόνῳ λαμβάνειν ἅλῳ θεύουσαν, ὅτε ἄνθρωποι μόνον ἐκινοῦντο. ὥστε, φησί, παραφυλακτέον τὸ τοιοῦτον ὡς μὴ κατὰ χρόνον ἀληθευούσας λαμβάνειν τὰς προτάσεις ἀλλ’ ἁπλῶς, τουτέστι καθόλου.

    p. 33b14 ἔτι ἔστω τὸ μὲν πρῶτον ζῷον, τὸ δὲ μέσον κινούμενον, τὸ δ’ ἔσχατον ἄνθρωπος.

    ῾Yπαλλάξας τὸν ἐλάττονα ὅρον, φυλάξας δὲ τὰς προτάσεις ὡς ἐξ ἀρχῆς κατά τε τὸ ποιὸν καὶ τοὺς τρόπους, δείκνυσι συναγόμενον καὶ τὸ παντὶ ἐξ ἀνάγκης· εἰ γὰρ τὸ μὲν ζῷον παντὶ κινουμένῳ ὑπάρχει, εἰ πάλιν τὰ κινούμενα μόνον ζῷα εἴη, κινούμενον δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, συνάγεται δῆλον ὅτι ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχειν. καὶ τὸ μὲν ἀντιφατικῶς ἀντικείμενον τῷ ἐνδέχεσθαι παντὶ τὸ ἐξ ἀνάγκης οὐδενί ἐστιν, ὅπερ ἔδειξεν ἐν τοῖς πρὸ τούτου ὅροις. ἐπειδὴ δὲ ὅλως εὐπόρησεν ὅρων συναγόντων ἀγόντων καὶ τὸ ἐξ ἀνάγκης παντί, τούτου χάριν καὶ τοῦτο ἐπήγαγεν πόθεν δὲ ὅλως εὐπόρησε τὸ ἐξ ἀνάγκης παντὶ συναγαγεῖν ; διότι ἔλαβε τὸν ἐλάττονα ὅρον εἶδος ὄντα τοῦ μείζονος. ὥστε δεῖ μήτε τὸν μείζονα ὅρον λαμβάνειν ὁριζόμενον χρόνῳ μήτε τὸν ἐλάττονα εἶδος ὄντα τοῦ πρώτου, ἐπεὶ οὐ συνάξομεν τὸ ἐνδεχόμενον.

    p. 34b19 Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ ΑΒ, καὶ εἰλήφθω τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ B παντὶ ἐνδεχέσθω ὑπάρχειν τῷ Γ. τούτων οὖν τεθέντων ἀνάγκη τὸ Α ἐνδέχεσθαι μηδενὶ τῷ Γ ὑπάρχειν.

    Εἰπὼν τὴν ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν νῦν τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης, καὶ συνάγει ἐνδέχεσθαι μηδενὶ τῷ Γ τὸ Α. δεῖ· κνυσι δὲ καὶ ταύτην τῇ αὐτῇ δείξει, λέγω δὴ τῇ μεταλήψει καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ. εἰ τὸ Α, φησί, μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, λέγω, φησίν, ὅτι καὶ τὸ Α οὐδενὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον [*](1 προτάσεων t: προτάσεως BV καταφατικῶν t: καταφατικῆς V: om. Β 3 ὅταν V 4 μὴ om. t λαβεῖν Β 5 τουτέστι Vt: ἤτοι B 6 et 7 τὸν δὲ V 8 ante ὑπαλλάξας add. τούτων Vt ἐναλλάξας Β 10 μὲν γὰρ τὸ V εἰ alt. om. V 11 ζῷα μόνον Vt 12 ὑπάρχει Bt 14 ὃ Β ἐπεὶ Β ηὐπόρησεν ex ἠπόρησεν corr. Β2: εὐπορήσομεν pr. V 15 καὶ τούτου V 16 ηὐπόρησε ex ἠπόρησε corr. Β2 16 17 ἐλάσσονα Β 22 ἀνάγκη] νάγκη add. Β2 24 τὴν piius V2: τὰ Β: τὰς Vt νῦν τίθησι e συντίθησι corr. Β2 τὴν alt. e τὸν, ut videtur, corr. V2 25 τῆς prius om. t 27 δὴ BS: δὲ Vt 29 λέγω, φησίν, ὅτι om. Β post γݲ alt. add. φησὶν 29. 30 ἐνδέχεται S, pr. V: ἐνδέχεσθαι lit, corr. V 30 δὲ V)

    177
    τὸ ‘ οὐκ ἐνδέχεται μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ’· τοῦτο δὲ πάλιν ταὐτόν XLIVv ἐστι τῷ ’ ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενὶ ὑπάρξαι, τοῦτο ἀνάγκη τινὶ ὑπάρχειν. εἰ δὲ καὶ μὴ μεταλαμβάνει τοῦτο πάλιν αὐτὸς διὰ τῶν προτάσεων, δῆλός ἐστιν ἐξ ὧν συμπεραίνει τοῦτο βουλόμενος. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη τινὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ μεταλαμβα- νέσθω γὰρ πάλιν ἡ ἐνδεχομένη εἰς τὴν ὑπάρχουσαν διὰ τὸ εὔσημον), τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον πάλιν ἠκολούθησεν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν· εἰ γὰρ καὶ ψευδὴς ἦν, ἀλλ’ οὐκ ἀδύνατος. δῆλον ἄρα ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ἀνάγκη τινὶ τῷ Γ | τὸ Α ὑπάρχειν’, ἤτοι ‘οὐκ ἐνδέχεται οὐδενἰ’· ταὐτὸν γάρ XLVr ἐστι. ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ "‘ἐνδέχεται μηδενί’, ὅπερ ἔδει δεῖξαι. καὶ δείξας διὰ τοῦ ἀδυνάτου ὅτι τὸ ‘ἐνδέχεται μηδενί’ συνάγει, ἐπάγει τούτοις καὶ φησὶν ὅτι τοῦτο τὸ συμπέρασμα οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, τουτέστιν οὐκ ἔστι τοῦτο τὸ ἐνδεχόμενον ὃ ὡρισάμεθα ἐξ ἀρχῆς, ὅπερ ἐλέγομεν καὶ ἀντιστρέ- φειν κατὰ τὰς καταφατικὰς καὶ ἀποφατικάς, ἀλλ’ ἔστι τοῦ μηδενὶ ἐξ ἀνάγκης, ὅπερ ἥμισύ φησιν εἶναι τοῦ ἐνδεχομένου. ὅπως δὲ ἔχει τοῦτο δείξομεν ὧδε ἐκθέμενοι ἐν διαγράμματι πάσας τὰς προτάσεις.

    οὐκ ἀνάγκη παντὶ οὐκ ἀνάγκη τινί οὐκ ἀνάγκη μὴ παντί ἐνδέχεται μηδενί ἐνδέχεται παντί δ’. , ἑαυτὴν μάχεται διὰ τὴν παντὶ μαχε ἀνάγκη παντί ἀνάγκη τινί ἀνάγκη μὴ παντί οὐκ ἐνδέχεται μηδενί ουκ ἐνδέχεται παντί

    Τὴν ‘ἐνδέχεται μηδενί’ βουλόμενος δεῖξαι συναγομένην ἔλαβε τὴν ἀντι- φατικῶς ἀντικειμένην ταύτῃ τὴν ‘οὐκ ἐνδέχεται μηδενί’, ἵνα δείξας ταύτῃ ἀδύνατόν τι ἀκολουθοῦν συνάξῃ τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην τὴν ἐνδέχεται μηδενί’. ἐπειδὴ δέ, ὡς εἴρηται, δείκνυται διὰ τοῦ τρίτου σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ λαμβανόντων ἡμῶν ὡς μίαν πρότασιν τοῦ συλλογισμοῦ τὸ ἐξ ὑποθέσεως λαμβανόμενον συμπέρασμα καὶ τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβανόντων, ἄδηλον δέ ἐστιν ἐν τρίτῳ σχῆ. ματι ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ποῖον γίνεται [*](2 τὸ V 3 λαμβάνει V: μεταλαμβάνῃ t 5 τῶν (post τινὶ) t ὑπάρχειν om. Β ὑπάρχει δὲ καὶ τὸ β Β 7 ἄρ alt. om. Β post ἄρα alt. add. τῶ αὐτῶ V, at cf. p. 179,11 8 τινὶ—οὐδενὶ SV: inv. ord. Bt 13 ὃ Β καὶ δείξας V: oin. Bt τὸ B: om. Vt 14 συνάγειν V post ἐπάγει add. δὲ Bt 15 τουτέστιν Vt: ἤτοι Β 16 ὡρισάμεθα SVt: διωρισάμεθα Β ἐξ ἀρχῆς (scil. c. 13 p. 32a18sq.) om. Β ἐλέγομεν] p. 32a29sq. 18 ὃ Β ὅπως] ὅπερ V 19 διαγράμμασι Β 20—24 St: om. BV 25 posl τὴν prius add. δὲ t βαλλόμενος pr. V 26 ταύτην (post ἀντικ.) V μηδενί V: οὐδενί BSt 27 συνάξει t αντικειμένην αὐτὴ Β 28 ἐπεὶ V 29 ὡς om. B 31 ἐστιν] ὅτι Β 32 post ποῖον add. τι t)

    178
    συμπέρασμα οὔπω γὰρ οὐδὲν εἴρηται περὶ αὐτῶν), διὰ τοῦτο μεταλαμβάνει [*](XLVr) τὴν ‘οὐκ ἐνδέχεται οὐδενί πρότασιν εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται οὐδενί, τοῦτο ἀνάγκη τινί. μεταλαμβάνων τοίνον τὴν ’ οὐκ ἐνδέχεται οὐδενί’ εἰς τὴν ‘ ἀνάγκη τινί’ καὶ δεικνὺς ταύτῃ τῇ ὑποθέσει ἀδύνατόν τι ἀκολουθοῦν, ὡς ἐδείξαμεν τὸ τὸ Α τῷ Β καὶ τινὶ καὶ οὐδενὶ ὑπάρχειν, καὶ διὰ τοῦτο ἐλέγχων ὡς ψευδῆ τὴν ὑπόθεσιν τὴν λέγουσαν ἀνάγκη τινὶ τῷ Γ τὸ Α ὑπάρχειν’ δείκνυσιν εἰκότως ἀληθῆ προσεχῶς τὴν ἀντικειμένην αὐτῇ τὴν οὐκ ἀνάγκη τινί’ καὶ διὰ τοῦτο τὴν ἐνδέχεται μηδενί’, ὅπερ ἐξ ἀρχῆς προὔκειτο δεῖξαι. τοῦτο δέ, φησί, τὸ ‘ἐνδέχεται μηδενί’ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἥμισυ τούτου, ὅπερ ἐστὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. πῶς καὶ τίνα τρόπον; ὅτι τῇ ‘ἐνδέχεται μηδενί’ ἀντίκειται δι’ ἑαυτὴν μὲν ἡ ‘ ἀνάγκη τινί’, διὰ δὲ τὴν ‘ ἐνδέχεται παντί’ ἰσοδυναμοῦσαν αὐτῇ ἡ ‘ ἀνάγκη μὴ παντί’. ὥστε αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου προτάσεις μάχονται τῇ ‘ἐνδέχεται μηδενί’, ἀλλ’ ἡ μὲν καταφατικὴ ἡ ‘ἀνάγκη τινί’ ὡς ἀντικειμένη αὐτῇ κατὰ πάντα, κατὰ ποσόν, κατὰ ποιόν, κατὰ τρόπον· ἡ δὲ ‘ἀνάγκη μὴ παντί’ ἀντίκειται μὲν τῆ τῇ ἐνδέχεται παντί’, ἐπεὶ δὲ ἰσοδυναμεῖ ἡ ‘ ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’, διὰ τοῦτο καὶ ἡ ἀνάγκη μὴ παντί’ μαχήσεται τῇ ‘ἐνδέχεται μηδενἰ’, ὥσπερ καὶ ἐν τῷ διαγράμματι πρόκειται. εἰ τοίνυν τῇ μὲν ‘ ἐνδέχεται οὐδενί’ ὡς μὲν καταφάσει ἀπόφασις μάχεται ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’, μάχονται δὲ κατά τε ποσὸν καὶ ποιὸν καὶ τρόπον ἀμφότεραι αἱ μερικαὶ τοὐ ἀναγκαίου προτάσεις κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ἄρα ὅτι ἡ ‘ οὐκ ἐνδέχεται οὐδενί περιέχει τὰς δύο μερικὰς τοῦ ἀναγκαίου προτάσεις. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, εὑρίσκομεν δὲ τῇ μὲν ‘ἀνάγκη κη τινί’ ὑποτιθεμέηῃ ἀδύνατόν τι ἀκολουθοῦν, τῇ δὲ ‘ ἀνάγκη μὴ παντί’ οὐκέτι, δῆλον ἄρα ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀνάγκη τινί μόνως συνάγεται, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’. εἰ τοίνυν αἱ δύο μὲν μερικαὶ τοῦ ἀναγκαίου, ὥσπερ εἴπομεν, περιέχονται ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, τὸ δὲ ἀντικείμενον τῇ ἑτέρᾳ τούτων μόνον συνάγεται, δῆλον ἄρα ὅτι τὸ ἥμισυ τοῦ ἀντικειμένου τῷ ‘ οὐκ ἐνδέχεται οὐδενί’ τοῦτ’ ἔστι τὸ συναγόμενον, [*](1 οὐ pr. B 2 εἰς om. V τὴν alt. BS: om. Vt τῆ (post αὐτῇ) pr. V 5 τῶ ά τὸ pr. V 8 τὴν προσεχῶς S 9 ὃ Β 11 ὃ Β 12 αὐτὴν t 15 κατάφασις S 16 ante ποσόν et ante ποιόν add. τὸ, ante τρόπον add. τὸν Bt: om. SV ποιὸν— ποσὸν, post quae add. καὶ Β ’ 17 ἐπεὶ BS: ἐπειδὴ Vt 19 ὡς Β 20 οὐδενὶ SVt: μηδενὶ B καταφάσεις, ut videtur, pr. V, eorr. V2 21 οὐδενί BSt: μηδενί V itemque vs. 23. 28 ante ποσὸν et ante ποιὸν add. τὸ Β ποσὸν— ποιὸν V: inv. ord. BSt cf. vs. 16 ἀμφότεραι καὶ κατὰ τὸν τρόπον Β 22 post τρόπον add. τῆ ἐνδέχεται μηδενὶ Β ὅτι om. V 24 τοῦτο SVt: ταῦθ’ Β 24. 25 ὑποτεθειμένη Β 25 οὐκ ἔστι t 26 ὅτι St: om. BV τῷ BS, corr. V: τὸ pr. V: τῇ t 27 post τινί add. ὧ ταὐτόν ἐστι τὸ οὐδενὶ ἐξ ἀνάγκης. ὃ καὶ φησὶν ὁ ἀριστοτέλης συνά- γεσθαι Β 27. 28 post ἀναγκαίου add. προτάσεις Vt: om. BS 28 ἐκ V τῆς BSV2: τοῦ Vt ἐνδέχονται pr. V, corr. V2 30 τοῦ ἐνδεχομένου τὸ V τοῦτ’ om. S, at cf. p. 179,18)
    179
    ὅπερ ἐστὶ τὸ οὐκ ἀνάγκη τινἰ’· τοῦτο γὰρ ἦν ἀντιφατικῶς ἀντικείμενον [*](XLVr) τῷ ‘ ἀνάγκη τινί’, ᾧπερ μόνῳ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησεν. ὅτι γὰρ τῷ ἀνάγκη μὴ παντί’ ὑποτεθέντι ἀδύνατον οὐκ ἀκολουθεῖ, δῆλον ἐξ αὐτῶν τῶν προτάσεων· εἰ γὰρ τὸ Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί· καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ οὐδενὶ καὶ οὐ παντί.

    Ζητήσειε δ’ ἄν τις τί δήποτε <,εί> οὐ μόνον τοῦ ‘ ἀνάγκη τινί’ τιθεμένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ἀνάγκη παντί’, μὴ λέγομεν τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον συνάγεσθαι τὸ οὐκ ἀνάγκη παντί’. εἰ γὰρ τὸ Α ἀνάγκη παντὶ τῷ Γ, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί · τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. ὥστε οὐ μόνον τὰ ἀντιφατικῶς ἀντικείμενα συνάγονται διὰ τού. τῶν ἀλλὰ καὶ τὰ ἐναντία. ὥστε εἰ τῷ παντὶ ἐξ ἀνάγκηυς’ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησε, διὰ τί μὴ λέγομεν τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ συνάγεσθαι, λἐγω δὲ τὸ ‘οὐκ ἀνάγκη παντί’; φαμὲν οὖν πρὸς τοῦτο ὅτι, εἰ περιείχετο ἡ ‘ἀνάγκη παντί’ ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, ἐλέγομεν ἄν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη παντί’ συνάγεσθαι, ἐπειδὴ καὶ τὸ ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται οὐδενἰ’ τοῦ|τό ἐστι τὸ συναγόμενον. ΧLVv νῦν δὲ οὐ περιέχεται ὑπ’ αὐτῇς. ἡ δὲ αἰτία, δι’ ἣν οὐ περιέχεται, ἀυτὴ· εἰ γὰρ τῇ ἐνδέχεται μηδενὶ ἀντίκειται ἡ οὐκ ἐνδέχεται μηδενί , ἡ δὲ ἐνδέχεται μηδενί ἰσοδυναμεῖ τῇ ‘ ἐνδέχεται παντί’, ἡ δὲ ‘ἐνδέχεται παντἰ’ οὐκ ἀντίκειται τῇ ἀνάγκη παντί , οὐκ ἄρα περιέξει ἡ οὐκ ἐνδέχεται οὐδενἰ’ τὴν ἀνάγκη παντί’ ἀντικειμένως ἔχουσα τῇ ‘ἐνδέχεται παντί· διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν τῇ ‘ἐνδέχεται μηδενί’. ἠκολούθησε δὲ ὅλως τῇ ‘ἀνάγκη ἀνάγκη παντί’ ἀδύνατον, διότι τῇ καθόλου ἀποφάσει δύο μάχονται καταφάσεις, ἥ τε καθόλου καὶ ἡ μερική, ἡ μὲν ὡς ἀντιφατικῶς ἀντικειμένη, ἡ δὲ ὡς ἐναντίως. διὰ ταῦτα οὖν καὶ τῇ ‘παντί’ τεθείσῃ ἠκολούθησε τὸ ἀδύνατον οὐχ ὡς ἀντιφατικῇ ἀλλ’ ὡς ἐναντίᾳ. μόνως ἄρα ἐστὶ τὸ συνα- γόμενον τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη τινἰ’, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ οὐδενὶ ἐξ ἀνάγκης . διαφέρει δὲ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ τοῦ ‘ ἐνδέχεται μηδενί· καὶ διὰ τοῦτό φησιν αὐτὸς ὅτι τὸ ‘ἐνδέχεται μεηδενί’ συναγόμενον ἐν τούτῳ τῷ συλλογισμῷ οὐκ ἔστι τοῦ κατὰ τὸν [*](1 post ἢν add. τὸ Β 2 ὅπερ t μόνον V 3 ὑποτιθέντι V οὐκ Bt: οὐδὲν, sed ante ἁδύν. S: τι V ἠκολοὕ Β 4 εἴ ex ἡ corr. Va ἀνάγκη τὸ ά Β ὑπάρχει V 7 τί δήποτε SVt: διὰ τί Β εἰ addidi cf. [Theraist.] p. 37,23 7. 8 θεμένου V 8 ἀκολουθεῖν pr. V 8. 9 μὴ— ἀνάγκη παντί S: om. ΒVt 10 τινὶ SV: παντὶ Bt 11 ἄρα om.. Β τινὶ S: παντὶ BVt 11. 12 ὃ ἄτοπον Β 14 λέγωμεν t 14. lb αὐτῶ ἀντικείμενον Β 15 δὴ V 16 μηδενί V 17 τῶ BSt: τὸ οὐκ V ἐπεὶ Β 18 ante καὶ add. δὲ Bt: om. SV καὶ om. S τὸ οὐκ V ἐνδέχεσθαι Β οὐδενὶ Βt: μηδενὶ SV ante τοῦτό add. εἶναι Vt: om. BS 20 αὕτη 2 ἐνδέχεται om. V 21 ἡ δὲ— μηδενί BS: om. t 24 τῆ] λῶς BSt: om. V 25 ἀποφατικῆ t 27 ἐναντίως BS: ἐναντία VI 28 τὸ om. S 29 ὃ Β 30 μηδενὶ (post τὸ) V 32 ἐν om. Β τῶ συλλογισμῶ τούτω Β)

    180
    διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ οὐδενὶ ἐξ ἀνάγκης. ἐπὶ πλέον [*](XLVv) δέ ἐστι τὸ οὐδενὶ ἐξ ἀνάγκης’ τοῦ ἐνδέχεται μηδενί’. καὶ ὅτι τοῦτό ἐστι, δείξομεν αὖ καὶ καὶ λογικώτερον καὶ διὰ παραδειγμάτων. λογικώτερον μὲν δι’ αὐτῶν τῶν προτάσεων οὕτως· τῇ ἐνδέχεται μηδενί’ ἀντίκειται ἥ τε ἀνάγκη ‘ἀνάγκη τινί’ καὶ ἡ ἀνάγκη μὴ παντί’, ὡς εἴρηται πολλάκις· ἐφ’ ὧν γὰρ ἐκείνη ψεύθεται, αὗται ἀληθεύουσι, καὶ ἀνάπαλιν. τῷ δὲ οὐκ ἀνάγκη τινί’, ὅπερ ταὺτόν ἐστι τῷ οὐδενὶ ἐξ ἀνάγκης’, ἀντίκειται μόνη ἡ ‘ἀνάγκη τινί’· ὥστε καὶ ἐνταῦθα, ἐφ’ ὧν ἡ ἑτέρα ψεύδεται, ἡ ἑτέρα ἀληθεύει, καὶ ἔμπαλιν. εἰ τοίνυν τῇ ἐνδέχεται μηδενί’ δύο μάχονται τοῦ ἀναγκαίου προτάσεις, ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ἀνάγκη μὴ παντί’, τῇ δὲ οὐκ ἀνάγκη τινί’, ἥτις ἰσοδυναμεῖ τῇ οὐδενὶ ἐξ ἀνάφκης’, ἡ ἑτέρα τούτων μόνον ἡ ἀνάγκη τινί’, ἐφ̔ ὧν ἄρα αἱ δύο προτάσεις, ἥ τε ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’ ἀληθεύουσιν, ἐπὶ τούτων ἡ ἐνδέχεται μηδενί’ ψεύδεται, ἐφ’ ὧν δὲ ἡ ῾ἀνάγκη τινί’ ἀληθεύει, ἐπὶ τούτων μόνον ἡ οὐκ ἀνάγκη τινί’ ψεύδεται, ἥτις ἰσοδυναμεῖ τῇ οὐδενὶ ἐξ ἀνάγκης’. ἐπ’ ἐλαττόνων ἄρα ψεύδεται ἡ οὐκ ἀνάγκη τινί’ τῆ ‘ἐνδέχεται μηδενί’· εἰ δὲ ἐπ’ ἐλαττόνων ψεύδεται ἡ οὐκ ἀνάγκη τινί’, ἐπὶ πλειόνων ἀληθεύει. ὅτι δὲ μόνη ἡ ἀνάγκη τινί’ μάχεται τῇ οὐκ ἀνάγκη τινί’, οὐκέτι δὲ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, δῆλον ἐξ ὧν καὶ συναληθεύουσιν ἐπί τινων ὅρων, οἷον ὡς ἐπὶ τοῦ περιπατεῖν καὶ τοῦ ζῴου· καὶ γὰρ τὸ λέγειν ὅτι οὐκ ἀνάγκη τινὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν ἀληθές οὐδὲν γὰρ ζῷον ἐξ ἀνάγκης περιπατεῖ), καὶ καὶ τὸ λέγειν ὅτι ἀνάγκη μὴ παντὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν ἀληθὲς διὰ τὰ ἑρπετά· οὐδὲν γὰρ τῶν ἑρπετῶν περιπατεῖ. οὕτω μὲν οὖν κοινῷ λόγῳ δεδείχθω ἐπὶ πλεῖον οὖσα τῆς ‘ἐνδέχεται μηδενί’ ἡ ‘οὐδενὶ ἐξ ἀνάγκης’. δειχθήσεται δὲ καὶ διὰ παρασειγμάτων, λέγω δὴ διὰ τῶν ὅρων αὐτῶν. πάλιν γὰρ ἐπὶ τοῦ ζῴου καὶ τοῦ περιπατεῖν τὸ μὲν εἰπεῖν οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ τὸ περιπατεῖν ὑπάρχει ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζῴων καὶ ἐπὶ τῶν ἑρπετῶν· οὐκ ἔστι γὰρ ἀναγκαῖον τούτοις περιπατεῖν. τὸ δὲ ‘ἐνδέχεται μηδενὶ ζῴῳ τὸ περιπατεῖν οὐκέτι ἀληθές ἐστιν ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν περιπατούντων· ἐπὶ δὲ τῶν ἑρπετῶν οὐκ ἔστιν ἀληθές, διότι ἐφ’ ὧν τὸ ‘ἐνδέχεται μηδενί’, ἐπὶ τούτων καὶ τὸ ἐνδέχεται πατί’ ἀληθεύει. εἰ τοίνυν τὸ ‘ἐνδέχεται παντί’ ἐπὶ τῶν ἑρπετῶν ψεῦδος, δῆλον ὅτι καὶ τὸ ‘ἐνδέχεται [*](1 τὸ V 3 αὖ scripsi cf. p. 208,20: αὐτὸ BVt: om. S post παραδειγμάτων add. καὶ S δι’ SVt: ἐξ ex εἰ, nt videtur. corr. Β2 5 ὡς— πολλάκις om. Β: πολλάκις om. S 6 ὃ Β 8 ἐνταῦθα SVt: ὧδε Β ἀνάπαλιν Β 9 τοῦ ἀναγκαίου προτάσεις BS: inv. ord. Vt 10 post παντί add. καὶ ἀληθεύουσιν ἐπὶ τούτων Β 11 τούτων μόνον St: inv. ord. Β: μόνον V 12 ἡ om. t 14 μόνων Β 21 ὑπάρχειν t: ὑπάρχει SV: compend. Β 21. 22 τὸ λέγειν ὅτι om. Β 22 ἀνάγκη om. V τὸ om. Β1 25 διὰ παραδειγμάτων B: τοῖς παραδείγμασι SVt cf. vs. 3 δὴ BV: δὲ St 26 ζώω ἐξ ἀνάγκης Β 27. 28 τῶν ἑρπετῶν — τῶν περιπατούντων ζώων Β 27. 28 ἐπὶ τῶν om. t 28 ἐξ ἀνάγκης Β post τούτοις add. τὸ Β 29 τὸ BS: om. Vt οὐκ ἀληθές ἐστιν t: οὐκ ἔστιν ἀληθὲς S 30 οὐκέτι t διατί ὅτι Β 31 τούτω V 32 ἐνδέχεσθαι (ante παντί) Β ψεύδεται Β)
    181
    μηδενί’. ἐπὶ πλειόνων ἄρα τὸ οὐδενὶ ἐξ ἀνάγκης’ ἀληθεύει τοῦ ‘ἐνδέχεται [*](XLVv) μηδενί ’ .

    Δυνατὸν δὲ καὶ τὴν ἐκ δύο καταφατικῶν συζυγίαν δεῖξαι τῷ αὐτῷ τρόπῳ μὴ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγουσαν, ἀλλὰ καὶ ταύτην τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγουσαν. ὑποκείσθω δὲ πρῶτον ἡμὶν τὸ διάγραμμα.

    οὐκ ἀνάγκη μὴ παντί ἀνάγκη μὴ παντί δ οὐκ ἀνάγκη τινί ἐνδέχεται παντί οὐκ ἐνδέχεται μηδενί διὰ την οὐκ ἐνδέχεται μηδενί// εἰ γὰρ τὸ A παντὶ τῷ Β ὑπάρχει , τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐκ ἐνδέχεται πανί’, ὅπερ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί . εἰ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντὶ μεταληφθείσης τῆς ἐνδεχομένης, τὸ ἄρ Α τῷ Β ὑπάρχει οὐ παντί· ἦν δὲ καὶ παντί · τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ οὐκ ἐνδέχεται παντί), ἀληθὲς δὲ τὸ ἐνδέχεται παντί , ὅπερ ἔδει δεῖξαι. ἔστιν οὖν καὶ ἐνταῦθα ὁμοίως δεῖξαι ὅτι τὸ ἐνδέχεται παντί οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλ’ ἥμισυ τούτου. εἰ γὰρ μάχεται τῇ ‘ἐνδέχεται παντί’ ὡς καταφάσει ἀπόφασις ἡ οὐκ ἐνδέχεται παντί , μάχονται δὲ αὐτῇ καὶ αἱ δύο τοῦ ἀναγκαίου μερικαὶ προτάσεις, ἡ μὲν ἀνάγκη μὴ παντί δι’ ἑαυτὴν ὡς κατὰ πάντα ἀντικειμένη, μάχεται δὲ αὐτῇ καὶ ἡ ‘ἀνάγκη τινί’ διὰ τὴν ‘ ἐνδέχεται μηδενί’ | ὡς ἰσοδυναμοῦσαν [*](XLVIr) μοῦσαν αὐτῇ, περιέξει ἄρα ἡ οὐκ ἐνδέχεται παντί τὰς δύο τοῦ ἀναγκαίου μερικάς. εἰ γὰρ αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου μάχονται τῇ ἐνδέχεται παντί’, μάχεται δὲ αὐτῇ καὶ ἡ ‘οὐκ ἐνδέχεται παντί’, περιέξει ἄρα αὕτη τὰς δύο. πάλιν τῶν δύο τούτων λαμβανομένων ἐν τῷ συλλογισμῷ , τῇ μὲν ‘ἀνάγκη μὴ παντί ὑποτεθείσῃ εὑρήκαμεν ἀδύνατόν τι ἀκολουθοῦν, ὥστε τὸ ἀντικείμενον αὐτῇ εἶναι τὸ συναγόμενον· τῇ δὲ ‘ ἀνάγκη τινί ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ὥστε οὐ συνάγεται τὸ ἀντικείμενον αὐτῇ. ὅτι γὰρ οὐδὲν ἀδύνατον αὐτῇ ὑποτεθείσῃ ἀκολουθεῖ, δῆλον· εἰ γὰρ τὸ Α ἀνάγκη τινὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ παντὶ καὶ τινί. μόνως ἄρα συνάγεται τὸ ἀντικείμενον τῷ ἀνάγκη μὴ παντί . τὸ δὲ ἀνάγκη μὴ παντί’ ἥμισυ ἦν τοῦ ‘οὐκ ἐνδέχεται παντί’· τὸ ἄρα ἀντιδὲ [*](3 om. V 4.5 ταύτην BS-. αὐτὴν Vt —10 I: aliam figuram praebel Β: om. SV 11 γὰρ om. Β 12 γὰρ conicio cf. p. 189,18 14 εἰ— μὴ παντί om. I: 17 ὃ Β 22 πάντα S: παντὶ t: compend. BV ἀντικειμένην S 23. 24 ἰσοδυναμοῦσαν (V add. ut videtur Β2) BS: ἰσοδυναμοῦσα 71 26.27 τἀς δύο αὕτη V 28 post εὑρήκαμεν add. τι V 29 ὡς V 30 οὐ] οὑν V 31 ὅτι BS: εἰ Vt 32 τινὶ om. t 34 ὁμοίως pr. V S: τοῦ BVt)

    182
    κείμενον τῶ ἡμίσει τοῦ ‘οὐκ ἐνδέχεται παντί’ ἐστι τὸ συναγόμενον. ὥστε [*](XLVIr) καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται. πῶς οὖν οὐκ εἶπε τοῦτο ὁ Ἀριστοτέλης ἐπὶ ταύτης τῆς συζυγίας ἀλλ’ ἐπὶ τῆς στερητικῆς μόνης; τί οὖν πρὸς τοῦτο ἐροῦμεν; ὅτι ἀκόλουθα πεποίηκεν ἑαυτῷ. ἐπειδὴ γάρ, ὡς εἴπομεν, τὴν μὲν ἀποφατικὴν ἐνδεχομένην μετα- λαμβάνει εἰς τὴν καταφατικἠν, τὴν δὲ καταφατικὴν οὐκέτι εἰς τὴν ἀποφατικήν, διὰ τοῦτο ἐπὶ μόνης τῆς στερητικῆς, ἐπειδὴ τὸ συμπέρασμα αποφατικὸν ἦν ἐνδεχόμενον κατὰ τὰς ἐνταῦθα παραλαμβανομένας προτάσεις, λέγω δὲ τὸ ἐνδέχεται μηδενί, καὶ διὰ τοῦτο] εὑρίσκομεν αὐτῶ μαχομένας τὰς δύο τοῦ ἀναγκαίου μερικὰς προτάσεις, τὴν μὲν δι’ ἑαυτὴν τὴν δὲ διὰ τὴν ‘ἐνδέχεται παντί’, ἐπειδὴ λαμβάνομεν ἰσοδυναμοῦσαν τὴν ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’. ἐπειδὴ οὖν ἐνταῦθα εὑρίσκομεν τὰς δύο τοῦ ἀναγκαίου μερικὰς ἀντικειμένας τῇ ‘ἐνδέχεται μηδενί’ καὶ διὰ τοῦτο περιεχομέναας ὑπὸ τῆς ἀποφατικῆς τῆς οὐκ ἐνδέχεται μηδενὶ καὶ εὑρίσκομεν τὸ ἀντικείμενον μόνῃ τῇ ἑτέρᾳ τῶν μερικῶν προτάσεων συναγόμενον, διὰ τοῦτο ἐλέγομεν τὸ ἥμισυ τοῦ ἐνδεχομένου μόνον συναγεσθαι. ἐπειδὴ δὲ ἐν τῇ κατηγορικὴ συζυγίᾳ καταφατικὸν ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα, οὐ μεταλαμβλανεται δὲ ἡ κατάφασις εἰς τὴν ἀπόφασιν, δῆλον ἄρα ὅτι ἡ μία μόνη τοῦ ἀναγκαίου μερικὴ πρότασις ἀντίκειται τῷ συμπεράσματι ἡ ἀνάγκη μὴ παντί’, ὥστε ἡ οὐκ ἐνδέχεται παντί αὐτὴν μόνην πειέξει. τιθεμένῃ δὲ ταύτῃ ἀδύνατόν τι ἠκολούθει· δῆλον ἄρα ὅτι τὸ ἀντικείμενον αὐτῇ ἔσται ἀληθές. ἔστι δὲ αὕτη οὐχ ἥμισυ τοῦ ενοεχομένου ἀλλ’ ὅλον· καὶ ἡ ἀντικειμένη ἄρα αὐτὴ οὐχ ἥμισυ ἔσται τοῦ ἐνδεχομένου. εἰκότως ἄρα ἐπὶ τῆς καταφατικῆς συζυγίας οὐκ εἶπε τὸ ἥμισυ συνάγεσθαι τοῦ ἐνδεχομένου. τὸ μὲν οὖν βούλημα τοῦ φιλοσόφου, ὡς ἐνῆν, διὰ τούτων ἐδηλώσαμεν. ἴδωμεν δὲ καὶ ἐπ’ αὐτῆς τῆς λέξεως τὰ εἰρημένα.

    p. 34b 22 Μῆ γὰρ ἐνδεχέσθω.

    Εἰπὼν τὸ ἐνδέχεσθαι μηδενὶ συνάγεσθαι πιστοῦται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ εἰρημένον, καὶ τίθησι τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ ἐνδέχεσθαι μηδενί, ἐπειδὴ ἐπὶ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀνάγκη ἀληθεύειν ἡ τὴν ἀπόφασιν. μεταλαμβάνει δὲ καὶ τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν. ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Β ὑπάρχειν· ἀλλ’ ὑπέκειτο καὶ [*](4 ἐροῦμεν Β: ἡμεῖς Vt cf. p. 192,25 post ἀκόλουθα add. τε, post πεποίηκεν add. πρὸς t 5 γάρ ora. S ὡς ἑπόμενον t εἴπομεν] p. 159,30 sq. 7 μόνης S: μὲν BVt 8 προτάσεις S: ἀποφάσεις BVt 9 δὴ V καὶ διὰ τοῦτο ut e vs. 13 illata delevi 10 ἑαυτὴν BS: αὐτὴν Vt 12 τὴν V 14 ante ἀποφ. add. αὐτῆς Bt: ταύτης S 15 post τὸ add. μὲν BVt: om. S μόνη B: μόνω SV: μόνον t τῆ ἑτέρα Β : τῶ ἑτέρω SVt 16. 17 μόνον συναγόμενον τοῦ ἐνδεχομένου συνάγεσθαι Β 18 ἡ καταφατικὴ εἰς τὸ ἀποφατικὸν Β 21 περιέξει BS: περιέχει ’ ταύτῃ BS: αὐτὴ ’t ἠκολούθει S: ἠκολούθησε Β: ἀκολουθεῖ V: ἠκολούθη t ἅρα ΒS: om. Vt 22 ἔσται lit: ἐστὶν SV 23 ἐστὶ Β 21. 25 εἰκόταως—, ἐνὸεχοp.ἐνου iterant Vt 26 ἐδήλωσεν t εἰδῶμεν V 28 τῇ om. t 30 ἐπεὶ Β ἀνάγκη post πράφματος eollocut Β 31 δὲ t: om. BV)

    183
    οὐδενί, ὅπερ ἄτοπον. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’· [*](XLVIr) οὐκοῦν ἀληθὴς ἡ ἀντικειμένη ἡ ‘ἐνδέχεται μηδενί’, ὅπερ ἔδει δεῖξαι·

    p. 34b27 οὗτος οὑν ὁ συλλογισμὸς οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου.

    Τὸ συμπέρασμα, φησί, τὸ συναχθὲν οὐκ ἔστι τοιούτου ἐνδεχομένου οἵουπερ ἡμεῖς ἐξ ἀρχῆς διωρισάμεθα· τοῦτο δὲ ἦν ὃ ἀντιστρέφουσαν εἶχε τὴν ‘μηδενί’ πρὸς τὴν παντί. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἐστι τοιουτον. ὅτι γὰρ οὐ δύναται ἀντιστρέφειν πρὸς τὴν ‘παντί’, ἐδείξαμεν ἤδη θέντες τὸ ἀντικείμενον τῷ ‘ ἐνδέχεται παντί’, λέγω δὴ τὸ ‘ἀνάγκη μὴ παντὶ, καὶ μηδὲν εὑρηκότες αὐτῷ ἄτοπον ἀκολουθοῦν, ἵνα οὕτω κατασκευάσωμεντὸ ἀντικείμενον· ὥστε οὐ δύναται συμπεραίνεσθαι τὸ ἀντικείμενον τῳ ‘ἀνάγκη μὴ παντί’. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἄρα ἰσοδυναμεῖ ἐνταῦθα τὸ συναχθὲν συμπέρασμα, λέγω δὴ τὸ ‘ ἐνδέχεται μεηδενί’, τῷ ἐνδέχεσθαι παντί. τὸ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἰσοδυναμούσας ταύτας εἶχε τὰς προτάσεις. οὐκ ἄρα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τοῦτο τὸ συμπέρασμα.

    P.34b28 Ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης· αὕτη γάρ ἐστιν ἣ ἀντίφασις τῆς γενομένης ὑποθέσεως· ὑπετέθη γὰρ τὸ Α τινι τῳ Γ ἐξ ἀνάγκης ὑπάρχειν· ὁ δὲ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς τῆς ἀντικειμένης ἐστὶν ἀντιφάσεως.

    Εἰπὼν ὅτι οὐκ ἔστι τὸ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ένδεχομένου, προστίθησι διὰ τούτων ποίου ἐστίν, ὅτι τοῦ οὐδενὶ ἐξ ἀνάγκης. τίς δὲ ἡ διαφορὰ τούτου πρὸς τὸ ἐνδέχεσθαι μηδενί, εἴπομεν· καὶ ὅτι τοῦτο ἐστι, φησί, τὸ συναγόμενον, δῆλον. τῇ γὰρ εἰς ἀδύνατον ἀπαγωγῇ βουλόμενοι κατασκευάσαι τὸ ‘ἐνδέχεται μηδενί’ καὶ λαβόντες τὸ ἀντικείμενον αὐτῶ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ ὅπερ ταὐτόν ἐστι τῳ ‘ ἀνάγκη τινι , εἰς ὃ μετελάβομεν διὰ τὸ σαφές, ὑποθέμενοι οὖν τὸ ‘ἀνάγκη τινί’ εὕρομεν ἀδύνατόν τι ἀκολουθοῦν. J οὐκοῦν πᾶσα ἀνάγκη τὸ ἀντικείμενον τούτῳ XLVlv [*](1 οὐδενί alt. Bt: μηδενί V 2 ἡ ἀληθὲς t ὃ Β 5 τὸ alt. om. V 6 οἴου Β ἐξ ἀρχῆς] c. 13 p. 32a18sq. 7. 8 τοῦτο —παντί om. Β S ἐδείξαμεν] p. 179,3 sq. 9 τῷ] τὸ t λέγω δὴ—παντί Herat t post τὸ alt. add. α Β 10 εὑρηκότες BS: εὑρίσκοντες V: εὑρίσκονται t 11 δύνασθαι V τὸ ἀντικείμενον alt. om. SV τὼ B: τὸ SVt 12 μὴ SVt: οὐ Β συμπεραίνηται t 13 ἐνδέχεσθαι ex ἐνδέχεται corr. Β2 16 τ πέρκσμα τοῦτο Β 17 post ἀλλὰ add. καὶ Β 18 ὑπετέθη BVt(n): ἔτ’ it 18. 19 ἐξ ἀνάγκης τὸ α΄ τινὶ τῷ γ΄ t Arist. 20 φάσεως (i n u, corr. A legisse apparet e p. 184,3 22 τούτων Β: τούτου Vt 23 τοὐτου] τοῦ ἐνδέχεται St εἴπομεν] p. ISO, 1 Sq. καὶ ὅτι BSV: ὅτι δὲ 1 μένος t 25 λαβόντα t 26 ὃ B ταὐτόν ἐστὶ ΒS: iuv. ord. Vt 27 μετεβάλομεν B ἀσαφές V ἐροῦμεν t 28 τούτου B)

    184
    ἀληθὲς εἶναι τὸ οὐκ ἀνάγκη τινί , ὅπερ ταὐτόν ἐστι τῷ οὐδενὶ ἐξ δναυκης’. XLVIv ἀνάγκη γάρ φησί, πᾶσα, ὅταν συλλογισμὸν διὰ τοῦ ἀδυνάτου δείκνυμεν, τὴν ἀντικειμένην φάσιν, τουτέστι πρότασιν, τῇ ὑποθέσει ᾗ ἀδύνατον ἠκολούθησέ τι, ταύτην εἶναι ἀληθῆ.

    p. 34b34 Ἕτι δὲ καὶ ἐκ τῶν ὅρων φανερὸν ὅτι οὐκ ἔσται τὸ συμπερασμα ἐνδεχόμενον.

    Ὅροὺς ἐκτίθεται, δι’ ὧν δείκνυσι τέως μὲν ὅτι οὐ συνάγεται τὸ ἐνδέχεται μηδενί’, κόρακα, διανοούμενον, ἄνθρωπον· μείζων κόραξ, ἐλάττων ἄνθρωπος. κόραξ μὲν γάρ, φησίν, οὐδενὶ διανοουμένῳ ὑπάρχει, διανοούμενον δὲ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ συνάγεται κόραξ οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὥστε τέως ἔχομεν διὰ τούτων ὅτι οὐ συνάγεται τὸ ἐνδεχόμενον. διὰ δὲ τῶν ἑξῆς ὅρων δείκνυσιν ὅτι οὐδὲ ἀναγκαῖόν ἐστιν ἀεὶ τὸ συμπέρασμα, πλὴν ὅτι οὔτε x003E; ἐνταῦθα καλῶς ἔλαβε τοὺς ὅρους· ἀναγκαίαν γὰρ ἔλαβε τὴν μείζονα πρότασιν, οὐχ ὑπάρχουσαν κυρίως· κόραξ γὰρ οὐδενὶ διανοουμένῳ οὐχ ὑπάρχει μόνον ἀλλ’ ἐξ ἀνάγκης οὐχ ὑπάρχει.

    p. 34b37 Ἀλλ’ οὐδ’ ἀναγκαῖον ἀεί· ἔστω γὰρ τὸ μὲν Α κινοὐμενον, τὸ δὲ Β ἐπιστήμη, τὸ δὲ ἐφ’ ὧ Γ ἄνθρωπος.

    Δείξας διὰ τῶν προλαβόντων ὅρων ὅτι οὐκ ἔστιν ἐνδεχόμενον τὸ συμ- πέρασμα, διὰ τούτων δείκνυσιν ὅτι οὐδὲ ἀναγκαῖον ἀεὶ συνάγεται. ἔστω γὰρ κινούμενον μὲν μηδεμιᾷ ἐπιστήμῃ ὑπάρχειν, ἐπιστήμη δὲ ἐνδέχεται παντὶ ἀνθρώπῳ ὑπάρχειν, καὶ συνάγεται κινούμενον μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχειν. δῆλον δὲ ὅτι τὴν ἐπιστήμην ἐνταῦθα ἀντὶ τοῦ ἐπιστήμονος λαμβάνει, ἐπεὶ ἀναγκαία καὶ οὐχ ὑπάρχουσα ἔστι ἡ ἀπόφασις. ὥστε, φησίν, εἰ μήτε ἐνδεχόμενον ἀεί ἐστι τὸ συμπέρασμα μήτε ἀεὶ ἀναγκαῖον, εἰκότως εἴρηται ὅτι τοῦ οὐδενὶ ἐξ ἀνάγκης ἐστίν, ὡς δέδεικται πρότερον. συναισθόμενος δὲ καὶ αὐτὸς ὅτι οὐκ ἔλαβε καλῶς τοὺς ὅρους, φησὶν ὅτι ληπτέον δὲ βέλτιον τοὺς ὅρους. λάβοιμεν δὲ ἂν αὐτοὺς βέλτιον οὕτως· βαδίζον, ἀλλοιούμενον, ζῷον. λέγω οὖν οὕτως· βαδίζον μηδενὶ ἀλλοιουμένῳ ὑπαρχέτω, ἀλλοιούμενον ἐνδέχεται παντὶ ζῴῳ ὑπάρψειν, καὶ συνάγεται βαδίζον οὐδενὶ ζῴῳ ἐξ ἀνάγκης ὑπάρχειν. οὐ γὰρ [*](1 εἶναι] ἔσται t ὃ Β τῳ] τὸ V 2 συλλογισμὸς V 4 τι post 3 ἀδύνατον collocat S: om. Vt 5 ἔστι δὲ t καὶ V Arist.: om. Bt ἔστι V Arist: ἔστι Bt 8 διανώμενον pr. Β., corr. Β2 9 γάρ om. Β 11 post τέως add. μὲν V 12. 13 τὸ συμπέρασμα ἀεὶ Β 13 ἐκεῖ οὔτε adclidi cf. p. 186,18 et [Themist.] p. 41,15 14 τὴν μίαν Β 19 δείκνυσι διὰ τούτων V ἀεὶ om. t 20 μὲν — ὑπαρχειν Vt: ἐπιστήμη, ἄνθρωπος Β 25 οὐδενὸς γ’ δέδεικται] p. 178,11 sq. 25. 26 πρότασις V 26 δὲ om. Β 27 δὲ prius Vt Arist.: δὴ Β βέλτιον V Arist.: κάλλιον Bt λάβομεν V 28 ζῶον— 29 ἀλλοιούμενον om. V βαδίζων utrobique t 29 παντὶ ζώω ἐνδέχεται Β 29. 30 post ὑπάρχειν add. τι V 30 ὑπάρχει V)

    185
    ἀληθὲς τὸ μηδενὶ ζῴῳ λέγειν τὸ βαδίζον ἐνδέχεσθαι, ἐπειδὴ ἐφ΄ ὧν τὸ [*](XLVIv) ‘μηδενί’ ἀληθεύει, ἐπὶ τούτων καὶ τὸ ‘παντὶ ἐνδέχεται’. οὐ πάντα δὲ τὰ ζῷα βαδίζει· οὐδὲ γὰρ τὰ ἑρπετά· ὥστε διὰ τοῦτο οὐκ ἀληθὲς ἐπὶ τού. τῶν τὸ εἰπεῖν μηδενὶ ἐνδέχεσθαι. μόνως ἄρα ἀληθὲς τὸ οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ τὸ βαδίζειν λέγειν ὑπάρχειν· ἀληθὲς γὰρ καὶ ἐπὶ τῶν ἑρπόντων εἰπεῖν ὅτι οὐδενὶ αὐτῶν ἐξ ἀνάγκης τὸ βαδίζειν ὑπάρχει, ὥσπερ ἤδη καὶ πρὸ τούτου εἴπομεν.

    p. 35a3 ἐὰν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι σημαῖνον, ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων προτάσεων οὐδεὶς ἔσται συλλογισμός, ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως ἔστι, καθάπερ ἐν τοῖς πρότερον.

    ᾿Εκθέμενος πάσας τὰς συζυγίας τῶν καθόλου συλλογισμῶν τὰς τὴν ἐλάττονα πρότασιν ἐχούσας καταφατικὴν τὴν δὲ μείζονα ἢ καταφατικὴν ἢ ἀποφατικὴν ἐπί τε τῶν ἐχουσῶν συζυγιῶν τὴν μείζονα ἐνδεχομένην ἐπ’ ἴ’ τε τῶν τὴν ἐλάττονα, νὺν τὰς ἐχούσας τὴν ἐλάττονα ἀποφατικὴν τίθησιν. ἐὰν οὖν, φησίν, ἡ ἐλάττων ᾖ ἐνδεχομένη ἀποφατική, γίνεται μὲν συλλογισμός, πλὴν ἀτελής· οὐ γὰρ διὰ τῶν ἐξ ἀρχῆς ἡμῖν εἰλημμένων, λέγω δὴ ἀποφατικῆς μενούσης τῆς ἐλάττονος, ἀλλὰ μεταλαμβανομβανομένης αὐτῆς εἰς ἐνδεχομένην καταφατικήν. εἰ μὲν οὖν ἡ μείζων καταφατικὴ ἡ ὑπάρχουσα, δῆλον ὅτι ἀντιστραφείσης τῆς ἐλάττονος γενήσεται συμπέρασμα τοιοῦτον οἷον ἐγίνετο καὶ ἐκ τῶν δύο καταφατικῶν. εἰ δὲ ἀποφατικὴ καὶ ἡ μείζων ᾖ, πάλιν ἀντιστραφείσης τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν τὸ συμπέρασμα ἕξουσιν οἷον καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης λέγω δὴ τοῦ οὐδενὶ ἐξ ἀνάγκης, καὶ ἁπλῶς ὅσα εἴρηται ἐπὶ ἐκείνων, ταῦτα καὶ ἐπὶ τούτων λεχθήσεται.

    p. 35a 18 ἐὰν δὲ ληφθῇ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστὶν ἀληθές. |

    Τὸ ὅπερ ἐστὶν ἀληθὲς οὐ τοῦτό φησιν, ὅτι ἀληθές ἐστι τὸ [*](XLVIIr) τὴν ἀποφατικὴν ἐνδεχομένην ποιῆσαι καταφατικήν τοῦτο γὰρ ψεῦδές ἐστιν), [*](1 βαδιστικὸν Β: βαδίζειν S 2 οὐ πάντως V 3 τούτων V ἀληθεύει t 4. 5 οὐδενὶ — ζῴῳ St: ἐξ ἁ. οὐδ’. ζ. Β: οὐδ’. ζώων ἐξ ἁ. V 5 λέγειν τὸ βαδίζειν V H ὑπάρχειν V 6. 7 ὥσπερ— εἵπομεν οm. Β 7 πρὸ τούτου] P. 180,28 9 post προτάσεων add. ὅτι Β 11 ἔσται t Arist.: om. BV πρότερον V Arist.: προτέροις Bt 13 τὴν — 16 ἀποφατική ora. V 15 ἐλάσσονα Β 17 οὐδέ γὰρ V 18 μὲν οὔσης Β 19 ἡ BS: om. Vt 20 τῆς ἐλάττονος ἀλάττονος Β 21 καὶ prius om. V εἰ ex ἡ corr. V2 24 οὐδενὸς V 24. 25 ἀπλῶς ὅσα scripsi: inv. ord. BSVt 25 ἐξ ἐκείνων t ταῦτα om. Β posl τούτων add. τάδε Β 26 δὲ om. Β ὃ B 28 τὸ τὴν— p. 186,1 ἀληθές ἐστι om. Β 29 ἀποφατικὴν t: μείζονα γ’ post ποιῆσαι add. ἐνδεχομένην t)

    186
    ἀλλὰ τοῦτό φησιν, ὅτι ἀληθές ἐστι τὸ δύνασθαι τὴν ἀποφατικὴν εἰς [*](XLVIIr) καταφατικὴν μεταληφθῆναι.

    p. 35 a 20 ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ τὸ Β τῷ Γ καὶ μὴ ἐνδέχεσθαι μὴ ὑπάρχειν, οὐκ ἔσται συλλογισμὸς οὐδαμῶς, οὔτε στερητικῆς οὔσης οὔτε καταφατικῆς τῆς ΑΒ προτάσεως.

    Τὰς ἐχούσας τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν θεὶς τὴν δὲ μείζονα ὑπάρχουσαν ἢ καταφατικὴν ἢ ἀποφατικήν, νῦν τίθησι τὰς ἐχούσας τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ μείζονα ἐνδεχομένην ἢ καταφατικὴν ἢ ἀποφατικήν, καὶ φησὶν ἀσυλλογίστους εἶναι ταύτας. εἴπομεν γὰρ καὶ κατ’ ἀρχὰς ὅτι ἐπὶ μὲν τῶν ἐχουσῶν ἐν τῇ μείζονι τὴν ἐνδεχομένην δεῖ καὶ τὸ ποσὸν τῆς μείζονος φυλάξαι καὶ τὸ ποιὸν τῆς ἐλάττονος, ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν μείζονα ὑπάρχουσαν μόνον ἀρκεῖ φυλάξαι τὸ ποσὸν τῆς μείζονος, διότι ἡ μὲν ἐνδεχομένη ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικὴν καὶ ποιεῖ συλλογιστικὴν τὴν συζυγίαν, ἡ δὲ ὑπαρχουσα ἀποφατικὴ οὐ μεταλαμβάνεται εἰς τὴν καταφατικήν. καὶ δείκνυσι ταύτας ἀσυλλογίστους τῷ καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συνάγειν· ταύτῃ γὰρ ἐχαρακτηρίζοντο αἱ ἀσυλλόγιστοι. ληψόμεθα δὲ ἡμεῖς ὅρους μᾶλλον άρμόζοντας τοῖς προκειμένοις· ὡς γὰρ εἴπομεν, ἔστιν ὅτε ἀδεέστερον αὐτὸς κέχρηται τοῖς ὅροις. ἔστωσαν οὖν τοῦ μὲν τὸ παντὶ συνάγειν ὅροι λευκόν, περιπατητικόν, κύκνος· λευκὸν παντὶ ἢ μηδενὶ περιπατητικῷ ἐνδεχέσθω, περιπατητικὸν μηδενὶ κύκνῳ ὑπαρχέτω, καὶ συνάγεται λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης. τοῦ δὲ τὸ μηδενὶ συνάγεσθαι τὰ μὲν ἄλλα ὡσαύτως, ἀντὶ δὲ τοῦ κύκνου ἔστω κόραξ· λευκὸν παντὶ ἢ μηδενὶ περιπατητικῷ ἐνδεχέσθω, περιπατητικὸν μηδενὶ κόρακι ὑπαρχέτω, καὶ συνάγεται λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης.

    p. 35a25 Φανερὸν οὖν ὅτι καθόλου τῶν ὅρων ὄντων καὶ τῆς μὲν ὑπάρχειν τῆς δὲ ἐνδέχεσθαι λαμβανομένης τῶν προτάσεων, ὅταν ἡ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι λαμβάνηται πρότασις, ἀεὶ γίνεται συλλογισμός.

    Εἰκότως. εἴτε x003E; καταφατικὴ ἡ ἐλάττων ἦν, ὅπως ἂν εἶχεν ἡ μείζων, [*](1 τό Β.. om. Vt 1. 2 εἰς καταφατικὴν om. V 3 μηδενὶ t ante τῷ add. παντὶ Arist. (om. n) 4 μὴ om. Β (del. C) ἔστι V 5 κατηγορικῆς V 6 ἐνδεχομένην ἀποφατικὴν Β: inv. ord. Vt 7 καταφατικὴν — ἀποφατικήν B: inv. ord. V: ἀποφατικὸν— καταφατικόν t 10 δὲ V κατ’ ἀρχὰς] p. 162,27 sq. ὅτι om. V 11 post δεῖ add. δὲ t 14 τὴν alt. om. Β 15 καὶ V: om. Bt post δείκνυσι add. δὲ t 16 τὸ alt. om. V ταύτην γ’ 18 εἴπομεν] p. 184,13 post εἴπομεν add. ὅτι Β 19 ἐχρήσατο Β τὸ om. V συνάγοντος Β 20 λευκὸν— 22 ἐξ ἀνάγκης om. Β μηδενὶ περιπατητικὸν tjtem- que vs. 23 22 συνάγοντος Β 23 λευκὸν—25 ἐξ ἀνάγκης om. Β 26 ὄντων] ὄν superscr. V2 27 ἐνδέχεσθαι] sequentia exaravit V2: hinc notatas est U 28 ἄκρον om. U ἐνδεχομένη Β 30 γὰρ addidi cf. p. 190,23 ἦν BU: om. Vt οὕτως Β ἄν superscr. V: om. t)

    187
    αὐτόθεν καὶ δι’ αὐτῶν τῶν προτάσεων ἐγίνετο ὁ συλλογισμός, εἴτε ἀποφατικὴ [*](XLVIIr) ἦν, πάλιν τῆς μείζονος ἀδιαφορούσης κατὰ τὸ ποιόν, μεταλαμβανομένης τῆς ἐλάττονος πάλιν ἐγίνετο ὁ συλλογισμός.

    p. 35a28 Πλὴν ὁτὲ μὲν ἐξ αὐτῶν ὁτὲ δὲ ἀντιστστραφείσης τῆς προτάσεως.

    Τὸ ἐξ αὐτῶν οὐ τοῦτό φησιν, ὅτι τῇ δι’ εὐθείας δείξει πάντες γὰρ ἐδείχθησαν τῇ μεταλήψει τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ), ἀλλ’ ὅτι φυλάξαντες τὸ ἴδιον ποιόν· οἷοι ἦσαν οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν. οἱ δὲ ἄλλοι οὐ δι’ ἑαυτῶν ἐδείχθησαν, ἀλλὰ μετελήφθησαν ἐξ ἀποφατικῆς εἰς καταφατικήν. τί οὖν; φήσειεν ἄν τις, οὐχὶ καὶ ἐπ’ ἐκείνων πάντων μετελαμβάνομεν τὸν ἐνδεχόμενον τρόπον εἰς τὸν ὑπάρχοντα, ὥσπερ καὶ ἐπὶ τούτων τὴν ἀπόφασιν εἰς τὴν κατάφασιν, ὥστε οὐδὲ ἐκεῖνοι δι’ ἑαυτῶν ἐδείχθησαν; τί οὖν φαμεν; ὅτι ὥσπερ οἱ ἐν δευ- τέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, οὐχ ὡς οὐκ ἔχοντες ἀφ’ ἑαυτῶν τὸ ἀναγκαῖον οὐδὲν γὰρ ἧττον, καὶ εἰ μὴ ἀνήχθησαν εἰς τὸ πρῶτον σχῆμα, εἶχον ἐξ ἀνάγκης τὸ συμπέρασμα ἑπόμενον), ἀλλὰ διὰ τοῦτο καὶ μόνον ἀνήγοντο ὥστε σαφεστέραν ἡμῖν τὴν δεῖξιν διὰ τῶν γνωριμωτέρων γενέσθαι, οὕτω φημὶ καὶ ἐπὶ τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον ὅτι, κἂν μὴ μετελήφθησαν αἱ προτάσεις, οὐδὲν ἧττον τὸ συμπέρασμα εἶχον ἑπόμενον. ἀλλ’ ἐπειδὴ ἄδηλος τέως ἡμῖν ἡ μῖξις τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, διὰ τοῦτο γνωριμωτέραν ποιῶν τὴν διδασκαλίαν μετέλαβε τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν. ἐν μέντοι ταῖς ἐχούσαις τὴν ἐλάττονα ἀποφατικὴν οὐχ ἁπλῶς διὰ τὴν σαφήνειαν τῆς διδασκαλίας ἡ μετάληψις γίνεται, ἀλλ’ ὅτι φυλαττομένης τῆς άποφατικῆς καὶ ὅσον ἐπ’ αὑτῇ ἀσυλλόγιστός ἐστιν ἡ συζυγία. ἐπειδὴ δὲ οὐκ ἀδύνατόν ἐστι μεταλαμβάνειν αὐτὴν εἰς τὴν καταφατικήν, μεταλαμβανομένη ποιεῖ τὴν συζυγίαν συλλογιστικήν.

    p. 35a 29 Πότε δὲ τούτων ἑκάτερος καὶ διὰ τίνα αἰτίαν, εἰρήκαμεν.

    Ὅτι δι’ ἑαυτῶν μὲν δείκνυνται, ὅτε ἔχουσι τὴν ἐλάττονα καταφατικὴν [*](1. 2 εἵτε— ἀδιαφορύσης om. Β 2 ἢν U: om. Vt 3 πάλιν - συλλογισμός om. Β ὁ V-. om. Ut 6 post τὸ add. δὲ Vt S φυλάξαντες BU: οἱ φυλάξαντε; S: φυλάξαντα Vt οἷοι BSU: οἷον Vt ἤσαν SU: ἡ Vt: om. Β 9 αὐτῶν l 10 ὅτι U φήσειεν ἄν τις S: φησιν BVt 11 μεταλαμβάνομεν Β 12 ὡς Β ἀπόφασιν — κατάφασιν SU: ἀποφατικὴν — καταφατικὴν BVt 13 αὐτῶν V τί οὖν BSU: ἀλλὰ Vt 11 οὐχ om. pr. Β 16 ἀνήχθησαν Β: ἀνηνέχθησαν SUVl 20 τὸ om. pr. Β εἶχον om. Β ἐπεὶ B 21 ἡμῖν SI Vt: ἐστὶν Β ἡ BSU: om. Vl μῖξις SYt: δεῖξις BU τούτων Β 22 μετελάμβανε Β 24 τῆς διδασκαλίας om. B ὅτι BSU: ὅσον VI 25 καὶ] τὸ S 26 μεταλαβεῖν Vt τὴν om. S 28 ἕκαστον αὐτῶν SU δι’ ἣν SI 29 δείκνυται pr. Β ὅτε ἔχουσι BSU : ὅταν ἔχωσι Vt)

    188
    εἴτε ὑπάρχουσαν εἴτε ἐνδεχομένην, δι’ ἀντιστροφῆς δέ, ὅτε ἡ ἐλάττων ἐστὶν [*](XLVIIr) ἀποφατικὴ ἐνδεχομένη. δι’ ἣν δὲ αἰτίαν, ὅτι τῶν μὲν συλλογιστικῶν συζυγιῶν γιῶν χαρακτηριστικὸν ἐν πρώτῳ σχήματι τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν, καὶ ὅτι ἡ ἀποφατικὴ ἐνδεχομένη κατὰ τὸν τοῦ ἐνδεχομένου προσδιορισμὸν δύναται μεταληφθῆναι εἰς καταφατικήν.

    p. 35a30 ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ’ ἐν μέρει ληφθῇ τῶν δια- στημάτων, ὅταν μὲν τὸ πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθῇ καὶ ἐνδεχόμενον, εἴτε ἀποφατικὸν εἴτε καταφατικόν, τὸ δ’ ἐν μέρει καταφατικὸν ὑπάρχον, ἔσται συλλογισμὸς τέλειος, τέλειος, καθάπερ καὶ καθόλου τῶν ὅρων ὄντων. ἀπόδειξις δὲ ἡ αὐτὴ ἥπερ καὶ πρότερον. |

    Πληρώσας πάσας τὰς ἐξ ἀμφοτέρων καθόλου συζυγίας τὰς [*](XLVIIVv) ἐχούσας τὴν μὲν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν καὶ τἀς ἀνάπαλιν ἐχούσας καὶ δείξας, τίνες μέν εἰσιν ἐν αὐταῖς ἀσυλλόγιστοι τίνες δὲ συλλογιστικαί, νῦν τὰς ἐχούσας τὴν ἑτέραν μερικὴν ἐκτίθεται. πρώτας δὲ πάλιν ἐκτίθεται τὰς ἐχούσας τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν. καὶ λέγει ὅτι, ἐὰν ἡ ἐλάττων καταφατικὴ ᾖ, ἡ δὲ μείζων ἀποφατικὴ ἢ καταφατική, συλλογισμὸς γίνεται, ὥσπερ ἐγίνετο καὶ ἐπὶ τῶν τοιούτων καθόλου προτάσεων, τουτέστιν ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα. δείκνυνται δὲ καὶ οὗτοι οἱ συλλογισμοὶ τῇ αὐτῇ δείξει διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός. εἰ γὰρ τὸ Α παντὶ τῷ B ὑπάρχειν ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει μόνον, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· ἐπεὶ γὰρ τὸ Α ἐνδέχεται παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεῖν ἐνδεχομένως ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος αὐτοῦ ἐστι· τὸ ἄρα Α τινὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῆς ἀποφατικῆς. ὅροι δὲ ὑπνοῦν, περιπατητικόν, ζῷον· τὸ ὑπνοῦν παντὶ περιπατητικῷ ἐνδέ- χεται ὑπάρχειν ἡ μὴ ὑπάρχειν, περιπατητικὸν τινὶ ζῴῳ ὑπάρχει, καὶ συνάγεται τὸ ὑπνοῦν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν <ἢ μὴ ὑπάρχειν>᾿.

    p. 35a35 Ὅταν δὲ καθόλου μὲν ᾖ τὸ πρὸς τὸ μεῖζον ἄκρον, ὑπάρχον δὲ καὶ μὴ ἐνδεχόμενον, ὁ μένον, θάτερον δ’ ἐν μέρει καὶ ἐνδεχόμενον καὶ τὰ έξῆς.

    Τὰς ἐνηλλαγμένως τοῖς τρόποις ἐχούσας συζυγίας διὰ τούτων ἐκτίθεται, [*](1 ὅτι Β ἔλαττον pr. U, corr. U2 2 τῶν BSU: τὸ Vt 4 καὶ superscr. V τὸν BSU: om. Vt 5 καταφατικόν U 7 τὸ prius U Arist.: om BVt 10 ὄντων superscr. V ἣ U Arist. 12 τὰς ἐξ ἀμφοτέρων πάσας συζυγίας καθόλου Β 13 μέν Β: om. UVt 14 ἀνάπαλιν UVt: ἄλλως πάλιν Β αὐτοῖς UVt 17 ἐλάττονα Β: ἑτέραν UVt λέγη V ᾖ om. U 20 καὶ BSU: om. Vt 21 post καὶ add. τοῦ S κατὰ alt. BS: om. UVt ά om. V τῶ β παντὶ Β ὑπάρχει V 22 α ἄρα BS: inv. ord. UVt 23 post f add. ὑπάρχειν Β 24 post τῶν add. τοῦ S 25 τῶ S 26 περιπατητικὸν Β: περιπατοῦν SUVt τὸ ὑπνοῦν — 28 ὑπάρχειν om. Β 28 ἡ μὴ ὑπ’. addidi 29 ἐὰν U 31 καὶ τὰ τὸ Β) ἐξῆς BU: ἐάν τε — ἀτελής Vt 32 ἐνηλεγμένως Vt)

    189
    λέγω δὴ τὰς ἐχούσας τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, [*](XLVIIv) καὶ ὥσπερ ἐπὶ τῶν καθόλου συζυγιῶν τὰς οὕτως ἐχούσας ἕλεγε πάσας συλλογιστικὰς εἷναι ὅπως ἄν εἶχον κατὰ τὸ ποιόν, οὕτως καὶ ἐπὶ τούτων φησί, καὶ ἁπλῶς εἰπεῖν, οἷα εἶχον συμπεράσματα αἱ καθόλου συζυγίαι, τὰ αὐτὰ ταῦτα ἕξουσι καὶ αἱ ὁμοίως ἐκείναις κατὰ τὸ ποιὸν ἔχουσαι μερικαί. ἀτελεῖς δέ εἰσι καὶ αὗται πᾶσαι αἱ συζυγίαι, ὥσπερ καὶ αἱ καθόλου αἱ ὁμοίως αὐταῖς ἔχουσαι, διότι οὐκ ἐκ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυνται, ἀλλὰ δέονται τῆς τοῦ ἀδυνάτου δείξεως πᾶς αἰ.

    p. 35a40 Πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ διὰ τῆς ἀντιστροφῆς τῆς τοῦ ἐνδέχεσθαι, καθάπερ ἐν τοῖς πρότερον.

    Δεῖ προσθεῖναι τὸν ‘καί’ σύνδεσμον καὶ εἰπεῖν οὕτως· οἱ δὲ καὶ διὰ τῆς ἀντιστροφῆς· καὶ γὰρ οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι δέονται καὶ τῆς τοῦ ἀδυνάτου δείξεως. δείκνυνται δὲ διὰ μὲν τοῦ ἀδυνάτου μόνον οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν, ὥσπερ καὶ ἐπὶ τῶν καθόλου. εἰ γὰρ τὸ Α παντὶ ἡ μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τῷ Γ τινὶ ἐνδέχεται, λέγω, φησίν, ὅτι συνάγεται τὸ Α τινὶ ἢ μὴ παντὶ τῷ Γ ἐνδέχεσθαι ὕπαp. ’χειν, ἐπὶ μὲν τῆς ἐχούσης τὴν μείζονα ἀποφατικὴν τὸ μὴ παντί, ἐπὶ δὲ τῆς ἐχούσης αὐτὴν καταφατικὴν τὸ τινί. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθῆ τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπὶ μὲν τῆς καταφατικῆς τὸ ἐξ ἀνάγκης μηδενί, ἐπὶ δὲ τῆς ἀποφατικῆς τὸ παντί· ἀλλ’ ἀμφοτέροις ἀδύνατόν τι ἀκολουθεῖ. ἐπὶ μὲν τῆς καταφατικῆς· εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ F κατὰ τὴν ὑπόθεσιν, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί μεταληψόμεθα γὰρ πάλιν διὰ τὸ σαφὲς τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν), τὸ Α ἄρα οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενί· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ κατὰ πάντα ἀντικείμενον τὸ ἐνδέχεται τινί, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀποφατικῆς ἔχει· λέγω γὰρ ὅτι συνάγει τὸ Α τῷ Γ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ ἀνάγκη παντί’· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί, τὸ ἄρα Α τῷ Β ὑπάρχει τινί· ἦν δὲ καὶ μηδενί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ ‘άνάγκη παντὶ τῷ Γ τὸ Α’, ἀληθὲς [*](2. 3 πάσας ἔλεγε Vt 4 εἰπεῖν S: εἰπὼν BUVt 5 αἱ SU: oin. BVt 6 ὡς Β 7 post αὐταῖς add. μερικαὶ Β ἔχουσαι SVt: ἔχουσι BU τοῦ alt. om. Β 8 δείκνυται pr. U, corr. U2 τοῦ SU: δι’ Β: διὰ τοῦ Vt 9 οἱ δἑ— 11 οὕτως om. Β 11 προσθεῖσθαι Vt 11.12 διὰ τῆς SUVt: δι’ Β 12 δι’ BSU: διὰ τῆς Vt 13 τοῦ prius BUVt: δι’ S δὲ om. U: οὖν S μὲν διὰ U 15 τινὶ BSU: om. Vt 16 μὴ superscr. U 17 el 18 τὸ deleverim 18 γὰρ scripsi cf. vs. 28: oe HSU Vt 19 οὐδενί SU 21 γὰρ om. S: post μέν transposuerim 22 μεταληφώμεθα Vt 23 σαφές BSU : ἀσαφὲς Vt τὴν alt. om. Β α ἄρα BSi inv. ord. UVt 24 post τὸ prius add. δὲ Β at cf. p. 91,10 n. 25 μηδενὶ ἐξ ἀνάγκης Β 27. 28 ἐνδέψεται Β 30 β alt. BSU: γ΄ Vt ὑπάρχει alt. om. S: ὑπάρχειν ἀνάγκη Β at cf. vs. 24 τινί alt. BVt et ante τῶ βݲ S: παντί D 31 ὃ Β)

    190
    δὲ τὸ ἐνδέχεσθαι μὴ παντί, ὅπερ ἔδει δεῖξαι. καὶ οὗτοι μὲν· οἱ διὰ τοῦ [*](XLVIIv) ἀδυνάτου μόνου δεικνύμενοι. διὰ δὲ τοῦ ἀδυνάτου καὶ τῆς ἀντιστροφῆς οἱ ἔχοντες τὴν ἐλάττονα ἀποφατικήν · άντιστραφείσης γὰρ τῆς ἐλάττονος οὕτως ἡ διὰ τοῦ ἀδυνάτου γίνεται δεῖξις ὥσπερ καὶ ἐπὶ τῶν πρότερον. σημειωτέον δὲ πάλιν κἀν τούτοις ὅτι διαστήματα τὰς προτάσεις καλεῖ, ἐπειδή, ὡς ἐλέγομεν, ἐξομοιῶσαι βούλεται τὰ ἐν συλλογισμοῖς τοῖς κατὰ γεωμετρίαν. εἰκότως οὖν ὥσπερ αἱ προτάσεις ἀνάλογον ἔχουσαι ταῖς γραμμαῖς διαστήματα ἐκλήθησαν ὥσπερ καὶ αἱ γραμμαί, οὕτω καὶ οἱ συλλογισμοὶ ἀνάλογον ἔχοντες τοῖς σχήμασιν, διότι ὥσπερ ἐκεῖνα ἐκ γραμμῶν οὕτως καὶ οὗτοι ἐκ προτάσεων σύγκεινται, σχήματα ἐκλήθησαν.

    p. 35b2 ἔσται δὲ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς, καὶ ὅταν ἡ μὲν καθόλου πρὸς τὸ μεῖζον ἄκρον τεθεῖσα σημαίνῃ τὸ ὒ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡ δ’ ἐν μέρει στερητικὴ οὖσα τὸ ἐνδέχεσθαι λαμβάνῃ. |

    Τὸ ‘δέ’ ἐνταῦθα ἀντὶ τοῦ ‘καί’ ληπτέον· ἔστι γὰρ συμπέρασμα [*](XLVIIIr) τῶν εἰρημένων. εἰπὼν γὰρ ὅτι τῆς ἐλάττονος οὔσης ἐνδεχομένης ἀποφατικῆς γίνεται καὶ οὕτω συλλογισμός, αὐτὸ τοῦτο ὅτι δυνατόν ἐστι διὰ τούτων κατασκευάζει, διὰ τὸ ἀντιστρέφειν τὰς ἀποφατικὰς τοῦ ἐνδεχομένου πρὸς τὰς καταφατικάς. τῆς μὲν οὖν μερικῆς ἀποφατικῆς εἰς τὴν μερικὴν καταφατικὴν μεταληφθείσης εἰκότως γίνεται ὁ συλλογισμός.

    p. 35b8 Ὅταν δὲ τὸ μὴ ὑπάρχειν λαμβάνῃ ἡ κατὰ μέρος τεθεῖσα, οὐκ ἔς τᾶι συλλογισμός.

    Εἰκότως· οὐκέτι γὰρ ἡ μερικὴ ὑπάρχουσα ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικήν. δεικτέον δὲ αὐτήν, φησίν, ὅτι ἐστὶν ἀσυλλόγιστος διὰ τοῦ ἀδιορίστου, ὥσπερ ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς ἔλεγε τοῖς ἔχουσι τὴν ἐλάττονα μερικὴν άποφατικήν, ὅτι δείκνυνται αἱ τοιαῦται ἀσυλλόγιστοι ἐκ τοῦ ἀόριστον ἔχειν τὴν μερικὴν ἀποφατικὴν τὴν ἀλήθειαν. ἐπειδὴ γὰρ ἀληθεύει ἢ δι’ ἑαυτὴν ἢ διὰ τὴν καθόλου ἀπόφασιν, ὅταν μὲν δι’ ἑαυκαὶ [*](4 καὶ BS: om. UVt προτέρων BU 5 διάστημα pr. U, corr. U2 post ἐπειδὴ add. οὖν Β 6 ἐλέγομεν] p. 66, 29 sq. συλλογισμῶ Β 7 ἔχουσι Β 7. 8 διάστημα pr. U, corr. U1 8 καὶ ὥσπερ Β: ὥσπερ S 9 ἐκεῖναι SU καὶ om. Vt οὗτοι S: αὗται BUVt 10 post ἐκ add. τῶν Vt προτάσεως συγκείμεναι Β 11 post συλλογισμὸς add. καὶ Β 12 τεθεῖσα πρὸς τὸ ἄκρον μεῖζον DVi 14 λαμβάνει UVt 15 τὸ B: τὸν UVt 18 διὰ τοῦ U 19 μὲν om. U 19. 20 εἰς μερικὰ καταφατικὰ Β 21 ante τεθεῖσα add. πρότασις Β, post τεθεῖσα Vt: om. U Arist. 23 οὐκ ἔστι pr. Β 24 δεικτέον BSU: δείκνυσι Vt αὐτὴν BSU: ταύτην Vt ἐστὶν ἀσυλλόγιστος BU: inv. ord. S: ἔσται συλλογισμὸς Vt 25 ἀορίστου S, pr. U ἔλεγε] c. 4 p. 39 sq. τὴν ἔχουσαν Vt 26 αἱ αὐταὶ U 27 ἀορίστως U: διορίστου Β τὴν ἀλήθειαν om. S 28 ἀποφατικήν S μὲν BSU: δὲ Vt)

    191
    τὴν ἀληθεύῃ, ὑποδύεται συλλογιστικὴν συζυγίαν τῷ δύνασθαι μεταλαμβάνεσθαι [*](XLVIIIr) εἰς τὴν καταφατικήν, διότι ὃ μὴ παντὶ ὑπάρχει, τοῦτο τινὶ ὑπάρχει. διὰ τοῦτο ἐκβάλλει αὐτὴν ὡς ἀόριστον. ὅταν δὲ λάβωμεν αὐτὴν διὰ τὴν καθόλου ἀληθεύουσαν, τότε προδήλως ἀσυλλόγιστος οὖσα ἐλέγχεται. συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. οἱ δὲ ὅροι, οὓς μὲν αὐτὸς παραλαμβάνει, οὐ πάνυ εἰσὶ προσφυεῖς τοῖς προκειμένοις, διότι τό τε λευκὸν τισὶ ζῴοις ἐξ ἀνάγκης ὑπάρχει ἢ οὐχ ὑπάρχει καὶ τὸ ζῷον πάσῃ τῇ Χίονι ἢ τῇ πίττῃ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ κινούμενον, λευκόν, βαδίζον· κινούμενον παντὶ λευκῷ ἐνδέχεται ὔπάρχειν, λευκὸν ὑπαρχέτω μὴ παντὶ βαὸίζοντι, καὶ συνάγεται κινούμενον παντὶ βαδίζοντι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ κινούμενον, λευκόν, ἑστώς. κιονούμενον ἐνδέχεται παντὶ λευκῷ, λευκὸν μὴ παντὶ ἑστῶτι ὑπαρχέτω, καὶ συνάγεται κινούμενον οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης.

    p. 35b 11 ἐὰν δὲ τὸ καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, τὸ δ’ ἐν μέρει πρὸς τὸ μεῖζον, ἐάν τε στερητικὸν ἐάν τε καταφατικόν.

    Λειπόμεναι ἦσαν αἱ συζυγίαι αἱ ἔχουσαι τὴν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου, αἵτινες πᾶσαι ἀσυλλόγιστοί εἰσιν, ὅπως ἂν ἔχωσι τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ. ὁμοίως δέ, κἄν μερικαὶ ἀμφότεραι ληφθῶσι κἄν ἀμφότεραι ἀδιόριστοι ἡ ἡ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος. καὶ αὗται γὰρ πάλιν, ὅπως ἄν ἔχωσι κατά τε τοὺς τρόπους καὶ τὸ ποιόν, πᾶσαι ἀσυλλόγιστοί εἰσιν. ἀπόδειξις δὲ τοῦ ἀσυλλογίστους αὐτὰς εἶναι ἡ αὐτὴ ἥπερ καὶ ἐπὶ τῶν ἄλλων ἀσυλλογίστων· αὕτη· δέ ἐστιν ἡ παραδειγματική · εὑρίσκονται γὰρ ὅροι συνάγοντες καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ἐφ’ ὧν δὲ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνήγετο, αὗται ἀσυλλόγιστοι ἦσαν αἱ συζυγίαι διὰ τὴν ἀοριστίαν. ἔστωσαν οὖν ὅροι πάντων κοινοὶ τοῦ μὲν παντὶ ἐπιστήμη, κινούμενον, γραμματικόν· ἐπιστήμη τινὶ κινουμένῳ ἐνδεχέσθω ὑπάρχειν ἢ μὴ ὑπάρχειν, κινούμενον παντὶ ἢ μηδενὶ γραμματικῷ ὑπαρχέτω, καὶ συνἀγεται ἐπιστήμη παντὶ γραμματικῷ ἐξ ἀνάγκης ὑπάρχειν. τοῦ δὲ μηδενὶ ἐπιστήμη, κινούμενον, ἵππος ἡ ἀπλῶς ἄλογον ζῷον· ἐπιστήμη ἐνδεχέσθω τινὶ κινουμένῳ ἢ μὴ παντί, κινούμενον ὑπαρχέτω παντὶ ἢ μηδενὶ ἵππῳ, καὶ συνάγεται ἐπιστήμη ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

    [*](1. 2 μεταλαμβάνεσθαι S: διαλαμβάνεσθαι BUVt 2 post τοῦτο add. εἰς τὸ ἕτερον Bl τὶ Β 3 ἐκλαμβάνει Y 5 μηδενὶ— παντί Β 7 πάση 7 πάλιν UVt 9 κινούμενον παντὶ— 11 ἐξ ἀνάγκης om. Β παντὶ λευκῶ ἐνδέχεται SU: ἐνδ. π. λ. Vt 12 ante λευκὸν add. τὸ Β μὴ παντὶ ἑστῶτι Yt: μηδενὶ μὴ τινὶ S) βαδίζοντι BSD 15 post καταφατικόν add. καὶ τὰ ἑξῆς Β 16 εἰσι συζυγίαι S αἱ alt. om. Vt 17 πᾶσαι post εἰσι collocat U, ante εἰσιν SVt συλλόγιστοι V 18 δέ om. IT 19 ἀόριστος U 20 γὰρ S: om. BUVl ὅπως ἔχουσι Β posl καὶ add. κατὰ Β post πᾶσαι add. αὗται BUYt: om. S 23 γὰρ e δὲ cur. B2 Μηδενὶ— παντί B 25 οὖν SVt: γὰρ Β: om. U κοινοὶ πάντων Β μὲν B 26 γραμματική SV1 κινουμένω τινὶ Vt ἐνδλεχεσθαι Β 29 post ἄλογον add. ἡ U 31 ὁμοίως] hue usque V)
    192

    p. 35b14 οὐδ’ ὅταν ἐν μέρει ἢ ἀδιόριστοι τεθῶσιν αἱ προτάσεις, [*](XLVIIIr) σεῖς, εἴτ’ ἐνδέχεσθαι λαμβάνουσαι εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ.

    Εἰ μὲν συμπεραίνων πάντα τὰ περὶ τοῦ ἐνδεχομένου λέγει, λέγοι ἄν τὸ ἐναλλὰξ ὥστε τὴν μὲν εἶναι ὑπάρχουσαν τὴν δὲ ἐνδεχομένην· εἰπὼν γὰρ εἴτε ἐνδέχεσθαι λαμβάνουσαι εἴτε ὑπάρχειν ἐπήγαγε τὸ ἐναλλάξ. εἰ δὲ τὰ προσεχῶς εἰρημένα περαίνει, λέγω δὴ τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, οὕτως ἀκουστέον τὸ ἐναλλάξ, εἴτε ἐν μέρει εἴτε ἀδιόριστοι εἴτε ἐναλλάξ, ἀντὶ τοῦ ἰὴ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος.

    p. 35b20 Φανερὸν οὖν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός.

    Προσυπακουστέον τῷ ἀεὶ γίνεται συλλογισμὸς ὅταν ἡ ἐλάττων καταφατικὴ ᾖ· τότε γὰρ ἀεὶ γίνεται συλλογισμός· ἐπεί τοί γε, ἐὰν ἡ μὲν μείζων ᾖ καθόλου ἡ δὲ ἐλάττων ἀποφατικὴ ὑπάρχουσα, οὐ γενήσεται συλλογισμός, ὡς δέδεικται. ἐζήτηται δὲ ἡμῖν, μήποτε οἱ ὅροι οἱ ληφθέντες εἰς τὸ δεῖξαι τὴν συζυγίαν τὴν ἔχουσαν τὴν ἐλάττον μερικὴν ἀποφατικὴν ὑπάρχουσαν τῆς | μείζονος καθόλου οὔσης ένδεχομένης ἡ ἀποφατικῆς [*](XLVIIIv) ἢ καταφατικῆς, ἐὰν οἱ αὐτοὶ ὅροι ληφθῶσι καὶ τῆς ἐλάττονος μερικῆς οὕσης καταφατικῆς ὑπαρχούσης, δείξουσιν αὐτὴν ἀσυλλόγιστον· συνάξουσι γὰρ καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. λέγω γὰρ οὕτως· κινούμενον παντὶ λευκῷ ἐνδεχέσθω, λευκὸν τινὶ βαδίζοντι ὑπαρχέτω, καὶ συνάγεται ‘ κινούμενον ἐξ ἀνάγκης παντὶ βαδίζοντι ὑπάρχει’. συνάγεται δὲ πάλιν καὶ τὸ οὐδενὶ οὕτως· κινούμενον παντὶ λευκῷ ἐνδεχέσθω, λευκὸν ὑπαρχέτω τινὶ ἑστῶτι, καὶ συνάγεται ‘ κινούμενον οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης ’. ὁμοίως δέ, κἂν ἐνδεχομένη ὑπάρχῃ ἡ μερική, τὰ αὐτὰ πάλιν συμβαίνει. ὥστε ὅσον ἐκ τῶν ὅρων τούτων δειχθήσονται καὶ αὗται ἀσυλλόγιστοι τί οὖν ἐροῦμεν; ὅτι αὐτὸς εἶπεν ὁ φιλόσοφος ὅτι δεῖ τὴν μείζονα πρότασιν μὴ ὁρίζεσθαι χρόνῳ ὑπὸ τῆς ἐλάττονος· ὡρίζετο δὲ χρόνῳ, ὁπηνίκα ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα. κἀνταῦθα τοίνυν ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα· εἰ γὰρ τὸ λευκόν, ὅπερ ἐστὶν ὁ μέσος ὅρος, κατηγορεῖται ἐπὶ τοῦ βαδίζοντος καὶ ἐπὶ τοῦ ἑστῶτος, τὸ δὲ κινούμενον, ὁ μείζων, ἐπὶ μόνου τοῦ βαδίζοντος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἐπὶ τοῦ ἑστῶτος, δῆλον ὅτι ἐπὶ πλέον ἐστὶν ὁ [*](2 λαμβάνουσαι U Arist.: λαμβάνουσιν Bt 3 ante εἰ add. ἐπήγαγε τὸ ἐναλλὰξ ταῦτα Ut λέγει BU: λέγοι t 6 περαίνοι Ut δὲ U 11 τῷ scripsi: τὸ BUt ante ὅταν addiderim τὸ 11. 12 ὅταν — συλλογισμός om. t 12 ἦ U: om. Β 13 γίνεται Β 14 δέδεικται] p. 35b8 ἐξήτηται U δὲ om. B 17 post ἐὰν add. οὖν t οὔσης post 18 ὑπαρχούσης collocat S: om. t 20 ἐνδεχέσθω BU: ὑπαρχέτω t ὑπαρχέτω Ut: ὑπαρχέτω BS 20. 21 παντὶ βαδίζοντι ἐξ ἀνάγκης t 22 ἐνδεχέσθω Ct: ἐνδέχεται BU 24 ἡ μερικὴ ὑπάρχει t τὴν αὐτὴν Β 26 εἶπεν] p. 34b 7 27 τῆς τοῦ ἐλάσσονος Β 29 ὃ Β 31 οὐκέτι δὲ SUt: οὐ μὴν Β ἐνεστῶτος pr. U πλέον BS: πλεῖον Ut)

    193
    μέσος ὅρος τοῦ μείζονος. εἰ δὲ τοῦτο, μερικὴ γίνεται ἡ μείζων πρότασις· [*](XLVIIIv) μερικῆς δὲ αὐτῆς γινομένης ἀσυλλόγιστος γίνεται ἡ συζυγία, ὥστε εἰκότως συνηγαγε καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. οὕτω μὲν οὖν καταφατικῆς οὔσης τῆς ἐλάττονος εἰ μέντοι ἀποφατικὴ εἴη, οὐκέτι ὁρίζεται ἡ μείζων ὑπὸ τῆς ἐλάττονος ὑπερτείνοντος τοῦ μέσου τὸν μείζονα· εἰ γὰρ καὶ λέγομεν τὸ λευκὸν μηδενὶ ὑπάρχειν βαδίζοντι μηδ’ ἑστῶτι, ἐπειδὴ ἀκοφάσκεται ἀυτῶν καὶ οὐ κατηγορεῖται, διὰ τοῦτο οὐκ ἔσται ἐπὶ πλεῖον τοῦ μείζονος. δῆλον οὗν ὅτι ἡ ἔχουσα τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου δι’ αὐτὸ τοῦτο τὸ ἔχειν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν καὶ μόνον ἀσυλλόφιστός ἐστι καὶ οὐ διὰ τὸ ὁρίζεσθαι χρόνῳ τὴν μείζονα· οὐδὲ γὰρ ὁρίζεται, ὡς εἴπομεν.

    p. 35b22 Ὅταν δὲ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, ὁ μὲν συλλογισμὸς εσται τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, καὶ τέλειος, ὅταν πρὸς τῷ ἐλάττονι ἄκρῳ τεθῇ τὸ ἀναγκαῖον.

    Διαλεχθεὶς περὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τῆς ἐν πρώτῳ σχήματι καὶ δείξας ποῖαι μέν εἰσιν αὐτῶν συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τρέπεται ἐπὶ τὴν μῖξιν τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου. καὶ φησὶν ἐπὶ τούτων γίνεσθαι συλλογιστικὰς συζυγίας ὡσαύτως ἐχούσης τῆς τάξεως τῶν ὅρων, ὥσπερ εἶχε καὶ ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος, λέγω δὲ τῆς μὲν μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ἐνοδεχομένης, ὅπως ἄν ἔχωσι κατὰ τὸ ποιὸν ἀμφότεραι· κὰν γὰρ ἡ ἐλάττων ᾖ ἀποφατική, οὐδὲν ἧττον συλλογιστικὴ ἔσται ἡ συζυγία μεταλαμβανομένης αὐτῆς εἰς καταφατικὴν διὰ τὸ ἐνδεχομένην εἶναι· ἐὰν δὲ ἡ μὲν μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ἀναγκαία, τῆς μὲν μείζονος ὁμοίως τὸ ποιόν ἐστιν ἀδιάφορον, τῆς δὲ ἐλάττονος οὐκέτι, ἀλλὰ μόνον δεῖ αὐτὴν καταφατικὴν εἶναι, ἵνα γένηται συλλογιστική.

    p. 35b26 Τὸ δὲ συμπέρασμα κατηγορικῶν μὲν ὄντων τῶν ὅρων τοῦ ἐνδέχεσθαι καὶ οὐ τοῦ ὑπάρχειν ἔσται, ἀμφοτέρων καὶ καθόλου καὶ μὴ καθόλου τιθεμένων.

    Ωσπερ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου διάφορα [*](4 ἡ Β: ὁ SUt 5 τῆς scripsi: τοῦ BSUt καὶ S: om. BUt λέγει Β fi ἐπεὶ Β 9 δι’ αὐτὸ τοῦτο SUt: διὰ Β τὴν ἐλάττονα post ὑπάρχουσαν collorant BU post, ἕλ’. add. μερικὴν t: om. BSU 10 καὶ prius om. S, at cf. p. 187,17 ἀσυλλόγιστόν Β 12 μίξις ἀναγκαίου καὶ ἐνδεχομένου σχήματος πρῴ inscr. Β ἡ μὴ ὑπάρχειν Pt, (d n, rec. u): om. U Arist. ἡ alt. ox ὁ corr. I U: 15 ἐλάσσονι Β τεθείη BU 16 μείξεως t itemque vs. 20 τῆς ait. Bt: τοῦ U 17 μέν om. Β αὐτῶν om. Β: ante εἰσι oollocat S post συλλ. add. καὶ Β 19 post φησὶν add. καὶ Ut συλλογιστικὴν συζυγίαν Β 20 ἧπερ Β 21 δὲ BSU: δὴ t 22 ὅπερ pr. Β, corr. B2 23 συλλογιστικὴ ἔσται οὐδὲν ἧσσον Β 29 ἀμφοτέρω om. Arist. καὶ prius om. Ut(d) 31 ἐνδεχομένου— ὑπάρχοντος Β του alt. PS: om. Ut)

    194
    ἐγίνοντο τὰ συμπεράσματα καὶ ποτὲ μὲν τοῦ κτὰ τὸν διορισμὸν ἐνδεχομένου [*](XLVIIIv) ποτὲ δὲ ἄλλου τινός, οὕτω καὶ ἐπὶ τούτων φησὶν ὅτι, ἐὰν μὲν ὦσιν ἀμφότεραι καταφατικαὶ ἢ ἡ μείζων ἐνδεχομένη ἀποφατική τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα, ὅταν δὲ ἡ μείζων ἀποφατικὴ ἀναγκαία, οὐκέτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα ἀλλὰ τοῦ συντρέχοντος τῷ ὑπάρχοντι. τέλειοι δὲ γίνονται συλλογισμοὶ ἐπὶ ταύτης τῆς μίξεως οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικὴν οὖσαν ἐν τῇ ἐλάττονι τὴν δὲ μείζονα ἀποφατικὴν ἢ καταφατικὴν ἐνδεχομένην. ὁμοίως δὲ ἔχουσι καὶ αἱ μερικαὶ ἐπί τε τῶν συμπερασμάτων καὶ ἐπὶ τῶν τελείων, ὡς εἶχον καὶ αἱ καθόλου · συζυγίαι.

    p. 35b 33 Τὸ δὲ ἐνδέχεσθαι ἐν τῷ συμπεράσματι τὸν αὐτὸν τρόπον ληπτέον ὅνπερ καὶ ἐν τοῖς πρότερον.

    Ἐπειδὴ εἶπεν ὅτι, ὅταν τὸ στερητικὸν ἀναγκαῖον ᾖ, τὸ συμπέρασμα ἔσται καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν καὶ τοῦ μὴ ὑπάρχειν, διὰ τοῦτο ἐπήγαγεν ὅτι ἐνδεχόμενον ἐνταῦθα λαμβάνειν δεῖ οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλ’, ὥσπερ καὶ τὸ πρὶν ἐλάμβανε, τὸ συντρέχον ἄλλῳ τινί τουτέστι τῷ ὑπάρχοντι· κατηγορεῖται γὰρ τὸ ἀπλῶς ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος.

    p. 35b34 τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν οὐκ ἔσται συλλογισμός· ἕτερον γὰρ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν.

    Εἰπὼν ὅτι τὰ συναγόμενα συμπε|ράσματα ἢ τοῦ κατὰ τὸν διορισμὸν XLlXr ένδεχομένου ἐστὶν ἢ τοῦ <΄ἁπλῳς> ἐνδεχομένου, τουτέστι τοῦ τῷ ὑπάρχοντι συντρέχοντος, ἐν τούτοις ἐπάγει ὅτι κατ’ οὐδένα τρόπον τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν γίνεται ὁ συλλογισμός, οὐδαμῶς ἄρα τοῦ ἀναγκαίου ἔσται συλλογισμός. εἶτα εἰπὼν ὅτι τοῦ ἐξ ἀνάγκης μηδενὶ οὐ γίνεται συλλογισμός, ἐπειδὴ ἀνωτέρω ἔλεγεν ὅτι τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν ταὐτόν ἐστι τῷ ἐνδεχομένῳ, διὰ τοῦτο ἐν τούτοις ἐπήγαγεν ὅτι ἕτερον ἐστι τὸ ἐξ αναγκης μὴ ὑπάρχειν καὶ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν. τὸ μὲν γὰρ ἐξ ἀνάγκης μὴ ὑπάρχειν τὸ μηδαμῇ μηδαμῶς ὑπάρχον σημαίνει, ὅπερ καὶ φαμὲν ἐνταῦθα μὴ συνάγεσθαι· τὸ δὲ μὴ ἐξ ἀνάγκης ὑπάρχειν τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δέ, ἀλλ’ ἐνδεχομένως ἀποφασκόμενον.

    [*](1 ἐγίνετο S τὰ ora. U 3 post ἀμφότεραι add. ὡς U 7 ταύτης BSU: πάσης t 8 ἐλάσσονι Β 12 καὶ BUt(Cn): ora. Arist. τῶ Β 13 ἐπεὶ Β post ἦ add. καὶ Β 16 τὸ πρὶν] c. 15 p.34b 27 sq. ἐλάμβανε Β: ἐλάμβανον Ut: ἐλαμβάνομεν S ἄλλω τινὶ SUt: inv. ord. Β 17 καὶ ora. Β 20 post μὴ prius del. ὑπάρχειν U ὑπάρχειν superscr. U 23 εἶναι Β: εἰσίν t ἁπλῶς adiiidi cf. vs. 17 et p. 197,31 25 ὁ ora. S post συλλ. add. εἰ δὲ τοῦτο S 27 ἐπεὶ Β ἀνωτέρω] c. 15 p. 31 30 ὃ Β καὶ ora. S 31 ante ὑπάρχον add. μὴ Β)
    195

    p. 35b37 Ὅτι μὲν οὖν καταφατικῶν ὄντων τῶν ὅρων οὐ γίνεται [*](XLIXr) τὸ συμπέρασμα ἀναγκαῖον, φανερόν· ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ· ἔσται δὴ συλλογισμὸς ἀτελὴς ὅτι ἐνδέχεται τὸ Α παντὶ ᾦ Γ ὑπάρχειν. ὅτι δὲ ἀτελής, ἐκ τῆς ἀποδείξεως δῆλον· τὸν αὐτὸν γὰρ τρόπον δειχθήσεται ὅνπερ καὶ ἐπὶ τῶν προτέρων.

    ᾿Εντεῦθεν λοιπὸν ἐκτίθεται τὰς συζυγίας τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καὶ δείκνυσιν ὅτι ἐπ’ οὐδεμιᾶς τούτων ἀναγκαῖον συνάγεται συμπέρασμα, ἀλλ’ ἐκεῖνο ὅπερ προλαβὼν εἴρηκε. πρότερον δὲ ἐκτίθεται τὴν ἐκ δύο καθόλου καταφατικῶν συζυγίαν τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ένδεχομένης, καὶ φησὶν ὅτι ἐνδεχόμενον καθόλου καταφατικὸν συνάγεται συμπέρασμα. ἔστω γάρ, φησί, τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ένδεχομένως· λέγω ὅτι τὸ Α παντὶ τῶ Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀκηθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη μὴ παντί’. ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης ὑπάρχει τῷ δὲ Γ οὐ παντί, γίνεται τὸ δεύτερον σχῆμα ἐξ ἀμφ’ ἀμφοτέρων ἀναγκαίων καὶ συνάγει τὸ Β τφ Γ ἐξ ἀνάγκης μὴ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὸ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μή ἐνδέχεσθαι παντί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ άντιφατικῶνς ἀντικείμενον τὸ ενοεχεται παντί , ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ καὶ ὅτι ἀτελής ἐστιν οὗτος ὁ συλλογισμός, εἴγε διὰ τοῦ ἀδυνάτου δέδεικται, καὶ ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγει, εἴγε τῷ ‘ἀνάγκη μὴ παντί’ μόνῳ ὑποτεθέντι τὸ ἀδύνατον ἠκολούθησε.

    p.36a2 Πάλιν τὸ μὲν Α ἐνδεχέσθω παντὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω ἐξ ἀνάγκης· ἔσται δὴ συλλογισμὸς ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, ἀλλ’ οὐχ ὅτι ὑπάρχει, καὶ τέλειος ἀλλ’ οὐκ ἀτελής· εὐθὺς γὰρ έπιτελεῖται· τῶν ἐξ ἀρχῆς προτάσεων.

    Παραδίδωσιν ἐντεῦθεν τὴν δευτέραν συζυγίαν τὴν ἐκ δύο καθόλου καταφατικῶν τὴν πρὸς τῇ ἐλάττονι τὸ ἀναγκαῖον ἔχουσαν, καὶ φησὶ καὶ ταύτην τὸ ἐνδέχεσθαι παντὶ συνάγειν διὰ τῆς ἐπ’ εὐθείαι δείξεως. διὸ καὶ τέλειόν φησι τὸν συλλογισμόν. ἐπεὶ γὰρ τὸ Α παντὶ ἐνδέχεται τῷ B, [*](2 ante ά add. μὲν t(C n m) 3 ἐνδέχεσθαι U 5 γὰρ αὐτὸν Β 6 ὃν U 10 καταφατικὴν t 13. 14 τῶ γ͂ ἐνδέχεται St: iuv. ord. BD 14 δὲ 1 19 post τὸ primum add. δέ Β cf. p. 189,24 20. 21 ὐκοῦν— δεῖξαι om. Β 21 καὶ ὅτι S: inv. ord. BUI 22 xal SU; om. lit 23 τῷ] τὸ Ut 20 ἐξ ἀνάγκης ὑπαρχέτω U 30 ἐνταῦθα Β 31 πρὸς τῶ U 32 ταύτη Β)

    196
    πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· ἓν δὲ τῶν μερῶν τοῦ [*](XLIXr) B τὸ Γ ἐστί· τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐν τούτῳ δὲ τῷ συμπεράσματι τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἐνδεχόμενον.

    p. 36a7 Ei δὲ μὴ ὁμοιοσχήμονες εἶεν αἱ προτάσεις, ἔστω πρῶτον o ἡ στερητικὴ ἀναγκαία, καὶ τὸ μὲν Α μηδενὶ ἐνδεχέσθω τῷ B ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ 1 ἐνδεχέσθω· ἀνάγκη δὴ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν. κείσθω γὰρ ὑπάρχειν ἢ παντὶ ἢ τινί· τῷ δὲ B ὑπέκειτο μηδενὶ ἐνδέχεσθαι. ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ἐνδέχεται· τὸ δὲ Α τῷ Γ ἢ παντὶ ἢ τινὶ κεῖται ὑπάρχειν· ὥστε οὐδενὶ ἢ οὐ παντὶ τῷ Γ τὸ Β ἐνδέχοιτ’ ἄν ὑπάρχειν ὑπέκειτο δὲ παντὶ ἐξ ἀρχῆς.

    Διαλεχθεὶς περὶ τῶν ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν νῦν περὶ τῶν ἀνομοιοσχηόνων διαλέγεται συζυγιῶν, καὶ ὥσπερ ἐπὶ τῶν ὁμοιοσχημόνων πρότερον ὑπετίθετο τὴν ἐκ τῆς μείζονος ἀναγκαίας, οὕτως καὶ ἐπὶ τῶν ἀνομοιοσχημόνων ποιεῖ. φησὶν οὖν ὅτι, ἐὰν ἡ μείζων ἀναγκαία ᾖ ἀπο- φατικὴ καθόλου, ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη, τὸ συμ- πέρασμα γίνεται καθόλου ἀποφατικὸν ὑπάρχον. ἔστω γὰρ τὸ Α οὐδενὶ ἐξ ἀνάγκης τῷ Β, τὸ δὲ Β παντὶ ἐνδεχέσθω τῷ Γ· λέγω, φησίν, ὅτι τὸ Α οὐδενὶ ὑπάρχει τῷ Γ. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘ὑπάρχει τινί’ ἢ τὸ ἐναντίον τῷ οὐδενὶ τὸ ‘ ὑπάρχει παντί’. ἐπεὶ οὖν τὸ μὲν Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β, οὐδὲ τὸ B οὐδενὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχει· ἀλλὰ μὴν καὶ τὸ Α παντὶ ἡ τινὶ τῷ Γ ὑπάρχει μόνον· καὶ συνάγεται τὸ Β τῷ Γ ἢ οὐδενὶ ἢ οὐ παντὶ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἁδύνατον ἠκολούθηησεν ἐνταῦθα διὰ τὸ βούλεσθαι τὸν Ἀριστοτέλην ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα· ἐπεὶ ἐὰν τῇ χείρονι ἀκολουθεῖν ὑποθώμεθα, ὡς δέδεικται ἀνωτέρω, οὐχ ἕψεταί τι ἀδύνατον. ἔσται γὰρ τὸ B τῷ Γ ἢ οὐδενὶ ὑπάρχον ἢ οὐ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι· καὶ οὐδὲν ἀδύνατον· κἄν γὰρ οὐδενὶ ὑπάρχῃ τῶν Γ τὸ Β, | δυνάμεθα λέγειν ὅτι ἐνδεχομένως XLIXV πᾶσιν ὑπάρχει· ὁμοίως κἄν τισὶν ὑπάρχῃ τισὶ δὲ μή, δύναται ἐνδεχομένως πᾶσιν ὑπάρχειν. οὕτω μὲν οὖν οὐκ ἀκολουθεῖ ἀδύνατον. ὁ δὲ Ἀριστοτέ- [*](1. 2 ἕν— ὑπάρχει om. Β 4 εἶεν BUt(i): om. Arist. 5 τῷ t Arist.: τῶν BU (coir. Α) 7 τῶν #x772; U γὰρ ὑπάρχον U(n) 9 ἢ U Arist.: om. Bt 11 ἐνδέχεται, om. ἄν Β ἐξ ἀνάγκης U post ἀρχῆς add. ἐνδέχεσθαι Bt: om. U Arist. 12 ἀμφοῖν Β 14 πρότερον Β: προτάσεων Ut 14. 15 τ ἀνομοιοσχημόνων U et om. τῶν Β: τούτων t 15 φησὶν οὑν BU: καί φησιν t ἦ ἀναγκαῖα t 19 ἔσται scripsi cf. p. 195,14: ἔστω BSUt 20 ὑπάρχει prius scripsi ὑπάρχειν SU: ὑπάρχον t: compend. Β ὑπάρχει alt. t: ὑπάρχειν SU: compend. Β 23 καὶ St: om. BU 24 δὲ alt, om. U 28 ἀνωτέρω] p. 124,9 τῆ ὑπάρχει Β 30 ὑπάρχει t itemque vs. 31 32 ἀκολουθοῦν t)

    197
    λῇς ἀκολουθῶν ταῖς ἰδίαις ὑποθέσεσι, λέγω δὴ τῷ τῇ μείζονι τῶν προτάσεων [*](XLIXv) ἕπεσθαι τὸ συμπέρασμα, εἰκότως συνάγει τὸ ἀδύνατον ἰστέον δὲ ὅτι οὐ μόνον, ἐὰν τὸ Α τῷ Γ ὑπάρχειν παντὶ ἥ x003E; ὑποθώμεθα, ἀδύνατον ἀκολοθθεῖ, ὰλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης παντὶ ἢ τινὶ ὑποτεθῇ οὐδὲν ἦττον ἕψεται τὸ ἀδύνατον. ἔστω γὰρ τῶν αὐτῶν ὄντων ὅ τὸ Α τ‘ῳ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπάρχειν· ἐπεὶ οὖν τὸ Α τῷ Β ἀνάγκη μηδενὶ ὑπόκειται, καὶ τὸ Β τῳ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· τὸ δὲ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπετέθη· γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται ‘τὸ Β τῷ Γ ἀνάγκη μηδενὶ ἢ μὴ παντί’· ὑπέκειτο δὲ καὶ ‘ἐνδέχεται παντί ὅπερ ἁδὺ ἔτι ’δε κἄν ὑποτεθῇ τὸ ‘ἐνδέχεται παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, καὶ οὕτως τί) ἀδύνατον ἀκολουθήσει. ὑποκείσθω γὰρ τὸ Α παντὶ τῶ Γ ἐνδέχεσθαι· οὖ,ν ὑπέκειτο καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, καὶ τὸ Γ ἅρα τινι τῳ B ἐνδέχεται ὑπάρχειν· ἀντιστρέφει γὰρ οὕτως. εἰ τοίνυν τί) μὲν Α παντὶ τῷ Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῷ Β ἐνδέχεται, καὶ τὸ A ἄρα τινὶ τῴ Β, ἐνδέχοιτ’ ἂν ὑπάρχειν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα. ὑπέκειτο ’δε καὶ ἐξ ἀνάγκης μηδενὶ τῷ Β τὸ Α, ὅπερ ἀδύνατον. εἰ τοίνυν καὶ τούτοις ὑποτεθεῖσι τὸ ἀδύνατον ἠκολούθησεν, ἔσται τὰ ἀντικείμενα αὐτοῖς ἀληθὴς, καὶ συμβήσεται μὴ μόνον τὸ ὑπάρχειν μηδενὶ συνάγεσθαι ὰλλὰ καὶ τὸ ‘οὐκ ἀνάγκη παντί’ ἢ ‘οὐκ ἀνάγκη τινί’ καὶ τὸ οὐχ ἐνδέχεται παντί’. τι οὖν φαμεν πρὸς ταῦτα; ὅπερ καὶ ἄλλοτε ἐν τοῖς ἔμπροσθεν εἶπομεν, ὅτι τὸ ἀδύνατον τούτοις πᾶσιν ἠκολούθησεν οὐ διὰ τοὺς τρόπους ἄλλα διὰ τὸ ποιόν, ἐπειδὴ τῷ ‘ ὑπάρχει. οὐδενἵ ὑποτεθέντι τὸ ἀντικείμενόν ἐστι τὸ καταφατικὸν ἢ άντιφατικῶς τὸ μερικὸν ἢ ἐναντίως τὸ καθόλου ἐν, πάσαις οὖν ταῖς ὑποθέσεσι τὸ αὐτὸ καταφατικὸν ληφθὲν εἰκότως τὸ αὐτὸ συνήγαγεν ἀδύνατον.

    p. 36a15 Φανερὸν δὲ ὅτι καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν γίνεται συλλογισμός, εἴπερ καὶ τοῦ μὴ ὑπάρχειν.

    Δείξας ἐπὶ τῆς εἰρημένης συζυγίας ὁ φιλόσοφος, ὅτι τοῦ ὑπάρχειν μηδενὶ συνάγεται τὸ συμπέρασμα, έπισημαίνεται νῦν ὅτι, εἰ καὶ τὸ ὑπάρχειν μηδενὶ συνάγεται, πρόδηλον ὅτι καὶ τὸ ἐνδέχεσθαι μηδενί, ἀλλ’ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ ἁπλῶς ἐνδεχόμενον τὸ κατηγορούμενον καὶ κάτα του ὑπάρχοντος.

    p. 36a17 Πάλιν ἔστω ἡ καταφατικὴ πρότασις ἀναγκαία, καὶ τὸ μὲν Α ἐνδεχέσθω μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῶ Γ [*](1 τῶ B: τὸ Ut τῆ supra del. ταῖς scr. U 3 ἢ τινὶ addidi 7 ὑπάρχειν t 8 post τινὶ add. εἰ Β ὑποτεθῇ SU post γίνεται add. οὖν t 11 τό prius om.΄ SU 12 καὶ alt. om. t 13 #x772; S: a Β et posl ἄρα Ut 1 1 καὶ om ’S itemque vs. 16 20 ἐν τοῖς ἔμπροσθεν] p. 125,19 sq. 22 τῶ SUt: τό Β ὑπάρχοντι Bt: ὑπάρχειν S 23 post ἡ atrumque add. τὸ S 26 καὶ τι u 28 ὑπάρχει U 31 τὸ (post οὐ) om. 34 τῶ prius BUt(t) τῶν Αrist.)

    198
    ὑπαρχέτω ἐξ ἀνάγκης. ὁ μὲν οὖν συλλογισμὸς ἔσται τέλειος, [*](XLIXv) ἀλλ’ οὐ τοῦ μὴ ὑπάρχειν ἀλλὰ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν.

    ‘Υποθέμενος τὴν μείζονα πρότασιν ἀναγκαίαν ἀποφατικὴν καὶ δείξας ὑπάρχον ἀποφατικὸν συναγόμενον τὸ συμπέρασμα τρέπει νῦν τὴν τάξιν τῶν προτάσεων, καὶ ὑποτίθεται τὴν μείζονα πρότασιν ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀναγκαίαν καταφατικήν, καὶ φησὶν ἐνδεχόμενον ἀποφατικὸν καθόλου συνάγεσθαι τὸ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου. τοῦτο δὲ δείκνυται οὐ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀλλὰ τῇ ἐπ’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ μηδενός· διὸ καὶ τέλειός ἐστιν ὁ συλλογισμός. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ ἐστί· παντὶ γὰρ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· τὸ ἄρα Α οὐδενὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν.

    p. 36a21 Ἡ τε γὰρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπὸ τοῦ μείζονος ἄκρου, καὶ εἰς τὸ ἀδύνατον οὐκ ἔστιν ἀπαγαγεῖν. εἰ γὰρ ὑποτεθείη τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν, κεῖται δὲ καὶ τὸ Α τῷ Β ἑνδέχεσθαι μηδενὶ ὑπάρχειν, οὐδὲν συμβαίνει διὰ τούτων ἀδύνατον.

    Τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἡ προειρημένη συζυγία ἐνδεχόμενον συνάγει συμπέρασμα καὶ οὐχ ὑπάρχον, καὶ φησὶν ὅτι πρῶτον μὲν τοῦτο δῆλον ἐκ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός· τοῦτο γάρ ἐστι τὸ ἥ τε γὰρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπὸ τοῦ μείζονος ἄκρου· δεύτερον δὲ ὅτι οὐκ ἐνδέχεται ἡμᾶς ὥσπερ ἐπὶ τῆς ἀνάπαλιν ταύτῃ ἐχούσης συζυγίας τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους δεῖξαι τὸ μηδενὶ ὑπάρχειν συναγόμενον. ὑποκείσθω γὰρ τὸ μὲν Α μηδενὶ τῶν Β ένδεχομένως, τὸ δὲ Β παντὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι οὐ δυνατὸν δεῖξαι τῇ εἰς ἄτοπον ἀπαγωγῇ τὸ Α μηδενὶ ὑπάρχον τῶν Γ. ὑποκείσθω γὰρ τὸ ἀντικείμενον ἀντιφατικῶς τῷ ὑπάρχειν μηδενί, ἵνα, ἐὰν τούτῳ ἀκολουθήσῃ τὸ ἀδύνατον, εἴπωμεν τὸ μηδενὶ ὑπάρχειν εἶναι τὸ συναγόμενον. ἐπεὶ οὖν τὸ Β τῷ Γ ἀνάγκη παντὶ ὑπάρχειν, καὶ τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης ὑπάρξει· εἰ τοίνυν τὸ Α παντὶ ὑπάρχει τῷ Γ, ὡς ἡ ὑπόθεσις, τὸ δὲ Γ τινὶ τῷ B ἐξ ἀνάγκης, γίνεται [*](1 ἔστω U 6 ἀποφατικόν, sed pest 7 καθόλου S: ἀποφατικὴν Ut: om. Β 8 καὶ μὴ t post τοῦ alt. add. μὴ U δὲ St: om. ΒU δέδεικται Β 10 ἐπεὶ PS: ἐπειδὴ Ut 10. 11 τῶ #x772; S 14 ἡ om. t 15 ἀπαγαγεῖν Bt(C f): ἐπαγαγεῖν U: ἀγαγεῖν Arist. ἐάντε γὰρ t(f) 16 μηδενὶ BUt(A Β C d f 11 u): τινὶ Arist. ὑπάρχον t τὸ #x772; alt. superscr. Β (coir. Β): om. Arist. 20 εἴτε U γὰρ alt. om. t 21 ἐλήφθη οὕτως U ἡ t: om. BU cf. vs. 14 ὑπὸ U 22 ὅπερ pr. B ταύτῃ Β. πάντα ’l τῆ e τῆς corr. U 23 χρομένος pr. Β ὑπάρχειν C: ὑπάρχον Ut: compeud. Β 21 τῶ β S τῶν γݲ B 26 τῶν τῷ St ἀντιφατικὸν t: ἐναντίως exspectamus cf. p. 197,23 τῶ alt. BS: τὸ Ut 27 ante ὑπάρχ. add. οὐχ BUt: om. S ὑπάρχει U post μηδενὶ add. τὸ ὑπάρχειν παντί S τοῦτο t εἴπομεν Ut 29 ὑπάρξει BSU: ὑπάρχει t παντὶ S: οὐδενὶ BUt 30 τῶ alt. BS: τῶν Ut post ἀνάγκης add. καὶ t)

    199
    τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου. τὸ ἄρ [*](XLIX) Α τινὶ τῷ Β ὑπάρξει. ὑπέκειτο δὲ καὶ οὐδενὶ ἐνδέχεσθαι, ὅπερ οὐκ ἀδύνατον. οὐκ ἄρα οὐδὲ διὰ τοῦ ἀδυνάτου δείκνυται τὸ ὑπάρχειν μηδενὶ συναγόμενον. |

    p. 36a25 ἐὰν δὲ πρὸς τῷ ἐλάττονι ἄκρῳ τεθῇ τὸ στερητικόν, Lr ὅταν μὲν ἐνδέχεσθαι σημαίνῃ, συλλογισμὸς ἔσται διὰ τῆς ἀντιστροφῆς καθάπερ ἐν τοῖς πρότερον.

    ‘Υποθέμενος ἐν ταῖς προλαβούσαις συζυγίαις τὴν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν νῦν τὸ ἀνάπαλιν ὑποτίθεται, καὶ τῇσίν ὅτι ἐὰν ἡ ἐλάττων ἀποφατικὴ ᾖ, ὅταν μὲν ἐνδεχομένη ᾖ, τῆς μείζονος δηλονότι ἀναγκαίας οὔσης καὶ ἀδιαφορούσης κατὰ τὸ ποιόν, γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν, τὰ δὲ συμπεράσματα τοιαῦτα ἔσται, οἷα καὶ πρότερον ἦσαν ἐν τῖς ὁμοίαις συζύγίαις. τῆς γὰρ ἐλάττονος ἐνδεχομένης οὔσης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας ἡ ἀποφατικῆς ἢ καταφατικῆς, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν αἰ αὐταὶ δῆλον ὅτι συζυγίαι πάλιν γίνονται, ὥστε καὶ τὰ αὐτὰ συμπεράσματα καὶ οἱ αὐτοὶ τρόποι τῶν δείξεων ταῖς προτέραις, λέγω δὴ ταῖς ἐχούσαις τὴν μείζονα ἀναγκαίαν ἢ καταφατικὴν ἢ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐνδεχομένην καταφατικήν.

    p. 36a27 Ὅταν δὲ μὴ ἑ ἐνδέχεσθαι, οὐκ ἔσται.

    Εἰκότως· εἰ γὰρ ἀναγκαία ἀποφατικὴ γένηται ἡ ἐλάττων, ἀπόλλυσι τὸ ἴδιον τοῦ πρώτου σχήματος μὴ ἔχουσα τὴν ἐλάττονα καταφατικήν· οὐκέτι γὰρ μεταλαβεῖν τὴν ἀποφατικὴν ἀναγκαίαν δυνατὸν εἰς τὴν καταφατικήν.

    p. 36 a 28 οὐδ’ ὅταν ἄμφω μὲν τεθῇ στερητικά, μὴ ᾖ δὲ ἐνδεχόμενον τὸ πρὸς τὸ ἔλαττον. ὅροι δὲ οἱ αὐτοί, τοῦ μὲν ὑπάρχειν λευκόν, ζῷον, χιών, τοῦ δὲ μὴ ὑπάρχειν λευκόν, ζῷον, πίττα.

    Ἀμφοτέρων, φησί, τῶν προτάσεων ἀποφατικῶν λαμβανομένων, ἐὰν μὲν ἡ ἐλάττων ἐνδεχομένη ᾖ, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν συλλογιστικὴ γίνεται ἡ συζυγία· μεταλαμβάνεται γὰρ πάλιν ἡ ἀποφατικὴ εἰς τὴν καταφατικήν· ἐὰν δὲ ἀναγκαία ᾗ ἡ ἐλάττων, οὐκέτι. ἐκτίθεται δὲ ὅρους συνάγοντας καὶ τὸ παντὶ καὶ τὸ οὐδενί, οὕσπερ παρέθετο καὶ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου· λευκὸν γὰρ χιόνι μὲν ἐξ ἀνάγκης [*](2 τινὶ S: οὐ παντὶ BUI 3 οὐδὲ om. U ὑπάρχειν om. ’ 8 τὸ om. t 9 ἐλάσσων Β itemque vs. 27.29 ᾖ priua t: εἴη BSU 13 γάρ BSD: οὖν t οὔσης BU: om. St 16 τόποι Β 17 πρότερον I 18 καταφατικήν S: ἀποφατικήν BUt 19 δὲ om. Β 22 μεταλαμβάνει I 23 μὲν οἱ. t 24 τὸ alt. om. Β 25 χιών —ζῶον om. Β 27 μὲν BU: μὴ t 28. 29 κατάφασιν Β 29 ἡ Ct: om. BU 30 μηδενί U θέτο] c. 15 p. 35a24 καὶ tert. Oi: om. BO 31 ἐξ ἀνάγκης Ct: om. Β)

    200
    πάσῃ, πίττῃ δὲ οὐδεμιᾷ. ληψόμεθα δὲ ἡμεῖς ὅρους κἀπὶ τούτων κρείττονας, [*](Lr) οὕσπερ καὶ ἐν ἐκείνοις εἰλήφαμεν, τοῦ μὲν παντί· λευκὸν ἐνδέχεται μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ ἐξ ἀνάγκης, καὶ λευκὸν ἐξ ἀνάγκης παντὶ κύκνῳ· τοῦ δὲ μηδενί, εἰ ἀντὶ κύκνου κόρακα λάβωμεν· λευκὸν γὰρ ἐνδέχεται μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι ἐξ ἀνάγκης, καὶ λευκὸν ἐξ ἀνάγκης οὐδενὶ κόρακι.

    p. 36a32 τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ στερητικὸν ἀναγκαῖον. καὶ τὸ συμπέρασμα ἔσται τοῦ μὴ ὑπάρχειν.

    Πληρώσας τὸν τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου λόγον άκολούθως μέτεισιν ἐπὶ τὰς ἐχούσας τὴν ἑτέραν μερικήν. καὶ συντόμως εἰπεῖν, ὅπως ἂν εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται κατά τε τὰ συμπεράσματα καὶ τοὺς τρόπους τῶν δείξεων, καὶ μόνῳ τῷ καθόλου καὶ τῷ μερικῷ διαλλάττουσιν. ἐκτίθεται δὲ τὰς ἀνομοιοσχήμονας συζυγίας πρώτας, ἐφ’ ὧν καὶ ἡ διαφορὰ τῶν συμπερασμάτων ἐγίνετο αἱ μὲν γὰρ τὸ ἐνδεχόμενον συνῆγον, αἱ δὲ τὸ ὑπάρχον), ἵνα κατὰ συνέχειαν πληρώσῃ τὸν περὶ τῶν ἀνομοιοσχημόνων λόγον. πρώτας δὲ ἐκτίθεται τὰς τὸ ὑπάρχον συναγούσας, καὶ φησὶν ὅτι, ὅταν μὲν ᾖ τὸ στερητικὸν ἀναγκαῖον, τουτέστιν ὅταν ἡ μείζων ἀναγκαία ᾖ ἀποφατικὴ καθόλου· ἀνομοιοσχημόνων γὰρ οὐσῶν τῶν προτάσεων ἐν πρώτῳ σχήματι ἀνάγκη τὴν ἀποφατικὴν μείζονα εἶναι· πάλιν τῆς ἑτέρας οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου τὴν καθόλου ἀνάγκη μείζονα εἶναι. ὥστε τοῦτό φησιν, ὅτι ἐπὶ τῶν ἀνομοιοσχημόνων συζυγιῶν καὶ ἐχουσῶν τὴν ἑτέραν μερικήν, ὅταν ἡ μείζων ἀναγκαία ἡ, δηλονότι ἀποφατικὴ οὖσα καὶ καθόλου, ἡ δὲ ἐλάττων ἐνδεχομένη μερικὴ οὖσα καταφατική, τὸ συμπέρασμα ὑπάρχον ἔσται καὶ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν καθόλου συζυγιῶν. ἔστω γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης μηδενὶ τῷ B ὑπάρχον, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν· λέγω, φησίν, ὅτι τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ὑπάρχει παντί’· ἐπεὶ οὖν τὸ Α τῷ B ἐξ ἀνάγκης οὐδενί, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· ἀντιστρέφει γάρ· εἰ τοίνυν τὸ B τῷ Α ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Α τῷ Γ ὑπάρχει παντί, ὡς ἡ ὑπόθεσις, γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου. ἐπὶ δὲ τῆς τοιαύτης μίξεως κατὰ Ἀριστοτέλην τῇ μείζονι τῶν προτάσεων ἠκολούθησε τὸ συμπέρασμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης [*](1 καὶ ἐπὶ τούτων ὅρους U 2 ἐκείναις, ut videtar Β ἐν ἐκείνοις] p. 186,19 sq. post λευκὸν addiderim ἵππον, κύκνον· λευκὸν 4 ληψόμεθα S 8 μὲν BUt(Gn): om. Arist. 10 τὸν τῶν scripsi: τὸν BU: τῶν t 12 ὅπερ pr. Β, corr. αὐταὶ Γ’ 18 post φησὶν add. οὖν Β 20 πάλιν —22 εἶναι iterat Β 23 post ὅταν add. μὲν ἦ om. t 25 post οὐ add. τὸ BUt: om. S 26 δέδεικται] p. 35b31 27 ὑπάρχειν St: compend. Β τῶ alt. BS, pr. U: τῶν corr. D, t ἐνδέχεσθαι Bt 28 τῶ St, pr. U: τῶν Β, corr. U 29 ὑπάρχειν St: compend. Β 30 ἐξ ἀνάγκης τῶ α Β 34 ἠκολούθει U)

    201
    ὑπάρχει· ὑπέκειτο δὲ καὶ τινὶ ἐνδέχεσθαι ὑπάρχειν, ὅπερ ἀδύνατον. τὸ [*](Lr) ἀδύνατον ὴκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ παντὶ ὑπάρχειν. ψεδδος ἀρά τοῦτο· οὐκοῦν ἀληθὲς τὸ ἀντιφατικῶς ὰντικείμενον τὸ μὴ παντὶ ὑπάρχειν, ὅπερ δεῖξαι προὔκειτο. ὁμοίως δέ, κἂν τὴν ἐλάττονα ἐνδεχομένην μερικὴν ἀποφατικὴν ὑποθώμεθα, ἵνα ὁμοιοδχήμων γένηται ἡ συζυγία ἐξ ἁμφοτέρων ἀποφατικῶν, τὸ αὐτὸ πάλιν γίνεται συμπέρασμα, ἐπειδὴ καὶ ἡ ἀυτὴ πάλιν συζυγία μεταλαμβανομένης τῆς ἀποφατικῆς εἰς τὴν καταφατικην.|

    p. 36 a 39 Ὅταν δὲ τὸ ἐν μέρει καταφατικὸν ἀναγκαῖον ᾖ τὸ ἐν Lv τῷ στερητικῷ συλλογισμῷ, οἷον τὸ Β Γ, ἢ τὸ καθόλου τὸ ἐν τῷ κατηγορικῷ, οἷον τὸ Α Β, οὐκ ἔσται τοῦ ὑπάρχειν συλλογισμός. ἀπόδειξις δ’ ἡ αὐτὴ ἣ καὶ ἐπὶ τῶν προτέρων.

    Eἰρηκὼς τῶν μερικῶν τὰς τὸ ὑπάρχειν συναγούσας συζυγίας νῦν περὶ τῶν τὸ ἐνδεχόμενον συναγουσῶν διαλέγεται. τί οὖν φησιν; ὅτι ὁπηνίκα ἐ,πὶ τῶν ἀποφατικῶν συλλογισμῶν ἡ ἐλάττων πρότασις καταφατικὴ οὖσα ἀναγκαία ᾖ’ τῆς μείζονος δηλονότι ἐνδεχομένης οὔσης καθόλου ἀποφατικῆς, οὐχ ὕπαρχον ἀλλ’ ἐνδεχόμενον συνάγεται τὸ συμπέρασμα, δείκνυται δὲ καθάπερ καὶ ἡ καθόλου συζυγία καὶ] ἡ ὁμοίως αὐτῇ ἔχουσα τῇ ἐπ’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός. “ ἐπεὶ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, πάντων ἄρα τῶν μερῶν αὐτοῦ ἐνδεχομένως κεχώρισται· ἓν δὲ τῶν μερῶν τοῦ Β τι τῶν Γ ἐστί. τὸ ἄρα Α τινὶ τῶν Γ ἐνεχομένως οὐχ ὑπάρχει. ὁμοίως, φησί, καὶ ἐπὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ, τουτέστι τοὺ ἐξ ἀμφοτέρων καταφατικῶν τῶν προτάσεων, ἐὰν ἡ κ,αθ,ολικὴ πρότασις ἀναγκαία ἦ, τουτέστιν ἡ μείζων, οὐχ ὑπάρχον πάλιν ἀλλ’ ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα. τοῦτο δὲ διὰ τοὐ ἀδυνάτου δείκνυται ὥσπερ καὶ ἐπὶ τῆς καθόλου συζυγίας τῆς ὁμοίως αὐτῇ ἐχούσης. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ “Γ ἐνδεχομένως· συνάγεται, φησίν, ὅτι τὸ Α τινὶ τῶν Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ, ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται τινί, ὅπερ ταὐτὸν ἐστι τῷ ‘ἀνάγκη μηδενί· ἐπεὶ οὖν τὸ Α τῷ μὲν Γ ἐξ ἀνάγκης οὐδενὶ τῳ δὲ Β παντὶ ὑπάρχει, γίνεται τὸ δεύτερον σχῆμα ἐξ ἀμφοτέρων ἀναγκαίων, τῆς μείζονος ἀποφατικῆς, καὶ συνάγεται τὸ Β ἐξ ἀνάγκης οὐδενὶ [*](1 post τὸ add. δ’ Β cf. p.195,19 2 post ἀδύνατον add. διατί BU 4 δεῖξαι προύκειτο BS: ἕδει δεῖξαι Ut 5 μερικὴν ἀποφατικὴν St: inv. ord. Β 6 καἲ om t 7 post ἀποφατικῆς add. μερικῆς t. posl τὴν add. μερικὴν t 10 τὸ ἐν BUt(d n): ἐν Arist. 11 ἔστι Β 12 ἡ om. Β 14 ὅτι ora. pr. B 15 ἀντιφατικῶν t 16 εἴη t IS καὶ alt. delevi 21 τι U: ἔτι Ill τῶν alt corr. U, t: τὸ Β, pr. U ἐστι om. Β 22 post ὁμοίως add. δέ t 23 post ἔαν add. φησὶν BU: om. t 27 τῶν Ut: τῶ Β 28 ἐνδεχομένως t τοῦτο Bt: τὸ U 29 ἔστω U 30 τῶν μὲν U 31 μηδενὶ B)

    202
    τῷ Γ· ἦν δὲ καὶ ἐνδεχομένως τινί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε [*](Lv) διὰ τὸ ὑποθέσθαι ὅτι τὸ Α τῷ Γ οὐκ ἐνδέχεται τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ‘ἐνδέψεται τινί’, ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ ὅτι καὶ ἐνταῦθα δυνατὸν λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται.

    p. 36b3 ἐὰν δὲ τὸ μὲν καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἡ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τὸ δ’ ἐν μέρει ἀναγκαῖον πρὸς τῷ μείζονι ἄκρῳ, οὐκ ἔσται συλλογισμός. ὅροι δὲ τοῦ μὲν ὑπάρχειν ἐξ ἀνάγκης ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μὴ ἐνδέχεσθαι ζῷον, λευκόν, ίμάτιον.

    ᾿Εκθέμενος τὰς συζυγίας τὰς ἐκ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς τὰς ἐχούσας τὴν μείζονα καθόλου καὶ δείξας, ποῖαι μὲν ἐν ταύταις συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τἀς ἐναντίως ἐχούσας κατὰ τὸ ποσὸν ἐκτίθεται, λέγω δὴ τὴν μὲν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου. καὶ πάσας φησὶ ταύτας ἀσυλλογίστους εἶναι· ἀπώλεσε γὰρ ἡ μείζων τὸ ἴδιον τοῦ πρώτου σχήματος, λέγω δὴ τὸ καθόλου. τὸ δὲ ἢ ἐνδεχόμενον ἀντὶ τοῦ καὶ ἐνδεχόμενον’· πρώτας γὰρ ἐξέθετο ἀσυλλογίστους τὰς ἐχούσας τὴν ἐλάττονα ἐνδεχομένην. συνάγουσιν οὖν αὗται καὶ τὸ παντὶ καὶ τὸ μηδενί· τὸ γὰρ ζῷον ἀνθρώπῳ μὲν παντὶ ἐξ ἀνάγκης, ἱματίῳ δὲ οὐδενί. εἰλήφθωσαν δὲ πάλιν κάλλιον οἱ ὅροι· ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, λευκὸν ἐνδέχεται μηδενὶ ἵππῳ ἢ παντί, καὶ ζῷον ἐξ ἀνάγκης παντὶ ἵππῳ. τοῦ δὲ μηδενί, εἰ ἀντὶ τοῦ ἵππου λάβωμεν ἱμάτιον· ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, λευκὸν ἐνδέχεται μηδενὶ ἢ παντὶ ἱματίῳ, καὶ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ.

    p. 36b7 Ὅταν δὲ ἀναγκαῖον ᾖ τὸ καθόλου, τὸ δ’ ἐν μέρει ἐνδεχόμενον, στερητικοῦ μὲν ὄντος τοῦ καθόλου τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, κόραξ καὶ τὰ ἑξῆς.

    Ἀμείβει διὰ τούτων τὴν τάξιν τῶν τρόπων τῆ· μὲν ἐλάττονι διδοὺς τὸ ἀναγκαῖον τῇ δὲ μείζονι τὸ ἐνδεχόμενον. αὗται οὖν πᾶσαι, ὅπως ἄν ἔχωσι κατὰ τὸ ποιόν, πᾶσαί εἰσιν ἀσυλλόγιστοι ’ συνάγουσι γὰρ πᾶσαι καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων αὐτὸς ἐκτίθεται.

    [*](1 τῶν y t ἐνδεχομένως, sed post τινὶ Β: ἐνδέχεται Ut post τὸ add. δ΄ Β cf. p. 201,1 2 τὸ ἁ post τινί collocat Β 3 δὲ prtus ora. U τινὶ ἐνδέχεται Β 5 τὸ ἔλαττον ἔλασσον Β) ἄκρον BU: τὸ (sic) ἐλάττονι ἄκρω t 6 ἡ alt. BUt(d): om. Arist. d. vs. 15 7 πρὸς τῶ μείζονι ἄκρω BUl(BOnu): om. Arist. post συλλογισμὸς add. τέλειος U 8 μὲν om. t 9 post ἐνδέχεσθαι add. ὑπάρχον Β, ὑπάρχειν U: om. t Arist. 10 ἑκατέρας Β 13 ποσὸν scripsi: ποιὸν BUt 17 οὖν om. t 18 μηδενί BU: οὐδενί t 20 ἐνδέχεται ex οὐδενὶ corr. B 2 21 λάβοιμεν t 22 post ἱματίῳ prius add. ἐστὶν U, εἶναι t καὶ ἱματίῳ om. U ἐξ— ἱματίῳ t: οὐδενὶ ἱματίω ἐξ ἀνάγκης Β 24 post ὑπάρχειν add. ὅροι I Arist.: om. BU(C) 26 διὰ e δὲ corr. B 2 27 οὑν scripsi: γὰρ οὖν BU: γὰρ t ἂν superscr. B 29 ὡς om. Ut post ὅρων add. οὕς t)
    203

    p. 36 b 12 οὐδ’ ὅταν ἀδιόριστοι ληφθῶσιν αἱ προτάσεις ἢ ἀμφ’ ἀμφότεραι [*](Lv) κατὰ μέρος, οὐδὲ οὕτως ἔσται συλλογισμός. ὅροι δὲ κοινοὶ τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, ἄψυχον.

    Αὗται περιλείπονται ἐν πρώτῳ σχήματι συζυγίαι, αἵτινες πᾶσαι ἀσυλλόγιστοί εἴσιν· αἵ τε γὰρ ἐξ ἀμφοτέρων μερικῶν ἀσυλλόγιστοι τῆς μείζονος οὐκ ἐχούσης τὸ καθόλου καὶ αἱ ἐξ ἀπροσδιορίστων ἀμφοτέρων, διότι κατὰ τὸν Ἀριστοτέλην ταῖς μερικαῖς ἰσοδυναμοῦσιν αἱ ἁπροσδιόριστοι. εὐπορεῖ δὲ κοινῶν ὅρων ἐπὶ πάντων συναγόντων καὶ τὸ παντὶ καὶ τὸ οὐδενί· ζῷον λευκῷ ὑπαρχέτω ἢ τινὶ ἐξ ἀνάγκης ἢ ἐνδεχομένως, λευκὸν ἀνθρώπῳ ὑπαρχέτω ἢ τινὶ ἐξ ἀνάγκης ἢ ἐνδεχομένως, καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ πάλιν ὁμοίως ἐχουσῶν τῶν προτάσεων ζῷον οὐδενὶ ἀψύχῳ ἐξ ἀνάγκης.

    p. 36b15 Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ καὶ τὸ λευκὸν τινὶ ἁ ψύχω καὶ ἀναγκαῖον ὑπάρχειν καὶ οὐκ ἐνδέχεται ὑπάρχειν. καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι ὁμοίως, ὥστε πρὸς πάντα χρήσιμοι οἱ ὅροι.

    Βούλεται διὰ τούτων δεῖξαι ὅπως οἱ εἰρημένοι ὅροι εὐοδοῦσιν ἐπὶ πασῶν ὁμοῦ ὧν ἐξέθετο συζυγιῶν, τῶν τε μερικῶν καὶ τῶν ἀπροσδιορίστων. καὶ τοῦτο † δείκνυσι διότι φησὶ δυνατὸν εἰπεῖν <τὸ ζῷον> τινὶ ἀνάγκης ὑπάρχειν, οἷον τῷ ἐν κύκνῳ ἢ τῷ ἐν Σκύθῃ· ὥστε δῆλον διὰ τούτων ὅτι δυνατὸν λαβεῖν τὴν μείζονα πρότασιν ἀναγκαίαν καταφατικήν. ὅτι δὲ καὶ ἀποφατικήν, δῆλον· λέγομεν γὰρ τὸ ζῷον μὴ παντὶ λευ|κῷ LIr ἐξ ἀνάγκης ὑπάρχειν, οἷον τῷ ἐν χιόνι. οὕτω μὲν οὖν δέδεικται ὅτι δυνατὸν τὴν μείζονα πρότασιν μερικὴν οὖσαν λαβεῖν ἀναγκαίαν καταφατικήν τε καὶ ἀποφατικήν. ὡσαύτως δὲ καὶ τὴν ἐλάττονα δείξομεν· λέγομεν γὰρ τὸ λευκὸν τινὶ ἀνθρώπῳ, οἷον τῷ Σκύθῃ, ἢ ἀψύχῳ ἐξ ἀνάγκης ὑπάρχειν, οἷον χιόνι, καὶ ἐξ ἀνάγκης μὴ παντὶ * * * ἀψύχῳ ὑπάρχειν· οὐδὲ γὰρ τῇ ἐβένῳ. οὕτω μὲν οὗν ἀμφοτέρας ἀναγκαίας ἔστι λαβεῖν καταφατικάς τε καὶ ἀποφατικάς. ὡσαύτως δὲ καὶ ἐνδεχομένας δυνατὸν λαβεῖν· ζῷον γὰρ τινὶ λευκῷ ἐνδέχεται, οἷον τῷ ἐν Σωκράτει, καὶ οὐ παντὶ ἐνδέχεται· οὐδὲ γὰρ τῷ ἐν ψιμυθίῳ. καὶ πάλιν τὸ λευκὸν τινὶ ἀψύχῳ ἐνδέχεται, οἷον λίθῳ, [*](1 ἡ oui. U 3 ὑπάρχοντος sive ὑπαρχόντως (post μὲν) compend. Β 5 παρα- λείπονται Β 8 μερισταῖς t 10 λευκὸν (ante ὑπ’.) U 10. 11 λευκὸν— ένδεχομένως om. Β 14 τινὶ ἀψύχω ΒU: iuv. ord. t Arist. 16 ἅπαντα t Arist. 17 εὐδοκοῦσιν U, x corr. U 2 18 τε om. Β 19 fort. δεικνὺς διότι] τὸ addidi: οἷον τὸ ζῶον mrg. U 2 20 ἐν priiis t: om. U: ἐν atrumque om, B 23 τὸ U 26 ἢ superscr. U: om. Bt lac. indicavi; supple ἀνθρώπῳ οὐδὲ τῷ Αἰθίοπι) καὶ μὴ παντὶ ὑπάρχει B 31 τῶ U: τὸ Bt post ἐν add. τῶ Β ψιμυθίω Β, pr. U: ψιμμιθίω corr. U 2: ψιμμυθίῳ t τὸ superscr. U: om. lit λευ(??)κ U)

    204
    καὶ τινὶ οὐκ ἐνδέχεται οὐδὲ γὰρ ἐβένῳ) ἢ ἀνθρώπῳ ἐνδέχεται τινὶ καὶ [*](LΙr) οὐκ ἐνδέχεται, Σωκράτει τε καὶ Αἰθίοπι. ὥστε ὅπως ἂν ληφθῶσιν αἱ προτάσεις αὗται, ἀσυλλόγιστοί εἰσι.

    Καὶ οὐκ ἐνδέχεται ὑπάρχειν ἀντὶ τοῦ ‘οὐκ ἀνάγκη ὑπάρχειν’.

    p. 36b19 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι ὁμοίως ἐχόντων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ ἐν τοῖς ἀναγκαίοις γίνεταί τε καὶ οὐ γίνεται συλλογισμός.

    Τοῦτο συμπέρασμά ἐστι κοινὸν τῶν προειρημένων μίξεων τοῦ ἐνδεχο- μένου, λέγω πρὸς τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον. παραδίδωσι δὲ ἐκ τῶν εἰρημένων συμπεράνας τί τὸ κοινὸν ἀμφοτέραις ταύταις ταῖς μίξεσι πρὸς ἀλλήλας καὶ τί τὸ διάφορον. κοινὸν οὖν φησιν αὐταῖς ὅτι ὁμοίως ἐπ’ ἀμφοτέρων ἐχουσῶν τῶν προτάσεων κατά τε τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸν τρόπον ἢ συλλογιστικαί εἰσιν ἢ ἀσυλλόγιστοι. καὶ τὰ αὐτὰ συνήγετο συμπεράσματα ὁμοίως ἐχουσῶν τῶν συζυγιῶν· ἢ γὰρ τοῦ κατὰ τὸν διορτσμὸν ἐνδεχομένου ἢ ἄλλου τινός. εἰπὼν οὖν τὴν κοινωνίαν ἐπάγει καὶ τὴν διαφοράν.

    p. 36 b 21 Πλὴν κατὰ μὲν τὸ ὑπάρχειν τιθεμένης τῆς στερητικῆς προτάσεως τοῦ ἐνδέχεσθαι ἦν ὁ συλλογισμός, κατὰ δὲ τὸ ἀναγκαῖον τῆς στερητικῆς καὶ τοῦ ἐνδέχεσθαι καὶ τοῦ μὴ ὑπάρχειν.

    Αὕτη, φησίν, ἡ διαφορὰ τῶν δύο τούτων μίξεων, ὅτι ἐπὶ μὲν τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ἐπὶ τῶν ἀνομοιοσχημόνων προτάσεων, ἐὰν ἡ μείζων ᾖ ὑπάρχουσα, δηλονότι ἀποφατικὴ οὖσα, ἡ δὲ ἐλάττων καταφατικὴ ένδεχομένη, τὸ συμπέρασμα ἐνδεχόμενον συνήγετο, ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου ὁμοίως πάλιν ἐχουσῶν τῶν προτάσεων, τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης, τοῦ μὴ ὑπάρχειν συνήγετο x003E; συμπέρασμα καὶ τοῦ μὴ ἐνδέχεσθαι ὑπλαρχειν, τοῦ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατηγορουμένου. ταῦτα μὲν οὕτω λέγεται παρ’ αὐτοῦ. ἐπιστῆσαι δὲ χρή, πῶς φησιν ‘ ἐνδεχόμενον ἦν τὸ συμπέρασμα’ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, ἡνίκα ἡ μείζων ἀποφατικὴ ἦν ὑπάρχουσα, ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη, καίτοι ἀνωτέρω ἔλεγεν ὅτι ἐπὶ τῆς τοιαύτης μίξεως κατὰ ταύτην τὴν συζυγίαν οὐ συνάγεται τὸ ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἐξ ἀνάγκης. λέγομεν [*](1 καὶ ἁ. conicio, at cf. p. 203,26 τινὶ alt. Ct: τι BU 2 ante αἰθίοπι add. τῶ Β 6 τε alt. U Arist.: om. Bt(n) 8 κοινῶν t 9 λόγου U 10 συμπεράνας τί BU: συμπερασμέτων. καὶ t ἀμφοτέρων t 1 1 τὸ om. Β 17 τοῦ B(C) 26 τοῦ — τοῦ t: τὸ — τὸ BSU τὸ addidi 27 τοῦ — κατηγορουμένου scripsi: τὸ— κατηγορούμενον BSUt post μὲν add. οὖν t 28 ὡς U 31 ἀνωτέρω] c. 15 p. 34 b 27 ἔλεγεν BU: εἰπὼν t κατὰ ταύτην BS: κατ’ αὐτὴν Ut 32 συνάγεται Ct: συνάγεσθαι BSU)

    205
    οὖν, ὅπερ κᾀκεῖ εἰρήκαμεν, ὅτι τὸ οὐδενὶ ἐξ ἀνάγκης περιεκτικόν ἐστι καὶ [*](LIr) του ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. ἐπειδὴ οὖν τὸ οὐδενὶ ἐξ ἀνάγκης κατά τί ἐστιν ἐνδεχόμενόν, εἰ καὶ μὴ τὸ κατὰ τὸν διορισμόν, διὰ τοῦτό φησιν ὅτι τοῦ ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα. συνήγετο δὲ τὸ ὑπάρχον ἐπὶ τῆς εἰρημένης σὺ τῆς μίξεως του ἐνδεχομένου καὶ ἀναγκαίου, ἐπειδὴ κεχρημένος ἐπὶ ταύτης τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, δι’ ἧς ἐβούλετο δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα, μετέπεσεν εἰς τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ἐν ᾖ ἐβούλετο τῇ μείζονι τῶν προτάσεων ἀκολουθεῖν τὸ συμπέρασμα καὶ ἐκ ταύτης δεῖξαί τι ἀδύνατον συναγόμενον τὸ τὸ Β τῶ Γ καὶ ἀνάγ,κη μηδενὶ καὶ ἐνδέχεται παντί’, ὅπερ ἀδύνατον. ἐπεὶ εἰ μὴ τῇ μείζονι ἀκολουθήσοι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, οὐδὲν ἀδύνατον ἠκολούθει· συνήγετο γ,ὰρ τὸ Β τῷ Γ καὶ ὑπάρχειν μὴ παντὶ καὶ ἐνδέχεσθαι παντί καὶ οὐδὲν ἀδύνατον. οἱ μέντοι περὶ Θεόφραστον καὶ ἐπὶ ταύτης τῆς συζυγίας ἐνδεχόμενον λέγουσιν εἶναι τὸ συμπέρασμα, ἵνα καὶ ἐνταῦθα τῇ χείρονι τῶν προτάσεων ἕπηται τὸ συμπέρασμα. καὶ τοῦτο δεικνύουσι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὕτως. ἔστωσαν γὰρ αἱ προτάσεις οὕτως ὡς εἴπομεν· λέγω ὅτι συνάγουσι τὸ Α τῷ Γ ἐνδέχεται μηδενί΄. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὅπερ ταὐτόν ἐστι τῶ ἀνάγκη τινί’· ἐπεὶ οὖν ἀντιστρέφει ἡ μερικὴ καταφατική, καὶ τὸ Γ ἄρα τινι τῶν Α ἐξ ἀνάγκης ὑπάρχει. εἰ τοίνυν τὸ μὲν Β κεῖται ἐνδέχεσθαι παντὶ τῳ, Γ, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης ὑπάρχειν ὑπόκειται, τὸ ἄρα Β, τινι ἐνδέχεται τίον Α. ἐπεὶ τοίνυν ὑπέκειτο ἐξ ἀρχῆς τὸ Α τῷ B ἐξ ἀνάγκης μηδενί, καὶ τὸ Β ἄρα τῷ Α ἐξ ἀνάγκης οὐδενί. ὑπέκειτο καὶ ἐνδέχεσθαι τινί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ, Γ οὐκ ἐνδέχεσθαι μηδενί, ὅπερ ἐστὶ ταὐτὸν τῷ ‘ἀνάγκη τινι· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ ἐνδέχεται μηδενί’. τοῦτο ἄρα ἐστὶ τὸ συναγόμενον. ἔστι δὲ καὶ ἄλλως δεῖξαι τὸ ἀδύνατον· εἰ γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενί, καὶ τὸ B τῶ Α ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Α τῷ Γ ἀνάγκη τινί· τὸ ἄρα Β τῷ Γ ἀνάγκη μὴ παντὶ· ἢν ’δε καὶ ‘ἐνδέχ̀εται παντί’, ὅπερ ἀδύνατον.

    p. 36b24 Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοὶ καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων.

    Οὐ πάντες ἁπλῶς ἀτελεῖς, ἀλλ’ ὅσοι ἔχουσι τὴν ἐλάττονα ἐνδεχομένην. [*](1 κἀκεῖ] p. 184,25 καὶ om. t 2 ἐπεὶ Β 6 ταύτῃ Β ἠβούλετο t 10 καὶ alt. om. t 11 ἀκολουθήσει Β 11. 12 ἠκολουθήσει sic t 12 ἐνδέχεται Β 14 εἶναι λέγουσι Β καὶ om. U 15 δείκνυσιν Ut 17 α superscr. U 21 ὑπόκειται ὑπάρχειν Β 22 τῶν α ἐνδἐχετι Β τῶν β΄ t 23 οὐδενί Ut: μηδενί B ὑπόκειται U 24 post τό add. δ’ Β cf. p. 201,1 25 ἐνδέχεσθατ t: ἐνδέχεται BU 26 δὲ om. B 27 post μηδενί delevit ὅπερ ἐστι ταὐτὸν τῶ ἀνάγκη τινὶ e vs. 25 illata Β 29 α scripsr: β BUt 30 Immo ἐνδεχομένως cf. p. 215,26 216,4 31 πάντες om. Β 33 post οὐ add. γὰρ t)

    206
    τελειοῦντι δὲ πάντες τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ ἢ τῶν ἁπλῶν [*](LIr) συλλογισμῶν ἢ τῶν μικτῶν· διὰ τοῦτο γὰρ εἶπε σχημάτων καὶ οὐ ῾σχήματος᾿.|

    p. 361)26 ’Ev δὲ τῷ δευτέρῳ σχήματι, ὅταν μὲν ἐνδέχεσθαι λαμ [*](LIv) βάνωνται ἀμφότεραι αἱ προτάσεις, οὐδεὶς ἔσται συλλογισμός, οὔτε κατηγορικῶν οὔτε στερητικῶν τιθεμένων, οὔτε καθόλου οὔτε κάτα μέρος.

    Παραδοὺς ὁ φιλόσοφος τοῦ τε ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου ἰδίᾳ ἑκάστου ἐπὶ τῶν τριῶν σχημάτων τοὺς ἀπλοῦς συλλογισμούς, ἐφεξῆς τού· τῶν ἐξέθετο τὴν μῖξιν ἐπί τε πρώτου καὶ δευτέρου καὶ τρίτου σχήματος· εἶτα μετὰ τοῦτο παραδέδωκε τοῦ ἐνδεχομένου αὐτοῦ καθ’ αὑτοῦ ἐν πρώτῳ σχήματι τοὺς ἀπλοῦς συλλογισμούς. καὶ δέον εὐθέως τὰ λοιπὰ δύο σχῆι μάτα τῶν ἁπλῶν συζυγιῶν τοῦ ἐνδεχομένου παραδοῦναι, ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν ἄλλων, εἶθ’ οὕτως ἐπὶ τὴν μῖξιν τραπῆναι τοῦ ἐνδεχομένου πρὸς τοὺς ἄλλους δύο τρόπους, οὐχ οὕτως ὁ φιλόσοφος ποιεῖ, ἀλλὰ μετὰ τὸ παραδοῦναι τοῦ ἐνδεχομένου ἐν πρώτῳ σχήματι τὰς ἁπλᾶς συζυγίας εὐθέως ἐτράπη ἐπὶ τὴν μῖξιν αὐτοῦ τὴν πρὸς τὸ ὑπάρχον καὶ ἀναγκαῖον ἐν πρώτῳ σχήματι· εἶτα λοιπὸν νῦν ἐπὶ τὸ δεύτερον σχῆμα μεταβέβηκεν. τοῦτο δὲ πεποίηκεν, ἐπειδὴ πᾶσαι αἱ ἐν δευτέρῳ σχήματι τοῦ ἐνδεχομένου συζυγίαι ἀσυλλόγιστοί εἰσι. καὶ διὰ τοῦτο ὥσπερ εἴωθεν, οὕτω καὶ νῦν ποιεῖ προτέρας τέρας τὰς συλλογιστικὰς παραδούς, λέγω δὴ τὰς ἐν πρώτῳ σχήματι ἁπλᾶς τε καὶ μικτάς, εἶτα οὕτως μεταβὰς ἐπὶ τὸ δεύτερον σχῆμα καὶ δεικνὺς ὡς πᾶσαι ἀσυλλόγιστοί εἰσιν αἱ ἁπλαῖ τοῦ ἐνδεχομένου ἐν τούτῳ προτάσεις. πρὶν δὲ ταύτας ἐκθέσθαι προλαμβάνει τι λημμάτιον, δεικνὺς ὅτι οὐκ ἀντιστρέφει πρὸς ἑαυτὴν τοῦ ἐνδεχομένου ἡ ἀπόφασις ὥσπερ ἐπὶ τῶν ἄλλων τρόπων, ἀλλ’ οὐδὲ πρὸς ἄλλην τινά. μεμνήμεθα γάρ, ἡνίκα παρεδίδου τὰς ἀντιστροφὰς τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅτι ὁμοίως ἑαυτοῖς οἱ δύο τρόποι οὗτοι ἀντιστρέφουσιν, ὅτε ἔλεγεν ὅτι αἱ τοῦ ἐνδεχομένου προτάσεις κατὰ μὲν τὰς καταφατικὰς ὁμοίως καὶ αὗται ἀντιστρέφουσι, κατὰ δὲ τὴν καθόλου ἀποφατικὴν οὐκέτι· οὐ γὰρ πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις· “ τοῦτο δὲ ἔσται φανερόν, ἡνίκα περὶ τοῦ ἐνδεχομένου λέγωμεν’’ . ὃ οὖν ἐκεῖ ἐπηγγείλατο, νῦν ἀποδίδωσι. τί οὖν φησιν ἀρχόμενος ὁ φιλόσοφος; ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων [*](1 ἀπλῶς Ut 2 οὐχὶ t 4 περὶ τοῦ δευτέρου σχήματος ἐξ ἀμφοτέρων ἐνδεχο- μένων inscr. Β: περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων προτάσεων ἐν δευτέρω σχήματι συλλο- γισμῶν U ἐνδεχόμεναι t 4. 5 λαμβάνωνται Ut (m D, coir. C): λαμβάνονται Β.. λαμβάνωσιν Arist. 8 ἀναγκαίου BU: ἐνδεχομένου t 9 ἑκάστω U 12 ἁπλῶς Β 18 νῦν om. t ἐπὶ δευτέρου σχήματος t 20 καὶ prius om. Β 23 εἰσιν αἱ Ct: εἰσὶ πᾶσαι BU 24 post δεικνὺς add. γὰρ BU: om. Ct 25 post ὥσπερ add. καὶ Β 26 μεμνῆσθαι, supra quod scr. nescio quid, U γὰρ Ct: om. BU 28 ὅτε Bt: ὅτι U ἔλεγεν] c. 3 p. 25a39sq. 31 ὅταν Arist. p. 25b18 32 λέγομεν t 33 οὖν BU: τοίνυν t)

    207
    τῶν προτάσεων ἐνδεχομένων οὐσῶν εἴτε καθόλου ὧσι εἴτε μερικαὶ εἴτε [*](LIv) ἀπροσδιόριστοι, καὶ αὗται εἴτε καταφατικαὶ εἴτε ἀποφατικαὶ εἴτε ἀνομοιοσχήμονες, οὐδαμῶς γίνεται συλλογισμός. καὶ ἡ αἰτία δήλη· ἐπειδὴ γὰρ ἐν δευτέρῳ σχήματι ἀνομοιοσχήμονεσ θέλουσιν εἶναι αἱ συλλογιστικαὶ προτάσεις, ἐάν τε ὁμοιοσχήμονας αὐτὰς λάβωμεν, δι’ αὐτὸ τοῦτο ἀσυλλόγιστοι ἔσονται ἐάν τε ἀνομοιοσχήμονας, ἐπειδὴ δυνατὸν τὴν ἀποφατικὴν εἰς κάτα. φατικὴν μεταλαβεῖν καὶ πάλιν διὰ τοῦτο γίνονται ὁμοιοσχήμονεσ. διὰ τοῦτο ὅλως οὐ γίνονται ἐν δευτέρῳ σχῆ ματι ἐξ ἀμφοτέρων ἐνδεχομένων τῶν προτάσεων συλλογισμοί.

    p. 36b29 Ὅταν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ, τῆς μὲν καταφατικῆς ὑπάρχειν σημαινούσης οὐδέποτε ἔσται, τῆς δὲ στερητικῆς τῆς καθόλου ἀεί.

    Προοιμιασάμενος καὶ πρὸ τῆς δείξεως προαναφωνήσας, ὅτι αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι πᾶσαι ἀσυλλόγιστοί εἰσι, νῦν φησι πέρι τῶν ἐχουσῶν τὴν μίαν ἐνδεχομένην τὴν δὲ ἑτέραν ὑπάρχουσαν. καὶ συντόμως διαιρεῖ τὰς συλλογιστικάς τε καὶ τὰς ἀσυλλογίστους ταύτῃ. ὅσαι, φησί, τὴν καταφατικὴν πρότασιν ὑπάρχουσαν ἔχουσιν, αὗται πᾶσαι ἀσυλ- λόγιστοί εἰσι· κἄν γὰρ ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, διὰ τὸ πάλιν μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν τοῦ ἐνδεχομένου εἰς τὴν καταφατικὴν καὶ πάλιν ὁμοιοσχήμονας γίνεσθαι τὰς προτάσεις ἀσυλλόγιστοι αἱ τοιαῦται συζυ- γίαι· ὅσαι δὲ ἀποφατικὴν τὴν ὑπάρχουσαν ἔχουσι, τῆς ἐνδεχομένης ὡς ἔτυχεν ἐχούσης, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς, πάντως γίνεται συλ- λογιστικὴ ἡ συζυγία· μένει γὰρ ἡ συζυγία τηνικαῦτα ἀνομοιοσχήμονας ἔχουσα τὰς προτάσεις διὰ τὸ μήτε τὴν ἀποφατικὴν ὑπάρχουσαν μεταληφθῆναι θῆναι δύνασθαι εἰς τὴν καταφατικὴν μήτε τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικὴν κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα, κἄν ἀποφατικὴ ἡ ἡ ἐνδεχομένη δύνασθαι ταύτην εἰς καταφατικὴν μεταληφθῆναι καὶ ποιεῖν ἀνομοισχήμονα τὴν συζυγίαν. δεῖ δὲ τὴν ἀποφατικὴν ὑπάρχουσαν καθόλου εἶναι διὰ τὸ ἀντιστρέφειν πρὸς ἑαυτήν· εἰ γὰρ μερικὴ εἴη, οὐ πάντως ποιεῖ συλλογισμόν, ὡς μαθησόμεθα ἐν τῷ τόπῳ.

    p. 36b31 τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν ἡ μὲν ἐξ ἀνάγκης ἡ δὲ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων· ὅσα γὰρ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἐνδεχομένου εἴρηται, ταῦτα καὶ ἐπὶ τούτων ῥηθήσεται. [*](1 κἄντε καθόλου ὦσι κἄντε t post μερικαὶ add. εἴτε προσδιορισμἐναι t 4 συλλογιστικαὶ om. U 5. 6 ὁμοιοσχήμονες — ἀνομοιοσγήμονεσ t 5 διὰ τοῦτο U 7 ἀνομοιοσχήμονες Β 8 τῶν ἐνδεχομένων Β 9 συλλογισμός Β 10 σημαίνειν ’ 13 αἱ om. U 16 τὰς alt. om. U IS ἡ S: εἴη BDJ 21 ἀποφατικαὶ BSl τὴν om. t 22 ἀποφατικῆς — καταφατικῆς SU 24 post διά add. τε Β 26 τὴν prius om. Ut 25. 26 ἀποφατικὴν εἰς τὴν καταφατικὴν t 26 post δοκοῦντα add. ἀλλὰ t 30 τῷ Dt: om. Β 31 καὶ om. U 32 ἐνδέχεται B ὅσα κτλ. om. U 32.33 ὅσα — ῤηθήσεται Bt(d): om. Arist.)

    208
    δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν [*](LIV) ἐνδεχόμενον ὥσπερ καὶ ἐν τοῖς πρότερον.

    Τὰ συμπεράσματα, φησί, τὰ συναγόμενα ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον ἐνδεχόμενα ὄντα τοιούτου ἐνδεχομένου δεῖ λαμβάνειν ὄντα, οἵου ἦν καὶ τὸ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τοὺς αὐτοὺς δύο τρόπους, δηλονότι τῶν συζυγιῶν ὁμοίως ἐχουσῶν ἐκείναις τῶν ἐνταῦθα. οἷον ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος, τῆς μείζονος οὔσης ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς, ὥσπερ καὶ ἐπὶ τοῦ πρώτου σχήματος τοῦ οὐδενὶ ἐξ ἀνάγκης δεῖ λαμβάνειν τὸ συν- αγόμενον, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου· ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου, ὁμοίως ἐχούσης πάλιν τῆς συζυγίας, τὸ ‘ ἐνδέχεται μηδενί’ τὸ τοῦ μὴ ὑπάρχοντος κατηγορούμενον. καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ὥσπερ | εἶχον αἱ τοῦ πρώτου σχήματος κατὰ τὰ συμπεράσματα, [*](LIIr) οὕτως ἔχουσι καὶ αἱ ἐν δευτέρῳ.

    p. 36b35 Πρῶτον οὖν δεικτέον ὅτι οὐκ ἀντιστρέφει τὸ ἐν τῷ ἐνδέχεσθαι στερητικόν, οἷον εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, οὐκ ἀνάγκη καὶ τιὸ Β ἐνδέχεσθαι μηδενὶ τῷ Α.

    Ἐωταῶθα δείκνυσι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην μὴ ἀντιστρένην φουσαν πρὸς ὲκυτήν. δείκνυσι δὲ αὖ διὰ τριῶν ἐπιχειρημάτων, πρῶτον μὲν ἐπ’ αὐτῶν τῶν προτάσεων διὰ τῶν καθόλου λόγων γυμνάζων τὸν λόγον, ὅτι τοῦτο ἀδύνατον εἶναι, ἔπειτα διὰ τῆς τῶν ὅρων παραθέσεως (παραδειγματικὴ δὲ ἡ τοιαύτη πίστις) καὶ τρίτον, ὅτι οὐδ’ ὡς ἄν τις οὐδὲ διὰ τῆς τοῦ ἀδυνάτου δείξεως δυνατὸν πιστώσασθαι ὅτι πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοὐ ἐνδεχομένου καθόλου ἀποφατική. πρῶτον οὖν δι’ αὐτῶν τῶν προτάσεων δείκνυσιν οὕτως. οὐκ ἐπειδὴ τὸ Α, φησίν, ἐνδέ χεται μηδενὶ τῶν Β, δυνατὸν ἀντιστρέψαντα εἰπεῖν ὅτι καὶ τὸ Β ἐνδέχεται μηδενὶ τῶν Α. εἰ γὰρ δυνατόν, ὑποκείσθω ἀντιστρέφειν καὶ τὸ Α μηδενὶ τῶν Β ἐνδέχεσθαι καὶ τὸ Β μηδενὶ ἐνδέχεσθαι τῶν Α. εἰ τοίνυν μηδενὶ τῶν Α τὸ Β ἐνδέχεται, καὶ παντὶ ἄρα ἐνδέχεται· δέδεικται γὰρ πρὸ τούτου ὅτι πᾶσαι αἱ τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἑαυτὰς ἀντιστρέ- φουσι, λέγω δὴ αἱ ἀποφάσεις πρὸς τὰς καταφάσεις καὶ ἔμπαλιν· ἐνταῦθα [*](2 καὶ Bt(C): om. Arist. 5 οἶον U ἦ Β fi πρὸς BS: καὶ Ut 7 ἐκείναις scripsi: ἐκείνοις BSUt 10 τοῦ alt. S: τὸ BUt οὐθενὶ B 12 τοῦ t cf. vs. 8: om. BSU 13 κατηγορούμενον S: κατηγορουμένου BUt 15 αἱ om. BSt 16. 17 τὸ στερητικὸν τὸ ἐν τῶ ἐνδέχεσθαι Β 18 ἐνδέχεσθαι post α΄ collocat t τῷ α΄ Ut Arist.: τῶν ἁ B(C; 19 ἐντεῦθεν B 20 ἑαυτὸ B αὖ scripsi cf. p. 180,3 et Arist. c. 10 p. 30b18sq.: αὐτὴν BUt 21 διὰ BUt: καὶ S τὸν λόγον U λόγων om. t γυμνάζων Β: γυμνάσομεν S: ἐγγυμνάζων Ut 22 post ἔπειτα add. δὲ t 23 παραδειγματικῶς t 27 ἀντὶ στρέψαντας S 29 τῶν pSUt: τῶ β Β ἐνδέχεσθαι — ἐνδέχεσθαι S: ἐνδεχομένως — ἐνδεχέσθω Hit 30 δέδεικται] c. 13 p. 32a29sq. 32 ἀποφατικαὶ- καταφατικὰς t)

    209
    δὲ περὶ τῆς ἐν ὅροις, τουτέστι τῆς ἁπλῆς ἀντιστροφῆς, ἡμῖν ὁ λόγος. εἰ [*](LIΙr) τοίνυν μηδενὶ τῶν Α ἐνδέχεται τὸ Β ὑπάρχειν, καὶ παντὶ ἄρα ἐνδέχεται πάλιν εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται τοῦτο γὰρ ὑπόκειται ἐξ ἀρχῆς), διὰ τὴν αὐτὴν αἰτίαν ἣν εἴπομεν καὶ παντὶ τῷ Β τὸ Α ἐνδέχεται· ὥστε συνάγεται ἐκ τούτου, ἐπεὶ τῷ Β παντὶ τὸ A ἐνδέχεται, καὶ τῷ Α παντὶ τὸ Β ἐνδέχεσθαι. ἡ ἄρα καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφει πρὸς ἑαυτήν, ὅπερ ἀδύνατον· ἐν οὐδενὶ γὰρ τρόπῳ ἡ καθόλου καταφατικὴ ἀντιστρέφει πρὸς ἑαυτήν. ὥστε ἐνταῦθα μὲν τῇ δι’ ἀδυνάτου δείξει μὴ δυναμένην ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου ἀποφατικὴν δείκνυσιν ἐν δὲ τῇ τρίτῃ δείξει οὐχ ἁπλῶς διὰ τοῦ ἀδυνάτου τοῦτο δείκνυσιν, ἀλλὰ τὴν δι’ ἀδυνάτου δεῖξιν, δι’ ἧς ἄν τις ὑπέλαβε δεικνύναι τὴν καθόλου ἀποφαικὴν ἐνδεχομένην τοῖς ὅροις ἀντιστρέφειν πρὸς ἑαυτήν, ψευδῆ οὖσαν ἐλέγχει.

    p. 36b38 οὐκοῦν ἐπεὶ ἀντιστρέφουσιν αἱ ἐν τῷ ἐνδέχεσθαι καταψάσεις ταῖς ἀποφάσεσι, καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι.

    ᾿Εναντίας μέν φησι τήν τε πᾶς καὶ τὴν οὐδεὶς καὶ τὴν τὶς καὶ τὴν οὐ πᾶς, ἀντικειμένας δὲ τήν τε οὐδεὶς καὶ τὴν τὶς καὶ τὴν πᾶς καὶ τὴν οὐ πᾶς. ἀντιστρέφουσιν οὖν αὗται πρὸς ἀλλήλας, ἥ τε οὐδεὶς πρὸς τὴν πᾶς καὶ ἀνάπαλιν, καὶ ἡ τὶς πρὸς τὴν οὐ πᾶς. οὕτω μὲν αἱ ἐναντίαι. ἀλλὰ δὴ καὶ αἱ ἀντικείμεναι ἀντιστρέφουσι τοῦτον τὸν τρόπον, ἡ μὲν πᾶς πρὸς τὴν οὐ πᾶς, ἡ δὲ οὐδεὶς πρὸς τὴν τὶς. οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν ἡ τὶς πρὸς τὴν οὐδεὶς οὐδὲ ἡ οὐ πᾶς πρὸς τὴν Γᾶ· εἴρηται γὰρ ἡμῖν ἤδη ἐν τῷ περὶ τούτων λόγῳ ὅτι τὰ μὲν καθόλου εἰσάγει τὰ μερικά, οὐκέτι δὲ καὶ τὰ μερικὰ τὰ καθόλου.

    p. 37 a 4 ἔτι δὲ οὐδὲν κωλύει τὸ μὲν Α τῷ Β ἐνδέχεσθαι μηδενί, τὸ δὲ Β τι νὶ τῶν Α ἐξ ἀνάγκης μὴ ὒ πάρ χ εἰ ν· οἷον τὸ μὲν λευκὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται μ ἡ ὑπάρχειν· καὶ γ ἁ ρ ὑπάρχει· ἄνθρωπον δὲ οὐκ ἀληθὲς εἰπεῖν ὡς ἐνδέχεται μηδενὶ λευκῷ· πολλοῖς γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τὸ δὲ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον.

    Οὗτος ὁ δεύτερος τῆς δείξεως τρόπος ὁ ἐπ’ αὐτῶν τῶν ὅρων δεικνὺς ἀδύνατον εἶναι ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν ἐνδεχομένην καθόλου ἀποσὲ [*](1 scripsi: γὰρ BUt 5 τῶ — τὸ U, corr. S1: τὸ — τῶ Bt, pr. S 5. 6 τῶ] τὸ corr. S1: τὸ- τῶ BUt pr. S 6 ἀντιστρέψει fort, recte S 8 post ἑαυτὴν add. ἡ πρὸς τὴν καθόλου ἀποφατικὴν HSU cf. [Them.] p. 51,33: om. Ct δι’ Bt: διὰ τοῦ U 9 τὴν iterat U 10 δευτέρᾳ. t 11 δι’ Bt: διὰ τοῦ U 18 post τὴν add. οὐ t 19 post μὲν add. οὑν t: 001. BSU 21 ὁ δὲ U 22 post οὐδὲ add. γὰρ t εἴρηται] p. 149,27 sq. 25 δὲ om, Β 26 τῷ t t 27 post παντὶ delevit τῶ Β ὑπάρχει U(C): ὑπάρχειν t Arist.: compend. Β cf. p. 210,5)

    210
    φατικήν· ἔστι δέ, ὡς εἶπον, παραδειγματικὴ ἡ δεῖξις. οὐδὲ γάρ, φησίν, [*](LIIr) εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, καὶ τὸ Β οὐδενὶ τῶν Α * * * * ἐνδέ- ω χοιτο ἄν· τοῦτο δὲ ἀδύνατον· τισὶ γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. οἷον τοῦ Α ὄντος λευκοῦ τοὐ δὲ Β ἀνθρώπου τὸ μὲν λευκὸν οὐδενὶ ἀνθρώπῳ ἐνδέχεται, διότι καὶ παντὶ ἐνδέχεται τοῦτο γὰρ σημαίνει τὸ καὶ γὰρ ὑπάρχει), ἄνθρωπος δὲ οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐδενὶ λευκῷ ἐνδέχεται· εἰ γὰρ οὐδενὶ ἐνδέχεται, καὶ παντὶ ἐνδέχεται, ὅπερ ἀδύνατον· τισὶ γὰρ λευκοῖς ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῷ κύκνῳ καὶ τῇ χιόνι. ληπτέον δὲ κάλλιον τοὺς ὅρους λαμβάνοντας κίνησιν καὶ ἄνθρωπον· κίνησιν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐπειδὴ καὶ παντί, ἄνθρωπον δὲ ἀδύνατον μηδεμιᾷ κινήσει ὑπάρχειν· εἰ γὰρ ἐνδέχεται μηδεμιᾷ κινήσει ἄνθρωπον, καὶ πάσῃ ἐνδέχεται ὑπάρχειν· τοῦτο δὲ ἀδύνατον· τινὶ γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῇ κυκλοφορικῇ.

    p. 37a9 Ἀλλὰ μὴν οὐδ’ ἐκ τοῦ ἀδυνάτου δειχ θῆ σεται ἀντὶ. στρέφον, οἷον εἴ τις ἀξιώσειεν, ἔπε’ ὶ ψεῦδος τὸ ἐνδέχεσθαι τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν, ἀληθὲς τὸ μὴ ἐνδέχεσθαι μηδενί· φάσις γὰρ καὶ ἀπόφασις. εἰ δὲ τοῦτο ἀληθές, ἐξ ἀνάγκης τινὶ τῶν Α τὸ Β ὑπάρξει, ὥστε καὶ τὸ Α τινὶ τῶν Β.

    Δι’ ἧς ἄν τις ὑπενόησε δείξεως, λέγω δὲ τῆς εἰς τὸ ἀδύνατον, τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρότασιν δεῖξαι πρὸς ἑαυτὴν ἀντιστρέ- φουσαν, ταύτην αὐτὸς ἐκτίθεταί τε καὶ ἐξελέγχει. ἐκτίθεται οὖν τέως αὐτὴν τὴν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν δοκοῦσαν δεικνύναι τὴν ἀποφατικὴν καθόλου ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν οὕτως. εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, λέγω, φησίν, ὅτι καὶ τὸ Β οὐδενὶ I τῶν Α ἐνδέχεται. [*](LIIv) εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές, ὅτι οὐκ ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β, ὅπερ ταὐτόν ἐστι τῷ ἀνάγκη τινί΄. ὃ γὰρ οὐκ ἐνδέχεται μηδενί, τοῦτο ἀνάγκη τινί. ἐπεὶ οὖν τὸ Β ἐξ ἀνάγκης τινὶ τῶν Α ὑπάρχει, ὡς ἡ ὑπόθεσις, καὶ τὸ Α ἄρα τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γὰρ ἐν παντὶ τρόπῳ τὰ μερικὰ καταφατικὰ πρὸς ἑαυτά · ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῶν Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μηδενὶ καὶ ἀνάγκη τινί, ὅπερ ἀδύνατον. οὐκ ἄρα τὸ ‘ἀνάγκη τινί’ ἀληθές, τουτέστι τὸ οὐκ ἐνδέχεται μηδενί’ · εἰ δὲ τοῦτο ψεῦδος, [*](1 εἶπον] p. 208,23 2 lac. iudicavi; supple ἐνδέχεται· εἰ γὰρ τοῦτο, καὶ τὸ Β παντὶ τῷ Α 5 ὑπάρχει Ut: compend. Β cf. p. 209,27 8 ἐξ ἀνάγκης om. t οἷον τῶ κύκνῳ καὶ τῆ Β: ὡς κύκνῳ χιόνι μυρίοις ἄλλοις S: τὸ ἐν κύκνῳ τὸ ἐν Ut 12 ὑπάρχειν post 11 ἄνθρωπον colloc. S τισὶ t post γὰρ add. κινήσει S 14. 15 ἀντι- στρέφειν Β 15. 16 τῶ β τὸ α μηδενὶ U: μηδενὶ τῷ α΄ τὸ β t 17 post ἀληθὲς add. καὶ τὸ t (f i) 18 τῶ α΄ t, pr. Β ὑπάρχειν τὸ β΄ t (u m) τῶν alt. U Arist.: τῶ Bt(m) 19 ὑπονοῆσαι U: ὑπονοήσει S ef. p. 209,11 211,10 δὴ Β 20. 21 πρὸς ἑαυτὴν δεῖξαι ἀντιστρέφουσαν πρότασιν t 20 ἑαυτὸ Β 21 τε om. t 22 τῆς — ἀπαγωγῆς U 25 ἔσται om. U ἀντιφατικῶς om. BSt ὅτι BPt: τὸ S οὐκ BSt: οὐ μέν U 28 ὑπάρχειν utrobique U)

    211
    ἀληθὲς τὸ ‘ ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β’ . οὕτω μὲν οὗν ἡ δοκοῦσα διὰ [*](LIIv) τοῦ ἀδυνάτου δεῖξις. πῶς οὗν καὶ ταύτην ἐλέγχει, ἴδωμεν.

    p.37a14 τοῦτο δ’ ἀδύνατον· οὐ γάρ, εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῶν Α, ἀνάγκη τινὶ ὑπάρχειν. τὸ γὰρ μὴ ἐνδέχεσθαι μηδενὶ διχῶς λέγεται, τὸ μὲν εἰ ἐξ ἀνάγκη·ς τινὶ ὑπάρχει, τὸ δὲ εἰ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει· τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ὥσπερ οὐδὲ τὸ τινὶ ὑπάρχον ἐξ ἀνάγκης ὅτι παντὶ ἐνδέχεται ὑπάρχειν.

    ᾿Εκθέμενος ἀνωτέρω τὴν εἰς ἀδύνατον ἀπαγωγήν, ᾗ ἄν τις ἐχρήσατο πρὸς τὸ δεῖξαι τὴν καθόλου ἀποφατικὴν ένδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν, διὰ τούτων αὐτὴν τὴν δεῖξιν ἐλέγχει ὡς οὐκ οὖσαν ἀληθῆ ἀλλ’ ἀδύνατον. τί οὖν λέγει; οὐ δεῖ, φησίν, εἰ τῇ ‘ άνάγκη τινί’ ὑποτεθείσῃ ἀδύνατόν τι ἠκολούθησε, τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ ἐνδέχεται μηδενί’ λέγειν ἀληθὲς εἶναι καὶ διὰ τοῦτο ἀντιστρέφειν οἴεσθαι πρὸς ἑαυτὴν τὴν τοῦ ἐνδεχομένου ἀπόφασιν· ἡ γὰρ ‘ οὐκ ἐνδέχεται μηδενί’ ἣν ὑπεθέμεθα, ἵνα δείξωμεν τὸ ἀδύνατον, οὐ μόνον τὴν ἀνάγκη τινί’ περιέχει ἀλλὰ καὶ τὴν ‘ἀνάγκη μὴ παντί’, ὡς ἀνωτέρω δέδεικται. εἰ τοίνυν τῆς ‘ οὐκ ἐνδέχεται μηδενί’ ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου μέρη εἰσί (περιέχονται γὰρ ὑπ’ αὐτῆς), οὐ δεῖ τῷ ἑνὶ μόνῳ μέρει αὐτῆς δεῖξαι τὸ ἀδύνατον ἀκολουθοῦν τῷ ‘ ἀνάγκη τινί’, ἀλλὰ καὶ τῷ ἀνάγκη μὴ παντί’. δεῖ οὖν καὶ ταύτην ὑποθέσθαι καὶ δεῖξαι ἀδύνατόν τι ἀκολουθοῦν, ἵνα τῇ ὅλῃ προτάσει τῇ ‘ οὐκ ἐνδέχεται μηδενί’ , τουτέστι τοῖς μέρεσιν αὐτῆς πᾶσι, δείξαντες ἀκολου- θοῦν τὸ ἀδύνατον τότε τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην εἰσαγάγωμεν τὴν ἐνδέχεται μηδενί’ • ὅλον γὰρ δεῖ δεῖξαι πρὸς ἑαυτὸ τὸ ἐνδεχόμενον ἀντι- στρέφον, τουτέστι τὴν ὅλην πρότασιν πρὸς ὅλην ἑαυτὴν καὶ οὐ πρὸς τὸ ἥμισυ. ἀλλὰ μὴν τῇ ‘ ἀνάγκη μὴ παντί ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ· τὴν γὰρ ἀρχὴν οὐδὲ ἀντιστρέφει· δῆλον ἄρα ὅτι οὐκ ἔστι χρησαμένους τῇ εἰς ἀδύ- νατον ἀπαγωγῇ ᾖ δεῖξαι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. καὶ ἡ μὲν ἔννοια αὕτη. δεῖ δὲ σαφηνίσαι τὴν λέξιν. φησὶν οὗν ὅτι κακῶς ὑποθέμενοι τὸ ἐξ ἀνάγκης τινί’ μόνον ἀντὶ τοῦ οὐκ ἐνδέχεται μηδενί’ τούτῳ μόνῳ τὸ ἀδύνατον ἐδείξατε ἀκολουθοῦν· τὸ γὰρ οὐκ [*](2 post δεῖξις add. δεικνύναι ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην S οὖν ἐλέγχει αὐτὴν Β εἴδομεν t 3 οὐ δὲ Β 3. 4 τῷ α΄ τὸ β΄ t 4 ἀνάγκη t Aiist.: ἐξ ἀνάγκης D(C): ἀνάγκης Β τινὶ ὑπάρχειν Β Arist.: inv. ord. Ut ante τὸ add. μόνον, ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐ παντί It (similia i f) 5 post τινὶ add. τῷ α΄ t 6 ὑπάρχειν U (u, pr. C) τῷ α΄ t 7 ὑπάρχον t Arist.: ὑπάρχειν BC om. U 12 ὡς om. U 17 τῆ U 18 ἀνωτέρω] p. 178,11 sq. τῇ οὐκ t 23 αὐτοῖς Β πᾶσι δείξαντες BSU : ἀποδείξαντα t 24 post τότε add. γὰρ Ut τὴν prius om. t ἀντικείμενον t εἰσαγάγωμεν S: εἰσάγομεν Βοι’ 25 δεῖ om. U 28 χρησάμενον corr. χρησάμενος B2 31 μόνον- 32 ἀκολουθοῦν om. Β)

    212
    ἐνδέχεται μηδενί’ δύο περιέχει, τὸ ἀνάγκη τινί’ καὶ τὸ ‘ ἀνάγκη μὴ παντί’. [*](LΙΙv) ἔδει οὖν ὑποθεμένους τὸ ‘ ἀνάγκη τινί’ ὑποθέσθαι καὶ τὸ ‘ ἀνάγκη μὴ παντί’.

    Τὸ γὰρ ἐξ ἀνάγκης, φησί, τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ὥσπερ οὐδὲ τὸ τινὶ ὑπάρχον ἐξ ἀνάγκης ὅτι παντὶ ἐνδέχεται ὑπάρχειν. ἐξ ἀναλογίας τινὸς δείκνυσιν ὅτι ἐν τῇ ‘ οὐκ ἐνδέχεται μηδενί’ οὐ μόνον ἡ ‘ ἀνάγκη τινί’ περιέχεται ἀλλὰ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’. ὥσπερ γάρ, φησίν, ἡ ἀνάγκη τινί’ οὐ περιέχεται ἐν ‘τῇ ἐνδέχεται παντί’, ἐπειδὴ ὃ ἐνδέχεται παντί, τοῦτο ἐνδέχεται μηδενί, καὶ ἐπειδὴ ἐν ταύτῃ οὐ περιέχεται, πᾶσα ἀνάγκη ἐν τῇ ἀντιφατικῶς αὐτῇ ἀντικειμένῃ περιέχεσθαι τῇ οὐκ ἐνδέχεται παντί’, οὕτω δὴ καὶ ἡ ‘ ἀνάγκη μὴ παντί’, ἐπειδὴ μὴ περιέχεται ἐν τῇ ‘ἐνδέχεται μηδενί’ ὃ γὰρ ἐνδέχεται μηδενί, ἐνδέχεται παντί· ὃ δὲ ἐνδέχεται παντί, οὐκ ἀληθὲς εἰπεῖν ὡς ἀνάγκη μὴ παντί), εἰ τοίνυν μὴ περιέχεται ἐν τῇ ‘ἐνδέχεται μηδενί’ τὸ ‘ἀνάγκη μὴ παντί’, πᾶσα ἀνάγκη ἐν τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ αὐτὸ πρίασθαι. δῆλον ἄρα ὅτι ἡ οὐκ ἐνδέχεται μηδενί’ τὸ ‘ἀνάγκη τινί’ καὶ τὸ ‘ἀνάγκη μὴ παντί’ περιέχει. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν, ὅτι οὐκ ἀληθὲς εἰπεῖν ὡς ἐνδέχεται μηδενὶ ὑπάρχειν, εἶπεν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν. ἔστι δὲ ἓν καὶ ταὐτόν· εἰ γὰρ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ἐνδέχεται μηδενὶ ὑπάρχειν.

    p. 37 a 20 Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἄν λαμ- βάνοι· παντὶ γὰρ ὑπάρχει, ἀλλ’ ὅτι ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέχεσθαι. ὥστε ἰῷ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τό τε ἐξ ἀνάγκης τινὶ ὑπάρχειν ἀντίκειται καὶ τὸ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν. ὁμοίως δὲ καὶ τῷ ἐνδέχεσθαι μηδενὶ.

    Ὅ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ, φησίν, εἴ τις ἀξιώσειεν ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου καταφατικὴν καὶ λέγοι οὕτως ἐπεὶ τὸ Δ παντὶ τῶ Γ ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Γ παντὶ τῷ Δ ἐνδέχεται ὑπάρχειν , εἶτα τοῦτο ἐπιχειροίη κατασκευάζειν οὕτως ἱεῖ γὰρ ψεῦδος τὸ παντὶ τῷ Δ τὸ Γ ἐνδέχεσθαι ὑπάρχειν, ἀληθὲς ἄρα τὸ τοὐκ ἐνδέχεται παντὶ τῷ Δ τὸ Γ’, [*](2 ἔδει — παντί ora. Β 3 ὑπάρχειν U 6 τῶ B 7 ὥσπερ γάρ, φησίν scripsi: ὥσπερ φησὶν BUt: φησὶ γὰρ ὥσπερ YZ 8 τῶ Β 10 ἀντιφατικῇ t αὐτῇ om. Β ἐνδέχεσθαι Bt 14 an ἐν τῇ ? compend., ut etiam antea B 15 αὐτῶ U 18 μὴ post ὡς collocat t ταὐτὸ t 20 ἀξιῴη BU cf. p. 213,22 21. 22 λαμβάνοιτο t 22 post ὑπάρχει prius add. εἰ τύχοι Bt (n u) 23. 24 τῶ τε—τὸ U 23 post ἐνδέχεσθαι alt. add. μὴ Β: ras. U 25 τῶ— τὸ U ἐνδέχεται Β 27 τοιοῦτον Β: τοῦτο Ut ἀξιώσειεν Ct: ἀξιώσει BSU 28 λέγοι S: λέγει BUt 29 τό #x772; (ante ἐνδ.) Β 30 κατασκευάζων Β τὸ γ΄ post παντὶ collocat t: om. S)

    213
    εἶτα ἀντὶ τούτου παραλάβοι τὸ ‘ ἀνάγκη μὴ πντί’ μόνον, κακῶς ποιεῖ, [*](LIIv) διότι ἐνδέχεται ἐπί τινων ὅρων τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, οὕτως δὲ παντὶ ὑπάρχειν ὡς τισὶ μὲν ἐξ ἀνάγκης ὑπάρχειν, τισὶ δὲ ὑπαρχόντως, καὶ διὰ τοῦτο συμβαίνει, διὰ τὸ μὴ πᾶσιν ἐξ ἀνάγκης ὑπάρχειν, ἀληθεύειν τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Δ τὸ Γ’, διότι δὲ πάλιν καὶ τισὶν ἐξ ἀνάγκης ὑπάρχει, ἀληθεύειν τὸ ‘ἀνάγκη τινί’. οἷον ἔστω κινούμενον καὶ σῶμα· λέγω οὕτως· κινούμενον παντὶ σώματι ὑπάρχει, καὶ ἔστιν ἀληθὴς ὁ λόγος· [*](LIIIr) δύναμαι ἐπὶ τούτων τῶν ὅρων ἀντιστρέφας εἰπεῖν καὶ ὅτι σῶμα παντὶ κινου- μένω ὑπάρχει, ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης, οἷον τῇ κυκλοφορίᾳ τοῦ οὐρανοῦ, τινὶ δὲ οὐκ ἐξ ἀνάγκης, οἷον τῇ βαδίσει· οὐδὲ γὰρ ἀεὶ συνυπάρχουσιν ἀλλήλοις σῶμα καὶ βάδισις· διόπερ οὐ. ἀναγκαία ἐστὶν ἡ συνύπαρξις αὐτῶν. ὥστε οὐ καλῶς τις λαμβάνει ὅτι, εἰ μὴ τὸ Γ τῷ Δ ἐνδέχεται παντί, ἀνάγκη μὴ παντὶ μόνως δέδεικται γὰρ ὅτι δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ τῷ Δ τὸ Γ συνάγοντας · εἰ δὲ παντὶ ὑπάρχει, ψεῦδος τὸ λέγαν ὅτι ἀνάγκη μὴ παντὶ μόνως), ἀλλ’ ὅτι καὶ ἀνάγκη τινί. ὥστε τῷ ἐνδέχεσθαι παντὶ δύο ἀντίκεινται προτάσεις, ἥ τε ‘ἀνάγκη μὴ παντί’ καὶ ἡ ‘ἀνάγκη τινί’, καὶ οὐ δεῖ τὴν ‘ ἀνάγκη μὴ παντί’ μόνην παραλαμβάνειν ὡς ἀντικειμένην. ὡσαύτως δὲ καὶ τῇ ἐνδέχεται μηδενί’ αἱ αὐταὶ δύο ἀντίκεινται. καὶ οὐ δεῖ τὴν ‘ ἀνάγκη τινί’ μόνην παραλαμβάνειν τοὺς εἰς ἀδύνατόν τι βουλομένους ἀπαγαγεῖν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰσάγειν τὸ ‘ἐνδέ- χεται μηδενί . ἐπισημειωσώμεθα δὲ καὶ κατὰ τὴν λέξιν τὰ εἰρημένα.

    Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἄν λαμβάνοι. εἰ ὑποθεμένων ἡμῶν, φησί, τὸ Δ τῷ Γ ἐνδέχεσθαι παντὶ ἀντιστρέψας τις εἴποι καὶ τὸ Γ τῷ Δ ἐνδέχεσθαι παντί εἰ γὰρ τοῦτο ψεῦδος, τὸ ‘οὐκ ἐνδέχεται παντί’ ἀληθές, ὅπερ ἐστι ταὐτὸν τῷ ἀνάγκη μὴ πανιί’ μόνῳ), ψεῦδος ἂν λέγοι ὁ τοιοῦτος. ὅτι δὲ ψεύδεται, τὴν αἰτίαν ἐπάγει· παντὶ γὰρ ὑπάρχει, φησί, τουτέστι δυνατὸν εὑρεῖν ὅρους τὸ παντὶ ὑπάρχειν τῷ Δ τὸ Γ συνάγοντας. οὐκοῦν οὐκ ἀληθὲς εἰπεῖν ὡς ἀνάγκη μὴ παντὶ μόνως. πόθεν δὲ ὅλως ἀληθεύει κατά τι τὸ ἀνάγκη μὴ παντί, εἴπερ δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ συνάγοντας, τούτου τὴν αἰτίαν ἐπήγαγεν. ἀλλ’ ὅτ’. , φησίν, ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέ- χεσθαι. ἐφ’ ὧν, φησίν, ὅρων εὑρίσκομεν κατηγορούμενον παντὸς τοῦ Δ τὸ Γ, τισὶ μὲν τῶν ὑπὸ τὸ Δ ἀναγκαίως ὑπάρχει, τισὶ δὲ οὐκ ἀναγκαίως. [*](2 ἐνδέχεται post ὅρων colloc. U: om. S 4 συμβαίνειν BS ὑπάρχει t 5 τὸ #x772; τῶ δ Β 6 ὑπάοχειν t ἀληθεύειν St: ἀληθεύει BU 7 ὑπάρχειν B 8 post δύναμαι add. δὲ Ut: om. BS 13 τὸ prius S: τοῦ BUt 15 τῷ S: τὸ BUt ἐνδέχεσθαι BS: ἐνδέχεται Ut 16 post ἥ τε add. ἡ Ut 20 τὸ (ante οὐ 21 ἐπισημειωσόμεθα Ut δὲ Ct: om. BU 22 ἀξιῴη BUt cf. p. 212,20 τὸ #x772; om. Β 23 ἂν om. U 24 φησὶν ἡμῶν U τὸ ᾱ 24.25 ἀντιστρέφαα— παντί om. Β 25 τὸ alt. om. U 27 δὲ scripsi: γάρ But 30 ἀληθεύει scripsi: ἀληθεύειν BUI post παντὶ add. τῶ δ τὸ συνάγοντας (e vs. 28. 29 illata) B ’)1 ὑπάρχει U: ὑπάρχον t συνάγοντα t post τούτου add. οὗν U 34 τὸ δ δ corr. Β) Βt : τῶδε U)

    214
    ἐπειδὴ τοίνυν μὴ πᾶσιν ἀναγκαίως ὑπάρχει, διὰ τοῦτο ἀληθὲς τὸ λέγειν [*](LIIIr) ὅτι ἀνάγκη μὴ παντί· ὥστε] ἐπειδὴ καὶ τισὶν ἀναγκαίως ὑπάρχει, καὶ τὸ ἀνάγκη τινί. ὥστε, φησί, τῷ ἐνδέχεσθαι παντὶ τὰ ἀντικεέμενα, ἐπειδὴ τοῦτο ὑποθέσθαι ἐβούλοντο , δύο εἰσὶ τὸ ‘ἀνάγκη τινί’ καὶ ‘ ἀνάγκη μὴ παντί’. ὁμοίω; δὲ καὶ τῷ ἐνδέχεσθαι μηδενί.

    p. 37a26 26 Δῆλον οὖ ν ὅτι πρὸς τὸ οὕτως ἐνδεχόμενον καὶ μὴ ἐνδε. χόμενον, ὡς ἐν ἀρχὴ δ ιωρίσαμεν, οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν ἁ λλ ἁ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μ ἡ ὑπάρχειν ληπτέον. τούτου δὲ ληφθέντος οὐδὲν σ υ μβ α ίνε ι ἀδύνατον, ὥστε οὐ γίνεται συλλογ ισμός. φανερὸν οὖ ν ἐκ τῶν ε ἴρη μένων ὅτι οὐκ ἀντιστρέφει τὸ στερητικὸν.

    Συμπέρασμα ἐπιφέρει τῶν εἰρημένων. ἐκ τῶν ε ἱρ’ η μένων, φησί, δῆλόν ἐστιν ἡμῖν ὅτι τοῦ διορισθέντος ἡμῖν ἐξ ἀρχῆς ἐνδεχομένου “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ’’· ἔστι γὰρ καὶ τὸ κοινοτέρως λεγόμενον ἐνδεχόμενον, ὡς πολλάκις εἰρήκαμεν) καὶ τῇ ἀποφάσει τῇ ‘ ἐνδέχεται μηδενί’ χἀ τῇ καταφάσει τῆ ‘ἐνδέχεται παντί’ δύο εἰσὶ καὶ τὰ αὐτὰ ἑκάστῳ τὰ ἀντικείμενα, τὸ ‘ἀνάγκη τινί’ καὶ ‘ἀνάγκη μὴ παντί’. ὥστε τοὺς κεχρημένους τῇ εἰς ἀδύνατον ἀπαγωγὴ ἐφ’ ἑκατέρᾳ τῶν προ- τάσεων τούτων ἀμφότερα δεῖ λαμβάνειν τὰ ἀντικείμενα. ὑποτεθέντος δὲ τοῦ ‘ἀνάγκη μὴ παντί οὐδὲν ἀδύνατον ἠκολούθει· ὥστε, φησίν, οὐ γίνεται συλλογ ισμός, τουτέσιιν οὐδὲν ἀδύνατον συμπέρασμα ἡμῖν ἀκολουθήσει· συλλογισμὸν γὰρ ἐνταῦθα ἐκάλεσε τὸ συμπέρασμα. εἰ δὲ μὴ ἀκολουθεῖ τι ἀδύνατον, οὐδὲ δοὰ τούτου ἄρα δειχθήσεται ἀντιστρέφουσα πρὸς ἑαυτὴν ἡ τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις.

    p. 37a32 τούτου δὲ δειχθέντος κείσθω τὸ Α τῷ μὲν Β ἐνδέχεσθαι μηδενὶ τ ᾦ δὲ Γ π α ν τ ἴ’. δ ι ἁ μ ἑ ν ο ὖ ν τῆς ἁ ν τ ι σ τ ρ ο φ ἡ ς ο ὒ γίνεται συλλογισμός· εἴρηται γὰρ ὅτι οὐκ ἀντιστρέφει ἡ τοιαύτη πρότασις.

    Ta χρήσιμα αὐτῶ ἐσόμενα πρὸς τὴν διδασκαλίαν τῶν ἐν δευτέοω σχήματι συλλογισμῶν εἰπὼν νῦν ἐπὶ τὰς συζυγίας αὐτὰς μετέρχεται, καὶ δείκνυσιν ὅτι οὐκ ἐνδέχεται ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων ἐν [*](2 ὥστε delevi, δὲ addidi post ἀναγκαίως add. οὐχ BU: om. t ἀληθεύει, ut videtur, pr. Β 3 τῶ BU: τοῦ t ἐνδέχεσθαι t Arist.: ἀνάγκη BU 4 ὑπο- τίθεσθαι Β ἠβούλετο t post καὶ addiderim τὸ, at cf. vs. 17 5 τῷ Arist: τὸ BUt ἐνδέχεται U 10 ὅτι ante ἐκ collocat Β 12 fort, ἐπιφέρων ἐκ τῶν εἰρημένων BU: καὶ t 13 ἐξ ἀρχῆς] c. 13 p. 32 a19 19 15 εἰρήκαμεν] velut p. 60,20 sq. 17 τὰ alt. om. S 23 τούτου BSU: τούτων t 26 τὸ Bt 26. 27 οὐκ ἔσται Arist. 30 εἰπὼν Β εἴπομεν S): προδιδάξας, sed ante συλλ. t: om. U αὑτῶν t)

    215
    δευτέρῳ σχήματι συλλογισμὸν γενέσθαι. δεῖ γὰρ ἐν τούτω τῷ σχήματι [*](LIIIr) ἀνομοιοσχήμονας εἶναι τὰς συλλογιστικὰς προτάσεις · ἐνδεχομένων δὲ ἀμφοτέρων οὐσῶν ἀδύνατον αὐτάς, ὅπως ἄν ληφθῶσιν, ἀνομοιοσχήμονας εἶναι, ἀεὶ τῆς ἀποφατικῆς μεταλαμβανομένης εἰς καταφατικήν. ὑποκείσθω γάρ, φησί, συζυγία ἐκ τῆς μείονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· οἷον τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχέσθω, τῷ δὲ Γ παντί. ταύτην φησὶν οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὔτε τῇ τῶν ὅρων παραθέσει. καὶ ὅτι μὲν δι’ ἀντιστροφῆς οὐ δυνατόν, δῆλον· δέδεικται γὰρ ὅτι ἡ ἀπόφασις τοῦ ἐνδεχομένου οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν.

    p. 37 a 35 Ἀ λλ’ οὐδὲ διὰ τοῦ ἀδυνάτου· τεθέντος γὰρ τοῦ Β παντὶ τῶ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν συμβαίνει ψεῦδος· ἐνδέχοιτο γὰρ ἄν τὸ Α τῷ Γ καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν.

    Δείξας μὴ δυνάμενον δι’ ἀντιστροφῆς ἐν δευτέρῳ σχήματι γενέσθαι συλλογισμὸν νῦν δείκνυσιν ὅτι οὐδὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δυνατόν ἐστι συμπέρασμά τι συναγαγεῖν ἐν δευτέρῳ σχήματι. ἔστω γὰρ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενί, τῷ δὲ Γ ἐνδέχεσθαι παντί· ἴδωμεν οὗν εἰ δυνατὸν τῇ εἰς ἀδύνατον δείξει χρήσα|σθαι. ὑποκείσθω γὰρ συνάγειν ὅτι τὸ Β ἐνδέ· [*](LIIIv) χεται μηδενὶ τῷ Γ ὑπάρχειν· τοῦτο γὰρ ἂν συνήγαγεν, εἴγε συνῆγεν. δεικνύωμεν οὖν τοῦτο, εἰ δυνατόν, τῇ δείξει τῇ διὰ τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Γ τὸ Β’ , ἔσται τὸ ‘ οὐκ ἐνδέχεται μηδενί’ ἀληθές, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τιν’ ἴ’ . εἰ τοίνυν τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, τὸ δὲ Β ἀνάγκη τινὶ τῶν Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀναγκαίας μερικῆς καταφατικῆς· συνάγει δὲ τὸ ὅτι τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεται · ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον τὸ παντὶ ἐνδεχόμενον ἐνδέχεσθαι μὴ παντί. οὕτω μὲν οὖν οὐ δυνατὸν τῇ διὰ τοῦ ἀδυνάτου δείξει χρήσασθαι. ἰστέον δὲ ὅτι ὁ ’ Ἀριστοτέλης τῇ ‘ οὐκ ἐνδέχεται μηδενί’ ἰσοδυνα- μοῦσαν ἔλαβε τὴν ‘ὰνάγκη παντί, ὅπερ ἐπί τινων μὲν ὅρων ἀληθεύει, οὐκ ἐπὶ πάντων δέ ’ ἀλλ’ ἀεὶ τὸ ‘ ἀνάγκη τινί’. ἀλλὰ ὁ Ἀριστοτέλης ἐκ περιουσίας ἐλέγξαι βουλόμενος τὸν λόγον τὸ ‘ἀνάγκη παντί’ ὑπέθετο δεικνὺς ὅτι, εἰ ταύτῃ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, πολλῷ γε μᾶλλον τῇ ἀνάγκη τινί’· ἀκολουθεῖ γὰρ τῷ καθόλου τὸ μερικόν. τεθέντος γἁρ, [*](3 post ληφθῶσι lac. X fere litt. t ante ἀνομ. add. καὶ BUt: om. S 4 μεταλαμβανομένης B2St: λαμβανομένης B1U post εἰς add. τὴν S 7 ἀνάγοντας BS: ἀνάγοντα Ut 9 γὰρ St: om. Β ὅτι om. U ἀπόφασις S cf. p. 214,24: ἀποφατικὴ BUt 11 οὐ t post ἀδυνάτου add. φησὶν BU 15 ἀπαγωγῇ δυνατόν om. pr. Β 16 συναγαγεῖν St: συνάγειν BU 16. 17 ἐνδέχεσθαι τῶν β U 17 ἐνδέχεται utioque loco Β 19 συνῆγεν ἄν 8 εἴπερ SU 20 δεικνύωμεν scripsi: δεικνύομεν BSUt εἰ BUt: μὴ S διὰ om. SU 21 ἔστω U 25 ἐνδέχεσθαι, om. τὸ ὅτι S 26 ἐνδεχομένως S cf. p. 216,4: ἐνδέχεσθαι Ut; compend. Β 27 διὰ τοῦ BU: δι’ St cf. vs. 20 32 ὑποτεθείσῃ BU: τῇ ὑποθέσει t τὸ τὸ U)

    216
    φησί, τοῦ B παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, τουτέστιν ἀνάγκη [*](LIIIv) παντὶ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, τὸ δὲ B παντὶ τῷ Γ ἀνάγκη ὑπάρχειν, γίνεται τὸ πρῶτον σχῆ μα καὶ συνάγεται τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ’· ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον.

    p. 37a38 Ὅλως δέ, εἰ ἔστι συλλογισμός, δῆλον ὅτι τοῦ ἐνδέχεσθαι ἄν εἴη διὰ τὸ μηδετέραν τῶν προτάσεων εἴ’ λἡφθαι ἐν τῶ ὑπάρχειν, καἰ οὗ’ τοςἢκ αταφατικὸς ἢ δτερητικός.

    Νυνὶ διὰ τῶν ὅρων βούλεται δεῖξαι ἀσυλλογίστους τὰς τοῦ ἐνδεχομένου συζυγίας ἐν δευτέρῳ σχήματι. εἰ γὰρ ὅλως, φησί, συνάγουσί τι συμπέρασμα αἱ τοῦ ἐνδεχομένου προτάσεις ἐν δευτέρῳ σχήματι, ἐνδεχόμενον συν- άγουσιν, ἐπεὶ ἀμφότεραί εἰσιν ἐνδεχόμεναι, καὶ τοῦτο πᾶσα ἀνάγκη ἢ κατα- φατικὸν εἶναι ἢ ἀποφατικόν. εἰ μὲν οὗν καταφατικόν τις ὑπόθοιτο εἶναι τὸ συμπέρασμα, πρῶτον μὲν ἄλογον τῆς μί’ ἇς ἀποφατικῆς οὔσης μὴ ἀποφαμπέρασμα, εἶναι τὸ συμπέρασμα, εἴγε ἀληθὴς ὁ λόγος ὁ λέγων τῇ χείρονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα. ἔπειτα ἐλέγχεται τὸ τοιοῦτον τῇ τῶν ὅρων παραθέσει. ἐκτίθεται γὰρ ὅρους συνάγοντας τὸ ἀνάγκη μηδενί’· λευκὸν γὰρ ἐνδέχεται ἵππῳ μὲν μηδενὶ ὑπάρχειν ἀνθρώπῳ δὲ παντί, καὶ ὁμοίως ἵππος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ ὑπάρχει. ὅτι μὲν οὖν οὐ γίνεται καταφατικὸν συμπέρασμα, δῆλον ἐξ ὧν διὰ τῶν ὅρων εὑρήκαμεν τὸ ἐξ ἀνάγκης μηδενὶ συναγόμενον· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πάντων τῶν καταφατικῶν. ὅτι δὲ οὐδὲ ἀποφατικὸν ἐνδεχόμενον συνάγεται, δῆλον ἐξ ὧν τὸ ἀναγκαῖον ἀποφατικὸν διὰ τῶν ὅρων συνηγάγομεν· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πασῶν τῶν τοῦ ἐνδεχομένου προτάσεων. ὥστε οὔτε καταφατικὸν οὔτε ἀποφατικὸν ἐνδεχόμενον συνάγεται. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης διὰ τῶν ὅρων δείξας ἀποφατικὸν καθόλου ἀναγκαῖον συναγόμενον συμπέρασμα ἀσυλ- λογίστους δείκνυσι τὰς ἐν δευτέρῳ σχήματι τοῦ ἐνδεχομένου συζυγίας, οὐ καθὼς εἶχεν ἔθος ποιήσας· ἀεὶ γὰρ ἐδείκνυεν ἀσυλλογίστους τὰς ἀσυλλογίστους συζυγίας δεικνὺς αὐτὰς συναγούσας καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης· ἐνταῦθα δὲ ὅρους παρέθηκε μόνον τὸ ἐξ ἀνάγκης μηδενὶ συν- άγοντας. φησὶ δὲ ὁ Ἀλέξανδρος ὅτι δυνατὸν καὶ ἐνταῦθα εὐπορῆσαι ὅρων καὶ τὸ παντὶ ἐξ ἀνάγκης συναγόντων. ἔστωσαν γὰρ ὅροι λευκόν, ζῷον καὶ εἶδός τι τῶν ὑπὸ τὸ ζῷον, οἷον ἄνθρωπος· λευκὸν μηδενὶ ζῴῳ ἐνδεχέσθω, [*](1 φησί ora. U 47 scripsi: #x772; BUt ἔ μηδ’ ἑτέρων U 11 αἱ τοῦ ἐνδεχομένου SU: inv. ord. Bt 12 εἰσιν ἐνδεχόμεναι SUt: inv. ord. Β πάντως S ἢ SU: om. Bt 13 εἶναι prius om. U 14 post μὲν add. οὖν U 15 εἰ γὰρ pr. Β 16 τὸ τοιοῦτον BSU: τοῦτο t 18 μὲν om. Β 18. 19 ἀνθρώπω — ὑπάρχει om. Β 19 ὅμως fort, recte S ef. p. 224,32 225,20 23 ἀποφατικὸν ἀναγκαῖον Β συνηγάγομεν SU: συνήγομεν Bt 25. 26 διὰ τῶν ὅρων δείξας Ut: inv. ord. Β 27 post ἐν add. τῶ t ’ 30 δὲ t: om. BU 31 ὁ Ἀλέξανδρος] p. 230,9 sq. ἀπορῆσαι pr. Β 32 ante ὅροι add. οἱ U 32. 33 καὶ εἶδός] καὶ εἰ corr. Β)

    217
    λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχέσθω, καὶ συνάγεται ζῷον ἐξ ἀνάγκης παντὶ [*](LIIIv) ἀνθρώπῳ. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος βουλόμενος δεῖξαι ὡς δυνατὸν καὶ ταύτας τὰς συζυγίας διὰ τοῦ συνάγειν τὸ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ἀσυλλογίστους δεικνύναι. οὐκ ἀποδεκτέον δὲ αὐτὸν ἐν τούτῳ. δεῖ γάρ, ὡς πολλάκις εἴρηται, ἀμφοτέρας τὰς προτάσεις κτὰ τὸν αὐτὸν χρόνον ἀληθεῖς εἶναι· αἱ δὲ εἰλημμέναι ὑπὸ τοῦ Ἀλεξάνδρου προτάσεις ὡς συνάγουσαι τὸ ἐξ ἀνάγκης παντὶ οὐ δύνανται κατὰ τὸν αὐτὸν χρόνον ἀμφότεραι ἀληθεῖς εἶναι. εἰ γὰρ τὸ ἐνδέ- χεσθαι μηδενὶ ζῴῳ τὸ λευκὸν ὑποκέοιτο ἀληθὲς εἶναι, ψεῦδος ἂν εἴη τὸ λέγειν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· ὁ γὰρ ἄνθρωπος ὑπὸ τὸ ζῷόν ἐστιν, εἴρηται δὲ μηδενὶ ζῴῳ ἐνδέχεσθαι τὸ λευκόν. πλὴν αὐτῷ τούτῳ μετὰ πολλὰ καὶ ὁ ’ Ἀλέξανδρος ἐπέστησεν, ὅτι οὐ δυνατὸν λαβεῖν ὅρους τοῦ ἐξ ἀνάγκης καὶ παντὶ ὑπάρχειν, καὶ μάλα εἰκότως. πῶς γὰρ ἐγχωρεῖ τὸ ‘ἀνάγκη παντί’ συνάγεσθαι; εἰ γὰρ συνάγοιτο τὸ ‘ἀνάγκη παντί’, ἀνάγκη τὸν ἐλάττονα ὅρον εἶδος εἶναι τοῦ μείζονος ἢ ἄλλως πὼς ἀεὶ ὑπ’ αὐτὸν εἶναι· εἰ δὲ τοῦτο, πᾶσα ἦν ἀνάγκη τὸν μέσον, ὡς ἄν κατηγοροῖτο ὦ τοῦ μείζονος, οὕτω κατηγορεῖσθαι καὶ τοὐ ἐλάττονος, ἐπειδὴ παντὸς τοῦ μείζονος κατηγορεῖται, παντὸς δὲ κατηγορούμενος περιέχει ἐν τῇ κατηγορίᾳ καὶ τὸν ἐλάττονα· ἐν δὲ τῷ δευτέρῳ σχήματι ἀνομοιοσχήμονές εἰσιν αἱ προτάσεις. εἰ τοίνυν λάβωμεν εἶδος τοῦ μείζονος ὅρου ὄντα τὸν ἐλάττονα, ψευδῆ πάντως ἀνάγκη λαμβάνειν τὴν ἑτέραν πρότασιν· ψευδὴς δὲ λαμβανο- μένη αὐτόθεν διὰ τὴν ὕλην καὶ οὐ διὰ τὸ σχῆμα ἕξει τὸ ἀσυλλόγιστον. |

    p. 37 37b7 Ὅτι μὲν οὖν ὑπάρχειν οὐκ ἐγχωρεῖ, φανερόν· οὐδεὶς LIVr γὰρ ἵππος ἄνθρωπος. ἀλλ’ οὐδὲ ἐν δέχεσθαι μὴ ὑπάρχειν· ἀνάγκη γὰρ μηδένα ἵππον ἄνθρωπον εἶναι· τὸ δ’ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον. οὐκ ἄρα γίνεται συλλογισμός.

    Ὅτι μὲν οὖν, φησί, καταφατικὸν οὐ συνάγεται συμπέρασμα, δῆλον ἐκ τῶν ὅρων· συνῆκται γὰρ ὅτι ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ ἄνθρωπος ὑπάρχει. ὅτι δὲ οὐδὲ ἀποφατικόν, φησίν, ἐνδεχόμενον συμπέρασμα δυνατὸν συναγα- γεῖν, δῆλον ἐξ ὧν ἀναγκαῖόν ἐστιν ἀποφατικὸν τὸ συνηγμένον · ὁριζόμενοι δὲ τὸ ἐνδεχόμενον ἐλέγομεν αὐτὸ μὴ εἶναι ἀναγκαῖον.

    p. 37b10 10 ‘0μοίως δὲ δειχθήσεται, κἄν ἀνάπαλιν τεθῇ τὸ στερη- τικόν, καὶ ἐὰν ἀμφότεραι καταφατικαὶ ληφθῶσιν ἢ στερητικαί· διὰ γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἡ ἀπόδειξις.

    Tαῦτα μέν, φησίν, εἴρηται τῆς μείζονος ἀποφατικῆς οὔσης ἐνδεχοσυνάζεται [*](1 pr. Β 4 ἀποδεικτέον Bt αὐτὸ t 5 εἴρηται] velut p. 175,21 sq. 192,26 7 δύναται Ut ἀμφοτέρας Β 11 immo μετ’ οὐ πολλὰ p. 232,19 sq.) cf. p. 62,8 12 τό Bt καὶ παντὶ t: μηδενὶ BU 13 ἐνεχώρει Β 15 κατηγορεῖται t 16 κατηγορηθήσονται B καὶ τοῦ ἐλάττονος om. Β 17 κατηγορούμενος scripsi: κατηγορουμένου BUt 22 οὐθεὶς Β 27 γὰρ t: οm. BU ἐξ ἀνάγκης om. U 30 ἐλέγομεν] c. 1 3 p. 32a19 31 καὶ ἀνάπαλιν ὅταν t τεθῇ t Arisi.: τεθείη BU 32 καὶ ἐὰν BU: κἄν t Α list. ληφθῶσιν t Arist.: τεθῶσιν BU 34 εἰρήσθω S)

    218
    μένη τῆς δὲ ἐλάττονος καταφατικῆς. ἀλλὰ δὴ κἂν ἀμειφθῇ ἡ τάξις τῶν [*](LIVr) προτάσεων καὶ ἡ μὲν μείζων ᾖ καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ οὕτως ἀσυλλόγιστος ἔσται ἡ συζυγία. ὁμοίως δὲ κἂν ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις· ἐπὶ πασῶν γὰρ τούτων τῶν συζυγιῶν οἱ προσεχῶς εἰρημένοι ὅροι πρὸς τὸ δεῖξαι αὐτὰς ἀσυλλογίστους ἀρκέσουσι τὸ ἀναγκαῖον ἀποφατικὸν συνάγοντες.

    p. 37 b 13 Καὶ ὅταν ἡ μὲν καθόλου ἡ δ’ ἐν μέρει, ἢ ἀμφότεραι κατὰ μέρος ἢ ἀδιόριστοι, ἢ ὁσαχῶς ἄλλως ἐνδέχεται μεταλα- βεῖν τὰς προτάσεις· ἀεὶ γὰρ ἔσται διὰ τῶν αὐτῶν ὅρων ἡ δεῖξις.

    Δείξας πάσας τὰς συζυγίας τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχο- μένων καθόλου ἐν δευτέρῳ σχήματι ἀσυλλογίστους νῦν τὰς λοιπὰς πάσας ἐκτίθεται, καὶ φησὶ καὶ αὐτὰς ἀσυλλογίστους εἶναι· συνάγειν γὰρ διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης.

    p. 37 b 16 Φανερὸν οὖν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ τὸ ἐνδέχεσθαι τιθεμένων οὐδεὶς γίνεται συλλογισμός. τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων.

    p. 37 b 19 Εἰ δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνει, μὲν κατηγορικῆς ὑπάρχειν τεθείσης τῆς δὲ στερητικῆς ἐνδέχεσθαι οὐδέποτε ἔσται συλλογισμός, οὗτε καθόλου τῶν ὅρων οὔτ’ ἐν μέρει λαμβανομένων. ἀπόδειξις δὲ ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων.

    ’ Εκκθέμενος τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων συζυγίας νῦν βούλεται περὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ ἐνδεχομένου διαλαβεῖν. φησὶν οὗν ταύτας εἶναι ἀσυλλογίστους συζυγίας ἐπὶ ταύτης τῆς μίξεως ἐν τούτῳ τῷ σχήματι, λέγω δὴ τῷ δευτέρῳ, ὅσαι καταφατικὴν μὲν ἔχουσι τὴν ὑπάρχουσαν ἀποφατικὴν δὲ τὴν ἐνδεχομένην, ἐπειδὴ γὰρ μεταλαμ- βάνεται ἡ ἀποφατικὴ ἐνδεχομένη εἰς τὴν καταφατικήν, μεταληφθείσης δὲ γίνονται ὁμοιοσχήμονες αἱ προτάσεις, ἐν δὲ τῷ δευτέρῳ σχήματι πᾶσα. [*](1 ἀλλὰ δὴ BS: ἀλλ’ ἐπειδὴ Ut 2 προτέρων U: om. S 3 οὗτος t 5 τὸ δεῖξαι] τόδε U αὐτὰς St: ταύτας BU 9 ἀπόδειξις t Arist. 12 καί alt. om. t 16 post τοῦτο add. τὸ U 17 μίξις ὑπάρχοντος καὶ ἐνδεχομένου ἐν δευτέρω σχήματι iuscr. Β 18 καταφατικῆς ὑπάρχειν σημινούτης Β 19 post ὅρων add. ὄντων Bt: om. U Arist. 20 post αὐτὴ add. ἡ Ut 22 ἐνδεχομένας Ut 25 τὸ β΄ Ut μὲν καταφατικὴν Β 26 γὰρ deleverim 27 ἡ superscr. Β)

    219
    αἱ ἐξ ὁμοιοσχημόνων προτάσεων συζυγίαι ἀσυλλόγιστοί εἴσιν. ὅτι δέ, φησίν, [*](LIVr) ἀσυλλόγιστοί εἰσιν αἱ τοιαῦται συζυγίαι, οἱ αὐτοὶ ὅροι οἱ προσεχῶς ἡμῖν εἰρημένοι ἀρκέσουσιν ἡμῖν πρὸς τὸ δεῖξαι αὐτὰς συναγούσας καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· λευκὸν παντὶ ἵππῳ ὑπαρχέτω, ἀνθρώπῳ δὲ μηδενὶ ἐνδεχέσθω, καὶ συνάγεται ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦτο δὲ ἀναιρετικόν ἐστι πάντων τῶν ἐνδεχομένων καὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί, οὕτω καὶ ὃ ὑπάρχει μηδενί, τοῦτο ὑπάρξαι ποτὲ παντί· τὸ γὰρ ὑπάρχον ἐνδεχόμενόν ἐστιν ἐκβεβηκός. ὃ δὲ ἀνάγκη μηδενί, τοῦτο οὔτε ὑπάρξαι ποτὲ παντὶ οὔτε ἐνδέχεσθαι δυνήσεται παντί.

    p. 37b23 Ὅταν δὲ ἡ μὲν καταφατικὴ ἐνδέχεσθαι ἡ δὲ στερητικὴ ὑπάρχειν, ἔσται συλλογισμός.

    Δείξας ὅτι αἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχουσαι συζυγίαι ἀσυλλόγιστοί εἰσι, νῦν δείκνυσιν ὅτι αἱ ἀνάπαλιν ἔχουσαι κατὰ τοὺς τρόπους συλλογιστικαί εἰσι, τουτέστιν αἱ τὴν ὑπάρχουσαν πρότασιν ἀποφατικὴν ἔχουσαι τὴν δὲ ἐνδεχομένην καταφατικήν. συνάγουσι δὲ αἱ τοιαῦται συζυγίαι ἐνδεχομενον ἀποφατικὸν συμπέρασμα, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου. καὶ τέως δείκνυσι τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης. τὸ γὰρ Α, φησί, τῷ μὲν Β μηδενὶ ὑπαρχέτω, τῷ δὲ Γ παντὶ ἐνδεχέσθω. ἐὰν οὖν ἀντιστρέψωμεν τὴν μείζονα πρότασιν, γίνεται τὸ πρῶτον σχῆμα· εἰ γὰρ τὸ Α οὐδενὶ τῶν Β ὑπάρχει, οὐδὲ τὸ Β οὐδενὶ τῶν Α ὑπάρξει· τὸ δὲ Α παντὶ τῷ Γ ἐνδέχεται. δέδεικται δὲ ἡ τοιαύτη συζυγία ἐν πρώτῳ σχήματι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγουσα, ὅπερ ἦν τὸ ἥμισυ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγωμεν. |

    p. 37b29 Ὁμοίως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν.

    [*](LIVv)

    ᾿Εὰν ἡ ἐλάττων, φησί, ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς γίνεται συλλογισμὸς ἀντιστρεφομέωης τῆς ἀποφατικῆς ὑπαρχούσης. οἷον τὸ Α τῷ Β μὲν παντὶ ἐνδεχέσθω ὑπάρχειν, μηδενὶ δὲ τῶν Γ ὑπαρχέτω. εἰ οὖν τὸ Α οὐδενὶ τῶν Γ ὑπάρχει, οὐδὲ τὸ Γ οὐδενὶ τῶν Α ὑπάρξει· τὸ δὲ Α παντὶ τῷ Β ἐνδεδομένως ὑπῆρχε· τὸ ἄρα Γ ἐνδέχεται μηδενὶ τῶν Β ὑπάρχειν. ζητοῦμεν [*](2 ἡμῖν om. t 3.4 δεῖξαι συνάγοντες τὸ οὐδενὶ exspectamus cf. p. 218,5 παντί Bt: ποτε U 16 δὲ prius om. Bt is τῶ U: τὸ Bt 19 ἐκ τῆς— ἐνδεχομένης S: μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην BUt 20 ὑπαρχέτω scripsi: ὑπάρχειν libri 20.21 ἐνδέχεσθαι Ut 23 δέδεικται] c. 15 p. 34b19sq. 24 post τὸ add. ἡ Bt 24 25 συνάγουσαν U 27 τὸ #x772; U 28 κἄν U 32 ὑπάρξει (post #x772;) Β)

    220
    δὲ δεῖξαι ὅτι τὸ B οὐδενὶ τῶν Γ ἐνδέχεται· δέδεικται δὲ τὸ ἐναντίον ὅτι τὸ [*](LIVv) Γ οὐδενὶ τῶν Β ἐνδέχεται. καὶ ἐπειδήπερ τοῦ ἐνδέχεσθαι ὁ συλλογισμός, τὸ δὲ ἐνδεχόμενον ἀποφτικὸν οὐκ ἀντιστρέφει πρὸς ἑαυτό, πῶς ἔτ’ ι συνάξομεν τὸ ζητούμενον μὴ δυνάμενοι τὸ συμπέρασμα ἀντιστρέψαι; ‘μήποτε οὖν , φησὶν ὁ Ἀλέξανδρος, τὸ ἐνδεχόμενον ἔλαβεν οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ κατὰ τοῦ ὑπάρχοντος ἀληθευόμενον· ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ σχήματι τοιοῦτον συναγόμενον τῆς μείζονος ἀποφατικῆς ληφθείσης · ἡ δὲ τοιαύτη ἀπόφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. ὥστε καὶ τὸ συμπέρασμα ἀντιστραφήσεται καθόλου ἀποφατικὸν ὑπάρχον . ὅτι δὲ τοιοῦτον τὸ συμπέρασμα καὶ οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, καὶ διὰ τῶν ἑξῆς μὲν δῆλον ποιεῖ· προείρηκε δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου σχήματος, ἔνθα ἔλεγε “δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον ὥσπερ ἐν τοῖς πρότερον’’’. τἀς δὲ εἰς τοῦτο κεκινημένας ἀπορίας ἐν τοῖς Ἀλεξάνδρου εὑρήσεις.

    p. 37 37b29 29 Ἐὰν δὲ ἁ μφότεραι μὲν ὦσι στερητικαί, σημαίνῃ δὲ ἡ μὲν μὴ ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι, δι’ αὐτῶν μὲν τῶν εἰλημμένων οὐδὲν συμ βαίνει ἀναγκαῖον· ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως νίνεται συλλογισμός, ὅτι τὸ Β τῶ Γ ἐνδέχεται μηδ’ ἐνὶ ὑπάρχ εἰν, καθάπερἐν τοῖς πρότερον· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχ ἧμα.

    Τὸ ἀντιστραφείσης φησὶν ἀντὶ τοῦ ‘ μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν’ · τούτου γὰρ γινομένου γίνονται πάλιν αἱ πρότεραι δύο συλλογιστικαὶ συζυγίαι τὰ αὐτὰ συνάγουσαι συμπεράσματα.

    p. 37 b35 ἐὰν δὲ ἀμφότεραι τεθῶσι κατηγορικαί, οὐκ ἔσται συλλογισμός.

    σμός. ὅροι τὸ ὖ μὲν ὑπάρχειν ὑγίεια, ζ ᾦ ο ν , ἄνθρωπος, τὸ ὖ δὲ μὴ ὑπάρχειν ὑγίεια, ἵππος, ἄνθρωπος.

    Παραδοὺς ἐν δευτέρῳ σχήματι τὰς καθόλου συλλογιστικὰς συζυγίας τῆς μίξεως τοῦ ἐναρχομένου καὶ τοῦ ὑπάρχοντος νῦν φησιν ὅτι πᾶσαι αἱ ὁμοιοσχή- μονες καταφατικαὶ οὖσαι ἀσυλλόγιστοί εἰσιν, εἰκότως· οὐδὲ γὰρ βούλεται μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἐνδεχομένην ἀποφατικήν, ἵνα, ὥσπερ ἐξ ἀμφοτέρων ἀποφατικῶν τῶν προτάσεων μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν γίνεται συλλογισμός, οὕτω [*](1 δέ prius om. U 2 ἐνδέχεται pr. Β 5 ὁ Ἀλέξανδρος] p. 231,35 sq. 9 ὄν ex Al. addidi 10 τοῦ — ἐνδεχομένου Al.: τὸ — ἐνδεχόuενον BUt: τὸ om. S καὶ om. t 12 ἔλεγε ἔλαβε D)] c. 17 p. 36b33 post καὶ add. τὸ t 14 ἐν τοῖς Ἀλεξ.] p. 232,10 sq. 15 ὦσι Β Arist.: ὦσιν αἱ Ut (fort. pr. Β) σημαίνει Β 10 ἐνδέχεσθαι BU (A C d n u): ἐνδέχεσθαι μὴ ὑπάρχειν t Arist. 22 τὴν om. t 23 συνάγουσι U 25 post ὅροι add. δὲ Β ὑγεία t itemque vs. 26 27 συλλογιστικὰς t: om. BU 32 post οὕτω add. δὲ t)

    221
    καὶ ἐκ τῆς καταφατικῆς πάλιν εἰς τὴν ἀποφατικὴν ἡ μετάληψις ποιήσει [*](LIVv) συλλογιστικὴν τὴν συζυγίαν. παρατίθεται οὖν πάλιν ὅρους δι’ ὧν δείκνυσι συναγούσας αὐτὰς καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ὑγίεια παντὶ ζῴῳ ἐνδεχομένως ὑπαρχέτω, ἀνθρώπῳ δὲ ὑπαρχέτω παντί· καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· πάλιν ὑγίεια ἵππῳ μὲν παντὶ ἐνδεχέσθω, ἀνθρώπῳ δὲ ὑπαρχέτω παντί, καὶ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.

    p. 37b39 τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλο- γισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ καταφατικὸν ὑπάρχον, εἴτε καθόλου εἴτ’ ἐν μ ἑ ρ ε ι ληφθέν, οὐδεὶς ἔσται συλλογισμός.

    Εἰκότως· τῆς γὰρ ἀποφατικῆς ἐνδεχομένης οὔσης καὶ διὰ τοῦτο μετα- λαμβανομένης εἰς τὴν καταφατικὴν γίνονται ὁμοιοσχήμονες αἱ συζυγίαι· αἱ δὲ τοιαῦται πᾶσαι ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσιν.

    p. 38a3 Ὅταν δὲ τὸ στερητικόν, ἔσται διὰ τῆς ἀντιστροφῆς, καθάπερ ἐν τοῖς πρότερον.

    Δηλονότι καθόλου οὔσης τῆς ἀποφατικῆς ὑπαρχούσης· οὕτω γὰρ ἐχούσης αὐτῆς καὶ πρὸς τῇ μείζονι προτάσει κειμένης ἀεὶ γίνεται συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ὅπως δὲ ἔχουσιν αἱ συζυγίαι αἱ τὴν ὑπάρχουσαν ἔχουσαι μερικὴν ἀποφατικήν, προιὼν διδάξει.

    p. 38a4 Πἀλιν ἐὰν ἄμφω μὲν τὰ διαστήματα στερητικὰ ληφθῇ, καθόλου δὲ τὸ μὴ ὑπάρχειν, ἐξ αὐτῶν μὲν τῶν προτάσεων LVr οὐκ ἔσται τὸ ἀναγκαῖον, ἀντιστραφέντος δὲ τοῦ ἐνδέχεσθαι, καθάπερ ἐν τοῖς πρότερον, ἔσται συλλογισμός.

    Πἀλιν τὸ ἀντιστραφείσης ἀντὶ τοῦ ‘ μεταληφθείσης΄ φησὶ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. δεῖ δὲ τὴν ὑπάρχουσαν ἐν τούτοις ἀεὶ μείζονα εἶναι, ἵνα καὶ σώζηται τὸ ἴδιον τοῦ δευτέρου σχήματος. πάλιν δὲ τὰ αὐτὰ συνάγεται συμπεράσματα οἷα καὶ αὐτόθεν ἀνομοιοσχήμοσιν οὔσαις μερικαῖς συζυγίαις.

    [*](3 δείκνυσι post αὐτὰς collocat Β αὐτὰς om. U τὸ prius om. U 4.5 συνάξεται pr. Β 6 post καὶ add. συνάγεται Β 12. 13 αἰ δὲ St: om. BU 13 post πᾶσαι add. αἱ Β, γὰρ U 14 ἔσται om. U 15 ὥσπερ t 18 ἀναγομένης St: ἀγομένης BU 20 προίων] p. 38a8 sq. 21 ληφθῇ U Arist.: τεθῇ Bt 23 τὸ om. 1(d) 27 τῶ δευτέρω σχήματι B 29 μερικαῖς BSU: ταῖς τοιαύταις t)
    222

    p. 38a8 Ἐὰν δὲ ὑπάρχον μὲν ᾖ τὸ στερητικόν, ἐν μέρει δἑληφθἡ , [*](LVr) οὐκ ἔς τὰ ι σ υ λλ ογισμόζ, οὔτε καταφατικῆς οὔτε στέρῃ τικῆς οὔσης τῆς ἑτέρας προτάσεως.

    ᾿Εάν, φησίν, ἡ ὑπάρχουσα στερητικὴ μὲν ληφθῇ μερικὴ δέ, τῆς ἑτέρας προτάσεως καθόλου καταφατικῆς οὔσης ἐνδεχομένης ἢ ἀποφατικῆς οὐδεὶς γίνεται συλλογισμός. καὶ τοῦτο εἰκότως· δεῖ μὲν γὰρ ἀντιστραφῆναι τὴν μερικήν, ἵνα εἰς τὸ πρῶτον ἀναγάγωμεν σχῆμα τὴν συζυγίαν· οὐκ ἀντιστρέφει δὲ ἡ μερικὴ ἀποφατικὴ ὑπάρχουσα ἐπὶ πάσης ὕλης, ὡς ἐδείχθη, καὶ ἀντισρεφομένη μερικὴν ἐποίει τὴν μείζονα καὶ ἀσυλλόγιστον διὰ τοῦτο τὴν συζυγίαν. εἰκότως ἄρα οὐδεὶς ἐν τούτῳ γίνεται συλλογισμός.

    Ἀλλ’ οὐδ’ εἰ ἀμφότεραι μερικαὶ ληφθῶσιν ἢ ἀμφότεραι ἀδιόριστοι, ὅπως ἄν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς ἔσται συλλογισμός, ἐπεὶ καὶ αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς ἰσοδυναμοῦσιν. δείκνυσθαι δὲ ταῦτά φησι διὰ τῶν αὐτῶν ὅρων· ὑγίεια, ζῷον, ἄνθρωπος.

    p. 38a13 13 ἐὰν δὲ ἡ μὲν ἐξ ἀνάγκης ἡ δ’ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τῆς μὲν στερητικῆς οὔσης ἀναγκαίας ἔσται συλλογισμός, οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει, τῆς δὲ καταφατικῆς οὐκ ἔσται.

    Πληρώσας τὰς μίξεις τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τὰς ἐν δευτέρῳ σχήματι μέτεισιν ἀκολούθως ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου πρὸς τὸ ἀναγκαῖον τοῦ αὐτοῦ δευτέρου σχήματος. καὶ φησὶν ὅτι, εἰ μὲν ἡ ἀναγκαία ἀποφατικὴ εἴη εἴτε μείζων οὖσα εἴτε ἐλάττων, πάντως γίνεται συλ- λογισμὸς τοῦ ἐνδεχομένου, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατηγορουμένου κατὰ τοῦ μὴ ὑπάρχοντος· εἰ μέντοι ἡ ἀναγκαία καταφατικὴ ἔη, δηλονότι ἀποφατικῆς οὔσης τῆς ἐνδεχομένης, ἀσυλλόγιστοι πᾶσαι αἱ τοιαῦταί εἰσι συζυγίαι. ἡ δὲ αὐτὴ αἰτία πάλιν, τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικὴν καὶ διὰ τοῦτο γίνεσθαι ὁμοιοσχήμονας τὰς συζυγίας.

    [*](5 post ἢ add. καὶ t 9 ἐδείχθη] c. 2. 3 p. 25a12sq. 10 διὰ τοῦτο om. U οὐδαμῶς t 12. 13 ἀλλ’ ἀδιόριστοι, post quae add. ex Arist. ἡ καταφατικαὶ — ὅρων t, lemmatis loco praebent BUt 13 post ἄν add. φησιν t ποιόν] ἰόν corr. 2 οὐδαμῶς t 14 αἱ om. Bt φησι om. U 15 post ἄνθρωπος add. τοῦ ὑπάρχειν, ὑγεία, ἵππος, ἄνθρωπος τοῦ μὴ ὑπάρχειν S 16 ἀρχὴ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου ἐν δευτέρω σχήματι inscr. Β σημαίνει Bt 17 post μὲν add. γὰρ U ἀναγκαίας οὔσης t Arist. 18 ἀλλ’ ὅτι U 22 εἰ] ἡ t ἡ om. U 27 αὐτὴ om. SU)
    223

    p. 38a16 Κείσθω γὰρ τὸ Α τῷ μὲν B ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν, [*](LVr) τῷ δὲ Γ παντὶ ἐνδέχεσθαι· ἀντιστραφείσης οὖν τῆς στερητικῆς οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει καὶ τὰ ἑξῆς.

    Πρώτην τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς, καὶ συνάγειν φησὶν αὐτὴν τὸ ἐνδέχεσθαι μηδενί. δείκνυσι δὲ αὐτὴν ἀντιστρέφων τὴν μείζονα πρότασιν καὶ ἀνάγων εἰς τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α, φησί ν, ἀνάγκη μηδενὶ τῶν Β, καὶ τὸ Β ἀνάγκη μηδενὶ τῶν Α· τὸ δὲ Α παντὶ τῷ Γ ἐνεδέχετο. γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μείζονος ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης. συνῆγε δὲ αὕτη ἡ συζυγία τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ ἐνδέχεται μηδενί τὸ ἰσο- δυναμοῦν τῷ ‘ὑπάρχει μηδενί’. μέμνηται δὲ ἐνταῦθα τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἧς ἐμνήσθη καὶ ἐν τῷ πρώτῳ σχήματι, δι’ ἧς δείκνυσιν ὑπάρ- χον εἶναι τὸ συμπέρασμα.

    p. 38a21 Ἅμα δὲ δῆλον ὅτι οὐδ’ ὑπάρξει τὸ Β οὐδενὶ τῶ Γ. Τουτέστιν οὐ μόνον τὸ ‘ἐνδέχεται μηδενί’ συνάγεται ἀλλὰ καὶ τὸ ‘ὑπάρχει οὐδενί’. δείκνυσιν οὖν τοῦτο τῇ διὰ τοῦ ἀδυνάτου δείξει.

    p. 38a22 Κ εἰσ’ θὼ γὰρ ὑπάρχειν· οὐκοῦν εἰ τὸ Α τῷ Β μηδενὶ ἐνδέχεται, τὸ δὲ Β ὑπάρχει τινὶ τῶν Γ, τὸ Α τινὶ τῶν Γ οὐκ ἐνδέχεται· ἀλλὰ παντὶ ὑπέκειτο ἐνδέχεσθαι.

    Εἴ τις, φησίν, ἀντιλέγοι ὅτι οὐ συνάγει τὸ ὑπάρχειν οὐδενί, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται τὸ ὑπάρχειν τινὶ τῶν Γ τὸ Β. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ B ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῶν Γ ὑπάρχει, γίνεται δὴ ὁ τέταρτος ἴ’ τρόπος τοῦ πρώτου σχήματος ἐξ LVv ἀμφοτέρων ἀναγκαίων, τῆς μείζονος ἀποφατικῆς καθόλου τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς, καὶ συνάγει τὸ Α οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν· ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ὑπάρχειν τινὶ συνάγεσθαι ἠκολούθησεν· οὐκοῦν τοῦτο μὲν ψεῦδος, ἀληθὲς δὲ τὸ ὑπάρχειν οὐδενί, ὅπερ ἔδει δεῖξαι.

    [*](1 ὑποκείσθω t μηδενὶ ἐξ ἀνάγκης t 2 ἐνδέχεται U 3 τῶ ἡ τὸ U μηδενὶ t 4 καθόλου οὔσης ἀναγκαίας ἀποφατικῆς t 5 τῆς δὲ — καταφατικῆς om. U 8 τῶν prius It: τῶ B ἐνδέχοιτο t 12 τὸ t ὑπάρχον U post δὲ add. καὶ t 13 ἐμνήσθη] c. 16 p. 36a8sq. 15 ὑπάρξει BU(Cn): ὑπάρχει t Arist. τῶ BUt(u): τῶν Arist. 16 ἐνδέχεσθαι t 17 ὑπάρχον t μηδενί Β διὰ om. U 18 ὑπάρχον Ut(f) 19 τῶν prius Arist.: τῶ Bt 21 ὑπάρχον Bt εὔδηλον Β 23 τῶν #x772; U 24 δέ U: om. t 24–26 ἐκ τῆς μ. ἀναγκαίας—ἐλάττονος exspectamus 27 post τὸ add. δὲ Β cf. p. 205,24 28 συνάγειν U ἠκολούθησε ante διὰ collocat U 29 post μὲν add. ἐστι U ὑπάρχον t)
    224

    p. 38a25 τὸν αὐτὸν δὲ τρόπον δειχθ ήσετα ι, καὶ εἰ πρὸς τῷ Γ LVv τεθείη τὸ στερητικόν.

    Παραδοὺς τὴν ἐκ τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς νὺν ἑτέραν συζυγίαν παραδίδωσιν ἐναντίως ἔχουσαν τῇ τάξει τῶν προτάσεων, τουτέστι τὴν μὲν μείζονα καθόλου καταφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν ἀναγκαίαν. ἣν καὶ αὐτήν φησι τὸ αὐτὸ συνάγειν συμπέρασμα, λέγω δὴ τὸ ὑπάρχειν μηδενὶ καὶ τὸ ἐνδέχεσθαι μηδενί, διὰ τοῦ αὐτοῦ τρόπου τῆς δείξεως· τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τῷ δὲ Γ ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Γ τῷ Α ἀνάγκη μηδενί· τὸ δὲ Α τῷ B ἐνδέχεται παντί· λέγω ὅτι καὶ τὸ Γ τῷ Β ὑπάρχει οὐδενί. ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, ἀλλ’ εἰ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί. ἐπ’ εἰ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀπόφασις, καὶ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί. δείξομεν δὲ πάλιν τοῦτο διὰ τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος ὅτι τὸ B τῷ Γ ὑπάρχει οὐδενί, ἀληθὲς τὸ ‘ὑπάρχει τινί’ ἐπειδὴ τοίνυν τὸ Α ἐνδέχεται παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τινὶ τῶν Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐξ ἀμφοτέρων καταφατικῶν, τῆς μείζονος καθόλου τῆς δὲ ἐλάττονος μερικῆς· τὸ ἄρα Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ἦν δὲ καὶ ἀνάγκη μηδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Β τῷ Γ ὑπάρχειν τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ‘ ὑπάρχει οὐδενί’.

    p. 38 a 26 Πάλιν ἔστω τὸ μὲν κατηγορικὸν ἀναγκαῖον, θάτερον δὲ ἐνδεχ όμενον.

    Ὑποθέμενος τὴν ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ κατηγορικὴν ἐνδεχο- μένην καὶ παραδοὺς τὰς γινομένας ἐκ τῶν τοιούτων προτάσεων δύο συζυγίας νῦν τὸ ἀνάπαλιν ὑποτίθεται τὰς ἐχούσας τὴν μὲν ἀναγκαίαν καταφατικὴν τὴν δὲ ἐνδεχομένην ἀποφατικήν. καὶ φησὶ ταύτας ἀσυλλογίστους εἶναι τὰς συζυγίας διὰ τὸ τὴν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνεσθαι εἰς τὴν καταφατικὴν καὶ ποιεῖν ὁμοιοσχήμονας τὰς συζυγίας· αὗται δὲ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσι. δείκνυσιν οὖν ταύτας διὰ τῶν ὅρων μηδὲν συμπέρασμα συναγούσας, μήτε ἐνδεχόμενον μήτε ὑπάρχον μήτε ἀναγκαῖον· λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ ἐνδέχεται μηδενί, οἷον τοῖς ἐν Ἀλεξανδρείᾳ, καὶ ὅμως κύκνος ἐξ ἀνάγκης [*](1 πρὸς τὸ t 9 οὐκοῦν—μησενί om. U τῶ #x772; τὸ U 11 ἠβουλόμεθα t 12. 13 ἐπεὶ— οὐδενί om. Β 12. 13 τὸ — τῶ t: inv. ord. U 12 #x772; U: α΄ t 13 fort. δείξωμεν cf. p. 215.2(1 τοῦτο πάλιν t 15 τῶν Ut: τῶ BS 17 τῶ #x772; S 18 post τὸ add. δὲ Β cf. p. 223,27: om. SUt 19 δὲ BS: om. Ut 20 ὑπάρχον t 21 τὸ om. t μὲν BUt(n): om. Arist. post δὲ add. στερητικὸν καὶ 1(11) 24. 25 συγίας pr. B 31 post ἀναγκαῖον add. οὕτως Bt: om. SU 32 οἶον — ἀλεξανδρείᾳ om. S post οἷον add ἐν Bt τῆς, ut videtur, D ἀλεξανδρεία t: ἀλεξάνδρου U: compend. Β οὕτως U)

    225
    οὐδενὶ ἀνθρώπῳ. οὕτω μὲν οὖν διὰ τῶν ὅρων τὸ ἀνάγκη μηδενί΄ δείκνυσι [*](LVv) συναγόμενον, καὶ ἐκ τούτου κατασκευάζει ὅτι οὐδὲν συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα. ὅτι μὲν γάρ, φησίν, ἐνδεχόμενον οὐδὲν συνάγεται, δῆλον ἐξ ὧν ἀναγκαῖον ἀποφατικὸν συνῆκται συμπέρασμα, τὸ δὲ ἀναγκαῖον πάντων τῶν ἐνδεχομένων ἐστὶν ἀναιρετικόν. ὅτι δὲ οὐδὲ ἀναγκαῖον, φησί, συνάγεται, ἐντεῦθεν· τὸ γὰρ ἀναγκαῖον συμπέρασμα ἢ ἐξ ἀγφοτέρων ἀναγκαίων προτάσεων συνήγετο ἢ τῆς ἀποφατικῆς ἀναγκαίας οὔσης. νυν ’δε οὐδέτερον τούτων ἐστίν.

    p. 38a38 Ἔτι δὲ καὶ ἐγχωρεῖ τούτων κειμένων τὸ Β τῷ Γ ὑπάρχειν.

    Δείξας ὅτι ἀναγκαῖον οὐδὲν συνάγεται συμπέρασμα τῷ μήτε ἀμφοτέρας ἀναγκαίας εἶναι μήτε τὴν ἀποφατικήν, ἵνα μή τις ὑπολάβοι, ἐπειδὴ ὅλως ἀνωτέρω τὸ ἀνάγκη μηδενί’ διὰ τῶν ὅρων συνήγετο, τοῦτο ἀεὶ ὡρισμένως συνάγεσθαι, νῦν δείκνυσιν ὅτι τῶν αὐτῶν οὐσῶν προτάσεων ἐγχωρεῖ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάκκης παντὶ συναγόντων, ὥστε καὶ ταύτῃ πάντα ἀναιρεῖσθαι τὰ ἀναγκαῖα συμπεράσματα· διὰ μὲν γὰρ τοῦ ἀποφατικοῦ καθόλου ἀναιρεῖται πάντα τὰ καταφατικά, διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τᾷ ἀποφατικά· τίθησιν οὖν ὅρους τὸ ἐξ ἀνάγκης παντὶ συνάγοντας τούτους, κίνησιν, ἐγρήγορσιν, ζῷον· κίνησιν γὰρ παντὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, ἐγρηγορότι δὲ ἐξ ἀνάγκης παντί, καὶ ὁμοίως ζῷον παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης· ἐπιστῆσαι δὲ χρὴ τοῖς ὅροις· οὐ γάρ εἰσι καλῶς εἰλημμένοι. εἴρηται γὰρ ἡμῖν ἀνωτέρω ὅτι δεῖ κατὰ τὸν αὐτὸν χρόνον ἄλη θευούσας λαμβάνεσθαι τὰς προτάσεις· ἐν δὲ τοῖς εἰλημμένοις ὅροις οὐ δυνατὸν κατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέρας λαβεῖν ἄλη θευούσας τὰς προτάσεις. εἰ γὰρ LVIr παντὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν κίνησιν, οὐκ ἔσται τι ζῷον ἐξ ἀνάγκης κινούμενον· τὴν ἐγρήγορσιν γὰρ κίνησιν ἔλαβεν ἐξ ἀνάγκης ὑπάρχουσαν τῳ ἐγρηγορότι. εἰ ’δε ἔσται τι ἐγρηγορὸς ὡς ἐξ ἀνάγκης ὑπάρχειν αὐτῷ τὴν κατὰ τὸ ἐγρηγορέναι κίνησιν ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης † ἐγρήγορε), ψεύδης ἡ μείζων πρότασις ἡ λέγουσα ἐνδέχεσθαι παντὶ ζῴῳ κίνησιν ὑπάρκειν· τ,ινὶ γὰρ ζῴῳ ἐ,ξ ἀνάγκης ὑπάρχει, τῷ ἐγρηγορότι· τὸ γὰρ ἐγρηγορὸς ζῷον ἐστιν· ὥστε οὐ καλῶς διὰ τούτων τῶν ὅρων τὸ ἐξ ἀνάγκης παντὶ συνήγαγεν.

    p. 38b2 Φανερὸν οὖν ὅτι οὐδὲ τοῦ μὴ ὑπάρχειν, εἴπερ οὕτως ἐχόντων ἀνάγκη ὑπάρχειν.

    Δείκνυσι διὰ τούτων ὅτι οὐδὲ ὑπάρχον οὐδὲν συνάγεται συμπέρασμα. [*](1 μηδενὶ (ante ἀνθp.) t 6 post δῆλον add. ὅτι BUt: om. S 8 ἐστίν om. t 12 τὴν ἀποφατικήν BU: ἀποφατικάς t ὑπολάβῃ t 13 post τοῦτο add. δὲ Ut 14 συνάγεται U 15. lfi τὰ ἀναγκαῖα ἀναιρεῖσθαι ’: ἀναγκαῖα om. S IS τὰ om. Ut τὸ om. U 22 ἀνωτέρω] p. 217,5 24 χρόνον om. Bt ἀμφοτέρας om. U ἀληθευούσας λαμβάνειν U 28 ἐγρήγορεν S: ἐγρηγόρειν BU: ἐγρηγορεῖ t ἐγρήγορε BSU: ἐγρήγορας t: ἐνεργεῖ sive κινεῖται conicio 30 γὰρ alt om. Bt)

    226
    τὰ μὲν γὰρ καταφατικὰ πάντα ἀναιρεῖται ὑπὸ τῆς ἀναγκαίας ἀποφατικῆς, [*](LVIr) τὰ δὲ ἀποφατικὰ διὰ τῆς καταφατικῆς ἀναγκαίας, ὥστε οὐδὲ ὑπάρχον οὐδὲν συνάγεται.

    p. 38b3 οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων.

    Διττὴ φέρεται ἡ γραφή· ἢ φάσεων ἢ καταφάσεων. εἰ μὲν οὖν φᾶ σε ω ν, πρὸς τὸ ἀνωτέρω εἰρημένον ἡ ἀπάντησις, τό τε ‘ἀνάγκη παντί’ καὶ τὸ ἀνάγκη οὐδενί’· ἀντίκεινται γὰρ ταύταις, τῇ μὲν ‘ἀνάγκη παντὶ· ἡ ‘ἐνδέχεται μὴ παντί’, τῇ δὲ ‘ ἀνάγκη οὐδενί’ ἡ ἐνδέχεται τινί). εἰ μὲν οὖν φάσεων, οὕτως. εἰ δὲ καταφάσεων, πρὸς τὸ ‘ ὑπάρχει οὐδενί ’ καὶ ‘ἀνάγκη οὐδενί’ ἡ ἀπάντησις. ἐπειδὴ γὰρ εὗρεν ὅρους συνάγοντας τὸ ‘ἀνάγκη παντί’ καὶ διὰ τούτων ἀνεῖλε τό τε ἀναγκαῖον ἀποφατικὸν καθόλου καὶ τὸ ὑπάρχον, ἐπήγαγεν ὅτι οὐδὲ αἱ ἀντικείμεναι ταύταις καταφάσεις συνάγονται· ἀντίκειται δὲ τῇ μὲν ‘ἀνάγκη μηδενί’, ὡς εἴρηται, ἡ ‘ἐνδέχεται τινί’, τῇ δὲ ὑπάρχει οὐδενί’ ἡ ‘ὑπάρχει τινί ’.

    p. 38b4 Ὁμοίως δὲ δειχ θήσεται καὶ ἀνάπαλιν τεθείσης τῆς καταφατικῆς.

    Ἀνωτέρω μὲν ὑποτίθεται τὴν μείζονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν ἀναγκαίαν καθόλου· νῦν δὲ τὸ ἀνάπαλιν ὑποτίθεται τὴν μὲν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ μείζονα ἀναγκαίαν καταφατικήν, καὶ αὐτὴν ἀσυλλόγιστόν φησιν εἶναι διὰ τῶν αὐτῶν δείξεων δι’ ὧν καὶ τὴν πρὸ ταύτης ἔδειξεν.

    p. 38b6 ἐὰν δὲ ὁμοιοσχ ἥμονες ὦσιν αἱ πρὸ τάσεις, στερητικῶν μὲν οὐσῶν ἀεὶ γίνεται συλλογισμὸς ἀντιστραφείσης τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως.

    Παραδοὺς τἀς ἐξ ἀνομοιοσχημόνων τῶν προτάσεων νῦν παραδίδωσι τὰς ὁμοιοσχήμονας. πάλιν οὖν φησιν ὅτι ἀμφοτέρων μὲν οὐσῶν ἀποφατικῶν συλλογιστικαὶ γίνονται αἱ συζυγίαι, οὐ διὰ τῶν εἰλημμένων προ- τάσεων ἀλλὰ διὰ τῆς μεταλήψεως τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. καὶ τὰ συμπεράσματα τὰ αὐτὰ συνάγονται ταῖς ἤδη πάρα· δεδομέναις προτάσεσι καὶ διὰ τῶν αὐτῶν δείξεων, ἐπειδὴ καὶ μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν αἱ αὐταὶ γίνονται συζυγίαι. εἰ μέντοι ἀμφότεραι ληφθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσι πᾶσαι διὰ τὸ [*](1 ἀποφάσεως Ut 2. 3 ὑπάρχειν, οὐδὲ t 4 δεῖ U 5 διττὸν, ut videtur, pr. Β 5 φάσεων Arist. codd. excepto n 7 μηδενί Γ’ ἀντίκειται Β 8 μὴ om. Bt 9 ὑπάρχει scripsi: ὑπάρχον Bt: ὑπάρχειν U καὶ om. Bt 11 τοῦτο t 12 post ταύταις add. ταῖς t 13 τῆς δὲ Β 17 immo ὑπετίθετο 18 δὲ t: om. BU 20 post αὐτὴν add. οὖν t 27 γίνονται συλλογιστικαὶ Β αἱ S: om. BUt 29 τὰ αὐτὰ SU: αὐτὰ B: ταὐτὰ t συνάγοντι U 30 καὶ prius om. t)

    227
    μὴ μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικήν, [*](LVIr) ὡς πολλάκις εἰρήκαμεν.

    p. 38b14 τοῦ μὲν γὰρ μὴ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν φανερὸν ὅτι οὐκ ἔσται διὰ τὸ μὴ εἰλῆφθαι στερητικὴν πρότασιν μήτε ἐν τῷ ὑπάρχειν μήτε ἐν τῷ ἐξ ἀνάγκης ὑπάρχειν.

    Οτι, φησίν, ἀμφοτέρων οὐσῶν καταφατικῶν οὐδὲν συνάγεται συμπέρασμα, δῆλον· οὐ συνάγεται γὰρ ἀποφατικὸν οὐδὲν οὔτε ἀναγκαῖον οὔιε ὑπάρχον διὰ τὸ μηδετέραν πρότασιν ἀποφατικὴν εἰλῆφθαι, μήτε τὴν ἀναγκαίαν μήτε τὴν ἐνδεχομένην. ὅτι δέ, φησίν, οὐδὲ ἐνδεχόμενον ἀποφατικὸν σὺν. ἄγεται, δῆλον· εὐπορήσομεν γὰρ ὅρων τὸ ‘ ἀνάγκη μηδενί’ συναγόντων· τού- του δὲ συναχθέντος ἀναιρεῖται πάντα τὰ ἐνδεχόμενα. οἱ δὲ ὅροι λευκόν, κύκνος, ἄνθρωπος· λευκὸν γὰρ κύκνῳ μὲν ἐξ ἀνάγκης παντί, ἀνθρώπῳ δὲ ἐνδέχεται παντί, καὶ κύκνος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ ὑπάρχει.

    p. 38b21 21 οὐδέ γε τῶν ἀντικειμένων ἀποφάσεων, ἐπειδὴ δέδεικται τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν οὐκ ἄρα γ ίνετα ι συλλογισμὸς ὅλως.

    Τοῦ γὰρ ‘ἀνάγκη μηδενί’ διὰ τῶν ὅρων συναχθέντος πάντα τὰ κατα- φατικὰ ἀνῄρηται συμπεράσματα, καὶ ἀναγκαῖα καὶ ὑπάρχοντα καὶ ἐνδεχόμενα· ἀποφάσεις γὰρ ἀντικειμένας λέγ’ εἰ τὰς καταφάσεις τῶν προσεχῶς εἰρημένων ἀποφάσεων.

    p. 38b24 Ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ στερητικὸν καθόλου τε καὶ ἀναγκαῖον, ἀεὶ συλλογισμὸς ἔσται καὶ τοῦ ἐνδέχεσθαι καὶ τοῦ μὴ ὑπάρχειν· ἀπόδειξις δὲ διὰ τῆς ἀντιστοφῆς. |

    Ἀπήρτισε τὸν ἐξ ἀμφοτέρων καθόλου λόγον, καὶ νὺν τὰς ἐχούσας [*](LVIv) τὴν ἑτέραν μερικὴν παραδίδωσιν. ὥσπερ δέ, φησίν, εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται· αἵτινες γὰρ ἐκεῖ ἦσαν συλλογιστικαί, αἱ αὐταὶ καὶ ἐνταῦθα γίνονται· ὁμοίως καὶ ἀσυλλόγιστοι. εἰ μὲν γὰρ τὸ ἀποφατικὸν ἀναγκαῖον εἴη καθόλου ἐν τῇ μείζονι κείμενον προτάσει, ἀεὶ ποιεῖ συλλογιστικὴν συζυγίαν, καὶ τὸ αὐτὸ συμπέρασμα συνάγει ταῖς καθόλου, λέγω δὴ τὸ ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· εἰ δὲ καταφατικὸν ᾖ τὸ ἀναγκαῖον, οὐδέποτε γίνεται συλλογιστικὴ συζυγία διὰ τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικήν.

    [*](1 τὴν priua t: om. BU 2 εἰρήκαμεν] velut p. 220,29. 30 6 τοῦτό φησιν ὅτι t 7 γὰρ t: μὲν οὖν BU 13 παντί scripsi cf. Alex. p. 239,31: οὐδενί BUt 1 14 post ἀντικειμένων add. φάσεων ἢ t ἐπειδὴ BU (C): ἐπεὶ t Arist. 15 ὑπάρχει U : ὑπάρχον Arist. 17 τοῦ in ras. U 18 καὶ alt. t: om. BU 25 άπήρτησε U 26 ἑτέραν BU: στερητικὴν t 27 αἱ αὐταὶ Β: αὐταὶ U; αὗται t 31 εἵη t)
    228

    p. 38b29 οὐδ’ ὅταν ἀμφότεραι ληφθῶσι καταφατικαί.

    [*](LVIv)

    Ὥσπερ καὶ ἐν ταῖς καθόλου, οὕτως καὶ ἐὰν ὁμοιοσχήμονεσ εἶεν αἱ προτάσεις, καταφατικαὶ μὲν οὖσαι ἀσυλλόγιστοί εἰσιν, ἀποφατικαὶ δὲ γίνονται συλλογιστικαὶ διὰ τῆς μεταλήψεως τῆς ἐνδεχομένης ἀποφατικῆς, δηλονότι τοῦ καθόλου ἐν τῇ μείζονι προτάσει τιθεμένου, ἐπειδὴ τοῦτο ἴδιόν ἐστι τοῦ δευτέρου σχήματος.

    p. 38b35 ἐὰν δὲ ἀμφότεραι ἀδιόριστοι ἢ ἐν μέρει τεθῶσιν, οὐκ ἔσται συλλογισμός.

    Οὔτε γὰρ ἐξ ἀμφοτέρων μερικῶν γίνεταί τι συμπέρασμα οὔτε ἐξ ἀμφοτέρων ἀπροσδιορίστων διὰ τὸ ἰσοδυναμεῖν αὐτὰς ταῖς μερικαῖς.

    p. 39a1 Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί, καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων.

    Ἀτελεῖς εἰκότως· οὐδεὶς γὰρ αὐτῶν διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυται, ἀλλὰ δέονται πάντες τῆς εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆς. σχημάτων δὲ εἶπε πληθυντικῶς, οὐχ ὅτι εἰς πλείονα σχήματα ἀνάγονται πάντες γὰρ εἰς τὸ πρῶτον ἀνάγονται), ἀλλ’ ὅτι ἕκαστος τῶν ἐν δευτέρῳ σχήματι εἰς τὸ πρῶτον σχῆμα τῆς οἰκείας μίξεως ἀνάγεται.

    p. 39a4 ’Ev δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων ἐνδεχομένων καὶ τῆς ἑτέρας ἔσται συλλογισμός.

    Επλήρωσς τὸ δεύτερον σχῆμα· ἐντεῦθεν δὲ ἄρχεται τοῦ τρίτου. εἶναι οὖν φησιν ἐν τούτῳ τῷ σχήματι συλλογιστικὰς συζυγίας καὶ τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων, διότι καὶ ἀνομοιοσχημόνων οὐσῶν τῶν προτάσεων καὶ ὁμοιοσχημόνων ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς γίνεται· μόνην γὰρ δεῖ τὴν ἐλάττονα καταφατικὴν φυλάττειν, τὰ δὲ ἄλλα πάντα ὅπως ἂν ἔχωσιν αἱ προτάσεις, οὐδὲν διαφέρει. συνάγεσθαι δέ φησιν ἐν τούτῳ τῷ σχήματι ἀμφοτέρων μὲν οὐσῶν ἐνδεχομένων ἢ τῆς μὲν ἐνδεχομένης τῆς δὲ ὑπαρχούσης ἐνδεχόμενον συμπέρασμα. ἐὰν δὲ ἡ μὲν ἀναγκαία ᾖ ἡ δὲ ἐνδεχομένη, εἰ μὲν καταφατικὴ εἴη ἡ ἀναγκαία, ἐνδε- χόμενον πάλιν φησὶ γίνεσθαι τὸ συμπέρασμα, εἰ δὲ ἡ ἀναγκαία ἀποφατικὴ εἴη, τοῦ μὴ ὑπάρχοντος καὶ τοὐ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος αὐτῷ.

    [*](2 post ὥσπερ add. φησὶ t κὰν t 4 συλλογισταὶ Β 5 τὸ κ. U τιθεμένῃ t 9 οὔτε γὰρ BU: Διότι φησὶν οὔτε t τι U: τὸ Bt 10 διὰ — αὐτὰς BU: ἐπειδὴ ἰσοδυναμοῦσιν καὶ αὗται t 11 καὶ ὅτι (post δέ) Β Arist.: inv. ord. Ut 12 εἰρημένων t (d) 15. 16 ἀνάγονται σχήματα t 17 ἀνάγεται μίξεως t 18 περὶ τοῦ τρίτου σχήματος ἐξ ἀμφοτέρων ἐνδεχομένων inscr. Β 19 συλλογισμὸς ἔστι t 21 λογίστικὰς pr. Β, corr. Β1 22 ἐνδεχομένας t 28 ἡ S: εἴη BUt ἡ μὲν καταφατικὴν—ἀναγκαίαν t ἡ alt. S.: om. BUt 29 φησὶ om. U)
    229

    p. 39a11 Ληπτέον δὲ καὶ ἐν τούτοις ὁμοίως τὸ ἐν τοῖς συμπεράσμασιν [*](LVIv) ἐνδεχόμενον.

    Τοιοῦτον καὶ ἐν τοῖς προλαβοῦσιν ἐπεσημήματο, ὅτι οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἐν τοῖς συμπεράσμασιν εἴληπται ἀλλὰ τὸ ἑπόμενον τῷ ὑπάρχοντι καὶ κατ’ αὐτοῦ λεγόμενον ἀληθῶς.

    p.39a14 Ἔστωσαν δὴ πρῶτον ἐνδεχόμεναι, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν.

    Πρώτας τίθησι τὰς ἒξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων συζυγίας. δεῖ γὰρ προηγεῖσθαι τὰς ἅπλας προτάσεις τῶν μικτῶν. ἐν ταύταις οὖν πρώτας τὰς καθόλου καταφατικὰς παραδίδωσι. συνάγειν δέ φησιν αὐτὰς ἐνδεχόμενον καταφατικὸν μερικὸν συμπέρασμα. δείκνυσι δὲ τὴν συζυγίαν ἀντιστρέφων τὴν ἐλάττονα πρότασιν καὶ ἀνάγων εἰς τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. |

    p. 39a19 Καὶ εἰ τὸ μὲν Α ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν, [*](LVIIr) τὸ δὲ Β ἐνδέχεται παντὶ τῷ Γ, ἀνάγκη τὸ Α τινὶ τῶν Β ἐνδέχεσθαι μὴ ὑπάρχειν.

    Δευτέραν τίθησι τὴν ἐκ ἰῆς μείζονος ἀποφατικῆς καθόλου τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. συνάγει οὖν καὶ αὕτη μερικὸν ἀποφατικὸν συμπέρασμά ἀντιστρεφομένης πάλιν τῆς ἐλάττονος προτάσεως καὶ ἀναγομένη εἰς ’τον τέταρτον τρόπον τοῦ πρώτου σχήματος.

    p. 39a23 Εἰ δὲ ἀμφότεραι στερητικαὶ τεθείησαν, ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται τὸ ἀναγκαῖον· ἀντιστραφεισῶν δὲ τῶν προτάσεων ἔσται συλλογισμός, καθάπερ ἐν τοῖς πρότερον.

    Ἐξ αὐτῶν μέν φησι μηδὲν συνάγεσθαι συμπέρασμα, διότι ἀμφοτέρων οὐσῶν ἀποφατικῶν ἡ ἐλίττων οὐ σώζει τὸ ἴδιον τοῦ σχήματος τοῦ τρίτου. μεταλαμβανομένης δὲ τῆς ἐλάττονος εἰς καταφατικὴν καὶ ἄντιστρεφομένης πρὸς τὴν μερικὴν ἀνάγεται πάλιν ἡ συζυγία εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος καὶ συνάγει μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπερασμα.

    [*](1 τὸ] καὶ U 3 ἐν τοῖς προλαβ.] c. 16 p. 35b30 c. 19 p. 38a 14 8 ἐνοδεχομένας Bt 9 οὖν t: om. BU ταύταις scripsi cf. p. 230,29.30 233,23: τούτος BUt 14 τῶν γݲ U 15 ἐνδέχεται post γ΄ collocat t: om. Arist, ἐνδέχοιτο post β΄ Cn) post άνάγκη add. καὶ t τῶν BU (Cn): τῷ t Arist. 18 αὐτὴ Ut 19. 20 ἀναομένη scripsi καὶ deleverim): ἀναγομένης BUt 20 τὸν δεύτερον U 21 ἐὰν t (C) τεθείησαν Arist.: τεθῶσιν BUt 24 μέν Bt: δέ U 25 τοῦ τρίτου σχήματος t 27 ’τον δεύτερον U)
    230

    p. 39 a 28 Εἰ δὲ ὁ μέν ἐστ’ ι καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει, τὸν [*](LVIIr) αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός.

    Ὡς εἶχον, φησίν, αἱ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν προτάσεων συζυγίαι, οὕτως ἔχουσι καὶ αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων τῆς ἑτέρας μερικῆς οὔσης τῆς δὲ ἑτέρας καθόλου. πλὴν διαφέρουσιν αὗται πρὸς ἐκείνας, ὅτι ἐν ταῖς ἐνδεχομέναις καὶ ἀμφοτέρων οὐσῶν ἀποφατικῶν γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐλάττονος ἀποφατικῆς εἰς τὴν καταφατικήν. εἰ δὲ μεταλαμβάνεται ἡ ἐλάττων ἀποφατικὴ εἰς τὴν καταφατικὴν ἐπὶ τῶν ἐνδεχομένων, ἵνα γένηται συλλογιστικὴ ἡ συζυγία, οὐδὲν ἄρα δία· φέρουσι πρὸς ἀλλήλας.

    p. 391.7 ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τὸ μὲν συμπέρασμα ἔσται ὅτι ἐνδέχεται καὶ οὐχ ὅτι ὑπάρχει· συλλογισμὸς δὲ ἔσται τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ καὶ ἐν τοῖς πρότερον.

    Παραδοὺς τὰς τοῦ ἐνδεχομένου αὐτοῦ καθ’ αὑτοῦ συζυγίας ἐν τρίτῳ σχήματι νῦν μίγνυσιν αὐτὸ πρὸς τὸ ὑπάρχον, καὶ φησὶ τὸ μὲν συμπέρασμα ἐν τούτοις οὐδαμῶς εἶναι ὑπάρχον· οὐδὲ γὰρ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς τοιαύτης μίξεως ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα ἀλλὰ μόνως ἐνδεχόμενον· οὕτως οὖν καὶ ἐνταῦθα. ἐνδεχόμενον δὲ δῆλον ὅτι οὐκ ἐν πάσαις συζυγίαις τὸ αὐτό, ἀλλ’ ὅσαι μὲν ἔχουσι τὴν ὑπάρχουσαν, φησί, καταφατικήν, τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν ἐνδεχόμενον· ὅσαι δὲ ἀποφατικὴν ἔχουσι τὴν ὑπάρχουσαν, αὗται οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν, ὡς εἴρηται ἡμῖν πλατύτερον ἐν τῷ πρώτῳ σχήματι. συλλογιστικαὶ δὲ γίνονται συζυγίαι γίαι αὐταὶ αἵτινες καὶ ἐν τῷ πρώτῳ σχήματι ἦσαν, τουτέστι πᾶσαι αἱ ἄλλαι χωρὶς τῶν ἐχουσῶν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν.

    p. 39b 10 Ἔστωσαν γὰρ πρῶτον κατηγορικοί, καὶ τὸ μὲν Α παντὶ τῷ Γ ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχ ἔσθω.

    Πάλιν τὰς ἐξ ἀμφοτέρων καταφατικῶν πρώτας παραδίδωσιν, ἐν ταύταις δὲ πρώιην τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, καὶ συνάγειν φησὶν ἐνδεχόμενον συμπέρασμα· τῇ γὰρ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα. δείκνυται δὲ διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως ἀντιστρεφομένης πρὸς τὴν μερικὴν καταφατικὴν τῆς ἐλάττονος προτάσεως καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος.

    [*](4.5 ὑπαρχουσῶν — ἀμφοτέρων t: om. BU 9 εἰ δὲ — καταφατικὴν t: om. BU 12 μίξις ἐνδεχομένου καὶ ὑπάρχοντος ἐπὶ τοῦ αὐτοῦ σχήματος inscr. Β 13 post μὲν add. οὖν Β 15 ὅνπερ καὶ ἐν om. Arist. (sed ὃν καὶ ἐν ΑΒ d 11 m) 18 οὐδαμῶς ἐν τούτοις t 19 ἀλλ’ ὁμοίως Β: ἀλλ’ S 22 δὲ HSU: καὶ t 23 τὸ om. U εἴρηται] p. 17,6,24 sq. 25 αἱ αὐταὶ scripsi: αὗται libri ἤσαν om. Β 28 τῶ #x772; alt. BUt (C): om. Arist. 29.30 ταύταις scripsi cf. p. 229,9 233,23: τούτοις BUt)
    231

    p. 39b16 Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν ΒΓ ὑπάρχειν τὸ δὲ ΑΓ [*](LVIIr) ἐνδέχεσθαι.

    ῾Υποθέμενος τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην νῦν τὸ ἀνάπαλιν ὑποτίθεται τὴν μὲν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν. συνάγει δὲ καὶ αὕτη τὸ αὐτὸ συμπέρασμα καὶ διὰ τῆς αὐτῆς δείξεως. |

    p. 39b17 Καὶ εἰ τὸ μὲν ΑΓ στερητικὸν τὸ δὲ ΒΓ κατηγορικόν, [*](LVIIv) ὑπάρχοι δ’ ὁποτερονοῦν, ἀμφοτέρως ἐνδεχόμενο ν ἔσται τὸ συμπερασμα.

    Εἰρηκὼς τὰς ἐξ ἀμφοτέρων κατηγορικῶν δύο συλλογιστικὰς συζυγίας νῦν τὰς ἀνομοιοσχήμονας δύο παραδίδωσιν ἅμα. τῆς γὰρ μείζονος, φησίν, ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καταφατικῆς, τῆς ὑπαρχούσης ἢ πρὸς τῆ μείζονι τιθεμένης ἢ πρὸς τῇ ἐλάττονι δύο γίνονται συζυγίαι. συνάγουσι δὲ ἀμφότεραι ἐνδεχόμενον συμπέρασμα, ἀλλ’ ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ἡ δὲ ὑπάρχουσαν τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὡς δέδεικται ἐν τῷ πρώτῳ σχήματι. ἡ δὲ δεῖξις ἡ αὐτὴ ἐπ’ ἀμφοτέρων ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως πρὸς τὴν μερικὴν καταφατικὴν καὶ ποιούσης τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος·

    p. 39b22 Eἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον ἢ καὶ ἄμφω τεθείη στερητικά, δι’ αὐτῶν μ ἑ ν τῶν κειμένων οὐκ ἔστι συλλογισμός, ἀντιστραφέντων δ’ ἔσται, καθάπερ ἐν τοῖς πρότερον.

    Δεῖ προσθεῖναι τῷ στερητικὸν ῾ἐνδεχόμενον’· εἰ γὰρ ἡ ὑπάρχουσα στερητικὴ εἴη ἡ ἐλάττων, ἀσυλλόγιστος γίνεται ἡ συζυγία μὴ δυναμένη μεταληφθῆναι εἰς καταφατικήν.

    p. 39b26 Et δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει καὶ τὰ ἐξῆς.

    Παραδοὺς τὰς ἐξ ἀμφοτέρων καθόλου νῦν τὰς ἐκ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς παραδίδωσιν. αἱ μὲν οὗν ἐξ ἀμφοτέρων καταδὲ [*](1 δὲ alt. om. U 2 ἐνδέχεται ὑπάρχειν t 3 δὲ om. U 4 μὲν om. t 5 αὐτὴ Ut 8 ὁποτεροῦν U 12 τῆς alt. S: τῆς δὲ Bt: om. U 13 τῶ (ante μείς.) U: utrobique S 14 ἀμφότερον t 15 ἐνδεχόμενον om. t 16 οὐδενὶ ἐξ ἀνάγκης SUt: οὐ παντὶ ὑπάρχειν (compend.) Β δέδεικται] c. 15 p. 34b27sq.τῷ om. t 17 ἡ αὐτὴ St: αὐτὴ Β: αὕτη U 20 τὸ prius U Arist.:τὸ ἐνδεχόμενον Β (Arist. cotld. exc. n): inv. ord. t ἢ—23 πρότερον Bt: καὶ τὰ ἑξῆς U 24 προστεθεῖναι t: προστιθέναι b τῷ scripsi: τὸ BUt 25 ἐλάσσων Β 29 παρέδωκε Β 30 αἰ μἱ οὖν scripsi: αἱ μὲν BU: αὗται οὖν αἱ t)

    232
    φατικῶν, φησίν, ἢ τῆς μείζονος ἀποφατικῆς καθόλου πᾶσαι διὰ τῆς ἀντιστροφῆς [*](LVIIv) τῆς ἐλάττονος ἀνάγονται εἰς τὸ πρῶτον σχῆμα, αἱ μὲν ἐξ ἀμφοτέρων κατηγορικῶν εἰς τὸν τρίτον τρόπον, αἱ δὲ ἐκ τῆς μείζονος ἀπο- φατικῆς καθόλου εἰς τὸν τέταρτον.

    p. 39b31 Ei δὲ ἡ μὲν καταφατικὴ καθόλου ἡ δὲ στερητικὴ ἐν μέρει, διὰ τοῦ ἀδυνάτου ἔσται ἡ ἀπόδειξις.

    ᾿Εάν, φησίν, ἡ μὲν ἐλάττων καθόλου εἴη καταφατικὴ ἡ δὲ μείζων μερικὴ ἀποφατική, συλλογιστικὴ μὲν γίνεται ἡ συζυγία, οὐ μὴν δι’ ἀντιστροφῆς δείκνυται ἀλλὰ διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Α ἐνδεχέσθω μὴ παντὶ τῷ Γ ὑπάρχειν· συνάγεται ὅτι τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος τὸ ἀντικείμενον ἀληθὲς ἔσται, ὅτι ἐξ ἀνάγκης τὸ Α παντὶ τῷ Β ὑπάρχει· ὑπέκειτο δὲ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν· τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει· γίνεται γὰρ τὸ πρῶτον σχῆμα ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς συνήγετο καθόλου καταφατικὸν ἀναγ- καῖον συμπέρασμα. ἀλλ’ ἀδύνατον παντὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης· ὑπέκειτο γὰρ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν αὐτῷ. τὸ δὲ ἀδύνατον ἠκο- λούθησε διὰ τὸ ὑποθέσθαι ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α τῷ Β. μήποτε δὲ δυνατὸν καὶ δι’ ἀντιστροφῆς δεῖξαι συλλογιστικὴν τὴν συζυγίαν, εἴγε κατ’ αὐτὸν ἡ μερικὴ ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει εἰς τὴν μερικὴν καταφατικὴν ἐνδεχομένην. εἰ οὖν τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Γ ὑπάρχειν, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν· ἀλλὰ μὴν τὸ Β παντὶ τῷ Γ ὑπῆρχε· τὸ Γ δὲ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν· τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται x003E; οὐκοῦν καὶ τὸ Α ἐνδέχεται x003E; παντὶ τῷ Β ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι.

    p. 40a 1 Ὅταν δὲ ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν ἀμφότεραι, οὐκ ἔσται συλλογισμός. ἀπόδειξις δὲ ἡ αὐτὴ ἣ καὶ ἐν τοῖς καθόλου καὶ διὰ τῶν αὐτῶν ὅρ ων.

    Καθόλου νῦν λέγει τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων, ὡς ἂν εἰ ἔλεγε δι΄ ὧν ὅρων ἐδείχθησαν καὶ αἱ δι’ ὅλου ἐνδεχόμεναι δύο ἐπὶ μέρους συζυ- γίαι οὖσαι ἀσυλλόγιστοι’. ἦσαν δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ζῷον, ἄνθρωπος, λευκόν· ζῶον ἐνδέχεται μὴ παντὶ λευκῷ, ἄνθρωπος ἐνδέχεται τινὶ λευκῷ, καὶ ζῷον ἀνάγκη παντὶ ἀνθρώπῳ ὑπάρχειν. τοῦ δὲ μηδενὶ [*](2 συνάγονται t 3 κατηγορικαὶ Ut ἔ μὲν t: om. BU 8 γίνεται μὲν συλλογιστικὴ t διὰ τῆς U 13 τῶ #x772; Ut: τῶ #x772; B 14 ὑπάρχει Ut 17 παντὶ om. Β 18 δὲ om. fort, recte U cf. p. 224,18 20 καὶ t: om. BU 23 post ἐνδέχεται add. μὴ U 24 γ͂ — ἁ scripsi: ἁ — 7 BUt ὑπάρχον (post ἐνδ.) U τὸ β — 25 ὑπάρχειν addicii cf. p. 238,2 sq. 25 μὴ addidi #x772; scripsi: #x772; libri ante ὅπερ quaedam deesse censet Waitz Organ. I 29 31 post ἐνδεχόμεναι add. αἱ Bt μέρει t 33 ἄνθρωπον (ante ἐνδ.) Β 33.31 τινὶ λευκῷ ἐνδέχεται t 34 post καὶ add. συνάγεται t ὑπάρχειν om. U)

    233
    ἵππος, ἄνθρωπος, λευκόν· ἵππος οὐ παντὶ λευκῷ ἐνδεχομένως, ἄνθρωπος ’ τινὶ λευκῷ ἐνδέχεται, καὶ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἁ νά γκης. μήποτε δὲ καὶ ἡ λέξις ἡμάρτηται, φησὶν ὁ Ἀλέξανδρος, καὶ δέον εἶναι ‘ἀπόδειξις δὲ ἡ αὐτὴ ἣ καὶ ἐν ταῖς ἐξ ἀμφοτέρων ἐνδεχομένων’ τὸ ἣ καὶ ἐν τοῖς καθόλου μεταγέγραπται.

    p. 40 a 4 Εἰ δέ ἐστιν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δὲ ἐνδε- χομένη, κατηγορικῶν μὲν ὄντων τῶν ὅρων ἀεὶ τοῦ ἐνδέχεσθαι ἔσται συλλογισμός καὶ τὰ ἑξῆς. |

    Πληρώσας τὴν μῖξιν τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον νῦν λοιπὸν [*](LVIIIr) τρέπεται ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. ταὐτὰ δὲ συνάγονται ἐν ταύταις ταῖς συζυγίαις τὰ συμπεράσματα, ἃ συνήγοντο καὶ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς αὐτῆς μίξεως ὁμοίως ἐχουσῶν τῶν προτάσεων. εἰ μὲν γὰρ ἀμφότεραι κατηγορικαὶ ὦσι, τὸ κτὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγεται συμπέρασμα· εἰ δὲ ἡ μὲν εἴη καταφατικὴ ἡ δὲ ἀποφατική, εἰ μὲν ἡ ἐνδεχομένη ἀποφατικὴ εἴη, του κάτα ’τον οιορισμον ἐνδεχομένου πάλιν ἔσται τὸ συμπέρασμα, εἰ δὲ τὸ ἀναγκαῖον εἴη ἀποφατικόν, ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ μὴ ὑπάρχοντι.

    p. 40a 11 ἔστωσαν δὴ κατηγορικοὶ πρῶτον οἱ ὅροι, καὶ τὸ μὲν Α παντὶ τῷ Γ ὑπαρχέτω ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ ἐνδεχέσθω ὑπάρχ εἰν.

    Πάλιν πρώτας ὑποτίθεται τὰς ἐξ ἀμφοτέρων καταφατικῶν, καὶ ἐν ταύταις πρώτην ὑποτίθεται τὴν ἔχουσαν τὴν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην. καὶ συνάγει μερικὸν ἐνδεχόμενον συμπέρασμα ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. εἰ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι καὶ ἐν τοῖς ἄλλοις ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου οὐ βούλεται τῇ μείζονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, δῆλον ὄρα ὅτι ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὅτε ἔλεγε τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα καὶ τὰς ἐχούσας τὴν μείζονα ἀναγκαίαν ἀναγκαῖον συμπέρασμα συνάγειν, οὐ τὸ κυρίως ἀναγ- καῖον ἐβούλετο συνάγεσθαι ἀλλὰ τὸ ἐξ ὑποθέσεως. ὥσπερ δὲ ἔχει ἡ τὴν [*](2 λευκῷ om. Ut 3 λέξις U: δεῖξις Bt ὁ Ἀλέξανδρος] p. 248,38 sq. 6 μίς͂ις ἀναγκαίου καὶ ἐνδεχομένου ἐπὶ τοῦ αὐτοῦ σχήματος iuscr. Β ἐὰν t 10 post ἐνδεχομένου del. πρὸς τὸ ὑπάρχον U τοῦ alt. om. Β ταὐτὰ S: ταῦτα Β t 12 τῆς αὐτοῦ Β: ταύτης τῆς t 13 post ἐνδεχόμενον add. οὐ t 14 ἡ prius om. t 19 δὴ Bt Arist.: γὰρ U (u) πρότερον U οἱ St Arist: om. BU 20 post παντὶ alt. add. τῶ γ΄ t (n m, ante παντὶ add. Α) 27 τοῦ alt. om. BSt οὐ om. U 28 μείζονι BSU: κρείττονι t 30 ἔλεγε] c. 9 p. 30 a15 sq. cf. p. 126,17 sq. 31 ante συμπ. add. τὸ S συνάγειν συμπέρασμα U 32 ἠβούλετο sic t)

    234
    μείζονα ἔχουσα ἀναγκαίαν συζυγία κατὰ τὸ συμπέρασμα, οὕτω καὶ ἡ [*](LVIIIr) ἀνάπαλιν ἔχουσα, λέγω δὴ ἡ τὴν μείζονα ἐνδεχομένη. ἐν δὲ τῇ δείξει διαφέρουσιν, ὅτι ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ ἐπ’ εὐθείας δείξει δείκνυται διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, ἡ δὲ τὴν μείζονα ἔχουσα ἀναγκαίαν μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται. τὸ γὰρ Α τῷ Γ παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχέσθω; οὐκοῦν καὶ τὸ Γ τινὶ τῷ Β. γίνεται οὖν τὸ πρῶτον σχῆμα τοῦ μὲν Α τῷ Γ παντὶ ὑπάρχοντος ἐξ ἀνάγκης, τοῦ δὲ Γ τῷ Β τινὶ ἐνδεχομένου· συνάγει οὖν, φημί, τὸ ‘ἐνδέχεται τινί’. καὶ τοῦτο δείκνυμι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται τινί’, ἀληθὲς τὸ ἀνάγκη μηδενί’· εἰ τοίνυν τὸ Α τῷ Β ἀνάγκη μηδενί, τὸ δὲ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Α ἄρα τῷ Γ ἐνδέχεται μηδενί· τοῦτο γὰρ δέδεικται ἐν τῷ πρώτῳ σχή- ματι· ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον, ὅτι ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί. ὁμοίως δὲ ἔχουσιν αἱ τοιαῦται προτάσεις ἐπὶ ταύτης τῆς μίξεως ὡς ἐπὶ τῆς x003E; τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· πᾶσαι γὰρ αἱ τὴν μείζονα ἔχουσαι ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην διὰ τοῦ ἀδυνάτου δείκνυνται.

    p. 40 a18 18 Πἀλιν ἔστω τὸ μὲν κατηγορικὸν τὸ δὲ στερητικόν, ἀναγκαῖον δὲ τὸ κατηγορικὸν.

    Νῦν τὰς ἀνομοιοσχήμονας παραδίδωσι, καὶ πρώτην ὑποτίθεται τὴν ἔχουσαν τὴν μείζονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν ἀναγκαίαν. καὶ συνάγει αὕτη ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καταφατικὴν μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός· αὕτη γάρ ἐστιν ἡ κατ’ εὐθεῖαν. εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ οὐχ ὑπάρχει ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Γ τι τῶν Β· τὸ γὰρ Γ τινὶ τῶν Β ὑπῆρχε διὰ τὴν ἀντιστροφήν· τὸ Α ἄρα τινὶ τῶν Β ἐνδεχομένως οὐχ ὑπάρχει.

    p.40a25 Et δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία, τὸ συμπέρασμα ἔσται καὶ ὅτι ἐνδέχεται τινὶ μὴ ὑπάρχειν καὶ ὅτι οὐχ ὑπάρχει. τῆς μείζονος οὔσης ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταἔχουσα [*](1 S: ἔχουσαν BUt κατὰ om. Β 2 δὲ U δείξει] γp. μίξει mrg. U 3 διαφέρει Β 4 δείξει om. t 9 ὑπάοͅχοντος om. t ἐξ ἀνάγκης St: om.. BU 10 σύμφημι om. οὑν U καὶ τοῦτο — 11 τινί om. U 13 post μηδενὶ add. ὑπάρχειν t δέδεικται] c. 16 p. 36a7sq. 11 ὃ t: τὸ BSU 16 ὡς—μίξεως addidi 19 περὶ τῶν άνομοιοσχημόνων inscr. Β 23 αὐτὴν U 25 τοῦ alt. om. BSt_ 27 οὐχ St: om. BU ὑπάρξει Β τινὶ pr. Β 27. 28 τὸ γὰρ #x772; τινὶ τῶν β om. pr. Β 29 οὐχ om. BS 30 post ἀν’. add. καὶ BDt (C): om. Arist. τὸ om. t 31 καὶ prius om. Β)

    235
    φατικῆς ἐνδεχομένης τοῦ μὴ ὑπάρχειν γίνεται τὸ συμπέρασμα. ἡ δὲ [*](LVIIIr) δεῖξις διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καὶ τῇ εἰς ἀδύνατον ἄπαγ’ ωγῇ. δέδεικται δὲ ταῦτα πλατύτερον ἐν τῷ πρώτῳ σχήματι. |

    p. 40a30 Ὅτε δ’ οὕτως ἔχοιεν αἱ προτάσεις, συνέβαινε τὸ Α [*](LVIIIv) τῷ Γ ἐνδέχεσθαι τινὶ μὴ ὑπάρχειν κ α ὶ μὴ ὑπάρχειν, ὥστε τὸ Α τῷ Β ἀνάγκη τινὶ μὴ ὑπάρχειν.

    Ἀναμιμνήσκων ἡμᾶς τοῦ πρώτου σχήματος καὶ τῶν ἐκεῖ δεδειγμένων, ὅτε, φησίν, ἐν πρώτῳ σχήματι οὕτως εἶχον αἱ προτάσεις, τουτεστιν ἡ μείζων ἀναγκαία ἦν ἀποφατικὴ ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ μερική, συνέβαινε τὸ Α τῷ Γ οὗτοι γὰρ ἦσαν ἐκεῖ οἱ ἄκροι ὅροι) τινὶ μὴ ὑπάρχειν καὶ ἐνδέχεσθαι μὴ ὑπάρχειν. οὕτως οὖν, φησί, καὶ ἐνταῦθα, ἐπειδὴ ἀντιστρέψαντες τὴν ἐλάττονα πρότασιν τοῦτον πάλιν τὸν τρόπον ἐποιήσαμεν τοῦ πρώτου σχήματος, τὸ αὐτὸ πάλιν ἀνάγκη συνάγε- σθαι συμπέρασμα. ὥστε τὸ Α τῷ Β οὗτοι γάρ εἰσιν ἐνταῦθα οἱ ἄκροι), εἰ τινὶ οὐχ ὑπάρξει, καὶ τινὶ ἐνδέχεται μὴ ὑπάρχειν, δηλονότι τοῦ ἐνδεχο- μένου οὐκ ὄντος τοὐ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου.

    p. 40a33 Ὁταν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, ἐὰν μὲν ἐνδεχόμενον, ἔσται σ υλλογισ ’μὸς μεταλη φθεἴση ςτἡς προτάσεως, καθάπερ ἐν τοῖς πρότερον, ἐὰν δ’ ἀναγκαῖον, οὐκ ἔσται. καὶ γὰρ παντὶ ἀνάγκη καὶ οὐδενὶ ἐνδέχεται ὑπάρχειν. ὅροι τοῦ παντὶ ὑπάρχειν ὕπνος, ἵππος, καθεύδων ἄνθρωπος, τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος, ἐγρηγορὼς ἄνθρωπος.

    Ἄνω μὲν καταφατικὴν ὑποθέμενος τὴν ἐλάττονα τὴν μείζονα ἢ καὶ αὐτὴν καταφατικὴν ἐλάμβανεν, ὡς εἶναι ἐξ ἀμφοτέρων καταφατικῶν τὰς συζυγίας, ἢ ἀποφατικήν· ἐνταῦθα δὲ τὴν ἐλάττονα ἀποφατικὴν ὑποθέμενος τὴν μείζονα ἢ ἀποφατικὴν λαμβάνει καὶ αὐτὴν ἢ καταφατικήν. εἰ μὲν οὖν, φησίν, ἀποφατικὴ οὖσα ἡ ἐλάττων ἐνδεχομένη εἴη, συλλογιστικὴ γίνεται ἡ συζυγία μεταληφθείσης τῆς ἐλάττονος ἀποφατικῆς εἰς τὴν καταφατικὴν καὶ ἀντιστραφείσης πρὸς τὴν μερικὴν καὶ ποιούσης ἢ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος, ἐὰν ἡ μείζων καταφατικὴ ὑπάρχῃ, ἢ τὸν τέταρτον, ἐὰν ἀποφατική · συνάγουσι δὲ οὗτοι μερικὸν ἐνδεχόμενον. εἰ δὲ [*](2 τῆς— ἀπαγωγῆς t 3 δέδεικται] cf. ad p. 234,13 5 post γ΄ add. καὶ t Arist. μὴ alt. om. U post ὥστε add. καὶ t Arist. (om. C) 7 ἀναμιμνήσκων scripsi: ἀναμιμνήσκει BU: ἀναμιμνήσκη t 15 ὑπάρχει S 19 ἐνδεχόμενον B Arist.: ἐνδεχομένης U: ἐνδεκόμενον ἧ t 20 ὥσπερ t 21 ἀνάγκη] συνάγειν U 22 ὅροι—ὑπάρχειν om. U 23 ἐγρήγορ sic U 24 post τὴν alt. add. δὲ Ot 25. 26 immo τὴν συζυγίαν 26 ἣ ἀποφατικῶν t ἐνθάδε, om. δέ I 29. 30 post καταφατικὴν add. τὴν πᾶς Β 30 ἀντιστραφήσης sic t: ἀντιστρεφούσης B: ἀντιστ post μερικὴν add. τὴν τίς Β 31 ὑπάρχει t 32 οὗτοι scripsi: ταῦτα Β:· αὗται Ut)

    236
    ἡ ἐλάττων ἀποφατικὴ οὖσα ἀναγκαία εἴη, ἀσυλλόγιστός ἐστιν ἡ συζυγία· [*](LVIIIv) τὸ γὰρ ἴδιον τοῦ τρίτου σχήματος ἀπώλεσε τὸ τὴν ἐλάττονα ἔχειν καταφατικήν. συνάγει τοιγαροῦν καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. τὸ μὲν παντὶ οὕτως· ὕπνος ἐνδέχεται παντὶ ἵππῳ ἢ μηδενὶ ὑπάρχειν, ἵππος οὐδενὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, καὶ συνάγεται ‘ ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει’. τοῦ δὲ μηδενί· ὕπνος παντὶ μὲν ἵππῳ ἐνδέχεται ὑπάρχειν, ἵππος οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, καὶ συνάγεται ‘ ὕπνος οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει’.

    p. 40a39 ‘ Ομοίως δὲ καὶ εἰ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει πρὸς τὸ μέσον.

    Τὰ αὐτὰ πάλιν λέχθη σεται καὶ ἐπὶ τούτων, ἅπερ καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου συλλογισμῶν, περί τε τῶν συμπερασμάτων περί τε τῶν δείξεων. καὶ ἐπὶ μὲν τῶν ἐχουσῶν τὴν μείζονα καθόλου πρότασιν τὴν δὲ ἐλάττονα μερικὴν συλλογιστικῶν συζυγιῶν, λέγω δὴ ἐχουσῶν τὴν μείζονα ἀποφατικὴν ἢ καταφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν αὗται γάρ εἰσι συλλογιστικαὶ ἐν τρίτῳ σχήματι) τοσοῦτον μόνη διαφορὰ τούτων πρὸς τὰς καθόλου συζυγίας, ὅτι ἐκεῖναι μὲν τὴν ἐλάττονα καθόλου ἔχουσαι πρὸς τὴν μερικὴν εἶχον αὐτὴν ἀντιστρεφομένην, ἐν ταύταις δὲ μερικῆς οὔσης τῆς ἐλάττονος ἡ ἀντιστροφὴ πάλιν πρὸς αὐτὴν τὴν μερικὴν γίνεται. ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν ἐλάττονα καθόλου τὴν δὲ μείζονα μερικήν, δηλονότι πάλιν συλλογιστικῶν συζυγιῶν, ἀμφοτέρων μὲν οὐσῶν καταφατικῶν ἡ δια- φορὰ αὕτη πρὸς τὰς καθόλου, ὅτι ἐκεῖ μὲν τὴν ἐλάττονα ἀντιστρέφομεν, ἐνταῦθα δὲ τὴν μείζονα, καὶ ἐκεῖ μὲν δείξαντες τὸ συμπέρασμα δι’ εὐθείας ἢ διὰ τοῦ ἀδυνάτου οὐδενὸς ἄλλου ἐδεόμεθα, ἐνταῦθα δὲ μετὰ τὸ δεῖξαι καὶ τὸ συμπέρασμα ἀντιστρέφομεν. οἷον ἔστω ἡ μείζων ὑπάρχουσα μερική, ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, καταφατικαὶ ἀμφότεραι. λέγω οὖν οὕτως· τὸ Α τινὶ τῶν Γ ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν. εἶτα ἀντιστρέφω τὴν μείζονα πρότασιν· ἐὰν γὰρ ἀντιστρέψω τὴν ἐλάττονα, ἀσυλλόγιστος γίνεται ἡ συζυγία· ἀμφότεραι γὰρ γίνονται μερικαί. ἐπεὶ οὖν τὸ Α τινὶ τῶν Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῶν Α. εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, τὸ δὲ Γ τινὶ τῶν Α ὑπάρχει, γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν B ἐνδέχεται ὑπάρχειν. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ μερικὸν καταφατικόν, ἀντιστρέψας τὸ συμπέρασμα ἔχω τὸ ζητούμενον· εἰ γὰρ τὸ Β τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Α τινὶ τῶν Β ἐνδέχεται ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι. καὶ [*](1 ἔσται U 4 ἵππος Ut: ὕπνος Β 5 ὕπνος Β: ὕπνον Ut 6 an τὸ ? 7 μὲν deleverim S ἀνθρώπῳ om. B1 10 post δὲ add. ἕξει t Arist. cf. p. 237,13.25 12 λεχθήσεται ἁ καὶ ἐπὶ τῶν t 14 μὲν om. t 17 ante συλλ. add. αἱ Β: om. SUt post συλλ. add. καὶ It post ἐν add. τῶ t 19 ταύταις scripsi cf. p. 230,29. 30: τούτοις BSUt 20 πάλιν πρὸς αὐτὴν BS: inv. ord. Ut 26 ἀναγκαία exspectamus, at cf. sq. 28 τῶν SU: τῶ Bt 31 τῶν—τῶν U: τῶ— τῶ BSt 37 τὸ om. Ut)

    237
    ταῦτα μέν, ἐπειδὴ ὑπεθέμεθα τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα [*](LVIIIv) ἀναγκαίαν. εἰ δὲ ἀνάπαλιν ὑποθώμεθα τὴν μὲν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, μετὰ τὴν ἀντιστροφὴν τῆς μείζονος προτάσεως οὐκέτι τῇ κατ’ εὐθεῖαν δείξει ἀλλ’ ὡς ἐπὶ τῶν καθόλου συζυγιῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται τὸ 13 τῷ Α ἐνδεχομένως τινὶ ὑπάρχον, τουτέστιν ὁ ἐλάττων τῷ μείζονι· καὶ οὕτω τὸ συμπέρασμα ἀντιστρέψαντες εὑρήσομεν καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχον, τουτέστι τὸν μείζονα τῷ ἐλάττονι. οὕτω μὲν οὖν, εἰ ἀμφότεραι καταφατικαὶ εἶεν αἱ προτάσεις. εἰ δὲ ἡ μὲν ἀποφατικὴ | ἡ δὲ καταφατική, τῆς μείζονος ἀποφατικῆς οὔσης [*](LIXr) δηλονότι εἰ γὰρ ἡ ἐλάττων ᾖ, ἀσυλλόγιστος γίνεται ἡ συζυγία), ἐὰν μὲν ἡ μείζων καθόλου ᾖ, ὥσπερ εἶχον αἱ ἐξ ἀμφοτέρων καθόλου, κατὰ τὰ αὐτὰ καἰ αὗται ἕξουσιν ἐν πᾶσιν. εἰ δὲ ἡ μείζων μερικὴ εἴη, ἴδωμεν τὴν λέξιν ὡς ἔχει. ὁμοίως δὲ καὶ εἰ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει πρὸς τὸ μέσον, τουτέστιν εἰ ἡ μὲν τῶν προτάσεων εἴη καθό· λοῦ ἡ δὲ μερική· διὰ γὰρ τῶν ὅρων τὰς προτάσεις ἐδήλωσεν· τῷ γὰρ πρὸς τὸ μέσον τοὺς ἄκρους συμπλέξαι τοῦτο δεδήλωκεν. ἅμα δὲ καὶ τὸ τρίτον ὑπέγραψε σχῆμα, ἐν ᾧ οἱ δύο ἄκροι τοῦ μέσου κατηγοροῦνται· δεύτερον γὰρ ἐν ᾧ ὁ εἷς τῶν δύο κατηγορεῖται, ὡς καὶ πρῶτον ἐν ᾧ ὁ μέσος θατέρῳ μὲν ὑπέκειτο, θατέρου δὲ κατηγορεῖτο.

    20p. 40b2 Καὶ ὅταν τὸ μὲν στερητικὸν ληφθῇ ἐνδεχόμενον τὸ δὲ καταφατικόν, ἀναγκαῖον δὲ τὸ καταφατικόν, τοῦ ἐνδέχεσθαι.

    Εἰ ἡ μείζων ἐνδεχομένη εἴη μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, τὸ συμπέρασμα γίνεται μερικὸν ἐνδεχόμενον, ὁποῖον ἐγίνετο καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. γίνεται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· τὸ γὰρ ὁμοίως δὲ ἕξει οὐκ ἐπὶ τῶν δείξεων εἶπεν ἀλλ’ ἐπὶ τοῦ συμπεράσματος. τὸ γὰρ Α ἐνδεχέσθω μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· συνάγεται τὸ Α ἐνδέχεσθαι μὴ παντὶ τῷ Β. εἰ γὰρ τοῦτο ψεῦδος, παντὶ ἐξ ἀνάγκης· ἀλλὰ μὴν τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἀλλ’ ὑπέκειτο μὴ παντὶ ἐνδέχεσθαι. ὅροι λευκόν, ἄνθρωπος, ζῷον· λευκὸν ἐνδέχεται μὴ παντὶ ἀνθρώπῳ, ζῶον παντὶ ἀνθρώπω ἐξ ἀνάγκης, καὶ λευκὸν ἐνδέχεται μὴ παντὶ ζῴῳ. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ παντὶ ἐξ ἀνάγκης ἀληθές· ἀλλὰ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· καὶ τὸ λευκὸν ἄρ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ὑπέκειτο γὰρ ἐνδέχεσθαι μὴ παντί. δυνατὸν δὲ καὶ διὰ τῆς ἐπὶ μέρους ἀντιστροφῆς δεῖξαι τὴν συζυγίαν συλλογιστικήν· ἡ γὰρ μερικὴ ἐνδεχομένη ἀποφατικὴ ἀντιστρέφει εἰς τὴν μερικὴν κατα- φατικήν. γίνεται τοίνυν ἡ ἀντιστροφὴ τὸν τρόπον τοῦτον· εἰ τὸ Α ἐνδέμέν [*](1 scripsi: δὲ BSUt 2 μὲν om. SU 4 τὴν κατ’ U 6 τῶ SU: τῆ Bt 7 τὴν t 12 καὶ αὐταὶ U εἰδῶμεν t 15 τὸ γὰρ U 19 θατέρου Ut: θάτερον compend. Β 20 τὸ δὲ om. Β 21 δὲ τὸ κτλ. om. U τοῦ ἐνδέχεσθαι om. Arist. 22 ἐνδεχομένη ex ἐνδεχομαίη corr. Β 24 ἐγίνετο ex ἐγένετο corr. Β 27 post ἀνάγκης add. καὶ t 29 καὶ om. U 31 ἐξ ἀνάγκης ante ζῶον colloc. t 36 πρὸς S)

    238
    χεται μὴ παντὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται· ἀλλὰ καὶ τὸ Β [*](LIXr) παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται. ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος εἰς τὴν μερικὴν ἀποφατικὴν ἐνδεχο- μένην καὶ τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται, ὅπερ ἕδει δεῖξαι.

    p. 40b3 Ὅταν δὲ τὸ στερητικὸν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται τοῦ μὴ ὑπάρχειν· ὁ γὰρ αὐτὸς τρόπος ἔσται τῆς δείξεως καὶ καθόλου τῶν ὅρων ὄντων· ἀνάγκη γὰρ διὰ τοῦ πρώτου σχήματος τελειοῦσθαι τοὺς συλλογισμούς, ὥστε καθάπερ ἐν ἐκείνοις, καί ἐπὶ τούτων ἀναγκαῖον συμπίπτειν.

    ᾿Εὰν, φησί, τὴν στερητικὴν πρότασιν ἀναγκαίαν λάβωμεν τὴν δὲ κάτα· φατικὴν ἐνδεχομένην, δῆλον ὅτι ἐναντίως τῇ πρὸ ταύτης συζυγίᾳ τὸ συμ- πέρασμα γίνεται μερικὸν ἀποφατικὸν ὑπάρχον. ἔστωσαν δὲ ὅροι ἄνθρωπος μὲν ἐπὶ τοῦ Α, περιπατητικὸν δὲ ἐπὶ τοῦ Β, ζῷον δ’ ἐπὶ τοῦ Γ· ἄνθρωπος μὲν γὰρ οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, περιπατητικὸν δὲ ἐνδέχεται παντὶ ζῴῳ, καὶ ἄνθρωπος οὐ παντὶ ὑπάρχει περιπατητικῷ. συνάγεται δὲ καὶ ἐνδεχόμενον, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ ὑπάρχοντι. ὅτι γὰρ οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν, καὶ τὸ Β ἐνδέχεται τινὶ τῶν Α ὑπάρχειν· ἀντισρέφει γὰρ τὰ μερικὰ τοῦ κυρίως ἐνδεχομένου. ὑπῆρχε δὲ καὶ τῷ Γ παντὶ τὸ Β· τὸ ἄρα Γ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ὃ δὲ ἐνδέ- χεται τινί, ἐνδέχεται καὶ μηδενί· ἐνδέχεται ἄρα τὸ Α μηδενὶ τῶν Γ ὑπάρχειν. ὃ δὲ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· ἐνδέχεται γὰρ πάντα ἄνθρωπον καὶ λούεσθαι καὶ μὴ λούεσθαι· ἐνδέχεται ἄρα τὸ Α παντὶ τῷ Γ ὑπάρχειν. ἀλλ’ ὑπέκειτο καὶ μὴ παντὶ ἐξ ἀνάγκης· οὐκ ἄρα ἀληθὲς τὸ ἐνδεχομένως τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν. ὁ δὲ Ἀλέξανδρος ἐνταῦθα τὴν μὲν ἀποφατικὴν ἀναγκαίαν καθόλου λαμβάνει, τὴν δὲ ἐνδεχομένην καταφατικὴν ἐπὶ μέρους· τὸ Α μηδενὶ τῶν Γ ὑπαρχέτω ἐξ ἀνάγκης, οἷον ἵππῳ μηδενὶ ἄνθρωπος, τὸ B τινὶ τῶν Γ ἐνδεχέσθω ὑπάρχειν, οἷον λευκὸν τινὶ ἵππῳ· συνάξεις τὸ Α, τουτέστι τὸν ἄνθρωπον, μὴ παντὶ λευκῷ ὑπάρχειν, οἷον τῷ ψιμυθίῳ, τῇ χιόνι. καὶ δῆλον ὡς οὐχὶ ἐνδεχομένως ἀλλ’ ἁπλῶς οὐχ ὑπάρξει. τὸ δὲ αἴτιον τοῦ τοιαῦτα γίνεσθαι τὰ συμπεράσματα προσέθηκε τὸ καθάπερ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου, οὕτω καὶ ἐπὶ τούτων διὰ τοὐ πρώτου σχήματος τελειοῦνται οἱ συλλογισμοί ’. [*](6 ἔσται τρόπος U 7 post καθόλου add. καὶ μὴ καθόλου t Arist.: om. BU (A d fu et pr. BCd) 13 περιπατητικὸς U δ’ t: om. BSU 14 δὲ St: om. BU 15 καὶ alt. om. S 18 μὴ παντὶ τῷ scripsi cf. vs. 15. 26: τινὶ τῶν τῶ S) BSUt 19 post #x772; add. μὴ SUt 20 τὸ #x772; παντὶ τῶ #x772; Β: τὸ γ΄ παντὶ τῶ β΄ St ἐνδέχεται ὑπάρχειν St: inv. ord. BU 22 α΄ St: #x772; Β: #x772; U #x772; SUt: #x772; Β 24 καὶ prius om. BSt 25 ἀληθῶς U 26 post ἐνδεχομένως add. ὡς Β1, ὥστε corr. 2 Ἀλέξανδρος] p. 253,6 sq. 28 τῶν BU: τῷ t 29 ἄνθρωπος t: ἄνθρωπον BU post τὸ add. δὲ t τῶ #x772; U 30 συνάξει t 31 ψιμυθίω] μὺ corr. U ante τῇ add. fort, recte ἢ t 32 ὑπάρχει Β 34 κἀπὶ Β τούτου U)

    239
    τὸ δὲ ὥστε καθάπερ ἐν ἐκείνοις, καὶ ἐπὶ τούτων ἀναγκαῖον συμπίπτειν, [*](LIXr) τοῦτ’ ἔστιν ὁποῖα ἐπ’ ἐκείνων ὑπῆρχε τὰ συμπεράσματα, τοιαῶτα καὶ ἐπὶ τούτων συμπίπτει’ . ‘ ἐπιζητήσειε δ’ ἂν τις’, φησὶν ὁ Ἀλέξανδρος, εὐκαίρως ἐνταῦθα, τί δήποτε μὴ καὶ ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξεσιν οὕτως εἶπε γίνεσθαι ἐν τούτῳ τῷ σχήματι τὰ συμπεράσματα, ὡς καὶ ἐν τῷ πρώτῳ ἐδείκνυτο σχήματι ’. φησὶν οὖν ὅτι τὰ νῦν λεγόμενα κοινῶς ἐξακούειν δεῖ ἐπὶ πάντων ἁπλῶς· “ὡς γὰρ ἐν τῷ πρώτῳ σχήματι σχοίη τὸ συμπέρασμα, οὕτω καὶ ἐν τοῖς ἄλλοις ἕξει σχήμασι τοῖς τὴν ὁμοίαν συμπλοκὴν ἔχειν δεικνυμένοις διὰ τῆς ἀντιστροφῆς’’ .

    p. 40b8 Ὅταν δὲ τὸ στερητικὸν καθόλου ληφθὲν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, ἐὰν μὲν ἐνδεχόμενον, ἔσται συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς, ἐὰν δὲ ἀναγκαῖον, οὐκ ἔσται. δειχθήσεται δὲ τὸν αὐτὸν τρόπον ὃν καὶ ἐν τοῖς καθόλου καὶ διὰ τῶν αὐτῶν ὅρων.|

    Τῇς μείζονος οὔσης μερικῆς καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος [*](LIXV) 5 καθόλου ἀποφατικῆς ἐνδεχομένης γίνεται συλλογισμὸς τοῦ ἐνδέχεσθαι μὴ παντί· ἀντιστρεφομένης γὰρ τῆς μερικῆς καταφατικῆς πρὸς ἑαυτὴν γίνεται τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α τῶν Γ τινὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης· εἰ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης, τὸ ἄρα Β ἐνδέχεται μὴ παντὶ τῷ Α. τούτου δὲ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β· ἀντιστρέφει γὰρ ἡ μερικὴ ἀποφατικὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἕνου. ἐὰν δὲ ἡ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη, δηλονότι τῆς μείζονος μερικῆς οὔσης καταφατικῆς ἐνδεχομένης, οὐκ ἔσται συλλογισμός. ἀνάγεται μὲν γὰρ εἰς τὸ πρῶτον σχῆμα τῆς μείζονος πάλιν ἀντιστρεφομένης πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α ἐνδέχεται τινὶ τῶν Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται. ἐπεὶ οὖν τὸ μὲν B οὐδενὶ τῶν Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῶν Α ἐνδέχεται, συνάγεται μὲν τὸ Β μὴ παντὶ τῷ Α ὑπάρχειν· οὐκ ἀντιστρεφούσης δὲ τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης οὐ δυνατὸν ἀντιστρέψαι τὸ συμπέρασμα· ἀντιστησομένου γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ὕπνος, ἵππος καὶ κοιμώμενος ἄνθρωπος· ὕπνον γὰρ τινὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν, ἄνθρωπος δὲ κοιμώμενος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης · ἀντιστραφείσης οὖν τῆς μείζονος ἐνδέχεται γὰρ ἵππον τινὶ ὕπνῳ ὑπάρχειν, τουτέστιν ὑπνοῦντι) συνάγεται ὕπνος παντὶ κοιμωμένῳ ἀνθρώπῳ. τοῦ δὲ μηδενί, εἰ ἀντὶ τοῦ κοιμωμένου ἀνθρώπου ἐγρηγορότα ἄνθρωπον λάβωμεν· ὕπνος γὰρ οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ὑπάρχει. ἀλλὰ [*](1 γὰρ conicio 2 ἐν ἐκείνοις t 3 ἐπιζητήσει Bt ὁ Ἀλέξανδρος] p. 253,17sq. 4 εὐκαίρως om. U ταῖς t: τοῖς BU 5 γενέσθαι U 7. 8 γὰρ ἄν ἐν ἔχῃ Alex. 8 ἑξῆς t 9 δεικνυομἐνοις Β 12 post ἀναγκαῖον add. ἠ’ Ut 1 13 ὃν t Arist. om. Β 1(1 ἑαυτό Β 17. 18 τινὶ τῶν α΄ St: inv. ord. ΒU 29 μηδενί t 30 καὶ om. S ’11 ὕπνος μὲν γὰρ S ἐνδέχεται ὑπάρχειν SU: inv. ord. Bt 32 οὖν BSt: γὰρ U 34 post ἀνθρώπῳ add. ὑπάρχειν t οὐδενὶ U)

    240
    κἄν ἡ ἐλάττων εἴη μερικὴ ἀποφατικὴ ἀναγκαία ἡ δὲ μείζων καθόλου [*](LIXv) καταφατικὴ ἐνδεχομένη, οὐ γίνεται συλλογισμός· πάλιν γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι δὲ πάλιν ἀρκέσουσιν οἱ αὐτοί· ὕπνον παντὶ ἵππῳ ὑπάρχειν ἐνδεχέσθω, καθεύδων ἄνθρωπος οὐ παντὶ ἵππῳ ἐξ ἀνάγκης, τῆς μερικῆς νῦν ἀποφατικῆς διὰ τὴν καθόλου ἀποφατικὴν άληθευούσης· συνάξεις οὖν ‘ ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ ’. εἰ δὲ τὸν ἐγρηγορότα λάβωμεν ἄνθρωπον, καὶ τὸ οὐδενὶ συναχθήσεται. ἰστέον δὲ ὅτι τῶν λοιπῶν ἀσυλλογίστων συζυγιῶν οὐκ ἐμνημόνευσε, λέγω δὲ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἡ ἀπροσδιορίστων καταφατικῶν τε καὶ ἀποφατικῶν καὶ ἀνομοιοσχγͅμόνων, ὡς ἤδη δήλων ὄντων τούτων.

    p. 40b15 Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς, καὶ ὅτι τελειοῦνται οἶά του πρ ὤ του σχῆμ’ ἄτος.

    Oἱ μὲν γὰρ δ’. ἀντιστροφῆς τῶν προτάσεων ἐπὶ τοὺς συλλογιστικοὺς τρόπους τοῦ πρώτου σχήματος ἀνήγοντο, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τοῦτο δὲ ἦν ὃ καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ἔλεγεν, ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων” ἀντὶ τοῦ διὰ τοῦ προειρημένου σχήματος’, τουτέστι τοῦ πρώτου, τῷ πληθυντικῷ χρησάμενος ἀντὶ τοῦ ἑνικοῦ, ὡς ἔθος. καὶ σχημάτων λέγοι ἂν τοὺς συλλογιστικοὺς τρόπους τοῦ πρώτου σχήματος, εἰς οὓς ἀνάγονται πᾶσαι αἱ συλλογιστικαὶ συζυγίαι καὶ του δευτέρου καὶ του τρίτου σχήματος.

    p. 40b17 Ὅτι μὲν οὖν οἱ ἐν τούτοις τοῖς σχήμασι συλλογισμοὶ τελειοῦνται διὰ τῶν ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμῶν καὶ εἰς τούτους ἀνάγονται, δῆλον ἐκ τῶν εἰρημένων. ὅτι δ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει, νῦν ἔσται φανερόν, ὅταν δειχθῇ πᾶς γινόμενος διὰ τούτων τινὸς τῶν σχημάτων.

    Εἰπὼν περὶ τοῦ ὑπάρχοντος τρόπου καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδε- χομένου καὶ τούτους μίξας, ἔτι τε ἀναγαγὼν τοὺς ἐκ τοῦ δευτέρου καὶ τρίτου σχήματος συλλογισμοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ καὶ τοὺς ἐν τῷ πρώτῳ εἰς τοὺς δύο τοὺς καθόλου, νῦν βούλεται δεῖξαι ὅτι ἀδύνατον γενέσθαι συλλογισμόν, ὁμοίως ὑποθετικόν τε καὶ κατηγορικόν, εἰ μὴ δι’ ἑνὸς τῶν τριῶν τούτων σχημάτων. ἵνα δὲ τοῦτο δείξῃ, μεταβαίνει ἐκ τῶν συλλογισμῶν ἐπὶ τὰ συλλογιστὰ ὡς σαφέστερα, καὶ προάγει τὸν λόγον ἐκ διαιρέσεως [*](1 post κἄν add. εἰ U εἴη ἐλάττων ἡ Β 2 οὐ St: om. BU 4 ὑπάρχειν ἐνδεχέσθω Ut: inv. ord. Β supra οὐ παντὶ scr. οὐδενὶ Β1 5 post τῆς add. δὲ t νῦν om. Β 6 παντὶ om. t 7 δὲ om. U 8 δὲ BSU: δὴ t 11 καὶ ὅτι prius Β Arist.: inv. ord. Ut 13 διὰ τῆς U 15 ἔλεγεν] c. 19 p. 39a2 16 προειρημένων Arist.: εἰρημένων BUt (d) cf. p. 228,12 18 τοῦ συλλογιστικοῦ τρόπου Β 19 post οὕς add. καὶ t 21 ἀρχὴ σὺν θεῶ τῶν ὑποθετικῶν συλλογισμῶν inscr. Β οὖν om. Β (d) 22 post τελ. add. τε Arist. (om. Α d f u) τῷ om. U 24 ἔχει Arist., at cf. p. 247,33 25 πᾶς γινόμενος e παραγινόμενος corr. Β2 τινὸς om. U 27 ἀναγαγὼν scripsi: ἀνάγων ’t 31 δὲ superscr. U 32 ἀσυλλόγιστα U)

    241
    οὕτως· πὰν συλλογιστὸν ἡ καθόλου ἐστὶν ἢ κατὰ μέρος, καὶ τοῦτο ἢ καταφατικὸν [*](LIXv) ἤ ἀποφατικόν. εἶτα καὶ τὸν τρόπον τῆς δείξεως ἐκ διαιρέσεως φησι. πᾶν γὰρ τὸ δεικνύμενον, φησίν, ἢ δεικτικῶς δείκνυται, τουτέστι διὰ κατηγορικῶν προτάσεων, ἤ ἐξ ὑποθέσεως. τούτων οὖν οὕτως ἐχόντων εἴπωμεν πρῶτον πέρι τῶν δεικτικῶς δεικνυμένων. λαμβάνει δὲ πάλιν τὸ Α καὶ τὸ (3 στοιχεῖα ἀντὶ τῶν συλλογιστικῶν ὅρων. ἐὰν οὖν, φησί, βουληθῶμεν δεῖξαι ὅτι τὸ Α τῷ Β ὑπάρχει ἢ οὐχ ὑπάρχει, εἰ μὲν αὐτόθεν τοῦτο λάβοιμεν, ὅτι ἤ ὅτι> οὐχ ὑπάρχει, τὸ ἐν ἀρχῇ αἰτησόμεθα καὶ τὸ ζητούμενον ὡς ληψόμεθα· ἐπεὶ οὖν ἀνάγκη δι’ ἑτέρων τὸ ζητούμενον [ὡς ὁμολογούμενον] κατασκευάσαι, ἐὰν λάβωμεν ὅτι τὸ Α τῷ Γ ὑπάρχει ἢ τὸ Γ ἑτέρῳ ἡ τῳ Α ἕτερον ἢ τὸ Β τινὶ ἄλλῳ, οὐδὲν ὁμοίως ἐσόμεθα δεδειχότες. μίαν γὰρ πρότασιν εἰλήφαμεν· ὁ δὲ συλλογισμὸς ἐκ δύο τοὐλάχιστόν ἐστι προτάσεων· “τεθέντων γάρ τινων ἕτερον τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. παι) εἰ δύο λάβωμεν προτάσεις, οἷον τὸ Α κατὰ τοῦ Γ καὶ τὸ Γ κατ’ ἄλλου τ(??)ός, ἢ καὶ κατὰ τοῦ Α ἄλλο, ἢ ὅσας ἄν ἄλλας λάβωμεν συμπλεκομένας προτάσεις μὴ συναπτούσας δὲ πρὸς τὸ Β, συλλογισμὸν μὲν ποιήσομεν, οὐ μὴν τοῦ προκειμένου. ἀνάγκη οὖν πᾶσα, εἰ δεῖ δειχθῆναι ὅτι τὸ Α τῷ Β ὑπάρχει ἢ οὐχ ὑπάρχει, λαβεῖν τινα κοινὸν ὅρον, ὃς συνάψει πρὸς τὸ Β καὶ διαβιβάσει δι’ ἑαυτοῦ ἀπὸ τοῦ Α | ἐπὶ τὸ Β [*](LXr) ἢ τὴν κατηγορίαν ἢ τὴν ἀπόφασιν. ἀνάγκη οὖν τοῦτον τὸν κοινὸν ὅρον ᾖ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἤ ἀμφοτέροις ὑποκεῖσθαι. καὶ οὕτως τά τρία· ἀναφαίνεται σχήματα. οὕτω μὲν οὑν δῆλον ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς εἰς ἓν πάντως τῶν τριῶν ἀνάγεται σχημάτων. οὐ μόνον δὲ οὗτοι, φησίν, ἀλλὰ καὶ οἱ ὑποθετικοὶ πάντες εἰς ταῦτα ἀνάγονται τὰ σχήματα. λέγει δὲ τοῦτο, οὐχ ὅτι οἱ ὑποθετικοὶ τὴν αὐτὴν ἀγωγὴν ἔχουσι τῶν ὅρων, ἀλλ’ ὅτι λαμβανόντων ἡμῶν τινα ὑπόθεσιν καὶ ἐκ ταύτης τὰ ἑξῆς κατασκευαζόντων οἷον εἰ πρόνοια ἔστιν, ἡ ψυχὴ ἀθάνατός ἐστιν· ἀλλὰ μὴν ἔστι πρόνοια· ἀθάνατος ἄρα ἡ ψυχή) ἀνάγκη τὴν εἰλημμένην ὑπόθεσιν ὅτι ἀληθὴς ἀποδεῖξαι, ἐπεὶ οὐ συγχωρήσει τὰ ἑξῆς συμπεραίνειν ὁ προσδιαλεγόμενος. πόθεν γὰρ δῆλον ὅτι πρόνοια ἔστιν; εἰ τοίνυν βουλόμενοι δεῖξαι ταύτην τὴν ὑπόθεσιν δι’ ἑτέρας ὑποθέσεως αὐτὴν δείκνυμεν, ἀνάγκη κἀκείνην ἀποδείξαι, καὶ τοῦτο ἐπὶ τοσοῦτον, ἕως ἄν εἰς ὡμολογημένον τι καταντήσωμεν, ὅπερ κατηγορικῶς τὴν πρώτην ὑπόθεσιν δείκνυσιν. οἷον ὥσπερ καὶ ὁ λάτων ἐποίησεν ἐν τῳ Φαίδωνι· βουλόμενος γὰρ δεῖξαι τὴν ψυχὴν ἀθάνατον λαμβάνει [*](3 post διὰ add. τῶν t 6 συλλογιστῶν Bt ὅρων om. t 7. 8 ὑπάρχει ἡ ὅτι addidi 8. 9 ὡμολογημένον t 9. 10 ὡς ὁμολογούμενον ut e vs. s. 9 illata del ὡς ὁμολογουμένων, sed ante τὸ ζ. U: ὡς ὡμολογημένον ibidem t 10. 11 τῷ γ΄ — τιὸ α΄— τῷ β΄ t 13 τεθέντων κτλ.] c. 1 p. 24b19 19 κειμένων Β Arist. : προκειμένων Ut 15 καὶ om. t ἄλλας post λάβ’ collocal t λάβωμεν e λάβοιμεν sive hoc ex illo corr. U: λάβοιμεν Bt 18 τῶ #x772; Β λαμβάνειν υ ν alt. superscr. U2) 19 τὸ γ utrobique Β 21 τῶ μὲν U 26 τὴν αὐτὴν Bt: τοιαύτην U αἰνεῖν U 32 an ἁ) ? cf. p. 208,20 33 ὁμολογούμενον pr. Β 34 καὶ om. 1 35 ἐν om. Β ἐν τῷ Φαίδωνι] c. 15 p. 70Csq.)
    242
    δυνάμει ταύτην τὴν ὑπόθεσιν· εἰ αἱ ψυχαὶ ἡμῶν μετὰ θάνατον ἐν Ἀίδου, [*](LXr) οὐκ ἄρα φθείρονται· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. πόθεν δ’ ὅτι ἐν Ἃιδου αἱ ψυχαί; δι’ ἑτέρας πάλιν ὑποθέσεως δείκνυσιν· εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων εἰσίν, ἡμῶν αἱ ψυχαὶ ἐν Ἁιδου· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. πόθεν ὅτι τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων; λοιπὸν εἰς ὡμολογη μένον καταντᾷ καὶ οὕτω κατηγορικῶς τὴν ὑπόθεσιν εἰσάγει. τὸ γὰρ ζῶν καὶ τὸ τεθνηκὸς ἐναντία, τὰ ἐναντία ἐξ ἀλλήλων· καὶ τὸ ζῶν ἄρα καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων. ὅτι γὰρ τὰ ἐναντία ἐξ ἀλλήλων, πρόδηλον· ἐκ γὰρ λευκοῦ μέλαν γίνεται καὶ ἐκ θερμοῦ ψυχρόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπειδὴ οὖν ἀνάγκη τὴν λαμβανομένην ὑπόθεσιν ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς διὰ κατηγορικοῦ συλλογισμοῦ δείκνυσθαι, πᾶς δὲ κατηγορικὸς συλλογισμὸς ὑφ’ ἓν πίπτει τῶν τριῶν σχημάτων, εἰκότως ἄρα, φησί, καὶ τοὺς ὑποθετικοὺς συλλογισμοὺς ὑπὸ τὰ αὐτὰ ἀνάγεσθαι σχήματα.

    ᾿Επειδὴ δὲ ὁ μὲν Ἀριστοτέλης τοσοῦτον εἰπὼν περὶ τῶν ὑποθετικῶν ἐπαύσατο καὶ οὐδὲν ἡμᾶς περὶ αὐτῶν ἐδίδαξεν, ἀλλὰ τὴν πᾶσαν σπουδὴν περὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ ἐποιήσατο, ἅτε δὴ τούτων μὲν τελείων ’, ὄντων καὶ μηδενὸς ἔξωθεν δεομένων, τῶν δὲ ὑποθετικῶν δεομένων τῶν κατηγορικῶν, εἴπωμεν ἡμεῖς βραχέα περὶ αὐτῶν. ἰστέον γὰρ ὅτι πολυ- στίχους πραγματείας περὶ τούτων κατεβάλλοντο οἵ τε μαθηταὶ τοὐ Ἀριστοτέλους, οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωικοί. εἴπωμεν οὖν τίσιν ὀνόμασιν ἐχρήσαντο ἔν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλοις οἱ Περιπατητικοὶ καὶ οἱ Στωικοί, καὶ ἔτι τὴν διαίρεσιν αὐτῶν, καὶ πόσοι τρόποι ἐκ ταύτης ἡμῖν ὑποθετικῶν συλλογισμῶν ἀναφαίνονται. ἰστέον οὖν ὅτι ἐφεξῆς τούτων ὄντων ἀλλήλοις, πραγμάτων, νοημάτων, φωνῶν, πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ ἑπομένου, τοῦ συνημμένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ τῇ κοινῇ συνη- θείᾳ κεχρημένοι τὰ μὲν πράγματα αὐτὸ τοῦτο πράγματα ὠνόμασαν, καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς φωνάς, ἔτι τε τὸ ἡγούμενον ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς αὐτὸ τοῦτο ἡγούμενον, καὶ τὸ ἑπόμενον ὡσαύτως. οἷον τὸ ἱεῖ ἡμέρα ἐστί’, τοῦτο ἡγούμενον · τὸ δὲ ἥλιος ὑπὲρ γῆν’, τοῦτο ἑπόμενον· ἕπεται γὰρ τῷ πρώτῳ τὸ δεύτερον. τὸ δὲ ὅλον τοῦτο τὸ ‘εἰ ἡμέρα ἐστίν ἥλιος ὑπὲρ γῆν ἐστι’, τοῦτο συνημμένον διὰ τὸ συνῆφθαι ταῦτα ἀλλήλοις. τὸ δὲ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί’, τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβάνεσθαι ἐκ δευτέρου· ἤδη γὰρ ἐλήφθη ἐν τῷ ἡγουμένῳ. τὸ δὲ ‘ἥλιος ἄρα ὑπὲρ γῆν’, τοῦτο [*](3 δ’ om. Ut δείκνυται U 4 τὸ ora. t 5 post μὴν add. καὶ t ζῶον Β itemque vs. 7. 8 τὸ quart, om. t (i ὡμολογημένον t: ὁμολογούμενον BU cf. p. 241,33 7 post τὰ add. δ’ t 8 καὶ prius om. U ὅτι—9 πρόδηλον, quae post ἀλλήλων prius colloc. BUt, hue transposui 13 συνάγεσθαι t 14 περὶ τῶν add. t) ὑποθετικῶν συλλογισμῶν inscr. SUt δὲ om. U 16 ἐποιήσατο συλλογισμοῦ U 18 εἴπομεν t. itemque vs. 21 19 κατεβάλλοντο SUt: κατεβάλοντο Β 20 post οἱ prius add. τε U 22 οἱ alt. om. t 26 ἑπομένου— συιημυͅἐνου BS: inv. ord. Ut 28 αὐτῶ τούτω U 29 τε ota. Β 31 τοῦτο BSt : τὸ U 33 τὸ om. SU 36 ἐν om. pr. Β)

    243
    συμπέρασμα. οὕτω μὲν οἶ Περιπατητικοί. οἱ δὲ Στωικοὶ καινοτέραν βαδίζοντες [*](LXr) ζοντες τὰ μὲν πράγματα τυγχάνοντα ὠνόμασαν, διότι τῶν πραγμάτων τυχεῖν βουλόμεθα, τὰ δὲ νοήματα ἐκφορικά, διότι ἅπερ ἐν αὑτοῖς νοοῦμεν, ταῦτα εἰς τὸ ἔξω προφέρομεν, τὰς δὲ φωνὰς λεκτά. τὸ δὲ ἡγούμενον καὶ αὐτοὶ ἡγούμενον ἐκάλεσαν κατὰ γὰρ τοῦτο μόνον συμφωνοῦσι τοῖς Περιπατητικοῖς), τὸ δὲ ἑπόμενον λῆγον, τὸ δὲ συνημμένον τροπικόν, διότι τρεπόμεθα ἐκ τοῦ ἡγουμένου εἰς τὸ ἑπόμενον, εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ ἐστι τὴν μετάληψιν πρόσληψιν καὶ ἔμεινε τοῦτο ἐν τῇ συνηθείᾳ), τὸ δὲ συμπέρασμα ἐπιφοράν, διότι τοῖς ἄλλοις πᾶσιν ἐπιφέρεται. ταῦτα μὲν οὖν τὰ ὀνόματα οἷς κέχρηνται οἱ Περιπατητικοὶ καὶ οἱ Στωικοί.

    Λάβωμεν δὲ λοιπὸν ἐκ διαιρέσεως τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν. καθόλου πᾶς συλλογισμὸς ἢ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστι δείκνυσιν, ἢ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν. οἱ μὲν οὖν τίνος ὄντος ἢ μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστι δεικνύντες, οὗτοι καλοῦνται διὰ τριῶν καὶ δι’ ὅλων ὑποθετικοί, δι’ ὅλων μέν, ὅτι πᾶσαι αἱ παραλαμβανόμεναι προτάσεις ὑποθετικαί, διὰ τριῶν δέ, ὅτι τοὐλάχιστον οὑτοι οἱ συλλογισμοὶ διὰ τριῶν ὑποθέσεων περαίνονται. οἷον βούλομαι δείξαι ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ ἀγαθὸν εἶναι τὸν θεὸν ἀκολουθεῖ τὸ ἀίδιον εἶναι τὸ πᾶν. ἐπειδὴ οὖν δύο ταύτας ὑποθέσεις βούλομαι δεῖξαι ἑπομένας ἀλλήλαις, πᾶσα ἀνάγκη δι’ ἑτέρου τοῦτο κατασκευάσαι. ἐπεὶ εἰ αὐτόθεν τοῦτο λάβωμεν, τὸ ἐν ἀρχῇ πάλιν αἰτησόμεθα. οὐκοῦν χρεία ἡμῖν πλειόνων ἢ τοὐλάχιστον ἄλλης μιᾶς ὑποθέσεως, δι’ ἧς μέσης ταύτας ἀλλήλαις συνάψομεν· οἷον ἵνα εἴπωμεν οὕτως, εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ. εἰ ἀγαθὰ ποιεῖ, ἀίδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα | ἀγαθός, ἀίδια ποιεῖ. ὁμοίως LXv ἔχουσι καὶ οἱ τίνος ὄντος τί οὐκ ἔστι κατασκευάζοντες· οἷον εἰ ὁ θεὸς ἀγαθός, καὶ δίκαιος· εἰ δίκαιος, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, οὐκ εἰσὶ θνηταὶ αἰ τῶν ἀνθρώπων ψυχαί· εἰ ὁ θεὸς ἄρα ἀγαθός, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί. ἔτι τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν, οἷον ὡς ἐ,πὶ τῶν αὐτῶν· εἰ μή ἐστιν ἄδικον τὸ θεῖον, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια. εἰ τοῦτο, ἀθάνατοι αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί. εἰ μή ἐσ,τιν ἄρα ἄδικον τὸ θεῖον, ἀθάνατοί εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί. σκόπει δὲ ὅτι διὰ πάντων τούτων οὐ τὸ εἶναί τι ἁπλῶς ἢ μὴ εἶναι κατεσκευάσαμεν, ἀλλ’ ὅτι τῷδε ὑποτεθέντι τόδε ἀκολουθεῖ. κ‘αὶ ἐπειδὴ οὐδαμοῦ τὸ εἶνα,ι τόδε τι ἡ μὴ εἶναι ἀπεδείξαμεν, εἰκότως δι’ ὅλου ὑποθετικοὶ καλοῦνται· ἐφ’ ὧν γὰρ εἶναί τι ἢ μὴ εἶναι κατασκευάζομεν, δεόμεθα πάντως καὶ κατηγορικοῦ συλλογισμοῦ.

    [*](1 οὕτω St: τούτω Β: τοῦτο U post μὲν add. οὖν t: om. BSU 2 μὲν om. U 3 αὐτοῖς BSU: ἑαυτοῖς t .0 τοῦτο γὰρ t 7 οἷον addidi ante ἥλιος add. ὁ Bt : om. SU 8 post τὴν add. fort. recte δὲ t: om. BSU 10 οἶ τε π. S 1 12 ἡ τὸ οὐκ ἔστι bis, semel del. Β 14 ἐστιν ἡ τί οὐκ S: οὐκ ἐστιν ἡ τί BUt 21 λάβομεν t: λάβοιμεν b 23 εἴπομεν pr. Β 23 et 24 ἀγαθοποιεῖ SUt, at cf. p. 244,19sq. 25 οἱ BSt: (??) 25.26 ἀγαθός— δίκαιος scripsi: in v. ord. BSUt 26 καὶ SI : om. Βt εἰ δίκαιος scripsi: εἰ ἀγαθός Hi: om. SU 27 αἱ ψυχαὶ τῶν ἀνθρώπων t 31 ἄρα om. pr. Β 32 post τούτων add. ὅτι BUt: om. S 3 4 τόδ’. SUt: .0.,. Β καὶ SI SUt: om. Β)
    244

    Τῶν οὖν εἶναί τι ἢ μὴ εἶναι δεικνύντων οἱ μὲν κατηγορικῶς δεικνύουσιν [*](LXv) οἱ δὲ ὑποθετικῶς. περὶ μὲν οὖν τῶν κατηγορικῶν συλλογισμων ἱκανῶς εἴρηται· περὶ δὲ τῶν ὑποθετικῶν οὕτως εἴπωμεν. τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων ὑποθετικῶν οἱ μὲν ἀκολουθίαν κατασκευάζουσιν οἱ δὲ διάζευξιν. καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι καὶ τὸ ἡγούμενον. οἷον εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· ἀλλὰ μὴν ἄνθρωπός ἐστι· καὶ ζῷον ἄρα ἐστί. καὶ ἔστιν οὗτος πρῶτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζων τὸ ἑπόμενον. πάλιν εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστ’. ζῷον· οὐδὲ ἄνθρωπος ἄρα ἐστίν. οὗτος δεύτερος τρόπος ὑποθετικὸς ὁ ἐξ ἀκο- λουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρῶν καὶ τὸ ἡγούμενον. τί οὖν οὗτοι διαφέρουσι τῶν δι’ ὅλου ὑποθετικῶν, εἰ κἀκεῖνοι ἀκολουθίαν τινὰ κατασκευάζουσι δεικνύουσι γὰρ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστι) καὶ οὗτοι ἀκολουθίαν λέγονται κατασκευάζειν ; λέγω οὖν ὅτι ἐκεῖνοι μὲν τοσοῦτον μόνον τῶδε ὑποτεθέντι ἀκολουθεῖν τόδε λέγουσιν, οὐ μέντοι γε καὶ αὐτὴν τὴν ὑπόθεσιν κατασκευάζοντες ἀποφαίνονται ‘οὐκοῦν καὶ τόδε ἐστίν . οἷον εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ· εἰ ἀγαθὰ ποιεῖ, ἀίδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα ἂγ ἀίδια ἀίδια ποιεῖ· σκόπει γὰρ ὅτι οὐχ ἁπλῶς ἀποφαίνεται ὅτι ἀίδια ποιεῖ, ἀλλ’ ‘εἰ ἀγαθός ἐστιν, ἀίδια ποιεὶ’. ἐπὶ δὲ τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων αὐτὴ ἡ τοῦ πράγματος ὕπαρξις κατασκευάζεται· λέγομεν γὰρ εἰ ἀγαθός, ἀίδια ποιεῖ’· εἶτα τὴν πρό σληψιν λαβόντες τὸ ‘ἀλλὰ μὴν ἀγαθός’ ἐπάγομεν τὸ ‘ἀίδια ἄρα ποιεῖ’. ἀποφαινόμεθα οὖν ἐν τούτοις ὅτι ἀίδιά ἐστι τὰ ὑπὸ θεοῦ γινόμενα. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν διὰ πλειόνων ὑποθέσεων κατασκευάζωμεν. πάλιν οὖν λέγω ὅτι τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων συλλογισμῶν οἱ μὲν ἀκολουθίαν κατα- σκευάζουσιν οἱ δὲ διάζευξιν, καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι καὶ τὸ ἡγούμενον. γίνονται οὖν οὗτοι δύο τρόποι ὑποθετικῶν συλλογισμῶν, πρῶτός τε καὶ δεύτερος. τῶν δὲ διάζευξιν κατασκευαζόντων οἱ μὲν λαμβάνονται ἐπὶ τῶν μὴ ἀντικειμένων, οἱ δὲ ἐπὶ τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἀντικειμένων ἢ τῶν ἐμμέσων ἢ τῶν ἀμέσων, καὶ τῶν ἐμμέσων ἢ τῶν ὡρισμένα ἐχόντων τὰ ἔμμεσα ἢ τῶν ἀόριστα καὶ ἐπὶ τῶν ἀμέσων ἢ τῶν κατὰ τὰ ἐναντία ἢ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἡ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν. διάζευξιν δὲ λέγομεν τὴν ἐν διαιρέσει [*](1 post εἶναι alt. add. τι U 4 ἀκολουθίαν S: ἀκολούθως Ut: ἀκόλου Β 8 ἀλλὰ— 9 ἄρα ἐστί mrg. U ἐστι alt. om. U 12 ὑποθετικὸς BS: ὑποθετικῶν U: τῶν ὑποθετικῶν t 14 post κἀκεῖνοι add. γὰρ U 15 δείκνυσι Ut 16 οὗτοι BU: οὐκέτι St 17 οὐ SU: οἱ Bt 18 οἷον om. Β 19 ἀγαθὸς bis, semel del. Β post ἀγαθός add. ἐστιν U ἀγαθοποιεῖ utroque loco U 22 αὕτη t 25 post ὑπὸ add. τοῦ t ἔχει post ἄλλων collocat Β 29 θέσει Β: ὑποθέσει Ut 31 ὑποθετικοὶ U 35 ἀμέσων ex ἐμμέσων corr. Β2 ἴκα Β: ἡ Ut 36 διαιρέσεσιν B)

    245
    ὑπόθεσιν, οἷον εἰ πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, εἰ ἡ ψυχὴ ἢ [*](LXv) θνητή ἐστιν ἢ ἀθάνατος, εἰ ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμ- μετρος· ἔχουσι γὰρ πάντα ταῦτα τὸν ‘ ἠ’ διαζευκτικὸν σύνδεσμον. τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν μὴ ἀντικειμένων λαμβανομένων ἢ ἐπὶ τῶν ἐμμέσων ἀντικειμένων καὶ ἀόριστα ἐχόντων τὰ ἔμμεσα οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν, οἷον ὅτι τὸ προσιὸν ἢ ἄνθρωπος ἢ κύων ἢ ἵππος ἤ τι τοιοῦτόν ἐστι ταῦτα δὲ οὐκ ἀντικείμενα), ἢ πάλιν ὅτι τὸ προσιὸν ἢ λευκόν ἐστιν ἢ μέλαν ἢ φαιὸν ἢ ἐρυθρὸν ἤ τι τοιοῦτον. ταῦτα δὲ ἔμμεσα ἀντικείμενα καὶ ἀόριστα. εἰ γὰρ κατὰ διαίρεσιν ποιησόμεθα τὴν ὑπόθεσιν, οὔτε τὴν διαίρεσιν ὑγιᾶ ποιήσομεν οὐ γὰρ δυνατὸν πᾶσιν ἐπεξελθεῖν ἢ τοῖς μὴ ἀντικειμένοις ἢ τοῖς ἐμμέσοις καὶ ἀορίστοις ἀντικειμένοις), οὔτε δυνάμεθα ἐν τῷ συμπεράσματι τῇ τοῦ ἑνὸς ἀναιρέσει τὸ λοιπὸν εἰσαγαγεῖν, ἀλλὰ δεῖ τῇ τῶν λοιπῶν πάντων ἀναιρέσει τὸ καταλειπόμενον εἰσαγαγεῖν · τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ δυνατὸν ἐξαριθμήσασθαι πάντα. ἐὰν εἴπω ὅτι τὸ προσιὸν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἤ τοιοῦτον, ψεύδομαι· δυνατὸν γὰρ ἄλλο τι εἶναι· ὁμοίως δὲ κἄν ὅτι τὸ προσιὸν ἢ λευκόν ἐστιν ἢ μέλαν· δυνατὸν γὰρ ἢ φαιὸν ἢ ὠχρὸν εἶναι. ἀλλὰ καὶ τὸ πᾶσιν ἐπεξελθεῖν ἢ χαλεπὸν ἢ ἀδύνατον. ἀλλ’ οὐδὲ ἐν τῷ συμπεράσματι δυνάμεθα εἰπεῖν οὕτως ‘ ἀλλὰ μὴν οὐχ ἵππος· ἄνθρωπος ἄρα΄ . πῶς οὖν δεῖ ποιεῖν; δεῖ μετὰ ἀποφάσεως ποιεῖσθαι τὴν διαίρεσιν ‘τὸ προσιὸν οὐχὶ καὶ ἄνθρωπός ἐστι καὶ ἵππος ἐστίν’ (ὰληθεύομεν γὰρ οὕτω λέγοντες) εἶτα τῇ θέσει τοῦ ἑνὸς ἀναιρεῖν τὰ λοιπά· ‘ἀλλὰ μὴν ἄνθρωπός ἐστιν. οὐκ ἔστιν ἄρ ἵππος . καὶ ἔστιν οὗτος τρίτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν τὰ λοιπά. ἐὰν δὲ ἢ ἐπὶ τῶν ἀμέσων ἀντικειμένων ποιώμεθα τὴν διαίρεσιν ἢ ἐπὶ τῶν ἐμμέσων ὡρισμένα δὲ ἐχόντων τὰ ἔμμεσα, γίνονται δύο τρόποι ὑποθετικῶν συλλογισμῶν· ἀμέσων μὲν οἷον ὁ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἐμμέσων δὲ ὡρισμένων, ὡς ὅταν λαβόντες δύο μεγέθη λέγωμεν ὅτι τόδε τῷδε ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλαττον, ἡ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον, τοῦ δὲ] οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικει|μένων μένων ἢ [*](LXIr) εἰς τὸ μηδέτερον τούτων δεχόμενον. γίνονται οὖν, ὡς εἶπον, ἐκ τούτων ἕτεροι δύο τρόποι ὑποθετικοί, τέταρτος μὲν ὁ ἐκ διαζευκτικοῦ τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν τὸ λοιπὸν ἢ τὰ λοιπά, πέμπτος δὲ ὁ ἐκ διαζευκτικοῦ τῇ ἀναιρέσει τοῦ ἑνὸς ἢ τῶν λοιπῶν τὸ καταλειπόμενον εἰσάγων. παράδειγμα τοὺ μὲν πρώτου· ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν ἴση ἐστίν· οὐκ ἄρα μείζων οὐδὲ ἐλάττων. ὁ πέντε ἀριθμὸς ἢ ὒ [*](3 πάντα ταῦτα BU: inv. ord. S: ταῦτα t τὸν e τὸ corr. Β 5 ἐν μέσω U 9 εἰ evan. U 10 ὑγιῆ S 11 ὑπεξελθεῖν t 14 εἰσάγειν S: συναγαγεῖν 1 15 οἷον addidi τι om. pr. Β 16 κἂν scripsi: καὶ Β 1 .1 καὶ prius om. Β γὰρ S: δὲ BUt 22 θέσει S: ὑποθέσει BUt, itemque vs. 24.33 33 23 οὗτος ἐστὶ τρόπος τρίτος B 24 ἀποφατικοῦ SU ποιούμεθα Β 29 τῷδε scripsi cf. vs. 36 p. 246,3.7: τοῦδε BSUt 30 ἡ ἀγαθὸν bis, semel del. Β delevi λῖν om. U 31 ἑκάτερον t: compend. Β 32 ἐνδεχόμενον U ἐκ τούτων ὡς εἶπον St)
    246
    περιττός ἐστιν ἢ ἄρτιος· ἀλλὰ μὴν περιττός· οὐκ ἄρα ἄρτιος. τοῦ δὲ [*](LXIr) δευτέρου· ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν σύμμετρος οὐκ ἔστιν · ἀσύμμετρος ἄρα. ἡ πλευρὰ τῇ πλευρᾷ ἡ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν οὔτε μείζων οὔτε ἐλάττων· ἴση ἄρα. ἰστέον δὲ ὅτι δυνάμεθα καὶ τὸν τέταρτον καὶ τὸν πέμπτον τρόπον ἐξ ἀποφατικῆς συμπλοκῆς ποιῆσαι· λέγω γὰρ οὕτως, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ οὐχὶ καὶ σύμμετρος καὶ ἀσύμμετρος, καὶ ὅτι ἡ γραμμὴ τῇ γραμμῇ οὐκ ἴση καὶ μείζων καὶ ἐλάττων. λέγω οὖν ὅτι, ὅταν οὕτω προφερώμεθα, τὸν τρίτον τρόπον ποιοῦμεν· πλὴν περιττὸν τὸ οὕτω προφέρεσθαι, ὅταν ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι. ὥστε διακέκρινται μὲν οἱ ὑποθετικοὶ τρόποι μάλιστα μὲν τοῖς πράγμασιν, ὡς ἤδη διείλομεν, ἔπειτα καὶ τῷ σχήματι τῆς ἀγωγῆς αὐτῆς καὶ τῆς προφορᾶς. εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τὸν τέταρτον καὶ πέμπτον διηρημένους οὐ πραγματωδῶς, ἐπειδὰν προ- φερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον. ἐπεὶ δέ φησι καὶ τοὺς διὰ τοῦ ἀδυνάτου συλλογισμοὺς μέρος εἶναι τῶν ἐξ ὑποθέσεως, ἴδωμεν πῶς καὶ τοῦτό φησι. λέγομεν ὅτι καθόλου πᾶς δι’ ἀδυνάτου συλλογισμὸς διὰ δύο ὑποθετικῶν περαίνεται καὶ ἑνὸς κατηγορικοῦ. καὶ ὁ μὲν πρῶιος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος, ὁ δεύτερος δὲ τοῦ ἀδυνάτου ὁ δεύτερος τῶν ὑποθετικῶν. ἐπειδὴ οὖν πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικοῖς χρῆται συλλογισμοῖς, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, διὰ τοῦτό φησι μέρος εἶναι τῶν ὑποθετικῶν τοὺς δι’ ἀδυνάτου, οἷον ὡς ἐπὶ παραδείγματος. βουλόμενος ὁ γεωμέτρης δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῷ δι’ ἀδυνάτου συλλογισμῷ οὕτως· ἡ διάμετρος, φησί, τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· ἀσύμμετρος ἄρα. ἔστι δὲ οὗτος ὁ πέαπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν οὖν ὅτι οὐκ ἔστι σύμμετρος; κατασκευάζει τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· ἡ διάμετρος τῇ πλευρᾷ εἰ ἔστι σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἔσται καὶ περιττός· ἀλλὰ μὴν ὁ αὐτὸς ἀριθμὸς ἄρτιος καὶ περιττὸς οὐκ ἔστιν· οὐδὲ ἄρα ἡ διά· μετρος τῇ πλευρᾷ σύμμετρος ἔσται. ταύτην οὖν λοιπὸν τὴν ὑπόθεσιν τὴν ὅτι, εἰ ἔστιν ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ἀνάγκη τὸν αὐτὸν ἄρτιον εἶναι καὶ περιττὸν διὰ κατηγορικοῦ συλλογισμοῦ κατασκευάζει. ὁμοίως εἶχον καὶ οἱ ἐν τοῖς κατηγορικοῖς συλλογισμοῖς δι’ ἀδυνάτου δεικνύμενοι, [*](5 τέταρτον BSt: δεύτερον U τρόπον post τέταρτον colloc. Bt 5 6 ἀποφατικοῦ SU 7 οὐκ BUt: οὐχὶ καὶ S 9 ὅταν om. fort, recte S ἐξ’ ὦν Ut 10 ἢ SU: fort. del. μὲν om. t post τρόποι add. συλλογισμοί U 12 ἀγωγῆς SU: ἀναγωγῆς Bt 13 τὸν δεύτερον U διηρημένους Β: διηρημένου St: διειρημένου U πραγματωδῶς S: πραγματειωδῶς BUt 14 τρίτου λέγει U 15 διὰ τοῦ BU Arist.: δι’ St 16 εἰδῶμεν t λέγωμεν t 18 post πέμπτος add. δὲ U 18. 19 ὁ δεύτερος δὲ S: καὶ ὁ δεύτερος BUt 19 post ὁ add. δὲ U 20 κείρηται U 21 διὰ τοῦ ἁ. Β 22 δεῖξαι S, mrg. U: post βουλόμενος colloc. Β: om. t 23 ἐστι BSt: ἐστιν οὐ U post κέχρηται add. δὲ U 26 τῶν ὑποθετικῶν τρόπος Β 29 ἔστιν corr. U: ἔσται BSt, pr. U 30 σύμμετρος ante τῇ colloc. B: ἀσύμμετρος pr. U 31 ἀσύμμετρος Β, pr. U ἀριθμὸν addidi cf. p. 251,18)
    247
    οἷον ὡς οἱ ἐν δευτέρῳ σχήματι ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς [*](LXIr) δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὗτος γὰρ ἐπειδὴ δι’ ἀντιστροφῆς οὐκ ἐδύνατο δείκνυσθαι, ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου. οἷον ἔστω τὸ Α παντὶ μὲν τῷ Β ὑπάρχον, οὐ παντὶ δὲ τῷ Γ· ἐλέγομεν εἶναι τὸ συμπέρασμα ὅτι τὸ B οὐ παντὶ τῷ Γ ὑπάρχει. καὶ ἐδείκνυμεν τοῦτο διὰ τοῦ ἀδυνάτου οὕτως· τὸ Β τῷ Γ ἢ παντὶ ὑπάρχει ἢ οὐ παντί· ἀλλὰ μὴν ψεῦδος τὸ παντί, ὡς δείξω· ἀνάγκη ἄρα οὐ παντί· ταῦτα γὰρ δυνάμει ἐλέγομεν. οὗτος οὖν πάλιν ἐστὶν ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν ὅτι ψεῦδος τὸ παντὶ τῶ Γ τὸ Β ὑπάρχειν; ἐδείκνυμεν τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπάρξει· ἀλλὰ μὴν τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν ἀδύνατον· οὐδὲ ἄρα τὸ Β τῷ Γ παντὶ ὑπάρξει. πόθεν οὗν ὅτι, εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρξει, ἔσται τινὶ τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί; τοῦτο οὖν διὰ κατηγορικοῦ συλλογισμοῦ ἐδείκνυμεν· εἰ τὸ Β τῷ Γ παντὶ ὑπάρχει, ἦν δὲ καὶ τὸ Α τῷ Β παντί, τὸ ἄρα Α παντὶ τῷ Γ ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐ παντί· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντί. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς πᾶς ὁ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς ἐκ δύο ἐστὶν ὑποθετικῶν καὶ ἑνὸς κατηγορικοῦ. καὶ διὰ τοῦτο, ὅτι ἐκ δύο ὑποθετικῶν ἐστι, μέρος εἶναι αὐτῶν φησι τοὺς διὰ τοῦ ἀδυνάτου.

    Ἴίσως τις ἀπορήσειε πρὸς ταῦτα· εἰ οἱ διὰ τοὐ ἀδυνάτου μέρος εἰσὶ τῶν ὑποθετικῶν, τινὲς δὲ τῶν κατηγορικῶν διὰ τοῦ ἀδυνάτου ἐδείκνυντο, ἔσονται καὶ τινὲς τῶν κατηγορικῶν μέρος τῶν ὑποθετικῶν. λέγομεν οὖν πρὸς τοῦτο ὅτι, ὅσοι τῶν κατηγορικῶν διὰ τοῦ ἀδυνάτου ἐδείκνυντο, τὴν μὲν ἀγωγὴν κατηγορικοὶ ἦσαν, καὶ τὸ συμπέρασμα αὐτῶν οἴκοθεν ἔχει τὸ ἀναγκαῖον, κἄν μὴ διὰ τοῦ ἀδυνάτου δείκνυται, καὶ διὰ τοῦτο οὐκ ἀναχθήσονται εἰς τοὺς ὑποθετικούς. ἐπειδὴ δὲ ἡμῖν φανερὸν οὐκ ἔχουσι τὸ ἀναγκαῖον, τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ φύσει αὐτῶν ἀναγκαῖον καὶ ἡμῖν φανεροῦται. αὕτη οὖν ἡ διὰ τοὐ ἀδυνάτου ἀπαγωγὴ ἡ διὰ τὸ ἡμῖν ποιῆσαι προφανὲς τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον παραλειφθεῖσα, αὕτη ἐστὶ μέρος τῶν ὑποθετικῶν συλλογισμῶν, οὐκ αὐτὸς ὁ κατηγορικὸς συλλογισμός, ὃς τὸ ἀναγκαῖον οὐκ ἐκ τοῦ ἀδυνάτου ἀλλ’ οἴκοθεν κέκτηται. ταῦτα μὲν οὖν περὶ τῶν ὑπο- θετικῶν συλλογισμῶν. ἴδωμεν δὲ ἄνωθεν καὶ τοῦ φιλοσόφου τὴν λέξιν.

    p. 10b20 Ὅτι δὲ ἀπλῶς πᾶς συλλογ.ισμὸς οὕτως ἕξει, νῦν ἔστι φανερὸν.

    Π ἇς, εἴτε κατηγορικὸς δηλονότι εἴτε ὑποθετικός.

    [*](1 ὡς οἱ BU: ὅσοι t 3 ἠδύνατο Β ἐδείκνυτο] c. 5 p. 27a38 5 τῶ—τὸ U 6 ὑπῆρχεν Β 8 post πόθεν add. οὑν t 13 post αὐτὸ add. τῶ αὐτῶ (e vs. 11 illata) Ut 14 ἐδεικνύομεν t post ἐδείκν. add. οὑν BU: om. t 16 ἄρα om. U 17 διὰ τοῦ Ut: δι’ Β 19 αὐτοὺς τῶν U 20 p add. δὲ t ἀπορήσει Β 28 διά prius om. u 30 συλλογισμῶν om. Ut 32 εἵδωμεν t 35 ὑποθετικῶς t)
    248

    p. 40b25 Δεικτικῶς ἢ ἐξ ὑποθέσεως.

    Δεικτικῶς, τουτέστι κατηγορικῶς· αὐτόθεν γὰρ οὗτοι δεικνύουσι τὸ προκείμενον. διὸ καὶ ἡ μὲν κατηγορικὴ δεῖξις ἐπ’ εὐθείας εἴρηται, ἡ δὲ διὰ τοῦ ἀδυνάτου, ἥτις μέρος ἐστὶ τῶν ἐξ ὑποθέσεως, κύκλῳ | δεῖξις [*](LXIv) ὡς ἐκ περιόδου τινὸς καὶ οὐκ αὐτόθεν δεικνύουσα τὸ προκείμενον.

    p.40b27 τούτων γὰρ δειχθ έντων φανερὸν ἔσται καὶ ἐπὶ τῶν εἰς τὸ ἀδύνατον καὶ ὅλως τῶν ἐξ ὑποθέσεως.

    Ἐπειδὴ εἴπομεν ὅτι πᾶς ὑποθετικὸς συλλογισμὸς δεῖται πρὸς τὸ τελειωθῆναι κατηγορικοῦ συλλογισμοῦ, εἰκότως, ὅταν δειχθῇ πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀναγόμενος, δῆλον ἔσται καὶ περὶ τῶν ὑποθετικῶν οὕτως, ὅτι καὶ αὐτοὶ εἰς ταῦτα ἀναχθήσονται, εἴγε δέονται τῶν κατηγορικῶν, οἵτινες εἰς ταῦτα ἀνήγοντο.

    p. 40b33 Εἰ δὲ κατὰ τοῦ Γ, τὸ δὲ Γ κατὰ μηδενός.

    Ἵνα γένηται τὸ πρῶτον σχῆμα, εἴγε ἐλήφθη κατά τινος τὸ Γ.

    p. 40b33 Μηδ’ ἄλλο κατ’ ἐκείνου.

    Δηλονότι τοῦ Γ, ἵνα γένηται τὸ τρίτον σχῆμα· εἰ γὰρ ληφθέντος τοῦ Α κατὰ τοῦ Γ ἐλήφθη καὶ ἄλλο τι κατὰ τοῦ Γ, ἐγίνετο τὸ τρίτον σχῆμα.

    p. 40b34 Μηδὲ κατὰ τοῦ Α ἕτερον.

    Ἰνα γένηται πάλιν τὸ πρῶτον· εἰλήφαμεν γὰρ τὸ Α κατὰ τοῦ Γ· ἐὰν οὖν ληφθῇ καὶ ἄλλο τι κατὰ τοῦ Α, πάλιν γίνεται τὸ πρῶτον σχῆμα. πλὴν ἀνωτέρω μὲν ὡς μέσον ὅρον ἐλάμβανε τὸ Γ, ἐνταῦθα δὲ τὸ Α. τὸ δὲ Β παρῆκεν ὡς δῆλον ὂν καὶ ὡς διὰ τῶν ἄκρων καὶ τὸ μέσον περιλαβών.

    p. 40b35 τῷ γὰρ ἓν καθ’ ἑνὸς ληφθῆναι οὐδὲν συμβαίνει ἐξ ἀνάγκης.

    Μίαν πρότασιν, φησί, διὰ τούτων πάντων εἰλήφαμεν· ὁ δὲ συλλογισμὸς τοὐλάχιστον ἐκ δύο προτάσεων ἐστι. διὰ μιᾶς γὰρ προτάσεως οὐδὲν συμπεραίνεται· συλλογισμὸς γάρ ἐστι “ λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἷναι’’.

    [*](4 τοῦ ἐξ U κυκλόδειξις, quod in mrg. corr. U 6 περὶ U 8 εἴπομεν] p. 241,25 sq. ὅτι ora. U δείκνυται U 12 ταύτην U 14 ληφθῇ Β 16. 17 εἰ γὰρ— σχῆμα post 21 τὸ #x772; colloe. Β 17 καὶ om. U 22 παραλαβών U 23 τῶ t Α list. : τὸ BU (C, pr. A) post ἑνὸς add. φησι Β 24 εἰλήφαμεν post πρότασιν colloc. Β 25 δὲ Bt 26 λόγος κτλ.] c. 1 p. 24b 18 27 ἐξ ἀνάγκης om. Β τῷ ταῦτα] ταὐτὸν U)
    249

    p. 40b37 ἐὰν μὲν οὖν ληφθῇ τὸ Α κατ’ ἄλλου·

    [*](LXIv)

    Ἴδου ἐνταῦθα τὸ δεύτερον ἐσήμανε σχῆμα· εἰπὼν γὰρ τὴν μίαν πρότασιν ὄνω ἐν τῷ λαβεῖν τὸ Α κατὰ τοῦ Γ νῦν πάλιν τὸ Α κατ’ ἄλλου τινὸς ὑποτίθεται, ὅπερ ἐστὶ τὸ δεύτερον σχῆμα.

    p. 4037 Ἢ ἄλλο κατὰ τοῦ Α.

    Ινα ἡ τὸ πρῶτον· ἔχομεν γὰρ τὸ Α κατὰ τοῦ Γ, καὶ νῦν κατὰ τοῦ Α ἕτερον.

    p. 40 b 38 Ἤ κατὰ τοῦ Γ ἕτερον.

    ’Iva ᾖ τὸ τρίτον· κατὰ γὰρ τοῦ Γ καὶ τὸ Α καὶ ἄλλο τι· πανταχοῦ γὰρ τὸν μέσον ὅρον τὸ Γ ἔλαβε τοῦ τρίτου. ἔσται οὖν, φησί, διὰ τούτων συλλογισμός τις, οὐ μέντοι τοῦ προκειμένου· βουλόμεθα γὰρ δεῖξαι ὅτι τὸ Α τῷ Β ὑπάρχει, οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ ἄλλο ἢ ἑτέρῳ ἕτερον·

    p. 40b 40 οὐδ’ ὅταν τὸ Γ ἑτέρῳ κἀκεῖνο ἄλλῳ καὶ τοῦτο ἑτέρῳ, μὴ συνάπτῃ δὲ πρὸς τὸ Β, οὐδ’ οὕτως ἔσται πρὸς τὸ Β συλλογισμὸς τοῦ Α.

    Κἂν πλείους, φησί, προτάσεις ἀλλήλαις ἐπισυνάπτωμεν, μηδεμία δὲ πρότασις ἔχῃ σχέσιν τινὰ πρὸς τὸ Β, οὐδέποτε ὅτι τὸ Α τῷ Β ὑπάρχει κατασκευασομεν.

    p. 41a4 Ὁ μὲν γὰρ συλλογισμὸς ἁπλῶς ἐκ προτάσεων ἐστιν, ὃ δὲ πρὸς τόδε συλλογισμὸς ἐκ τῶν πρὸς τόδε προτάσεων, ὁ ’δε τοῦδε πρὸς τόδε διὰ τῶν τοῦδε πρὸς τόδε προτάσεων·

    Ὅ μὲν βούλεται λέγειν, τοῦτό ἐστιν, ὅτι ἁπλῶς μὲν πᾶς συλλογισμὸς διὰ προτάσεων περαίνεται, ἐὰν δὲ πρός τι ποιώμεθα τὸν συλλο,γισ‘μόν * * * * οἷον εἰ περὶ ψυχῆς βουλόμεθα δεῖξαι ἢ συλλογίσασθαι, οὐχ ὡρισμένως ὅτι ἀθάνατος ἢ ἀκίνητος ἢ ἀσώματος ἤ τι τοιοῦτον, ἀλλ’ ἁπλῶς καὶ ἀδιορίστως ζητοῦμεν τίνα ποτέ ἐστι τὰ τῇ ψυχῇ ὑπάρχοντα, δεῖ τὰς προτάσεις τὰς παραλαμβανομένας συνάπτειν πρὸς τὴν ψυχήν, ἐπεὶ x003E; οὐκ ἔσται πρὸς αὐτὴν συλλογισμός· ἐὰν δὲ ζητῶμεν εἰ ἡ ψυχὴ ἀθάνατος, δεῖ τὰς προτάσεις συνάπτειν καὶ πρὸς τὴν ψυχὴν καὶ πρὸς τὸ ἀθάνατον· ἄλλως γὰρ οὐκ ἔσται συλλογισμὸς τοῦ ἀθανάτου πρὸς τὴν ψύχην, εἰ μὴ [*](1 μὲν om U 5 lemma om. 9 τοῦ #x772; V 10 #x772; scripsi: ἁ BUt fort, τοῦ τρίτου—τὸ τί #x772; γὰρ om. 13 οὐδ’ ὅταν] εἰ δὲ εἰ κἀκείνω ἄλλο U 14 συνάπτει U 15 τοῦ ἁ BUI (Bfu): om. Arist. 16 πλείω Bt 17 ἔχῃ scripsi: ἔχει libri 18 κατασκευάσωμεν Bl 19 προτάσεως Β prius Bt Arist.: τοῦτο U(f) 22 post μὶν add. οὖν t 24 lac. indicavi; supple ἐκ τῶν πρὸς τόδε προτάσεων ποιούμεθα τὸν συλλογισμόν δεῖξαι ἡ om. Ι διορίστως U ζητῶμεν Bt 27 ἄλλως addidi)

    250
    αἱ προτάσεις τοῦ συλλογισμοῦ καὶ πρὸς τὴν ψυχὴν καὶ πρὸς τὸ ἀθάνατον συνάπτουσι. καὶ ταῦτα μέν ἐστιν ἃ δοκεῖ λέγειν. ὅτι δὲ ἁπλῶς μὲν ὁ συλλογισμὸς ἐκ προτάσεων καὶ ὁ τοῦδε πρὸς τόδε συλλογισμός, φέρε εἰπεῖν τοῦ ἀθανάτου πρὸς τὴν ψυχήν, ἐκ τῶν συναπτουσῶν προτάσεων πρός τε τὸ ἀθάνατον καὶ τὴν ψυχὴν γίνεται, δῆλον· ἐν γὰρ τῷ συλλογισμῷ [*](LXIIr) τῷ λέγοντι ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος, συνημμέναι εἰσὶν αἱ προτάσεις πρός τε τὸ ἀθάνατον καὶ τὴν ψυχήν. τὸ δὲ λέγειν, ὅτι ὁ πρὸς τοῦτο συλλογισμὸς ἐκ τῶν πρὸς τοῦτο προτάσεων, δοκεῖ περιττὸν καὶ ἀδιανόητον εἶναι· πᾶς γὰρ συλλογισμὸς τοῦδε πρὸς τόδε ἐστίν· οὐδεὶς γὰρ ἁπλῶς προτίθεται συλλογίσασθαι ψυχὴν ἢ λίθον ἤ τι τοιοῦτον, ἀλλά τι κατά τινος ἤ τι ἀπό τινος προτίθεται συλλογίσασθαι, ὅπερ αὐτὸς τὸ ῦδε πρὸς τόδε φησίν. εἰ δὲ λέγοιεν ὅτι ἁπλῶς, ὅταν προτιθώμεθα τὰ ὑπάρχοντά τινι συλλογίσασθαι, οὐχ ὡρισάμεθα δὲ τοῦδε πρὸς τόδε, ἰστέον ὅτι ἡ μὲν πρόθεσις συλλογισμὸς οὐκ ἔστιν, αὐτὸς δὲ περὶ συλλογισμῶν φησιν. ὅταν δὲ συλλογισμὸς γένηται, πάντῃ τε καὶ πάντως τοῦδε πρὸς τόδε γίνεται, εἰ μή τις εἴποι ὅτι ὅταν εἰ ἔστι τι ἢ μὴ ἔστι ζητῶμεν· ἐνταῦθα γὰρ οὐ τί ὑπάρχει ἢ μὴ ὑπάρχει τῷ πράγματι ζητοῦμεν, ἀλλ’ αὐτὸ ὅλως εἰ ἔστιν, εἰ μὴ πάλιν τις λέγοι ὅτι κἀνταῦθα τὸ ‘ἔστιν’ αὐτοῦ κατηγορεῖται, ὥστε ἔστι τοῦδε πρὸς τόδε, τοῦ ‘ ἔστι’ γὰρ πρὸς τὴν ψυχήν. ὥστε οὐδαμῶς δύναται τοῦτο καθίστασθαι τὸ ῥητόν, εἰ μὴ ἐπὶ προτάσεως τις αὐτὸ λάβοι. τοῦτο δὲ πάλιν οὐκ ἔσται ἀληθές· περὶ συλλογισμῶν γὰρ αὐτός φησιν.

    p. 41 a 18 Ὁ γὰρ αὐτὸς λόγος καὶ εἰ δ ἰὰ πλειόνων συνάπτοι πρὸς τὸ Β· ταὐτὸν γὰρ ἔσται σχῆμα καὶ ἐπὶ τῶν πολλῶν.

    Τουτέστι κἄν μὴ διὰ δύο μόνων προτάσεων περαίνηται ὁ συλλογισμὸς ἀλλὰ δ ἰὰ πλειόνων· πάλιν γάρ, φησίν, εἰ καὶ μὴ ἀμέσως, ἀλλὰ διά τινων ἄλλων πρὸς τὸν μέσον ὅρον τὰ ἄκρα συνάπτουσι τοῦτο δὲ γίνεται, ὅταν αἱ παραλαμβανόμεναι προτάσεις κατασκευῶν δέωνται, ὡς ὅταν βουληθεὶς δεῖξαι, ὅτι ἡ ἡδονὴ οὐκ ἀγαθόν, δείξω διὰ μέσου τοῦ ἀτελοῦς· ἡ ἡδονὴ ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. πόθεν ὅτι ἀτελὲς ἡ ἡδονή; πᾶσα ἡδονὴ κίνησις, ἡ δὲ κίνησις ἀτελής, ἡ ἡδονὴ ἄρα ἀτελής. πόθεν ὅτι τὸ ἀτελὲς οὐκ ἀγαθόν; τὸ ἀτελὲς ἢ τῷ ἐνδεῖν ἢ τῷ ἐκπεπτωκέναι τῆς ἑαυτοῦ τελειότητος ἀτελές ἐστιν, ἑκάτερον δὲ τούτων οὐκ ἀγαθόν, τὸ ἀτελὲς ἄρα οὐκ ἀγαθόν.

    [*](2 συνάπτωσι t 3 προτάσεων scripsi: προτάσεως libri 9 τούτων U 11 προστίθεται Bt τι alt. om. t 12 τίθεται Β: προστίθεται t 13 προσ- τιθέμεθα Bt 14 an ὁρισώμεθα ? δὲ post ἰστέον colloc. Β 15 περὶ συλλογισμοῦ U 16 immo γίνηται (post συλλ.) 17 εἴπῃ Β ὅτι om. U ἢ Bt: εἰ U ζητοῦμεν U οὐ τί Bt: ὅτι U 18 ἀλλὰ τὸ Β 19. 20 an ὥστε ἔσται ? 20 τὸ b 22 ἔστιν U περὶ om. U 23 συλλογισμὸς Β 24 τὸ αὐτὸ t(f) 25 μόνον U περαίνεται Ut 28 δέονται t 30 ἀτελής (ante τὸ) Β 31 δὲ om. U 32 post ἀγαθόν add. καὶ t ἀτελὲς alt. Bt: ἀγαθὸν U 33 αὑτοῦ t)
    251

    p. 41a21 Ὅτι μὲν οὖν οἱ δεικτικοὶ περαίνονται διὰ τῶν προειρημένων [*](LXIIr) σχημάτων, φανερόν. ὅτι δὲ καὶ οἱ εἰς τὸ ἀδύνατον, δῆλον ἔσται διὰ τούτων· πάντες γὰρ οἱ διὰ τοῦ ἀδυνάτου περαίνοντες τὸ μὲν ψεῦδος συλλογίζονται, τὸ δ’ ἐξ ἀρχῆς ἐξ ὑποθέσεως δεικνύουσιν, ὅταν ἀδύνατόν τι συμβαίνῃ τῆς ἀντιφάσεως τεθείσης.

    ’Ev τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ἐπεὶ μὴ ἔστιν αὐτόθεν τὸ προκείμενον δεῖξαι, τίθεμεν αὐτὸ ὡς ἐν ὑποθέσει, εἶτα τὴν ἀντίφασιν τούτου ἢ τὸ ἐναντίον λαβόντες, ἐὰν ἄμεσον ἡ, τοῦτο κατηγορικῶς κατασκευάζομεν, ἐπειδὴ πᾶσα ἀνάγκη ἐν τοῖς τοιούτοις τὸ ἕτερον ἀληθεύεσθαι ἢ ψεύδεσθαι, καὶ εὑρηκότες τούτῳ ψεῦδος ἀκολουθοῦν ἅτε δὴ ψευδῶς εἰλημμένῳ τοῦτο μὲν ἀπαγορεύομεν, τὴν δὲ ἐξ ἀρχῆς ὑπόθεσιν λοιπὸν ἐξ ἀνάγκης τίθεμεν. τοῦτο οὖν ἐστιν ὅ φησιν, ὅτι ἀεὶ ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς τὸ παραληφθὲν ψεῦδος εἰς κατασκευὴν τοῦ ἀδυνάτου τοῦτό ἐστι τὸ κατηγορικῶς συλλογιζόμενον. οἷον, φησί, καὶ ὁ γεωμέτρης ἐποίησε· βουλόμενος γὰρ δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, καὶ τοῦτο μὴ ἔχων ἐξ εὐθείας δεῖξαι φησὶν ὅτι, εἰ μὴ τοῦτο, πάντως σύμμετρος ἔσται· ἀλλὰ μὴν εἰ σύμμετρος εἴη, συμβαίνει τὸν αὐτὸν ἀριθμὸν ἄρτιον εἶναι καὶ περιττόν· x003E; ὅτι ἀνάγκη συμβαίνειν τῆς διαμέτρου συμμέτρου τεθείσης, ἐκβάλλει μὲν τοῦτο, εἰσάγει δὲ ἐξ ἀνάγκης τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, λέγω δὲ τὴν ὅτι ἀσύμμετρος· εἰ γὰρ ψεῦδος τὸ ‘ σύμμετρος’, ἀνάγκη τὸ ‘ ἀσύμμετρος’ ἀληθὲς εἶναι. οὐκοῦν εἰ πᾶς δι’ ἀδυνάτου τὸ ψεῦδος κατηγορικῶς συλλογίζεται, οἱ δὲ κατηγορικοὶ πάντες ὑπὸ τὰ τρία ἀνήγοντο σχήματα, εἰκότως καὶ οἱ δι’ ἀδυνάτου ὑπὸ ταῦτα ἀναχθήσονται. εἴπομεν δὲ ἤδη καὶ περὶ τῶν λοιπῶν ὑποθετικῶν, πῶς καὶ αὐτοὶ ὑπὸ ταῦτα ἀνάγονται.

    Ὅταν ἀδύνατόν τι συμβαίνῃ τῆς ἀντιφάσεως τεθείσης. ἀντί- φασιν λέγει τὸ ἕτερον μόριον τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἐξ ἀρχῆς ὑποτεθέντι, οἷον τῷ ἀσυμμέτρῳ τὸ σύμμετρον.

    p. 41 a37 ‘Ωσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ ἐξ ὑποθέσεως· ἐν ἅπασι γὰρ ὁ μὲν συλλογισμὸς γίνεται πρὸς τὸ μεταλαμβανόμενον, τὸ δ’ ἐξ ἀρχῆς περαίνεται δι’ ὁμολογίας ἤ τινος ἄλλης ὑποθέσεως·

    Καὶ οἱ ἄλλοι, φησί, συλλογισμοὶ οἱ ὑποθετικοὶ ἀνάγονται ὑπὸ τὰ τρία σχήματα, διότι πᾶσι τούτοις ἡ μετάληψις κατηγορικῶς συλλογίζεται, [*](1 post περαίνονται add. πάντες t(f) 7 ἐν τοῖς — συλλογισμοῖς lommati continuant BU: om. t 19 ὃ addidi 20 ἐκβάλλει — εἰσάγει scripsi: ἐκβάλλειν ἐκβαλεῖν — εἰσάγειν libri 21 δὴ t post γὰρ add. τοῦτο U σύμμετρον U 21.22 ἀσύμμετρον Ut 22 τὸ ψεῦδος U : ψευδὴς Β: ψεῦδος t 24 διὰ τοῦ U ἀναχθήσεται t, εἴπομεν εἴπωμεν t)] p. 241,24 sq. 26 post ὅταν add. δ’ Β συμβαίνει t 29 ἄλλοι om. II 33 συλλογισμοὶ οἱ scripsi: inv. ord. U : om. Bt ἐπὶ Ut)

    252
    οἱ δὲ κατηγορικοὶ ὑπὸ τὰ τρία σχήματα. τινὲς ἐξέλαβον τὸ με ταλαμβανόμενον [*](LXIIv) οὐ τὴν μετάληψιν · οὐ γὰρ ἀεί, φασίν, ἡ μετάληψις μόνη δεῖται κατασκευῆς, ἀλλ’ ἔστιν ὅτε καὶ τὸ συνημμένον, καὶ δεῖ καὶ τοῦτο κατηγορικῶς συλλογίσασθαι. μεταλαμβανόμενον οὖν ἀκουστέον ἁπλῶς τὸ κατασκευῆς δεόμενον εἴτε τὸ συνημμένον εἴη εἴτε ἡ μετάληψις. πρὸς τοῦτο δὲ καλῶς καὶ ὁ Ἀλέξανδρος, ὅτι κακῶς νενομίκασι· πρὸς γὰρ μόνην τὴν μετάληψιν τοῦτο ἀκουστέον. ἐὰν γὰρ τὸ συνημμένον ἄδηλον ᾖ, οὐδὲ ὅλως γενήσεται συλλογισμός· οὐ γὰρ συγχωρήσει ὁ προσδιαλεγόμενος. οἷον εἰ κινεῖταί τι, τοῦτο καὶ ἵπταται· αὐτόθεν ἐνίσταται τῷ συνημμένῳ καὶ οὐ συγχωρήσει προβῆναι τὸν συλλογισμόν. ἡ μέντοι μετάληψίς ἐστιν ἐν τοῖς συλλογισμοῖς ἡ ἀεὶ κατασκευῆς δεομένη. οἷον εἰ ἄνθρωπος, καὶ ζῷον· ἀλλὰ μὴν ἄνθρωπος· τοῦτο λοιπὸν κατασιγάσαι δεῖ· πόθεν γὰρ ὅτι ἄνθρωπος; καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δηλοῖ καὶ αὐτός, ὅτι τὸ ἐξ ἀρχῆς περαίνεται δι’ ὁμολογίας, ὅτι εἰ ἄνθρωπος, καὶ ζῷον. ὥστε τὸ μὲν συνημμένον ὡς ὡμολογημένον λαμβάνει, τὴν δὲ μετάληψιν ὡς δεομένην κατασκευῆς. τὸ δὲ ἤ τινος ἄλλης ὑποθέσεως, οἷον ὅτι τὸ ἑνὶ ὑπάρχον τῶν ὁμοειδῶν, τοῦτο καὶ πᾶσιν. ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ οὐρανοῦ ἐποίησε· λαβὼν γὰρ ὅτι ὁμοειδῆ τὰ οὐράνια, ὅπερ, φησίν, ἐφ’ ἑνὸς εὑρήσομεν, τοῦτο καὶ ἐπὶ πάντων ὁμολογεῖν ἀνάγκη, καὶ οὕτως συλλογίζεται σφαιρικὰ εἶναι πάντα ἐξ ἑνός, τῆς σελήνης, ἐκ τῶν φωτισμάτων αὐτῆς τοῦτο συλλογισάμενος. διαφέρει δὲ τοῦτο τῶν ἄλλων· ἐκεῖ μὲν γὰρ ἓν ἑνὶ λαμβάνομεν ἀκολουθοῦν· εἰ ἄνθρωπος, καὶ ζῷον· εἰ μὴ ζῷον οὐδὲ ἄνθρωπος· ἐνταῦθα δὲ ἑνὶ πολλά.

    p. 41b6 Ἕτι δὲ ἐν ἅπαντι δεῖ κατηγορικόν τινα τῶν ὅρων εἶναι καὶ τὸ καθόλου ὑπάρχειν.

    Πάντα τὰ νῦν παραδιδόμενα θεωρήματα ἐκ τῶν προαποδεδειγμένων ἀνακεφαλαιοῦται· ἐκ γὰρ τῶν προειρημένων, φησί, δῆλον ἡμῖν ἔσται ὅτι δύο ἀποφατικαὶ ἢ δύο μερικαὶ οὐδέποτε ποιοῦσι συλλογισμόν.

    p. 41b7 Ἄνευ γὰρ τοῦ καθόλου ἢ οὐκ ἔσται συλλογισμὸς ἡ οὐ πρὸς τὸ προκείμενον, ἢ τὸ ἐξ ἀρχῆς αἰτήσεται.

    Εἰ μὴ ἔχοιεν, φησίν, αἱ ἐν τῷ συλλογισμῷ παραλαμβανόμεναι προτάσεις καθολικὴν πρότασιν, ἀσυλλόγιστοι γίνονται· ἐὰν γὰρ βουληθεὶς δεῖξαι, ὅτι ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστίν, εἴπω ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, ἡ ἡδονὴ σπουδαία ἐστίν’, εἶτα συμπεράνω, ἀσυλλογίστως περαίνω, ἐπειδὴ αἱ ἀδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς.

    [*](1 post τινὲς addiderim δ’ 1. 2 μεταλαμβανόμενον b: μεταλαμβάνον BUt 2 φασίν scripsi: φησιν libri 5 τὸ It: γὰρ Β 6 καὶ om. U ὁ Ἀλέξ.] p. 262,5 sq. 7 εἴη Β 9 τὸ συνημμένον B 16 εἰ U 17 ἐν τῇ t 17. 18 Περὶ οὐp.] Π 11 p. 291b 17 sq. 24 δὲ BUt(m): τε Arist. ἅπασι t(m) 27 ἀνακε- φαλαιοῦνται U 28 μερικὰ Β 30 προκείμενον BUt (Cf): κείμενον Arist. cf. p. 253.1 34 συμπεραίνω (post εἶτα) Ut συμπεραίνω (post ἅς.) U 35 ἀόριστοι U)
    253

    Ἤ οὐ πρὸς τὸ προκείμενον. τοῦτο οὕτως ἐξηγοῦνται· ἐάν, φησίν, [*](LXIIv) εἰπὼν ἰὴ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν’ ἐπαγάγω ‘πᾶσα ἡ ἀπὸ τοῦ γεωμετρεῖν ἡδονὴ σπουδαί ἐστιν’, εἶτα συμπεράνω, οὐ τοῦ προκειμένου ἀλλ’ ἄλλου ἐποίησα τὸν συλλογισμόν μερικὴν δέ, φασί, λέγομεν εἶναι καὶ ταύτην τὴν πρότασιν, ἐπειδὴ οὐ τὴν καθόλου ἡδονὴν παρελάβομεν ἀλλὰ τὴν γεωμετρικήν, εἰ καὶ πᾶσαν. λέγω οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν εἰπόντες ‘ἡ μουσικὴ ἡδονὴ ἡδονὴ σπουδαία ἐστίν’, εἶτα ἐπαγαγόντες ‘πᾶσα ἡ γεωμετρικὴ ἡδονὴ σπουδαία ἐστίν’ ἄλλον ἐποιήσαμεν τὸν μέσον ὅρον· δεῖ δὲ τὸν αὐτὸν εἶναι ἐν ταῖς δύο προτάσεσιν. ἔπειτα εἰπόντες “ πᾶσα’ καθόλου ἐποιήσαμεν τὴν πρότασιν· ᾧ γὰρ ἂν τὸ ‘πᾶς’ πρόσκειται, καθόλου γίνεται· πρὸς γὰρ τὸν προσδιορισμόν, οὐ τὸν ὅρον τὸ καθόλου, ὡς ὅταν εἴπω πᾶς ἄνθρωπος’· διὰ γὰρ τὸ ζῷον οὐ καθόλου ὁ ἄνθρωπος. αὐτὸς δὲ ὑποθέμενος τὰς δύο μερικὰς οὕτω τὰ ἑξῆς προσέθηκε καὶ οὐδὲ τῷ ‘πᾶς’ ἐχρήσατο. ὥστε ψευδὴς ἡ τούτων ἐξήγησις. σκόπει οὖν μὴ οὕτως μᾶλλον ἀληθεύει τις τὸ ῥητὸν ἐξηγούμενος. ἐάν, φησίν, εἴπω ὅτι ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, εἶτα προσθῶ τὴν ἑτέραν πρότασιν λέγων ‘τὶς ἡδονὴ σπουδαία ἐστί’ ταὐτὸν δέ ἐστι κἂν ἀπροσδιόριστον εἴπω, ἐπειδὴ τὸ μερικὸν ἀληθεύει ἐπὶ τῆς ἡδονῆς), ταύτην τὴν τινὰ ἡδονὴν ἣν εἶπον σπουδαίαν εἶναι εἰ μὲν ἄλλην τινὰ ἔλαβον, φέρε εἰπεῖν τὴν γεωμετρικήν, οὐδὲν ἔσται πρὸς τὸ προκείμενον· οὐ γάρ, εἰ ἡ γεωμετρικὴ σπουδαία, παρὰ τοῦτο καὶ ἡ μουσική· εἰ δὲ εἰπὼν τινὰ ἡδονὴν εἶναι σπουδαίαν ταύτην τὴν τινὰ ἐπὶ τῆς μουσικῆς φέρω, ὡσανεὶ ἔλεγον ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστί’, τὸ ἐξ ἀρχῆς αἰτοῦμαι, τουτέστι τὸ ζητούμενον ὁμολογούμενον ἔλαβον. δῆλος δὲ καὶ αὐτὸς ἐν τοῖς ἐπαγομένοις τοῦτο βουλόμενος.

    p. 41 b13 Μαλλὸν δὲ γίνεται φανερὸν ἐν τοῖς διαγράμμασιν, οἷον ὅτι τοῦ ἰσοσκελοῦς ἴσαι αἱ πρὸς τῇ βάσει.

    Ὅτι, φησίν, ἀνάγκη πᾶσα ἐν τοῖς συλλογισμοῖς εἶναί τινα καθόλου πρότασιν, φανερόν ἐστι μᾶλλον ἐν ταῖς γεωμετρικαῖς μεθόδοις. ὅταν γὰρ ὁ γεωμέτρης βούληται δεῖξαι ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι, ἐπειδὴ τὸ ἰσοσκελὲς τρίγωνον γίνεται διὰ τῶν άγομένων διὰ τοῦ κέντρου εὐθειῶν γινομένης τῆς βάσεως δι’ ἑτέρας εὐθείας ἀποτεμνούσης τμῆμά τι τοῦ κύκλου, συλλογίζεται οὕτως· ἐπειδὴ παντὸς [*](1 κείμενον Arist. 2 εἴπω Ut 3 συμπεραίνω Ut 6 posl εἰπόντες add. ὅτι t 7 ἡδονὴ alt. t: om.. BU 8 σπουδαία ἐστίν om. U ἄλλον U: ἀλλ’ Bt post ὅρον add. ἄλλον Bt 10 πρόκειται Β 13 τὸ πᾶς t 14 ἀληθεύῃ Ut 17 ἀπροσδιορίστως S 18 τῆς scripsi : τινος BSUt 1 εἰπὼν, omisso ἣν Bt: εἴπω S εἰ—ἔλαβον (19) scripsi: τινα ἔλαβον. εἰ μὲν ἄλλην τινὰ libri 20 οὐ SUt: οὐδὲ Β 21 ἐπὶ μουσικὴν S 24 post καὶ add. ὁ Bt 31 βούλεται Β τοῦ om. U 84 διὰ om. Β figuram e Β dedi, ε, ζ addidi: litteras om. U: intra circuluoo scr., ε pro ζ t)

    254
    ἡμικυκλίου αἱ | γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἡμικυκλίου δὲ γωνίαι ἡ [*](LXIIIr) ΑΓ καὶ ἡ ΒΔ, ἴσαι ἄρα ἀλλήλαις ἔσονται· λαμβάνομεν γὰρ ἐνταῦθα οὐ τοῦ ἰσοσκελοῦς τὰς γωνίας ἀλλὰ τῶν ἡμικυκλίων τῶν τεμνομένων διὰ τῶν AB εὐθειῶν τῶν ἠγμένων διὰ τοῦ κέντρου. ἔχει οὗν τέως ὅτι τοῦ ἡμικυκλίου ἴσαι εἰσὶν αἱ γωνίαι. ἐπειδὴ δὲ ἡ βάσις τοῦ τριγώνου τμῆμά τι τοῦ κύκλου ἀποτέμνει παντὸς δὲ τμήματος κύκλου ἴσαι εἰσὶν αἱ γωνίαι, ἴσαι ἄρα εἰσὶ καὶ αἱ ΓΔ τοῦ τμήματος γωνίαι. οὐκοῦν ἴση μὲν ἡ ΑΓ τῇ ΒΔ γωνίᾳ, τουτέστι τοῦ ἡμικυκλίου· ἴσαι δὲ καὶ αἱ τοῦ τμήματος, ἡ Γ καὶ ἡ Δ. ἐὰν δὲ ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα γίνεται· ἀφαιρεθεῖσαι ἄρα ἐκ τῶν ΑΓ καὶ ΒΔ γωνιῶν ἴσων οὐσῶν αἱ Γ καὶ Δ ἴσαι οὖσαι τὰ καταλειφθέντα ἴσα ἐποίησαν, λέγω δὲ τὴν E καὶ τὴν Ζ γωνίαν, αἵπερ εἰσὶ τοῦ ἰσοπλεύρου γωνίαι. οὕτως οὖν ὁ γεωμέτρης πανταχοῦ τὴν κα θόλο υ παραλαμβάνει πρότασιν· ἄνευ δὲ ταύτης οὐκ ἄν συλλογίσοιτο. εἰ γὰρ εἶπεν ὅτι ἴση ἐστὶν ἡ ΑΓ γωνία τῇ ΒΔ, μὴ εἰπὼν ὅτι παντὸς ἡμικυκλίου ἴσαι εἰσὶν αἱ γωνίαι, οὐ συνελογίζετο, ἀλλὰ τὸ ἀμφί- βολον ὡς ὁμολογούμενον ἐλάμβανεν. ὁμοίως δὲ καὶ εἰ τὴν Γ καὶ Δ ἔλεγεν ἴσας εἶναι μὴ προστιθεὶς ὅτι καὶ παντὸς τμήματος ἴσαι εἰσὶν αἱ γωνίαι, αἴτημα ἦν καὶ οὐ συλλογισμὸς τὸ λεγόμενον. καὶ πάλιν εἰ ἔλεγεν ἐπειδὴ ἀφείλομεν ἀπὸ τῶν Α Γ καὶ ΒΔ γωνιῶν τὴν Γ καὶ τὴν Δ, ἀνάγκη τὰς καταλειπομένας E καὶ Z ἴσας εἶναι’ μὴ προστιθεὶς ὅτι ἀπὸ δὲ τῶν ἴσων ἐὰν ἴσα ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα γίνεται, οὐκ ἂν συνελογίζετο. δῆλον οὗν ἐκ τούτου ὅτι οὐκ ἂν γένοιτο συλλογισμὸς δίχα καθολικῆς προτάσεως.

    p. 41b 23 Καὶ ὅτι τὸ μὲν καθόλου ἐξ ἁπάντων τῶν ὅρων κ α θό λοῦ δείκνυται.

    Οὐδέποτε γὰρ γίνεται συμπέρασμα καθόλου μὴ πασῶν τῶν προτάσεων καθόλου οὐσῶν.

    p. 41b24 Τὸ δ’ ἐν μέρει καὶ οὕτως κἀκείνως.

    Δύναται γὰρ μερικὸν συνάγεσθαι συμπέρασμα καὶ μὴ οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου, οἷά ἐστι τὰ ἐν πρώτῳ σχήματι μερικὰ συμπεράσματα· ἐνδέχεται δὲ καὶ τὰς μὲν προτάσεις καθόλου εἶναι τὸ δὲ συμπέρασμα μερικόν, ὥσπερ τὰ ἐν τρίτῳ σχήματι.

    [*](1 ἀλλήλαις εἰσίν om. t 2 καὶ ἡ Β: καὶ U: om. t ἄρα om. t ἀλλήλοις Β 3.4 τοῦ #x772; καὶ #x772; U 4 διὰ Bt: ὑπὸ U 5 δὲ om. Ut _ τι om. U 7 αἱ om. pr. B: ἡ U 8 ἴση δὲ καὶ ἡ U 10 ἐκ τῆς U βδ BU: ἅδ’ t 11 οὖσαι ἴσαι Β δὴ t 13 πανταχοῦ om. B λαμβάνει Ut δὲ om. U 14 συλλογισάμενος U 15 παντὶ t itemque vs. 17 ἶσά t συνελογίσατο U 16 post ὁμολογούμενον add. καὶ t 19 ἀπὸ τοῦ U 19. 20 τὰς καταλειπομέναςἴσας t: τὴν καταλειπομένην — ἴσην BU 21 ἐὰν ἀφέλῃς U: ἀφαιρεθέντα Bt ἶσα γίνεται U : ἐστιν ἶσα Bt cf. vs. 9 οὐκ ἂν — 22 τούτου om. Bt 24 καὶ Β Arist.: om. Ut τὸ om. U 30 post ἐν add. τῷ Ut 32 post ἐν add. δευτέρω καὶ U, τῷ t)
    255

    p. 41 b 27 Δῆλον δὲ καὶ ὅτι ἐν ἅπαντι συλλογισμᾦ ἢ ἀμφοτέρας [*](LXIII r) ἢ τὴν ἑτέραν πρότασιν ἀνάγκη ὁμοίαν γίνεσθαι τῷ συμπερασματι.

    Ἐὰν γὰρ ᾖ καταφατικὸν τὸ συμπέρασμα, ἀνάγκη ἀμφοτέρας εἶναι καταφατικάς, ἐὰν ἀποφατικόν, τὴν ἑτέραν, ἐὰν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν.

    p. 41 31 Ἐπισκέψασθαι δὲ δεῖ καὶ τὰς ἄλλας κατηγορίας.

    Οἷον ἐὰν ἔνδοξον ἡ τὸ συμπέρασμα ἢ ἀληθές, ἀνάγκη ἢ ἀμφοτέρας ἢ τὴν μίαν εἶναι ὁμοίαν, ἐὰν δυνατόν, ἢ τὴν μίαν ἢ τὰς ἀμφ’ ἀμφοτέρας· ὁμοίως καὶ ἐὰν ψευδές, καὶ ἐπὶ πάντων τῶν τοιούτων. πλὴν διαλλάττει μόνον ἐπί τε τοῦ ἀληθοῦς καὶ ἐπὶ τοῦ δήλου, δυνατὸν <ὂν> ἀληθὲς συμπέρασμα ἐπὶ ψευδῶν προτάσεων συμπερανθῆναι· οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ποιότης, ἡ ποιότης οὐσία, συνάγεται ὅτι ὁ ἄνθρωπος οὐσία, καὶ ἔστιν ἀληθές· αἱ μέντοι προτάσεις ἀμφότεραί εἰσι ψευδεῖς. καὶ ἐπὶ τοῦ δήλου δὲ οὐ πάντως ἀνάγκη καὶ τὰς προτάσεις δήλας εἶναι. οἷόν ἐστι δῆλον ὅτι ἔστιν ἔκλειψις· ἐὰν οὖν δέοι τοῦτο συλλογίσασθαι, λέγω οὕτως· ἡ σελήνη μὴ ἔχουσα οἰκεῖον τὸ φῶς ἐμπίπτει εἰς τὸ σκίασμα τῆς γῆς· πᾶν τὸ ἐμπῖπτον εἰς τὸ σκίασμα τῆς γῆς, εἰ μὴ ἔχοι οἰκεῖον φῶς, ἐκλιμπάνει· ἡ σελήνη ἄρα ἐκλιμπάνει. εἰσὶ δὲ ἐν τούτῳ τῷ συλλογισμῷ αἱ μὲν προτάσεις ἄδηλοι τοῖς μὴ δι’ ἀστρονομίας ἠγμένοις, τὸ μέντοι σὺ συμπέρασμα δῆλον· τῇ αἰσθήσει γὰρ ἔχει τὸ πιστόν. φασὶ δὲ ὅτι οὐ πάντως οὐδὲ τὸ ἄδηλον συμπέρασμα ἀδήλους ἔχει τὰς προτάσεις· εἰ γὰρ δέοι τὸ ἄδηλον δι’ ἀδήλων δείκνυσθαι, πῶς ἂν εἴη δεδειγμένον ; ζητητέον δὲ τούτου παροειγμα.

    p. 41 b 32 Φανερὸν δὲ καὶ ἁπλῶς πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός, καὶ πότε δυνατὸς καὶ πότε τέλειος.

    Δῆλον ὅτι τέλειοι μὲν οἱ ἐν πρώτῳ σχήματι, ἀτελεῖς δὲ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ, διότι δέονται ἀντιστροφῆς · οὓς διὰ τοῦ δυνατοῦ σημαίνει· δυνάμει γὰρ ἔχουσι τὴν τελειότητα καὶ οὐκ ἐνεργεία. ἐὰν δὲ προσκέηται ἔν τισιν ἀντιγράφοις τὸ ἀτελές, τὸ μὲν ἀτελὲς νοήσομεν ὁμοίως καὶ ἐπὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι, ἐπειδὴ καὶ αὐτὸς ἀτελεῖς αὐτοὺς ἐκάλεσε, δυνατοὺς δὲ λέξομεν συλλογισμοὺς τοὺς δεομένους ἔξωθεν προὃτι [*](1 ὅτι καὶ U(f) 2 ἀνάγκη ὁμοίαν BU : inv. ord. t Arist. 6 ἣ prius om. Bt 8 ἢ prius om. Ut 10 ὁμοίως scripsi: ὁμοίας BUt καὶ prius om. Β 11 τε τῆς B ὃν addidi 15 ἀδήλου U οὐ πάντως U: ἀπάντως Β: ἁπάντως t δῆλον Bt: ἐπὶ τοῦ δήλου U 17 ἐμπίπτεις U σκίαμα Β πᾶν—18 γῆς om. U 18 ἔχει Β ἐκλιμπάνοι t 23 ἀδήλου Β 25 ἀπλῶς om. U 26 συλλογισμός om. U 27 μὲν om. U post ἐν alt. add. τῶ U 30 νοήσωμεν t καὶ om. U 31 ἀτελεῖς Ut: δυνατοὺς Β 32 ἐκάλεσε] c. 5 p. 28a4 c. 6 p. 29a15)

    256
    τάσεως εἰς τελείωσιν τοῦ δηλουμένου. οἷον τί λέγω; βουλόμενος δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λέγω οὕτως, ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρ ἀθάνατος. λέγω τοῦτον τὸν συλλογισμὸν δυνατὸν εἶναι, | διότι ἐλλείπει ἔξωθεν πρότασις εἰς τελείαν δεῖξιν τοῦ δηλουμένου, [*](LXIIIv) μένου, δυνάμει μέντοι ἔνεστιν ἡ ἐλλείπουσα πρότασις ἐν τῷ συλλογισμῷ· ἐλλείπει μὲν γὰρ ὅτι τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἐξ ἀνάγκης ἀθάνατον· δυνάμει μέντοι ἐν τῷ αὐτοκινήτῳ ἐστὶ καὶ τὸ ἀεικίνητον· πᾶν γὰρ αὐτοκίνητον ἀεικίνητόν ἐστι.

    p. 41b36 Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις ἔσται διὰ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἐὰν μὴ δι’ ἄλλων καὶ ἄλλων τὸ αὐτὸ συμπέρασμα γίνηται.

    Τὸ προκείμενον δῆλον· βούλεται γὰρ δεῖξαι ὅτι πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων μόνων καὶ οὐ πλειόνων γίνεται. βουλόμεθα γὰρ ἐν τῷ συλλογίζεσθαι τὶ ὑπάρχον τινὶ ἢ μὴ ὑπάρχον δεικνύναι· ἔχομεν οὗν τοῦτο ὗς δύο ὅρους. δείκνυμεν δὲ τὴν τούτων σχέσιν πρὸς ἄλληλα διά τινος ἄλλο· τρίου ὅρου σχέσιν ἔχοντος πρὸς ἄμφω τοῦτο ὗς καὶ δι’ ἑαυτοῦ ἢ συνάγοντος ἡ διιστῶντος τοὺς ἄκρους. ὥστε τριῶν ὅρων μόνων χρεία ἡμῖν ἐν τῷ συλλογισμῷ, εἰ μή, φησί, δι’ ἄλλων καὶ ἄλλων τὸ αὐτὸ συμπέρασμα γίνεται, τουτέστιν εἰ μὴ διαφόροις ἐπιχειρήσεσι τὸ αὐτὸ βουλόμεθα κατασκευάσαι· τότε γὰρ κεχρήμεθα ἄλλῳ τινὶ μέσῳ ὅρῳ. οἷον βουλόμενος ὁ Πλάτων’ κατασκευάσαι ὅτι ἀθάνατος ἡ ψυχή, ποτὲ μὲν κατασκευάζει διὰ μέσου τοῦ ἀεικινήτου, ὥσπερ ἐν τῷ Φαιδρῷ, ποτὲ δὲ διὰ τοὐ αὐτὸ τὸ ζῆν ἐπιφέρειν τοῖς σώμασιν, ὡς ἐν τῷ Φαίδωνι, ποτὲ δὲ διὰ τοῦ ὑπὸ τῆς ἰδίας κακίας μὴ φθείρεσθαι, ὡς ἐν τῷ Κρίτωνι. εἰ γὰρ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας φθείρεται κακίας, ἡ δὲ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθεί- ρεται, ἡ ψυχὴ ἄρα οὐ φθείρεται· τὸ σχῆμα δεύτερον. πάλιν ὅτι ὁ ἄνθρω- πος οὐσία κατασκευάζομεν ποτὲ μὲν διὰ μέσου τοῦ ζῴου, ποτὲ δὲ διὰ μέσου τοῦ ἐμψύχου· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος οὐσία· καὶ ἐπὶ τοῦ ἑτέρου ὁμοίως. ὅταν δὲ τοῦτο κατασκευάζωμεν, ἓν μὲν συνάγομεν συμπέρασμα, οὐχ ἕνα μέντοι συλλογισμόν· διαφόρους γὰρ τοὺς μέσους παρειλήφαμεν καὶ διαφόρους διὰ τοῦτο προτάσεις· οὐδὲ γὰρ ταὐτόν ἐστι τὸ εἰπεῖν ὅτι ὁ ἄνθρωπος ἔμψυχος τῷ εἰπεῖν ὅτι ὁ ἄνθρωπος ζῷον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὥστε πλείονες οἱ συλλογισμοί. ὁμοίως δέ, φησί, καὶ ἐὰν τῷ αὐτῶ μὲν μέσῳ ὅρῳ χρησώμεθα μὴ τὴν αὐτὴν μέντοι [*](7 καὶ om. U 8 post γὰρ add. τὸ BU: om. t 9 ὅτι καὶ U 10 καὶ ἄλλων Β Arist.: om. Ut 11 γίνηται Arist.: γίνεται Β: γένηται Ut cf. vs. 19 12 γὰρ om. U 14 post τι add. καὶ D τινὶ scripsi: τι BU: om. t 17 ὅρων om. U post ἡμῖν add. ὅρων B 19 γίνηται t ἐπιχειρήμασι Β 21 κατασκευάζομεν U 22 ante μέσου add. τοῦ t ἐν τῷ Φαιδρῷ] c. 24 p. 245 C sq. 22. 23 αὐτῶ τοῦ (τῷ t) εἶναι ζώω ἐπιφέρει Ut 23 ὥσπερ Β ἐν τῷ Φαίδωνι] c. 54 p. lOSDsq. 24 ἐν τῶ Κρίτωνι κρείττονι t)] immo Respubl. Χ 9 p. 608 D sq. 26 ὁ om. t 28 post πᾶς alt. add. ἄρα t 29 κατασκευάζομεν t 32 ὅτι prius Bt: τί D τὸ (post ἒμψ.) U)

    257
    σχέσιν ἔχοντι πρὸς τὰ ἄκρα, τὸ αὐτὸ μὲν πάλιν συμπεραίνομεν, δι’ ἄλλων [*](XXIII v) μέντοι καὶ ἄλλων, καὶ πάλιν διὰ τοῦτο οὐχ εἷς ὁ συλλογισμὸς ἀλλὰ πλείους διὰ τὴν διάφορον τοῦ μέσου σχέσιν· οὗτος γάρ ἐστιν ὁ τὸ κῦρος ἔχων ἐν τοῖς συλλογισμοῖς. οἷον ὅταν τὸ μερικὸν ἀποφατικὸν δεικνύωμεν καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου σχήματος· καὶ ἐνταῦθα γὰρ ἓν μὲν τὸ συμπέρασμα, πλείονες δὲ οἱ συλλογισμοί. κἄν διὰ προσυλλογισμῶν δὲ κατασκευάζηται ὁ συλλογισμός, οὐδὲν ἧττον πλείους οἱ συλλογισμοί, ἐπεὶ καὶ τὰ συμπεράσματα ἐνταῦθα πλείονα· ἀεὶ γὰρ τὸ συμπερανθὲν ἐν τῷ πρώτῳ συλλογισμῷ τοῦ ἐφεξῆς ποιούμεθα πρότασιν. οἷον ὡς ὅταν βουλώμεθα δεῖξαι ὅτι τὸ δίκαιον ἀγαθόν ἐστι διὰ μέσου τοῦ καλοῦ οὕτως· τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν. τοῦτον οὖν τὸν συλλογισμὸν κατασκευάζομεν διὰ προσυλλογισμῶν. πόθεν γὰρ ὅτι τὸ δίκαιον καλόν; τὸ δίκαιον ἐπαινετόν· οὐδεὶς γὰρ ἐπαινεῖ τοὺς ἀδίκους ἀλλὰ τοὺς δικαίους, καὶ αὐτοὶ οἱ τὰ ἄδικα πράττοντες· τὸ ἐπαινετὸν καλόν· τὸ δίκαιον ἄρα καλόν. πόθεν δὲ ὅτι τὸ καλὸν ἀγαθόν; λέγομεν πάλιν οὕτως· [τὸ δίκαιον καλόν] τὸ καλὸν ἐφετόν· ἐπιστρέφει γὰρ εἰς ἑαυτὸ τὸ καλὸν καὶ ἐρᾶν ἑαυτοῦ ποιεῖ, ὅθεν ἔχει καὶ τοὔνομα ὡς καλοῦν πάντα πρὸς ἑαυτὸ καὶ καλεῖται καλὸν ἀγαθόν <· τὸ ἐφετὸν ἀγαθόν· τὸ καλὸν x003E;. πόθεν ὅτι τὸ ἐφετὸν ἀγαθόν; τὸ ἐφετὸν συμφέρον· οὐδεὶς γὰρ τῶν βλαπτόντων ἐφίεται· <τὸ συμφέρον ἀγαθόν·> τὸ ἐφετὸν πόθεν τὸ δίκαιον ὅτι ἀγαθόν; <τὸ δίκαιον καλόν· τὸ καλὸν ἐφετόν·> δίκαιον ἐφετόν. τὸ δίκαιον ἐφετόν· τὸ ἐφετὸν συμφέρον · οὐδεὶς γὰρ τῶν βλαπτόντων ἐφίεται] τὸ δίκαιον ἄρα συμφέρον. τὸ δίκαιον συμφέρον· τὸ συμφέρον ἀγαθόν· τὸ δίκαιον ἄρα ἀγαθόν. ὥστε κἄν διὰ προσυλλογισμῶν περαίνωμεν, πλείονές εἰσιν οἱ συλλογισμοί. εἰ μέντοι μὴ διὰ προσυλλο- γισμῶν περαίνομεν, ἀλλ’ αὐτὰ τὰ συμπεράσματα ἐπισυνάπτοντες ἕνα ποι. οῦμεν συλλογισμόν, οἷον τὸ δίκαιον ἐπαινετόν, τὸ ἐπαινετὸν καλόν, τὸ καλόν ἐφ·ετόν, τὸ ἐφετὸν συμφέρον, τὸ συμφέρον ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν, οὗτος, φησίν, ὁ συλλογισμὸς διὰ πλειόνων μὲν ὅρων περαίνεται, σύνθετος μέντοι ἐστὶ καὶ οὐχ ἁπλοῦς. περὶ δὲ τῶν ἁπλῶν ὁ λόγος, ὅτι ἀνάγκη διὰ τριῶν καὶ μόνων ὅρων περαίνεσθαι, ὁπότε κἀνταῦθα οἱ προσεχεῖς ὅροι καὶ τὸ κῦρος ἔχοντες τρεῖς εἰσιν οἱ καὶ τὸ προκείμενον κατασκευάσαντες, τὸ δίκαιον, τὸ συμφέρον, τὸ ἀγαθόν.

    p. 41b38 οἷον τὸ E διά τε τῶν ΑΒ καὶ τῶν ΓΔ.

    Τοῦτο παράδειγμά ἐστι τοῦ δι’ ἄλλου καὶ ἄλλου μέσου περαινομένου συμο [*](1 τὰ ἄκρον sic U: ἄκρον Bt 2 ὁ om. U 3 οὗτος soripsi: αὐτὸς BUt 7 δὲ Bt: μὲν U ὁ superscr. U 14 αὐτοί τε οἱ τἄδικα, om. καὶ U 16 τὸ δίκαιον καλόν delevi 18 καλεῖται Bt: καλῶν U καλὸν ἀγαθόν— 21 ὅτι ἀγαθόν om. U 18. 19 τὸ ἐφετὸν — ἄρα ἀγαθόν addidi 20 τὸ συμφέρον ἀγαθόν addidi 21 τὸ δίκαιον — ἐφετόν addidi 21.22 τὸ ἄρα δίκαιον ἐφετόν om. t 22. 23 οὐδεὶς — ἐφίεται ut e vs. 19. 20 illata delevi 26 περαίνωμεν U)

    258
    περάσματος, ὡς τὸν ἄνθρωπον εἶναι οὐσίαν διά τε τοῦ ζῴου καὶ διὰ τοῦ ἐμψύχου καὶ τὴν ψυχὴν * * διά τε τοὐ ἀεικινήτου καὶ τοῦ αὐτοκινήτου. λαμβάνει δὲ τὸ μὲν E συμπέρασμα, τὸ δὲ Α καὶ Β δύο προτάσεις, καὶ πάλιν ἑτέρας δύο | τὸ Γ καὶ τὸ Δ.

    [*](LXIV r)

    p. 41b39 Ἢ διὰ τῶν ΑΒ καὶ ΑΓ καὶ ΒΓ.

    Τοῦτο παράδειγμα τοῦ ἐν διαφόροις τοῖς σχήμασι τὸ αὐτὸ συμπέρασμα δείκνυσθαι, ἐπειδή, ὡς εἴπομεν, τὸ αὐτὸ μερικὸν ἀποφατικὸν δείκνυται ἐν τοῖς τρισὶ σχήμασιν. οἷον ὅτι τὸ λευκὸν οὐ παντὶ ἀνθρώπῳ ἐν τῷ πρώτῳ οὕτως· λευκὸν οὐδενὶ Αἰθίοπι, Αἰθίοψ τινὶ ἀνθρώπῳ, καὶ συνάγεται λευκὸν οὐ παντὶ ἀνθρώπῳ. καὶ ἐν τῷ δευτέρῳ· Αἰθίοψ οὐδενὶ λευκῷ, Αἰθίοψ· τινὶ ἀνθρώπῳ, καὶ λευκὸν οὐ παντὶ ἀνθρώπῳ. καὶ ἐν τῷ τρίτῳ· λευκὸν οὐδενὶ Αἰθίοπι, ἄνθρωπος τινὶ Αἰθίοπι καὶ λευκὸν οὐ παντὶ ἀνθρώπω. ἡ γὰρ μείζων ἐν τῷ πρώτῳ σχήματι ἀντιστρεφομένη ποιεῖ τὸ δεύτερον, λέγω δὴ ἡ ἀποφατική· ἐπειδὴ γὰρ λευκὸν οὐδενὶ Αἰθίοπι, καὶ Αἰθίοψ οὐδενὶ λευκῷ· γίνεται οὖν τὸ δεύτερον. ἐὰν δὲ τὴν ἐλάττω τοῦ πρώτου ἀντιστρέψωμεν, λέγω δὴ τὴν καταφατικήν, γίνεται τὸ τρίτον σχῆμα· εἰ γὰρ Αἰθίοψ τινὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος τινὶ Αἰθίοπι. ὅρα οὖν πῶς διὰ τῆς τῶν στοιχείων ἐναλλαγῆς τοῦτο ἐσήμανε. τὸ μὲν γὰρ ΑΒ τὸ πρῶτον σχῆμα δηλοῖ· ἔστι δὲ τὸ μὲν Α ἡ ἐλάττων καταφατικὴ πρότασις, τὸ δὲ Β ἡ μείζων ἀποφατική. ἐπειδὴ οὖν ἐν τῷ δευτέρῳ φυλάττομεν τὴν ἐλάττονα, ἀντισρέφομεν δὲ τὴν μείζονα, διὰ τοῦτο τὸ δεύτερον διὰ τοῦ ΑΓ ἐδήλωσε φυλάξας μὲν τὸ Α ἀμείψας δὲ τὸ B. πάλιν ἐπειδὴ ἐν τῷ τρίτῳ φυλάττομεν τὴν μείζονα, ἀντιστρέφομεν δὲ τὴν ἐλάττονα, διὰ τοῦτο καὶ αὐτὸς ἐφύλαξε μὲν τὸ Β, ἤμειψε δὲ τὸ Α εἰς τὸ Γ· τὸ γὰρ ΒΓ τὸ τρίτον σημαίνει σχῆμα.

    p. 42a1 Ἢ πάλιν ὅταν ἑκάτερον τῶν ΑΒ διὰ συλλογισμοῦ ληφθῇ.

    Τουτέστιν ὅταν αἱ παραλαμβανόμεναι δύο προτάσεις προσυλλογισμῶν δέωνται· ἐδείκνυμεν γὰρ ὅτι τὸ δίκαιον καλὸν διὰ τοῦ ὅτι τὸ δίκαιον ἐπαινετὸν καὶ τὸ ἐπαινετὸν καλόν, καὶ ὅτι τὸ καλὸν ἀγαθὸν δι’ ὧν ἐδείξαμεν. τὰ τῶν προσυλλογισμῶν οὖν προτάσεις αὐτῷ σημαίνει τὸ ΔΕ καὶ τὸ ΖΘ.

    p. 42a3 Ἢ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ.

    Πολλάκις, φησίν, ἡ μὲν τῶν προτάσεων συλλογισμοῦ δεῖται πρὸς κατα [*](2 lac. indicavi; supple εἶναι ἀθάνατον 5 post καὶ alt. add. διὰ τῶν Β (corr. Α Vat. 199), διὰ U: om.. t Arist. 7 εἴπομεν] p. 257,4 8 ὅτι om.. t 11. 12 καὶ ἐν — ἀνθρώπῳ om. U 13 ἐν om. U 20 post μείζων add. καὶ it 21 ἀντιστρέψομεν pr. Β 22 φυλάξω U 24 γݲ alt. om. U 27 προλαμβανόμεναι 28 δέονται t ἐδείκνυμεν ἐδείκνυε μὲν U)] p. 257,13 sq. 30 αὐτό Β 32 τῶ — τῶ U ἐπαγωγῆ U Arist.: ἀπαγωγὴ Bt)

    259
    σκευήν, ἡ δὲ ἑτέρα ἐπαγωγῆς. οἷον βουλόμεθα δεῖξαι ὅτι ἡ ἰατρικὴ χρή. [*](LXIVr) σιμὸς τῷ βίῳ, καὶ λέγομεν οὕτως· ἡ ἰατρικὴ τέχνη, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, ἡ ἰατρικὴ ἄρα χρήσιμος τῷ βίῳ. τούτων τῶν προτάσεων τὴν μὲν διὰ συλλογισμοῦ κατασκευάζομεν, ὅτι ἡ ἰατρικὴ τέχνη· ἡ ἰατρικὴ μέθοδός ἐστιν ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη ἐστί, ἡ ἰατρικὴ ἄρα τέχνη ἐστί. τὴν δὲ λέγουσαν ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ μόνως δι’ ἐπαγωγῆς κατασκευάζομεν δείξαντες ὅτι πᾶσαι αἱ κατὰ μέρος τέχναι χρήσιμοι τῷ βίῳ.

    p. 42a4 Πλείω γὰρ τὰ συμπεράσματά ἐστιν, οἷον τό τε Α καὶ τὸ B καὶ τὸ Γ.

    Ὃταν γὰρ δηλονότι διὰ προσυλλογισμῶν τὴν Α πρότασιν κατασκευά- ζωμεν, συμπέρασμα ποιοῦμεν τὸ Α· ὁμοίως καὶ ἐπὶ τῆς Β προτάσεως. ἐκ δὲ τούτων τῶν συμπερασμάτων, τοῦ Α καὶ τοῦ Β, προτάσεων γινο- μένων συμπεραίνομεν τὸ Γ. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ E τὸ Γ ἐνταῦθα παρέλαβεν· ἄνω γὰρ εἶπε τὸ E εἶναι συμπέρασμα τοῦ AB.

    p. 42a6 El δ’ οὖν μὴ πλείους ἀλλ’ εἷς, οὕτω μὲν ἐνδέχεται γίνε- σθαι διὰ πλειόνων τὸ αὐτὸ συμπέρασμα, ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον.

    Ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι εἰ ὁ διὰ πλειόνων ὅρων δεικωύμενος συλλογισμὸς εἷς λέγοιτο, οὐ προσυλλογισμῶν φημι, οὕτως ἂν λέγοιτο εἷς ὡς σύνθετος, ὡς μέντοι ἁπλοῦς, οὐδαμῶς. πάλιν δὲ τὸ Γ ἀντὶ τοῦ E παρέλαβεν.

    p. 42a8 ἔστω γὰρ τὸ E συμπεπερασμένον ἐκ τῶν ΑΒΓΔ.

    Τὸ προκείμενον ἦν δεῖξαι ὅτι διὰ δύο μόνων προτάσεων τῶν προσεχεστάτων καὶ κυρίων τοῦ συμπεράσματος γίνεται ὁ συλλογισμὸς καὶ οὐ πλειόνων. δείκνυσιν οὗν τοῦτο διὰ τούτων. εἰ γὰρ ἐγχωρεῖ, φησίν, ὑπο- κείσθω διὰ τῶν ΑΒΓΔ γινόμενος συλλογισμός, τουτέστι διὰ τεσσάρων προ- τάσεων· ἕκαστον γὰρ στοιχεῖον ὡς πρότασιν λαμβάνει· καὶ περαινέτωσαν αἱ προτάσεις αὗται τὸ E. ἐπειδὴ οὖν, φησί, δέδεικται ὅτι αἱ ποιοῦσαι [*](2. 3 καὶ — ἆ. χp. τ. βίῳ om. Β 4 ἡ alt. om. t C post χρήσιμος add. ἐστὶ Β 9 ἐστιν, οἷον t Arist.: οἷον Β: om. U 11 προσυλλογισμοῦ t 11. 12 κατα- σκευάζομεν, ut videtur, pr. B 13 β om. pr. Β 15 ἄνω] p. 41b38 συμπέρασμα post β΄ colloc. t αݲ om. Bl 16 δ’ om. D οὕτω It τοῦτο Β 16. 17 γίνεσθαι BUt C d n) : γενέσθαι Arist. 17 post δὲ add. καὶ B διὰ τοῦ U 20 οὐ προσυλλογισμῶν φημι om. U 21 ἁπλῶς U 23 συμπέρασμα Β lemmati add. οὐκοῦν — μερος (cf. p. 261,1. 2) BD 24 τῶν Bt: καὶ U 24. 25 προσεσχάτων Ut 26. 27 ὑποκείσθω ex ὑποκεῖσθαι corr. U2 29 ἐπεὶ Β)

    260
    τὸν συλλογισμὸν προτάσεις ἔχουσί τινας πρὸς ἀλλήλας σχέσεις, διελὼν [*](LXIVr) εἰς δύο τμήματα ταύτας τὰς προτάσεις περὶ ἑκατέρου τμήματος ἐρωτήσαιμι. αἱ γὰρ ΑΒ προτάσεις ἢ ἔχουσι σχέσιν πρὸς ἑαυτὰς ἢ οὐκ ἔχουσι. καὶ εἰ μὲν οὐκ ἔχουσι, μάτην ἔσονται παρειλημμέναι· δεῖ γὰρ τὰς τοῦ συλλογισμοῦ γισμοῦ προτάσεις σχέσιν ἔχειν πρὸς ἀλλήλας· ὥστε αὗται σχέσιν μὴ ἔχουσαι οὐ ποιοῦσι συλλογισμόν. εἰ δὲ ἔχουσι σχέσιν πρὸς ἀλλήλας, ἤτοι τὸ E τὸ προκείμενον ἡμῖν ἐξ ἀρχῆς συμπεραίνουσιν ἢ τῶν ΓΔ προτάσεων θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. πάλιν αἱ ΓΔ προτάσεις ἢ ἔχουσι πρὸς ἀλλήλας σχέσιν ἢ οὐκ ἔχουσι. καὶ εἰ μὲν μὴ ἔχουσιν, ἅτε μηδὲν συμπεραίνουσαι μάτην ἔσονται εἰλημμέναι. εἰ δὲ ἔχουσιν, ἤτοι αὐτὸ τὸ E συν- άγουσιν ἢ τῶν ΑΒ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. τούτων οὕτως ἐξ ἀνάγκης ἐχόντων, εἰ μὲν αἱ | ΑΒ προτάσεις τὸ E συνάγουσιν, ἔχομεν [*](LXIVv) τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων μόνων γίνεται ὁ συλλογισμός. αἱ δὲ ΓΔ εἰ μὲν καὶ αὗται τὸ E συνάγουσιν, ἓν ἔσται καὶ τὸ αὐτὸ συμπέρασμα διὰ πλειόνων συλλογισμῶν συμπεπερασμένον, ὥστε πάλιν πλείονες οἱ συλλογισμοί. εἰ δὲ αἱ ΓΔ τῶν ΑΒ θάτερον συνάγουσι, διὰ προσυλλο- γισμῶν ἔσται δεδειγμένον τὸ Ε · προσυλλογισμοῦ γὰρ αἱ ΓΔ προτάσεις συνάγουσαι μίαν τῶν AB προτάσεων, ἐξ ὧν τὸ E συνήχθη. εἰ δὲ ἄλλο τι συνάγουσιν αἱ ΓΔ προτάσεις, οὐ μόνον πλείους οἱ συλλογισμοὶ ἀλλὰ καὶ ἀκοινώνητοι ἀλλήλοις· ἄλλος γὰρ συλλογισμὸς ὁ διὰ τῶν ΑΒ συνάγων τὸ E, καὶ ἄλλος ὁ διὰ τῶν ΓΔ ἕτερόν τι συνάγων, φέρε εἰπεῖν τὸ Z. οὕτω μὲν οὖν, εἰ ὑποθώμεθα τὰ μὲν ΑΒ συνάγοντα τὸ E, τὰ δὲ ΓΔ ἢ αὐτὸ τὸ E ἡ τῶν AB θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. ὁμοίως δὲ κἂν ὑποθώμεθα τὰ AB συνάγοντα ἢ τῶν ΓΔ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα, ἀδύνατος δείκνυται ὁ λόγος. εἰ μὲν γὰρ ἄλλο τι παρὰ ταῦτα συνάγοιεν αἱ ΑΒ, αἱ δὲ ΓΔ καὶ αὗται ἄλλο παρὰ τὰ κείμενα, καὶ πλείους οἱ συλλογισμοὶ καὶ οὐ τοῦ προκειμένου · πρόκειται δὲ τὸ E συμπέρασμα. εἰ δὲ τῶν ΑΒ θάτερον, διὰ προσυλλογισμῶν ἄλλο τι πάλιν καὶ οὐ τὸ προκείμενον δείξομεν· προσυλλογισμὸς γὰρ τὸ ΓΔ τοῦ ΑΒ συνάγοντος ἄλλο τι τῶν προκειμένων. * * * * εἰ δὲ τὸ ΑΒ τῶν ΓΔ τι συνάγοι, τὰ δὲ ΓΔ * * * εἰ τὸ μὲν E, πάλιν διὰ προσυλλογισμῶν περαίνομεν, καὶ ἔχομεν τὸ ζητούμενον, ὅτι αἱ κύριαι προτάσεις αἱ συνάγουσαι τὸ E δύο εἰσίν, αἱ ΓΔ· εἰ δὲ ἢ τῶν ΑΒ θάτερον ἢ] ἄλλο τι παρὰ ταῦτα, ὁμοίως καὶ πλείους οἱ συλλογισμοὶ καὶ οὐ τοῦ προκειμένου. ὥστε πανταχόθεν δέδεικται ὅτι ἀνάγκη διὰ δύο μόνων προτάσεων τῶν κυριωτάτων πάντα συλλογισμὸν γίνεσθαι.

    [*](1 σχέσεις post τινας add. in mrg. U 2 τμήματα Β: τὰς τέσσαρας Ut τὰς om. Ut 3 #x772; Ut: ἄλλαι Β 4 ἔσονται Ut: ἄν εἶεν Β 10 ἤτοι αὐτὸ scripsi cf. vs. 22: ἡ τοιαῦται BUt 15 συμπεπερασμένον U: περαινόμενον Bt 17 εݲ Ut: ςݲ e γݲ, ut videtur. corr. B 2 πρὸς συλλογισμοῦ Ut 22 τὸ μὲν τὰ alt. scripsi: τὸ BUt 23 δὲ om. Β 24 τὰ — συνάγοντα e τὸ συνάγων corr. U 2 : τὸ—συνάγον Bt 25 παρ’ αὐτὰ U αݲβݲ oiu. U 25. 26 αἱ δὲ om. 30 lacunas indicavi; priore loco supple εἰ δὲ τὸ εݲ et similia atque vs. 19 — 21, altero τὸ εݲ ἡ ἄλλο τι παρὰ ταῦτα 31 καὶ om. Bt 32 κυρίως Β αἲ συνάγουσι 32. 33 ἡ εἰ t) — ἢ delevi)
    261

    p. 42a9 οὐκοῦν ἀνάγκη τι αὐτῶν ἄλλο πρὸς ἄλλο εἰλῆφθαι, [*](LXIV v) τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος.

    Ἀντὶ τοῦ τὴν μὲν περιέχειν τῶν προτάσεων τὴν δὲ περιέχεσθαι. περιέχει δὲ ἡ μείζων, ἡ δὲ ἐλάττων περιέχεται· ἐὰν γὰρ εἴπω ὅτι οὐσί παντὶ ζῴῳ, ζῷον παντὶ ἀνθρώπῳ, δῆλον ὅτι περιεκτικωτέρα τε καὶ καθολικωτέρα ἡ μείζων ἡ λέγουσα ‘ οὐσία παντὶ ζῴῳ’· ἔχει γάρ τὸν μείζονα ὅρον, τὴν οὐσίαν, ὃς περιέχει καὶ τὸ ζῷον καὶ τὸν ἄνθρωπον.

    p. 42a18 Καὶ εἰ μὲν τὸ E ἢ τῶν ΑΒ θάτερον, ἢ πλείους ἒσονται οἱ συλλογισμοί, ἢ ὡς ἐνεδέχετο τὸ αὐτὸ διὰ πλειόνων ὅρων περαίνεσθαι συμβαίνει.

    Πλείους μὲν οὖν γίνονται, ἒν τῶν ΑΒ θάτερον, διότι καὶ τὰ συλ- ῥάσματα ἕτερα· τὸ δὲ ἢ ὡς ἐνεδέχετο τὸ αὐτὸ διὰ πλειόνων ὅρων περαίνεσθαι, ἐὰν τὸ E συνάγωσι. σημαίνει δὲ αὐτὸ τοῦτο τάς τε διὰ διαφόρων μέσων τὸ αὐτὸ συναγούσας προτάσεις καὶ τὰς διὰ διαφόρων μὲν μέσων διὰ πλειόνων δὲ σχημάτων ὁμοίως τὸ αὐτὸ συναγούσας συμπέρασμα. ὅτι δὲ καὶ ἐν τοῖς τοιούτοις πλείονες οἱ συλλογισμοί, εἴπομεν ἤδη.

    p. 42a22 Εἰ δὲ μὴ οὕτως ἔχοι τὸ Γ πρὸς τὸ Δ ὥστε ποιεῖν συλλογισμόν, μάτην ἔσται εἰλημμένα.

    Ἐπισημειωτέον τῇ λέξει. ὑποθέμενος γὰρ ἐπὶ τῶν ΓΔ προτάσεων πάσας τὰς ἄλλας ὑποθέσεις, ἡ γὰρ ἔχουσι, φησί, σχέσιν πρὸς ἀλλήλας ἢ οὐκ ἔχουσι· καὶ εἰ μὲν ἔχουσιν, ἢ τὸ E συνάγουσιν ἢ τῶν ΑΒ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. ταῦτα οὖν πάντα ὑπέθετο. νῦν δὲ ὑποτίθεται ὅτι εἰ μὴ ἔχουσι σχέσιν, οὐδὲ συμπεραίνουσί τι. ἐπεσημειωσάμην δὲ τοῦτο, ὅτι ὑποκατιὼν καὶ τὰς λοιπὰς ὑποθέσεις ἐπὶ τοῦ ΑΒ γυμνάζων (μόνον γὰρ γυμνάζων τὸ AB τὸ E τέως ὑπέθετο) ἐπάγει μὴ γίνεσθαι ἐκ τῶν ΓΔ μηδὲν συμπέρασμα, δέον εἰπεῖν ‘ ἐκ τῶν ΑΒ΄· ἤδη γὰρ ἐνταῦθα ὑπέθετο τὸ ΓΔ μηδὲν συμπεραῖνον. δῆλον ἄρ ὅτι γραφικὸν ἄνωθέν ἐστι τὸ σφάλμα. πάντα γὰρ τὰ βιβλία οὕτως ἔχουσιν.

    p. 42a23 Εἰ μἡ ἐπαγωγῆς ἢ κρύψεως ἤ τινος ἄλλου τῶν τοιούτῶν χάριν.

    ᾿Εάν, φησί, τῶν ΑΒ σχέσιν ἐχουσῶν πρὸς ἀλλήλας καὶ διὰ τοῦτο συναγουσῶν τι συμπέρασμα αἱ ΓΔ προτάσεις ἄσχετοι ὧσι, μάτην εἰλημδὲ [*](4 post prius add. καὶ t 5 τε om. I s μὲν τὸ I Arist.: inv. ord. Bt 9 ταὐτὸ t Arist. 11 τῶν It: τὸ Β 13 συνάγουσι t an αὐτῷ ? cf. p. 258,30 14 μέσον Bt 16 εἴπομεν] p. 256,17 sq. 17 ἔχοι 1 Arist.: ἔχει B(m): non liquet I 21 μὲν om. U 25 ἐπάγει] p. 42a28 post ἐπάγει add. δὲ BU : om. t ἐκ τοῦ B 27 γράφεται Ut)

    262
    μέναι ἔσονται, εἰ μή, φησίν, ἐπαγωγῆς ἢ κρύψεως ἕνεκα παρελήφθη· [*](LXIV v) ’σαν. ἐπαγωγῆς μὲν ἀντὶ τῆς καθ’ ἕκαστα ἐπαγωγῆς, ὥσπερ καὶ ἀνωτέρω λαβόντες ὅτι πᾶσα τέχνη ὠφέλιμος τῷ βίῳ * * * * καὶ χαλκευτικὴ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὸ δὲ κρύψεως τοιοῦτόν ἐστιν· ὅταν βουλώμεθα τοὺς σοφιστὰς συλλογίσασθαί τι, φέρε εἰπεῖν ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι, προτείωομεν αὐτοῖς ὅτι οὐ δοκεῖ σοι ἡ ἡδονὴ ἐφετὸν εἶναι; εἶτα ταύτην λαβόντες τὴν πρότασιν ἐὰν εὐθὺς τὴν ἑτέραν ἐπαγάγωμεν λέγοντες ’ τί δέ, οὐχὶ τὸ ἐφε- τὸν ἀγαθόν ’ , συναισθόμενος τοῦ συμπεράσματος οὐ συγχωρεῖ τῇ προτάσει ἢ καὶ τὰ ὁμολογηθέντα ἀνατίθεται. διόπερ ἵν λάθωμεν αὐτὸν λαβόντες [*](LXV r) τὴν προτέραν πρότασιν, ὅτι ἡ ἡδονὴ ἐφετόν, μακρὸν κατατείνομεν περὶ τοῦ ἐφετοῦ λόγον, τί δήποτέ ἐστι τὸ ἐφετόν, καὶ ποσαχῶς λέγεται, καὶ μυρία ἄλλα τοιαῦτα, βουλόμενοι κρύψαι τὴν ἀκολουθίαν τοῦ συλλογισμοῦ. εἶτα ἐκκρούσαντες τῆς πρώτης προτάσεως μετὰ πολλὰ καὶ τὴν ἑτέραν ἐρωτῶμεν, εἰ πᾶσα ἔφεσις ἀγαθοῦ ἔφεσις, καὶ λαβόντες τοῦτο συνάπτομεν τὰς προρύψεως, καὶ ἀποφαινόμεθα τὸ συμπέρασμα. τοῦτο οὖν ἐστιν ὅ φησιν ἢ κρύψεως, τουτέστιν ἀποκρύψασθαι βουλόμενοι τὴν ἀκολουθίαν τοῦ συλλο- γισμοῦ ἔξωθέν τισι πολλάκις κεχρήμεθα. τὸ δὲ ἢ ἄλλου τινὸς τῶν τοιούτων χάριν, τοῦτ’ ἔστι μήκους λόγων καὶ ἀναπληρώσεως ἢ χάριτός τινος, ἵνα μὴ ξηρὸς ᾖ ὁ λόγος, καὶ μάλιστα ὅταν πρὸς ἐπίδειξιν ὁρᾷ, ὡς ὅταν εἰπόντες τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν’ ἀποτείνωμεν περὶ τοῦ καλοῦ μακρὸν λόγον.

    p. 42a28 Et δὲ μὴ γίνεται ἐκ τῶν ΓΔ μηδὲν συμπέρασμα.

    Ταύτης ἕνεκεν τῆς λέξεως ἐπεσημηνάμην ἀνωτέρω· δῆλον γὰρ ὅτι περὶ τῶν ΑΒ ὁ λόγος. ὑποθέμενος γὰρ ἀνωτέρω τὰ ΑΒ συνάγοντα τὸ Ε τὰ πρὸ μικροῦ εἰπὼν ἱεῖ δὲ ἐκ τῶν ΑΒ μὴ τὸ Ε ἀλλ’ ἄλλο τι γίνεται συμπέρασμα” ἀκόλουθον ἦν ἐπαγαγεῖν εἰ δὲ μὴ γίνεται ἐκ τῶν AB μηδὲν συμπέρασμα. ἔχει δὲ ἡ λέξις ΓΔ, ὥτε δῆλον ὅτι ἡμάρτηται.

    p. 42a33 Ei μὴ προσλαμβάνοιτό τι, καθάπερ ἐν τοῖς ἐξ ἀρχῆς ἐλέχθη, πρὸς τὴν τελείωσιν τῶν συλλογισμῶν.

    Τουτέστιν εἰ μὴ δι’ ἐπαγωγῆς ἢ διὰ προσυλογισμοῦ τὰς προτάσεις πατασκευάσομεν.

    p.42a35 Φανερὸν οὖν ὡς ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ ἄρτιαί εἰσιν αἱ προτάσεις δι’ ὧν γίνεται τὸ συμπέρασμα τὸ κύριον (ἔνια [*](1. 2 παρελείφθησαν t 2 μέντοι t post ἀντὶ add. τοῦ U ἀνωτέρω] p. 259,2 sq. 3 lac. indicavi; supple velut κατεσκευάσαμεν τοῦτο δείξαντες ὅτι οἰκοδομικὴ ὠφέλιμος τῷ βίῳ 4 ἄλλων ὁμοίως Bt: λοιπῶν U 5. G προτείνωμεν U 6 ταύτην scripsi: αὐτὴν Bit 7 τὴν alt. om. t 10 ἑτέραν Β 13 ἐκρούσαντες pr. U 14 συνάπτωμεν t 18 τουτέστι Bt: οἷον U λόγου U 21 καλοῦ e μακροῦ corr. Β 2 23 ἀνωτέρω] p. 261,23 sq. 25 πρὸ μικροῦ] p. 42a24 τι U Arist.: om. Bt)

    263
    γὰρ τῶν ἄνωθεν συμπερασμάτων ἀναγκαῖον εἶναι προτάσεῖς), [*](LXV r) οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν.

    Εἰ δέδεικται ὅτι αἱ συνεκτικώταται τοῦ συλλογισμοῦ προτάσεις δύο εἰσί (τῶν γὰρ προσυλλογισμῶν δῆλον ὅτι τὰ συμπεράσματα προτάσεις τοῦ προκειμένου συλλογισμοῦ γίνονται), ἀνάγκη ἄρα, ἐν ᾧ συλλογισμῷ πλείους εἰσὶ τῶν δύο προτάσεις, τοῦτον ἢ μηδὲ ὅλως εἶναι συλλογισμόν, οἷον εἰ λέγοιμι ‘ὁ ἵππος ζῷον, ὁ κύων τετράπους, ὁ ἄνθρωπος δίπουν’, ἢ πλείω τῶν ἀναγκαίων καὶ συνεκτικωτάτων τοῦ προκειμένου συλλογιζόμενος ᾔτησε παρὰ τοῦ προσδιαλεγομένου. οἷον εἰ βουλόμενος δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐσία εἴπω ὅτι ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· δῆλον γὰρ ὅτι περιττὴ ἡ τοῦ γελαστικοῦ πρόσθεσις· ἤρκει γὰρ ζῷον εἰπόντα δεῖξαι αὐτόθεν ὅτι οὐσία.

    p. 42b1 Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν ἅπας ἔσται συλλογισμὸς ἐκ προτάσεων μὲν ἀρτίων ἐξ ὅρων δὲ περισσῶν.

    Τὸ προκείμενον διὰ τούτων δεῖξαι ὅπως ἔχουσι πρὸς ἀλλήλας κατὰ τὸν ἀριθμὸν οἵ τε ὅροι καὶ αἰ ποοτάσεις καὶ τὰ συμπεράσματα. φησὶν οὖν ὅτι, ἐὰν τὰς κυριωτάτας λάβωμεν τοῦ συλλογισμοῦ προτάσεις, αἱ μὲν προτάσεις ἄρτιαι ἔσονται, οἱ δὲ ὅροι περισσοί, τουτέστι δύο μὲν αἱ προτάσεις, τρεῖς δὲ οἱ ὅροι. τὰ δὲ συμπεράσματα ἡ μίση τῶν προτασεων, τουτέστιν ἕν ἐστι τούτων τὸ συμπέρασμα· τῶν γὰρ προτάσεων δύο οὐσῶν τὸ ἥμισυ τούτων ἓν δηλονότι. ἐὰν δὲ διὰ προσυλλογισμῶν κατα- σκευάζωμεν <ἢ> σύνθετος ᾖ ὁ συλλογισμός, τουτέστιν ἐὰν τῶν τὰ συμπεράσματα ἐπισυνάψαντες οὕτω προάγωμεν τὸν λόγον, οἷον τὸ δίκαιον τάξεως αἴτιον, τὸ τάξεως αἴτιον καλόν, τὸ καλὸν ἐφετόν, τὸ ἐφετὸν ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν, ὁμοίως, φησίν, οἱ μὲν ὅροι ἑνὶ πλείους εἰσὶ τῶν προτάσεων, οὐκέτι δὲ πάντως οἱ μὲν ὅροι περιττοί, ἄρτιαι δὲ αἱ προτάσεις. καθόλου δὲ ἀντικειμένως ἔχουσι· τῶν γὰρ ὅρων περιττῶν ὄντων αἱ προτάσεις ἄρτιαί εἰσι καὶ ἐναλλάξ. τὰ δὲ συμπερά- σματα, φησίν, ἐν τούτοις οὐκέτι τὴν αὐτὴν ἔχει τάξιν· οὐ γὰρ ἡμίση ἐστὶ τῶν προτάσεων, ἀλλὰ πολλῷ πλείονα καὶ τῶν ὅρων καὶ τῶν προτάσεων. τοῖς γὰρ ἐξ ἀρχῆς, φησί, συμπεράσμασιν ὑποκειμένοις ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων προστίθεται συμπεράσματα. ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐὰν ὦσι τρεῖς ὅροι, τὸ Α, τὸ Β, τὸ Γ, ἓν ποιοῦσι συμπέρασμα τοῦ Α πρὸς τὸ Γ· ἐὰν <οὖν> προστεθῇ ἕτερος ὅρος, οἷον τὸ Δ, τῶν προυϋπαρχόντων ὅρων ἦσαν δὲ τρεῖς, τὸ Α, τὸ 15, τὸ Γ) ἑνὶ ἐλάττω ἕτερα προστίθεται [*](6 γίνεται U 7 προτάσεων Β 10 περὶ I t 13 πρόθεσις Β εἰπόντι Ut 14 κυρίως Ut 16 περιττῶν t Arist. 20 ἄρτιαι t: ἄρτιοι Ut 21 τὰ—προτάσεων lemma in libris 22 τουτἐστιν om. pr. Β 24 ἡ addidi 25 προαγάγωμεν B : προσάγωμεν t 29 ἄρτια t 30.31 συμπεράσματα Arist.: συμπέρασμα Bl t 34 συμπέρασμα Bt 35 τοῦ Bt: τὸ U 36 τῷ γ΄ 1 οὑν addidi om. Ut)

    264
    συμπεράσματα, τουτέστι δύο, ὥστε εἶναι τὰ πάντα τρία συμπεράσματα· [*](LXV r) ἦν γὰρ ἐξ ἀρχῆς τοῦ Α πρὸς τὸ Γ· γίνεται νῦν καὶ τοῦ Β πρὸς τὸ Δ καὶ τοῦ Α πρὸς τὸ Δ. ἡ αὐτὴ ἀκολουθία ἐπὶ πάντων ἀεὶ τῶν προστιθεμένων ὅρων.

    p. 42b5 Ὃταν δὲ διὰ προσυλλογισμῶν περαίνηται ἢ διὰ πλειόνων μέσων μὴ συνεχῶν. |

    Δῆλον ὅτι τότε ἐστὶ τὸ διὰ προσυλλογισμῶν, ὅταν τὰς προτάσεις [*](LXV v) κατασκευάζοντες αὐτόθεν ἀγωγῇ συλλογιστικῇ χρησώμεθα. οἷον πόθεν ὅτι τὸ δίκαιον καλόν; λέγομεν οὕτως· τὸ δίκαιον τάξεως αἴτιον, τὸ τάξεως αἴτιον καλόν, τὸ δίκαιον ἄρα καλόν. τὸ δὲ διὰ πλειόνων μέσων, ὅταν σύνθετον ποιῶμεν τὸν συλλογισμόν, τάσσοντες μεταξὺ τοῦ δικαίου καὶ τοῦ καλοῦ τὸ τάξεως αἴτιον καὶ πάλιν τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ τὸ ἐφετόν, εἶτα ἐφεξῆς πάσας τὰς προτάσεις ἐπισυνάπτωμεν, ὡς ἤδη εἴπομεν. τὸ δὲ μἡ συνεχῶν τοῦτ’ ἔστιν, ὅταν οἱ παραλαμβανόμενοι ὅροι ἔξωθεν μὴ συν- εχεῖς ὦσιν ἀλλήλοις. οἷον παρελήφθησαν εἰς τὴν κατασκευὴν τοῦ ὅτι τὸ δίκαιον ἀγαθὸν δύο ὅροι, τὸ τάξεως αἴτιον καὶ τὸ ἐφετόν· ἀλλ’ οὗτοι οὐκ ἐφεξῆς ἀλλήλοις ἐτέθησαν ἀλλὰ παρ’ ἑκατέρᾳ τοῦ μέσου ὅρου, λέγω δὴ τοῦ καλοῦ. πλὴν ὅσα ἐπὶ τῶν ἔξωθεν παρεμπιπτόντων ὅρων μὴ κατὰ συνέχειαν τιθεμένων ἕπεται, ταὐτὰ καὶ ἐπὶ τῶν κατὰ συνέχειαν τιθεμένων ἀπαραλλάκτως ἀκολουθεῖ. ἀλλ’ ὡς τοῦτο μᾶλλον ἀμφίβολον <ὂν> τέθεικεν Ἀριστοτέλης. τίθενται δὲ τῶν παρεμπιπτόντων ἔξωθεν ὅρων ἐφεξῆς οἱ τοιοῦτοι, ὡς ὅταν ὅτι τὸ καλὸν ἀγαθὸν διὰ μέσου τοῦ ἐφετοῦ καὶ τοῦ συμφέροντος κατασκευάζοιεν· τούτους γὰρ ἐφεξῆς τάττομεν· τὸ καλὸν ἐφετόν, τὸ ἐφετὸν συμφέρον, τὸ συμφέρον ἀγαθόν.

    p. 42b7 Ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον τεθήσεται ὁ παρεμπίπιων ορος.

    Ἐάν ἔχωμεν τρεῖς ὅρους ἐκκειμένου τοὺς ΑΒΓ καὶ δεώμεθα ἔξωθεν ἄλλου τινὸς ὅρου, πᾶσα ἀνάγκη τοῦτον ἢ ἔξωθεν τούτων τίθεσθαι, ἢ πρὸ τοῦ Α λέγω ἢ μετὰ τὸ Γ, ἢ μεταξὺ ἢ τοῦ ΑΒ ἡ τοῦ ΒΓ.

    p. 42b10 Αἱ δὲ προτάσεις ἴσαι τοῖς διαστήμασιν.

    Ἲσμεν ὅτι κατὰ ἄλλην μὲν διάνοιαν πρότασις τὸ αὐτό, κατὰ ἄλλην δὲ διάστημα καλεῖται, ὡς πόθεν ποὶ. ἐπειδὴ οὖν ταὐτὸν τῷ ὑποκειμένῳ, εἰκότως καὶ ἰσάριθμα.

    [*](2 δὲ t τοῦ prius scripsi: τὸ Bit 3 τῶν προσυλλογισμῶν Bt 6 τότε scripsi: πότε BUt προσυλλογισμοῦ t 7 κατασκευάζων U 9 δὲ om. Β 10 τὸν λόγον t 12 ἐπισυνάπτομεν Bt εἴπομεν] p. 263,26. 7 14 παρελείφθησαν Ut τὴν om. Β post ὅτι de!. τὸ ὅτι Β 16 μέσον, ut videtur, pr, Β 18 ταῦτα libri 19 ὂν addidi 22 τούτου Β τάττομαι t 21 ἔξωθεν ἢ εἰς τὸ ρἐσον t Arist.: iuv. ord. BIT 26 τὸν U καὶ om. Bt δεόμεθα Bt ἔξωθεν om. t 27 ἢ prius om. Bt πρὸς τὸ Β 28 ἡ (ante τοῦ αݲβݲ) 0m. Β ’51 τῷ scripsi: ταὐτῶ BUt 32 ἰσαριθμ U: ἰσάριθμος t)
    265

    p. 42b13 Ἄμα γὰρ τῷ ὅρῳ μία προστίθεται πρότασις, ἄν ὁποθενοῦν [*](LXV v) προστεθᾖ ὁ ὅρος. ὥστε ἐπεὶ αἱ μὲν ἄρτ’ ίαι οἱ δὲ περισσοὶ ἦσαν, ἀνάγκη παραλλάσσειν τῆς αὐτῆς προσθέσεως γινομενης.

    Κατασκευὴ τοῦ ὅτι ἀνάγκη τοὺς ὅρους ταῖς προτάσεσιν ἐνηλλαγμένως ἔχειν κατὰ τὸ ἄρτιον καὶ τὸ περιττόν. εἰ γὰρ τοῖς προκειμένοις ὅροις, φησίν, ἕτερος ὅρος προστεθῇ, ἐξ ἀνάγκης εὐθὺς καὶ ἑτέρα προστίθεται πρότασις· ἀνάγκη δὲ πᾶσα τῆς αὐτῆς προσθέσεως γενομέννης τοῖς τε ὅροις καὶ ταῖς προτάσεσιν ἐναλλάττειν τούτους κατὰ τὸ ἄρτιον καὶ τὸ περιττόν. εἰ γάρ εἰσι τρεῖς ὅροι δύο δὲ προτάσεις, ὥστε αἱ μὲν προτάσεις ἄρτιαι οἱ δὲ ὃροι οἱ περιττοί, προσετέθη ἕτερος ὅρος καὶ διὰ τοῦτο καὶ πρότασις ἑτέρα, ὥστε γεγόνασιν ἐναλλὰξ αἱ μὲν προτάσεις περιτταί, τρεῖς γάρ, οἱ ’δε ὅροι ἄρτιοι, τέσσαρες γὰp.

    p. 42 b 1 9 Πρὸς μόνον γὰρ τὸν ἔσχατον οὐ ποιεῖ συμπέρασμα.

    Ὑποτιθέμενος ἔξωθεν προστιθέμενον τὸν ὅρον τοῦτο λέγει. ὅτι, φησίν, ἑνὸς ὅρου προστεθέντος ἀνάγκη ἑνὶ ἐλάττω τῶν προϋπαρχόντων ὅρων προστίθεσθαι συμπεράσματα, δῆλον ἐντεῦθεν· δίχα γὰρ μόνου τοῦ ἐσχάτου, μεθ’ ὃν κεῖται ὁ προστεθείς, εἴτε ἐν ἀρχῇ εἴτε ἐν τῷ τέλει, [ἐπεὶ] πρὸς τοὺς ἄλλους πάντας ποιεῖ συμπεράσματα. ὑποκείσθωσαν γὰρ ὅροι τέσσαρες, ΑΒΓΔ, εἶτα προστιθέσθω ὁ Ε · δῆλον ἄρα ὅτι δυνατὸν συμπερᾶναι πρὸς αὐτὸν πάντας τοὺς ἄλλους δίχα τοῦ ἐσχάτου, λέγω δὴ τοῦ Δ.

    p. 42b23 Κἄν εἰς τὸ μέσον δὲ παρεμπίπτῃ, τὸν αὐτὸν τρόπον· πρὸς ἕνα γὰρ μόνον οὐ ποιεῖ συλλογισμόν.

    Ὑποθέμενος ἔξωθεν προστιθέμενον τὸν ὅρον νῦν φησιν ὅτι. κἄν εἰς τὸ μέσον προστεθῇ, τὸ αὐτὸ πάλιν συμβήσεται, τουτέστιν ἑνὶ ἐλάττω τῶν προκειμένων ὅρων συμβήσεται συμπεράσματα. εἰ γὰρ τὸ Ε μεταξὺ τῶν ἄλλων προστεθῇ, οἷον τῶν ΒΓ, πάλιν ἔσται τρία τὰ προστιθέμενα συμπεράσματα, τοῦ Α πρὸς τὸ E καὶ τοῦ Β πρὸς τὸ Γ καὶ τοῦ E πρὸς τὸ Δ· [*](1 προτίθεται Β 2 ὁ t Arist.: om. Β ἄρτιοι U 2. 3 περιττοὶ— παραλλάττειν t Arist. 3 προθέσεως Β 6 post γὰρ add. ἐὰν U 8 δὲ om. Ut: δὴ conicio γενομένοις t 10 εἰ γάρ εἰσι Bt: ἔκειντο U 11 περισσοί U an προστεθῇ? ὅρος om. Ut καὶ alt. om. Bt 12 τρεῖς γάρ om. U 14 post εσχατον add. ὅρον t 15 post τοῦτο add. δὲ U φησίν om. Bt 16 ὑπαρχόντων Bt 17 συμπεράσματα scripsi: συμπέρασμα BUt 18 ἤν ut videtur U προστιθεὶς Β: προτεθεὶς t ἐπεὶ delevi: ἐπὶ t 19 συμπέρασμα Β ὅροι U: οἱ Β, post τέσσαρες t 20 ὁ Bt: τὸ U 21 δὲ U 22 post κἄν add. γὰρ t 23 ποιεῖ 151 BU(d): ποιήσει t Arist. 24 post ὑποθέμενος add. δὲ U post τὸν delevit ὁρισμὸν Β 25 προτεθῇ U 26 συμπἐρσμα U 27 προσετίθη τῶν U: τοῦ Bt)

    266
    τούτων δὲ οὐδὲν ἦν ἐξ ἀρχῆς, ἀλλὰ τοῦ Α πρὸς τὸ Γ καὶ τοῦ Β πρὸς τὸ Δ καὶ τοῦ A πρὸς τὸ Δ. ἐπειδὴ δέ φησιν ὁ Ἀριστοτέλης ὅτι πρὸς ἕνα γὰρ μόνον οὐ ποιεῖ | συλλογισμόν, ἀνάγκη ἡμᾶς ἐκλαβεῖν τοῦτο [*](LXVI r) ὡς ἐπὶ δύο προτάσεων γυμναζομένου τοῦ λόγου. δύο γὰρ οὐσῶν προτάσεων ἐὰν εἰς τὸ μέσον παρεμπέσῃ ὅρος, τῷ ἑτέρῳ μόνον διαστήματι αἴτιος <οὐ> γίνεται τοῦ ποιῆσαι συμπέρασμα, οἷον τῷ ΒΓ· μέσον γὰρ τοῦ ΑΒ τεθὲν τὸ E ἐποίησε τοῦ Α πρὸς τὸ B συμπέρασμα· εἰ δὲ πρὸς τὸ ἓν μόνον διάστημα οὐ ποιεῖ συμπέρασμα, πρὸς τὸ ἕτερον ποιήσει δηλονότι. ἐπεὶ ἐὰν μὴ ὡς ἐπὶ δύο προτάσεων λάβωμεν ἀλλ’ ὡς ἐπὶ πλειόνων, ψευδὴς ἔσται ὁ λόγος. ἐκκείσθωσαν γὰρ πάλιν τεσσάρων ὅρων ὄντων τῶν ΑΒΓΔ τρεῖς προτάσεις, παρεμπιπτέτω δὲ τὸ E μεταξὺ τοῦ ΒΓ· δῆλον ἄρα ὅτι ἑνὶ μὲν διαστήματι αἴτιος γίνεται ὁ παρεμπεσὼν τοῦ ποιῆσαι συμπέρασμα, τῷ ΒΓ· πρὸς δὲ τὰ λοιπὰ διαστήματα οὐ ποιήσει, λέγω δὴ τὸ ΑΒ καὶ ΓΔ. ὁμοίως δὲ ἔτι πλείοσιν οὐ ποιήσει, ἐὰν ὦσι πλείονα τὰ διαστήματα.

    p. 42b25 ᾖστε πολὺ πλείω τὰ συμπεράσματα καὶ τῶν ὅρων ἔσται καὶ τῶν προτάσεων.

    ᾿Εὰν ὑπόκεινται ἐξ ἀρχῆς τέσσαρες ὅροι, δῆλον ὅτι προτάσεις μὲν τρεῖς εἰσι, συμπεράσματα δὲ τρία, τοῦ Α πρὸς τὸ Γ καὶ ἰοῦ Β πρὸς τὸ Δ καὶ τοῦ Α πάλιν πρὸς τὸ Δ. ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, οἷον τὸ E, προστίθενται ἄλλα τρία συμπεράσματα, τοῦ Α πρὸς <τὸ> E καὶ τοῦ Β πρὸς τὸ E καὶ τοῦ Γ πρὸς τὸ E, ὥστε γίνεσθαι τὰ πάντα συμπεράσματα ἕξ· εἰσὶ δὲ οἱ πάντες ὅροι πέντε, προτάσεις δὲ ιέσσαρες. πλείω ἄρα τὰ συμπεράσματα καὶ τῶν ὅρων καὶ τῶν προτάσεων. καὶ ὅσῳ προστίθεμεν ὅρον, τοσούτῳ αὔξομεν τὰ συμπεράσματα· ἕκτου γοῦν ὅρου προστεθέντος γίνονται συμπεράσματα δέκα, ἑβδόμου δεκαπέντε, ὥστε ἅμα τῶν προιάσεών τε καὶ τῶν ὅρων πλείω εἶναι· ὅροι μὲν γὰρ ἑπτά, προτάσεις δὲ ἕξ, ὡς γίνεσθαι τὰ πάντα δεκατρία, συμπεράσματα δὲ δεκαπέντε. καὶ οὕτως ἀεὶ προστιθεμένου ὅρου αὔξεται τῶν συυπεοασαάτων ὁ ἀριθμός. πλείονα δὲ δῆλον ὅτι τὰ συμπεράσματα λέγομεν τῶν μόνως προτάσεων τῶν μὴ ποτὲ μὲν συμπερασμάτων ποτὲ δὲ ὡς προτάσεων λαμβανομένων· πρὸς γὰρ τὴν κατασκευὴν τοῦ δευτέρου συμπεράσματος τὸ προλαβὸν συμπέρασμα πρότασις γίνεται. οἷον συμπεράναντες τὸ Α πρὸς τὸ Γ, εἰ βουλόμεθα πάλιν τὸ Α πρὸς τὸ Δ συμπερᾶναι, λαμβάνομεν πρότασιν τὴν ΑΓ, ἥτις ἦν πρὸ τούτου συμαݲδݲ [*](2 U: inv. ord. Β: γ΄ — ε΄ t 3 ἐκλαμβάνειν U 4 post οὐσῶν add. τῶν U 5 μόνον om. Ut 6 οὐ addidi τῶ B: τὸ Ut 7 τοῦ (ante εݲ) Β an γὰρ ? 8 εἰς U 9 ψεῦδος t 10 ὅρων om. U ὄντων om. Bt 12 τῶ Β: τὸ Ut 13 δὴ Bt: δὲ U 16 ἔσται om. Β 17 post ἐὰν add. γὰρ Ut 19 πάλιν om. Β δὲ om. Bt 20 ἄλλα corr. ex ἄρα B 2 τὸ addidi 21 εݲ prius scripsi: γݲ BUt γݲ scripsi: ἑ Bt: non liquet U εݲ alt. corr. U: δ Bt, pr. U ὣσιε Β, τε superscr. U 2 ὡς pr. U, t γίνεται U τἄ om. Bt 23 ὅσαις <προτάσεσι> conicio 24 ὅρω U αὔξωμεν Ut 28 πλείονα t: πλεῖον B: πλέο α U 29. 30 τῶν — ὡς ὡς προτάσεων λαμβανομένων t: τῶν — ὡς προλαμβανομένων mrg. U : om. Β 31 προσλαβὸν t 32 συμπεραίνοντες Β)

    267
    πέρασμ, καὶ τὴν ΓΔ· πάλιν ἐὰν πρὸς τὸ E τὸ Α βουλώμεθα συμπερᾶναι, [*](LXVIr) λαμβάνομεν τὴν ΑΔ πρότασιν, ἥτις ἦν συμπέρασμα, καὶ τὴν ΔΕ· καὶ οὕτως ἐπὶ πάντων. ὥστε ταύτῃ οὐ πλείω τὰ συμπεράσματα τῶν προτάσεων, ἀεὶ τῶν προηγουμένων συμπερασμάτων προτάσεων γινομένων, ἀλλ’ ἀεὶ ἡμίση· δεῖ γὰρ καθ’ ἕκαστον συμπέρασμα προτάσεις δύο λαμβάνειν. ἀλλ’ ὁ Ἀριστοτέλης, ὡς εἶπον, τῶν μόνως προτάσεων πλείω λέγει εἶναι τὰ συμπερασματα.

    p. 42b27 Ἐπεὶ δ’ ἔχομεν περὶ ὧν οἱ συλλογισμοί.

    Δηλονότι περὶ τῶν προβλημάιων. καὶ ποῖον ἐν ἑκάστῳ σχήματι, τουτέστι συμπέρασμα, ὅτι ἐν μὲν τῷ πρώτῳ πάντα, καὶ τὸ καθόλου καὶ τὸ μερικὸν καὶ τὸ καταφατικὸν καὶ <τὸ> ἀποφατικόν.

    p. 42b28 Καὶ ποσαχῶς δείκνυται.

    Ὅτι τὸ μὲν καθόλου καταφατικὸν ἐν τῷ πρώτῳ μόνω καὶ ἑνὶ τρόπῳ· τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς· τὸ δὲ μερικὸν καταφατικὸν καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τρίτῳ, καὶ ἐν ὲν τῶ πρώτω ἅπαξ, ἐν δὲ τῷ τρίτῳ τρίς· τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασι, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς, ἐν δὲ τῷ τρίτῳ τρίς.

    p. 42b28 Θανερὸν ἡμῖν ἐστι καὶ ποῖον πρόβλημα χαλεπὸν καὶ ποῖον εὐεπιχειρητον.

    Σκοπὸς διὰ τούτων τὸ δεῖξαι ποῖον τῶν προβλημάτων δυνατὸν θᾶττον κατασκευάσαι, καὶ ποῖον οὔ, καὶ ποῖον εἰς τὸ ἀνασκευάσαι ῥᾲδιον, καὶ ποῖον οὔ. φησὶν οὖν ὅτι τὰ ἐν πλείοσι σχἡμασι δεικνύμενα καὶ διὰ πλειόνων τρόπων, ταῦτα κατασκευάσαι μὲν εὐχερὲς ἀνασκευάσαι δὲ δυσχερές. ταῦτα δέ ἐστι τὰ μερικά, διότι, φησί, τὰ μερικὰ κατασκευάσαι βουλόμενοι καὶ δι’ αὐτῶν καὶ διὰ τῶν καθόλου κατασκευάζομεν, ἀνασκευάζομεν δὲ διὰ μόνων τῶν καθόλου· ἐάν τε γὰρ δείξω ὅτι τινὶ καὶ ὅτι παντί, τὸ μερικὸν κατεσκεύασα καταφατικόν · ἀνασκευάζω δὲ αὐτὸ μόνον] διὰ μόνου τοῦ [*](1 εݲ Bt: βݲ U 3. 4 ὥστε — συμπερασμάτων om. t 5 ἥμισυ t S ἐπειδὴ δὲ Β 9 καὶ om. U ἐν ἑκάστῳ σχήματι t Arist.: om. BU 10 τοῦτό ἐστι t : om. 11 καὶ τὸ καταφατικὸν mrg. U 2 τὸ tert. addidi 13 post παταφατικὸν add. καὶ Ut 15 ἐν δὲ τῷ τρίτῳ t καταφατικὸν — 17 μερικὸν om. t 16 καὶ primum om. U 17 τρίς srripsi: τρίτον Β 18 δίς — τρίς t : δεὐτερον — τρίτον BU 21 ante σκοπὸς add. ὁ U σκοπεῖ e σκόπει corr. B 2 22 οὔ, καὶ ποῖον om. Β immo ῥᾷον 23 τὰ om. U καὶ superscr. U 24 ταῦτα om. U ἀνασκευάσαι δὲ δυσχερές om. Bt 27 posl καὶ add. πάλιν Bt 28 κτεσκεὑασα t: κατασκευάσαι BU ἀποφατικόν U ἀνασκευάσαι Β μόνον delevi μόνου om. U)

    268
    καθόλου ἀποφατικοῦ. τὸ δὲ καθόλου καταφατικὸν κατασκευάζεται μὲν μόνως δι’ ἑαυτοῦ, ἀνασκευάζεται δὲ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ καὶ διὰ τοῦ μερικοῦ · ἐάν τε γὰρ δείξω ὅτι οὐδενὶ ἢ οὐ παντί, ἀνεῖλον ὅτι παντί. [*](LXVI v) πάλιν τὸ καθόλου ἀποφατικὸν κατασκευάζεται μὲν μόνως δι’ ἑαυτοῦ, ἀνασκευάζεται δὲ καὶ διὰ τοῦ καθόλου καταφατικοῦ καὶ διὰ τοῦ μερικοῦ· ἐὰν γὰρ δείξω ὅτι ἢ παντὶ ἢ τινί, ἄνεον τὸ οὐδενί. τὸ δὲ μερικὸν ἀποφατικὸν ἀνασκευά- ζεται διὰ μόνου τοῦ καθόλου καταφατικοῦ, κατασκευάζεται δὲ ἐν πᾶσι τοῖς σχήμασι καὶ διὰ πλειόνων τρόπων. ὥστε τὸ μὲν καθόλου καταφατικὸν πρὸς μὲν κατασκευὴν δυσχερές· δι’ ἑνὸς γὰρ τρόπου καὶ σχήματος κατασκευάζεται· πρὸς ἀνασκευὴν δὲ εὐχερές, διότι καὶ τῷ καθόλου ἀποφατικῷ καὶ τῷ μερικῷ ἀναιρεῖται, ὧν τὸ μὲν καθόλου ἐν δύο σχήμασι δείκνυται, ἅπαξ μὲν ἐν τῷ πρώτῳ, δὶς δὲ ἐν τῷ δευτέρῳ, τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι τοῖς σχήμασι, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς, ἐν δὲ τῷ τρίτῳ τρίς. ὁμοίως τὸ καθόλου ἀποφατικὸν μᾶλλον μὲν δυσχερὲς κατασκευάσαι, ἧττον δὲ ἀνασκευάσαι διὰ τὰς αὐτὰς αἰτίας. τρίτην ἔχει τάξιν τὸ μερικὸν καταφατικόν, καὶ τετάρτην τὸ μερικὸν ἀποφατικόν.

    p. 43a3 Καὶ γὰρ ἢν μηδενὶ καὶ ἢν τινὶ μὴ ὑπάρχῃ, ἀνῄρηται.

    Δηλονότι τὸ καθόλου καταφατικόν· τοῦτο γάρ ἐστι τὸ δι’ ἀμφοτέ τῶν ἀποφατικῶν ἀναιρούμενον, καὶ τοῦ καθόλου καὶ τοῦ μερικοῦ.

    p. 43a6 τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν στερητικῶν.

    Τὸν αὐτὸν τρόπον τὸ μὲν καθόλου πρὸς κατασκευὴν μὲν δυσχερέ- στερον τοῦ μερικοῦ πρὸς ἀνασκευὴν δὲ εὐχερέστερον.

    p. 43a6 Καὶ γὰρ εἰ παντὶ καὶ εἰ τινί, ἀναιρεῖται τὸ ἐξ ἀρχῆς.

    Τουτέστι τὸ καθόλου ἀποφατικόν· τοῦτο γὰρ δι’ ἀμφοτέρων τῶν καταφατικῶν ἀναιρεῖται, καὶ τοῦ καθόλου καὶ τοῦ μερικοῦ. καὶ τοῦτο βουλόμενος σημᾶναι, λέγω δὴ τὸ καθόλου ἀποφατικόν, ἐπήγαγε τοῦτο δὲ ἦν ἐν δυσὶ σχήμασιν.

    p. 43a10 Ὃλως τε οὐ δεῖ λανθάνειν ὅτι ἀνασ|κευάσαι μὲν δι’ ἀλλήλων ἒστι καὶ τὰ ἑξῆς.

    Ὃτι φησί, μᾶλλον τῶν καθόλου τὰ μερικὰ δυνατὸν κατασκευάσαι ἀνα- σκευάσαι δὲ δυσχερέστερον, κοινῷ λόγῳ πρόδηλόν ἐστιν, ὅτι τὰ μὲν μερικὰ [*](2 καὶ prius om. Bt 3 τε deleverim 4 καταφατικὸν Β 5 καὶ prius om. Bt ἂν U 7 μόνου om. U 9 post ἑνὸς add. μὲν Bt 13. 14 δἰς— τρίς t: δεύτερον— τρίτον BU 14 μᾶλλο pr. Β δυσχερὲς scripsi: εὐχερὲς BUt 17 ἦν— ἦν BUt ὑπάρχειν U 23 ἀνήρηται t Arist. 25 τὸ—τὸ μερικόν U)

    269
    κατασκευάζεται καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· δι’ ἑαυτῶν μέν, ὡς [*](LXVI v) ὃταν δείξω ὅτι τι ζῶον ἄνθρωπος <· εἰ γὰρ τὶ ζῷον ἄνθρωπος>, πᾶν ζῷον ἂνθρωπος· διὰ τῶν καθόλου δέ, ὡς ὅταν δείξω ὅτι πᾶς ἄνθρωπος ζ̓́ῳον· εἰ γὰρ πᾶς, δῆλον ὃτι καὶ τὶς· καὶ πάλιν ὅταν δείξω ὅτι οὐδεὶς λίθος ἂνθρωπος, δῆλον ὅτι καὶ οὐ πᾶς· εἴρηται γὰρ πολλάκις πῶς λαμβάνεται ἡ με μερικὴ ἀποφατική. κατασκευάζεται μὲν x003E; διχῶς τὰ μερικά, ἀνασκευάζεται δὲ μόνως δία τῶν καθόλου, τὸ μὲν τὶς διὰ τοῦ οὐδείς, καὶ τὸ οὐ πᾶς διὰ του πᾶς τὰ μέντοι καθόλου πατασκευάζεται μὲν μόνως δι’ ἑαυτῶν, ἀνασκευάζεται δὲ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν μερικῶν, τὸ μὲν πᾶς διὰ τοῦ οὐδεὶς καὶ οὐ πᾶς, τὸ δὲ οὐδεὶς διὰ τοῦ πᾶς καὶ τὶς.

    p. 43a14 Ἃμα δὲ δῆλον ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατα- σκευάζειν ῥᾷον.

    Οὐ καθόλου δεῖ ἐκλαβεῖν τοῦτο, ἐπεὶ ψευδὴς ἔστι ὁ λόγος. τὰ γὰρ μερικὰ μᾶλλον κατασκευάζεται ἢ ἀνασκευάζεται, ὡς δέδεικται. ὥστε ἐπὶ τῶν καθόλου τοῦτο ἄν ἁρμόζοι μόνον.

    [*](1 καὶ δι’ αὐτῶν Β 2 ὃτι—4 δείξω iterat, iterata del. Β τὶ scripsi : τὸ BUt ante ἂνθρωπος add. ὁ U εἰ—ἂνθρωπος addidi 5 εἴρηται] velut p. 82,1 sq b δὴ addidi τὰ μερικὰ διχῶς U 7 τὸ (ante οὐδείς) 10 ante τίς add του U 13 δεῖ BU : δὲ t 15 τοῦτο ἄν Bt: τὸ ἀνασκευάζειν U μόνων· conicio τέλος τῶν ὑποθετικῶν συλλογισμῶν subscr. Β)
    270

    p. 43a20 Πῶς δὲ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νυνὶ λεκτέον.

    Πέρας ἔσχε τὸ πρῶτον τοῦ βιβλίου τμῆμα, ἐν ᾧ περὶ τῆς γενέσεως τῶν συλλογισμῶν ἡμῖν διελέχθη. νῦν λοιπὸν τοῦ δευτέρου μέρους ἄρχεται, ἐν ὧ διδάσκει πῶς οἷόν τέ ἐστι προβλήματος ἡμῖν τιθεμένου εὐπορῆσαι προτάσεων τῶν κατασκευαζουσῶν τοῦτο, οἷον εἴ τις ἡμῖν προβάλλοιτο πόθεν δῆλον εἰ ἡ ψυχὴ ἀθάνατος, τίνι χρησάμενοι μεθόδῳ προτάσεις εὑρεῖν δυνησόμεθα, ἃς συμπλέξαντες ἀλλήλαις τὸ προκείμενον κατασκευάσομεν. ἐπιστήμονος στήμονος γάρ ἐστι μὴ μόνον τὰ εἴδη τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἐπισκέπτεσθαι ἀλλὰ καὶ τὴν ὕλην τὴν ἐπιτηδείαν εἰς καταδοχὴν τῶν τοιούτων εἰδῶν ἐκλέγεσθαι, οἷον ὁ ναυπηγὸς τὰ ἐπιτήδεια εἰς κατασκευὴν τοῦ πλοίου ξύλα, καὶ ὁ οἰκοδόμος τοὺς ἐπιτηδείους εἰς οἰκοδομίαν λίθους, καὶ ἐπὶ πάντων ὡσαύτως. οὕτως καὶ ὁ Ἀριστοτέλης τὰ εἴδη τῶν συλλογισμῶν ἡμῖν παραδούς (εἴδη δὲ τῶν συλλογισμῶν τὰ συμπεράσματα) καὶ εἰπὼν ποῖον ἐν ἑκάστῳ συλλογισμῷ γίνεται τὸ συμπέρασμα, ἔν τε τοῖς ἁπλοῖς καὶ ἐν τοῖς μικτοῖς, νῦν λοιπὸν διδάσκει πῶς τὰς εἰς ἕκαστον συμπέρασμα προτάσεις εὑρεῖν δυνησόμεθα· ὕλη δὲ τῶν συλλογισμῶν αἱ προτάσεις. πρὶν δὲ τὴν μέθοδον ἡμῖν ταύτην παραδοῦναι ζητεῖ πρότερον περὶ ὧν ὅλως πεφύκαμεν συλλογίζεσθαι. τριχῇ γάρ, φησί, τῶν πραγμάτων διῃρημένων, καὶ τῶν μὲν καθολικωτάτων ὄντων καὶ ἀεὶ κατὰ ἄλλων κατηγορουμένων μηδέποτε δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, οἷά ἐστι τὰ γενικώτατα, λέγω δὴ αἱ δέκα κατηγορίαι, τῶν δὲ μηδέποτε κατ’ ἄλλου κατηγορουμένων κυρίως ἀεὶ δὲ ὑποκειμένων, οἷά [*](Inscripsi ex U cf. p. 280,13, 290,4.5, 315,6 : τοῦ αὐτοῦ φιλοπόνου εἰς τὸ περὶ εὐπορίας προτάσεων B : Ἰωάννου γραμματικοῦ ἀλεξανδρἐως ἐκ τῶν συνουσιῶν ἀμμωνίου τοῦ ἑρμείου τῶν εἰς τὰ τρία τὸ δεύτερον : — περὶ εὐπορίας προτάσεων τρῆμα δεύτερον U: εἰς τὸ πρῶτον τῶν προτέρων ἀναλυτικῶν. I Βιβλίον δεύτερον t 3 αὐτοὶ om. Β 10 χρησόμεθα U post μεθόδῳ add. καὶ U 12 μόνων t αὐτῶν t 14 τοῦ om. U 15 ὁ om. U 23 καὶ SU: om. Bt 24 ἀλλήλοις Β δὴ SU: δὲ Bt)

    271
    ἐστι τὰ μερικὰ καὶ ἄτομα πάντα, τῶν δὲ μέσως ἐχόντων καὶ ποτὲ μὲν [*](LXVII r) κατηγορουῴνων τινῶν ποτὲ δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, ζητητέον περὶ τίνων οἱ συλλογισμοὶ καὶ αἱ σκέψεις ἡμῖν εἰσι. δῆλον δὲ ὡς σχεδὸν περὶ μόνα τὰ μέσα. εἰ γὰρ ὁ συλλογισμὸς βούλεται ζητεῖν τι κατά τινος ἢ ἀπό τινος ὑπάρχον, τὰ δὲ γενικώτατα οὐκ ἔχουσιν ἑαυτῶν ἕτερα κατηγορούμενα, δῆλον ὅτι οὐχ ἕξει τις περὶ τούτων συλλογίσασθαι. αἱ γὰρ περί τινων σκέψεις <εἰσὶ> πότερον τόδε τῷδε ὑπάρχει ἢ οὐχ ὑπάρχει, οἷον τῇ ψυχῇ ἀθάνατον ἢ οὔ· ὥστε καὶ τὰ περὶ τῶν γενικωτάτων προβλήματα, εἴπερ ἔστι, περὶ τούτων ἄν εἴη, οἷον εἰ ἡ οὐσία τυχὸν γέγονεν ἢ ἀγένητός ἐστιν. ὥστε εἰ μηδέν ἐστι τῶν καθολικωτάτων γενῶν κατrιγορούμενον, ἐπ’ εἰ μηδὲν καθολικώτερον, οὐδὲ πρόβλημα ἂν εἴη περὶ ἐκείνων οὐδὲ συλλογισμός. πλὴν σπανίως περὶ τούτων γίνεται προβλήματα· ποῖα δὲ καὶ πῶς, αὐτὸς διδάξει. αὐτὰ μέντοι ὅτι ἑτέροις ὑπάρχει ἢ οὐχ ὕπαρχέ, δυνατὸν συλλογίσασθαι. περὶ δὲ τῶν καθ’ ἕκαστα ὁμοίως οὐδεὶς συλλογίζεται, οἷον τί ὑπάρχει ἢ οὐχ ὑπάρχει Σωκράτει ἢ Πλάτωνι· αἰσθητὰ γὰρ ταῦτα, τὰ δὲ αἰσθητὰ αἰσθήσει ληπτά, οὐ λόγῳ. εἰ γάρ τις περὶ Σωκράτους πειραθείη ἀποδεικνύναι ὅτι λευκὸς ἢ σιμός, πρὸς τῷ μηδὲ ἔχειν ὕλην ἐπιτηδείαν εἰς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει τὸ πρᾶγμα τῆς δι’ αἰσθήσεως ἀντιλήψεως. ὥστε τὰ προβλήματα καὶ οἱ συλλογισμοὶ ὡς ἐπίπαν περὶ τῶν μεταξὺ γίνονται.

    Τὰς περὶ ἕκαστον ἀρχάς, τουτέστι τὰς προτάσεις τὰς περὶ ἕκαστον πρόβλημα.

    p. 43a25 ‘Απάντων δὴ τῶν ὄντων τὰ μέν ἐστι τοιαῦτα ὥστε κατὰ μηδενὸς ἄλλου κατηγορεῖσθαι ἀληθῶς καθόλου, οἷον Κλέων καὶ Καλλίας καὶ τὸ καθ’ ἕκαστον καὶ αἰσθητόν.

    Οὐδὲν γὰρ τῶν μερικῶν πέφυκε κατ’ ἄλλου κατηγορεῖσθαι πλὴν κατὰ συμβεβηκός, ὡς ἐφεξῆς λέξομεν, καὶ τοῦτο οὐ καθόλου ἀλλὰ μερικῶς· ἐὰν γὰρ εἴπω ὅτι πᾶς ἄνθρωπος Σωκράτης ἐστὶν ἢ Πλάτων’, δῆλον ὅτι ψευδὴς ἡ τοιαύτη κατηγορία. προσέθηκε δὲ καὶ τὸ αἰσθητόν, διότι πάντα τὰ αἰσθητὰ μερικά ἐστι. καὶ αὐτὰ μὲν ὑπόκειται ἄλλοις εἰς κατηγορίαν, καὶ τοῖς καθόλου καὶ τοῖς συμβεβηκόσιν· αὐτὰ δὲ ἄλλων οὐ κατηγορεῖται, εἰ μὴ ἢ παρὰ φύσιν, ὡς ὅταν εἴπω ‘ τὸ φαλακρὸν τοῦτο Σωκράτης ἐστίν ’, ἢ κατὰ συμβεβηκός, ὡς ὅταν εἴπω τὸ φαλακρὸν τοῦτο φιλόσοφός ἐστιν ’.

    [*](4 post ἡ add. τί U 7 εἰσὶ addidi πρότερον pr. U, corr. U 2 τὸ om. t 9 τούτου U εἰ om. pr. Β ἀγέννητος U 12 γίνονται S προβλήματα SU : πρόβλημα Bt ποῖ U αὑτὸ Ut 13 διδάξει] p. 43a39 15 σωκράτους (e σωκράτος, ut videtur, corr.) ἡ πλάτωνος Β 17 τὸ U μηδὲ SU : μὴ Bt 18 αἰσθήσεως SU: αἴσθησιν Bt 25 auto αἰσθητόν add. τό BU : om. t Arist. 30 εἰσι B ἀλλήλοις Β 32 ἡ libri 33 φιλόσοφον U)
    272

    p. 43a34 Ὣστε μὴ κατηγορεῖσθαι κατὰ μηδενός, πλὴν ὡς [*](LXVII r) κατἁ συμβεβηκὁς.

    Οὐδέν, φησί, τῶν μερικῶν κατ’ ἄλλου κατηγορεῖται, εἰ μὴ κατὰ συμ- βεβηκός, ὡς ὅταν λέγωμεν ὅτι τὸ φαλακρὸν ἐκεῖνο Σωκράτης ἐστίν. ἰστέον δὲ ὅτι ἐν τῇ Φυσικῇ ταύτην τὴν κατηγορίαν παρὰ φύσιν εἶπεν εἶναι, | οὐ κατὰ συμβεβηκός, ἀληθέστερον λέγων. τῶν γὰρ κατηγοριῶν, φησὶν [*](LXVII v) ἐν ἐκείνοις, αἱ μέν εἰσι κατὰ φύσιν αἱ δὲ παρὰ φύσιν αἱ δὲ κατὰ συμβε- βηκός. καὶ κατὰ φύσιν μέν, ὡς ὅταν ἢ τὰ καθολικώτερα τῶν μερικωτέρων κατηγορῶμεν, ὡς τὸν ἄνθρωπον Καλλίου καὶ τὸ χρῶμα λευκοῦ, ἢ τὰ συμσιμός. τῶν οὐσιῶν, ὡς ὅταν λέγωμεν ὅτι Σωκράτης φιλόσοφός ἐστιν ἢ σιμός. παρὰ φύσιν δέ, ὡς ὅταν τὰς οὐσίας τῶν συμβεβηκότων κατηγοπῶμεν, ἣν ἐνταῦθα εἶπε κατὰ συμβεβηκός, ὡς ὅταν εἴπωμεν ὅτι τὸ προσιὸν φαλακρὸν Σωκράτης ἐστί. κατὰ συμβεβηκὸς δέ, ὡς ὅταν συμβεβηκὸς συμβεβηκότος κατηγορῶμεν, ὡς ὅταν εἴπωμεν ὅτι τὸ φαλακρὸν ἐκεῖνο φιλόσοφός ἐστι· συμβέβηκε γὰρ τῷ φαλακρῷ φιλοσόφῳ εἷναι.

    p. 43a36 Ὃτι δὲ καὶ ἐπὶ τὸ ἄνω πορευομένοις ἵσταταί ποτε, πάλιν ἐροῦμεν· νῦν δ’ ἔστω τοῦτο κείμενον.

    Ὣσπερ, φησίν, ἐπὶ τὸ κάτω πορευόμενοι, ἐπειδὰν ἔλθωμεν εἰς τὰ μερικώτατα, οὐκέτι ἔχομεν κατὰ τίνος αὐτὰ κατηγορήσομεν, ἀλλὰ μένουσι μόνως ὑποκείμενα, ὡσαύτως δὲ καὶ ἐπὶ τὸ ἄνω ἀνιόντες, τουτέστιν ἐπὶ τὰ καθολικώτερα, ἐμπίπτομεν εἴς τινα ὧν οὐκέτι καθολικώτερα εὑρεῖν δυνάμεθα ὥστε κατηγορεῖν αὐτὰ κατὰ τούτων, ἀλλὰ μένουσι ταῦτα μόνως κατηγορούμενα· ταῦτα δέ ἐστιν αἱ δέκα κατηγορίαι. τοῦτο οὖν, φησίν, ὅτι οὕτως ἔχει, λέγω δὴ ὅτι ἔστι τινὰ καθολικώτατα μὴ ἔχοντα ἐπέκεινα ἑαυτῶν ἄλλα τινά, δείξομεν ἐν ἑτέροις· ἔδειξε γὰρ ἐν τῇ ‘Αποδεικτικῇ ὅτι οὐκ ἐπ’ ἄπειρον προίασιν αἱ κατηγορίαι, ἀλλ’ ἀνάγκη ἵστασθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω. νῦν δὲ τοῦτο ὡς ὡμολογημένον εἰλήφθω, φησί.

    p. 43a37 Κατὰ μὲν οὖν τούτων οὐκ ἔστιν ἀποδεῖξαι κατηγορούμενον ἕτερον, πλὴν εἰ μὴ κατὰ δόξαν.

    ‘Αληθῶς μέν, φησίν, οὐδέν ἐστι τῶν δέκα κατηγοριῶν κατrγορούuενον, πλὴν εἰ μὴ δόξα τις κεκράτηκεν οὐκ ἀληθὴς παρά τισιν. ἐνόμισαν γάρ τινες τὸ ὂν ὡς γένος κατηγορεῖσθαι τῶν δέκα κατηγοριῶν· ἐδείχθη δὲ [*](5 δὲ om. Ut ἐν τῇ Φυσικῇ] nescio ubi 6 γὰρ om. U κατηγορικῶν pr. U 9 καὶ χρώματος D 10 ὅτι U: ὁ Bt 12 εἴπωμεν U: εἴπω Bt 14 ante συμβεβηκότος add. κατὰ U 15 φιλόσοφον U γὰρ om. U 16 καὶ om. Β τῶν U πορευόμενος U τότε U 18 ὥστε U 20 δὲ om. t cf. p. 289,9 τὰ (ante ἄνω) U 25 αὐτῶν Β ἐν τῇ ‘Αποδεικτ.] I 22 27 κάτω — ἂνω U ὁμολογούμενον pr. Β φησὶν εἰλήφθω U)

    273
    τοῦτο ἐν Κατηγορίαις οὐκ ἀληθὲς ὄν, ἀλλ’ ὅτι ὁμώνυμός ἐστι φωνὴ τὸ [*](LXVII v) ὂν εἰς διάφορα σημαινόμενα διαιρουμένη. πάλιν καὶ τὸ ἕν τινες ἐδόξασαν αὐτῶν καταγορεῖσθαι, ὅπερ ὃπερ αὐτὸ γένος ἐστίν, ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμώνυμος φωνή. ἀλλὰ καὶ οἱ ἕν τι τῶν στοιχείων ἀρχὴν ὑποτιθέμενοι, ἢ τὸ ὕδωρ ἢ τὸ πῦρ ἢ ἄλλο τι παρὰ ταῦτα, τοῦτο δῆλον ὅτι ὡς γένος τῶν δέκα κατηγοριῶν κατηγρρήσουσιν.

    p. 43a42 Καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις εἰσὶ μάλιστα περὶ τουτων.

    Εἰκότως· οἱ γὰρ συλλογσμοὶ καὶ αἱ ἀποδείζεις ζητοῦσι τί τινος κατηγτορεῖται ἢ οὐ κατηγορεῖται, οἷον τῆς ψυχῆς τὸ ἀθάνατον κατηγορεῖται ἢ οὔ. τὰ τοίνυν γενικώτατα ἅτε ἄλλα μὴ ἔχοντα ἑαυτῶν καταγορούμενα οὐδεμίαν τοιαύτην ζήτησιν ἔχει. τὰ δὲ μερικώτατα πάλιν, ἅπερ ἐστὶ τὰ αἰσθητά, ἐπειδὴ μόνως ὑπόκειται, ὁμοίως οὐδὲν ἔχει τοιοῦτον ζήτημα. τὰ δὲ μέσα, ἐπειδὴ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι πέφυκε, ταῦτα ἔχει τὴν ζήτησιν, τί τινος ἢ κατηγορεῖται ἢ οὐ κατηγορεῖται.

    p. 43b1 Δεῖ δὲ τὰς προτάσεις τὰς περὶ ἕκαστον οὕτω λαμβάνειν, ὑποτιθέμενον αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμοὺς καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν.

    Εἰπὼν περὶ τίνων αἱ ἀποδείξεις καὶ τὰ προβλήματα, ὅτι περὶ τῶν μεταξύ, ἃ πέφυκε καταγορεῖσθαί τέ τινων καὶ ὑποκεῖσθαι ἄλλοις, ἐντεῦθεν λοιπὸν τὰς μεθόδους ἡμῖν παραδίδωσι τῆς εὑρέσεως τῶν προτάσεων τοῦ προτεθέντος προβλήματος. διό φησιν, ὅταν βουλώμεθά τι ὑπάρχον ἢ μὴ ὑπάρ- χον κατασκευάσαι, ἐκτίθεσθαι πρῶτον αὐτὸν τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον. οἷον ζητοῦμεν δεῖξαι ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι· σημειωτέον τό τε ἀγαθὸν καὶ τὴν ἡδονήν. εἶτα ζητητέον καὶ σημειωτέον τὸ τί ἑκατέρῳ αὐτῶν ἕπεται, οἷον ὅτι τῷ μὲν ἀγαθῷ τὸ ὠφέλιμον καὶ τὸ αἱρετὸν καὶ τὰ ἄλλα τὰ ἐν τῷ διαγράμματι, τῇ δὲ ἡδονῇ ἡ κίνησις καὶ ἡ ἐνέργεια ἡ κατὰ φύσιν καὶ τὰ λοιπά. πάλιν, φησίν, ἐκλεκτέον καὶ οἷς ἕπεται ἑκάτερον τούτων· οἷον τὸ μὲν ἀγαθὸν ἕπεται τῇ εὐδαιμονίᾳ καὶ τοῖς λοιποῖς, ἡ δὲ ἡδονὴ τῇ ὑγιείᾳ καὶ τοῖς λοιποῖς. δῆλον δὲ ὅτι τὰ μὲν ἑπόμενά τινι ἡ ἐπὶ πλέον ἐστὶν ἢ ἐξισάζει· ἕπεται γὰρ τῷ ἀνθρώπῳ καὶ τὸ ζῷον <ὂν> ἐπὶ πλέον καὶ τὸ γελαστικὸν <ὂν> ὥστε ἐν κατηγορουμένοις τετάξεται. τὰ δὲ οἷς ἕπεται ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· καὶ γὰρ καὶ τῷ γελαστικῷ ἐπ’ ἴσης ὄντι ἕπεται καὶ τῷ [*](1 ἐν κατῆγ’.] cf. Phil. p. 15,13 Porph. p. 61,10 sq. 2 διαιρούμενον Β ἔδοξαν BS 4 ὁμώνυμος φωνή S: om. BUt 5 ἡ τὸ ὕδωρ SU : om. Bt post ἡ tert. add. καὶ U post τοῦτο add. γὰρ BUt om. S δηλοῖ Β 11 εἴτε t 13 τοιοῦτο t 16 δὲ BUt (m): δὴ Arist. post ἕκαστον add. τούτων t (m n) ἐκλαμβάνειν t Arist. 17 ὑποτιθέμενον BUt (corr. Β u): ὑποθέμενον Arist. αὐτῶ U post τοὺς add. τε Arist. cf. p. 275,18 20 τέ om. U ἄλλοις scripsi: ἀλλήλοις BUt 22 δεῖ οὑν, φησίν conicio βουλόμεθά t 24 ἡ Ut : εἰ Β 26 τὸ prius om. U 27 καὶ alt om. Ut 30 ἄλλοις U γεία Β 31 ἐστὶν om. U 32 ὃν utrumque addidi aote ἐπὶ add. ὡς U)

    274
    φιλοσόφῳ ἢ γραμματικῷ ἐπ’ ἔλαττον ὄντι· ὥστε καὶ τὰ οἷς ἕπεταί τι [*](LXVII v) ἐν ὑποκειμένου μοίρᾳ αὐτῷ τετάξεται. ἔτι φησίν, ἐκλεκτέον καὶ τὰ τούτων ἀλλότρια, οἷον τοῦ μὲν ἀγαθοῦ τὸ ἀτελές, τὸ φευκτὸν, τῆς ’δε ἡδονῆς ᾖ νόσος, ὁ πόνος. ταῦτα γὰρ οὕτως ἐκλεξαμένοις ῥᾳδία ἔσται ἡ τῶν προτάσεων εὕρεσις, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται. ἐκθέμενοι οὖν ἡμεῖς ὡς ἐπὶ τούτων τῶν ὅρων, λέγω δὴ τοῦ ἀγαθοῦ καὶ τῆς ἡδονῆς, χαρακτῆρα του διαγράμματος τὴν λέξιν αὐτὴν ἐπισκεψώμεθα.|

    [*](LXVIII r)

    ἀγαθόν. A τὰ ἑπόμενα τῷ B ἀγαθῷ· ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, ἐφετόν, λυσιτελές, συμφέρον. ἀσυλλόγιστον διὰ τὸ ἐν β΄ σχήματι ἐκ δύο καθόλου τὰ ἀλλότρια τοῦ ἀγαθοῦ· ἀτελές, φευκτόν, βλαβερόν, κακόν, ξημιῶδες ἀλλότριον, ἀλυσιτελές. οἷς ἕπεται τὸ ἀγαθόν· εὐδαιμονία, εὐεξία, κατὰ φύσιν, οὗ ἕνεκα, τέλειον, κατ’ βίος ἀντιστροφῆς τῆς ἐλάττονος Ε Ζ τὰ τῇ ἡδονῇ ἑπόμενα· κίνη- , σις, ἐνέργεια κατὰ φύσιν, ἀνεμπόδιστος ζωή, τὸ κατὰ φύσιν ὀρεκτόν, τὸ ἀνενόχλητον, τὸ αἱρετόν. τὰ ἀλλότρια τῆς ἡδονῆς· νόσος, πόνος, φόβος, ἀπορία, πα ῥὰ φύσιν κίνησις οἷς ἕπεται ἡ ἡδονή· ὑγεία, εὐδοξία, κατ’ ἀρετὴν βίος, εὐπορία, ευτεκωία, ἀπονία, ἀφερεπονία.

    [*](1 τι t : τῆ U : om Β 2 post τὰ add τῶν t 4 ἐκλεξάμενος pr. U 5 ἐκθέμενοι] οἱ supra lac. add. B 2 8 conspeclum dedi e Β, cui similia praebent Ut)
    275

    Ἔστιν οὖν τὸ μὲν ἐφ’ ᾧ τὸ Α ἀγαθόν, τουτέστιν ὁ κατηγορούμενος LXVIIIr ὅρος, τὰ δὲ ἐφ’ ὧν τὸ Γ* τὰ ἑπόμενα αὐτῷ, ἅπερ ἐστὶν αὐτοῦ καθολικώτερα καὶ κατηγορεῖται αὐτοῦ, τὰ δὲ ἐφ’ ὧν τὸ Γ οἷς τὸ ἀγαθὸν ἕπεται· ἔστιν οὖν αὐτῶν καθολικώτερον τὸ ἀγαθὸν καὶ κατηγορεῖται αὐτῶν· τὰ δὲ ἐφ’ ὧν τὸ Δ τὰ ἀλλότρια τοῦ ἀγαθοῦ, ὧν καὶ αὐτὸ ἀποφάσκεται καὶ αὐτὰ αὐτοῦ. πάλιν τὸ μὲν ἐφ’ ᾦ τὸ E ἡ ἡδονή, τουτέστιν ὁ ὑποκεί- μενος ὅρος ἐν τῷ προβλήματι, τὰ δὲ ἐφ᾿ ὧν τὸ Z τὰ ἑπόμενα αὐτῷ, τὰ ἐ ἐφ΄ ὧν τὸ Η οἷς αὐτὸ ἕπεται, τὰ δὲ έφ΄ ὧν τὸ Θ τὰ ἀλλότρια αὐτοῦ. ἐκεῖνο δὲ ἐπισημήνασθαι ἀναγκαῖον, ὅτι ἐπειδὴ πολλά ἐστιν ἐξισάζοντα, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ ἐφετόν, δῆλον δήπου <ὅτι> ἐν τούτοις θάτερον θατέρῳ ἕπεσθαι ἄν λέγοιτο· καὶ γὰρ τὸ ἀγαθὸν ἐφετόν, καὶ τὸ ἐφετὸν ἀγαθόν. ἐν οὖν τοῖς τοιούτοις οὐ διαφέρει πρὸς τὸ προκείμενον λαμβάνειν τὸ ἑπό- μενον. εἰ μὲν γὰρ τὸ προκείμενον ἐν τῇ σκέψει εἴη τὸ ἀγαθόν, ληψόμεθα ὡς ἑπόμενον αὐτῷ τὸ ἐφετόν· εἰ δὲ τὸ ἐφετὸν εἴη τὸ προκείμενον, ὡς ἑπόμενον αὐτῷ τὸ ἀγαθὸν ληψόμεθα. καὶ οὕτως ἐπὶ τῶν ἄλλων πάντων.

    Ὑποτιθέμενον αὐτὸ πρῶτον, τουτέστι τὸν προκείμενον ἡμῖν ἐν τῷ προβλήματι ὅρον, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον.

    Καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν. εστι γὰρ οτε καὶ των ορισμων εἰς τὰς αποοειξεις οεομεθα. τὰ δὲ ἴδια οἷον τὸ γελαστικὸν τοῦ ἀνθρώπου, τὸ πλατυώνυχον, τὸ ὀρθοπεριπατητικόν, τὸ μόνον τῶν ζῴων χερσὶ κεχρῆσθαι. ταῦτα δὲ ἅτε ἅτε ὄντα καὶ ἀντιστρέφοντα καὶ ὡς ἑπόμενα δύναται εἶναι τοῦ ἀνθρώπου καὶ ὡς οἷς αὐτὸς επεται.

    p. 43b3 Eἶτα μετὰ ταῦτα ὅσα ἕπεται τῷ πράγματι, καὶ οἷς τὸ πρᾶγμα αὐτὸ ἀκολουθεῖ. | Τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῷον, τὸ λογικόν. ἕπεται δὲ ὁ ἄνθρωπος LXVIIIv τῷ φιλοσόφῳ, τῷ γραμματικῷ ἢ τῷ σιμῷ ἢ τῷ Σωκράτει ἢ τῷ Πλάτωνι.

    p. 43 b 4 Καὶ ὅσα μ ὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν. Ὅτι οὐχ ὑπάρχει ἀνθρώπῳ τὸ ἀθάνατον, τὸ ἄλογον, τὸ πτερωτὸν καὶ τα ομοια.

    [*](1 οὖν Bt: μὲν U τὸ α U: inv. ord. lit 2 τὰ- ὧν scripsi: τὸ- —ὦ libri τὸ 0111. Bt 3 ὧν scripsi itemque in seq.: ὦ ubique libri 6 τὸ μὲν om. U τὸ alt. om. Bt 7 αὐτῶν U 8 αὐτὸς Ut τὰ ex ἄρα, ut videtur, corr. B 10 ὅτι addidi cf. p. 297,22 12 οὐδὲν t 14 αὐτοῦ Β 15 αὺτὸ I 16 ὑποτιθέμενον U (corr. Bu): ὑποτιθέμενος Bt: ὑποθέμενον Arist. cf. p. 273,17 τυόνυχον Β 22 ὡς οἶς scripsi: ὅσοις Ut: οἷς Β cf. p. 247,1 24 ante ὅσα add. καὶ Bt: om. U Arist. post καὶ add. πάλιν t Arist. 26 άκολουθεῖ post ἀνθρώπῳ) Β 27 τῷ quint, om. U 30 ὅτι] οἷον conicio ante ἀνθρ. add. τῷ t )
    276

    p. 43b5 Οἶς δ’ αὐτὸ μὴ ἐνδέχεται, οὐκ ἐκλεκτέον διὰ τὸ LXVIIIv ἀντιστρέφειν τὸ στερητικόν.

    Οὐκ ἐκλεκτέον, φησί, τίσιν ὁ ἄνθρωπος οὐχ ἕπεται, εἰ ἄνθρωπος εἴη τὸ προκείμενον εἰς σκέψιν· ἐν γὰρ τῷ λαβεῖν τίνα αὐτῷ οὐχ ἕπεται ἔχομεν καὶ τίσιν αὐτὸς οὐχ ἕπεται· ἀντιστρέφει γὰρ πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατική· εἰ γὰρ οὐδενὶ ἀνθρώπῳ ἕεται τὸ ἄλογον ἡ τὸ ἀθάνατον, οὐδὲ ἄρα οὐδενὶ τούτων ἕπεται ὁ ἄνθρωπος ἐξ ἀνάγκης.

    p. 43b6 Διαιρετέον δὲ καὶ τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι καὶ ὅσα ἴδια καὶ ὅσα ὡς συμβεβηκότα κατηγορεῖται.

    Εἰπὼν δεῖν ἐκλέγεσθαι τοὺς ὁρισμοὺς καὶ τὰ ἴδια τοῦ πράγματος καὶ τὰ ἑπόμενα αὐτῷ διαίρεσιν νῦν τῶν ἑπομένων ποιεῖται· τῶν γὰρ ἑπομένων, φησί, τὰ μέν ἐστιν οὐσιώδη τὰ δὲ ἐπουσιώδη, καὶ τῶν ἐπουσιωδῶν τὰ μὲν ἔδια τὰ δὲ συμβεβηκότα. καὶ ταῦτα οὖν ἐκλεκτέον καὶ σημειωτέον· ἕπεται γὰρ τῷ Αἰθίοπι τὸ ζῷον, τὸ γελαστικόν, τὸ μέλαν, ἀλλὰ τὸ μὲν ζῷον καθ’ αὑτὸ καὶ οὐσιωδῶς τὸ δὲ μέλαν κατὰ συμβεβηκός, τὸ δὲ γελαστικὸν ὡς ἴδιον. καὶ ἄνω δὲ τῶν ἰδίων ἐμνήσθη, ἀλλ’ ἐκεῖ μὲν ὡς ἀντιδιαστέλλων αὐτὰ τοῖς καθ’ αὑτὸ ὑπάρχουσι, λέγω δὴ τοῖς οὐσιώδεσιν, ἐνταῦθα δὲ ὡς τοῖς συμβεβηκόσιν ἀντιδιαστέλλων.

    p. 43b8 Καὶ τούτων ποῖα δοξαστικῶς καὶ ποῖα κατ’ ἀλήθειαν.

    Κατὰ ἀλήθειαν μὲν οὖν ἕπεται τῇ ἡδονῇ ἡ κίνησις καὶ τὸ ὀρεκτόν, κατὰ δόξαν δὲ τὸ κατὰ φύσιν· οὐ γὰρ πᾶσα ἡδονὴ κατὰ φύσιν· ἡ γοῦν τῶν ψωριώντων ἐκ τοῦ κνήθεσθαι ἡδονὴ οὐ κατὰ φύσιν. οὐδὲ μέντοι ἡ ῥᾳστώνη κατ’ ἀλήθειαν ἕπεται τῇ ήδονῇ ἀλλὰ κατὰ δόξαν· οὐ γὰρ πᾶσα ἡδονὴ ῥᾳστώνην ποιεῖ ἢ τὸ ἀνενόχλητον· οὐδὲ γὰρ ἡ τῶν ψωριώντων· ἀλλὰ οὐδὲ ἡ αἰσχρὰ ἡδονή· ἐπιτείνει γὰρ μᾶλλον τὴν δυσχέρειαν καὶ τὰς ἐκ τῶν παθῶν ὀχλήσεις. πάλιν ταῖς δέκα κατηγορίαις, ὡς εἴπομεν, κατὰ δόξαν μὲν ἕπεται τὸ ἓν καὶ τὸ ὂν ἤ τὸ πάντα ἐξ ὕδατος εἶναι ἤ πυρὸς ἢ ἀέρος, οὐ μέντοι κατ’ ἀλήθειαν.

    p. 43b9 Ὄσῳ μὲν γὰρ ἄν πλειόνων τοιούτων εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι.

    Τοιούτων, τουτέστιν ἡγουμένων καὶ ἑπομένων καὶ ὧν ἄλλων εἴπομεν. καὶ ταῦτα ὅσῳ ἄν ᾖ ἀληθέστερα, τοσούτῳ μᾶλλον καὶ ἀποδείκνυμεν.

    [*](1 ἔκληπτέον t Arist. 3 ὁ om. U 4 ἔχομεν— 5 ἕπεται om. U 8 post καὶ add. ἐπὶ Β 9 ante ἴδια add. ὡς Arist. (om. A BC d u n) ὡς om. t 12 ἐπουσιώδη — ἐπουσιωδῶν, quae iam voluerat Waitz Org. I 29, BU: ἐπισοδιώδη— ἐπιστοδιωδῶν t 16 post ἴδιον add. ἐπειδὴ οὖν U ἄνω] p. 43b2 21 post γὰρ add. δὴ S γοῦν S: οὖν Bt: γὰρ U 26 εἴπομεν] p. 272,32 sq. 29 εὕρη U 30 συμπεράσματος t 31 ὧν U: τῶν Bt post εἴπομεν add. δὲ Bt 32 post ὅσω add. δ’ Bt τοσοῦτον U)
    277

    p.43b11 Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ LXVIIIv τῷ πράγματι ἕπεται.

    Ἕπεται γὰρ τινὶ ἀνθρώπῳ ὡς τῷ Αἰθίοπι, τὸ μέλαν, οὐ μέντοι παντί, καὶ τινὶ ἀνθρώπῳ τὸ ἑξαδάκτυλον, καὶ τινὶ ἠδονῇ τὸ κατὰ φύσιν, οὐ μέντοι πάσῃ· οὐ γὰρ δὴ καὶ τῇ τῶν κνηστιώντων. τὸ παντὶ οὖν ἑπόμενον, φησίν, ἐκλεκτέον, ἐπειδὴ τὰ ἑπόμενα κατηγορεῖται τούτων οἷς ἕπεται· δεῖ δὲ καθόλου κατηγορεῖσθαι, ἐπειδὴ καὶ καθολικῶν προτάσεων εἰς τοὺς συλλογισμους δεόμεθα.

    p.43b14 'Αδιορίστου μὲν γὰρ ὄντος ἄδηλον εἰ καθόλου ἡ πρότασις.

    Ὅτι οὐ μόνον οὐ δεῖ τὰ τινὶ ἀνθρώπῳ ἑπόμενα ἐκτίθεσθαι, ἀλλ’ οὐδὲ ἀπροσδιόριστον ἐκτίθεσθαι τὸν ὑποκείμενον καὶ οὕτω τὰ ἑπόμενα αὐτῶ ζητεῖν οἷον ἄνθρωπος, ἀλλὰ πᾶς ἄνθρωπος· αἱ γὰρ ἀπροσδιόριστοι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ταῖς μερικαῖς ἐσοδυναμοῦσιν.

    p 43b16 Ὁμοίως δὲ ἐκλεκτέον καὶ οἷς αὐτὸ ἕπεται ὅλοις διὰ τὴν εἰρημένην αἰτίαν.

    Ὥσπερ, φησί, τὰ ἑπόμενα τοῖς ὅροις καθολικὰ δεῖ λαμβάνειν, τουτέστι τὰ ὅλοις τοῖς ὑπὸ τὸν ὅρον κατηγορούμενα, οἷον πᾶσι τοῖς ὑπὸ τὸ ἀγαθὸν ἤ τὴν ἡδονήν, οὕτω καὶ ὅταν λαμβάνωμεν τὰ οἷς ἕπεται οὕτω δεῖ λαυβάνειν ὡς πὰσιν αὐτοῖς ἑπόμενα, οἷον πάσῃ εὐδαιμονίᾳ τὸ ἀγαθὸν καὶ πάσῃ ὑγι,είᾳ τὴν ήδονήν. ἐὰν δὲ λάβωμεν ὡς ἑπόμενον τὸ ἀγαθὸν τῇ ήδονῇ. οὐ καθόλου ἐλάβομεν· οὐ γὰρ πάσης ἡδονῆς τὸ ἀγαθὸν κατηγορεῖται· οὐ γὰρ δὴ καὶ τῆς τῶν κιναίδων καὶ τῶν ψωριώντων. καὶ τοῦτο οὖν καθόλου δεῖ λαμβάνειν διὰ τὴν αὐτὴν αἰτίαν, ἵνα καθολικὰς ποιῶμεν τας προτασεις.

    p. 43b17 Αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δὲ οἶον ἀνθρώπῳ πᾶν ζῷον.

    Οὐ γὰρ δεῖ λέγειν ὅτι τῇ ήδονῇ πᾶσα κίνησις ἕπεται ἢ τῇ ὑγιείᾳ πᾶσα ήδονὴ ἢ τῇ εὐεξίᾳ πᾶν ἀγαθόν. τοδτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐν τῷ Περὶ ἑρμηνείας εἰρημένον, ὅτι τὸν προσδιορισμὸν οὐ δεῖ τὼ κατηγορουμένῳ συνταττειν ἀλλὰ τῷ ὑποκειμένῳ· οὐ γὰρ δεῖ λέγειν ὅτι ή εὐεξία πᾶν ὰγαθόν ἔστιν, ἀλλὰ ὰνάπαλιν πᾶσα εὐεξία ἀγαθόν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

    [*](1 τινὶ ἑπόμενα t 3 ὡς om. U 5 φησιν ἑπόμενον U 6 post δὲ add. τὰ t 10 οὐδὲ SU: οὐδὲν Bt 11 ἀπροσδιορίστως S τόν SU: τοιοῦτον Bt 12 ὣς superscr. B 12. 13 ἐν τῷ πιερὶ ἑρμ.] c. 7 p. 17b29 sq. 17. 18 τὴν ἡδονὴν ἡ τὸ ἀγαθὸν U 18. 19 post λαμβάνειν add. τὸ οἷς ἕπεται U 19 μενον U 20 τὸ om. t 27 ὐγεία Β 29 ἐν τῷ Περῖ ἑρμ.] c. 7 p. 17 12 sq. 30 γὰρ om. Β ἡ om. U)
    278

    p. 43b19 Ἀλλὰ μόνον ἁπλῶς ἀκ·ολουθεῖν, καθάπερ καὶ προ- τεινόμεθα.

    Παθητικῷ ἀντὶ ἐνεργητικοῦ ἐχρήσατο· βούλεται γὰρ εἰπεῖν ὅτι προ- τείνομεν. τί οὖν φησιν; ὅτι ἁπλῶς καὶ | ἀδιορίστως ἐκθώμεθα LXIXr ἀκολουθεῖν πάσῃ ὑγιείᾳ ἡδονήν, μὴ μέντοι πᾶσαν, καὶ πάσῃ ἡδονῇ κίνησιν, μὴ μέντοι πᾶσαν κίνησιν· οὕτω γὰρ καὶ εἰώθαμεν τὰς προτάσεις ποιεῖσθαι πρὸς τοὺς συνδιαλεγομένους.

    p. 43b20 Καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον.

    Καὶ διὰ τοῦτο δηλονότι ἄχρηστον, καὶ ἀδύνατον· οὐδεὶς γὰρ προτείνει εἰ ἡ ψυχὴ πᾶν ἀθάνατόν ἐστιν, ἀλλ’ ἀπλῶς ἀθάνατον. ποῖον δὲ θάτερον; τὸ τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν τὸν καθόλου συντάττειν.

    p. 43b22 Ἀλλ᾿ ᾧ ἕπεται, ἐπ’ ἐκείνου τὸ παντὶ λέγεται. Τουτέστι τῷ ὑποκειμένῳ· τοῦτο γάρ ἐστιν ᾧ ἕπεται τὸ ἑπόμενον· τὸ γὰρ ἑπόμενον, τουτέστι τὸ κατηγορούμενον, ὡς καθολικώτερον.

    p. 43b22 Ὅταν δὲ ὑπό τινος περιέχηται τὸ ὑποκείμενον ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις· εἴληπται γὰρ ἐν ἐκείνοις· ὅσα γὰρ ζῴῳ, καὶ ἀνθρώπῳ ἕπεται, καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως.

    Ὑποκείμενον ἐνταῦθα λέγει οὐ πάντως τὸν ὑποκείμενον ὅρον ἀλλ’ ἀπλῶς τὸν προκείμενον ᾧ δεῖ ζητὴσαι τὰ ἑπόμενα, όποῖος ἄν ᾖ, εἴτε ὁ κατηγορούμενος εἴτε ὁ ὑποκείμενος. τί οὖν φησιν; ὅταν τινὶ ὅρῳ λαμβάνειν βουλώμεθα τὰ ἑπόμενα, μὴ λάβωμεν καὶ τὰ τοῖς ἑπομένοις ἑπόμενα· ἐν γὰρ τοῖς πρώτοις ἔχομεν καὶ τὰ δεύτερα. οἷον εἰ ζητοῦμεν τί ἕπεται τῷ ἀνθρώπῳ, εἶτα εὕρωμεν ὅτι τὸ ζῷον, μὴ ζητήσωμεν καὶ τὰ τῷ ζῴῳ ἑπόμενα· ἐν τῷ τῷ λαβεῖν τὸ ζῷον ἔχομεν δυνάμει καὶ τὰ τούτῳ ἑπό- μενα, οἷον τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ σῶμα, τὴν οὐσίαν καὶ τὰ ὅμοια.

    Τὰ μὲν τῷ καθόλου ἑπόμενα, τουτέστι τῷ ἑπομένῳ ᾧ ἐξεθέμεθα· τὰ γὰρ ἑπόμενα καθολικώτερά ἐστι τῶν οἷς ἕπεται· διὸ κατηγορειται αυτων.

    [*](1 ἀλλ’ ἁπλῶς μόνον t 5 ὑγεία Β κίνησις Β 6 πᾶσα Β 8 θάτερον ἄχρηστον U 9 ὅτι addidi 12 τάττειν Β 13 ὃ Β ἑπ᾿ om. U τῷ t 23 post βουλώμεθα add. φησὶ U τοῖς ἑπομένοις U: τῶ ἑπομένω S: τούτοις Bt 24 an ζγτῦμεν ? 25 τὰ om. t 28 τὰ μὲν τῶ U Αrist.: ταῦτα μὲν τὰ τῶ Bt cf. vs. 17 ὦ Bt: ὃ καὶ U 29 post διὸ addiderim καὶ)
    279

    Καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως. ὥσπερ, φησίν, οὐ δεῖ λαμβάνειν LXIV τὰ τῷ ἑπομένῳ ἑπόμενα, οὕτως οὐ δεῖ λαμβάνειν οὐδὲ τὰ τοῦ ἑπομένου ἀλλότρια· ὅσα γάρ ἐστιν ἀλλότρια τοῦ γένους, ταῦτα καὶ τοῦ εἴδους ἐξ ἀνάγκης, ὥστε ὡς όμολογούμενον τοῦτο οὐ δεῖ λαβεῖν.

    p. 43b26 Τὰ δὲ περὶ ἕκαστον ἔδια ληπτέον· ἔστι γὰρ ἄττα τῷ εἴδει ἴδια παρὰ τὸ γένος· ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν.

    Τὰ περὶ περὶ ἴδια, τουτέστι τὰ περὶ ἕκαστον τῶν ὅρων τῶν προκειμένων ἡμῖν ἰδίως ἀλλότρια, ταῦτα δεῖ λαβεῖν. πρόκειται ήμῖν ὅρος ὁ ἄνθρωπος· μὴ λάβωμεν τὰ ὡς ζῴου τούτου ἀλλότρια· ἐν γὰρ τῷ λαβεῖν τὸ ζῶον ὡς ἑπόμενον ἔχομεν ὠμολογημένον ὅτι καὶ τὰ ἀλλότρια τοῦ ζῴου καὶ τοῦ ἀνθρώπου ἐστὶν ἀλλότρια. λάβωμεν οὖν τὰ ἰδίως τοῦ ἀνθρώπου ἀλλότρια, οἷον τὸ ἄλογον, τὸ τετράπουν καὶ τὰ ὅμοια. ἔχουσι γάρ, φησί, τὰ εἴδη ἰδιάζοντα ὰλλότρια, ἅπερ οὐκ ἔστι τοῦ γένους ἀλλότρια· τοῦ γὰρ ἀνθρώπου ἀλλότριον τὸ ἄλογον, τὸ τετράπουν, οὐ μέντοι τοῦ γένους. ὅτι δὲ τοῦτο ἀνάγκη οὕτως ἔχειν, λέγω δὲ τὸ εἶναι ἀλλότριά τινα τῶν εἰδῶν ἅπερ τῶν γενῶν οὐκ εἰσὶν ἀλλότρια, ἐναργῶς κατεσκεύασεν εἰπὼν ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν. εἰ γὰρ ἀντιδιαιροῦν- ται, φησίν, ἀλλήλοις τὰ εἴδη καὶ ἕτερά εἰσιν ἀλλήλων, πᾶσα ἀνάγκη ἔχειν τι ἕκαστον ὅπερ ἐστὶν ἀλλότριον τοῦ ἑτέρου, οἷον ὁ ἄνθρωπος τοῦ ἵππου καὶ ἔμπαλιν. ταῦτα μέντοι, ἅπερ ἔχουσι τὰ ἀντιδιαιρούμενα εἴδη ἀλλότρια ἀλλήλων, τοῦ γένους οὐκ εἰσὶν ἀλλότρια· οὐδὲν γὰρ τῶν ὑπαρχόντων τοῖς εἴδεσιν ὰλλότριόν ἐστι τοῦ γένους.

    p. 43b29 Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον οἷς ἔπεται τὸ περιεχόμενον, οἷον ζῴῳ οἷς ἕπεται ὁ ἄνθρωπος.

    Ἵνα σαφέστεραν ποιήσωμεν τὴν δεῖξιν, δεῖ προσθέντας τι μικρὸν οὕτως ἀναγνῶναι· οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον ὡς ὑποκείμενα οἷς ἕπεται τὸ περιεχόμενον. ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐάν, φησί, τοῦ ζῴου προ- κειμένου ἠμῖν ζητῶμεν τίνι ἕπεται τὸ ζῷον, οὐ δεῖ λέγειν ὅτι τῷ φιλοσόφῳ ἤ τῷ σιμῷ· οὐ γὰρ δεῖ ταῦτα λαμβάνειν ὡς ὑποκείμενα τοῦ ζῴου· ὰλλὰ δεῖ λέγειν ὅτι τῷ ἀνθρώπῳ ἕπεται· τούτῳ γὰρ προσεχῶς ἕπεται τὸ ζῷον. λαβόντων δὲ ἡμῶν ὅτι τῷ ἀνθρώπῳ ἕπεται, ἐξ ἀνάγκης συμπεριείληπται τῷ ἀνθρώπῳ καὶ τὰ ὑπ’ αὐτοῦ περιεχόμενα, λέγω δὴ τὸ [*](4 λαμβάνειν S 10 ζώω U τούτου scripsi: τούτω U: om. Bt ἐν γὰρ — 12 ἀλλότρια add. B 2 11 post ἔχομεν add. ὠς U 13 ἄλλογον B 14. 15 του ἀνθρώπου καὶ γὰρ Β 16 δὴ (post λέγω) U 18 αὐτὰ U γὰρ alt- S: οὑν Bt: om U 19 καὶ SU: om. Bt ἀλλήλων BSt: ἀλλήλοις U post πᾶσα add. δὲ Bt: om. SI 21 ἀντιδιηρημένα U 24 δεῖ B (corr. d) τῶ Β 1 Arist.: τό B2Ut 25 ζῶον ὁ om. t Arist. 26 τὸ U 27 οὐδἑν U δὴ t Arist.: δεῖ BU 30 post ὐποκείμενα add. ὄντα B 32 λαμβανότων Β 32. 33 συμπέρασμα εἴληπται t)

    280
    σιμὸν καὶ τὸ φιλόσοφον καὶ τὰ ὅμοια. ὥσπερ οὖν, ὅτε ἐζήτει τὰ LXIXr ἑπόμενα τῷ πράγματι, ἔλεγεν ὅτι οὐ δεῖ λαμβάνειν καὶ τὰ τοῖς ἑπομένοις ἑπόμενα, οὕτω, φησίν, οὐδὲ τὰ οἷς ἕπεται ζητοῦντα δεῖ λαβεῖν καὶ οἶς ταῦτα ἕπεται· ἔχομεν γὰρ αὐτὰ δυνάμει ἐν αὐτοῖς.

    p. 43b32 Οἰκειότερα δὲ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς.

    Εἰ ἐζητοῦμεν, φησί, τίσιν ὁ ἄνθρωπος ἕπεται, καὶ οὐ τίσι τὸ ζῷον, (??)ότε ταῦτα οἰκειότερον ἔδει λαμβάνειν· προσεχῶς γὰρ περιέχει ὁ ἄνθρωπος τὸ φιλόσοφον καὶ τὸ σιμὸν καὶ τὰ ὅμοια, ὥσπερ τὸ ζῷον προσεχῶς μὲν τὸν ἄνθρωπον, διὰ τούτου δὲ καὶ ἐκεῖνα.

    p. 43b35 Ὅμοιον γὰρ ἑκάστου τὸ συμπέρασμα ταῖς ἀρχαῖς. |

    Ἐδείχθη γὰρ διὰ πολλῶν ὅτι ἀνάγκη πᾶσα, ὡς ἂν ἔχῃ τὸ LXIXv πέρασμα, οὕτω καὶ τὰς προτάσεις ἔχειν, ἢ ἀμφοτέρας ἤ τὴν ἑτέραν. ἔχεις δὲ ἐντεῦθεν τὴν αἰτίαν, δι’ ἣν τὸ περὶ εὐπορίας συλλογισμῶν κεφά- λαιον οὗτε ἐν τοῖς Τοπικοῖς ἐξέθετο, πῶς ἂν διαλεκτικῶν προτάσεων εὐπογήσωμεν, οὔτε ἐν τοῖς Ἀποδεικτικοῖς, πῶς ἄν εὐπορήσωμεν ἀποδεικτικῶν προτάσεων, οὕτε ἐν τοῖς Σοφιστικοῖς, ἅτε δὴ ἐν τούτοις ἐκθέμενος πῶς ἄν πρὸς πᾶν εἶδος συλλογισμοῦ προτάσεων εὐπορήσωμεν. διὰ τοῦτο γοῦν οὐ μόνον τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐκτίθεσθαι ἡμᾶς προσέταξεν ἀλλὰ καὶ τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἀλλότρια, ἵνα ἔχωμεν ὕλην πρὸς πάντα συλλογισμὸν ἐκκέίμενον· δηλονότι, εἰ μὲν ἀποδεικτικῶς συλλογίσασθαι βουληθῶμεν, ἐκ τῶν ὁρισμῶν καὶ τῶν καθ’ αὑτὸ ύπαρχόντων τὰς προτάσεις ἐκλεγόμεθα, εἰ δὲ διαλεκτικῶς, λαμβάνομεν τὰ ὡς ἐπὶ τὸ πολὺ ὑπάρχοντα καὶ τὰ κατὰ δόξαν, εἰ δὲ σοφιστικῶς, τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα· καὶ γὰρ τὰ ὁμώνυμα, ἐξ ὧν μάλιστα οἱ σοφιστικοὶ συλλογισμοί, συμβέβηκε τοιαῦτα εἶναι. καὶ τὰ ἀλλότρια δὲ συνοίσει εἰς τοῦτο, ἵνα τὸ μὴ ὄν ὡς ὂν κατηγορῆται. μάλιστα δὲ τὰ ἀλλότρια ἐξέθετο ὡς συνοίσοντα εἰς τοὺς ἀποφατικοὺς συλλογισμούς.

    p. 43b36 Ἕτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· οὐ γὰρ συλλογισμὸς ἐξ αὐτῶν. δι’ ἣν δὲ αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον. Οὐ τοῦτό φησιν, ὅτι οὐ δεῖ ἐκλέγειν τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα καὶ ἀπογράφεσθαι δεῖ γάρ), ἀλλ’ ὅτι εἰς τὸ χρήσασθαι μέσῳ ὅρῳ οὐκ ἐκλεκτέον τὰ ὰμφοτέροις ἅμα ἑπόμενα, εἰ τὰ αὐτὰ εἴη· δείκνυσι γὰρ [*](1 φιλόσοφον — σιμόν U 2 ἔλεγεν] p. 43 b 24 5 οἰκειότερον Β 6 εἰ ἐζητοῦμεν ζητοῦμεν U) φησι BU: φησὶν εἰ εἴη τὸ μὲν t 7 λαβεῖν U 8 τὸν—καὶ τὸν Β 9 τοῦτον Βt 11 ἐδείχθη] c. 24 p. 41b27 sq. τὸ om. t 14. 15 εὐπορήσομεν Bt 18 προσέταξεν ἡμᾶς ἐκτίθεσθαι Β 22. 23 τὰ ὡς Bt: τὰς U 25 δὲ superscr. U 26 post ἵνα add. μὴ Β 2 μὴ τὸ t κατηγορεῖται Bt 27 συνοίσονται Bt 28 post, γὰρ add. ἔσται t Arist. 30 ἀμφοτέρως ex ἀμφοτέροις, ut videtur, corr. Β 31 καὶ om. U 32 δείκνυσι] c. 28 p. 44b26 sq.)

    281
    ἐφεξῆς ὅτι ἐκ τούτων οὐ δυνατὸν συλλογίσασθαι, ἐν δευτέρῳ σχήματι LXIXv ἐκ δύο καταφατικῶν γινομένης τῆς συμπλοκῆς. δοκεῖ δὲ τοῦτο παρέλκειν ἐνταῦθα, ἐπειδὴ τέως τὸ πῶς ἐκλεκτέον τὰ ὑπάρχοντα τοῖς ὅροις παραδίδωσι καὶ οἷς αὐτοὶ ἕπονται, οὐ μέντοι πῶς αὐτοῖς χρηστέον, καὶ ὅτι οὐχ αὕτη μόνη ἐστὶν ἡ ἐκλογὴ ἄχρηστος. ἀλλὰ καὶ ἄλλαι δύο, ἥ τε λαμβά- νουσα τὰ ἀμφοτέρων ἀλλότρια καὶ ἡ τὰ ὑποκείμενα μὲν τῷ κατηγορουμένῳ ἀλλλότρια δὲ τοῦ ὑποκειμένου. αὐτὸς δὲ ταύτης μόνης ἐμνήσθη ενταῦθα.

    p. 43b39 Κατασκευάζειν μὲν οὗν βουλομένοις κατ·ά τινος ὅλου καὶ τὰ ἑξῆς.

    Εἰπὼν ὅπως δεῖ τὴν ἐκλογὴν ποιεῖσθαι τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς αὐτοὶ ἕπονται, ἔτι τε καὶ τῶν ἀλλοτρίων, ἐντεῦθέν φησιν ὅπως δυνατὸν ἐκ τῶν ἀποογεγραμμένων ἕκαστον τῶν προβλημάτων κατασκευάζειν, τό τε καθόλου καὶ τὸ μερικόν, καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικόν. εἰ μὲν γὰρ τὸ καθόλου καταφατικὸν βουλόμεθα, φησί, κατασκευάσαι, ζητητέον εἴ τι τῶν ύποκειμένων τῷ κατηγορουμένῳ ὅρῳ, τουτέστιν οἷς ἕπεται, καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ, τουτέστι τῶν κατηγορουμένων αὐτοῦ, ταὐτόν ἐστιν· καὶ ἐὰν ἐν τούτοις εὕρωμέν τι ταὐτόν, κατασκευάσομεν τὸ καθόλου καταφατικόν. οἷον ἐν τοῖς ὑποκειμένοις τῷ κατηγορουμένῳ, λέγω δὴ τῷ ἀγαθῷ, ἔστι τὸ κατὰ φύσιν· πάλιν ἐν τοῖς ἑπομένοις, τουτέστι κατηγορουμένοις, τῇ ἡδονῇ ἐστι τὸ κατὰ φύσιν. συλλογιζόμεθα οὖν οὕτως. εἰ τὸ ἀγαθὸν παντὶ τῷ κατὰ φύσιν (ύπόκειται γὰρ αὐτῷ), τοῦτο δὲ τὸ κατὰ φύσιν ταὐτόν ἐστι τῷ ἑπομένῳ τῇ ήδονῇ, λέγω δὴ τῷ κατὰ φύσιν ὀρεκτῷ, τὸ ἀγαθὸν ἄρα παντὶ τῷ κατὰ φύσιν ὀρεκτῷ ὑπάρχει, ὅπερ τῆς ἡδονῆς κατηγορεῖται· τοῦτο δὲ πάσῃ ἡδονῇ ὑπάρχει· καὶ τὸ ἀγαθὸν ἄρα πάση ήδονῇ. οὕτω μὲν οὖν τὸ καθόλου. ἐὰν δὲ τὸ μερικὸν καταφατικὸν ζητῶμεν κατασκευάσαι, ἴδωμεν εἴ τι τῶν ὑποκειμένων τῶ τε ύποκειμένω καὶ τῳ κατηγορουμένῳ, τῷ ἀγαθῷ λέγω καὶ τῇ ἡδονῇ, ταὐτόν ἐστι. καὶ ἐὰν εὕρωμεν, ὥσπερ ἔχομεν ἐν τούτοις τὸν κατ’ ἀρετὴν βίον, τῇ αὐτῇ μεθόδῳ συνάξομεν τὸ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου σχήματος, ἀντιστρέψαντες δὲ τὴν ἐλάττονα πρότασιν διὰ τοῦ πρώτου. ἐὰν δὲ τὸ καθόλου ἀποφατικὸν ζητῶμεν κατασκευάσαι, ἴδωμεν εἴ τι τῶν ἀλλοτρίων τοῦ κατη- γορουμένου καὶ τῶν ἑπομένων τῷ ύποκειμένῳ ταὐτόν ἐστιν, ὥσπερ ἐν τού- τοις ἔχομεν τὸ ἀτελὲς καὶ τὴν κίνησιν· καὶ γὰρ πᾶσα κίνησις ἀτελής· πάλιν γὰρ ἐνταῦθα, ἐπειδὴ τὸ ὰγαθὸν οὐδενὶ ἀτελεῖ, ταὐτὸν δὲ εἰπεῖν κινήσει, καὶ κίνησις δὲ πάσῃ ἡδονῇ, τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. καὶ ἀνάπαλιν δὲ ποιήσαντες, φησί, τὸ αὐτὸ κατασκευάσαι δυνάμεθα, ἐὰν εὕρωοὐκ [*](4.5 αὐτὴ Bt 6 ἀμφότερα U τῷ κατηγορουμένῳ scripsi: τοῦ κατηγορουμένου Βt: τῶ ᾶ U 7 ἀποκειμένου Bt: εݲU 9 καὶ τὰ ἑξῆς om. t 15 post ζητητέον add. φησὶν U 17 αὐτῶ Β κατασκευάσωμεν t 20 τὸ Ut: τι Β 21 τῶ U: τὸ Βt 22 τῶ alt. Β: τὸ Ut 23 ὸρεκτόν (ante τὸ) U 26. 27 immo κατηγορουμένῳ —ἐποκειμένῳ 29 διὰ τοῦτο t 30 δὲ prius om. U posl πρότασιν add. καὶ U 34 post εἰπεῖν add. πάση U 35 ἄρα om. Bt)

    282
    μέν τι τῶν μὲν τοῦ ὑποκειμένου ἀλλοτρίων τῶν δὲ τοῦ κατηγορουμένου LXIXv ἑπομένων ταὐτόν· συνάξομεν γὰρ οὕτως ἐν δευτέρῳ σχήματι τὸ καθόλου ἀποφατικόν. ἔστω γὰρ ἀλλότριον τῆς ἡδονῆς τὸ τὸ Ξ, ἑπόμενον δὲ τῷ ἀγαθῷ τὸ Ν· ἐπειδὴ οὖν τὸ Ξ οὐδεμιᾷ ἡδονῇ, ταὐτὸν δὲ τὸ Ξ τῷ Ν, τὸ Ν ἄρα οὐδεμιᾷ ἡδονῇ· ἔστι δὲ καὶ παντὶ ἀγαθῷ· ἕπεται γὰρ αὐτῷ· τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. δυνάμεθα δὲ τὸ αὐτὸ τοῦτο καὶ ἐν πρώτῳ σχήματι ποιῆσαι ἀντιστρέψαντες τήν τε ἀποφατικὴν πρότασιν καὶ τὸ συμπέρασμα· ἐπεὶ γὰρ τὸ Ξ οὐδεμιᾷ ήδονῇ, καὶ ἡ ἡδονὴ οὐδενὶ τῷ Ξ, ταὐτὸν δὲ εἰπεῖν τῷ Ν· τὸ δὲ Ν παντὶ ἀγαθῷ· ἡ ἡδονὴ ἄρα οὐδενὶ ἀγαθῷ, ὥστε καὶ ἀντιστρέφει ἀγαθὸν οὐδεμιᾷ ήδονῇ. ὲὰν δὲ τὸ μερικὸν ἀποφατικὸν ζητῶμεν, ἴδωμεν εἴ τί ἐστι ταὐτὸν τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν ὑπο- κειμένων τοῦ ύποκειμένου, τουτέστιν οἷς ἕπεται, ὥσπερ ἐνταῦθα τὸ ἀλυσιτελὲς καὶ ἡ ἀφερεπονία ἀπονία γάρ ἐστιν ἡ ἀφερεπονία) ἡ καὶ ἁπλῶς εἴ τι εὑρεθείη ἐν τούτοις ταὐτόν. γίνεται δὲ ἐν τρίτῳ σχήματι ὁ συλλογισμός· τὸ γὰρ ἀγαθὸν οὐδενὶ ἀλυσιτελεῖ, ταὐτὸν δὲ ἔστω εἰπεῖν οὐδεμιᾷ LXXr ἀπονίᾳ, ἀπονίᾳ, πάσῃ ἀπονίᾳ, τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. τὸ σχῆμα τρίτον. ἀντιστρέψας δὲ τὴν ἐλάττονα, λέγω δὲ τὴν καταφατικήν, ποιησεις το πρωτον σχημα.

    p. 43b40 Τοῦ μὲν κατασκευαζομένου βλεπτέον εἰς τὰ ύποκείμενα, μενα, καθ’ ὧν αὐτὸ τυγχάνει λεγόμενον.

    Τοῦ μὲν κατασκευαζομένου λέγει τοῦ κατηγορουμένου ὅρου, οὗ δὲ δεῖ κατηγορεῖσθαι τοῦ ύποκειμένου. ἵνα δὲ σαφέστερόν τε τὸν λόγον ποιήσωμεν καὶ τελείως ἐκθώμεθα τὸ διάγραμμα, ἐπ’ αὐτῶν ψιλῶν τῶν στοιχείων αὐτὸ ἐκθησόμεθα, ἵνα μάθωμεν πόσαι γίνονται συμπλοκαί, καὶ ποῖαι μὲν δύνανται σύστασιν ἔχειν, ποῖαι δὲ οὔ. ἔστω οὗν τὸ μὲν Α ὁ κατηγορούμενος ὅρος, τὸ δὲ E ό ύποκείμενος, τὸ δὲ B τὰ τῷ κατηγορου- μένῳ ἑπόμενα, τὸ δὲ Γ τὰ οἷς ἕπεται, τὸ δὲ Δ τὰ ἀλλότρια αὐτοῦ. ὁμοίως τὸ μὲν Ζ τὰ | έπόμενα τῶ ύποκειμένῳ, λέγω τῷ E, τὸ δὲ Η τὰ οἷς LXXv ἕπεται, τὸ δὲ Θ τὰ ἀλλότρια αὐτοῦ. δεῖ οὖν ἐπιβλέπειν εἴ τι ταὐτόν ἐστιν ἔν τινι τῶν πρὸς τῷ Α καὶ ἔν τινι τῶν πρὸς τῷ E. συμπλεκόμενα οὖν τὰ πρὸς τῷ Α τοῖς πρὸς τῷ E ποιεῖ συζυγίας ἐννέα· τριῶν γὰρ ὄντων τῶν ἐκκειμένων τρὸς τῷ Α, έπομένων, οἷς ἕπεται, ὰλλοτίων, ὁμοίως δὲ καὶ τῶν πρὸς τῷ E, τὰ τρία τοῖς τρισὶ συμπλεκόμενα ποιεῖ συζυγίας ἐννέα. ἢ γὰρ τὸ B τῷ Ζ ταὺτὸν εύρίσκεται, ἢ τὰ B τῷ Θ, ἤ τὸ Β τῷ Η· πάλιν τὸ Δ ἑνὶ τῶν Ζ, Η, Θ ταὐτὸν ευρισκόμενον ποιεῖ ἑτέρας τρεῖς, καὶ [*](1 an τῷ κατηγορουμένῳ ? at cf. p. 286,20 287,15 2 συνάξωμεν libri 6 δὲ Bt: γὰρ U 8 ἡ om. Ut 9 ἡ om. U 11. 12 ύποκειμένων ex ἑπομένων corr. U 13 ἀπονοία t: ἀπὄ Β itemque vs 16 ἐστιν ἡ B 1: ἐστι καὶ U 17 δεύτερον Ut 19. 20 lemma om. BU 24 ἐκθήσομεν Β 25 (??)speelum similem (??) aique p. 274 praebent libri 30 τὸ αݲ U τὸ εݲ U 1 32 κειμένων t τὸ αݲ U 33 τὸ εݲ U 34 an ηݲ—θ ? τῶ (post ἢ teri.) Ut τὸ ηݲ U)

    283
    πάλιν τὸ Γ τοῖς αὐτοῖς τὰς λοιπὰς τρεῖς. καὶ ἄλλως· ἐπειδὴ δεῖ ἐκ LXXv τῶν ἀπογεγραμμένων ἔν τε τῷ ὑποκειμένῳ ὅρῳ καὶ ἐν τῷ κατηγορουμένῳ λαβεῖν τι ταὐτόν, ἵνα δι’ αὺτοῦ μέσου συνάψωμεν τοὺς ἄκρους, λέγω δὴ τὸ Α, E, ἢ διαστήσωμεν ἀλλήλων, ὰνάγκη πᾶσα λαμβάνειν ἢ τὰ ἀμφοτέροις ἑπόμενα τὰ αὐτὰ ἢ οἷς ἀμφότεροι ἕποντι ἢ τὰ ἀμφοτέρων ἀλλότρια, ἢ τὰ τῷ μὲν ὑποκειμένῳ ἑπόμενα οἷς δὲ ἕπεται ὁ κατηγορούμενος ἤ ἔμπαλιν, ἢ τὰ τοὐ μὲν κατηγορουμένου ἀλλότρια ἑπόμενα δὲ τῷ ὑποκειμένῳ ἢ ἀνά. παλιν, ἡ τὰ οἷς ἕπεται ὁ κατηγορούμενος τὰ δὲ τοῦ ὑποκειμένου ἀλλότρια ἢ ὰνάπαλιν, καὶ οὐκ ἔστι παρ’ αὐτά. γίνονται οὖν συζυγίαι ὑποκείμεναι ἡ τοῦ BZ, ΓΗ, ΔΘ, ΓΖ, HB, ΔΖ, ΒΘ, ΔΗ, ΓΘ. ἐννέα οὖν γινομένων συζυγιῶν αἰ μὲν ἓξ συνίστανται καὶ ποιοῦσι συλλογισμόν, αἱ δὲ λοιπαὶ τρεῖς ἀσύστατοι καὶ ἀσυλλόγιστοί εἰσιν· ἀσύστατοι μὲν ἥ τε λαμβάνουσα τὰ αὐτὰ τὰ BZ καὶ ἡ τὰ ΔΘ καὶ ἡ τὰ ΓΘ· αἱ δὲ λοιπαὶ ποιοῦσι συλλογισμόν. ἡ μὲν οὖν ΒΖ ἀσύστατος· γίνεται γὰρ τὸ δεύτερον σχῆμα ἐκ δύο καταφατικῶν. τὸ γὰρ Β τῷ Α παντί, τὸ δὲ Β τῷ Ζ ταὺτόν· καὶ τὸ Z ἄρα τῷ Α παντί· ἀλλὰ μὴν καὶ τῷ E παντί· ἀσύστατος ἄρα ἡ συζυγία· δύο γὰρ καταφατικαὶ ἐν δευτέρῳ σχήματι. ἀλλὰ κἀν τὴν ΒΑ ἀντιστρέψῃς, μερικὴ γίνεται ἡ μείζων ἐν πρώτῳ καὶ οὕτως ἀσυλλόγιστος· τὸ γὰρ Α τῷ Β τινί, τουτέστι τῷ Z, τὸ δὲ Z τῷ E παντί. μία μὲν οὗν αὕτη ἀσυλλόγιστος συζυγία. δευτέρα δὲ ἡ ΔΘ, τουτέστιν ἡ τὰ ὰμφότερα τῶν ὅρων ἀλλότρια λαμβάνουσα· δύο γὰρ γίνονται ἀποφατικαί. τρίτη ἐπὶ τούτοις ἀσυλλόγιστος ἡ ΓΘ, τουτέστιν ἡ τὰ οἷς ἕπεται ὁ Α ὁ κατηγορούμενος καὶ τὰ ἀλλότρια τοῦ E τοῦ ύποκειμένου τὰ αὐτὰ λαμβάνουσα· τὸ γὰρ Α παντὶ τῷ Γ, του- τέστι τῷ Θ· ταὐτὸν γὰρ τὸ Γ τῷ Θ· τὸ δὲ Θ οὐδενὶ τῷ E, ὥστε ἡ ἐλάττων ἐν πρώτῳ ἀποφατική. ἀλλὰ κἂν τρίτον γένηται τὸ σχῆμα τῆς τάξεως τῶν ὅρων ἀντιστραφείσης, συνάγει μὲν μερικὸν ἀποφατικόν, ὅτι τὸ E οὐ παντὶ τῷ Α· οὐκέτι δὲ ἀντιστρέψαι δυνάμεθα τὸ συμπέρασμα, ἵνα τὸ προκείμενον συναγάγωμεν, διὰ τὸ πρὸς μηδεμίαν πρότασιν ἀντιστρέφειν τὴν μερικὴν ἀποφατικήν. περὶ μὲν οὖν τῶν ἀσυλλογίστων ταῦτα. περὶ δὲ τῶν συλλογιστικῶν λέγομεν. ἡ μὲν οὖν ΒΘ τὸ καθόλου ἀποφατικὸν συνάγει ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι. ἐν μὲν οὗν δευτέρῳ οὕτως· ἐπεὶ γὰρ τὸ Β τῷ Θ ταὐτόν, τὸ δὲ Β παντὶ τῷ Α, καὶ τὸ Θ παντὶ τῷ Α· οὐδενὶ δὲ τῷ Ε· καὶ τὸ E ἄρα οὐδενὶ τῶν Α· εἶτα ἀντιστραφέντος τοῦ συμπερά- σματος οὐδὲ τὸ Α οὐδενὶ τῶν E. συνάγεται δὲ τὸ αὐτὸ καὶ ἐν πρώτῳ σχήματι δύο δύο ἀντιστροφῶν· ἐπεὶ γὰρ τὸ οὐδενὶ τῶν E, οὐδὲ τὸ E οὐδενὶ τῶν Θ· τὸ δὲ Θ τῷ Α παντί· καὶ τὸ E ἄρα οὐδενὶ τῶν Α, ὥστε οὐδὲ τὸ Α οὐδενὶ τῶν E. μήποτε δὲ καὶ ἐνταῦθα μόνου δεῖ λέγειν τοῦ [*](1 post δεῖ add. καἰ U ἐκ om. t 2 ὅρων U 3 διὰ τοῦ U δἐ Β 4 ἀλλήλων post ἀνάγκη collocat Β: post πᾶσα t 6 τῶ μὲν Bt: τῶν ἐν U 8 οἷς > — τοῦ δἐ τοῦ] conicio 9 an συζυγίαι > ? 10 supra θ scr. a, β, γ, δ, ε, ς, ζ, η, θ Β an β<η< (post γ<ζ)? cf. p. 284,3 13 ἡ ωζ᾿ t τά alt. et tert. om. t 14 τὸ om. U 15 ζ alt. BU: β΄ t 19 οὑν οὖν B 20 ante συζ. add. ἡ I 21 γὰρ om. U 22 ὁ α< om. Β ὁ alt. om. Ut 24 θ τῶ γ< U 30 fort. λέγωμεν 34 συνάγεται —37 τῶν ε< om. Β τὸ αὐτὸ καὶ t καὶ αὺτ)
    284
    συμπεράσματος τὴν ἀντιστροφὴν γίνεσθαι· ἐπεὶ γὰρ ἀλλότριόν ἐστι τὸ Θ LXXv τοῦ E, δυνατὸν αὐτόθεν λέγειν ὅτι τὸ E ούδενὶ τῶν Θ· οὐδὲ γὰρ ἀναγκαῖον ἀπὸ τοῦ Θ ἄρχεσθαι. ἡ δὲ ΒΗ συζυγία συνάγει τὸ μερικὸν καταφατικὸν διὰ τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος. ἐπεὶ γὰρ τὸ Β τῷ Α παντί, καὶ τὸ Α τῷ Β τινί· ταὐτὸν δὲ τὸ B τῷ Η· τὸ ἄρα Α τινὶ τῶν Η· τὸ δὲ E παντὶ τῷ Η· τὸ ἄρα Α τινὶ τῶν E. οὕτω μὲν οὖν ἐν τρίτῳ. ἐν δὲ τῷ πρώτῳ δι’ ἀντιστροφῆς τοῦ συμπεράσματος· ἐπεὶ γὰρ τὸ E τῷ Η παντί, τὸ δὲ Η τῷ Α παντὶ ταὐτὸν γάρ ἐστι τῷ Β, ὅπερ παντὶ τῷ Α ὑπάρχει) * * *. πάλιν ἡ μὲν ΔΖ τὸ καθόλου συνάγει ἀποφατικὸν ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι. ἐπεὶ γὰρ τὸ Δ τῷ Z ταὐτόν, οὐδενὶ δὲ τῶν Α τὸ Δ, καὶ τὸ Z ἄρα οὐδενὶ τῶν Α· τῷ δὲ E παντί· τὸ ἄρα Α οὐδενὶ τῶν E. ἐν δὲ τῷ πρώτῳ δι᾿ ἀντι- στροφῆς τῆς μείζονος· ἐπεὶ γὰρ τὸ Z οὐδενὶ τῶν Α, οὐδὲ τὸ Α οὐδενὶ τῶν Ζ· τὸ δὲ Z παντὶ τῷ Ε· τὸ Α ἄρα οὐδενὶ τῶν E. δυνατὸν δὲ πάλιν μηδὲ ἀντιστροφῆς δεῖσθαι· ἐπεὶ γὰρ ἀλλότριόν ἐστι τὸ Δ τοὐ Α, καὶ τὸ Α δῆλον ὅτι ἀλλότριόν ἐστι τοῦ Δ, ὥστε δυνατὸν εὐθὺς εἰπεῖν τὸ Α οὐδενὶ τῶν Δ, τουτέστι τῶν Z. δυνατὸν δὲ ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ τὸ μερικὸν ἀποφατικὸν συναγαγεῖν ἐν τρίτῳ σχήματι τὴν ἐλάττονα πρότασιν ἀντιστρέ- ψαντας. ἐπεὶ γὰρ τὸ Z παντὶ τῷ E, καὶ τὸ E τινὶ τῶν Ζ ύπαργει· τὸ δὲ Α οὐδενὶ τῶν Ζ· ταὐτὸν γὰρ τὸ Δ τῷ Ζ, οὐδενὶ δὲ τῶν Δ τὸ Α· ὥστε τὸ Α οὐ παντὶ τῷ Ε· γίνεται γὰρ τὸ τρίτον ἐκ καθόλου ἀποφατικὴς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος. ἡ δὲ ΗΔ συνάγει τὸ μερικὸν ἀποφατικὸν ἐν τρίτῳ σχήματι καὶ ἐν πρώτῳ τῆς ἐλάττονος ἀντιστραφείσης. ἐν μὲν γὰρ τῷ τρίτῳ οὕτως· ἐπεὶ τὸ Α οὐδενὶ τῶν Δ, τὸ δὲ Δ τῷ Η ταὐτόν, καἰ τὸ Α οὐδενὶ τῶν Η· τὸ δὲ E παντὶ τῷ Η· τὸ ἄρα Α οὐ παντὶ τῷ E. καὶ ἐν τῷ πρώτῳ οὕτως· ἐπεὶ τὸ E παντὶ τῷ H, καὶ τὸ H τινὶ τῶν Ε· τὸ δὲ Α οὐδενι τῶν Η· ταὐτὸν γὰρ τὸ Δ τῷ Η· καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ E. πάλιν ἡ μὲν ΓΖ τὸ καθόλου καταφατικὸν συνάγει· ἐπεὶ γὰρ τὸ Γ τῷ Ζ ταὐτόν, τὸ δὲ Α παντὶ τῷ Γ, καὶ τῷ Z ἄρα παντὶ τὸ Α ὑπάρχει· τὸ δὲ Ζ παντὶ τῷ Ε· καὶ τὸ Α ἄρα παντὶ τῷ E. δῆλον δὲ ὅτι δυνατὸν ἐν τούτῳ καὶ τὸ μερικὸν καταφατικὸν συναγαγεῖν ἐν τρίτῳ σχήματι ἀντιστρεφομένης τῆς ἐλάττονος· ἐπεὶ γὰρ τὸ Ζ παντὶ τῷ E, καὶ τὸ E τινὶ τῶν Ζ· τὸ δὲ Α παντὶ τῷ Ζ· τὸ ἄρα Α τινὶ τῶν E. ἕκτη ἐστὶν ἐπὶ πᾶσι συλλογιστικὴ ἡ ΓΗ συνάγουσα μερικὸν καταφατικὸν ἔν τε τῷ τρίτῳ σχήματι καὶ ἐν τῷ πρώτῳ δι’ ἀντι [*](2 τῶν t : τῶ BU 4 τοῦ alt. om. U 4. 5 τῶ β— τὸ β B 5. 6 τὸ ἄρα—τῶ γݲ om. Bt 8 τὸ Βݲ lac. indicavi; supple καὶ τὸ εݲ παντὶ τῷ αݲ ὑπάργει 9 δ ζ΄ t: ζ δ BU immo δευτέρῳ—πρώτῳ 10 τὸ τῷ t) δ τῶ ζ Bt: τὸ ζ τῶ δ U δὲ om. Β 11 τῶ prius U: τὸ Bt 12 τῶν αݲ B: τῶ αݲ Ut τῶν ζ BU: τῷ ζ t 14 τῶ δ B τοῦ scripsi: τὸ Β: τῶ Ut καὶ om. Β 15 τοῦ BU: τῷ t 15 et 16 δ scripsi: εݲ ΒUt 16 ἐνταῦθα t 17.18 αντιστρέψαντας scripsi: ἀντιστρεψαντες BUt 21 an δݲηݲ? cf. p. 283,10 285,9 23 γὰρ om. U 24 αݲ — ηݲ scripsi: inv. ord. BUt τῶν Bt: τῶ D 24. 25 αݲ ἄρα U 26 δὲ om. Β τῶν ἡ Bt: τῶ ηݲ U 27 τὲ δ τῶ ηݲ U: τῶ δݲ Β: τὸ δ΄ t καὶ om. U 29 τῶ (ante γݲ) om. U καὶ — 30 τῶ εݲ om Β τὀ ά — τῷ ζ t 33 αݲ ἄρα U 34 τε om. Β διὰ τῆς U)
    285
    στροφῆς τῆς ἐλάττονος. | ἐν μὲν τῷ τρίτῳ· τὸ Α παντὶ τῷ Γ, τουτέστι LXXIr τῷ Η· ταὐτὸν γὰρ τὸ Γ τῷ H· τὸ δὲ E παντὶ τῷ Η· τὸ Α ἄρα τινὶ τῶν Ε· τὸ γὰρ σχῆμα τρίτον. εἰ δέ γε τὸ ΕΗ ἀντιστρέψας εἴπῃς τὸ Η τινὶ τῶν E, ποιεῖς τὸ πρῶτον σχῆμα. τοσαῦται καὶ αἱ συλλογιστικαὶ συζυγίαι καὶ οὕτως ἔχουσαι. συνελόντι δὲ τὸ μὲν καθόλου καταφατικὸν διὰ μιᾶς μόνης συζυγίας συνάγεται, τῆς ΓΖ· τὸ δὲ καθόλου ἀποφατικὸν διὰ δύο, τῆς τε ΔΖ καὶ ΒΘ· τὸ δὲ μερικὸν καταφατικὸν διὰ τριῶν, καθ’ αὑτὸ μὲν διὰ δύο, τῆς τε ΒΗ καὶ τῆς ΓΗ, διὰ τὸ καθόλου δὲ καὶ διὰ τῆς ΓΖ· τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ μιᾶς τῆς ΔΗ καὶ διὰ τῆς ΔΖ, δι’ ἧς καὶ τὸ καθόλου ἀποφατικὸν συνήγετο.

    p. 44a11 Μᾶλλον δὲ ἴσως ὧδε ἔσται τῶν λεγομένων ἕκαστον φανερόν. ἔστω γὰρ τὰ μὲν ἑπόμενα τῷ Α ἐφ’ ὧν τὸ Β καὶ τὰ εξης.

    Ἐπειδὴ τὰ παραδείγματα σαφήνειαν ἐργάζεται τῇ διδασκαλίᾳ, βούλεται διὰ παραδειγμάτων τὰ εἰρημένα πιστώσασθαι, παραδειγμάτων δὲ τῶν διὰ τῶν στοιχείων· δυνατὸν γὰρ λοιπὸν τὰς ὕλας πρὸς τὰ στοιχεῖα άρμόσαι, λέγω δὲ αὐτοὺς τοὺς ὅρους. σαφὲς δὲ καὶ τὸ τοῦ · παραδείγματος. ἤδη δὲ εἶπον καὶ ἐφ’ ὧν λαμβάνει τὸ Α καὶ τὸ Β καὶ τὰ λοιπὰ στοιχεῖα, ὅτε ἐξεθέμην τὸ διάγραμμα.

    p. 44a17 17 Eí μὲν οὗν ταὐτόν τι ἔσται τῶν Γ τινὶ τῶν Z. Εἰ τὰ αὐτά, φησίν, εἴη τά τε οἷς ἕπεται ὁ κατηγορούμενος, λέγω δὴ τὸ A, καὶ τὰ ἑπόμενα τῷ ύποκειμένῳ, λέγω δὴ τῷ E, συνάγεται τὸ καθόλου καταφατικόν· ἐπειδὴ γὰρ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Γ ταὐτὸν τῷ Ζ, τὸ Α ἄρα παντὶ τῷ Ζ· τὸ δὲ Z παντὶ τῷ Ε· τὸ (A) ἄρα παντὶ τῷ E.

    p. 44a19 19 Εἰ δὲ τὸ Γ καὶ τὸ Η ταὐτόν.

    Τουτέστι τὰ οἷς ἕπεται καὶ ὁ ύποκείμενος καὶ ὁ κατηγορούμενος. συναγεται ἐκ τουτων το μερικὸν καταφατικὸν ἐν τρίτῳ σχήματι, καὶ εἴπομεν ὅπως.

    p. 44a21 Εὶ δὲ τὸ Z καὶ τὸ Δ ταὐτόν, οὐδενὶ τῶν E τὸ Α ὑπάρξει ἐκ προσυλλογισμοῦ.

    Εἰ τὰ ἑπόμενα, φησί, τῷ ὑποκειμένῳ καὶ τὰ ἀλλότρια τοῦ κατηγορουμεν [*](1 post add. οὖν t τῷ prius om. ’ 2 τῶ γݲ τὸ U τινὶ mrg. U 3 τῶ εݲ U γε τὸ Bt: γὰρ U γݲηݲ Β 4 ποιεῖ U t post συνάγεται add. ἐκ U 7 ζ δ Β 8 τῆς alt. om. Rt 9 διὰ (ante τῆς γݲζ) om. Ut ζ δ U 10 τὸ om. U 12 τὸ βῆτα U 16 λοιπὸν om. U 18 εἶπον] p. 282,25 sq. 20 ταὐτόν Bt ταὐτό U Arist. τὸ γݲ U 21 τό τε U 24 αݲ alt. addidi 28 εἴπομεν (scil. p. 284,33 sq.) BU: εἴπωμεν t 29 τῶ έ t ὑπάρξει t Arist.: ὐπάρχει ΒU)

    286
    μένου ταὺτὰ εἴη, συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐκ προσυλλογισμοῦ. LXXIr εἰ γὰρ τὸ Δ, φησίν, οὐδενὶ τῶν Α, καὶ τὸ Α οὐδενὶ τῶν Δ· τὸ δὲ Δ ταὐτὸν τῷ Ζ· καὶ τὸ Α ἄρα οὐδενὶ τῶν Z. οὗτος ὁ προσυλλογισμός. ἐπεὶ οὖν τὸ Α οὐδενὶ τῶν Z, τὸ δὲ Z παντὶ τῷ E, τὸ ἄρα Α οὐδενὶ τῶν E. καὶ δῆλον ὅτι οὐκ ἔστιν οὗτος κυρίως συλλογισμός· τὸ γὰρ Δ καὶ Ζ εἷς ἐστιν ὅρος καὶ οὐ δύο. ἔπειτα εἰ ὅλως καὶ συλλογισμὸς οὗτος, καὶ τὰ ἄλλα ἅπαντα διὰ προσυλλο- γισμοῦ δείκνυται· τὴν γὰρ αὐτὴν ἔχουσιν ἀγωγήν. οἷον τὸ καθόλου καταφατικόν· εἰ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Γ ταὐτὸν τῷ Ζ, καὶ τὸ Α ἄρα παντὶ τῷ Z. ὥστε καὶ οὗτος ὁμοίως προσυλλογισμός. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως καὶ οὐ μόνον ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ. μήποτε οὗν ὑποδείγ- ματος χάριν ἐπὶ τούτου εἶπε τὸ ἐκ προσυλλογισμοῦ διδοὺς ἡμῖν καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ προσυπακούειν. οὐ κυρίως δὲ οὐδὲ συλλογισμὸν δεῖ καλεῖν τὸ τοιοῦτον· εἰ γὰρ τὸ Δ ταὐτόν ἐστι τῷ Ζ, εἷς ἔστιν ὅρος, ὥστε οὐδὲ πρότασιν ποιεῖ τὸ ΔΖ, εἰ μὴ οὕτως ληφθῇ ταὐτὸν ὡς ἐξισάζον, οἷον εἰ τὸ γελαστικόν τις ταὺτὸ λέγοι καὶ τὸν ἄνθρωπον· ἐπὶ γὰρ τῶν τοιούτων δυνατὸν του ετερου κατηγορειν το ετερον.

    p. 44a25 Πάλιν εἰ τὸ Β καὶ τὸ Θ ταὐτόν, οὐδενὶ τῶν E τὸ Α ὑπάρξει. Εἴπομεν ὅτι τὸ καθόλου ἀποφατικὸν δείκνυται οὐ μόνον τὰ ἀλλότρια τοῦ κατηγορουμένου καὶ τὰ ἑπόμενα τοῦ ὐποκειμένου λαμβανόντων ἡμῶν, ἀλλὰ καὶ ἔμπαλιν τοῦ μὲν κατηγορουμένου τὰ ἑπόμενα τοῦ δὲ ὑποκει- μένου τὰ ἀλλότρια. τοῦτο οὖν ἐστιν ὃ δείκνυσι διὰ τούτων. εἴπομεν δὲ καὶ ήμεῖς αὐ τάρ κως.

    p. 44a28 Eἰ δὲ τὸ Δ καὶ τὸ Η ταὐτόν, τὸ Α τινὶ τῶν E οὐχ ὑπάρξει.

    Τουτέστιν ἐὰν λάβωμεν τὰ τοῦ κατηγορουμένου ἀλλότρια καὶ οἷς ἕπεται τὸ ὑποκείμενον, συνάγομεν τὸ μερικὸν ἀποφατικόν. εἴπομεν δὲ πῶς.

    p. 44a30 Εἰ δὲ τὸ Β τῷ Η ταὐτόν, ἀντεστραμμένος ἔσται ὁ συλ- λογισμός.

    Ἤδη μὲν ἔδειξε πάντα τὰ προβλήματα διὰ ταύτης τῆς ἐκθέσεως τῶν ὅρων. πάλιν δὲ διὰ τούτων δείκνυσιν ὅτι τὸ μερικὸν καταφατικὸν καὶ [*](2 τῶ αݲ— τῶ 6 Bt ταυτὸν e παντὶ corr. Β 3 τῶ utrobique Ut 4 οὐδενὶ τῶ Bt 5 post κυρίως add. ὁ Β post συλλογισμὸς add. λέγω δὲ ὁ προσυλλογισμός U 6 πάντα Β 9 οὕτως t 15 ταὐτὸ scripsi: αὐτὸ libri λέγει U 16 δυνατὸν scripsi: ἀδύνατον libri 17 τῶν Β Arist: τῶ Ut 19 εἴπομεν] p. 285,(5. 7 22 εἴπωμεν t 24 τὰ α Β τῷ ε΄ t 27 εἴπομεν] p. 284,21 sq. 28 τὸ ηݲ τῶ β U (m) τὸ η΄ καὶ τὸ β΄ t: τῶ ηݲ τὸ β Arist. ὁ BUt (d n m): om. Arist. cf. p. 287,5 30 δι’ αὐτῆς Β)

    287
    ἄλλως δυνατὸν συναγαγεῖν, ἐάν, φησίν, εὕρωμέν τι ταὐτὸν τῶν τε ἑπο- μένων τῷ κατηγορουμένῳ καὶ οἷς ἕπεται τὸ ύποκείμενον. δείκνυμεν γάρ, φησί, καὶ οὕτως τὸ μερικὸν καταφατι|κόν, ἀλλ’ οὐκ αὐτόθεν ἀλλἀ διὰ LXXIv τοῦ ὰντιστρέψαι τὸ συναγόμενον ἐκ τούτων συμπέρασμα· τοῦτο γάρ ἐστι τὸ ἀντεστραμμένος ἔσται ὁ συλλογισμός. εἰ γὰρ τὸ Β παντὶ τῷ Α, ταὐτὸν δὲ τὸ Β τῷ Η, καὶ τὸ Η παντὶ τῷ Α. πάλιν ἐπειδὴ τὸ E παντὶ τῷ Η, τὸ δὲ Η ταὐτὸν τῷ B, καὶ τὸ E ἄρα παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Α· καὶ τὸ E ἄρα παντὶ τῷ Α. ὰλλ᾿ οὐ τοῦτο ἦν τὸ προκείμενον εἰ τὸ E παντὶ τῷ Α ὑπάρχει διὰ τούτων, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν E ὑπάρχει. * * * * ἡ γὰρ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει.

    p. 44 44a38 Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕπεται εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν. οἷον τοῦ μὲν Ε μᾶλλον εἰς τὸ KZ ἢ εἰς τὸ Z μόνον, τοῦ δὲ Α εἰς τὸ ΚΓ ἢ εἰς τὸ Γ μόνον.

    Τὸ διὰ τούτων προκείμενον τοῦτό ἐστι. δεῖ, φησί, λαμβάνοντας ἡμᾶς τὰ ἑπόμενα τῶν ὅρων καὶ οἷς αὐτὰ ἕπεται μὴ μόνον τὰ προσεχῆ λαμβά- νειν ἀλλὰ καὶ τὰ πορρωτέρω· διὰ γὰρ τούτου πλειόνων προτάσεων εὐπο- ρῆσαι δυνησόμεθα πρὸς κατασκευὴν τοῦ προκειμένου. οἷον ὅτι ὁ ἄνθρωπος οὐσία βουλόμενοι δεῖξαι καὶ λαβόντες τὸ ἑπόμενον τῷ ἀνθρώπῳ, τὸ ζῷον, δείκνυμεν διὰ τούτου· ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. ἐὰν οὖν καὶ τὰ τῷ ἑπομένῳ ἑπόμενα λάβωμεν, λέγω δὴ τὰ τοῦ ζῴου καθολικώτερα, εντι εὐπορώτερος ό λόγος γενήσεται, οἷον τὸ ἔμψυχον, τὸ σῶμα· κατασκευάσομεν γὰρ καὶ διὰ τούτων ὅτι ὁ ἄνθρωπος οὐσία λέγοντες οὕτως· ὁ ἄνθρωπος ἔμψυχον, τὸ ἔμψυχον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· καὶ ἐπὶ τοῦ σώματος ὁμοίως. ὥστε ὅσω ἄν καθολικώτερα λαμβάνωμεν, τοσούτῳ πλειόνων εὐπορήσομεν προτάσεων. ὁμοίως ἕξει καὶ ἐπὶ τῶν οἷς ἕπεται· ἕπεται γὰρ ἡ οὐσία προσεχῶς μὲν τῷ σώματι, εἶτα τῷ ἐμψύχῳ, εἶτα τῷ ζῴῳ, καὶ ἐπὶ πάντων ὁμοίως. ἀλλὰ ζητητέον πῶς ἀνω- τέρω εἰπὼν ὅτι οὐ δεῖ λαμβάνειν ἡμᾶς εἰ μὴ μόνα τὰ προσεχῶς ἑπόμενα καὶ οἷς ἕπεται, τὰ δὲ πορρωτέρω οὔ, διότι περιέχεται ἐν τούτοις, νῦν τὸ ἐναντίον ἄντικρυς λέγει, ὅτι καὶ τὰ πορρωτέρω ληπτέον. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἐκεῖ μὲν λέγων, ὅπως δεῖ τὴν ἀπογραφὴν τούτων ποιεῖσθαι, ἔλεγεν ὅτι τὰ προσεχῶς μόνον ἑπόμενα ἢ οἷς ἕπεται δεῖ ἀπογράφεσθαι, τὰ δὲ πορρωτέρω οὔ, ἵνα μὴ πολλὰ ἀπογράφεσθαι ἀναγκαζώμεθα. ἔχομεν γάρ, [*](3 post φησιν add. ὅτι U 5. 6 τῶ —τὸ ubique pr. U 8 τῷ γ΄ (ante καὶ) t τῶ — τὸ pr. U itemquc vs. 9 9 τῶ εݲ U 10 lac. indicavi; supple ἐπεὶ δὲ τὸ εݲ παντὶ τῷ αݲ ὑπάρχει, καὶ τὸ αݲ τινὶ τῶν εݲ ὑπάρχει· 12 τὸ μὲν U 14 post ἡμᾶς add. εἰς U 16 τοῦτο Β 19 ἄρ t: om. BU 20 δἐ D 21 ἔτι scripsi: ὅτι libri εὐπορώτερον, ut videtur, pr. Β 22 κατασκευάζομεν B 24 post ἄν add. τὰ U 24. 25 μάνθωμεν sic t 25 τοσούτων U: τοσοῦτ 26. 27 τῆ οὐσί — τὸ σῶμα — τὸ ἔμψυχον — τὸ ζῶον Ut 27. 28 ἀνωτέρω] C. 27 p. 43b22 sq. 29 ἐν τούτοις περιέχεται Β 30 λέγει ἄντικρυς t λέγωμεν Ut 31 ποιεῖσθαι τούτων U 32 post μόνον add. τὰ t 33 ἀναγκαζόμεθα t)

    288
    φησί, διὰ τούτων καὶ τὰ λοιπά· διὰ γὰρ τοῦ λαβεῖν ὡς ἑπόμενον τῷ LXXIv ἀνθρώπω τὸ ζῶον ἔχομεν καὶ ὅσα τῷ ζώω ἕπεται. ὥστε ἐκεῖ μὲν οὐκ ἔλεγε δεῖν ἀπογράφεσθαι ταῦτα ὡς ὁμολογουμένως δι’ ἐκείνων ἐνυπάρχοντα· ἐνταῦθα μέντοι, ἐπειδὴ περὶ αὐτῶν τῶν κατασκευῶν ὁ λόγος, τοῦτο δέ ἐστι τῆς λήψεως τοῦ μέσου ὅρου, διὰ τοῦτό φησι δεῖν παραλαμβάνειν καὶ ταῦτα. δεῖ γὰρ ἐπιβλέπειν, εἰ ἐνδέχεται καὶ διὰ τῶν καθολικωτέρων συνάγειν τὸ προκείμενον, καὶ τούτων τὴν ταυτότητα λαμβάνειν, ἵνα εὐπορίαν τῇ ἀποδείξει ποιήσωμεν διὰ πλειόνων τὸ αὐτὸ συλλογιζόμενοι· ὅσῳ γὰρ διὰ τῶν καθολικωτέρων συνάγομεν τὸ συμπέρασμα, πλειόνων εὐποροῦμεν μέσων. τὸ αὐτὸ γὰρ καὶ διὰ τῶν μερικωτέρων συνάγειν δυνατόν· εἰ δέ τι διὰ τῶν μερικωτέρων συνάγοιτο οὐ πάντως καὶ διὰ τῶν καθολικωτέρων συναχθή- σεται. οἷον εἰ μὲν διὰ τοῦ σώματος μέσου συνάγω ὅτι ὁ ἄνθρωπος οὐσία, πάντως καὶ διὰ τῶν ὑπὸ τὸ σῶμα τὸ αὐτὸ συναγαγεῖν δύναμαι, οἷον τοῦ ἐμψύχου, τοῦ ζῴου, τοῦ λογικοῦ. εἴ τι μέντοι διὰ τοῦ μερικωτέρου συνάγοιτο, οὐ πάντως διὰ διὰ τοῦ καθολικωτέρου τὸ αὐτὸ συναχθήσεται. οἷον τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι διὰ τοῦ φιλοσοφεῖν · ὁ ἄνθρωπος φιλοσοφεῖ, τὸ φιλοσοφοῦν λόγῳ χρῆται, τοῦτο δὲ λογικόν, ὁ ἄνθρωπος ἄρα λογικός. οὐκέτι δὲ τὸ αὐτὸ συνάγειν δύναμαι διὰ τῶν τοῦ φιλοσοφεῖν καθολικω- τέρων, οἷον τῆς ἕξεως ἤ διαθέσεως ἤ ποιότητος· οὔτε γὰρ τὸ ἕξεώς τινος ἡ ποιότητος μετέχον ἤδη καὶ λόγῳ χρῆται, εἴγε καὶ ὄνον ἔστιν ἕξιν ἔχειν.

    p.44a39 Οἶον τοῦ μὲν E μᾶλλον εἰς τὸ ΚΖ ἢ εἰς τὸ Z μόνον.

    Τὰ ἑπόμενα τῶ E τὰ ἐφ’ ὧν τὸ Ζ ἦν. λαμβάνει οὖν καὶ τῷ Z ἑπόμενον τὸ ΚΖ, τουτέστι καθολικώτερον αὐτοῦ, ὡς τῷ ζῴῳ τὸ ἕμψυχον. δεῖ οὖν, φησίν, εἰς τὸ ΚΖ μᾶλλον ἀποβλέπειν ἢ εἰς τὸ Ζ μόνον, τουτέστιν εἰς τὸ τῷ ἑπομένῳ ἑπόμενον, οἶον εἰς ἔμψυχον ἢ εἰς ζῷον. τοῦτο δὲ δῆλον ὅτι ποιεῖν δεῖ, εἰ ὁμοίως ἐνδέχεται τὸ αὐτὸ καὶ διὰ τοῦ μερικωτέρου καὶ διὰ τοῦ καθολικωτέρου συναγαγεῖν· προκριτέον γὰρ τὸ καθολικώτερον. καλῶς δὲ τὸ ἑπόμενον τῷ Ζ καὶ] ΚΖ λέγει διὰ τὸ περι- έχεσθαι τὸ μερικώτερον ἐν τῷ καθολικωτέρῳ, ὡς ἐν τῷ ἐμψύχῳ τὸ ζῷον.

    p. 44a40 Τοῦ δὲ Α εἰς τὸ ΚΓ ἢ εἰς τὸ Γ μόνον.

    Πάλιν τὰ οἷς τὸ Α εἵπετο τὰ ἐφ’ ὧν τὸ Γ ἦν. λαμβάνει οὖν πάλιν τὸ ΚΓ ὡς καθολικώτερον τοῦ Γ· διὸ καὶ ΚΓ αὐτὸ καλεῖ ὡς περιέχον ἐν [*](1 post φησί add. καὶ U 2 τὸ om. pr. Β 5 λήξεως Β δεῖ Β αὺτά U 6 καὶ S: om. BUt καθολικωτέρων S: καθολικωτάτων BUt itemque vs. 8. 9 8 post πλειόνων add. συλλογισμῶν U 11 καθολικωτέρων BS: καθολικωτάτων Ut 12 μέν om. S post μὲν add. γὰρ BUt: om. S 13 τὸ αὐτὸ om. S: τὸ om. Bt συναγαγεῖν SU: συνάγειν Bt 14 τοῦ tert. S: om. BUt 17 λόγῳ—δὲ om. S χρᾶται t 19 post ἡ utrumque add. τῆς S 20 ὄνον Β: νόσου SU: ὄνομα t 21 μὲν ἡ U ἤ κτλ. om. U 22 post τὸ add. εݲ Β 22. 23 τὸ—τῶ U 25 εἰς alt. f. om. BU 26. 27 καθολικωτέρου— μερικωτέρου Β 28 τὸ ζ U καὶ delevi 30 δὲ om. Β 32 καθολικώτερα t)

    289
    ἑαυτῷ τὸ Γ· περιέχεται γὰρ τὰ μερικώτερα ὑπὸ τῶν καθολικωτέρων. LXXIv ἐπιβλέπειν οὖν δεῖ εἰ ἐνδέχεται διὰ τοῦ ΚΓ συλλογίσασθαι μᾶλλον ἢ διὰ τοῦ Γ μόνου. ἔλαβε δὲ ἐν τούτοις τοῦ μὲν Ε τὰ ἑπόμενα τοῦ δὲ Α οἷς ἕπεται, ἐπειδὴ διὰ τούτων ἐδείκνυτο τὸ καθόλου καταφατικόν, ἐπὶ ἑνὸς τῶν προβλημάτων ὡς ἐπὶ παραδείγματος γυμνάζων τὸν λόγον. ἐκεῖνο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι ἐν τῇ ἐκθέσει τῶν ὑπαρχόντων τοῖς ὅροις ἔλεγε δεῖν, ὥσπερ ἐπὶ τῶν ἑπομένων ὅτι οὐ δεῖ καὶ τὰ τοῖς ἑπομένοις έπόμενα λαμ- βάνειν ἀλλὰ τὰ τῷ Α ὡς Α ἑπόμενα, τουτέστι τὰ προσεχῶς αὐτῶν καθο- λικώτερα, οὕτω δὲ καὶ ἐν τῇ λήψει τῶν οἷς εἵπετο τὸ Α καὶ τὸ Ε τὰ οἷς τὸ Α ὡς Α ἕπεται λαμβάνειν· εἰ δὲ εἶέν τινα οἷς κὰκεῖνα εἵπετο, οὐκέτι· ἐκεῖνα γὰρ ἐκλέγειν παρεκελεύετο τὰ ἴδια τῶν προκειμένων ὅρων ἄνωθέν τε καὶ κάτωθεν. ὥστε τὰ προσεχῶς ὑποκείμενα | τοῖς ὅροις λαμβάνειν LXXIIr ἐκέλευσε· τὰ δὲ προσεχῶς ὑποκείμενά τινι τὰ καθολικώτατά ἐστι τῶν οἷς ἕπεται. οὐ γὰρ ὁμοίως ἔχει τὰ οἷς ἕπεταί τι καὶ τὰ ἑπόμενα αὐτῷ αὺτῷ· τὰ μὲν γὰρ προσεχῶς έπόμενα τὰ μερικώτατά ἐστι τῶν ἑπομένων· τὰ δὲ προσεχῶς ὑποκείμενα, ταῦτα δέ ἐστι τὰ οἷς ἕπεται, τὰ καθολικώτατά ἐστι τῶν οἷς ἕπεται, τουτέστι τῶν ὑποκειμένων. οἷον ζῴῳ προσεχῶς ἕπεται τὸ ἔμψυχον, καὶ ἔστι μερικώτερον σώματός τε καὶ οὐσίας ἑπόμενον τῷ ζῴῳ· ἕπεται δὲ προσεχῶς τὸ ζῷον τῷ λογικῷ, καὶ ἔστι τοῦτο καθολικώτερον τῶν λοιπῶν οἷς ἕπεται, οἷον ἀνθρώπου, Σωκράτους. τούτων οὖν οὕτω διατεταγμένων ἐν τῇ λήψει τῶν μέσων ὅρων λέγων δεῖν, εἰ ἐνδέχεται, τὰ καθολικώτατα λαμβάνειν, ἔχει μόνον ἐπὶ τῶν κατηγορουμένων, τουτέστι τῶν ἑπομένων τοῖς ὅροις, τοῦτο ποιεῖν. τὸ γὰρ Ζ τοῦ E προσεχῶς κατη- γορεῖται καὶ ἦν μερικώτατον τῶν κατηγορουμένων· εἰκότως οὖν λαμβάνει καθολικώτερον αὐτοῦ τὸ KZ. ἐπὶ δὲ τῶν ὑποκειμένων ὑπόκειται δὲ τῷ Α τὸ Γ), εἰ τὰ προσεχῶς ὑποκείμενα ἐλαμβάνετο, τοῦτο δέ ἐστι τὰ καθολικώτατα τῶν ὑποκειμένων, τοῦ Γ ἄρα οὐδέν ἐστι καθολικώτερον. πῶς οὖν λαμβάνει αὐτοῦ καθολικώτερον τὸ ΚΓ; λέγω οὖν ὅτι ἐν μὲν τῇ ἐκθέσει τὰ προσεχέστατα ἐλάμβανεν, ἵνα τὰ ἑκάστῳ, ᾗ τοιοῦτόν ἐστι, λάβῃ κατηγορούμενά τε καὶ ὑποκείμενα καὶ μὴ τὰ δι’ ἄλλο· τοῦ γὰρ λογικοῦ διὰ τὸ ζῷον κατηγορεῖται τὸ ἔμψυχον, καὶ τῷ ζᾠῳ διὰ τὸ λογικὸν ὑπόκειται ὁ ἄνθρωπος. ἐν μέντοι τῇ ἐκθέσει τοὺ μέσου ἀξιῶν εἰς τὰ καθολικώτατα ἀποβλέπειν, εἰ οἶόν τε, ύποδείγματος μόνου ἕνεκεν καὶ σαφηνείας ὡς μερι- κωτέρῳ τῷ Γ ἐχρήσατο, ἵνα διδάξῃ μὴ εἰς μόνα τὰ ὰπογεγραμμένα προσέχειν ἐκλεγομένους τὸν μέσον, ἀλλ’ ἐπιβλέπειν εἴ τί ἐστι τῶν ὑποκειμένων καθολικώτερον, καὶ εἰ ἐνδέχεται τούτῳ μέσῳ κατὰ τὴν παραδεδομένην μέθοδον χρήσασθαι, τοῦτο λαμβάνειν.

    [*](2 δεῖ om. U 3 μόνον Bt τοῦ alt. corr. c τὸ U 6 ἔλεγε] c. 27 p. 43b22 sq. 9 δεῖ U 10 aݲ alt. superscr. B 12 τοῖς ὅροις om. Β 18 έπομένων U 19 τῶ ζώω τὸ λογικόν U τὸ (auto λογικῶ) Β 20 σωκράτης Β 21 λήξει Β 22 καθωλικώτερα U 24 μερικώτατον scripsi : μερικώτερον ΒUt 1 25 καθολικώτερον scripsi: compend. Β: τὰ καθολικώτερα U, om. τὰ t δὲ alt. om. Βt 26 τὸ αݲ τῶ Bt ταῦτα conicio 28 τὸ t: τὸν Β: τῶν U 30 κατηγορούμενον — ὑποκείμενον Β 32 ὁ om. Ut 33 μόνον Β 34 μόνον εἰς τὰ U 34. 35 ἐπιβλέπειν U 35 κειμένων U Comment. Arist. XIII 2 Philop. in Anal. Prior. 19)
    290

    p. 44b6 Δῆλον δὲ καὶ ὅτι διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο LXXIIr προτάσεων ἡ σκέψις καὶ διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες.

    Βούλεται ὁ φιλόσοφος καὶ διὰ τῶν δεδειγμένων ἐν τῷ τμήματι τούτῳ, λέγω δὴ τῷ περὶ τῆς εὐπορίας τῶν προτάσεων, δεῖξαι ὅτι πᾶσα ἀνάγκη πάντα συλλογισμὸν διὰ μόνων τριῶν ὅρων γίνεσθαι καὶ διὰ τῶν προειρη- μένων τριῶν σχημάτων καὶ ἄλλως ἀδύνατον. εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἶς ἕπονται ἐκλογή, ἔτι τε καὶ τῶν ἀλλοτρίων αὐτῶν, καὶ ἐπὶ ἑκάστου τῶν προβλημάτων ἔδει τούτων τι ταὐτὸν εὑρεθῆναι, οἷον ἐπὶ μὲν τοῦ καθόλου καταφατικοῦ τὰ οἷς ἕπεται ὁ κατηγορούμενος καὶ τὰ τῷ ύποκειμένῳ έπόμενα, καὶ ἐπὶ τῶν ἄλλων ὡς δέδεικται, ἐχόντων ἡμῶν δύο μὲν ὅρους τοὺς περὶ ὧν ὁ λόγος, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, λαμβανόντων δὲ καὶ ἕτερόν τινα, ὃς ἦν τῷ μὲν κατηγορουμένῳ ύποκείμενος τοῦ δὲ ὑποκειμένου κατηγορούμενμος, τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίνεσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ὁμοίως. οὕτω μὲν οὖν τρεῖς μόνοι οἱ εἰς τὸν συλλογισμὸν παραλαμβανόμενοι ὅροι. ὅτι δὲ καὶ τρία μόνα τὰ σχήματα, καὶ διὰ τῶν ἐνταῦθα πάλιν δεικνυμένων φανερόν· ἐδείκνυτο γὰρ τὸ μὲν καθόλου καταφατικὸν διὰ τοῦ πρώτου σχήματος, τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου, τὸ δὲ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ τοῦ τρίτου σχήματος καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ πρώτου. ταῦτα μέν ἐστι τὰ διὰ τούτων τῷ 'Αριστοτέλει δεικνύ- μενα. σαφῆ δὲ καὶ τὰ τῆς λέξεως.

    p. 44b8 Δείκνυται γὰρ ὑπάρχειν μὲν παντὶ τῷ E τὸ Α, ὅταν τῶν Γ καὶ Z ταὺτόν τι ληφθῇ. τοῦτο δὲ ἔσται τὸ μέσον.

    Τοῦτο ποῖον; δῆλον ὅτι τὸ Γ καὶ τὸ Ζ· ταὺτὸν γὰρ ταῦτα. μέσον δέ φησι, τουτέστι μέσος ὅρος. διὸ ἐπάγει ἄκρα δὲ τὸ Α καὶ τὸ E, τουτέστιν ἄκροι ὅροι, ὅ τε μείζων καὶ ὁ ἔσχατος.

    p. 44b11 Τοῦτο δὲ ἔσται τὸ ἔσχατον σχῆμα· μέσον δὲ τὸ Η. Ἐπειδὴ τὸ Γ καὶ τὸ Η ταὐτόν, τοῦτο δέ ἐστι μέσον, δῆλον ὅτι οὐδὲν διαφέρει τὸ Γ εἰπεῖν ἢ τὸ Η μέσον· ταὐτὸν γὰρ ἄμφω.

    [*](1 ὅτι καὶ διὰ Β ὅρων om. Β 5 τὸ t 8 τῶν ἀλλοτρίων S: τὰ ἀλλό- τρια BUt 9 καὶ S: om. BUt τούτων om. Β 11 δέδεικται] p. 283,30 sq. 13 ὅσα t 13. 14 τῶ μὲν κατηγορουμένῳ S: τοῦ μὲν κατηγορουμένου BUt 15 post ἄλλων add. τῶν Bt: om. SU 16 οἱ om. U 17 καὶ prius om. t 18 δεικνύμενα SU 19 σχήματος —πρώτου om. t post ἀποφατ. add. καὶ U: om. BS 21 καὶ διὰ τοῦ δευτέρου e S addidi: om. BUt 24 τῶν U Arist.: τῶ Β: τὸ t 25 καὶ U Arist.: καὶ τῶ Β.. τῷ t 27 τὸ alt. om. t Arist. 31 τὸ alt.] τὸν sic U)
    291

    p. 44b19 Φανερὸν οὖν ὅτι διὰ τῶν προειρημένων σχημάτων LXXII οἱ συλλογισμοὶ πάντες, καὶ ὅτι οὑκ ἐκλεκτέον ὅσα πᾶσιν ἕπεται, διὰ τὸ μηδένα γίνεσθαι συλλογισμὸν ἐξ αὐτῶν.

    Ἐx τῆς γενομένης ἀπογραφῆς τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς αὐτοὶ ἕπονται καὶ τῶν ἀλλοτρίων αὐτῶν ἐννέα γινομένων συζυγιῶν, ὡς ἐδείξαμεν αἱ μὲν ἓξ χρησιμεύουσιν ἡ μῖν εἰς ἐπίσκεψιν τῶν προτάσεων, ἃς καὶ παρα- δέδωκεν ἤδη. αἱ δὲ τρεῖς ἄχρηστοί εἰσιν, ἃς νῦν ἐκτίθεται. καὶ τὰς αἰτίας ἀποδίδωσι δι’ ἅς εἰσιν ἄχρηστοι. τὰ δὲ ἀμφοτέροις τοῖς ὅροις ἑπό- μενα ἄχρηστά φησι, διότι οὔτε κατασκευάζειν οὔτε ἀνασκευάζειν ἔστι διὰ τούτων. κατασκευάζειν μὲν οὖν οὐκ ἔστι, διότι ἐν δευτέρῳ σχήματι ποι- οῦσιν ἐκ δύο καταφατικῶν συζυγίαν, ἥτις ἦν ἀσυλλόγιστος· τὸ γὰρ Β καὶ Ζ, ἅπερ ἐστὶ ταὐτόν, τῷ Α καὶ τῷ E παντὶ ἀνάγκη ὑπάρχειν· | αὕτη LXXΙΙν δέ, ὡς εἶπον, ἡ συζυγία ἀσυλλόγιστος ἦν. ἀνασκευάζειν δὲ οὐκ ἔστι διὰ τούτων, ὅτι δεῖ τὸν ἀνασκευάζοντα συλλογισμὸν τὴν ἑτέραν τῶν προτάσεων ἀποφατικὴν ἔχειν, αὗται δὲ ἄμφω εἰσὶ καταφατικαί. καὶ πάλιν, ἐὰν λάβωμεν τὰ αὐτὰ ὄντα τά τε οἷς ἕπεται τὸ κατηγορούμενον καὶ τὰ ἀλλότρια τοῦ ὑποκειμένου, τουτέστι τὰ ΓΘ, γίνεται ἐν πρώτῳ σχήματι ὁ συλλογισμὸς τὴν ἐλάττονα πρότασιν ἔχων ἀποφατικήν· ἀσυλλόγιστος δὲ ἦν καὶ αὕτη ἡ συζυγία. οἷον τὸ Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Θ, τὸ Θ οὐδενὶ τῷ E, ὥστε ἡ ἐλάττων ὰποφατική· ἀσυλλόγιστος ἄρα. ἐὰν δὲ τὰ ἀμφοῖν ἀλλότρια λάβωμεν, εἴη ἄν προφανὲς κὰνταῦθα τὸ ἄχρηστον· ἄμφω γὰρ γίνεται ἀπό- φασις, εἴτε κατὰ τὸ πρῶτον σχῆμα ποιήσει τις τὸν συλλογισμὸν εἴτε κατὰ τὸ δεύτερον· κατὰ μὲν τὸ πρῶτον, ἵνα εἴπωμεν, οὕτως· τὸ Α οὐδενὶ τῷ Δ, ταὐτὸν δὲ εἰπεῖν τῷ Θ, καὶ τὸ Θ οὐδενὶ τῷ Ε· κατὰ δὲ τὸ δεύτερον· τὸ Δ καὶ τὸ Θ ταὐτὸν γὰρ ἄμφω) τῷ Α καὶ τῷ E οὐδενί· ὥστε καὶ αὕτη ἀσυλλόγιστος ἡ συζυγία. κατὰ μόνας ἄρ τὰς ἓξ συζυγίας τὰς σκέψεις τῶν προτάσεων ποιητέον.

    p. 44b25 Φανερὸν δὲ ὅτι καὶ αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἀχρεῖοι πρὸς τὸ ποιεῖν συλλογισμόν.

    Ἐπειδὴ τὴν μίαν συζυγίαν ἐξέθετο τὴν λαμβάνουσαν τὰ ἀμφοτέροις τοῖς ὅροις έπόμενα, διὰ τοῦτο, φησί, καὶ αἱ ἄλλαι παρ’ ἃς εἴπομεν ἄχρηστοι, ἥ τε τὰ ἀμφοτέρων ἀλλότρια λαμβάνουσα καὶ τὰ οἷς ἕπεται ὁ κατηγο- ρούμενος καὶ οἷς μὴ ὑπάρχει ὁ ὑποκείμενος. εἶτα βουλόμενος ταύτας ἐκθέσθαι λαμβάνει πάλιν τὸν λόγον καὶ ἄρχεται ἀπὸ τῆς λαμβανούσης τὰ [*](5 ἐδείξαμεν] p. 282,30 sq. 8 δὲ om. Ut 9 ἄχρηστόν 1 οὔτε alt. om. t 12 ἅπερ scripsi cf. p. 290,26: ὅπερ BUt 15 ἀποφατικὸν Ut 17 ὁ om. U 20 ἀμφοῖν scripsi cf. vs. 32: ἄμφω ΒUt 21 λάβω U εἴη ἄν scripsi: εἶεν Β: ἡ ἐν Ut προφανῶς Β 25 Bt: θ U 26 ἡ συζυγία om. 32 τε om. Βt ἀμφοτέρων scripsi cf. vs. 20: ἀμφότερα libri ἡ addidi 33 κα — ὑποκείμενος om. U post βουλόμενος add. καὶ U)

    292
    ἀμφοτέροις ἑπόμενα· φησὶ γὰρ εἰ τὰ ἑπόμενα ἑκατέρῳ εἶτα ἐκθέμενος LXXIIv τὰς τρεῖς συζυγίας δείκνυσι μετὰ ταῦτα ἐκ τῶν ὅρων ἀπὸ τῆς πρώτης ἀρξάμενος ὅτι ἄχρηστοί εἰσιν εἰς τὰς συλλογιστικὰς μεθόδους.

    p. 44b38 38 Δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν, καὶ ὁποῖα ἕτερα ἢ ἐναντία.

    Τὸ διὰ τούτων προκείμενόν ἐστι δεῖξαι ὅτι ἀδύνατον ἄλλῃ μεθόδῳ χρήσασθαι εἰς τὴν λῆψιν τῶν προτάσεων πλὴν τῆς παραδεδομένης, λέγω δὲ τῆς διὰ τῶν ἑπομένων καὶ οἷς ἕπεται καὶ τῶν ἀλλοτρίων, ὧν ταὐτό τι λαβεῖν ἦν ἀνάγκη καθ’ ἑκάτερον τῶν ὅρων· εἰ γάρ τις, φησίν, ἄλλην ἐπινοεῖν δόξειε, πάντως εἰς μίαν τῶν ύφ᾿ ἡμῶν παραδεδομένων συναναχθή- σεται ἀγνοῶν. εἴποι γὰρ ἄν τις ὅτι δύναμαι μηδὲν τῶν ἀπογεγραμμένων ταὐτό τι λαβεῖν, ὅπερ ἐν πᾶσι τοῖς προβλήμασιν ὡς ἀναγκαῖον ὁ 'Αριστοτέλης παρέδωκεν, ἀλλὰ λαβὼν τούτων τινὰ ἐναντία ἢ ἁπλῶς ἕτερα ἀλλήλων καὶ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν τὰ ἀποφατικὰ προβλήματα κατασκευάσαι. οἷον ἔστω τὸ Β καὶ τὸ Ζ ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν· κατασκευάζω ἐκ τούτων τὸ καθόλου ἀποφατικὸν οὕτως· ἐπειδὴ τὸ Β τῷ Α παντί, τῷ δὲ Z οὐδενί ἐναντίον γάρ), καὶ τὸ Α ἄρα τῷ Z οὐδενί· τὸ δὲ Ζ τῷ E παντί· καὶ τὸ Α ἄρα τῷ E οὐδενί. ἔστω γὰρ τὸ μὲν Β μέλαν, τὸ δὲ Α Αἰθίοψ, τὸ δὲ Ζ λευκόν, τὸ δὲ E κύκνος· ἐπειδὴ οὖν τὸ μέλαν παντὶ Αἰθίοπι ὑπάρχει, οὐδενὶ δὲ λευκῷ τὸ μέλαν (ἐναντίον γάρ), καὶ ὁ Αἰθίοψ ἄρα οὐδενὶ λευκῷ· τὸ δὲ λευκὸν παντὶ κύκνῳ· συνάγεται ἄρα ἐκ τούτων ὅτι ὁ Αἰθίοψ οὐδενὶ κύκνῳ. ὁμοίως δὲ δειχθή- σεται, κἂν μὴ ἐναντία λάβωμεν τὸ Β καὶ τὸ Ζ ἀλλ’ ἁπλῶς ἀντιδιῃρημένα καὶ μὴ δυνάμενα τῷ αὐτῷ ὑπάρξαι, οἷον εἰ τὸ μὲν Β εἴη ἔμψυχον, τὸ δὲ Α ἄνθρωπος, τὸ δὲ Ζ ἄψυχον, τὸ δὲ E λίθος· τῇ αὐτῇ γὰρ μεθόδῳ συνάγεται ὅτι ὁ ἄνθρωπος οὐδενὶ λίθῳ. οἱ οὖν ταῦτα λέγοντες, φησίν, ἠγνοήκασιν ὅτι τὸ συμπέρασμα γέγονεν ἐν τούτοις διὰ τὰς παρ’ ἡμῶν εἰρη- μένας αἰτίας, οὐ διὰ τὸ ἐναντίον ληφθῆναι τὸ Β τῷ Ζ. εἰ γὰρ ἔχομεν πάντα τὰ ἀλλότρια τοῦ τε Α καὶ τοῦ E. τὸ δὲ Β οὐδενὶ τῷ Z ὑπάρχει καὶ διὰ τοῦτο οὐδὲ τῷ E τὸ Β, ἔχομεν δὲ ἐκκείμενα πάντα τὰ τοῦ E ἀλλότρια, ἔσται ἄρα τὸ Β ταὐτὸν τινὶ τῶν ἀλλοτρίων τοῦ E. ὥστε, φησίν, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ταῦτα λέγοντες τὴν ταὐτότητα τοῦ Β καὶ τοῦ Θ, καὶ διὰ τοῦτο ἐνόμισαν ἑτέρᾳ τινὶ μεθόδῳ συνῆχθαι τὸ συμπέρασμα. ἴδωμεν δὲ καὶ τὴν λέξιν αὐτὴν τοῦ φιλοσόφου.

    [*](2 post ταῦτα add. τὰ Bt 4 post ληπτέον add. τὰ t Arist. (om. corr. C) 5 post καὶ add. οὐχ t Arist. cf. p. 293,3 sq. 8 ταυτόν Β 9 ἑκάτερον scripsi: ἕτερον BUt t 10 τῶ U 10. 11 συνενεχθήσεται Ut 11 δύναται Β 13 παραδέδωκεν t: παραδεδώκαμεν S 14 μηδὲν ἐχόμενα Β 15 ἐναντίον U 16 κατασκευάζων Β 17 ἐναντία BS 18 τὸ δὲ — οὐδενί om. Β 19 θ (ante κύκνος) U 20 ἐναντία Β 21 ὁ om. t post κύκνῳ add. καὶ Bt 30 τῷ t: τῶν BU ἐκκείμενα S, corr. U: ἐκεῖνα Bt, pr. U 34 εἴδωμεν t)
    293

    Δῆλον δὲ καὶ ποῖα ταὺτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν LXXIIv καὶ ποῖα ἕτερα ἢ ἐναντία. διάφορόν φησι φέρεσθαι τὴν γραφὴν τοῦ ῥητοῦ ὁ Ἀλέξανδρος· εἶναι γὰρ ἔν τισι τῶν βιβλίων καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία. εἰ μὲν οὖν φέροιτο καὶ ποῖα ἕτερα ἢ ἐναντία, οὕτως ἐξηγητέον· ἐπεὶ δῆλον γέγονεν ἡμῖν ἐκ τῶν εἰρημένων ποῖα δεῖ λαμβάνειν τὰ αὺτά, ἔσται καὶ τοῦτο δῆλον, ποῖά ἐστιν ἐν τούτοις ἕτερα ἢ ἐναντία· ἵνα ὥσπερ πόρισμά τι ἐκ τῶν εἰρημένων τοῦτο συνάγηται, τὸ μανθάνειν ή|μᾶς ποῖα ἐν τούτοις τὰ ἕτερα ἡ τὰ ἐναντία. οὐδὲν γὰρ συμβάλλεται LXXIIIr εἰς τὸ προκείμενον τὸ γνῶναι ταῦτα· ὥστε κατὰ ταύτην τὴν γραφὴν ὡς πόρισμα ἔσται τοῦτο συνηγμένον. ποῖα οὗν τὰ ἕτερα ἢ τὰ ἐναντία φέρε εἰπεῖν, εἰ [δὲ] λάβωμεν τὸ Γ καὶ τὸ Ζ ταὐτόν; ἔσται τὸ Δ τῷ Ζ ἐναντίον ἢ ἕτερον, ἐπειδὴ καὶ τοῦ Γ ἀλλότριον. πάλιν εἰ τὸ Γ καὶ τὸ Θ ταὐτόν, τὸ Δ καὶ τὸ Θ ἕτερα ἔσονται ἢ ἐναντία· εἰ γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, τουτέστι τῷ Θ, τὸ δὲ Δ οὐδενὶ τῶν Α, οὐδὲ τῶν Θ ἄρα οὐδενὶ τὸ Δ· τὰ ἄρα ΔΘ ἡ ἐναντία εἰσὶν ἤ ἀλλότρια ἀλλήλων. εἰ δὲ τὰ ΓΗ ταὐτὸν ᾖ, τὸ μὲν Γ τοῦ Θ ἢ ἕτερον ἔσται ἡ ἐναντίον, τὸ δὲ Η τῷ Δ. καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν αὐτὴν μέθοδον. δοκεῖ δὲ ἡ ἑτέρα γραφὴ προσφυεστέρα εἶναι ἐν] τῷ προκειμένῳ θεωρήματι καὶ τῇ ἐπαγομένῃ λέξει, λέγω δὴ καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία, ἵνα ᾖ ἡ συνέχεια αὕτη· ‘δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων γέγονε τὸ ποῖα ἐν τοῖς ἀπογεγραμμένοις καθ’ ἕκαστον πρόβλημα δεῖ λαμβάνειν τὰ αὐτά· οὐ γὰρ δὴ ληπτέον ποῖα ἕτερα ἢ ἐναντία’. καὶ ὅτι τοῦτο βούλεται σημᾶναι, δῆλον ἐκ τῶν ἐπαγομένων εὐθέως. τί γαρ φησι;

    p. 44b39 Πρῶτον μὲν ὅτι τοῦ μέσου χάριν ἡ ἐπίβλεψις, τὸ δ μέσον οὐχ ἕτερον ἀλλὰ ταὐτὸν δεῖ λαβεῖν.

    Ὅτι, φησίν, οὐ δεὶ ζητεῖν ποῖα ἐν τοῖς ἀπογεγραμμένοις ἕτερά ἐστιν, ἀλλὰ ποῖα τὰ αὐτά, δῆλον· βουλόμεθα γὰρ τὸν μέσον ὅρον εὑρεῖν, δι’ οὗ μέσου σχέσιν τινὰ ἔχοντος πρὸς ἑκάτερον τῶν ὅρων ἢ καταφατικῶς ἡ ἀπο- φατικῶς δυνησόμεθα τὸν ἄκρον τοῦ ἄκρου ἢ κατηγορῆσαι ἢ ἀποφῆσαι. εἰ τοίνυν ἡ μὲν ζήτησις τοῦ μέσου ἕνεκεν γίνεται καὶ ἐπισκοποῦμεν τίνα δεῖ ἐκ τῶν ἀπογεγραμμένων λαβεῖν μέσον ὅρον, δεῖ δὲ τὸν μέσον ἕνα εἶναι καὶ τὸν αὐτόν, δῆλον ἄρα ὅτι ποῖα τὰ αὐτὰ ἐν τοῖς ἀπογεγραμμένοις ἐν έκατέρῳ τῶν ἄκρων ὅρων δεῖ ζητεῖν, καὶ οὐ ποῖ ἕτερα ἢ ἐναντία· [*](1 διαληπτέον Ut 3 'Αλέξανδρος] p. 314,6; sed hanc lectionein in codd inveniri non dicit post γὰρ add. φησιν U ἕτερα ora. Β 5 λαβεῖν, ut videtur, pr. Β 10 οὖν τὰ U: ὄντα Bt 11 δὲ delevi ἐλάβομεν Bt 12 εἰς U 13 — τῶ U 8 e δἑ, ut videtur, corr. Β 15 εἰσὶν om. t τὰ alt. scripsi: τὸ ΒUt 16 ἕτερα t ἐστὶν Ut τῷ δὲ t an τοῦ δ? 17 κατὰ —ρ. 297,13 ἄρα παντὶ τῶ η] tertiam fere partem servavit L γὰρ LU 18 ὲν delevi 19 δὲ t ἦ ἡ scripsi: ἦ Β: ἡ Ut: ᾖ post αὕτη add. b συνεχὴς B αὕτη b: αὺτῆ B: αὐτὴ (??) ἤμῖν BU: ἡ t 21 λαβεῖν U δὴ Β: δεῖ LUt 22 ταυτὸ L 27 δῆλον e δηλῶν corr. U 2 28 /o των (Ι litt. eras.) U 28. 29 καταφατικῶς — ἀποφατικῶς scripsi: inv. ord. Ut: ἀποφατικῶν—καταφατικῶν, ut videtur, Β 29 τὸν t: τὸ BU κατηγορεῖν Β)

    294
    ἐπεὶ δύο ληψόμεθα μέσους καὶ οὐχ ἕν, καὶ οὕτω δύο ποιήσομεν προτάσεις LXXIIIr τάσεις μηδὲν ἀλλήλαις κοινωνούσας, οἷον τὸ Β παντὶ τῷ Α, καὶ τὸ Z παντὶ τῷ E. εἰ δέ, φησί, ποτὲ συμβαίη ἐκ τῆς τοιαύτης λήψεως συλλογισμὸν γενέσθαι, τοῦτο γίνεται οὐχ ἁπλῶς, ἐπειδὴ ἐναντία ἐλάβομεν ὅσον γὰρ ἐκ τούτου δύο ἀπηρτημέναι προτάσεις ἐγένοντο), ἀλλ’ ὅτι συμβαίνει εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον λεληθότως ἐμπίπτειν. εἴπομεν οε πως.

    p. 45a7 Τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ E οὐδενὶ ύπάρξει, ὥστ’ ἀνάγκη ταὺτὸν εἶναι τὸ Β τινὶ τῶν Θ.

    Ἐπεὶ γὰρ τὸ Β παντὶ τῷ Α ὑπάρχει, ἐναντίον δὲ τὸ Β τῷ Ζ ἡ ἕτεορον καὶ διὰ τοῦτο οὐδενὶ τῶ Ζ τὸ Β, ἔστι δὲ τοῦ Z μέρος τὸ E, καὶ τῶν E ἄρα οὐδενὶ ὑπάρξει τὸ Β· ἀλλὰ μὴν ἔχομεν ἀπογεγραμμένα τὰ ἀλλότρια τοῦ Ε· ταῦτα δὲ ἦν τὰ Θ· τὸ ἄρα Β ταὐτὸν τινὶ ἔσται τῶν Θ. ὥστε πάλιν διὰ τὴν ἡμετέραν μέθοδον τὸ συμπέρασμα· λέγομεν γὰρ τὸ καθόλου ἀποφατικὸν συνάγεσθαι λαμβανομένων ἢ τῶν Δ καὶ Z τῶν αὐτῶν ἤ τῶν Β καὶ Θ.

    p. 45a9 Πάλιν εἰ τὸ B καὶ H μὴ ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, ὅτι τινὶ τῷ E οὐχ ὑπάρξει τὸ Α· καὶ γὰρ οὕτως ἔσται τὸ μέσον σχῆμα.

    Δείξας ὅτι ἐν οἷς καὶ] συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐναντίων τινῶν ληφθέντων ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ύπάρχρειν, οὐ διὰ τὴν τῶν ἐναντίων λῆψιν συνάγεται ἀλλὰ διὰ τὸ ἐμπίπτειν εἰς τὴν παρ’ αὐτοῦ παραδεδομένην μέθοδον, τὸ αὐτὸ τοῦτο δείκνυσι καὶ ἐπὶ τοῦ μερικοῦ ἀποφατικοῦ. συναχθείη δ’ ἂν ἐκ τῶν ἐναντίων οὕτως· ἐπεὶ τὸ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Η, καὶ τὸ Α οὐδενὶ τῶν Η· τὸ δὲ Η τινὶ τῶν Ε· καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ E. πάλιν οὖν, φησίν, ἀγνοοῦσιν ἐν τούτοις ὅτι εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον ἐμπίπτουσιν· οὐδὲν γὰρ ἄλλο, φησί, λέγουσι λαμβάνοντες τὸ Β καὶ τὸ Η μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν ἢ ὅτι τὸ Β τινὶ ταὐτόν ἐστι τῶν Θ. εἰ γὰρ τὸ Β οὐδενὶ τῶν Η, τὸ δὲ Η μέρος τοῦ E, πάντα δὲ τὰ τοῦ E ἀλλότρια ἐλάβομεν ἐν τοῖς Θ, ἔσται ἄρα ταὐτὸν τινὶ τῶν Θ τὸ B. ὥστε πάλιν διὰ τὴν ήμετέραν μέθοδον γέγονε τὸ συμπέρασμα. καὶ ταῦτα μὲν ὁ φιλόσοφος. ἔοικε δὲ ἢ πεπλανῆσθαι ἐν τούτοις ἢ διὰ τὸ ἤδη παραδοῦναι τὴν μέθοδον ἀδιαφόρως ἐνταῦθα χρήσα- (??) [*](1 ποιήσωμεν Ut 2 κοινωνούσαις U 3 φησί ποτε LU: inv. ord. Bt 4 γίνεσθαι Β 5 ἀπηρτισμέναι Β ἐγίνοντο Β ἄλλο τι pr. U post ὅτι delevit φησὶ Β 6 εἴπομεν (scil. p. 292,26 sq.) Β: εἴπωμεν Ut 9 ταὐτὸν BLU(C): ταὐτὸ t Arist. Ut 11 μέρους t 13 ταὐτὸν δὲ ἦ U 16 καὶ om. U 17 ante η add. τὸ t (C) 18 τῶν Arist. τὸ μέσον ἔσται t Arist. 19 καὶ delevi 20 ἡ μὴ ἐνδεχομένων iterat Β 21 παραδιδομένην t 24 τὸ η΄ (post δὲ) t τῷ ε΄ t 27 λαβάνοντες sic, οντ in ras. U 29 πάντη U 30 β—θ Β)

    295
    σθαι. ἔδει γὰρ αὐτὸν εἰπεῖν οὕ|τως· τὸ γὰρ μὴ ἐνδέχεσθαι τὸ LXXIIIv Β καὶ τὸ Η τῷ αὐτῷ ύπάρχειν οὐδὲν διαφέρει ἢ τὸ Η τῶν Δ τινὶ εἶναι. νῦν δὲ εἶπεν ἢ τὸ Β τῶν Θ τινὶ εἶναι. ὅτι γὰρ τοῦτο ψεῦδός ἐστιν · δυνατὸν γὰρ μηδενὶ μὲν τῷ αὐτῷ δύνασθαι τὸ Β καὶ τὸ Η ύπάρχειν, μηδὲν δὲ τῶν Θ εἶναι τὸ Β. εἰ γὰρ λάβωμεν τὸ μὲν E γένος τὸ δὲ Β καὶ Η ἀντιδιῃρημένα εἴδη, οἷον τὸ μὲν E ζῷον τὸ δὲ Β ἄνθρωπον τὸ δὲ Η ἵππον, ἄνθρωπον μὲν καὶ ἵππον οὐκ ἐγχωρεῖ τῷ αὐτῷ ὑπάρχειν· οὐδενὶ μέντοι τῶν Θ, λέγω δὴ τῶν ἀλλοτρίων τοῦ ζῴου, ὁ ἄν ἄνθρωπος ὑπάρξει· ζῶον γὰρ καὶ ό ἄνθρωπος. ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν ἐναντίων, οἷον ἐὰν λάβωμεν τὸ μὲν E χρῶμα τὸ δὲ Β λευκὸν τὸ Η μέλαν· τῷ αὐτῷ μὲν οὖν τὸ Β καὶ τὸ Η οὐκ ἐγχωρεῖ ύπάρξαι· οὐδενὶ μέντοι τῶν Θ ταὐτὸν ἔσται τὸ Β, ἅπερ ἦν ἀλλότρια τοῦ Ε· χρῶμα γὰρ καὶ αὐτό. ἐὰν μέντοι λάβωμεν τὸ Η καὶ τὸ Δ ταὐτόν, ἀληθεύσει ὁ λόγος· εἰ γὰρ οὐδενὶ ιῷ Η τὸ Α, ἐπειδὴ οὐδὲ τὸ Β οὐδενὶ τῷ Η, οὐδὲ τὸ Η ἄρα οὐδενὶ τῷ Α, ὥστε ἀλλότριον τὸ Α τοῦ Η· τὰ δὲ ἀλλότρια τοῦ Α τὰ Δ ἦν· ὥστε ταὐτόν τι ἔσται τὸ Η τινὶ τῶν Δ.

    p. 45 a 20 Συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας διὰ τὸ λανθάνειν ποτὲ τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ.

    Ἐνόμισαν, φησίν, οἱ ταῦτα λέγοντες ἄλλην ὁδὸν τῆς εὐπορίας εὑρηκέναι τῶν προτάσεων, τὴν διὰ τῶν ἐναντίων, ἀγνοήσαντες ὅτι ἐν αὐτοῖς τούτοις οἷς λέγουσιν ἡ ἡμετέρα πάλιν ἀναφαίνεται μέθοδος, ὥστε διὰ ταύτην καὶ μὴ διὰ τὴν παρὰ τούτων λεγομένην συμβαίνειν τὸ συμπέρασμα. ὥστε οἱ διὰ ταύτης τῆς μεθόδου συνάγεσθαί τι νομίσαντες πλείω τῆς ἀναγκαίας βαδίζουσι διά τινος κύκλου ἐπὶ τὴν ἡμετέραν περιαγόμενοι μέθοδον. δεῖ δὲ πάλιν ἀντὶ τοῦ ΒΘ τὸ ΔΗ λαμβάνειν.

    p. 45 a 23 Τὸν αὐτὸν δὲ τρόπον ἔχουσι καὶ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες συλλογισμοὶ τοῖς δεικτικοῖς· καὶ γὰρ οὗτοι γίνονται διὰ τῶν ἑπομένων καὶ οἶς ἕπεται ἑκάτερον, καὶ ἡ αὐτὴ ἐπίσκεψις ἐπ’ ἀμφοῖν.

    Οὐ μόνον, φησί, κατηγορικῶς διὰ τῆς μεθόδου ταύτης εὐπορήσομεν συλλογίζεσθαι, ἀλλὰ καὶ εἰς τὴν δι’ ἀδυνάτου δεῖξιν αἱ αὐταὶ χρησιμεύσουσιν ἡμῖν μέθοδοι· τὸ γὰρ αὐτὸ πρόβλημα διὰ τῶν αὐτῶν ὅρων κατηγορικῶς τε ἅμα καὶ δι’ ἀδυνάτου συλλογιούμεθα, καὶ ἀνάπαλιν, ὃ διὰ τοῦ ἀδυνάτου [*](3 τινὶ Β. τί Ut 1 δῆλον addidi 5 μὴ δὲ Β: μηδὲ t 7 δὲ om. t 10 δὲ alt. addidi 11 τῶ (post οὖν) —τῶ pr. Β 15 τοῦ αݲ τὸ U alt. t: τῶ Β: τὸ U 19 δݲ—ηݲ supra β—θ scr. U 21 τούτοις om. L 23 τὰ S λεγόμενα LSU 26 τοῦ L: om. BUt 27 οἱ om. U 28 ἀπάγοντες t: BLU: ἄγοντες Arist. συλλογισμὸν t 31 εὐπορίσομεν L 32 συλλογίσασθαι U 34 δι᾿ SUt: διὰ τοῦ Β)

    296
    ἐδείξαμεν, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ κατηγορικῶς ἕξομεν LXXIIIv συλλγίσασθαι. ὅπως δὲ τοῦτο ἔσται, ἐπάγει.

    p. 45a28 Οἶον ὅτι τὸ Α οὐδενὶ τῷ E ὑπάρχει· κείσθω γὰρ τινὶ καὶ τὰ ἑξῆς.

    Ἔστω, φησί, δι’ ἀδυνάτου δεῖξαι τὴν καθόλου ἀποφατικήν. εἰλήφθω οὗν πάλιν τι τῶν ἑπομένων τῷ Α, τουτέστι τὸ Β, καὶ τῶν ἀλλοτρίων τοῦ E, τουτέστι τὸ Θ, ταὐτὸ ὑπάρχον. προέρχεται οὖν ἡ δεῖξις οὕτως· ἐπεὶ τὸ Β ταὐτὸν τῷ Θ, τὸ δὲ Β παντὶ τῷ Α, καὶ τὸ Θ τῷ Α παντί· τῷ δὲ E οὐδενί. τούτων οὖν ὄντων λέγω ὅτι τὸ Α τῷ E οὐδενὶ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. οὐκοῦν ἐπεὶ τὸ μὲν Β παντὶ τῷ Α, τὸ δὲ Α τινὶ τῶν E, συνάγεται ὅτι τὸ Β τινὶ τῶν Ε· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον· τὸ γὰρ Β ταὐτὸ τινὶ ἦν τῶν Θ, ἅπερ ἦν ἀλλότρια τοῦ E. εἰ τοίνυν τῇ ὑποθέσει τῇ λεγούσῃ ὑπάρχειν τὸ Α τινὶ τῶν E ἀδύνατόν τι ἠκολούθησε, τὸ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ B τῷ E, καὶ οὐδενὶ καὶ τινὶ ὑπάρχειν, ψεῦδος ἄρα τὸ τινὶ τῶν E τὸ Α ὑπάρχειν, ἀληθὲς δὲ τὸ μηδενί.

    p. 45a31 Πάλιν ὅτι τινὶ ὑπάρχει.

    Ομοίως, φησιν, ἕξει καὶ ἐπὶ τῆς μερικῆς καταφατικῆς· ταῖς γὰρ αὐταῖς μεθόδοις δείξομεν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο τὸ πρόβλημα διὰ τοῦ λαμβάνειν τινὰ τῶν οἷς ἀμφότεροι ἕπονται οἱ ὅροι, λέγω δὲ τῶν Γ καὶ τῶν Η, ταὐτὰ ἀλλήλοις ὄντα. δείκνυμεν οὗν πάλιν διὰ τοῦ ἀδυνάτου οὕτως· λέγω γὰρ ὅτι τὸ Α τινὶ τῶν E ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ἐπεὶ οὖν τὸ Α οὐδενὶ τῷ E, τὸ δὲ E παντὶ τῷ H. καὶ τὸ Α ἄρα οὐδενὶ τῶν Η· ἀλλ’ ὑπέκειτο καὶ παντί, ὅπερ ἀδύνατον· τὸ γὰρ Γ, καθ’ οὗ παντὸς ἦν τὸ Α, ταὐτὸν τῷ H, ὥστε καὶ τῷ Η παντὶ ὑπάρχει τὸ A. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ λέγουσα οὐδενὶ τῷ E τὸ Α· οὐκοῦν ἀληθὴς ἡ τινί, ὅπερ ἔδει δεῖξαι.

    p. 45a33 ‘Ομοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων. Τουτέστι τοῦ τε καθόλου καταφατικοῦ καὶ τοῦ μερικοῦ ἀποφατικοῦ. δείξομεν οὖν καὶ ἐπὶ τούτων. ἐδείκνυμεν τὸ καθόλου καταφατικὸν λαμ- βάνοντες τὸ Γ καὶ τὸ Ζ ταὐτόν· ἔσται οὖν διὰ τῶν αὐτῶν ὅρων τὸ αὺτὸ καὶ δι᾿ ἀδυνάτου δεῖξαι. λέγω γὰρ ὅτι τὸ Α παντὶ τῷ E ὑπάρχει· [*](7 αὐτὸ L προσέρχεται t 8 τῶ δὲ BL cf. S: τὸ δὲ Ut 11 τῶ εݲ (ante ύπ.) U 12 ἅπερ scripsi cf. p. 291,12: ὅπερ ΒUt ἀλλότριον Β 13 τῇ λεγούσῃ om. Β 14 τὸ alt. om. LU 15 a scripsi cf. S: αὺτὸ BUt 19 δείξωμεν t 21 δὴ S 25 τὸ prius SU: τοῦ Bt καθ’ οὗ S: καθόλου ΒUt post αݲ add. ὅπερ Β, οὗπερ Ut: om. S 26 τῶν εݲ U 27 ἀληθὲς τὸ fort, recte S cf. p. 297,9: ἀληθεῖ U 30 δείξωμεν t ἐδείκνυμεν] p. 284,27 sq. post ἐδείκνυμεν add. οὖν Bt: om. SU 32 ὅτι om. B)

    297
    εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί. ἐπεὶ οὖν τὸ Α οὐ παντὶ LXXIIIv τῷ Ε, τὸ δὲ Z παντὶ τῷ E, συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α οὐ παντὶ τῷ Ζ. ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον· κατὰ παντὸς γὰρ τοῦ Γ τὸ Α· τὸ δὲ Γ ταὐτὸν ἦν τῷ Ζ· ὥστε καὶ τὸ Α κατὰ παντὸς τοῦ Ζ. ἔστι δὲ καὶ ἐν δευτέρῳ σχήματι τὸ αὐτὸ συναγαγεῖν. ἐπεὶ γὰρ τὸ Α οὐ παντὶ τῷ E, ὡς ἡ ὑπόθεσις, ἦν δὲ καὶ παντὶ τῷ Z τὸ Α ταὐτὸν γὰρ τῷ Γ τὸ Z, τῷ δὲ Γ παντὶ τὸ Α), ὥστε συνάγεται τὸ Z οὐ παντὶ τῷ Ε· ὑπέκειτο δὲ καὶ παντί, | ὅπερ ἐστὶν ἀδύνατον· ψευδὴς ἄρα ἡ ὑπόθεσις ὅτι τὸ Α LXXIVr οὐ παντὶ τῷ E, ἀληθὲς ἄρα τὸ παντί. ὁμοίως καὶ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο ταυτοῦ ὄντος τοῦ Δ καὶ τοῦ Η. πάλιν οὖν δείξομεν τοῖς αὐτοῖς ὅροις καὶ διὰ τοῦ ἀδυνάτου. λέγω γὰρ ὅτι τὸ Α οὐ παντὶ τῷ Ε ὑπάρχει· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. ἐπεὶ οὖν παντὶ τῷ E τὸ Α, τὸ δὲ E παντὶ τῷ Η, καὶ τὸ Α ἄρα παντὶ τῷ Η· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον· τὸ γὰρ Α οὐδενὶ τῷ Δ· ταὐτὸν δὲ τὸ Δ τῷ Η· οὐκοῦν οὐδὲ τῷ Η οὐδενὶ τὸ Α. ψεῦδος οὖν τὸ παντὶ τῷ E τὸ Α· οὐκοῦν ἀληθὲς τὸ ου παντι. δυνατὸν δε καὶ εν δευτερῳ σχήματι καὶ ἐν τριτῳ εἰς τὸ αουνατον ἀπαγαγεῖν· ἐν μὲν δευτέρω· ἐπεὶ τὸ Α παντὶ παντὶ E τῷ δὲ Η οὐδενί, καὶ τὸ E ἄρα τῷ Η οὐδενί· ὑπέκειτο δὲ καὶ παντί· ἐν δὲ τῷ τρίτῳ· ἐπεὶ τὸ Α τῷ E παντί, τὸ δὲ H τινὶ τῶν E, καὶ τὸ Α ἄρα τινὶ τῶν Η· ὑπέκειτο δὲ καὶ οὐδενί.

    p. 45s35 ’Εκ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἑκάτερον.

    Δῆλον δήπου ὅτι καὶ ἐκ τῶν ἀλλοτρίων.

    p. 45a36 Καὶ καθ’ ἕκαστον πρόβλημα ἡ αὐτὴ σκέψις δεικτικῶς τε βουλομένων συλλογίσασθαι καὶ εἰς ἀδύνατον ἀπαγαγεῖν· ἐκ γὰρ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις.

    Βούλεται δεῖξαι ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ δείξεις αὗται· ὃ γὰρ δι’ ἀδυνάτου δείκνυται, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δεικτικῶς, καὶ ὃ δεικτικῶς, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δι’ ἀδυνάτου. ἐπειδὴ οὖν ἐξέθετο τὴν δι᾿ ἀδυνάτου, βούλεται τὸ αὐτὸ καὶ διὰ τῶν αὐτῶν καὶ δεικτικῶς δεῖξαι.

    p. 45a38 Οἶον εἰ δέδεικται μηδενὶ ὑπάρχειν τῷ E τὸ A, ὅτι συμ- βαίνει καὶ τὸ Β τινὶ τῶν E ύπάρχειν.

    Εἰ τὴν καθόλου, φησίν, ἀποφατικὴν ἐδείξαμεν δι’ ἀδυνάτου ύποθέ- [*](4 τὸ ζ — τοῦ αݲ U ἔστι δὲ om. LU 6 τῶ γݲ τὸ SU: inv. ord. Βt 8 ἐστὶν om. S 9 ἀληθὲς δὲ S 10 ἐδείκνυτο] p. 284,2] sq. δείξωμεν 15 τὸ ηݲ — τῶ αݲ U 18 τῷ alt. om. St 19 ante παντὶ add. οὐ 1 1 22 ἐκ scripsi: ἐπὶ BUt 21 βουλομένῳ Arist. post εἰς add. τὸ Ut (11) ἀναγαγεῖν t: ἀγαγεῖν Αrist. 27 δι’ BS: διὰ τοῦ Ut καὶ δεικτικῶς 28 ὄρων om. U 28 δι’ BS: διὰ τοῦ Ut 29 διὰ τοῦ t 31 τῶν Β Arist.: τῶ Ut)

    298
    μενοι τὸ ἀντικείμενον καὶ τούτῳ εύρόντες ἀδύνατόν τι ἀκολουθοῦν, λέγω LXXIVr δὴ τὸ Β τινὶ τῶν E ὑπάρχειν οὐδενὶ ὑπάρχον, ἐὰν τὸ ψευδὲς συμπέρασμα εἰς τὸ ἀληθὲς μεταλάβωμεν, λέγω δὲ ὅτι τὸ Β οὐδενὶ τῶν E εἶτα προσθῶμεν τὴν ἑτέραν πρότασιν, ἥτις καὶ ἐν τῇ δι’ ἀδυνάτου ὑπῆρχε, τὴν ὅτι τὸ Β παντὶ τῷ Α, συνάγεται δεικτικῶς ἐν δευτέρῳ σχήματι ὅτι τὸ Α οὐδενὶ τῷ E. ἀναλαμβάνει οὖν τὰ εἰρημένα, ἵνα δείξῃ ἀντιστρεφούσας ἀλλήλαις τήν τε ἐπ’ εὐθείας καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς φησιν ἀντιστρέφειν ἀλλήλαις τήν τε δι’ ἀδυνάτου καὶ τὴν ἐπ’ εὐθείας δεῖξιν. δέδεικται γὰρ ἐν τῷ περὶ τῶν τριῶν σχημάτων λόγῳ ὅτι ό τέταρτος τρόπος τοῦ δευτέρου σχήματος καὶ ὁ πέμπτος τοῦ τρίτου μόνως τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐδείκνυντο, τῇ δὲ ἐπ᾿ εὐθείας οὐκέτι· ὁποτέραν γὰρ ἂν τῶν προτάσεων ἀντιστρέψαι τις βουληθείη, ἵνα ἐπ᾿ εὐθείας ποιή- σηται τὴν δεῖξιν, ἀσυλλόγιστον ποιεῖ τὴν συμπλοκὴν τῶν προτάσεων. ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος οὐδὲ ἀντιστρέψαι ἦν τὴν ἐλάττονα· μερικὴ γὰρ ἦν ἀποφατική, ἥτις πρὸς οὐδεμίαν ἀντέστρεψε. πῶς οὖν ἐνταῦθά φησιν ὅτι πάντα τὰ διὰ τοῦ ἀδυνάτου δεικνύμενα καὶ ἐπ’ εὐθείας δείκνυνται καὶ τὰ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου; φημὶ οὖν πρὸς ταῦτα ὅτι πρῶτον μὲν οὐ περὶ τρόπων τῶν σχημάτων ἐνταῦθα ὁ λόγος ἀλλὰ περὶ τῶν προβλημάτων πάντων, τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικοῦ, τοῦ ἀποφατικοῦ, ὅτι τούτων ἕκαστον καὶ ἐπ’ εὐθείας δείκνυται καὶ δι’ ἀδυνάτου, οὐ μὴν ὅτι καὶ καθ’ ἕκαστον τρόπον τῶν σχημάτων. ἔπειτα δὲ οὐδὲ ἐπὶ τῶν τρόπων ψευδής ἐστιν ὁ λόγος. ἀναμνησθῶμεν γὰρ διὰ τί ἔλεγε μὴ δύνασθαι ἐπὶ τῶν εἰρημένων δύο τρόπων τὴν ἐπ’ εὐθείας δεῖξιν γίνεσθαι· δῆλον δήπου, ὅπερ καὶ φθάσας εἶπον, ὅτι τὴν μὲν τῶν προτάσεων οὐκ ἦν ἀντιστρέψαι. αἱ δὲ ἄλλαι ἀντιστοεφόμεναι ἀσυλλόγιστον ἐποίουν τὸ σχῆμα. τί δὲ ὅλως τῶν ἀντιστροφῶν ἐδέησεν, αὐτὸς ἐν τῷ περὶ αὐτῶν λόγῳ σαφῶς εἶπεν. ἐπεὶ γὰρ ἀτελεῖς εἰσιν οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ συλλογισμοί, δεόμεθα, φησί, τῶν ἀντιστροφῶν οὐ πρὸς τὸ ποιῆσαι τὸ ἀναγκαῖον ἐν τούτοις τοῖς σχήμασιν, ἀλλ’ ἵνα φαινόμενον γένηται τὸ ἀναγκαῖον. οὐ γὰρ ἡ ἀντιστροφή ἐστιν ἡ τὴν ἀνάγκην τοῖς συλλογισμοῖς τούτοις ποιοῦσα· αὐτὰ γὰρ καθ’ αύτὰ τὰ σχήματα ἔχει τὸ ἀναγκαῖον· ἀλλὰ μὴ φαινόμενον τοῦτο φανερὸν ποιεῖ καὶ] ή εἰς τὸ πρῶτον σχῆμα ἀναγωγή. ταύτῃ γὰρ καὶ ἀτελῆ λέγονται εἶναι τὰ σχήματα, τὸ δεύτερον καὶ τὸ τρίτον, διότι μὴ προφανῆ τὴν ἀνάγκην ἔχουσιν. ὥστε εἰ μὴ ποιοῦσι τὸ ὰναγκαῖον αί ἀντιστροφαὶ ἀλλὰ μόνον δεικνύουσιν. ἐνδέχεται δήπου [*](2 δὲ t τό alt. addidi ὑπάρχειν (post οὐδενὶ) t post ἐὰν add. δὲ t 3 μεταβάλωμεν U δὴ t προθῶμεν pr. Β 7 ἀπορήσει Β 9 δέδεικται] c. 5 p. 27a37 sq. c. 6 p. 28b15 sq. 10 ;o alt. om. Β μόνου Β 11 ἐδείκνυτο Β 12 ἂν om. Ut 14. 15 τὴν ἐλάττονα ἦν U 15 post ἦν add. ἡ Β 16 δι’ ἀδυνάτου t 17 δείκνυται t καὶ alt. om. t 21 διὰ τοῦ t τῶν om. U ζητημάτων Β 23 εὐθεῖαν B 24 φθάσαν U 27 εἶπεν] c. 1 p. 24 b 24 28 post γ΄ add. σχήματι t 30 ἡ prius ex ὁ, ut videtur, corr. Β 32 καὶ delevi 34 εἰ om. Β 34.35 ποιῶσι Ut 35 αί ἀντιστροφαὶ U: διὰ τῆς ἀντιστροφῆς B: δι’ ἀντιστροφῆς t δεικνύουσιν scripsi: δείκνυσιν BUt)
    299
    καὶ ἐπὶ τῶν εἰρημένων δύο τρόπων ἐπ’ εὐθείας συλλογίσασθαι. ἀλλ’ LXXIV(??) ἐπειδὴ μὴ φαίνεται τὸ ἀναγκαῖον, μήτε δὲ δι’ δι’ στροφῆς τῶν προτάσεων ἐνδέχεται τοῦτο δεῖξαι, διὰ τοῦτο μόνως διὰ τοῦ ἀδυνάτου δείκνυσθαι τοὺς τρόπους ἐκείνους φησί· διὰ τοῦτο γὰρ φαίνεται αὐτῶν τὸ ὰναγκαῖον. ὥστε καὶ ἐπὶ τῶν τρόπων πάντων ἀληθές ἐστι τὸ κατὰ] τὸ αὐτὸ καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου δείκνυσθαι, καὶ ὅτι καθόλου ἀντιστρέφουσι πρὸς ἀλλήλας ἥ τε δὶ αουνατου καὶ ή ἐπ’ ευθειας δειξις.

    p. 45b1 Πάλιν εἰ δεικτικῶς συλλελόγισται τὸ Α τῷ E μηδενὶ ὑπάρχειν, ὑποθεμένοις ὑπάρχειν διὰ τοῦ ἀδυνάτου δειχθήσεται οὐδενὶ ὑπάρχον.

    Ἀντιστρέψασ πρὸς τὴν δι’ ἀδυνάτου δεῖξιν τὴν δεικτικὴν τῦν πρὸς τὴν δεικτικὴν ἀντιστρέφει τὴν δι’ ἀδυνάτου. εἰ γὰρ δέδεικται δεικτικῶς διὰ τοῦ δευτέρου σχήματος ὅτι τὸ Α οὐδενὶ τῷ E, ἐὰν τὸ ἀντικείμενον τούτῳ λάβωμεν τὸ τινί, δείκνυμεν πάλιν τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου. εἰ γὰρ τινὶ τῶν E τὸ Α, τὸ δὲ Β | παντὶ τῷ Α, συνάγεται πάλιν ἐν πρώτῳ LXXIVv σχήματι τὸ Β τινὶ τῶν E· ἀλλ’ ὑπέκειτο οὐδενί· ψεῦδος ἄρα τὸ τινὶ τῶν E τὸ Α· οὐκοῦν οὐδενί. δέδεικται οὖν διὰ τούτων ὅτι ἀντιστρέφουσιν ἀμφότεραι αἰ δείξεις, ἥ τε κατηγορικὴ καὶ ἡ δι’ ἀδυνάτου, καὶ διὰ τῆς αὐτῆς μεθόδου, λέγω δὴ τῆς εὐπορίας τῶν προτάσεων, ἀμφότεραι προερχονται.

    p. 451)3 ‘Ομοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ’Επειδὴ ὡς ἐπὶ μόνης τῆς καθόλου ἀποφατικῆς τὸν λόγον ἐγύμνασε τῶν ἀντιστροφῶν. τὰ αὐτά, φησί, καὶ ἐπὶ τῶν λοιπῶν προβλημάτων συμβαίνει.

    p. 45b4 ’Ev ἅπασι γὰρ ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἄλλον τῶν ὑποκειμέν πρὸς ὃν ἔσται τοῦ ψεύδους ὁ συλλογι σμός.

    Ἐv πᾶσι, φησί, τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς δεῖ κοινόν τινα ὅρον ἕτερον ὄντα παρ’ ἀμφοτέρους τοὺς ἄκρους ὅρους λαβεῖν· τούτους γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν τῶν ὑποκειμένων· οὗτοι γὰρ ἐξ ἀρχῆς ὑπό- κεινται περὶ ὧν ἡ σκέψις, τὸ Α καὶ τὸ E. κοινὸν δὲ λέγει οὐχὶ ἀντὶ τοῦ ‘μέσον κοινωνίαν ἔχοντα πρὸς ἑκάτερον καὶ δι’ έαυτοῦ τοὺς ἄκρους [*](2 τὸ ἀναγκαῖον μὴ φαίνηται t 5 κατὰ delevi 6 διὰ τοῦ t 9 post ύπάρχειν alt. add. τινὶ t (Β u) post δειχθήσεται add. καὶ U 12 post δεικτικῶς add. καὶ Bt: om. SU 13 τούτου U 14 λαμβάνωμεν Β 15 τῶν t: τῶ BU 16> 17 τῶ εݲ U 19 αὐτῆς om. 1 δὲ V 19. 20 περιέρχονται pr. B, corr. Β 2 22 ὡς post μόνης colloc. Β: om. S cf. p. 304,11 ante τῆς add. ὲπὶ BUt: om. S 24 πᾶσι Β 26 τινα κοινὸν Β 27 ὅρους om. t λαβεῖν om. SU 29 ὁ δ καὶ ό U 30 μέσου St)

    300
    συνδέοντα', ἀλλὰ κοινόν φησιν ‘ἔν τε τῇ ἐπ’ εὐθείας δείξει παραλαμβανόμενον LXXIVv τὸν αὐτὸν καὶ ἐν τῇ δι’ ἀδυνάτου᾿. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐκ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις, τοῦτο θέλει αὐτὸ ἀποδεῖξαι. εἰ οὖν οἱ ἐξ ἀρχῆς ὑποκείμενοι ὅροι, λέγω δὴ οἱ τοῦ προβλήματος, ὅ τε Α καὶ ὁ E περὶ ὧν ἡ σκέψις, οἱ αὐτοὶ ἐν ἀμφοτέραις, δεῖ δὲ καὶ ἕτερόν τινα παρὰ τούτους ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσιν τὸν αὐτὸν εὑρίσκεσθαι, σαφὲς ὡς ἐκ τῶν ὅρων ὅρων ἀμφότεραι αἱ ἀποδείξεις περαίνονται. ὅτι οὖν κοινός τις παρὰ τοὺς κειμένους ὅρος ἐν ἀμφοτέραις λαμβάνεται, δείκνυσι. καὶ γὰρ ἐν ταῖς προκειμέναις δείξεσι, τῇ τε ἐπ’ εὐθείας καὶ τῇ δι’ ὰδυνάτου, ἔστι κοινὸς ὅρος τὸ Β· οὗτος γὰρ ἐπὶ μὲν τῆς ἐπ’ εὐθείας δείξεως ἀληθῶς ἀπεφάσκετο τοῦ E καὶ ἐποίει τὴν ἐλάττονα πρότασιν· ἐπὶ δὲ τῆς δι’ ἀδυνάτου ψευδῶς κατεφάσκετο τὸ Β τοῦ E ἐν συμπεράσματι. πρὸς τοῦτον οὖν, φησί, τὸν κοινὸν ὅρον τὸ ψευδὲς γίνεται συμπέρασμα· συνήγετο γὰρ ψευδῶς ὅτι τὸ Β τινὶ τῶν E. ταύτης οὖν, φησί, τῆς ψευδοῦς προτάσεως, ἥτις ἦν τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς συμπέρασμα, ἀντιληφθείσης, τουτέστιν εἰς τὴν ἀληθῆ μεταληφθείσης, οἷον ἀντὶ τοῦ λέγειν ὅτι τὸ Β τινὶ τῶν E, ἵνα λάβωμεν, ὅτι οὐδενί, ὅπερ καὶ ἐξ ἀρχῆς ὑπέκειτο, τῆς δὲ ἑτέρας προτάσεως φυλαττομένης, δηλονότι τῆς πρὸς τὸν μείζονα ὅρον τοῦ μέσου, τ·ῆς ὅτι παντὶ τῷ Α τὸ Β ὑπάρχει, οὕτω, φησίν, ἔσται δεικτικὸς ὁ δι’ ἀδυνάτου συλλογισμός· τὸ γὰρ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Ε· οὐκοῦν καὶ τὸ Α οὐδενὶ τῷ E ὑπάρξει.

    p. 45b12 Ταῦτα μὲν οὖν ἔσται φανερὰ μᾶλλον διὰ τῶν ἑπομένων, ὅταν περὶ τοῦ ἀδυνάτου λέγωμεν.

    Ἐπειδὴ εἶπε τίνι διαφέρει ὁ δεικτικὸς τοῦ ἀδυνάτου, ταῦτα, φησίν, ἐν τοῖς έξῆς ἀκριβέστερον εἰσόμεθα. λέγει δὲ ἐν τῷ δευτέρῳ λόγῳ· ἐκεῖ γὰρ ὰκριβέστερον διεξέρχεται περὶ τῆς τούτων διακρίσεως· λέγει γὰρ ἐκεῖ ὅτι διαφέρει ὁ ἐπ’ εὐθείας τοῦ δι’ ὰδυνάτου τῷ τε] εἰρημένῳ τρόπῳ, ὅτι ό μὲν ἀμφοτέρας τὰς προτάσεις ἀληθεῖς λαμβάνει, ό δὲ τὴν ἑτέραν ψευδῆ.

    p. 45b15 ’Ev δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα, ἐν τοῖς ὑποκει- μένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις ἔσται ή σκέψις.

    Ἐv τοῖς ἄλλοις, δηλονότι τοῖς ἐξ ὑποθέσεως. ἐπειδὴ γὰρ ἔδειξεν [*](3 αὺτὸ om. t 5 ἀμφοτέραις script cf. vs. 8: ἀμφοτέροις BSUt 6 περὶ Ut εὑρίσκεσθαι τὸν αὐτὸν t 8 post τις add. ὁ BUt. 0111. S περὶ SUt κειμένους SU: ὐποκειμένους Βt ἀμφοτέραις S: ἀμφοτέροις ΒUt 9 τε SU: om. Bt 11 ἀποφά- σκεται Β 12 τὸ αݲ U post εݲ del. ὡς B 13 τοῦτον S: τοῦτο BUt τὸν S: om. BUt τὸ ψευδὲς SU: τῶ ψεύδει Bt συμπεράσματι Β 14 τὸ U 15 post ἀπα- γωγῆς add. τὸ U 17 καὶ superscr., ut videtur, B 1 19 δεικτικῶς t 22 μᾶλλον φανερὰ t Arist. 24 ό ἀποδεικτικὸς τῆς δι’ U ταυτά libri 25 ἐν τῷ δευτέρῳ λόγῳ] c. 14 26 post ἐκεῖ addiderim καὶ 27 τε delevi 30 ἡ Arist.: ἤ καὶ BUt, at cf. p. 301,8)

    301
    ὅτι οἱ κατηγορικοὶ συλλογισμοὶ καὶ οἱ δι’ ἀδυνάτου διὰ τῆς αὐτῆς με LXXIVv θόδου περαίνονται, νῦν φησιν ὅτι καὶ οἱ ἄλλοι ὑποθετικοὶ συλλογισμοί, ὅσοι κέχρηνται τῇ μεταλήψει, διὰ τούτων δείκνυνται. ἐν τούτοις γάρ, φηγίν, ἡ μετάληψις δεῖται τῆς δείξεως· οὐ δείκνυται δὲ ἄλλως ἢ κατηγορικῶς· οί δὲ κατηγορικοὶ διὰ τούτων ἐδείχθησαν. οὐκοῦν καὶ οὗτοι διὰ ταύτης δειχθήσονται τῆς μεθόδου. οὐκ ἀντιδιαιρεῖ δὲ τὴν μετάληψιν τῇ ποιότητι· καθολικώτερον γὰρ ή μετάληψις· τὸ δὲ καθόλου οὐκ ἀντιδιαιρεῖται πρὸς τὸ μέρος. ὥστε τὸ ἢ κατὰ ποιότητα ἀντὶ τοῦ ‘καὶ κατὰ ποιότητα᾿. εἴπομεν δὲ ἤδη ὅτι ὅπερ οί Στωικοὶ πρόσληψιν ἐκάλουν, τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν ἔλεγον. πάντες μὲν οὖν οἱ ὑποθετικοὶ κατὰ μετάληψίν εἰσι. κατὰ ποιότητα δὲ ἐκεῖνοι λέγονται ὅσοι ἐκ τοῦ μᾶλλον ἐπιχειροῦσιν ἢ ἐκ τοῦ ἧττον ἢ ἐκ τοῦ όμοίου. εἰσὶ δὲ οἱ μὲν ἐκ τοῦ μᾶλλον ἀνασκευα- στικοί, οἱ δὲ ἐκ τοῦ ἧττον κατασκευαστικοί, οἱ δὲ ἐκ τοῦ ὁμοίου πρὸς ἑκάτερα ἐπ’ ἴσης ἔχουσιν. οἷον ἐκ τοῦ μᾶλλον· εἰ ή ὑγίεια μᾶλλον ἀγαθὸν ἢ ὁ πλοῦτος, οὐκ ἀγαθὸν δὲ πάντως ἡ ὑγίεια, οὐδὲ ὁ πλοῦτος ἄρα. ἐκ δὲ τοῦ ᾗττον· εἰ ἡ ὑγίεια ἧττον δοκοῦσα ἀγαθὸν εἶναι τῆς ἀρετῆς ὅμως ἀγαθόν ἐστι, καὶ ἡ ἀρετὴ ἄρα ἀγαθόν. ἐκ δὲ τοῦ ὁμοίου κατασκευάζομεν οὕτως· εἰ ὁμοίως ἡ ἰσχὺς καὶ τὸ κάλλος σώματός εἰσιν ἀρεταί, ἀγαθόν δὲ ἡ ἰσχύς, καὶ τὸ κάλλος ἄρα. πάλιν ἀνασκευάζομεν· εἰ ὁμοίως ἄμφω σώματος, οὐκ ἀγαθὸν δὲ ἡ ἰσχύς, οὐδὲ τὸ κάλλος ἄρα. ἐν τοῖς οὖν κατὰ μετάληψιν, φησί, συλλογισμοῖς καὶ κατὰ ποιότητα οὐ γὰρ ἐπειδὴ πάντες κτὰ μετάληψιν, ἤδη πάντες καὶ κατὰ ποιότητα) ή ζήτησις ἐν τοῖς ὑποκειμένοις γίνεται, ύποκειμένοις δὲ | οὐ τοῖς ἐξ ὰρχῆς ἀλλὰ LXXVr τοῖς ὕστερον. ὃ δὲ λέγει τοῦτό ἐστι· τὰ δεόμενον ἀποδείξεως ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς ἡ πρόσληψίς ἐστιν, ὅπερ ἤδη καὶ ἀνωτέρω εἶπεν. τὴν γὰρ πρόσληψιν βουλόμενος σημᾶναι εἶπε τὸ ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς, ἤγουν τῷ ἡγουμένῳ καὶ τῷ ἑπομένῳ, ἅπερ ὑποκείμενα εἶπεν, ὑποκείμενα δὲ ἐξ ἀρχῆς· λέγομεν γὰρ ‘εἰ ἄνθρωπος, καὶ ζῷον᾿. τὸ δὲ ‘ὰλλὰ μὴν ἄνθρωπος᾿, ὅπερ ἐστὶν ἡ πρόσληψις, καὶ τοῦτό φησιν ὑποκείμενον, ὑποκείμενον δὲ τὸ κατὰ τὴν μετάληψιν, περὶ ὅ φησι γίνεσθαι τὴν ζήτησιν · τοῦτο γάρ ἐστι τὸ δεόμενον ἀποδείξεως.

    p. 45b18 ‘O δὲ τρόπος ὁ αὐτὸς τῆς ἐπιβλέψες.

    Καὶ ἐπὶ τούτων, φησί τῶν συλλογισμῶν τῇ αὐτῇ μεθόδῳ χρηστέον [*](1 τῆς αὐτῆς Β: ταύτης τῆς Ut 8 τὸ alt.] ὁ Β ἢ om. U 9 εἴπομεν (soil. p. 242,35 sq.) BU: εἴπωμεν t 10 ἐκάλουν U πάντες— p. 316,32 παρειλήφασιν Μ 12 ἤττονος M 14 οἷον om. ΜU ἡ om. Mt ὑγεία Β 14 et 15 ἀγαθὴ Β 15 ὑγεία Β δὲ alt. t: om. BMU 16 ἤττονος M ὑγεία pr. Β ἀγαθὸν δοκοῦσα t ὁμοίως Β 17 δὲ t: om. ΒMU 20 τοῖς e τούτοις corr. Β 21 φησι om. MU 22 πάντες Bt: πάντως MU ἡ om. 1 24 τοιοῦτόν U post δεόμενον add. ἐν τοῖς M 25 ἀνωτέρω (scil. c. 23 p. 41a39) MU: ἄνω Bt 27 ἤγουν — ἅπερ Β: τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον. τοῦτο τὸ ἡγούμενον MUt 28 ὑπο- κείμενα — ὑποκείμενα scripsi: ὑποκείμενον — ὑποκείμενον libri fort. λέγομεν 32 ὁ alt. om. MU 33 τούτουν sic U: πάντων Β)

    302
    τῆς εὐπορίας τῶν προτάσεων. εἰ γὰρ ἐδείξαμεν ἀνωτέρω ὅτι πάντες LXXVr οἱ ὑποθετικοὶ δέονται κατηγορικοῦ συλλογισμοῦ πρὸς τελείωσιν, οἱ μὲν διὰ τοὐ ἀδυνάτου κατηγορικῶς τὸ ψεῦδος ἡμῶν συλλογιζομένων, οἱ δὲ λοιποὶ τῆς προσλήψεως κατηγορικῶς δεικνυμένης, οἱ δὲ κατηγορικοὶ πάντες εἰς ταύτην ἀνήγοντο τὴν μέθοδον, δῆλον ἄρα ὅτι καὶ οἱ ὑποθετικοὶ ὑπ’ αὐτὴν ἀναχθήσονται. ἀπορεῖ δὲ ἐν τούτοις ό Ἀλέξανδρος περὶ τῶν λεγομένων παρὰ τῷ Θεοφράστῳ δι’ ὅλου ὑποθετικῶν· οὐ γὰρ δέονται οὗτοι κατηγορικοῦ συλλογισμοῦ, ὥστε οὐδὲν χρησιμεύσει πρὸς τούτους ἡ παραδεδομένη μέθοδος. δι’ ὅλου δὲ ὑποθετικοὺς ἐκάλει ὁ Θεόφραστος τοὺς καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως λαμβάνοντας· οἷον εἰ τὸ Α, καὶ τὸ Β· εὶ δὲ τὸ Β, καὶ τὸ Γ· εἰ τὸ Α ἄρα, καὶ τὸ Γ· σκόπει γὰρ ὅτι ἐξ ὑποθέσεως καὶ τὸ συμπέρασμα εἴληπται. φησὶν οὖν πρὸς τοῦτο ὅτι οὐδὲ ὅλως εἰσὶ συλλογισμοὶ οἱ δι’ ὅλου ὑποθετικοί· ἀκολουθίαν γὰρ μόνην σημαίνουσιν. ὥστε ἡ μέθοδος κοινή ἐστιν ἐπὶ πάντων τῶν συλλογισμῶν. ἔλεγε δὲ ὁ Θεόφραστος ὅτι δύνανται καὶ οὗτοι ὑπὸ τὰ τρία σχήματα ἀνάγεσθαι. ὅταν γὰρ εἴπωμεν ‘εἰ εἰ τὸ Α, καὶ τὸ Β, εἰ τὸ Β, καὶ τὸ Γ’, εἶτα συμπεράνωμεν ‘εἰ τὸ Α ἄρα, καὶ τὸ Γ’, ἀναλογεῖ τὸ μὲν· Α ἐλάττονι ὅρῳ καὶ ύποκειμένῳ, τὸ δὲ Β μέσῳ κατηγορουμένῳ μὲν τοῦ Α ὑποκειμένῳ δὲ τῷ Γ, ὅπερ ἀναλογεῖ μείζονι ὅρῳ· ὥστε οὕτως ἔσται τὸ πρῶτον σχῆμα. γίνεται πάλιν δεύτερον, ὅταν οὕτως εἴπω· εἰ τὸ Α, καὶ τὸ Β· εἰ μὴ τὸ Γ, οὐδὲ τὸ Β· εἰ μὴ τὸ Α ἄρα, οὐδὲ τὸ Γ. ὁμοίως καὶ τὸ τρίτον οὕτως· εἰ μὴ τὸ Β, οὐδὲ τὸ Α· εἰ τὸ Β, καὶ τὸ Γ· εἰ μὴ τὸ Α ἄρα, οὐδὲ τὶ τῶν Γ. δυνατὸν δὲ καὶ κατηγορικὰς λαβεῖν ἀμφοτέρας. κἀκεῖνο δὲ ἔστιν εἰπεῖν, ὅτι εἰ ἐξ ὑποθέσεως τὸ συμπέρασμα εἴληπται καὶ οὐκ ἐξ ἀνάγκης, ἐπειδὴ καὶ προτάσεων προτάσεων ἑκάστη, δῆλον ἄρα ὅτι, εἰ ἐθελήσομεν ἀνάγκην ἐπι- θεῖναι τῷ λόγῳ, ἵνα τῷ ὄντι καὶ συλλογισμὸς γένηται, δεῖ ἑκάστην τῶν προτάσεων κατηγορικῶς ἀποδεῖξαι. εἴρηται γὰρ ἡμῖν ἐν τοῖς περὶ τῶν ὑπο- θετικῶν ὅτι πολλάκις μόνον τὸ συνημμένον κατασκευῆς δεῖται ἢ ὴ πρόσ- ληψις, πολλάκις δὲ καὶ ἀμφότερα. ὥστε εἰ δεῖ καὶ τούτους τῷ ὄντι συλλογισμοὺς γενέσθαι, ὑπὸ τὴν αὐτὴν πεσοῦνται τῆς εὐπορίας τῶν προτάσεων μεθοδον, τοῦ συνημμένου καθ’ ἑκάστην πρότασιν κατασκευασθέντος, εἰ ἄδηλον ᾖ, ἡ τῆς προσλήψεως ‘ὰλλὰ μὴν τὸ Α’ ἢ ἀμφοτέρων.

    p. 45b19 'Επισκέψασθαι δὲ δεῖ καὶ διελεῖν ποσαχῶς οί ἐξ ύποθέσεως.

    Τοῦτο λέγει, ὅπερ φθάσαντες ἐποιήσαμεν, εἰπόντες ποσαχῶς λέγονται ὑποθετικοί.

    [*](1 ἀνωτέρω] p. 241,25sq. 146,15 sq. 2. 3 δι’ Bt 3 ἡμῖν συλλογιζόμενοι Β 6 ὁ Ἀλἐξ.] p. 326,8sq. 7 π. τ. θεοφρ.] Wimm. fr. LX οὐδὲ γὰρ Β τούτοις U 1 2 καὶ τὸ συμ- πέρασμα ἐξ ὑποθέσεως Bt φασὶν Bt 13 εἰσὶ om. M: οἱ U 16. 17 συμπεραίνομεν Β 17 post καὶ τὸ add. e vs. 16 p, εἰ τὸ ,3, καὶ τὸ U γݲ e βݲ corr. ante del. εἰ τὸ β καὶ τὸ γݲ M 19 post ὥστε add. καὶ t 20 post πάλιν add. τὸ t εἴπω οὕτως U 21 οὔτε (ante τὸ β) M βݲ e δεύτερον corr. M 25 ἐθελήσωμεν Ut 27 ἐν τοῖς περὶ τῶν ὑποθ.] p. 252,2 sq. περὶ om. MU 28 ἡ Bt: πολλάκις MU 33 οἱ om. M 35 εἰπόντες] p. 243,11 sq.)
    303

    p. 45b22 Ἔστι δὲ καὶ ἄλλον τρόπον ἔνια συλλογίσασθαι LXXV(??) τούτων, οἷον τὰ καθόλου διὰ τῆς κατὰ μέρος ἐπιβλέψεως ἐξ ὑποθέσεως.

    Δυνατόν, φησίν, ἔνι τῶν προβλημάτων, λέγω δὲ τὰ καθόλου, καὶ ἄλλως συλλογίσασθαι, λέγω δὴ ἐξ ὧνπερ καὶ τὰ μερικὰ συνελογισάμεθα, τὸ μὲν καθόλου καταφατικὸν διὰ τῶν ΓΗ διὰ τούτων γὰρ τὸ μερικὸν καταφατικὸν ἐδείκνυτο), τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τῶν ΔΗ· διὰ τούτων γὰρ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο. πῶς οὖν διὰ τούτων τὰ καθόλου συλλογισόμεθα; οὐχ ὡς ἁπλῶς, φησίν, ἀλλ’ ὡς ἐξ ύποθέσεως. θέσεως. ἐξ ύποθέσεως δὲ λέγεται οὐχ ὅτι ὑποθετικῶς, ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων ἡμῶν τι. τί οὖν τοῦτό ἐστιν; ἔλεγεν ἐξ ἀρχῆς ὅτι οὐ μόνον τὰ κατ’ οὐσίαν τοῖς πράγμασιν ὑπάρχοντα δεῖ ἐκλέγεσθαι καὶ ὰπογράφεσθαι ὰλλὰ καὶ τὰ ἴδια. ἐὰν οὖν ὑποθώμεθα ἐν τοῖς ὑποκειμένοις τῷ E, λέγω δὴ τοῖς Η, εἶναί τι ἴδιον, ἐπειδὴ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ οὗ ἐστιν ἴδιον, εἰ τὸ E τῷ Η παντί, καὶ τὸ H τῷ E παντί. ἐπεὶ οὗν τὸ μὲν Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ E, καὶ τὸ Α παντὶ τῷ E ὑπάρξει. πάλιν εἰ τὸ Α οὐδενὶ τῷ Δ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ E, καὶ τὸ Α οὐδενὶ τῷ E. τὸ αὐτὸ δῆλον ὅτι ποιοῦσι καὶ οἱ ὁρισμοὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν.

    p. 45b24 Eἰ γὰρ τὰ Γ καὶ τὰ Η ταὐτὰ εἴη, μόνοις δὲ ληφθείη τοῖς H τὸ E ὑπάρχειν, παντὶ ἄν τῷ E τὸ Α ὑπάρχοι.

    Δεῖ τῇ ἐννοίᾳ προσσχεῖν τοῦ φιλοσόφου καὶ οὕτω τὸ ῥητὸν νοῆσαι· οὐ γὰρ ἀκριβῶς κατὰ τὴν λέξιν εἴρηται. βούλεται γὰρ εἰπεῖν ὅτι, εἴ τι ἴδιον ὑπάρχοι ἐν τοῖς Η ὥστε μόνον τὸ Ε αὐτῷ ὑπάρχειν, ἔσται διὰ τὴν ἀντιστροφή, ὡς εἴπομεν, τὸ Α παντὶ τῷ E. εἰ γὰρ εἴη τὸ μὲν E ἄνθρωπος, τὶ δὲ τῶν Η γελαστικόν, μόνον μὲν ὁ ἄνθρωπος ὑπάρχει τῷ γελαστικῷ, οὐ μέντοι μόνῳ τῷ γελαστικῷ· ὑπάρχει γὰρ καὶ τῷ λογικῷ θνητῷ καὶ τῷ ὸρθοπεριπατη|τικῷ καὶ πλατυωνύχῳ καὶ φιλοσόφῳ καὶ μυρίοις LXXVv ἄλλοις. εἰ δέ τις εἴποι ὅτι οὐδὲ τῷ γελαστικῷ μόνον ὁ ἄνθρωπος ὑπάρχει ὑπάρχει γὰρ καὶ τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὰ ἐπάνω), λέγω ὅτι οὐ καλῶς φησιν οὗτος· ἐν γὰρ τῷ ἀνθρώπῳ πάντα περιέχεται τὰ ἐπάνω. ὅτι δὲ οὐκ ἔρρωται κατὰ τὴν ἔννοιαν τοῦ φιλοσόφου ἡ λέξις ἡ λέγουσα μόνοις δὲ ληφθείη θείη τοῖς Η τὸ E ύπάρχειν, καὶ ἐντεῦθεν δῆλον. [*](2 τῆς BU Arist.: τῶν M t τῆς τῶν t 5 δὲ S 7 τὸ δὲ—8 ἐδείκνυτο om. U 9 συλλογισώμεθα t ὡς prius om. S ὡς alt. om. MSU 1 1 ἔλεγεν] c. 27 p. 43b7 12 post δεῖ add. καὶ MU 13 τὸ εݲ U δὲ U 14 ante εἰ add. οἷον S 18 post αݲ del. παντὶ τῶ εݲ ὑπάρξει e vs. 16 17 illata Β 19 ἀντιστραφέντες Βt 20 τὸ — τὸ BM (n) ταυτὸν B 22 προσχεῖν U: προσέχειν Bt 23 ὅτι mrg. U 24 αὺτὸ Β 28 πλατυονύχω Β 29 εἴπη Β μόνω MU 30 xw ζώω MU τὸ λογικὸν scripsi: τὸ λογιστικὸν Bt: τῶ λογικῶ MU τοῖς ἐπάνω MU 32 δἐ scripsi: γὰρ BMUt 33 ἐντεῦθεν scripsi: ἐνταῦθα libri)

    304
    βούλεται γάρ τι ἴδιον εἶναι ἐν τοῖς Η ὥστε καὶ ἀντιστρέφειν πρὸς τὸ Ε· LXXVv τὸ οὖν μόνοις τοῖς Η τὸ E ὑπάρχειν πότερον πᾶσι τοῖς ύπὸ τὸ Η λέγει ἢ τῷ ἰδίῳ; εἰ μὲν οὖν πᾶσιν, ἀεὶ τοῦτο ὑπάρχει τοῖς Η τὸ μόνοις αὐτοῖς ύπάργειν τὸ Ε· πάντα γὰρ ἐλήφθησαν οἷς ἕπεται τὸ E, ὥστε ἄλλοις οὐ δύναται ὐπάρξαι. πῶς οὖν φησιν ἐξ ὑποθέσεως δεῖν λαβεῖν τὸ ἀεὶ ὑπάρχον; εἰ δὲ τῷ ἰδίῳ, ψευδὴς ὁ λόγος· οὐ γὰρ μόνῳ τῷ ἰδίῳ ὑπάρχει τὸ E ἀλλὰ καὶ ἄλλοις πολλοῖς καὶ μάλιστα οἷς κατ’ οὐσίαν ἕπεται. ὥστε κάλλιον ἦν εἰπεῖν μόνον δὲ ληφθείη τοῖς Η τὸ E ὑπάρχειν.

    p. 45b28 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων· ἡ γὰρ αὐτὴ σκέψις καὶ διὰ τῶν αὐτῶν ὅρων.

    Ἐπειδὴ ὡς ἐπὶ ὑπαρχουσῶν προτάσεων ἐγύμνασε τὸν λόγον, ὅσα, φησίν, εἴρηται περὶ τῶν ὑπαρχουσῶν, ταῦτα καὶ περὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων λέγειν ἔχομεν. οὕτω γὰρ δεῖ τάς τε ἐκλογὰς αὐτῶν ποεῖσθαι καὶ τὰς ἐπιβλέψεις καθ’ ἕκαστον πρόβλημα, ἐπισημειουμένους τί μὲν ἀναγκαίως ὑπάρχει, τί δὲ ἐνδεχομένως. τοσοῦτον γὰρ μόνον διοίσει τοῦ ἐνδεχομένου τὸ ὑπάρχον τῷ πρότερον εἶναι κατ,ὰ τὴν τάξιν τὸ ύπάρχον, διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλλειν. οὕτω γὰρ τούτων ἐκλεγομένων συνάξομεν ἐκ μὲν τῶν ἀναγκαίων προτάσεων ἀναγκαῖον, ἐκ δὲ τῶν ἐνδεχομένων ἐνοεχομενον.

    p. 45b31 Ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων καὶ τὰ μὴ ὑπάρχοντα δυνατὰ δὲ ὑπάρχειν.

    Ἐπειδὴ λέγεται ἐνδεχόμενον καὶ ὃ ὑπάρχει μὲν ἤδη, ἐνδεχομένως δὲ ὑπάρχει καὶ οὐκ ἀναγκίως, λέγεται δὲ ἐνδεχόμενον καὶ ὃ μήπω μὲν ὑπάρχει, δύναται δὲ ὑπάρξαι, ὅπερ καὶ κυρίως ἐστὶν ἐνδεχόμενον (ἐκεῖνο γὰρ ὑπάρχον ἦν) εἰς τὰς ἐνδεχομέωας, φησί, προτάσεις παραληπτέον καὶ τοῦτο τὸ ἐνδεχόμενον, ὅπερ, ὡς εἶπον, καὶ κυρίως ἐστὶν ἐνδεχόμενον·

    p. 45b35 ‘Oμοίως δ’ ἔχει καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν.

    Τουτέστι τῶν λοιπῶν τρόπων, τοῦ σαφῶς, τοῦ καλῶς, τοῦ ὠφελίμως, τοῦ ἐπαινετῶς καὶ τῶν τοιούτων· ἐλέγετο γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ἀπείρους εἶναι τοὺς τρόπους, περιέχεσθαι μέντοι ἐν τοῖς τρισίν· ἡ αὐτὴ οὖν, φησί, μέθοδος τῆς εὐπορίας καὶ ἐπὶ τούτων·

    [*](1 γὰρ t: om. BMU 5 δεῖ e δὴ corr. B λαμβάνειν ΜU 6 εݲ scripsi: ῆ BMUt 9 post καὶ alt. add. in ras. ἐπὶ U 12 post καὶ alt. add. περὶ t 13 ἔχειν λέγομεν U δὴ Ut τάς τε ἐκλογὰς αὐτῶν S: τὰς περὶ αὐτῶν ἐκλογὰς Β: τὰς περιεκλογὰς αὐτῶν MUt 10 τῶ SU: τὸ BMt τὴν om. Β 17 τούτων S: τῶν BMUt 20 μὴ ἐνδεχόμενα BM 21 ὑπάρχουσιν ΜU 24 καὶ post δἑ colloc s 25 ἦ M περιληπτέον Β 26 ὅπερ ὡς Bt: ὁποτέρως ΜU 27 ἔξει t (n f): om. Arist. ἀλλοτρίων M 29 ἐν τῷ Περὶ έρμ.] cf. Ammon. p. 214,29 sq. 30 άπόρους U τοὺς om. Bt τοῖς om. Β ἡ BMU: καὶ t αὐτῶν M)
    305

    p. 45*36 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐ μόνον ἐ γ χ ω ρ ε T. LXXVV

    Ἐξυμνεῖ τὴν παρ’ αὐτοῦ εὑρημένην τῆς εὐπορίς μέθοδον, ὅτι οὐδὲ οἷόν τε δι ’ ἄλλης ἢ διὰ ταύτης εἰς πάντα συλλογισμόν εὐπορεῖν προτάσων. δείξει μὲν γὰρ μετ’ ὀλίγον, ὅτι καὶ εἴ τις ἐπινενόηται τοῖς παλαιοῖς ἄλλη μέθοδος, ἄχρηστός ἐστιν εἰς ἀπόδειξιν. καὶ νῦν δὲ συντόμως τοῦτο κατα- σκευάζει· εἰ γὰρ δέδεικται ὅτι πάντες οἱ συλλογισμοὶ ὑπὸ τὰ τρία ἀνάγονται σχἡματ, δέδεικται δὲ ὅτι πάντ τὰ προβλήματα ἐν τοῖς τρισὶν σχήμασιν εἰς τὴν παραδεδομένην μέθοδον, ἔοικέ μηδ’ εἶναι ἄλλη τις μέθοδος τῆς εὐπορίας τῶν προτάσεων παρὰ ταύτην.

    p. 46»3 Η μὲν οὖν ὁδὸς κατὰ πάντων ἡ αὐτὴ καὶ περὶ φιλο- ι0- σοφίαν καὶ τέχνην ὁποιανοῦν καὶ μάθημα.

    Ἐπειδὴ συλλογίζονται οὐ μόνον οἱ λογικὰς ἐτͅιτηὃεύοντες τέχνας ἀλλὰ καὶ οἱ τὰς βαναύσους, ὡς εἴπομεν ἄλλοτε, καὶ ἁπλῶς πάντες ἐκ κοινῶν ἐννοιῶν συλλογίζεσθαι πφύκασιν, εἰ καὶ τὴν μέθοδον ἀγνοοῦσιν, εἰπὼν οὖν περὶ φιλοσοφίαν ἐσήμανε τοὺς ὄντως συλλογιζομ-́--νου,́ καὶ ἐπιστη- μονικῶς· φιλοσοφίας γὰρ ἴδιον ὄργνον ἡ λογική. διὰ δὲ τοῦ εἰπεῖν καὶ τέχνην ὁποιανοῦν τὰς λοιπὰς ἐδήλωσεν, εἴτε λογικὰς ενͅτε καὶ βαναύσους. τὸ δὲ καὶ μάθημα ἴσως καθολικώτερόν ἐστι τῶν ἄλλων· εἰπὼν γὰρ περὶ φιλοσοφίαν καὶ ιέχνην ὁποιανοῦν ἐπὶ τὸ καθόλου ἀνήγαγε τὸν λόγον λέγων ἁπλῶς ςκαὶ περὶ πᾶν μάθημα χρησιμεύσει ἡμῖν συλλο-ίιζομένοις ἡ πα̣ραδεδομέτη μέθοδος’.

    p. 46a 12 Oπως μὴ ἐπιβλέπωμεν εἰς πάντα τὰ λεγόμενα. |

    Ἵ μὴ εἰς πάντα, φ̔ησίν, ἅπερ ἀπεγραψάμεθα ἀορίστως βλέ- LXXVI’ πωμεν ἀλλ εἰδείημεν εἰς τίνα χρὴ βλέπειν, καταφατικὸν μὲν βουλόμενοι 25 συνάγειν, ὅτι εἰς τὰ -ατ·́ιί̀ορούμενα καὶ τὰ ὑποκείμενα, ἀποφατικὸν δὲ καὶ εἰς τὰ ἀλλότρια, καὶ τὸ μὲν καθόλου καταφατικὸν βουλόμενοι κατασκευάσαι, εἴ τι τῶν Γ καὶ Z ταὐτόν, τὸ δὲ ἀποφατικόν, εἴ τι τῶν Δ καὶ Z, καὶ ἐπὶ 5 τῶν ἄλλων ὡς εἴρηται. ἀρχὰς δὲ τῶν συλλογισμ aiv φησι τὰς προτάσεις ὧν περὶ τῆς εὐπορίς ἐδίδαξεν.

    [*](3 δι’ om. U 4 μετ’ ὀλίγον] c. 31 p. JG^31 sq. 8 post μέθοδόν add. εἰσιν It 9 ταῦτα MU 10 καὶ om. MU -ι-αρὰ Β 11 post καὶ prius add. περὶ t Arist. 12 οἱ] οἴον M ἐπ̣ιτηὸε)́ονται V 13 οἱ om. Bt ἄλλοτε] p. 8,16 sq. 17 τίχνης ὁποιασοῦν MLT ἀτελογικὰς sic Β: ἥ τε λογικ̀ς t καὶ om. U 20 χρησιμεύσειν Β: χρησιμεύειν U 21 παραδιδομἐνη BUI 22 ἐπιβλέπομεν M: βλέπωμέν t Arist. πάντα BMU(C): ά́παντ t Arist. τὰ- 23 πάντα om. M 24 χρὴ βλέπειν Bt: βλέπεταί M: βλεπτέον U μὲν post τίνα tiausponunt MU 25 συναγαγ(ιν t ὅτι om. U 26 τὸ ἀλλότριον Β καθόλου om. Β 27 εἰς τί (ante τῶν y) MU τῶν-δἐ ἀποφατικῶν (ἀποφατικὸν M), sed τὸ δἐ ἀποφατικὸν mrg. UG ἐστὶ (ἐπὶ U) τὸ δ κα1 τὸ ζ, sed είς τὸ δ καὶ τὸ I mrg. MU 28 ἄλλως, ut videtur, pr, Β Comment, \ii-t.xiii 2 Philop. in Anal. Prior.)
    306

    p. 46a16 Καθ’ ἕκαστον δὲ ἐκλέγειν τῶν ὄντων, οἷον περὶ LXXVI r ἀγαθοῦ ἢ ἐπιστήμης. ἴδιαι δὲ καθ’ ἑκάστην εἰσὶν αἵ πλεῖσται.

    Δεῖ, φησί, τὰς ἐκλογὰς ποιεῖσθαι ἑκάστου πράγματος ἰδίᾳ καὶ μὴ κοινῶς, οἷον τοῦ ἀγαθοῦ ἀνὰ μέρος καὶ ἰδιαζόντως· περὶ ἡδονῆς ὁμοιως. αἱ γὰρ πλεῖσται, φησί, τῶν προτιθεμένων ἡμῖν εἰς ἐπίσκεψιν πραγμάτων ἐκλογαὶ τῶν τε ὑπαρχόντων καὶ οἷς ὑπάρχει καὶ τῶν ἀλλοτρίων ἰδιάζουσαί εἰσι καθ’ ἑκάστην ἐπιστήμην· οἷον ὅταν ἀστρονομούμενον ᾖ τὸ θεώρημα περὶ οὗ δεῖ ἀποδεῖξαι, ἀστρονομίας ἴδιον τὸ ἐκλέξαι τἀ τοῖς προκειμένοις ὑπάρχοντα καὶ οἷς ὑπάρχει, ὅταν γεωμετρικόν, γεωμετρίας, ὅταν φυσικόν, ‘φυσικῆς, καὶ ἐπὶ τῶν ἄλλων <ὁμοίως>. διό, φησί, δεῖ τὸν ἀποδεικτικόν, ὅταν αὐτῷ τι προτεθῇ εἰς ἀπόδειξιν, αἰτεῖν παρὰ τῶν κατὰ μέρος τεχνῶν ἢ ἐπιστημῶν τὰ τοῖς προτεθεῖσιν ἑπόμενα καὶ οἷς ἕπεται. εἰ γὰρ ἐκεῖνοι, φησίν, ἐκ τῆς πείρας εἰδότες ταῦτα ἡμῖν παραδώσουσι μηδὲν παραλείποντες, ἡμῶν λοιπὸν τὸ προκείμενον ἢ συλλογίσασθαι ἢ ἀσυλλόγιστον δεῖξαι. πολλὰ γάρ ἐστιν ἅπερ ἀποδεῖξαι ἀδύνατον· οὔτε γὰρ τῶν ὁρισμῶν ἐστιν ἀπόδειξις, ὡς δέδεικται ἐν τοῖς Ἀποδεικτικοῖς, οὔτε τῶν καθολικωτάτων γενῶν· οὐδὲν γὰρ ἔστιν αὐτῶν κατηγορῆσαι· οὔτε δὲ τῶν καθ’ ἕκαστα· κατ’ οὐδενὸς γὰρ ταῦτα κατηγορεῖται. εἶπε δὲ αἱ πλεῖσται, ὅτι εἰσὶν ἐκλογαὶ πάσαις ἐπιστήμαις, λέγω δὴ τὰ ἀξιώματα καὶ <αἱ> κοιναὶ ἔννοιαι, οἷον ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ὅτι τὰ αὐτῷ αὐτῶ ἴσα καὶ ἀλλήλοις ἴσα, ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται᾿ καὶ ὅσα τοιαῦτα.

    p. 46a28 Καθόλου μὲν οὖν, ὃν δεῖ τρόπον τὰς προτάσεις ἐκλέγειν, εἴρηται σχεδόν· δι’ ἀκριβείας δὲ διεληλύθαμεν ἐν τῇ πράγματείᾳ τῇ περὶ τὴν διαλεκτικήν.

    Ἐνταῦθα μὲν ὁλοσχερέστερον, φησί, παραδεδώκαμεν τὴν μέθοδον τῆς εὐπορίας τῶν προτάσεων· μερικώτερον δὲ καὶ ἀκριβέστερον ἐν τοῖς Τόποις περὶ τούτων διειλήφαμεν. ταύτην γάρ φησι διαλεκτικὴν πραγματείαν· ἐκεῖ γὰρ παραδέδωκε τόπους τοὺς εἰς ἕκαστον ἡμῖν χρησιμεύοντας πρόβλημα.

    p. 46a31 Ὅτι δὲ ἡ διὰ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι τῆς εἰρημένης μεθόδου, μεθόδου, ῥᾴδιον ἰδεῖν.

    Βούλεται διὰ τούτων ἐξυμνῆσαι τὴν παρ’ αὐτοῦ παραδεδομένην μέθοδον· [*](2 ἰδία Β γὰρ supra δὲ scr. M2 ἑκάστην t Arist.: ἕκαστόν MU: compend. B 3 ἑκάστου Bt: ἐκ τοῦ MU 4 <καὶ> περὶ conicio 5 σκέψιν 6 ἐκλογῆς ἐκλογῆς MU ὑπαρχουσῶν MU 8 δεῖ om. Ml 10 ὁμοίως addidi 1 1 προτεθῇ scripsi: προστεθῆ lihri παρὰ corr. U: περὶ BMt, pr. U 12 προτιθεῖσιν U ἐκεῖνα Bt 13 παραδιδόασι MU 16 ἐν τοῖς Ἀποδεικτικοῖς II 3 p. 90b28sq. post γενῶν IV litt. eras. U 17 κατηγορεῖν Β supra καθ’ ἕκαστα scr. εἴτε διὰ τομέων (?) Μ γὰρ alt. Bt: δὲ MU 18 post ἐκλογαὶ addiderim κοιναὶ 19 αἱ addidi οἷον om. MU 21 λειπόμενα Μ 25 post μὲν add. οὖν U 28 παραδεδώκαμεν Bt)

    307
    οὐδεὶς γάρ, φησί, τῶν πρὸ ἡμῶν ταύτην ἠπίστατο, ἀλλ’ ἐκέχρηντο LXXVI r πάντες τῇ διαιρετικῇ μεθόδῳ καὶ διὰ ταύτης ἐνόμιζον δύνασθαι ἀποδεικνύναι αἰνίττεσθαι δέ φασιν αὐτὸν εἰς Πλάτωνα. φαίνεται δὲ ὁ ἐξυμνῶν ἐξυμνῶν· μὲν τὴν διαιρετικὴν μέθοδον καὶ μάλιστα τὴν κατὰ ἀντίφασιν γινομένην ὡς ἀφυκτοτάτην οὖσαν, οὐ μέντοι γε ταύτην ἀποδεικτικὴν λέγει σαφῶς σαφῶς γὰρ οἶδε διαφορὰν διαιρετικῆς καὶ ἀποδεικτικῆς· τέσσαρας γάρ φησι μεθόδους εἰναι κατὰ φιλοσοφίαν ὄργανα τῆς διαλεκτικῆς, διαιρετικήν, ὁριστικήν, ἀποδεικτικὴν καὶ ἀναλυτικήν. ἴσως οὖν εἴς τινας ἄλλους αἰνίττεται τὴν διαιρετικὴν ἀποδεικτικὴν νομίζοντας. τι οὖν φησιν; ὅτι μάλιστα μὲν οὐδὲν ἔστιν ἀποδεῖξαι διὰ τῆς διαιρετικῆς μεθόδου, ἔπειτα εἰ καὶ ἀποδείκνυσιν, αὐτὴ μὲν καθ᾿ αὑτὴν οὐκ ἀποδείκνυσι, βοηθουμένη δὲ ὑπὸ τῆς παρ’ ἡμῶν παραδεδομένης μεθόδου. διὸ ἀσθενῆ συλλογισμὸν αὐτὴν ἐκάλεσεν, ὅτι τε δεῖται πάντως τῆς μεθόδου ταύτης, καὶ ὅτι, ὡς αὐτός φησιν, ὃ μὲν προτίθεται δεῖξαι οὐκ ἀποδείκνυσιν ἀλλὰ ἄλλο παρὰ τοῦτο, αὐτὸ δὲ ἐκεῖνο ἀσυλλογίστως αἰτεῖται. οἷον βούλεται δεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστι. πρῶτον μὲν λαμβάνει τὸ γένος ὠμολογημένον· ἀναποδείκτως γὰρ τὸ γένος λαμβάνει. εἶτα διαιρεῖ εἰς τὰς οἰκείας διαφοράς, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ συλλογίζεται οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ὁ ἄνθρωπος ἄρα ἡ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος. λογικὸν ἄρα. ἐνταῦθα τοίνυν τὸ μὲν ἢ λογικὸν εἶναι ἡ ἄλογον τὸν ἄνθρωπον, ὅπερ οὑ προέκειτο δεῖξαι, τοῦτο συνελογίσατο καὶ ταῦτα οὐ δι’ ἑαυτὴν καθ᾿ αὐτὴν ἡ διαιρετικὴ ἀλλὰ τὸ πρῶτον παραλαμβάνουσα σχ,ῆμα. ὃ δὲ προὔθετο δεῖξαι, λέγω δὴ ὅτι λογικός, τοῦτο οὐ συνελογίσατο ἀλλ’ ὡς ἀξίωμα ἔλαβεν· ἔλαβε γὰρ ὡς ὁμολογούμενον ὅτι οὐκ ἄλογος, καὶ συλλογίσασθαι τοῦτο ἡ διαιρετικὴν οὐ δύναται. καὶ ὅτι, φησίν, ὡς ἀξίωμα λαμβάνει τοῦτο, δῆλον ἐπὶ τῶν ἀμφιβόλων. ζητείσθω | γὰρ περὶ τῆς διαμέτρου, LXXVI v πότερον σύμμετρος τῇ πλευρᾷ ἢ ἀσύμμετρος· τὸ μὲν σύμμετρον ἢ ἀσύμμετρον εἶναι, τοῦτο συλλογιεῖται, καὶ τοῦτο οὐκ αὐτὴ καθ’ αὑτήν, τὸ μέντοι εἶναι ἀσύμμετρον αἰτήσει. ἐρεῖ γὰρ οὕτως ῾ἡ διάμετρος καὶ ἡ πλευρὰ μεγέθη· πᾶν μέγεθος ἢ σύμμετρον μεγέθει τινὶ ἢ ἀσύμμετρον. ἡ διάμετρος ἄρα τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος᾿, ἵν συναγάγῃ τὸ ἀντικείμενον. μικρὸν δέ φησι μόριον εἶναι τῆς μεθόδου τῆς συλλογιστικῆς τὴν διαιρετικήν, ὅτι κυρίως ἀπόδειξις γίνεται διὰ τῶν ὁρισμῶν ο,ἱ δὲ ὁρισμοὶ γίνονται οὐκ ἄνευ τῆς διαιρετικῆς. μόριον μόριον βραχὺ τῆς ἀποδεικτικῆς ἐστιν ἡ διαιρετική. καὶ ἄλλως μικρὸν μόριόν φησιν αὐτὴν εἶναι τῆς παραδεδομένης μεθόδου, ὅτι εἰ καὶ συγχωρήσομεν δι’ αὐτῆς [*](2 δύνασθαι BMU: δεῖν t 3 φησιν U 3. 4 φαίνεται μὲν (μέν om. M) γὰρ ἐξυμνῶν ὁ Πλάτων MU 5 εἶναι λέγει t 6 διαλεκτικῆς U καὶ ἀποδεικτικῆς om M 8 καὶ om. Β 9 εστιν οὐδὲν M 10 καὶ εἰ Bt ἀποδεικνύουσιν 1 13 δεῖξαι om Β 14 περὶ t 15 λογικόν D 16 <an ὡς> ὡ.? cf. p.311,19 313,16 314,15 18 δὲ om. Bt 20 τὸ μὲν om. MU 21 οὐ prius om. MU πρόσκειται Β an καὶ τοῦτο? cf. vs. 28 22 περιλαμβάνουσα MO 23 ante λογικὸς add. ὁ BU t 26 δῆλον δὲ τοῦτο U, om. δὲ M 27 πότερον e πρότερον corn post 2.; γὰρ transponit M 29 αἰρεῖ pr. U 32 συναγάγοι t 36 post εἰ add. τι M συγχωρήσωμεν t)
    308
    ἀποδείκνυσθαί τι, ἕν τι μόνον τῶν προβλημάτων δι’ αὐτῆς ἀποδείκνυται, LXXVI v τὸ καθόλου καταφατικόν, οὐδὲν δὲ τῶν λοιπῶν δειχθήσεται, καὶ ὅτι οὐδὲ τῶν συμβεβηκότων τι οὐδὲ τῶν ἰδίων, ὡς δείξει, ἀλλὰ μόνον τὰ κατ’ ουσιαν υπαρχοντα.

    p. 46a33 Ὅ μὲν γὰρ ἔδει δεῖξαι, αἰτεῖται.

    Ἔδει γὰρ δεῖξαι ὅτι λογικὸς ὁ ἄνθρωπος. τοῦτο οὖν αἰτεῖται λέγουσα ῾ἀλλὰ μὴν οὐκ ἄλογος᾿· πόθεν γὰρ δῆλον ἐπὶ τῶν ἀμφιβόλων τὸ ῾ἀλλὰ μὴν τόδε τι᾿;

    p. 46a34 Συλλογίζεται δὲ ἀει τι τῶν ἄνωθεν. Ἀεί, φησί, τὸ συμπέρασμα τὸ ἐν τούτοις καθολικώτερόν ἐστι τοῦ προκειμένου· τὸ γὰρ ἄνωθεν ἀντὶ τοῦ ῾καθολικώτερον᾿. οἷον πρόκειται δεῖξαι ὅτι λογικός· καὶ τοῦτο μὲν αἰτεῖται, δείκνυσι δὲ τὸ τούτου καθολικώτερον, ὅτι ἢ λογικὸς ἦ ἄλογος.

    p. 46a34 Πρῶτον δὲ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ πάντας καὶ πείθειν ἐπεχείρουν ὡς ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γενέσθαι καὶ τοῦ τί ἐστιν.

    Ἐν οἷς, φησί, μέγα ἐφρόνουν ὡς δυνάμενοι διὰ τῆς διαιρετικῆς μεθόδου τοὺς ὁρισμοὺς ἀποδεικνύναι, ἐν τούτοις μάλιστα ἐλέγχονται ἀγνοοῦντες αὐτὸ τοῦτο, ὅτι ἀδύνατόν ἐστιν ἀπόδειξιν γενέσθαι ὁρισμῶν καὶ γενῶν. δείκνυσι γὰρ αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ ὅτι ἀδύνατόν ἐστιν ὁρισμοῦ καὶ γένους ἀπόδειξιν γενέσθαι, ὅπερ αὐτοὶ ὡς δυνατὸν πείθειν τοὺς ἄλλους ἐπεχείρουν. ἐπεὶ γὰρ ἡ τοῦ γένους διαίρεσις κατὰ τὰς οἰκείας γίνεται διαφοράς, πᾶς δὲ ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ διαφορῶν, ἐνόμιζον, ἐπειδὰν ἑκάστην τῶν διαφορῶν δείξωσιν ὑπάρχουσαν τῷ εἴδει, καὶ συμπλέξαντες ταύτας μετὰ τοῦ γένους δύνασθαι κατηγορεῖν αὐτοῦ. ἔλεγον γὰρ γὰρ ῾εἰ ἄνθρωπος ζῷον, τὸ δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα· πάλιν ἐπειδὴ τὸ ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, 〈καὶ ὁ ἄνθρωπος ἄρα ἣ θνητὸς ἢ ἀθάνατος·) οὐκ ἀθάνατος δὲ ὁ ἄνθρωπος· θνητὸς ἄρα· εἶτα ἃ κατὰ μέρος ἐδόκουν ἀποδεικνύναι, ταῦτα καὶ συμπλέξαντες μετὰ τοῦ γένους ἐνόμιζον δύνασθαι κατηγορεῖν καὶ οὕτως [*](1 ἀποδείκνυσθαί—αὐτῆς om. t τι—ἀποδείκνυται om. Β 1. 2 ἀποδείκνυσθαι U 2 γάρ t 3 δείξει] p. 46b26 sq. 11 an καθολικωτέρων? οἷον om. M 12 τὸ om. Β: τὰ Ut καθολικώτερα Ut: compend. BM 15 ἐνεχείρουν M ἀδυνάτου MU 16 γενέσθαι BMUt (n): γίνεσθαι Arist. 19 ἐστιν om. MU γενέσθαι ἀπόδειξιν U ὁρισμῶν—21 γενέσθαι om. M 20 ὲν τῇ Ἀποδεικτ.] cf. p. 306,16 καὶ Bt: ἡ D 21 an οὗτοι? ἀδύνατον MU ἐνεχείρουν MU 22 διαφορὰς γίνεται t 25. 26 τὸ δὲ ζῶον om. U: τὸ ζῶον superscr. M2 27 οὐκ ἄλογος mrg. M1 θνητὸν ἢ om. B 28 καὶ—ἢ ἀθάνατος addidi 30 καὶ prius om. BMt post μετὰ add. καὶ MUt)

    309
    ἀποδεικνύναι τοὺς ὁρισμούς. δέδεικται δὲ ἐν τῷ περὶ Ἑρμηνείας LXXVI1 ὅτι οὐ τὰ κατηγορούμενα κατὰ μέρος πάντως δύναται καὶ ἅμα κατηγορεῖσθαι.

    p. 46a37 Ὥστε οὔτε ὅ τι ἐνεδέχετο συλλογίσασθαι διαιρουμένους ξυνίεσαν, οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰρήκαμεν.

    Οὔτε, φησί, τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον ἠπίσταντο οὔτε ὅπερ ἐνεχώρει συλλογίσασθαι διὰ τῆς διαιρετικῆς μεθόδου· τί γὰρ ἦν συλλογίσασθαι, τὸ ὅτι ὁ ἄνθρωπος ἢ λογικὸς ἢ ἄλογος, αὐτὸ μὲν τοῦτο ἠγνό- ουν, ἐνόμιζον δὲ ὅτι τὸ λογικὸν εἶναι συνελογίζοντο.

    p. 46a39 Ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δήῃ τι συλλογίσασθαι ὑπάρχειν, δεῖ τὸν μέσον, δι’ οὗ γίνεται ὁ συλλογισμός, καὶ ἧττον ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου τῶν ἄκρων· ἡ δὲ διαίρεσις τοὐναντίον βούλεται· τὸ γὰρ καθόλου λαμβάνει μέσον.

    Δείξας ὅτι ἡ διαιρετικὴ μέθοδος ἄχρηστος εἰς συλλογιστικὴν καὶ ὅτι, εἰ ὅλως καὶ συλλογίζεται, ἀσθενής ἐστι συλλογισμός, διότι ὃ μὲν προτίθεται οὐκ ἀποδείκνυσιν ἀλλ’ αἰτεῖται, ἄλλο δέ τι κατασκευάζει, νῦν πάλιν βούλεται δεῖξαι ὅτι καὶ ἀμέθοδος ἡ ἀγωγὴ τῶν διὰ τῆς διαιρετικῆς συλλογιζομένων καὶ ἐναντίως ἔχουσα τῇ κατὰ ἀλήθειαν συλλογιστικῇ μεθόδῳ. ἐν μὲν γὰρ τοῖς κυρίοις συλλογισμοῖς ὁ μέσος ὅρος, δι’ οὗ συνάπτονται οἱ ἄκροι, μερι- κώτερός ἐστι τοῦ μείζονος ὅρου, καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸν μείζονα τοῦ ἐλάττονος δεῖξαι βουλόμεθα κατηγορούμενον καταφατικῶς ἢ ἀποφατικῶς, τοῦτο δὲ δείκνυμεν διὰ τοῦ μέσου δι’ ἑαυτοῦ συνάπτοντος τοὺς ἄκρους, δεῖ δῆλον ὅτι τὸν μὲν μέσον τοῦ ἐλάττονος ἐπὶ πλέον εἶναι, ἵνα κατηγορῆται αὐτοῦ, τὸν δὲ μείζονα τοῦ μέσου. εἰ δὲ λέγοι τις ὅτι ἀλλ᾿ ἐν δευτέρῳ σχήματι ὁ μέσος ἀμφοτέρων ἐστὶ μείζων, ἐν δὲ τῷ τρίτῳ ἐλάττων, ἴστω ὅτι διὰ τοῦτο καὶ ἀτελεῖς φαμεν τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμούς, διότι οὕτως ἐχόντων τῶν μέσων οὐ φαίνεται ἐν αὐτοῖς τὸ ἀναγκαῖον τοῦ συμπεράσματος· διὸ δεόμεθα τῆς ἀντιστροφῆς, ἵνα διὰ ταύτης ἀναχθῶσιν εἰς τὸ πρῶτον σχῆμα καὶ πάλιν ὁ μέσος τὴν ἑαυτοῦ τάξιν ἀπολάβῃ. διὸ ἐν μὲν δευτέρῳ σχήματι καταφατικὸν οὐδέποτε συνήγετο συμπέρασμα· ἵνα μὲν <γὰρ> γένηται καταφατικὸν συμπέρασμα, ἔδει ἀμφοτέρας λαβεῖν κατα- [*](1 ἐν τῷ Περὶ ἑρμ.] c. 11 p. 20b31sq. 2 πάντα pr. Β δύνανται ’ κατηγορεῖται Β 3 ἐνεδέχετο BM: ἐνδέχεται Ut Arist. διαιρουμένοις MU: διαιρούμενον t 4 ἐνδέχεται t 5 τὴν παραδεδομένην μέθοδον παρ’ ἡμῶν t 7 τοῦτο μὲν MU 9 δέη τι BMt Arist.: δέηται U (Α Β C d u, pr. in) 10 τὸ Arist. ὁ t Arist.: om. ΒMU 10. 11 καἰ ἧττον (δὲ add. in ras. M) ἀεὶ εἶναι καὶ BMt: θᾶττον δὲ ἀεὶ U, sed καὶ ἧττον εἶναι καὶ μὴ καθόλου mrg. U 11 an ἥττονα sive ἥττον᾿? 22 ἐπιπλεῖον t post ἵνα add. καὶ MUt κατηγορεῖται Βt 24 ἵστω scripsi cf. p. 314,12; ἴσως ΒMUt 28 ἀπολάβοι M 29 μὲν om. U post μὲν add. τῷ t 30 μὲν MU: δὲ Βt γὰρ addidi)

    310
    φατικάς· ἵνα δὲ ἀναγάγωμεν εἰς τὸ πρῶτον σχῆμα, ἔδει τὴν μείζονα ἀντιστρέψαι· ἀντιστρεφομένη δὲ ἡ μείζων μερικὴ ἐγίνετο καὶ διὰ τοῦτο ἀσυλλόγιστον ἐποίει τὸ σχῆμα, ἐπειδὴ δεῖ, ὡς καὶ ἐνταῦθά φησι, τὴν μείζονα ἐπὶ πλεῖον εἶναι τῆς ἐλάττονος. ἐν δὲ τῷ τρίτῳ σχήματι οὐδέποτε καθόλου, ἐπ·ειδή, ἵνα τὸ καθόλου συναχθῇ, δεῖ τὰς | δύο λαβεῖν καθόλου, LXXVII r ἵνα δὲ ἀναχθῇ εἰς τὸ πρῶτον σχῆμα, ἔδει τὴν ἐλάττονα ἀντιστρέψαι καταφατικὴν οὖσαν· ἀντιστρεφομένη δὲ μερικὴ ἐγίνετο. καὶ οὕτω πάλιν ὁ μὲν μέσος τὴν ἑαυτοῦ τάξιν ἀπελάμβανε, ἡ δὲ ἐλάττων μερικὴ γινομένη μερικὸν ἐποίει καὶ τὸ συμπέρασμα. ἐν μὲν οὖν ταῖς συλλογιστικαῖς, φησί, μεθόδοις, ὡς ἤδη εἴρηται, ἐπὶ πλέον ἐστὶν ὁ μείζων ὅρος τοῦ μέσου· ἐν δὲ τῇ διαιρετικῇ μεθόδῳ ἀνάπαλιν τὸν μέσον ὅρον ἐπὶ πλέον λαμβάνουσι τοῦ μείζονος. βουλόμενοι γὰρ δεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστι, λαμβάνουσι μέσον ὅρον τὸ ζῶον, δηλονότι τοῦ μὲν ἀνθρώπου ἐλάττονος ὄντος τοῦ δὲ λογικοῦ μείζονος· ἐπὶ πλέον δὲ τὸ ζῷον τοῦ λογικοῦ. ἀλλὰ τοῦτο μὲν τὸ συμπέρασμα ὃ καὶ προτίθενται, ὡς αὐτὸς εἶπεν, οὐκ ἀποδεικνύουσιν ἀλλ’ αἰτοῦσιν. ὃ δὲ κατασκευάζουσι, τὸ ῾ὁ ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος᾿, οὐκ ἔστιν ἐπὶ πλέον τοῦ μέσου ὅρου, τοῦ ζῴου, ἀλλ’ ἐπ’ ἴσης· τὸ γὰρ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ἀνάπαλιν τὸ λογικὸν ἢ ἄλογον ζῷον. ἀλλ ἐπειδὴ οὐ τοῦτο προτίθενται <ἀλλ᾿> ἄλλο τι, εἰ ὁ ἄνθρωπος λογικός, διὰ τοῦτο εἶπεν ἐπὶ πλέον λαμβάνειν αὐτοὺς τὸν μέσον τοῦ μείζονος, ὡς πρὸς τὸν σκοπὸν ὃν προέθεντο, οὐ πρὸς τὴν συμπλοκὴν αὐτὴν τοῦ συλλογισμοῦ· ἐν γὰρ τῷ συλλογισμῷ ἐξισάζοντα ἀεὶ λαμβάνουσι τὸν μείζονα τῷ μέσῳ, εἴγε διαιροῦσιν αὐτὸν εἰς τὰς οὐσιώδεις αὐτοῦ διαφορὰς καὶ ταύταις πάσαις ὡς ἑνὶ μείζονι ὅρῳ χρῶνται. ἀλλ’ ἐπεὶ πρόκειται μίαν τῶν διαφορῶν δεῖξαι τῷ ὑποκειμένῳ ὅρῳ ὑπάρχουσαν, μείζων δέ ἐστιν ὅρος ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, διὰ τοῦτό φησιν ἐπὶ πλέον αὐτοὺς λαμβάνειν τὸν μέσον τοῦ μείζονος.

    p. 46b3 Ἔστω γὰρ τὸ ζῷον μὲν ἐφ’ οὗ Α.

    Τὰ παραδείγματα τῶν εἰρημένων λαμβάνει, λέγω ὅτι τε οἱ διὰ τῆς διαιρετικῆς συλλογιζόμενοι ὃ μὲν προτίθενται οὐ δεικνύουσιν ἀλλ’ αἰτοῦσιν, ἄλλο δέ τι συμπεραίνουσι, καὶ ὅτι τὸν μέσον ὅρον ἐπὶ πλέον λαμβάνουσι τοῦ μείζονος. τὸ Δ, ὅπερ ἐστὶν ἄνθρωπος, Α ἐστίν, ὅπερ ἐστὶ ζῷον· τὸ Α ἢ Β ἐστὶν ἢ Γ, τουτέστιν ἢ θνητὸν ἢ ἀθάνατον· τὸ Δ ἄρα ἢ Β ἐστὶν ἢ Γ, τουτέστιν ὁ ἄνθρωπος ἢ θνητὸν ἢ ἀθάνατον. ὥστε μέσον μὲν τὸ [*](1 ἀνάγωμεν MU 2 γίνεται Bt 3 ἐπειδὴ δεῖ ex ἐπειδὴ corr. B 4 πλέον U 9 φησί om U 11 τὸ Β 13 μέσον corr. nesoio uncle U 15 εἶπεν] p. 46a33 15. 16 ἀποδεικνύοντες ἀλλ’ αἰτοῦντες Β 17 τοῦ ζώου om. B 18 καὶ—ζῷον ζῷον om. MUt 19 <ἀλλ᾿> ἄλλο τι scripsi cf. p. 311,2: ἀλλ’ ὅτι libri 21 προέθετο Bt οὐ om. MU τὴν om. t 23 πάσαις ταύταις M 28 μὲν MUt (f n m): om. Β Arist. ante αݲ add. τὸ M 29 λέγων Bit 30 ἀλλ᾿ αἰτοῦσιν om. Β 32 ante ἄνθρ. add. ὁ Βt 33 τὸ δ—34 ἀθάνατον om. Β 33. 34 β—γݲ trausposui: γݲ—βݲ MUt 34 ἢ (post ἄνθρ.) t: om. M, eras. U θνητὸς ἢ ἀθάνατος conicio cf. p.311, 15. 16)

    311
    ζῷον, μείζων δὲ ὅρος τὸ θνητόν, ὃ βούλονται ὑπάρχον δεῖξι τῷ ἀνθρώπῳ. LXXVII r καὶ δῆλον ὅτι τοῦτο μὲν οὐκ ἔδειξαν ἀλλ’ ἄλλο τι, ἢ γὰρ θνητὸν εἶναι τὸν ἄνθρωπον ἢ ἀθάνατον.

    p. 46b4 Ὁ δὲ ἄνθρωπος, οὗ τòν λόγον δεῖ λαβεῖν.

    Τουτέστι τὸν ὁρισμόν· εἶπε γὰρ ἤδη ὅτι ἐνόμιζον οἱ τῇ διαιρετικῇ χρησάμενοι μάλιστα τοὺς ὁρισμοὺς δι’ αὐτῆς δύνασθαι ἀποδεικνύναι. διαιροῦντες γὰρ ἀεὶ τὸ γένος εἰς τὰς οἰκείας διαφορὰς καὶ ἀφοριζόμενοι καθ ἑκάστην διαίρεσιν τὴν συστατικὴν τοῦ ἀνθρώπου διαφορὰν οὕτω ταύτας μετὰ τοῦ γένους συμπλέξαντες ἀποδεικνύναι τὸν ὁρισμὸν ᾤοντο.

    p.46b7 Πάλιν τὸν ἄνθρωπον ἀεὶ διαιρούμενος τίθεται εἶναι ζῷον·

    Ἀεί, φησίν, προιὼν κτὰ τὴν διαίρεσιν τὸν ἄνθρωπον ζῷον εἶναι λαμβάνει, καὶ συλλογίζεταί τι τῶν ἀπὸ τῆς διαιρέσεως αὐτοῦ εἶναι. οἷον ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἡ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα. πάλιν ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὁ ἄνθρωπος ἄρα ἢ θνητὸς ἢ ἀθάνατος· ἀλλὰ μὴν οὐκ ἀθάνατος· θνητὸς ἄρα. καὶ οὕτως ἐπὶ πασῶν τῶν τοῦ ζῴου διαφορῶν ποιεῖται. ὥστε ὃ μὲν οὐ προτίθεται συλλογίζεται, τὸ ἢ τόδε ἢ τόδε ἐστίν᾿, ὃ δὲ προτίθεται αἰτεῖται, τὸ λογικὸν εἶναι ἢ θνητόν· οὐ γὰρ δείκνυσιν ἀλλ’ ὡς ὁμολογούμενον λαμβάνει.

    p. 46b21 Καθ’ οὗ δὲ ἔδει δεῖξαι, τουτέστι τὸν ἄνθρωπον, καὶ τὰς διαφορὰς ἄκρα· λαμβάνει γὰρ τὸν μὲν ἄνθρωπον ἐλάττονα ὅρον, τὸ δὲ θνητὸν καὶ ἀθάνατον ἢ ὑπόπουν καὶ ἄπουν μείζονα.

    p. 46b22 Τέλος δέ, ὅτι τοῦτό ἐστιν ἄνθρωπος ἢ ὅ τι ποτ’ ἂν ᾗ τὸ ζητούμενον, οὐδὲν λέγουσι σαφές, ὥστε ἀναγκαῖον εἶναι·

    Οὕτως φησίν, ἑκάστην τῶν διαφορῶν οὐ δείξαντες ἀλλ’ αἰτήσαντες τέλος οὐδὲν ὧν προέθεντο δεῖξαι ἀποδει·κνύουσιν· προτίθενται μὲν γὰρ τοὺς ὁρισμοὺς τῶν πραγμάτων ἀποδεῖξαι, καὶ οἴονται, ἐὰν ἑκάστην τῶν ἐν [*](1 τὸ ἀθάνατον MU βούλεται B 4 λόγον I Arist.: ὅρον ΒMt (n) 5 εἶπε] p. 46a36 6.7 διαιροῦνται t 7 ἀεὶ post διαφορὰς collocat B 8 ταύτῆν 10 ζῶον εἶναι t Arist. 11 τὴν superscr. B 12 αὐτὸν Ml 13 ὁ prius om. MU 13. 14 λογικὸς ἡ ἄλογος t: λογικὸν ἢ ἄλογον ΒMU 14 ἄλογον· λογικὸν Β 15 ἢ tert. om. U 1 16.17 τοῦ ζώου τῶν διαφορῶν Β 17 ποιεῖσθαι U συλλ ζεσθαι MU 19 δεικνύουσιν Β 20 δίοι t (a, corr. m) 22 μὲν om. Mt τὸ θνητὸν δὲ Β 24 ὅτι om. pr., ul videtur, B 27 προτίθεται pr. Β)

    312
    τῷ ὁρισμῷ διαφορῶν δείξωσιν ὑπάρχουσαν, ὅτι καὶ οὗτός ἐστιν ὁρισμὸς LXXVII (??) ἀνθρώπου δεδειχέναι. τοῦτο δὲ οὐκ ἀναγκαῖον· δέδεικται γάρ, ὡς εἴπομεν, ὅτι οὐ τὰ κατηγορούμενά τινος ἰδίᾳ, ταῦτα καὶ ἅμα κατηγορεῖσθαι δύναται· ὥστε εἰ καὶ τῶν διαφορῶν ἑκάστην ἦσαν δεδειχότες, οὐ δήπου καὶ τὸν ὁρισμὸν ἀπέδειξαν. |

    p. 46b24 Καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦντι πᾶσαν οὐδὲ LXXVII ν τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν.

    Τὴν ἄλλην ὁδόν, τουτέστι τὴν λοιπήν, λέγω δὴ τὴν μέχρι τῶν ἀτόμων διαίρεσιν· διαιροῦσι γὰρ τὸ ζῷον εἰς τὸ λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, μέχρις οὗ καταντήσουσιν εἰς ἄτομον· κείσθω γὰρ τὸ δίπουν ἀδιαίρετον. πᾶσαν οὖν ταύτην τὴν ὁδὸν ποιοῦνται μὴ συνορῶντες μηδὲ ἐκ ποίων εὐπορῆσαι δυνατὸν εἰς ἀπόδειξιν τῶν διαφορῶν, ὧν τῇ συμπλοκῇ τὸν ὁρισμὸν ποιῆσαι βούλονται, οἷον ὅτι ὁ ἄνθρωπος λογικός, εἰ λάβοιεν μέσον ὅρον τὸ βουλευτικόν· ὁ ἄνθρωπος βουλευτικός, τὸ βουλευτικὸν λογικόν, ὁ ἄνθρωπος ἄρα λογικός. οὐδὲ τοσοῦτον οὖν συνιδεῖν δύνανται, τίς ἂν εἴη μέσος ὅρος ὁ συνάψαι τοὺς ἄκρους δυνάμενος.

    p. 46b26 Φανερὸν δὲ ὅτι οὔτ᾿ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν οὔτε περὶ συμβεβηκότος ἡ ἰδίου συλλογίσασθαι οὔτε περὶ γένους.

    Ὅτι μὲν οὖν ἄχρηστος εἰς τὸ συλλογίσασθαι ἡ διαιρετικὴ μέθοδος, εἴρηται. εἰ δὲ ὅλως καὶ ἦν δυνατὸν συλλογίσασθαι δι’ αὐτῆς, δῆλον ὅτι, φησί, μόνα τὰ καταφτικὰ δυνατὸν ἦν διὰ ταύτης δεικνύναι, καὶ οὐδὲ πάντα ἀλλὰ μόνον τὸ καθόλου, ἀποφατικὸν δὲ οὐδέν. εἰ γὰρ ἡ διαίρεσις γίνεται τῶν γενῶν κατὰ τὰς ἰδίας αὐτῶν διαφοράς, αὗται δὲ αἱ διαφοραὶ τοιῶσδε συμπλεκόμεναι ἀποτελοῦσι τὰ εἴδη, δῆλον ὅτι περὶ μόνων τῶν ὑπαρχόντων τοῖς πράγμασιν. εἰ δέ τις εἴποι ῾ἀλλὰ δύναμαι καὶ ἀποφατικὸν ποιῆσαι συμπέρασμα λέγων οὕτως· ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ λογικὸν ἡ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν λογικός ἐστιν· οὐκ ἄλογος ἄρα᾿, τὰ αὐτὰ πάλιν καὶ πρὸς τοῦτον ἐροῦμεν, ὄτι τουτο οὐ κατασκευή ἐστιν ἀλλ’ αἴτημα. τὸ γὰρ ὅλως ἔμφασιν ἔχον ἀποδείξεως τὸ ‘ἢ λογικὸς ῾ἢ λογικὸς ἐστί· τοῦτο δὲ καταφατικόν ἐστι τὸ συμπέρασμα.

    [*](2 εἴπομεν] p. 308,30 sq. 3 post κατηγορεῖσθαι add. οὑ Β δύνανται Bt 9 καὶ t: ἡ BMU 11 καταντήσωσιν BMt of. p. 316,21 15 λογικὸν Β 15. 16 βουλευτικὸν B 17 δύναται M 20 post συμβεβκηότος add. τι Βt ἴδιον pr U 22 συλλογίζεσθαι pr. Β 27 post δῆλον add. δὲ t 30 ἢ (post ἄρα) om M λογικὸς ἢ ἄλογος t cf νs. 33: λογικὸν ἢ ἄλογον BMU 30. 31 λογικόν ἐστιν· οὐκ ἄρα ἄλογον B)
    313

    ὅτι δὲ οὐδὲ τὸ μερικὸν καταφατικὸν δυνατὸν διὰ τῆς μεθόδου ταύτης LXXVII ν συναχθῆναι, δῆλον ἐντεῦθεν· διαιροῦσι γὰρ τὸν μέσον ὅρον εἰς πάσας τὰς διαφοράς, ὥστε πάντα ἄνθρωπον ἀνάγκη ἢ λογικὸν εἶναι ἢ ἄλογον ἢ θνητὸν ἢ ἀθάνατον. ἀεὶ οὖν τὸ καθόλου συνάγουσιν. καὶ ὅτι ὁ σκοὸς τὰ ἐν τῷ ὅρῳ παραλαμβανόμενα ἀποδεῖξαι, ταῦτα δὲ παντὶ τῷ ὁριστῷ ὑπάρχειν ἀνάγκη.

    Οὔτε περὶ συμβεβηκότος, φησίν, ἢ ἰδίου. εἰκότως· ταῦτα μὲν γὰρ ἐπουσιώδη εἰσὶ καὶ κατὰ συμβεβηκὸς ὑπάρχοντα· ἡ δὲ διαίρεσις εἰς τὰ κατ’ οὐσίαν ὑπάρχοντα γίνεται. ἴσως ἀπορήσειεν ἄν τις ὅτι καὶ συμβεβηκότων ἀπόδειξιν δυνατὸν διὰ τῆς διαιρετικῆς γενέσθαι· φήσειε γὰρ ῾ὁ ἄνθρωπος κέχρωσται· πᾶν δὲ χρῶμα ἢ λευκὸν ἢ μέλαν ἤ τι τῶν μεταξύ. φημὶ δὲ πρὸς τοῦτο ὅτι ἡ διαιρετικὴ ἑκάστην τῶν δέκα κατηγοριῶν ἀπὸ τῶν γενικωτάτων ἀρξαμένη διαιρεῖ μέχρι τῶν εἰδικωτάτων, οὐ μὴν ἔργον αὐτῆς ὁρᾶν τί τῶν συμβεβηκότων τινὶ οὐσίᾳ ὑπάρχει, ὥστε τὸ λαβεῖν ὅτι ὁ ἄνθρωπος κέχρωσται οὐ διαιρετικῆς ἔργον· ὅτε γὰρ ἐλάμβανεν ὅτι ὁ ἄνθρωπος ζῷον, τοῦτο ἐκ τῆς διαιρέσεως εἶχε τοῦ ζῴου εἰς τὰ εἰδικώτατα εἴδη. Οὔτε περὶ γένους φησίν· ἀεὶ γὰρ τὸ γένος ἡ διαίρεσις ὀμολογούμενον λαμβάνει. δείκνυσι δέ, ὡς καὶ ἤδη εἴπομεν, ἐν τοῖς Ἀποδεικτικοῖς ὁ Αριστοτέλης, ὅτι ἀδύνατον γένους ἀπόδειξιν γενέσθαι, λέγω δὲ ὅτι τόδε o τουσε γενος.

    p. 46b28 Οὔτε ἐν οἷς ἀγνοεῖται πότερον ὧδε ἡ ὧδε ἔχει.

    Ἐν τούτοις δοκεῖ δεικνύναι, φησίν, ἐν οἷς ὁμολογεῖται τὸ συμπέρασμα· ἐπειδὴ γὰρ ὁμολογεῖται ὅτι ὁ ἄνθρωπος λογικός, διὰ τοῦτο προβαίνει αὐτοῖς ὁ λόγος λέγουσιν ῾ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα᾿· ἐπεὶ ἐν οἷς ἀμφίβολον ποῖόν ποτε δεῖ τῶν ἀντιδιῃρημένων κατηγορῆσαι τοῦ προκειμένου, ἐλέγχεται ἡ διαιρετικὴ ἀποδεῖξαι μὴ δυναμένη. ὡς ἐπὶ τῆς διαμέτρου καὶ τῆς πλευρᾶς ἔχει· ὅτι μὲν γὰρ ἀνάγκη ἢ σύμμετρον ἢ ἀσύμμετρον εἶναι δείκνυσιν· εἰ γὰρ ἡ διάμετρος καὶ ἡ πλευρὰ μεγέθη, πᾶν δὲ μέγεθος ἡ σύμμετρόν τινι μεγέθει ἐστὶν ἢ ἀσύμμετρον, καὶ ἡ διάμετρος ἄρα τῇ πλευρᾷ ἢ σύμμετρος ἔσται ἢ ἀσύμμετρος· πότερον δὲ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος, οὐκέτι ἕξει δεικνύναι· ἀμφίβολον γὰρ τοῦτο. ὥστε ὅσον ἐπὶ τῇ διαιρετικῇ μεθόδῳ οὐ δυνατὸν δεῖξαι εἴτε σύμμετρος ἡ διάμετρος εἴτε ἀσύμμετρος.

    p. 36b33 Ἡ μὲν γὰρ ὁδὸς αὕτη· διὰ ταύτης δὲ οὐκ ἔστιν.

    Ἡ μέθοδος, φησίν, ἡ διαιρετικὴ αὕτη ἐστί, τὸ λαμβάνειν τὸ προκεί- [*](1 post δυνατόν add. ἐστι B 3 ἄλογον ἢ om Μ 5 post παραλαμβανόμενα add. ἀνθρώπῳ t δὲ om Ml 7 γὰρ oin. BMI ἐπεισοδιώης Μt ἡ διαίρεσις δὲ Β 9 φήσεις Β 11 ἑκάστη M 14 ἐλαμβάνομεν t 15 εἰς τὸ M εἰδηκώτατα pr. U 17 εἴπομεν] p. 308,20 21 ὡμολόγηται Μt 22 ὡμολόγηται U 21 ὑποκειμένου MUt 26 ἢ prius om. BUt δεικνύουσιν Β εἰ γὰρ scripsi: εἴ γε ΒMUt 28 ἢ alt. om. Ml ἔσται Βt ἐστιν Μt 29 οὐκέτι—31 ἀσύμμετρος iterat M)

    314
    μενον ἢ τόδε εἶναι ἢ τόδε· διὰ ταύτης δὲ τῆς ὁδοῦ ἀδύνατον δεῖξαι LXXVII ν ὅτι τόδε τί ἐστιν.

    p 46b35 Φανερὸν οὖν ὅτι οὕτε πρὸς πᾶσαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτε ἐν οἷς μάλιστα δοκεῖ πρέπειν, ἐν τού- τοις ἐστὶ χρήσιμος.

    Δέδεικται γὰρ ὅτι οὔτε πρὸς τὸ δεῖξαι τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα ἢ τὰ ἴδια χρησιμεύσει, καὶ ὅτι τῶν προβλημάτων μόνον τὸ καθόλου καταφατικὸν δοκεῖ δεικνύναι, καὶ ὅτι τοὺς ὁρισμοὺς ἐπαγγελλομένη δεικνύναι τούτους μὲν οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται, ἄλλο δέ τι δείκνυσιν ὃ μὴ βούλεται, καὶ ὅτι οὐδὲ περὶ γενῶν ὅτι τόδε τοῦδε γένος | ἐνδέχεται LXXVII r διὰ τῆς διαιρετικῆς μεθόδου ἀποδεῖξαι. εἰ δέ τις λέγοι ὅτι οὐδὲ διὰ τῆς τοῦ Ἀριστοτέλους μεθόδου ἔστι τὰ γένη ἀποδεῖξαι, ἴστω ὅτι, καὶ εἰ μὴ ἀποδεικτικῶς ἔστιν αὐτὰ ἀποδεῖξαι, ἀλλ᾿ οὖν γε παρέδωκεν ἐν τοῖς Τοπικοῖς τόπος τινὰς δι’ ὧν δυνατὸν διαλεκτικῶς τὴν περὶ τῶν γενῶν πίστιν ποιήσασθαι. οὐδὲν δὲ θαυμαστὸν οὐδὲ εἰ ἡ διαιρετικὴ λαμβάνει ὡς ὁμολογούμενα τὰ γένη, ὅταν ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα ᾖ· οὐδὲ γὰρ αἱ ἀποδεικτικαὶ μέθοδοι ἀποδεῖξαί τι δύνανται μὴ λαβοῦσαί τινα ἐκ τῶν φαινομένων ἀναποδείκτως· ἀρχὴ γὰρ πάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι καὶ τὰ ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα. εἰ γὰρ μὴ ληφθείη τι ὡμολογημένον ἀλλ’ ἀεὶ τὸ ληφθὲν δέοι ἀποδεικνύναι, ἀναιρεθήσεται ἀπόδειξις τῆς προόδου ἐπ’ ἄπειρον γινομένης· δεήσει γὰρ ἀεὶ τὸ ληφθὲν εἰς ἄλλου ἀπόδειξιν ἀποδεικνύναι. δέδεικται δὲ ἐν τοῖς Ἀποδεικτικοῖς αὐτὸ τοῦτο, ὅτι οὐ προΐασαι ἐπ’ ἅπειρον αἱ ἀποδείξεις ἀλλ᾿ ἀρχὰς ἔχουσιν ἀναποδείκτους τὰς κοινὰς ἐννοίας καὶ τὰ ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα.

    [*](3 ἁρμόσει Β: ἁρμόττει M 11 λέγει B 12 τὸ γένος Μ: τῶ γένει U ὅτι om. ΜU εἰ καὶ M 13 γε om. U ἐν τοῖς Τοπικοῖς ΙV 15 οὐδὲ BM: οὐδε]ν Ut 16 ἀπὸ MUt 19 τὰ BMt: ταῦτα I ἐνεργείας BU 20 δέοιτο Bt 21 δὲ B 22 ὲν τοῖς Ἀποδεικτ.] 13 p. 72b18sq. 24 ἑνεργείας BU τέλος τοῦ περὶ εὐπορίας προτάσεων subscr. Β: πεπλήρωται τὸ δεύτερον τμῆμα M)
    315

    p. 46M0 lluY; δ’ ἀνάξομεν τοὺς συλᾺο-ίισuιοὺ εἰς τὰ προει- LXXVIH’ ρημένα σχήματα, λεκτέον ἄν εἴη μετὰ ταῦτα· λοιπὸν γὰρ εντι ιοῦτο τἡς σκέψεως.

    Hέρας ἀπείληφε τὸ δεύτερον τοῦ βιβλίου τμῆμα τοῦτο δέ ἐστι τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων. ἐντεῦθεν λοιπὸν ἐπὶ τὸ τρίτον μετα· βέβηκε· τοῦτο δέ ἐστι πῶς ἄν ὸυνηθεί·́uι-αν τοὺς ἢ παρὰ τοῖς παλαιοτέροις -η συλλογισμοὺς ἢ ὅσους ἡμῖν οἱ προσδιαλεγόuι---νοι πλέκουσιν ἀνάγειν εἰς τὰ προειρημένα τρία σχήματα. τούιου γὰρ δειχθέντος, φησί, τέλος ἄν ἡμῖν ἔχοι ἡ προκειμένη πραγματεία· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν μεμαθήκαμεν, ἔτι τε πῶς ἀναγαγεῖν δυνάμεθα εἰς τὰ προειρημένα σχήματα τοὺς προτιθεμένους συλλοί̀ισμού--̀, -α-λειο-ά-·́ιν ἂν ἔχοιμεν τὴν συλ- λογιστικὴν ἕξιν. δεῖ οὖν, φησίν, εἰς τὰς προσεχεῖς δύο προτάσεις ἀναγαγεῖν τὸν συλλογισμόν (αὗται γάρ εἰσιν αἱ προσεχῶς τοὐ συμπεράσματος συνακτι- ·-̓0- καί), ἔπειτα τοὺς ὅρους ἐπισκοπεῖν ἐξ ὧν αὗται συνεστήκασ-́. πολλάκις δέ, φησίν, οὔτε οἱ γράφοντες οὺ́τε οἱ τͅροσδιαλε·ίόuενοι τὰς δύο προτείνουσι προτάσεις, ἀλλ ἔστιν ὅτε τὴν μίαν παοͅαλιuπάνουσι, καὶ ἤτοι τὴν μείζονα ἡ τὴν ἐλάττονα. καὶ τὴν ἐλάττονα μέν, ὡς ὅταν εἴπω οὕτως· πᾶν οἰκεῖον ἀγαθόν, ἡ ὑγίεια ἄρα ἀγαθόν· ἢ πᾶν κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ὰ́ρα ἀγαθόν· ἐνταῦθα γὰρ δῆλον ὅτι ἡ ἐλάττων πρὁτασις ἵαραλ--·λειπ-α. ἡ λέγουσα ἐν μὲν τῷ πρώτῳ συλλογισμῷ ὅτι ἡ ὑγίεια οἰκεῖον, ἐν δὲ τῷ δευτέρῳ ὅτι :l» ἡ ἡδονὴ κατὰ φύσιν. δῆλον δὲ ·ίίνεται ἐν τούτοις τὸ παραλαλαιuιu-ἁνον ἐκ [*](1, 2 Inscripsi ex Β (qui στήματος praebet, quod correxi): ἀρχὴ τοῦ τρίτο) M: ἐξήγησις ἰωάννου γρμματικοῦ καὶ ἀλεξανδρἐως τοῦ φιλοπόνου, εἰς το περὶ ὰναλὑσεω.́ συλλογtσμῶν τρίτον τμῆμα Y: tit. om. t 4 μετὰ κτλ. odq. V 5 post τοῦτο delevit μετὰ B ἐπισκέψεως M 7 τῆς om. V 12 ἀγαγεῖν M: ἀν ἀγαγεῖν I δυνάμεθα, sod post 13 σχήματα Escor. Φ. III. 10: δυνόμεθα BMY: δυνώμεθα t 13 τελειότητα Γ’ 16 αὐται lit: αὐτοὶ MY 18 ἔσται M 20 ὑγεία BI 21 ἐντεῦθέν B δῆλον ὅτι] ἡδη Β 22 ὑγεία B1 δευτἐρω BMt: ἑτἐρω S ὅτι alt. om. 5 23 τὸ πραλαλειμμένγιν Y)

    316
    τοῦ συμπεράσματος· ἐὰν γὰρ εὕρωμεν ὅρον ἐν τῷ συμπεράσματι ὃν ἐν LXXVII r ταῖς προτάσεσιν οὐκ εἴχομεν, ὥσπερ ἐν τούτοις τὴν ὑγίειαν ἢ τὴν ἡδονήν, δῆλον ὅτι ἀπό τινος παραλελειμμένης προτάσεώς ἐστιν οὗτος ὁ ὅρος ἐν τῷ συμπεράσματι. γινώσκομεν δὲ ποία ἐστὶν ἡ παραλελειμμένη, πότερον μείζων ἢ ἐλάττων, ἐκ τῆς τάξεως τοῦ ἐν τῷ συμπεράσματι καινοτέρου ὅρου· ἐὰν μὲν γὰρ ὁ ὑποκείμενος ᾖ, ἐλάττων, ἐὰν δὲ ὁ κατηγορούμενος ᾖ, μείζων, ὥσπερ ἐν τούτοις ἐστὶν ἡ ἡδονὴ καὶ ἡ ὑγίεια. ἔχει οὖν οὗτος τὴν τοῦ ὑποκειμένου τάξιν ἐν τῷ συμπεράσματι· ὁ δὲ ὑποκείμενος ἐν τῷ συμπεράσματι τῆς ἐλάττονός ἐστι προτάσεως, ὥσπερ ὁ κατηγορούμενος τῆς μείζονος· δῆλον οὖν ἄρα ὅτι ἡ ἐλάττων ἐστὶν ἡ παραλελειμμένη. ἐνίοτε δέ, ὡς εἶπον, τὴν μὲν μείζονα παραλιμπάνουσι, λέγουσι δὲ τὴν ἐλάττονα, οἷοί εἰσι πάντες οἱ ῥητορικοί· ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα ἐστίν· ὁ δεῖνα καλλωπιστής, οὐκοῦν καὶ μοιχός. ἔχει γὰρ τὸ συμπέρασμα πῇ μὲν τὸν κλέπτην πῇ δὲ τὸν μοιχόν· κατηγοροῦνται δὲ οὗτοι ἐν τῷ συμπεράσματι. οὐκοῦν ἡ μείζων ἐστὶν ἡ παραλελειμμένη· ὁ δεῖνα νύκτωρ πλανᾶται, πᾶς νύκτωρ πλανώμενος κλέπτης ἐστίν, ὁ δεῖνα ἄρα κλέπτης ἐστίν· ὁ δεῖνα καλλωπιστής, πᾶς καλλωπιστὴς μοιχός, ὁ δεῖνα ἄρα μ)οιχός. ἐνίοτε δέ, φησίν, οὐ παραλιμπάνουσι πρότασιν, περιττὰ δὲ τιθέασιν, ἢ καὶ παραλιμπάνουσι μέν τινα, καὶ ἄλλα δὲ τιθέασι περιττά· καὶ δεῖ συνορᾶν τί μὲν παραλέλειπται, καὶ τοῦτο προστιθέναι, τί δὲ περιττὸν εἴρηται, καὶ τοῦτο ἀφαιρεῖσθαι, ἕως οὗ καταντήσομεν εἰς τὰς δύο προτάσεις. καὶ ὅπως μὲν παραλιμπάνουσιν ἐνίοτε μίαν τῶν προτάσεων, εἴπομεν ἤδη. προστιθέασι δὲ περιττά, ὡς ἐὰν εἴπω· ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ἡδονὴ λεία ἐνέργεια, ἡ ἡδονὴ ἀνενόχλητος ζωή, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν· ἐν τούτοις γὰρ μόνον χρειῶδες πρὸς τὸ συμπέρασμα τὸ ῾ἡ ἡδονὴ κατὰ φύσιν᾿, τὰ δὲ ἄλλα περιττὰ καὶ μάτην παρείληπται, εἰ μὴ δι᾿ ἄλλην τινὰ αἰτίαν τῶν προειρημένων τι παραληφθείν, ἢ δι’ ἐπίκρυψιν ἢ δι’ ἄλλο τι. συμβαίνει οὖν ὅτε καὶ προστιθέασι περιττὰ καὶ τῶν ἀναγκαίων τι παραλιμπάνουσιν, οἷον, ὡς εἴπομεν ἤδη, ητοι τὴν μείζονα πρότασιν ἢ τὴν ἐλάττονα. τινὲς μὲν οὖν, φησί, τῶν προτεινομένων συλλογισμῶν ἐλλειπτικῶς εἰρημένοι ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ σχήματα ἀναλυσιν, τινὲς δὲ δυσχερεστέραν. ὅσοι μὲν γάρ, φησίν, ὅρον τινὰ ἔχουσιν ἐν τῷ συμπεράσματι ὃν ἐν ταῖς προτάσεσιν οὐ παρειλήφασιν, εὐχερέστερον ἀνάγονται ὑπὸ τὰ σχήματα· δυνατὸν γὰρ ἐκ τοῦ ὅρου τούτου ῥᾷστα ιοειν [*](1 ὃν—4 συμπεράσματι om. M 2 ἔχομεν Y ὑγείαν v 4 ὁποῖα Y post μείζων add. ἐστιν Y 6 μὲν om. MY ἦ prius M: ἡ BYt ἢν (ante δὲ) Y ἦ alt. MY: ἡ lit 7 ὑγεία Y 11 μὲν om. Bt λέγουσι δὲ MY: καὶ λέγουσι Bt πάντες om. Y 12 καλωπιστὴς B itemque vs. 17 13 καὶ om. Y ποῖ utroque loco Y 14 post οὖτοι add. οἱ ὅροι Y 19 δὴ M ὅτι Bt παραλείπεται V 20 προτιθέναι pr. B, coir. 2 21 καταντήσωμεν Μt cf. p: 312,11 22 post προτάσεων add. ὡς Bt ἤδη εἴπομεν B 24 χρειῶδες μόνον B 26 προσρημένων t 28 τινὰ Y ἤιοι scripsi: ὅτι Μ: ὅτι ἢ Y om. Βt 29 ἢ Y: ἤτοι BMt φασὶν Y 30 εἰρηκέναι Y 31 ὅσοι] ὅτε V φησιν α V 32 παρειλήφαμεν MY; hue usque M 33 ὑπὲρ t)
    317
    τὸ παραλελειμμένον, ὥσπερ ἐν | οἷς παρεθήκαμεν παραδείγμασιν. LXXVII ν ὅσοι δὲ τῶν συλλογισμῶν ἐλλειπτικῶς εἴρηνται, τοὺς δὲ αὐτοὺς ὅρους ἔχουσιν ἐν τῷ συμπεράσματι οὓς καὶ ἐν ταῖς προτάσεσι παρειλήφασι, τούτους, φησί, δυσχερὲς δυσχερὲς εἰς τὰ σχήματ· οὐ γὰρ εὐσύνοπτον τὸ παραλελειμμένον. οἷον αὐτὸς παρατίθεται συλλογισμόν· ἔχει δὲ δὲ οὕτως· ἀναιρουμένης τῆς μὴ οὐσίας οὐκ ἀνῄρηται ἡ οὐσί· τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον· τὰ μέρη ἄρα τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι· ἐν γὰρ τῷ συμπεράσματι τοῦ συλλογισμοῦ τούτου οὐδείς ἐστιν ὅρος μὴ ὢν ἐν ταῖς προτάσεσιν, ἀλλ’ ἔστιν ἡ μὲν μὴ οὐσία ἐν τῇ μιᾷ, τὰ δὲ μέρη ἐν τῇ ἑτέρᾳ. δυσχερὴς οὖν ἐν τοῖς τοιούτοις ἡ ἀνάλυσις, ἐπειδὴ οὐδὲ τὸ παραλειφθὲν ῥᾴδιον συιδεῖν· δύο γὰρ οὐσῶν ἐν τούτῳ προτάσεων ἀσυνάπτων ἀλλήλαις οἱ ἐν τῷ συμπεράσματι δύο ὅροι ἑκάτερος ἐν ἑκατέρᾳ ἐστὶ τῶν προτάσεων. ἔστιν οὖν τὸ παραλελειμμένον ἐν τούτῳ οὐχ ὅρος ἀλλὰ πρότασις. σκοπὸς δὲ δεῖξαι διὰ τούτων ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσί. καὶ δείκνυσι τοῦτο οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι λαμβάνων μέσον ὅρον τὴν οὐσίαν, μείζονα τὴν μὴ οὐσίαν καὶ ἐλαττονα τὰ μέρη τῆς οὐσίας, καὶ λέγει τρόπον τινὰ οὕτως· τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία, τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται <ἡ οὐσίν>, τὰ μέρη ἄρ τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι ἀλλ’ οὐσίαι δῆλον ὅτι· ὃ γὰρ μή ἐστιν οὐκ οὐσία, οὐσία ἐστὶν ἐξ ἀνάγκης. ἀλλ’ ἐν τῷ προκειμένῳ οὐκ ἐχρήσατο τῷ αὐτῷ μέσῳ ὅρῳ ἐν τῇ ἐλάττονι προτάσει, ἀλλ’ ἔλαβεν ἀντὶ τῆς οὐσίας τὸ ὅλον· εἰπὼν γὰρ ῾τῆς μὴ οὐσίας οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία᾿ καὶ δέον εἰπεῖν ῾τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται ἡ οὐσία᾿ οὕτω μὲν οὐκ εἶπεν, ἀλλ ὅτι τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον. καὶ ἐχρήσατο ἀντὶ μέσου ὅρου τῆς οὐσίας τῷ ὅλῳ ὥστε ἐν τῷ αὐτῷ συλλογισμῷ δύο μέσους παραλαμβάνεσθαι, τὴν οὐσίαν καὶ τὸ ὅλον· ὅπερ τὴν πλάνην ἐποίησε. διὰ τί δὲ οὕτως ἐχρήσατο; λέγομεν ὅτι δύο συλλογισμῶν ὄντων, προσυλλογισμοῦ τε καὶ αὐτοῦ τοῦ συλλογισμοῦ, ἐξ ἑκατέρου μία πρότασις εἴληπται, παραλελειμμέναι δέ εἰσιν αἱ λοιπαὶ δύο. τοῦ γὰρ συλλογισμοῦ τὴν ἐλάττονα πρότασιν βουλόμενος κατασκευάσαι, πόθεν ὅτι τῶν μερῶν ἀναιρουμένων ἀνήρηται ἡ οὐσία, δείκνυσιν αὐτὴν διὰ προσυλλογισμοῦ κεχρημένος μέσῳ ὅρῳ τῷ ὅλῳ, ὥστε εἶναι τὸν προσυλλογισμὸν οὕτως· τῶν μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον, τοῦ ὅλου ἀναιρουμένου ἀνῄρηται ἡ οὐσία, † τὰ μέρη ἄρα τῆς οὐσίας οὐσίαι εἰσίν· τὸ σχῆμα πρῶτον. ἐπικρύψεως οὗν ἕνεκεν ἡ συντομίας λαβὼν τοῦ προσυλλογισμοῦ τὴν ἐλάττονα πρόασιν τὴν λέγουσαν ῾τῶν μερῶν ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον᾿ καὶ τοῦ συλλογισμοῦ τὴν μείζονα τὴν λέγουσαν ῾τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ [*](1 προσέθηκε Y 3 καὶ om. Y post τούτους add. δὲ Y 4 φῆσὶ Y 4. 5 παραλελημμένον Yt 9 τῶ ἑτέρω Β 10 παραληφθὲν Yt 11 an γὰρ ? 15 οὕτως Y λαμβάνω Β 16 λέγω Β 17 ἀνηρημένης Β τῶν—18 ἀνῄρηται om. Bt 18 ἡ οὐσία addidi cf. vs. 23 τῆς οὐσίας om. Y 22 ἀνηρημένης Β 23 ἡ—24 ἀνῄρηται om. Y 24 post ἀντὶ add. τοῦ Y 27 δὲ om. Y προσυλλογισμοῦ] post προ delevit ει Y 30 ἀνηρημένων Β 34 immo τῶν μερῶν ἄρα τῆς οὐσίας ἀναιρουμένων ἀνήρηται ἡ οὐσία 35 συντόμως t 37 ἀνηρημένης Β)
    318
    οὐσία᾿ οὕτως ἐπήγαγε τὸ συμπέρασμα, ὅτι τὰ μέρη οὐκ εἰσὶν οὐκ LXXVII v οὐσίαι. ἐχρήσατο οὖν ἐν τῷ συλλογισμῷ ὅρῳ μέσῳ οὐ τῷ αὐτῷ, ἀλλ’ ἐν τῇ μείζονι μὲν τῷ ὄντως μέσῳ, λέγω δὴ τῇ οὐσίᾳ, ἐν δὲ τῇ ἐλάττονι ἀντὶ τῆς οὐσίας τῷ ὅλῳ. ὥστε δυσχερὴς τοῦ τοιούτου τῶν συλλογισμῶν εἴδους ἡ ἀνάλυσις μὴ δυναμένων ἡμῶν ἐκ τοῦ συμπεράσματος στοχάσασθαι τὸ παραλελειμμένον τῶν αὐτῶν ὅρων ὑπαρχόντων ἐν τῷ συμπεράσματι οἵπερ ἦσαν καὶ ἐν ταῖς προτάσεσιν. τίθησι μὲν οὖν καὶ ἕτερα εἴδη τῆς τῶν συλλογισμῶν ἀσαφείας, ἀλλ’ ἵνα μὴ πάντα ἅμα λέγωμεν, ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ θεωρήσομεν.

    p. 47a5 Συμβήσεται δὲ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι, ὅτι οὕτως ἔχει, διὰ τῶν νῦν λεχθησομένων· δεῖ γὰρ πᾶν τὸ ἀληθὲς αὐτὸ ἑαυτῷ ὁμολογούμενον εἶναι πάντῃ.

    Ἐάν, φησί, δείξωμεν ὅτι οἱ ὁπωσοῦν προφερόμενοι συλλογισμοὶ πάντες εἰς τρία τρία ἀναλύονται σχήματα μόνον, πιστωσόμεθα μᾶλλον τὰ προειρημένα, ὅτι ἀνάγκη τρία μόνα εἶναι σχήματα. εἰ γὰρ τήν τε γένεσιν αὐτῶν παραδιδόντες δείκνυμεν μόνα εἶναι ταῦτα καὶ τὴν μέθοδον τῆς τῶν συλλογισμῶν εὐπορίας, ἔτι δὲ καὶ τοὺς γεγενημένους συλλογισμοὺς ἀναλύοντες εὕροιμεν εἰς μόνα μόνα ἀναλυομένους, αὐτὴν ἑαυτῇ σύμφωνον εὑρήσομεν τὴν ἀλήθειν. οὐ μόνον δὲ τὸν περὶ τῶν τριῶν σχημάτων λόγον εὑρήσομεν διὰ τούτων βεβαιούμενον ἀλλὰ καὶ τὸν περὶ τῶν συλλογιστικῶν συζυγιῶν καὶ τῶν ἀσυλλογίστων· δείξει γὰρ ἐν τούτοις ὅτι ὅσοι ἐξ ἀορίστων προτάσεων κατασκευάζουσί τι, κατὰ τὴν ἰδίαν φύσιν ἀσυλλόγιστοί εἰσιν, ἑτέρωθεν δὲ ἔχουσι τὸ ἀναγκαῖον. καὶ περὶ τῶν λοιπῶν δὲ καὶ ἐντεῦθεν σχήσομεν την πιστιν.

    p. 47a11 Ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς τὰ ἐλάττω· μείζω δὲ τὰ συγκείμενα ἢ τὰ ἐξ ὧν.

    Εὐχερέστερον γὰρ τὸ διελεῖν εἰς μεγάλα μόρια ἢ τὸ εἰς μικρότερα· διό, φησί, δεῖ ἡμᾶς εἰς τὰ δύο μεγάλα μόρια τοῦ συλλογισμοῦ, λέγω δὴ τὰς συνεκτικὰς αὐτοῦ δύο προτάσεις, τὴν διαίρεσιν ποιεῖσθαι. ἀντικειμένως δὲ ἔχει τῷ πλήθει τὸ μέγεθος· ὅταν γὰρ ἡ διαίρεσις εἰς μεγάλα τῷ μεγέθει γένηται, εἰς ἐλάττον γίνεται τῷ πλήθει, ὅταν δὲ εἰς πλείονα τῷ πλήθει, εἰς ἐλάττονα τῷ μεγέθει. ἐὰν γὰρ εἰς δύο διέλω τὸ πηχυαῖον ξύλον καὶ [*](2 μέσω ὅρω Y 3 μὲν τῷ ὄντως μέσῳ Bt: τῶ συμπεράσματι Y 5. 6 an τοῦ παραλελειμμένου? 8 ἅμα om. Y λέγομεν t 10 ἅμα om. Bt τὰ ora. Y 10. 11 βεβαιοῦσθαι Bt 11 ἔχοι Y διὰ τῶν κτλ. om. Y 14 φησί om. Y πάντως Bt 16 τε om. V 17 immo ἐδείκνυμεν 18 δὲ Bt: τε Y 19 εὕρη μὲν pr. Y ἑαυτὴν Y 20 λόγον bis Y 22 δείξει] c. 33 p. 47b18sq. ὅτι om. Y 23 οἰκείαν Y 24 σχῶμεν Y 26 ῥᾶον BYt (n m, corr. C): ῥᾴω Arist. εἰς alt. Bt (m): om. V Arist. ἐλάσσω Β μείζω κτλ. om. Y μείζονα t 27 τὰ alt. Bt (n m): om. Arist. post ὧν add. σύγκειται t (corr. Α) cf p. 319,10 33 διέλωμεν t)

    319
    πάλιν ἄλλο πηχυαῖον εἰς τέσσαρα διέλω, δῆλον ὅτι ἐκείνου τὰ μόρια LXXVII ν μεγέθει μὲν μείζονά εἰσιν ἢ τὰ τούτου, πλήθει δὲ ὀλιγώτερα· ῥᾴων δὲ ἐκείνη ἡ διαίρεσις ταύτης· διὰ τοῦτό φησιν εἰς τὰς δύο προτάσεις τὰς συνεκτικωτατας διελεῖν χρῆναι πρότερον, ἅτινά ἐστι τὰ μεγάλα μόρια τοῦ συλλογισμοῦ, καὶ μὴ ἐξ ὧν αὗται σύγκεινται, λέγω δὲ εἰς τὰς τῶν προσυλλογισμῶν προτάσεις. καὶ γὰρ δυσχερέστερον τοῦτο καὶ οὐδὲν ἡμᾶς ὀνίνησιν εἰς τὸ προκείμενον, τουτέστιν εἰς τὸ ἀναγαγεῖν ὑπὸ τὰ σχήματα τοὺς συλλογισμούς· οὐδὲν γὰρ εἰς τοῦτο δεησόμεθα τῶν προσυλλογισμῶν. συγκείμενα οὖν φησιν αὐτὰς τὰς δύο προτάσεις· | σύγκεινται γὰρ ἐκ τῶν προσυλλογισμῶν LXXVII t γισμῶν· ἐξ ὧν δὲ αὐτοὺς τοὺς προσυλλογισμούς. μήποτε δὲ τὰ ἐξ ὧν ακουστεον τοὺς τρεις ὅρους ἐξ ὧν αἱ δύο προτάσεις, ὅτι πρότερον τὰς προτάσεις ζητητέον τοῦ συλλογισμοῦ καὶ μὴ τοὺς ὅρους· εὐχερέστερόν τε γὰρ τὰς προτάσεις εὑρήσομεν ἢ τοὺς ὅρους, καὶ τῇ εὑρέσει τῶν προτάσεων συναναφαίνονται καὶ οἱ τρεῖς ὅροι ἐξ ὧν αἱ προτάσεις σύγκεινται.

    p. 47a13 Εἶτα σκοπεῖν ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει.

    Οὐ λέγει ποία ἐστὶ καθόλου καὶ ποία μερική᾿, ἀλλὰ ‘ποία μείζων καὶ ποία ἐλάττων᾿. εἶπεν δὲ καθόλου μὲν τὴν μείζονα, ἐν μέρει δὲ τὴν ἐλάττονα, διότι ἀεὶ ἐπὶ πλέον ἐστὶν ἡ μείζων τῆς ἐλάττονος καὶ περιέχεται ἐν τῇ μείζονι ἡ ἐλάττων. ὅταν γὰρ εἴπω ῾πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία᾿, δῆλον ὅτι ἡ λέγουσα ῾πᾶν ζῷον οὐσία᾿ ἐπὶ πλέον ἐστὶ τῆς λεγούσης ῾πᾶς ἄνθρωπος ζῷον᾿· ὅ τε γὰρ ὑποκείμενος τῆς μείζονος ἐπὶ πλέον ἐστὶ <τοῦ> τῆς ἐλάττονος, λέγω δὴ τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ ὁ κατηγορούμενος τοῦ κατηγορουμένου· ἐπὶ πλέον γὰρ ἡ οὐσία τοῦ ζῴου· ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν πᾶν ζῷον οὐσία᾿ ἐμπεριείληπται τῷ ζῴῳ καὶ ὁ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἀποφατικῶν ὁμοίως ἔχει· οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον· ἐπὶ πλέον γὰρ τὸ μὲν ἄψυχον τοῦ ζῴου· τοῦ γὰρ ἀψύχου καὶ τοῦ ἐμψύχου προσεχῶς διαιρουμένου ἐκ τοῦ σώματος, ἐκ τοῦ ἐμψύχου ἔχει τὴν ὑποδιαίρεσιν τὸ ζῷον, ὥστε οὐ τῆς αὐτῆς συστοιχίας τὸ ζῷον καὶ τὸ ἄψυχον, ἀλλὰ ἀνωτέρω τὸ ἄψυχον. ἐπὶ πλέον οὖν τὸ μὲν ἄψυχον τοῦ ζῴου, τὸ δὲ ζῶον τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ ἐν τῷ ‘οὐδὲν ζῶον ἄψυχον᾿ περιέ- χεται καὶ ὁ ἄνθρωπος.

    p. 47a14 Ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν αὐτῇ οὐ λαμβάνουσιν.

    Ἐν αὐτῇ λέγει τὴν ἐλάττον, διότι, ὡς εἶπον, περιέχεται ἡ ἐλάττων [*](1 ἄλλο πάλιν Y διέλωμεν t 2 μεγέθη Β ἡ τὰ BY: εἶτα t πλήθη Yt ῥᾶον Yt γὰρ Y 2.3 ἐκείνη ἡ Β: η ἡ ἐκείνη Y: ἡ ἐν ἐκείνη t 3 τὰς alt. om Y 4 χρὴ Y 5 λέγει t 6 post τοῦτο add. τούτου t. 8 συγκείμενα 9. 10 προσυλλογισμῶν om. Β συγκείμενα t: συγκειμένας Y 10 δὲ prius Bt γὰρ Y 14 καὶ om. Y οἱ om. t 16 post λέγει add. ὅτι Bt. 20 λεγούσης—22 τῆς om Yt 22 τοῦ addidi 23 κατηγορουμένου scripsi: ὑποκειμένου ΒYt 24 ὁ om. Yt 25 τῶν ἀποφατικῶν scripsi: τἄ ἀποφατικὰ ΒYt 26 ἐμψύχου ἀψύχου 5 Y ἄψυχος Βt 32 αὐτῆ ΒY (corr. Β): ταύτῃ t Arist.)

    320
    ὑπὸ τῆς μείζονος ὁμοίως καὶ ἐπὶ τῶν καταφατικῶν καὶ τῶν ἀποφατικῶν. LXXVII r περιέχει γὰρ ἡ λέγουσα ῾πᾶν ζῷον οὐσία᾿ τὴν λέγουσαν ῾πᾶς ἄνθρωπος ζῷον᾿· καὶ γὰρ ἡ οὐσία τοῦ ζῴου περιεκτικὴ καὶ τὸ ζῷον τοῦ ἀνθρώπου. ὁμοίως καὶ ἐπὶ τῆς ἀποφάσεως· περιέχει γὰρ ἡ λέγουσα ‘οὐδὲν ζῷον ἄψυχον᾿ τὴν λέγουσαν ῾πᾶς ἄνθρωπος ζῷον᾿· εἰ γὰρ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι.

    p. 47a16 Ἢ ταύτας μὲν προτείνουσι. Τὰς μερικὰς δηλονότι, ταὐτὸν δὲ εἰπεῖν τὰς ἐλάττους· περὶ τούτων γὰρ προσεχῶς εἶπε.

    Δι’ ὧν δὲ αὗται, τουτέστι τὰς καθόλου, ταὐτὸν δὲ εἰπεῖν τὰς μείζους· περαίνονται γὰρ αἱ ἐλάττους διὰ τῶν μειζόνων· ἐπεὶ γὰρ πᾶν ζῷον οὐσία, διὰ τοῦτο καὶ πᾶς ἄνθρωπος οὐσία· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀποφατικῶν, ἐπεὶ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι.

    p. 47a22 Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων.

    Ζητήσειε δ’ ἄν τις καί, εἰ ἐκ τῶν κειμένων ἀναγκαῖόν τι συμβαίνει, πῶς φησιν ὅτι δοκοῦσι συλλογίζεσθαι καὶ λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ· καὶ μιν αὐτὸς ὁριζόμενος τὸν συλλογισμὸν ἔλεγεν ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”. εἰ οὖν ὁ συλλογισμὸς διὰ τὸ τὰ κείμενα εἶναι ἀναγκαῖόν τι συνάγει, πῶς ἐνταῦθά φησιν ὅτι ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν κειμένων, οὐ μὴν συλλογιστικῶς; λανθάνουσι γάρ, φησί, καὶ δοκοῦσι συλλογίζεσθαι, δηλονότι μὴ συλλογιζόμενοι. λέγω οὖν ὅτι διὰ τοῦτο οὐκ ἠρκέσθη ἐν τῷ ὁρισμῷ τῷ εἰπεῖν “ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”, ἀλλ’ ἑρμηνεύεται αὐτῷ τί σημαίνει τὸ “τῷ ταῦτα εἶναι”· ἐπήγαγε γὰρ “λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, τὸ δὲ διὰ ταῦτα συμβαίνειν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”. ἐνταῦθα οὗν ἐνδεῖ ὅπου μὲν ὅρος ὅπου δὲ πρότασις. διὰ τοῦτο δὲ ὅλως, φησίν, ἐν τούτοις συμβαίνει τὸ ἀναγκαῖον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ· εἴ τι μὲν γὰρ συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ [*](1 καὶ prius Y: δὲ καὶ Β: om. t τῶν alt. om. t 3 καὶ γὰρ—5 ἄνθρωπος ζῶον om. Y 7 ἢ ταύτα—13 δῆλον ὅτι oim. B 9 εἶπε t: εἰπεῖν supra ποιεῖν scriptum Y 10 δι’ ὧν—μείζους t: om. Y 11 περαίνονται — 13 δῆλον ὅτι mrg. Y 12 ὁμοίως —ἀποφατικῶν Y: καὶ t 14 post δοκοῦσι add. τὶ Y (n) συλλογίσασθαι Y 15 τι] ὄντι t 16. 17 σημαίνει t 18 οὐ om. Β 19 ἔλεγεν] c. 1 p. 18—20 22 σημαίνει t 24 ὅτι om. Y 25 τῷ prius otn. Β 26 ἑρμηνεύνεται Y: ἑρμηνεῦσαί τι Bt συμβαίνει, omisso τί t τὸ Bt: λέγω δὴ Y ἐπήγαγε] p. 24b 20—22 γὰρ—27 εἶναι om. Y 27 το δὲ—συμβαίειν t Arist.: ἤγουν Y: om. Β 29 ἐνδεῖ Y: ἔδει Bt)

    321
    εἴ τι δὲ ἀναγκαῖον, τοῦτο καὶ συλλογισμός. ἀμέλει ἐν ταῖς ἀσυλλογίστοις LXXIXr συζυγίαις ἐδείκνυμεν πολλάκις ἀναγκαῖόν τι συμβαῖνον, ὅπερ συνέβαινεν οὐ διὰ τὸ συλλογιστικῶς συμπλακῆναι τὰς προτάσεις ἀλλὰ διὰ τὸ τὴν ὕλην τὴν παραληφθεῖσαν τὸ ἀναγκαῖον ἔχειν, λέγω δὴ διὰ τὸ τὴν καθόλου πρότασιν ἀληθῆ εἶναι τὴν λέγουσαν ὅτι παντὸς οὑτινοσοῦν πάντα τὰ μόρια ἄν ἀναιρεθῇ, συναναιρεῖται τούτοις καὶ ἡ οὐσία. καὶ ὅπως τοῦτο συμβαίνει, ἔφθημεν εἰπόντες. ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων· τίθησι γοῦν πλείονας τοὺς τοιούτους λόγους. οἷον εἰ τῷ Α τὸ Β ἴσον, καὶ τῷ Γ τὸ Β ἴσον, καὶ τὸ Α ἄρα τῷ Γ ἴσον· ἐνταῦθα γὰρ ἀληθὲς μὲν τὸ συμπέρασμα καὶ τοῖς κειμένοις ἠκολούθησεν, ἀλλ’ οὐ συλλογιστικῶς. ὅτι γὰρ οὐ συλλογιστικῶς, δῆλον ἐξ ὧν ἀμφότεραί τε αἱ προτάσεις εἰσὶ μερικαὶ <καὶ> ἐν δευτέρῳ σχήματι καταφατικαί· οὕτω δὲ ἐχουσῶν τῶν προτάσεων συλλογισμὸς οὐκ ἐγίνετο. πόθεν οὖν τὸ ἀναγκαῖον συνῆκται; φημὶ ὅτι ἀπό τινος καθόλου προτάσεως παραλελειμμένης τῆς λεγούσης ῾πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα᾿, ὥστε γίνεσθαι ἐκ συλλογισμοῦ τὸ ἀναγκαῖον τοῦτον τὸν τρόπον· τὸ Α καὶ τὸ Γ τῷ Β ἐστὶν ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· τὸ Α ἄρα καὶ τὸ Γ ἀλλήλοις ἐστὶν ἴσα. ὅτι δὲ ἡ καθόλου πρότασις ἡ παραλελειμμένη αἰτία ἐστὶν ἐν | τοῖς οὔτω προφερομένοις λόγοις τοῦ συνάγειν τι ἀναγκαῖον, δῆλον ἐφ᾿ LXXVII ν ὧν μὴ οὕτως ἔχει. φημὶ γὰρ οὕτω· τὸ Α τοῦ Β ἐστὶν ἀδελφός· ἀλλὰ καὶ τὸ Γ τοῦ αὐτοῦ Β ἐστὶν ἀδελφός· καὶ οὐκέτι ἐξ ἀνάγκης ἕπεται ῾καὶ τὸ Α ἄρα τοῦ Γ ἐστὶν ἀδελφός᾿. τοῦτο δὲ διὰ τὸ τὴν καθόλου πρότασιν ψευδῆ εἶναι τὴν λέγουσαν ‘πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί᾿. ἐπεὶ οὗν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο οὐδὲ τὸ ἀναγκαῖον συνῆκται. ὅτι δὲ ψευδής, δῆλον ἐξ ὑποδείγματος. ὑποκείσθω γὰρ γυναῖκά τινα ἐξ ἀνδρὸς παῖδα ἔχειν καὶ ἄνδρα τινὰ ἐκ γυναικός τινος παῖδα ἔχειν, καὶ στερείσθω ἡ μὲν γυνὴ τὸν ἄνδρα ὁ δὲ ἀνὴρ τὴν γυναῖκα, καὶ συνερχέσθωσαν οἱ καταλειφθέντες εἰς γάμον καὶ τικτέτωσαν υἱόν. δῆλον οὗν ὅτι τῷ ἐξ ἀμφοῖν τεχθέντι ἑκάτερος τῶν προγεγεννημένων ἀδελφός ἐστιν, ὁ μὲν ἐκ μητρός, ὁ δὲ ἐκ πατρός, καὶ ὅμως ἀλλήλων οὐκ εἰσὶν ἀδελφοί· οὕτε γὰρ κατὰ μητέρα κοινωνοῦσιν ἄλλη γὰρ ἑκατέρου μήτηρ, τοῦ μὲν ἡ ζῶσα γυνή, τοῦ δὲ ἡ τελευτήσασα) οὔτε κατὰ πατέρα· καὶ γὰρ οἱ πατέρες διάφοροι· τοῦ μὲν γὰρ ὁ ζῶν δεύτερος τῆς γυναικὸς ἀνήρ, τοῦ δὲ ὁ τελευτήσας πρότερος τῆς αὐτῆς ἀνήρ. γίνεται οὖν ὁ πᾶς συλλογισμὸς [*](1 μέλει Y 4 ἔχειν] ειν corr. nescio uncle Β δὲ Β: δεῖ t 5 ὁτινοσοῦν Β: οὔ τινος οὖν Yt ἄν ante πάντα collocat t: εἰ Y 6 ἀναιρεθείη Y 7 ἔφθημεν εἰπόντες] p. 316,10 sq. τινων t 8 τῷ Ἀλεξάνδρῳ] p. 344,34 sq. 10 τίθησι (scil. Alex.)] p. 344,14 sq. οἷον om. Β 13 τε om. Y εἰσὶ 0111. Y 14 καὶ adclidi 15 ἐγένετο t 16 τῷ om. Y 17 ἶσα εἰσὶν Β τὸ Bcripsi: τὸν ΒYt 19 ἐστὶν prius Y: εἰσὶν Bt ἐστὶν alt. Yt: εἰσὶν Β 20 ὅτε ὅτε Y 21 προσφερομένοις Β 29 στερήσθω Β 31 τὸ Β τεθέντι pr. Β προγεγενημένων pr. Β, alt. ν snperscr. B1 36 πρότερον Β Commeut. Arist. XIII2 Phllop, In Anal. Prior.)
    322
    ψευδῆ ἔχων τὴν μείζονα πρότασιν τοῦτον τὸν τρόπον· τὸ A καὶ τὸ Γ LXXVII ν τοῦ αὐτοῦ Β ἀδελφοί εἰσι· πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί· τὸ ἄρα Α καὶ Γ ἀλλήλων εἰσὶν ἀδελφοί. ψευδοῦς οὖν οὔσης τῆς καθόλου ψευδὲς καὶ τὸ συμπέρασμα καίτοι τοῦ σχήματος συλλογιστικοῦ ὄντος. ἐν οἷς ἄρα συνάγεταί τι ἀναγκαῖον μὴ συλλογιστικῶς πεπλεγμένων τῶν προτάσεων, δι’ αὐτὴν τὴν τῶν κειμένων φύσιν συνάγεται, οὐ μὴν ἐκ συλλογισμοῦ, διότι, ὡς εἶπεν, ἐπὶ πλέον ἐστὶν τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον, καὶ εἴ τι μὲν συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, εὐθὺς ἤδη τοῦτο καὶ συλλογισμός. πλείοσι δὲ καὶ ἄλλοις ὑποδείγμασι κέχρηται. οἷον Δίων λέγει ἡμέραν εἶναι· ἀλλὰ καὶ ἡμέρα ἐστί· Δίων ἄρα ἀληθεύει· κἀνταῦθα γὰρ ἀληθὲς μέν τι συνῆκται ἐξ ἀνάγκης διὰ τὰ κείμενα, οὐ μὴν ἐκ συλλογισμοῦ. τὸ γὰρ ῾ἀληθεύει᾿ μείζων ὑπάρχων ὅρος οὐκ εἴληπται ἐν οὐδενὶ τῶν προκειμένων· ἔδει δὲ πάντως, ὡς μεμαθήκαμεν, τὸν μείζονα ὅρον ἐν τῇ μείζονι εἶναι τῶν προτάσεων. κἀνταῦθα οὖν ἀναγκαῖον μὲν τὸ συναχθέν, οὐ μὴν συλλογισμός. ἡ δὲ ἀνάγκη διὰ τὴν καθόλου πρότασιν τὴν παραλελειμμένην· ἔστι δὲ αὕτη ῾πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει᾿· ὡς εἶναι τὸν πάντα συλλογισμὸν τοιοῦτον· Δίων λέγει ἡμέραν εἶναι ἡμέρας οὔσης· πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει· Δίων ἄρα ἀληθεύει.

    p. 47a25 Ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι.

    Αντὶ τοῦ εἰπεῖν ῾τῶν μερῶν δὲ ἀναιρουμένων᾿, ὡς ἡμεῖς εἴπομεν, εἶπεν ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον· ἡ δὲ ὁλότης ἑκάστου οὐσία ἐστὶν ἑκάστου. πάλιν ἀντὶ τοῦ εἰπεῖν ῾ἀναιρεῖται τὸ ὅλον εἶπε τὸ ἐκ τούτων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον, ὡς εἴπομεν.

    p. 47a26 Τούτων γὰρ τεθέντων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος ειναι ουσιαν.

    Τὸ συμπέρασμα, ὅπερ ἡμεῖς ἐλέγομεν ‘τὰ ἄρα μέρη τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι᾿, αὐτός φησιν ἀνάγκη ἄρα τὸ μέρος τῆς οὐσίας οὐσίαν εἶναι· τὸ γὰρ μὴ ὂν οὐκ οὐσία οὐσία δήπου ἐστίν· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις.

    p. 47a28 Πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι.

    Καὶ ἕτερον ὑπόδειγμα τίθησι δι’ οὗ δείκνυσιν ὅτι οὐ πάντως, εἰ [*](1 τὸν τρόπον τοῦτον. καὶ τὸ α΄ Y 3 τὸ ἄρα—ἀδελφοί om. Y 6 διὰ τὴν τῶν t προκειμένων, προ superscr. Y 13 γάρ Y μεμαθήκαμεν] p. 316,4 sq. 14 κἀντεῦθεν Y οὖν Bt: μὲν Y ἀναγκαίω Β μὲν t: εἶναι Y: om. Β 16 ὂν Y: om. Bt itemque vs. 18 20 φθείρεσθαι om. Β 21 δὲ om. Bt εἴπομεν] p. 317,17 sq. 22 ἐκ] εἶπε, ut videtur, Y 28 λέγομεν Bt)

    323
    “τεθέντων τινῶν” ἕπεταί τι ἐξ ἀνάγκης, ἤδη τοῦτο συλλογισμός· δέδειται LXXΙΧ ν γὰρ ἐν τοῖς περὶ τῶν τριῶν σχημάτων ὅτι ἀδύνατον ἐκ δύο μερικῶν συλλογισμὸν γενέσθαι· δέδεικται δὲ ὅτι αἱ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικῖς. ἐν οὖν ταῖς ἐκκειμέναις προτάσεσιν ἀπροσδιόριστοις οὔσαις τὸ ἀναγκαῖον οὐ συλλογιστικῶς συνῆκται ἀλλὰ διὰ τὴν ὕλην αὐτήν· ἀληθὴς γάρ ἐστιν ἡ καθόλου πρότασις ἐκείνη ἡ λέγουσα ῾ἐάν τινι ἕπηταί τι ἐξ ἀνάγκης, καὶ ὅσα τῷ ἑπομένῳ ἕπεται, ταῦτα κἀκείνῳ ἐξ ἀνάγκης ἕπεται ᾧ τὸ ἑπόμενον εἵπετο· τοῦτο γὰρ ἐκεῖνό ἐστι τὸ ἐν ταῖς Κατηγορίαις εἰρημένον, ὅτι “ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ὡς καθ᾿ ὑποκειμένου, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται”. ἐλλείπει οὗν καὶ τούτῳ τῷ λόγῳ ἡ καθόλου πρότασις, καὶ ἔστιν ὁ ὑγιὴς συλλογισμὸς τοιοῦτος· εἰ τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῷον καὶ τῷ ζῴῳ ἡ οὐσία, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ἑπόμενόν τινι κἀκείνῳ πάντως ἕπεται ᾧ τὸ μέσον εἵπετο, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι.

    p. 47a31 Ἀπατώμεθα δὲ ἐν τοῖς τοιούτοις διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, ὅτι καὶ ὁ συλλογισμὸς ἀναγκαῖός ἐστιν. ἐπὶ πλέον δὲ τὸ ἀναγκαῖον ἢ ὁ συλλογισμός.

    Τὴν αἰτίαν λέγει δι’ ἣν ἐν τοῖς οὕτω προφερομένοις λόγοις ἀπατώμεθα καὶ οἰόμεθα συλλογίζεσθαι μὴ | συλλογιζόμενοι, ὅτι, ὡς εἴπομεν, LXXΧ(??) ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν τεθέντων ὅρων, καὶ ὁ συλλογισμὸς δὲ ἀναγκαῖος. οἰόμεθα οὖν ὅτι, εἴ τι ἀναγκαῖόν ἐστιν, ἤδη καὶ συλλογισμός ἐστι. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον, ὡς δέδεικται, καὶ εἴ τι μὲν συλλογισμός, πάντως καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον τοῦτο ἤδη καὶ συλλογισμός. εἰ δὲ τοῦτο οὕτως ἔχει, φησίν. οὐκ ἐὰν τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπηταί τι, εὐθὺς πειρατέον καὶ ὑπὸ συλλογιστικὸν σχῆμα τὸ τοιοῦτον ἀνάγειν· οὐ γὰρ πάντως συλλελόγισται· ἀλλὰ ποιητέον ταῦτα πρότερον ἅπερ αὐτὸς σαφῶς ἐκτίθεται.

    p. 47b6 Ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ὦσιν αἱ προτάσεις.

    Ἐπειδὴ ὡς ἐξ ἀμφοτέρων καθολικῶν προτάσεων ὄντων τῶν συλλογισμῶν ἐποιεῖτο τὸν λόγον, ὁ αὐτός, φησί, λόγος καὶ εἰ μερικαὶ εἶεν αἱ προτάσεις, δῆλον δήπου ὅτι οὐκ ἀμφότεραι ἀλλὰ καθ’ ἑκάτερα, εἴτε ἡ κατα- [*](1 δέδεικται] c. 4 p. 26b21 sq., c. 5 p. 27b36 sq., c. 6 p. 29a6 sq. 2 γὰρ om. Y μερῶν pr. Y 3 δέδεικται] c. 7 p. 29a27 sq. post ὅτι add. καὶ Y 4 τῖς οὖν Y ἐγκειμέναις libri οὔσαις scripsi: οὖσι BYt 6 ἕπεται Β 8 ταῖς om. Β ἐν ταῖς Κατηγ.] c. 3 p. 1b11 memoriter citat 10 τούτῳ prius om. Yt ἐλλείπει BY: ἀλλ’ ἐπεὶ t 11 καὶ BY: αἰτία t 13 κακεῖον Y 16 ante ὅτι add. καὶ Β ὅτι κτλ. om. Y ἀναγκαῖός Β (Cd): ἀναγκαῖόν t Arist. cf. VS. 2] 19 συλλελογίσθαι t συλλογιζόμενοι Bt: συλλελογισμένον ὃν Y 20 ante ἀν. add. ει ΒYt om. Φ. III. 10 ἀνάγκη Y μὲν om. Β 23 τι prius om. Yi 24 οὐχὶ Y 26 ἀναγαγεῖν Β 27 σαφῶς ante αὐτὸς collocal Y: ἀσαφῶς Β 29 post καθολικῶν add. τῶν Β 30 ἐποίει t αἱ om. Y)

    324
    φατικὴ εἴτε ἡ ἀποφατική, εἴτε ἡ μείζων εἴτε ἡ ἐλάττων, ὡς ἐπὶ τοῦ LXXΧ r δευτέρου σχήματος καὶ τοῦ τρίτου· τῇ γὰρ αὐτῇ μεθόδῳ τὸν μέσον εὑρήσομεν.

    p. 47b9 Ἐπεὶ δ’ ἔχομεν ὁποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων, καὶ ἐν τίνι τὸ καθόλου καὶ ἐν ποίῳ τὸ ἐν μέρει, φανερὸν ὡς οὐκ εἰς ἅπαντα τὰ σχήματα βλεπτέον.

    Ῥᾳδίαν τὴν εἰς τὰ σχήματα ἀνάλυσιν ποιήσασθαι βουλόμενος ταῦτα προστίθησιν, ἵνα ἀναγαγεῖν ἐπὶ τὰ σχήματα τοὺς συλλογισμοὺς βουλόμενοι εἰς ὡρισμένα βλέπωμεν. ἐπεὶ οὖν δέδεικται, φησίν, ἕκαστον πρόβλημα ἐν ποίοις σχήμασι περαίνεται, ὅτι τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν τῷ πρώτω τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτω καὶ ἐν δευτέρῳ, τὸ δὲ μερικὸν <καταφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν τρίτῳ, τὸ δὲ μερικὸν〉 ἀποφατικὸν ἐν πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ, ἐπεὶ οὖν δῆλον ἐν ποίῳ σχήματι ἕκαστον τῶν προβλημάτων περαίνεται.‘ ὅταν βουλώμεθα τὸν προτεθένται λόγον εἰς σχῆμα συλλογιστικὸν ἀναγαγεῖν, σκοπητέον ποῖόν ἐστι τῶν προβλημάτων τὸ δι᾿ αὐτοῦ δεικνύμενον, καὶ οὕτως εἰς τὸ οἰκεῖον ἀνακτέον σχῆμα. ἐπεὶ δὲ ἔστιν ἃ διὰ πλειόνων δείκνυται σχημάτων, τῇ τοῦ μέσου θέσει κριτέον τὸ σχῆμα.

    p. 47b13 Πολλάκις μὲν οὗν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται εἴρηται ἐνίοτε δὲ παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως.

    Εἰπὼν πῶς δεῖ τοὺς συλλογισμοὺς ἀναγαγεῖν εἰς τὰ σχήματα, ὅτι πρότερον εἰς τὰς προτάσεις ἐπιβλέποντα, εἶτα εἰς τοὺς ὅρους καὶ ἐκ τῆς τοῦ μέσου σχέσεως τὸ σχῆμα εὑρίσκοντα, οὐ μόνον δὲ ἀλλὰ καὶ ἐκ τοῦ προβλήματος ἐνίοτε εἰ γὰρ ᾖ καθόλου καταφατικόν, καὶ πρὸ τῆς εὑρέσεως τοῦ μέσου πρόδηλον ὡς ἐπὶ τὸ πρῶτον ἀνάγεται σχῆμα, καὶ ἐπὶ τῶν λοιπῶν ὡς εἴπομεν), νῦν διδάξαι ἡμᾶς βούλεται καὶ εἰς ποῖα ἄλλα ἀποβλέπειν <δεῖ> μέλλοντας ἀναλύειν τοὺς συλλογισμούς. πολλὰ γάρ ἐστι δι’ ὧν συμβαίνει ἀπατᾶσθαι ἡμᾶς καὶ νομίζειν συλλογίζεσθαι ἀληθοῦς ὄντος τοῦ συναχθέντος, οὐ μὴν κατὰ συλλογισμὸν συναχθέντος. λέγει οὖν τοὺς τρόπους τῆς ἀπάτης, ἵνα, ὅταν ἐν λόγῳ τινὶ εὕρωμέν τινα τούτων τῶν τρόπων, ἐπιστήσαντες ὡς οὐ συλλογιστικὸς ὁ λόγος μὴ ἐπιχειρῶμεν ἀνάγειν αὐτὸν ἐπὶ τὰ σχήματα [*](1 εἴτε tertium om. Β 1.2 ἡ ἐλάττων—τρίτου post p. 323,31 εἴτε trausposuit Β 3 ποῖον t Arist. 4 καὶ ὲν τίνι κτλ. om. Y 5 ὅτι t 7 ἀναγαγεῖν Bt: οἱ ἀγαγεῖν Y 8 βλέπομεν Yt φησι δέδεικται Y 9 post μὲν del. αγαθ Y1 10 καὶ prius om. t 10 post ἐν utrumque add. τῶ Y ἐν alt. oiu. t δευτέρω Bt: τρίτω Y 11 καταφατικὸν—μερικὸν addidi 12 ante ἐν prius add. καὶ V ante πρ., δευτ., τρ. add. τῶ Y 14 ἀγαγεῖν t 15 προβλημάτων—ρ. 331,14 τοῦ ἐ(λάττονος) exhibet L 16 ἐστιν ἂ B: τινα LY et post πλειόνων t 19 ἐνίοτε κτλ. om. Y 20 παρὰ t Arist.: περὶ compend. BL τῆς om. L θέσεως om. BL 23 εὑρίσκοντα scripsi: εὑρίσκειν BLYt 24 ἦ L: ἧ BYt 25 σχῆμα ἀνάγεται t 26 δεῖ addidi 28 συλλογίσασθαι Bt 30 τούτων τῶν τρόπων scripsi: τοῦτον τὸν τρόπον BLYt 31 ὁ λόγος iterat L)

    325
    ἀλλ’ ἐλέγχωμεν ὡς ἀσυλλόγιστον. ὅτι μὲν οὖν συμβαίνει ἀπατᾶσθαι καὶ LXXXr δοκεῖν συλλογισμὸν εἶναι μὴ ὄντα παρὰ τὸ ἀναγκαῖον, ἔφθημεν εἰπόντες καὶ τὴν αἰτίαν προσθέντες, διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ ἀναγκαῖον ἢ τὸν συλλογισμόν. νυν δὲ καὶ ἄλλο τι διδάσκει, ὅτι γίνεται ἀπάτη παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· πολλάκις γὰρ τῶν ὅρων συλλογιστικῶς κειμένων ἀρκεῖν οἰόμεθα τοῦτο εἰς συλλογισμοῦ γένεσιν. πρότερον γὰρ ἐπὶ τοῦ ἀναγκαίου καὶ τῶν ὅρων μὴ συλλογιστικῶς κειμένων ἐδόκει συλλογισμὸς γίνεσθαι διὰ τὸ ἀναγκαῖον, ὡς ἐφ’ ὧν παρέθετο ὑποδειγμάτων. πολλάκις δὲ οἱ ὅροι συλλογιστικῶς κεῖνται, παραλέλειπται δέ τι τῶν παραπεφυλαγμένων εἰς τὴν τῶν συλλογισμῶν γένεσιν· εἶτα ἀληθοῦς ὄντος τοῦ συμπεράσματος, εἰ οὕτω τύχοι, οἰόμεθα καὶ συλλογιστικῶς αὐτὸ συνῆχθαι διὰ τὸ ὡς εἶπον συλλογιστικῶς κεἱσθαι τοὺς ὅρους. οἷον οἰόμεθα, εἰ τὸ Α ἕπεται τῷ Β, καὶ τὸ Β τῳ Γ, ἤδη καὶ τὸ Α τῷ Γ ἕπεσθαι διὰ τὴν τῶν ὅρων θέσιν. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλείστων γὰρ ἐλέγχεται ψευδὴς ὁ λόγος. λέγω δὲ οὕτως, φησίν· ὁ Ἀριστομένης διανοητός ἐστιν Ἀριστομένης· ἔστι γὰρ τ,ου Ἀριστομένους διάνοια· ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν. ἀεὶ γάρ ἐστιν ἡ τοῦ Ἀριστομένους διάνοια, εἰ καὶ ἄλλοτε ἐν ἄλλῳ· καὶ συνάγεται ψεῦδος ῾ὁ ἄρα Ἀριστομένης ἀεί ἐστι᾿· καίτοι οἱ ὅροι συλλογιστικῶς κεῖνται καὶ αἰ προτάσεις ἀληθεῖς εἰσιν. ἡ μὲν οὖν δόκησις τοῦ εἶναι συλλογισμὸν παρὰ τὴν θέσιν τῶν ὅρων. ἀλλ’ οὐκ ἤρκει τοῦτο μόνον, ἀλλὰ καὶ τὸ δεῖν πάντως καθολικὴν εἶναι πρότασιν· ἐνταῦθα δὲ ἄμφμ μερικαί εἰσιν. ἀπροσδιόριστοι γὰρ. ἐπεὶ οὖν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο ψευδὲς καὶ τὸ συμπέρασμα. ἐὰν γὰρ οὕτως εἴπω ῾ὁ | Ἀριστομένης διανοητός LXXX v ἐστιν Ἀριστομένης, πᾶς διανοητὸς Ἀριστομένης ἀεί ἐστι᾿, ψευδῆ ἔλαβον τὴν καθόλου πρότασιν καίτοι τῆς λεγούσης ῾ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν᾿ ἀληθοῦς οὔσης· οὐ γὰρ ταὐτὸν δύναται ἐν ταῖς προτάσεσι τό τε ἄρθρον καὶ ὁ καθόλου π,ροσδιορισμός. ὅταν μὲν γὰρ εἴπω ῾Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον᾿, τὸ ῾ὁ ἄνθρωπος᾿ τὸ ἑνοειδὲς τοῦ ἀνθρώπου εἶδος σημαίνει, καθ’ ὃ πάντες οἱ κατὰ μέρος ἄνθρωποι λέγονται. ὅταν δὲ εἴπω ῾πᾶς ἄνθρωπος ζῷον᾿, οὐκέτι τὸ εἶδος λαμβάνω τὸ ἑνοειδὲς ἀλλὰ τοὺς καθ᾿ ἕκ,α·στα πάντας οἷς ὑπάρχει τὸ εἶδος. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δῆλον ἐξ ὧν δυνατὸν εἰ‘πεῖν ῾ὁ ἄνθρωπος εἶδός ἐστιν᾿, οὐ μέντοι ῾πᾶς ἄνθρωπος᾿· ἔνθεν καὶ οἱ παραλογισμοὶ ἐκεῖνοι· ὁ κύκνος λευκός, τὸ λευκὸν χρῶμ’ ὁ κύκνος ἄρα χρῶμα. οὐκέτι γὰρ ἀληθὲς εἰπεῖν πᾶν λευκὸν χρῶμα. [*](4 ἄλλο τι LYt: ἄλλον τρόπον Β παρὰ t: περὶ BLV cf. p. 324,20 6 συλλογισμῶν t 7 post ἐδόκει add. γὰρ Y συλλογισμὸν t 8 δὲ BYt: γὰρ L 9 παραλείπεται Bt 10 ἀληθοῦς ὄντος L: ἀληθεύοντος Β: ἀληθῶς ὄντος Yt 11 post εἶπον add. οἴεσθαι Y 12 οἷον om. L οἰόμεθα Y et ante ras. L: om Bt 14 ἐπὶ πλέον Y δὴ (posl λέγω) L 15 ἀριστοτέλης διανοτός pr. Β 17 ἐν ἄλλω ἄλλοτε Y καὶ alt. om. Y ψευδὲς BLt: δὲ Y 24 post t εστιν add. ὁ L ἀριστομένης prius om. Β διανοτὸς L 29 σημαίνω LYt 31 καθέκαστον Β ;;2 οὐ—33 ἄνθρωπος om. LY 33 post ἄνθρωπος addiderim εἶδός εστιν)
    326
    τὸ γὰρ ῾πᾶν᾿ τὰ καθ’ ἕκαστα σημαίνει τὰ τοῦ λευκοῦ μετέχοντα· οὐκ ἔστι LXXX v δὲ ἀληθὲς εἰπεῖν περὶ τούτων ὅτι χρῶμά εἰσιν. ὅταν δὲ τὸ λευκὸν εἴπω, ἐπειδὴ τὸ εἶδος τοῦ λευκοῦ λαμβάνω, ἀληθὲς εἰπεῖν ὅτι χρῶμά ἐστιν. ὥστε ἐπειδὴ ἡ καθόλου πρότασις ψευδής, καὶ τὸ συμπέρασμα ψευδές. ὥσπερ οὗν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· ὅταν μὲν γὰρ εἴπω ῾ὁ διανοητὸς Ἀριστομένης᾿, αὐτὸ τὸ διανοητὸν εἶδος τοῦ Ἀριστομένους δηλῶ· ἐὰν δὲ εἴπω ῾πᾶς διανοητὸς Ἀριστομένης᾿, οὐδὲν ἕτερον λέγω ἢ ῾πάντες οἱ καθ’ ἕκαστα Ἀριστομένεις εἷς συμβέβηκε τὸ διανοητοῖς εἶναι. διὸ οὐκ ἀληθὲς ἐπὶ τούτων εἰπεῖν ὅτι ἀεί εἰσιν· ἔνθεν οὖν καὶ ψευδὲς τὸ συμπέρασμα. ὥστε ὁσάκις ἂν οὕτω κειμένους εὕρωμεν λόγους, οὐδὲ ἀναγαγεῖν πειρασόμεθα, ἀλλ’ ἐλέγξομεν αὐτῶν τὸ ἀσυλλόγιστον ὡς μὴ ἐχόντων καθολικὴν πρότασιν, ἧς ἄνευ συλλογισμὸς οὐκ ἐγίνετο. τὰ δὲ τῆς λέξεως δῆλα.

    p. 47b29 Πάλιν ἔστω τὸ μὲν ἐφ’ ᾧ Γ Μίκκαλος, τὸ δ’ ἐφ’ ᾧ B μουσικὸς Μίκκαλος, ἐφ’ ᾧ δὲ τὸ Α τὸ φθείρεσθαι αὔριον. Ἄλλο ὑπόδειγμα τοῦ αὐτοῦ τίθησιν. ἐν ὑποθέσει δὲ ὁ λόγος· ὑπόκειται γὰρ ὁ μὲν Μίκκαλος μουσικὸς ὢν αὔριον μὲν ἀποβάλλειν τὴν μουσικὴν μὴ φθείρεσθαι δὲ αὐτός. τούτων ὑποκειμένων γίνεται συλλογισμὸς τοιοῦτος. ὁ Μίκκαλος μουσικός ἐστι Μίκκαλος, ὁ μουσικὸς Μίκκαλος φθείρεται αὔριον, καὶ δόξει συνάγεσθαι ῾ὁ ἄρα Μίκκαλος φθείρεται αὔριον᾿, ὅπερ ἐστὶ ψεῦδος· ὑπόκειται γὰρ μὴ φθείρεσθαι. τὸ αὐτὸ οὖν πάλιν αἴτιον <τοῦ> καίτοι τῶν προτάσεων ἀληθῶν οὐσῶν ψευδὲς συναχθῆναι συμπέρασμα, τὸ τὴν καθόλου μήτε ληφθῆναι μήτε ἀληθεύειν, λέγω δὴ τὴν λέγουσαν ῾πᾶς μουσικὸς Μίκκαλος φθείρεται αὔριον᾿. ψεῦδος γὰρ τοῦτο ὑποκειμένου τοῦ μὴ φθείρεσθαι τὸν Μίκκαλον αὔριον· τὸ ῾<ὁ> μουσικὸς Μίκκαλος φθείρεται αὔριον᾿ ἐπ’ αὐτὸ τὸ εἶδος τοῦ μουσικοῦ Μικκάλου φερόμενον ὡς μουσικοῦ ἀληθεύει· τὸ δὲ ῾πᾶς μουσικὸς Μίκκαλος᾿ πάντα φησὶ τὸν καθ’ ἕκαστα ᾧ συμβέβηκε μουσικῷ εἶναι. ψεῦδος οὖν τὸ τοῦτον φθείρεσθαι αὔριον. ὅμοιον γάρ ἐστι τῷ ῾ἡ ἔβενος μέλαινα, τὸ μέλαν χρῶμά ἐστιν. ἡ ἔβενος ἄρα χρῶμά ἐστ᾿· ψευδὴς γὰρ ἡ καθόλου ῾πᾶν μέλαν χρῶμά ἐστιν· οὐδὲ γὰρ ἀληθὲς τὸ πάντα οἷς συμβέβηκε μέλασιν εἶναι, τοῦτα χρώματα εἶναι.

    [*](1 καθέκαστον Β 2 ἐστιν LY 6 αὐτὸ — 7 ἀριστομένης in mrg. Β1: om. L, sed ad προκειμένου notavit ὅταν γὰρ εἴπω ὁ διανοητὸς ἀριστομένης αὐτ(τὸ) τὸ δια . . . . . . εἶδος τοῦ ἀριστομένους δηλῶ in mrg. L1 διανοητὸν scripsi: διανοητικὸν BYt 8 ἕκαστον Β διανοητοῖς scripsi: διανοητὸν pr. Β: διανοητικὸν corr. Β, Yt: διανοητικοῖς L 10 εὕρωμεν οὕτω κειμένους Y οὐδὲ L: οὐδένα BYt 11 πειρασόμεθα—12 ἧς resecta in L ἐλέγχομεν Y: ἐλέγξωμεν t 13 μίκαλος semper t 14 τὸ alt. om. L φθείρεται Β 16 ἀποβαλεῖν Bt 19. 20 ψεῦδος ἐστὶν Β 20 τοῦ addidi 21 συναχθῆναι scripsi: συναναχθῆναι Β: ἀναχθῆναι LYt 22 post μήτε alt. add. δὲ L 24 ὁ addidi cf. vs. 18 p. 325,26. 27 φθείρεσθαι (post μίκ.) Y 25 μικάλλου L 26. 27 οἷς (?)—μουσικοῖς Y 28 τῶ om. Y 30 πᾶν τὰ (sic) LY: πᾶσιν Bt ante οἷς add. ἐν Y μέλασιν] μέλαν ἂν Y)
    327

    p. 47b38 Αὕτη μὲν οὖν ἡ ἀπάτη γίνεται ἐν τῷ παρὰ μικρόν. LXXX v Ἡ ἐν τοῖς εἰρημένοις λόγοις ἀπάτη, δι’ ἧς οἰόμεθα συλλογισμὸν εἶναι μὴ ὄντα, γέγονε διὰ τὸ δοκεῖν, εἰ ὀλίγον τι παροραθῇ, μηδὲν τοῦτο παραβλάψειν· δόξει γὰρ μηδὲν διαφέρειν ἀπροσδιορίστῳ προτάσει ἀντὶ καθολικῆς χρήσασθαι, λέγω δὴ ἀντὶ τοῦ εἰπεῖν πᾶς ἄνθρωπος ζῷον ὅτι ὁ ἄνθρωπος ζῷον. τοῦτο δὲ οὐκ ἔστι τὸ τυχὸν οὐδὲ μικρόν τι τὸ παρεωραμένον· πολλὴ γὰρ ἡ διαφορὰ τούτων, ὡς ἐδείξαμεν.

    p. 47b40 Πολλάκις δὲ διαψεύδεσθαι συμπεσεῖται παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς κτὰ τὴν πρότασιν ὅρους. Ἐπ᾿ ἄλλο μεταβαίνει ἁμάρτημα· πολλάκις γὰρ καὶ συλλογιστικῶς ἔκκεινται οἱ ὅροι κατὰ τὴν θέσιν καὶ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ μείζων πρότασις πρώτη ἢ δευτέρα παρείληπται, παρὰ δὲ τὴν λέξιν ἡ ἁμαρτία γίνεται. πολλάκις γάρ, φησί, τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραλαμβάνομεν, καὶ ἐντεῦθεν ψεῦδος γίνεται. οἷον ὑγίεια νόσῳ οὐδεμιᾷ ὑπάρχει ἐξ ἀνάγκης, νόσος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται κατὰ τὸν Ἀριστοτέλην ὑγίεια οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν, καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. τοῦτο δὲ γέγονε παρὰ τὴν λέξιν· ἐπεί, φησίν, ἐὰν ἀντὶ τῶν ἕξεων τὰ μετέχοντα τῶν ἕξεων λάβωμεν, ψευδὴς ἡ μείζων γίνεται πρότασις, <οῐον> ἐὰν οὕτως εἴπω· τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι | ἐνδέχεται ὑπάρχειν, τουτέστιν ἐξ ἀνάγκης LXXXI οὐχ ὑπάρχει τοῦτο δέ ἐστι ψεῦδος), τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει· ὥστε ψευδοῦς οὔσης τῆς μείζονος ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· συνάγεται γὰρ τὸ ὑγιαῖνον οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τὸ αὐτό, φησί, καὶ ἐπὶ τοῦ δευτέρου σχήματος. λέγω γὰρ οὕτως· ὑγίεια οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, παντὶ δὲ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ ὑπάρχειν παντί. πάλιν δὲ εἰ ἀντὶ τῶν ἕξεων μεταλάβοις τὰ μετειληφότα, ψευδοῦς οὔσης τῆς ἀποφατικῆς ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· τὸ γὰρ ὑγιαῖνον οὐκ ἀληθὲς εἰπεῖν [ἢ] οὐδενὶ νοσοῦντι ἐξ ἀνάγκης· ἐνδέχεται <γὰρ> ὑπάρχειν ἢ] παντί. ὥστε τὸ ψευδὲς συμπέρασμα διὰ ταύτης συνέβη. ἡ δὲ ἀπάτη γίνεται τοῦ εἷναι συλλογισμὸν διὰ τὸ τὰς ἕξεις ἐν τοῖς ὅροις θεῖναι ἀντὶ τῶν μετειληφότων. [*](1 ἐν τῷ] τὸ L 2. 3 συλλογισμοὺς—ὄντας Bt 3 πᾶρωράθη L: παροραθῆναι Y 3. 1 παραβλάψει Β: παραβλάπτειν t 4 δόξη t 5 ὅτι om. Y ὁ om. Β 7 post γὰρ add. ἐστιν Y ἐδείξαμεν] p. 325,26 sq. 9 ἐκτίθεσθαι κτλ. om. Y κατὰ] παρὰ L 12 πρώτη ἢ δευτέρα scripsi: μία ἢ δύο libri 14 οἷον ἡ ὑγεία Y οὐδεμιᾶ οὐδεμία t) νόσω Rt 15 ante νόσος add. ἡ Y 16 ὑγεία ΒY 17 post παντὶ add. ἀνθρώπω Β οὐχ ὑπάρχειν ΒY 18 περὶ t. ἐπειδὴ Y 19 οἷον addidi 20 ὑπάρχειν ἐνδέχεται Y 21 νοσεῖν Y ὑπάρχειν (post ἀνθρ.) t 24 ὑγεία Y 27 δὲ om LY 28 καταφατικῆς LY 29 ἢ utrumque dclevi γὰρ addidi)

    328
    ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ δευτέρῳ σχήματι τῶν ἕξεων ἐν τοῖς ὅροις LXXXI r κειμένων κατὰ Áristot;elhn συνήγετο τὸ ψεῦδος· αὐτῷ γὰρ δοκεῖ τῇ μείζονι ἀναγκαίᾳ οὔσῆ ἕπεσθαι τὸ συμπέρασμα, τῶν περὶ Θεόφραστον οὐχ οὕτως οἰομένων ἀλλὰ τῇ ἐνδεχομένῃ, ὡς εἴρηται. ἐν μέντοι τῷ τρίτῳ σχήματι κατὰ τὰ πᾶσι δοκοῦντα παρὰ τὴν εἰρημένην αἰτίαν τὸ ψεῦδος συνάγεται, λέγω δὴ τὸ τὰς ἕξεις εἶναι ἐν τοῖς ὅροις. πᾶσι γὰρ δοκεῖ καὶ ἔστιν ἀναγκαῖον τῶν δύο προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον εἶναι καὶ τὸ συμπέρασμα καὶ ἀναγκαίων ἀναγκαῖον καὶ ὑπαρχουσῶν ὑπάρχον εἶναι καὶ τὸ συμπέρασμα· ἀνάγκη γὰρ πάντῃ τε καὶ πάντως μιᾷ τῶν προτάσεως ἀκολουθεῖν· οὐ γὰρ ἔξωθεν δεῖ αὐτὸ εἶναι καὶ ἕτερον παντελῶς τῶν προτάσεων μηδεμίαν πρὸς αὐτὰς κοινωνίαν ἔχον. τούτου οὖν ὄντος ἀληθοῦς ὅρα πῶς ἐν τῷ τρίτῳ σχήματι τῶν μὲν ἕξεων ἐν τοῖς ὅροις κει- μένων καὶ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν συμπέρασμα οὐκ ἐνδεχόμενον ἀλλ᾿ ἀναγκαῖον συνάγεται, εἰ μέντοι ἀντὶ τῶν ἕξεων ματαληφθῇ τὰ μετέχοντα, καὶ τὸ συμπέρασμα γίνεται ἐνδεχόμενον, ὡς δῆλον εἶναι τῆς ἀπάτης τὸ αἴτιον ὅτι παρὰ τὴν λέξιν γέγονε, λέγω δὴ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετεχόντων ἐν τοῖς ὅροις κεῖσθαι. λέγω γὰρ οὕτως· ὑγίειαν παντὶ ἀνθρώπῳ ἐνδέχεται μὴ ὑπάρχειν, νόσον παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσι συνάγεται ὅτι ὑγίειαν οὐδεμιᾷ νόσῳ ἐνδέχεται ὑπάρχειν. τοῦτο δέ ἐστι ψεῦδος· ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει. τὰ μὲν οὗν ἐν τούτοις λεγόμενα ταῦτά ἐστιν.

    Ἀπορήσειε δ’ ἄν τις μήποτε καὶ τῶν κατὰ τὰς ἕξεις μετειλημμένων καὶ οὕτω γίνεταί τις ἀπάτη· ὅταν γὰρ εἴπω ῾τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ὑπάρχει ἐνδεχομένως᾿, πῶς λαμβάνω τὸ νοσοῦν; εἰ γὰρ τὸ συγκείμενον ἐκ τοῦ νοσοῦντος καὶ τῆς νόσου, οὐκ ἀληθὴς ὁ λόγος· οὐδέποτε γὰρ τῷ νοσοῦντι ὡς νοσοῦντι ὑπάρξει τὸ ὑγιαῖνον· ἀσυνύπαρκτα γὰρ τὰ ἐναντία. οὐκ ἄρα ὡς νοσοῦντι ἀλλ ὡς ζῴῳ ἢ ὅ τι ἄν εἴη τὸ δεκτικὸν νόσου καὶ ὑγιείας. πάλιν ὅταν εἴπω τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, πότερον ᾗ σύνθετόν ἐστι τὸ νοσοῦν λέγω αὐτὸ ὑπάρχειν τῷ ἀνθρώπῳ ἢ καθὸ ἁπλοῦν, λέγω δὴ ᾗ νοσεῖ; πρόδηλον ὅτι ᾗ νοσεῖ· τὸ γὰρ νοσοῦν τῶν καθ’ ἕκαστά ἐστιν, οὐδὲν δὲ τῶν καθ’ ἕκαστα ὑπάρχειν τινὶ δύναται. δῆλον δὲ ἔσται, εἰ καθ᾿ ἕκαστα ληφθῶσιν. οἷον ὁ Μίκκαλος διανοητός ἐστι Μίκκαλος· δῆλον γὰρ ὅτι τὸν διανοητὸν Μίκκαλον, ᾗ διανοητός ἐστι, κατηγορῶ τοῦ ὑποκειμένου, οὐχ ᾗ διανοητός ἐστι Μίκκαλος· αὐτὸς γὰρ ἑαυτοῦ κατηγοροῖτο ἄν. ὁμοίως ἐὰν [*](1 τῷ alt. om. Y 2 αὐτὸ t 3 post τῶν add. δὲ Y 4 εἴρηται] p. 123,12 sq. 5 διὰ τὴν Y 6 τὸ LY: τῶ Bt 9 καὶ τὸ συμπέρασμα om. Y ἀνάγκηἀληθοῦς 12 resecta in L 10 ἀκολουθεῖν Y: ἀκολουθῆσαι Β: ἀκολουθήσει t 11 ταύτας Β 12 τῷ om. LY 16 περὶ LYt ἕξιν Β τῷ (ante τἀς) Bt 17 ὑγείαν Y 18 μὴ om. Β 19 καὶ ὅσον—20 ὑπάρχειν om. L ὑγίειαν t: ὑγείαν Β: ὑγεία Y 22 ἀπορήσει L 26 ἀσυνάπαρκτα Yt post νοσοῦντι add. ὑπάρξει Bt 27 ὅταν Y ὑγείας Y 29 ὑπάρχει Y καθὸ e καθόλου corr. Β 30 τῶν prius] τὸν L ante ἐστιν add. τί Bt δὲ BLt: γὰρ Y)

    329
    εἴπω ῾ὁ Σωκράτης νοσῶν ἐστι Σωκράτης᾿, οὐχ ᾗ νοσῶν ἐστι Σωκράτης LXXXI r ὁ κατηγορούμενος ὅρος ὅλος ὡς ὅλος κατηγορεῖται Σωκράτους, ἀλλ’ ᾗ νοσεῖ. ταὐτὸν γάρ ἐστι τῷ εἰπεῖν ῾ὁ Σωκράτης νοσεῖ᾿ ἢ ῾νοσῶν ἐστιν᾿. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ὁ μέσος κατ’ ἄλλο μὲν ἑαυτοῦ μόριον ὑπό. κειται τῷ μείζονι, κατ’ ἄλλο δὲ κατηγορεῖται τοῦ ἐλάττονος. ὅταν γὰρ εἴπω τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ἐνδέχεται ὑπάρχειν᾿, οὐχ ᾗ νοσεῖ τοῦτό φημι οὕτω γὰρ ἄν ἐξ ἀνάγκης οὐχ ὑπῆρχεν· οὐδέποτε γὰρ τὸ νοσοῦν ᾗ νοσεῖ ὑγιαίνει), ἀλλ’ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ἄλλο τι ζῷον· ὅταν δὲ λέγω πάλιν ῾τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, δῆλον ὅτι ᾗ νοσεῖ, οὐχ ᾗ ἕτερόν τί ἐστι τῇ νόσῳ ὑποκείμενον. ὥστε ὁ μέσος οὐχ ὁ αὐτὸς εἴληπται. εἰ δὲ μὴ μόνον ὁ μέσος εἰς τὸ σύνθετον λαμβάνοιτο ἀλλὰ καὶ ὁ μείζων, ἔτι πλεῖον ἐπιτείνεται ἡ ἀπορία. ἔοικεν οὖν, κἂν ἐκ τῶν ἕξεων τὰ μετέχοντα μεταληφθῇ, καὶ τοῦτο ἀπάτης αἴτιον γίνεσθαι, εἴγε ἄλλους ἐξ ἄλλων ὅρους μεταλαμβάνειν ἀνάγκη καὶ μὴ ὁ αὐτὸς φυλάττεται μέσος, ὥστε οὐδὲ συμπλοκὴ γίνεται.

    Πρὸς ταῦτα ἀπολογούμενος ὁ φιλόσοφος ἔλεγεν, ὡς δεδειγμένον εἴη ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὅτι αἱ μετοχαὶ ἰσοδυναμοῦσι τοῖς ῥήμασι· τὸ γὰρ εἰπεῖν ῾Σωκράτης περιτατεῖ᾿ ἴσον ἐστὶ τῷ εἰπεῖν ῾Σωκράτης περιπατῶν ἐστι, καὶ ἐπὶ πάντων τὸ αὐτό. εἰ οὖν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι, κἀν λαμβάνω ἐν τῷ μέσῳ τὸ νοσοῦν μετοχὴν ὄν, ἰσοδυναμήσει τοῦτο τῷ νοσεῖν ῥήματι. ὥστε ἐὰν ἀντιμεταληφθῇ ἀντὶ μετοχῆς τὸ ῥῆμα, οὐδὲν ἀδύνατον συμβαίνει διὰ τὸ ἰσοδυναμεῖν ταῦτα ἀλλήλοις, ὡς εἴρηται. ὅταν οὖν εἴπω τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι᾿, ἐὰν ἀντιμεταλάβω τὸ νοσοῦν εἰς τὸ νοσεῖν καὶ εἴπω ῾τὸ νοσεῖν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, οὐχ ἕτερον ἀνθ’ ἑτέρου ἔλαβον, εἴγε ἰσοδουναμεῖ ἡ μετοχὴ τῷ ῥήματι. πρὸς δὲ τοῦτο ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐ παντὶ ῥήματι ἰσοδυναμεῖ ἡ μετοχὴ ἀλλὰ μόνοις τοῖς ὁριστικοῖς, ἐξ ὧν καὶ τὴν γένεσιν ἔχει, ἥκιστα δὲ τοῖς ἀπαρεμφάτοις, εἴγε τὰ μὲν ἄλλα ῥήματα σημαντικά ἐστιν ἐνεργείας ἢ πάθους μετὰ τοῦ ἐνεργοῦντος ἢ πάσχοντος, ὡς τὸ γράφω, τὸ περιπατῶ, τὰ αὐτὰ δὲ ταῦτα καὶ αἱ μετοχαὶ σημαίνουσι, τὰ μέντοι ἀπαρέμφατα μόνης ἐστὶ τῆς ἐνεργείας ἢ τοῦ πάθους σημαντικά, οὐ μὴν τοῦ μετειληφότος τούτων. | ὥστε οὐδὲ LXXXI v ἰσοδυναμοῦσι ταῖς μετοχαῖς· οὐ γὰρ ταὐτὸν δύναται τὸ τύπτειν τῷ ῾τύπτων ἐστίν. ὥστε οὐ δυνατὸν ἀντὶ τῶν μετοχῶν παραλαμβάνειν τὰ ἀπαρέμφατα, εἰ μὴ ἄρα ὅτε δυνατὸν αὐτοῖς τὸ ῾δεῖ᾿ ῥῆμα συνάπτειν, οἷον Σωκράτην περι- [*](1 οὐχ—σωκράτης om. Β νοσῶν ἐστι σωκράτης (post ᾗ) bis L 2 ὅλως ὡς ὅλως L 3 τὸ LV 4 αὐτοῦ Lt 5 τῆ μείζονι L 6 ὑγιαίνειν L 9 πάλιν λέγω Y 10 post νόσῳ add. τὸ Y 12 πλείων ἀποτείνεται Yt καὶ ἐκ L 13 εἴτε Β 11 ὅρους om. Β 16 ὁ om. L 17 ἐν τῷ Περὶ ἑρμ.] c. 12 p. 21b9 18 περιπατεῖ—σωκράτης om. L 20 λάβω Y μετοχὴ L τούτω e τοῦτο corr. L1 21 ἐὰν ἀντιμεταληφθῆ scripsi cf. vs. 23: ἐάν μεταληφθῆ Y: εἰ ἀντιμεταληφθῆ BLt 23 ὑγιαῖνον t: ὑγιαῖον Β: ὑγιαίνειν LV εἰ Y 24 ἐνδέχεται ὑπάρχειν Β: ὑπάρχει LYt 27 γένεσιν t: γέννησιν Β: γενικὴν LY ἡνίκα 1 29 τὸ alt. om Bt 31 τοῦ prius om. Y 33 οὐδὲ Y ἀπαρέμφατα in mrg. Y2: ἀμφότερα del. Y1 34 αὐτοὺς Y σωκράτην Y: σωκράτης Lt: compend. B)

    330
    πατεῖν δεῖ, Σωκράτην περιπατοῦντα δεῖ εἶναι· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ LXXXI v λεγόμενον ἡ ῾Σωκράτει λείπει τὸ περιπατεῖν᾿ καὶ Σωκράτει λείπει τὸ εἶναι αὐτὸν περιπατοῦντα᾿· ἐπὶ οὐδεμιᾶς δὲ ἄλλης συντάξεως διὰ τὴν εἰρημένην αἰτίαν. ἔλεγε δὲ εἰς τὸ προκείμενον κἀκεῖνο, ὅτι ὅταν εἴπω ὅτι τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρξαι ἐνδέχεται ἢ ἐνδεχομένως οὐχ ὑπάρχει, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ὁτιοῦν ἄλλο, ταύτῃ φημὶ αὐτῷ ἐνδέχεσθαι τὴν ὑγίειαν ὑπάρξαι ἢ μὴ ὑπάρξαι, ἀλλ’ ᾗ νοσεῖ· καθὸ γὰρ νοσεῖ, ταύτῃ ἐνδέχεται αὐτῷ ὑγιαίνειν καὶ ταύτῃ ἐνδεχομένως οὐχ ὑπάρχει αὐτῷ ἡ ὑγίεια. εἰ γὰρ μὴ ᾗ νοσεῖ ἀλλ’ ᾗ ἄνθρωπος τυχόν ἐστιν ἢ ἄλλο ὁτιοῦν τῶν τῆς νόσου δεκτικῶν, οὐκέτι ἄν ἀληθὲς ἦν τὸ λέγειν ἐνδέχεσθαι αὐτὸ ὑγιασθῆναι ἢ μὴ ὑγιασθῆναι, ἀλλ’ ὑπαρχόντως ὑγιαῖνον ἦν, καὶ τότε ἄν τὸ ἐναντίον, τὴν νόσον, ἐνδέχεσθαι αὐτῷ ὑπάρχειν ἡ μὴ ὑπάρχειν ἐλέγομεν. ᾧ γὰρ ἑκάτερον τῶν ἀντικειμένων ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, εἰ θάτερον κατ’ ἐνέργειαν ὑπάρχοι, ᾗ τοῦτο ὑπάρχει, ταύτῃ καὶ τὸ λοιπὸν ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἐφ’ ὧν ἄμεσος ἡ ἐναντιότης. ἐν δὲ τοῖς ἐμμέσοις τῶν ἐναντίων, εἰ ἐν τῷ μεταξὺ εἴη πρὸς ἑκάτερον τῶν ἄκρων, ὁμοίως ἔχει καὶ τοῦτο πάλιν, ᾗ τοῦ μεταξὺ μετέχει· οἷον τῷ φαιῷ ἐνδέχεται τὸ λευκὸν ὑπάρχειν, ἐνδέχεται δὲ καὶ τὸ μέλαν, καὶ δῆλον ὅτι οὐχ ᾗ ἱμάτιόν ἐστι τὸ φαιόν· εἰ γὰρ ᾗ ἱμάτιόν ἐστι, ταύτῃ καὶ ὑπάρχειν ἤδη τὸ λευκὸν ἢ τὸ μέλαν ἐδύνατο, οὐ μὴν ἐνδέχεσθαι ὑπάρχειν, ᾗ μέντοι τοῦ φαιοῦ μετέχει, ἐπεὶ τῶν ἄκρων οὐ μετέχει μὲν δύναται δὲ μετέχειν, ταύτῃ λέγεται ἐνδέχεσθαι αὐτῷ ὑπάρξαι τὸ λευκὸν ἢ τὸ μέλαν ἢ μὴ ἐνδέχεσθαι. εἰ γὰρ μὴ καθὸ τοῦ φαιοῦ μετέχει, ὑποκείσθω μὴ ὂν φαιόν, καὶ οὐκέτι ἀληθὲς εἰπεῖν ἐνδέχεσθαι αὐτὸ λευκὸν εἶναι ἢ μέλαν· ἀνάγκη γὰρ πάντως τὸ πεφυκὸς τῶν ἐναντίων μετέχειν 〈μετέχειν〉 θατέρου κατ’ ἐνέργειαν ἢ τῶν μεταξύ τινος εἰ ἔμμεσα εἴη, ὥστε ὑπαρχόντως ἢ μέλαν ἦν ἢ λευκόν. ὥστε καὶ ὅταν λέγῃ ὁ Ἀριστοτέλης τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρχειν, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν, ἀλλ’ ᾗ νοσοῦν ἦν, ἐνδέχεσθαι αὐτῷ φαμεν ὑπάρξαι τὸ ὑγιαίνειν ἢ ἐνδεχομένως μὴ ὑπάρχειν. ὥστε ἐπεὶ τὸ νοσοῦν ᾗ νοσεῖ εἴληπται, ἐὰν ἀντὶ τοῦ νοσοῦντος μεταλάβω τὸ νοσεῖν, οὐχ ἕτερόν τι λαμβάνω· κατὰ γὰρ τὸ νοσεῖν ὑπέκειτο τῶ μείζονι. κατ᾿ αὐτὸ οὖν τοῦτο καὶ τοῦ ἐλάττονος κατηγορηθήσεται. ὥστε εἰ καὶ σύνθετον τὸν ὑποκείμενον ἐν τῇ μείζονι ἔλαβον, ἐπειδὴ κατὰ τὸ ἁπλοῦν τὸ νοσοῦν ἐχαρακτηρίζετο καὶ ταύτῃ αὐτοῦ [*](1 σωκράτην Y: σωκράτη Lt: compend. Β οὐδὲ Y 4 δὲ] δεῖ L ὅτι ΒLt: ὡς Y 6 αὐτὸ Y ὑγείαν LY 8 ὑγεία Y 9. 10 τὸ—δεκτικὸν BLt 12 αὐτῶ ἐνδέχεσθαι B ᾧ γὰρ scripsi: ὦ γε BLt: ὥστε Y 13 εἰ θάτερον—15 μὴ ὑπάρχειν bis L 14 ὑπάρχοι, ᾗ τοῦτο om. Y ἢ BLt post ὑπάρχει add. τούτω Y 17 ἢ L: εἰ Bt 18 δὲ om. Y 20 ἠδύνατο Y ἐνδέχεται Y 21 μὲν om. Y 24 αὐτῶ L πάντα t 25 μετέχειν alt. addidi 26 λέγει t 27 ὑγιαῖνον pr. Y ὑπάρχει Y 28 νοσοῦν ἦν Bt: νοσεῖν LY 29 ἐνδεχομένως scripsi cf. vs. 5: ἐνδεχόμενον BLYt ὑπάρχει LY, post ipiod delevit ὥστε ἐπεὶ τὸ νοσοῦν ἀλλ’ ἢ νοσοῦν νοσεῖν corr. L1) ἐνδέχεσθαι αὐτῶ φαμὲν ὑπάρξαι τὸ ὑγιαίνειν ἢ ἐνδεχόμενον μὴ ὑπάρχει L ἐπὶ Β 31 νοσοῦν Y τῆ LY 32 καὶ εἰ Y τὸ Y 32. 33 ὑποκείμενον ἔλαβον ἐν τῶ μείζονι Y 33 νοσοῦν pr. Y: νοσεῖν BLt, corr. Y)
    331
    ὁ μείζων κατηγορεῖτο, εὔλογον κτὰ τοῦτο αὐτὸν τοῦ ἐλάττονος κατηγορεῖσθαι. LXXX (??) ὥστε κἄντε οὕτως εἴπω ὅτι τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει, οὐ κατὰ τὸ σύνθετον κατηγορῶ αὐτὸν τοῦ ἐλάττονος ἀλλὰ κατὰ τὸ νοσεῖν, καθ’ ὃ καὶ ὑπέκειτο τῷ μείζονι, κἄντε αὐτὸ τὸ ἁπλοῦν μεταλάβω, οὐχ ἕτερόν τινα λαμβάνω ὅρον ἀλλὰ τὸν αὐτόν. μήποτε δὲ οὐκ ἀληθές ἐστι τὸ λέγε..ν ὅτι, ὅταν εἴπω τὸ ὑγιαίνειν ἐνδέχεσθαι τῷ νοσοῦντι ὑπάρξαι ἢ μὴ ὑπάρξαι, καθὸ νοσεῖ κατηγορῶ αὐτοῦ τὸ ὑγιαίνειν· ὥσπερ γὰρ δέδεικται, οὐχ ᾗ ἄνθρωπος ἁπλῶς ἐστι κατηγορεῖτο, ἀλλ’ οὐδὲ ᾗ νοσεῖ ἁπλῶς, οὐδὲ τοῦ συνθέτου κατὰ τὸ νοσεῖν, ἀλλὰ τοῦ συνθέτου ὡς συνθέτου. τὸ γὰρ νοσοῦν ᾗ νοσοῦν ἐστι τὸ ὅλον τοῦτο πέφυκέ ποτε ὑγιαίνειν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ ὅτι ἐνδέχεται μετὰ τὸ τὴν νόσον ἀποβαλεῖν ὑγίειαν δέξασθαι. εἰ γὰρ μὴ κατὰ ἄμφω, δῆλον ὅτι κατὰ τὸ ἁπλοῦν· ἀλλὰ ἀδύνατον τὸ νοσεῖν ὑγίειαν δέξασθαι. ὥστε εἰ τοῦ συνθέτου ὡς συνθέτου κατηγορεῖται, αὐτὸν δεῖ κατὰ τοῦτο καὶ τοῦ ἐλάττονος ὅρου κατηγορεῖσθαι· τοῦτο δὲ ἀδύνατον. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἐπισκεψόμεθα δὲ περὶ τούτου καὶ αὖθις.

    p. 48a13 Τούτου δὲ μὴ ληφθέντος οὐ γίνεται συλλογισμός, εἰ μὴ τοῦ ἐνδέχεσθαι.

    Αμφοτέρων γὰρ τῶν προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα καὶ ἀληθὲς καὶ οὐκ ἀναγκαῖον καὶ ψευδὲς ὥσπερ πρότερον.

    p. 48a18 Ἐν δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος.

    Εὰν τὰς ἕξεις λαβὼν συμπλέξω ἐν τρίτῳ σχήματι τὸν συλλογισμόν, συνάγεται ψευδὲς συμπέρασμα, οὐ † καθόλου αὐτὸ ἀλλὰ κατὰ τὸ ἐνδεχόμενον· οἷον ὑγίειαν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, νόσος παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσιν ὑγίειαν ἐνδέχεται μηδεμιᾷ νόσῳ ὑπάρχειν· ἀλλ’ οὐκ ἐνδέχεται, ἀλλ’ ἀνάγκη μὴ ὑπάρχειν. κατὰ τὸ ἐνδεχόμενον οὗν τὸ δεῦδος.

    [*](1 κατὰ om. Y 3 νοσοῦν pr. Y 4 καὶ om. V 6 ὑγιαῖνον corr. Y2 8 ἀλλ’ scripsi: ἀλλ’ ὅτι Y: δηλονότι BLt 9 κατὰ τὸ νοσεῖν] κατηγορήσειν Y ὡς σύνθετον, post muocI dclevit ἀλλὰ τοῦ συνθέτου ὡς σύνθετον L 10 οὐδὲν B2L: οὐδὲ B1Yt 11 ὑγείαν LV ante δέξασθαι del. δὲ 1. μὴ om. Y 12 ante ἄμφω add. τὰ Y post ὅτι add. καὶ Y δυνατὸν LV νοσοῦν pr. Y ὑγείαν Y 13 εἰ] ἡ L 13. 14 κατὰ τοῦτο καὶ scripsi: καὶ Β: καὶ LYt 14 τοῦ ἐ(λάττονος)] hue usque L 15 post τοσοῦτον add. καὶ Y ἐπισκεψώμεθα Y δὲ Β: om. Yt 19 post γίν. add. καὶ Y καὶ tert. om. Bt ὡς t 24 <καθὸ> καθόλου αὐτὸ] conicio 25 ὑγείαν μὲν ἐνδέχεσθαι Y νόσος Bt; νόσω δὲ Y: νόσον scripserira 26 ἐνδέχεσθαι atrobique Y ὑγείαν BY 26. 27 μηδεμιᾷ om. Β 27 ἀλλ’ prius Y: ἀλλ’ 7, Β: ἀλλὰ ἦ t 28 τὸ alt om. Bl)
    332

    p. 48a21 Τοῦτο δὲ ἀνομολογούμενον τοῖς προειρημένοις. Τὸ τὴν ὑγίειαν ἀδύνατον ὑπάρξαι τῇ νόσῳ ἀληθὲς μὲν ἐναντίον δὲ τοῖς ἤδη διατεταγμένοις· εἴρηται | γὰρ ὅτι, εἰ ἄμφω ἐνδεχόμεναι ὧσι, LXXXII1 πάντως ἐνδεχόμενον τὸ συμπέρασμα, ὥσπερ καὶ εἰ ἀναγκαῖαι, ἀναγκαῖον. νῦν οὖν ἐνδεχομένων οὐσῶν ἀμφοτέρων ἀναγκαῖον συνῆκται ἡ ἀδύνατον· τοῦτο δὲ συνέβη διὰ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραληφθῆναι.

    p. 48a29 Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα.

    Ἐπ᾿ ἄλλο τι μεταβαίνει, ὃ καὶ αὐτὸ δεῖ παρατηρεῖν ἐν τῷ ἀνάγειν τοὺς συλλογισμοὺς ἐπὶ τὰ σχήματα. τῶν γὰρ πραγμάτων τὰ μὲν ὀνόματι δηλοῦται, ὡς ἄνθρωπος, ἵππος, περιπατῶ, γράφω καὶ τὰ ἄλλα πάντα ὅσα διὰ μιᾶς λέξεως σημαίνεται, τὰ δὲ οὐ δι᾿ ὀνόματος σημαίνεται ἀλλὰ διὰ λόγου· τινὰς γὰρ τῶν φυσικῶν ἰδιοτήτων ἢ οὐκ ἐδυνήθησαν ἢ οὐκ ἐσπούδασαν οἱ ὀνοματοθετήσαντες δι’ ὀνόματος σημᾶναι, ἀλλὰ λόγῳ τὴν τούτων ἐρμηνεύομεν φύσιν. οὐ δεῖ οὖν, φησί, νομίζειν ὅτι πάντῃ τε καὶ πάντως ὀνόματι δεῖ τοὺς τρεῖς ὅρους τοῦ συλλογισμοῦ σημαίνεσθαι· ἔστι γὰρ ὅτε ὀνόματος μὴ εὐποροῦντες λόγῳ σημαίνομεν τινὰ ἢ τινὰς τῶν ὅρων, οἷον εἰ βουληθείημεν δεῖξαι ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πρῶτον μὲν οὗν αὐτὸ τοῦτο τὸ κατηγορούμενον ὅρα, πῶς οὐχ ἓν ὄνομά ἐστιν ἀλλὰ λόγος. ζητοῦντες δὲ τὸν μέσον, δι’ οὗ δεῖ συμπερᾶναι τὸ πρόβλημα, ἐνταῦθα μὲν εὐποροῦμεν ὀνόματι αὐτὸν ἐκθέσθαι λέγοντες οὕτως· τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνόν ἐστι, παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, τοῦ ἰσοσκελοῦς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν δὲ τὴν μείζονα θελήσωμεν κατασκευάσαι πρότασιν, πόθεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, οὐκέτι δυνάμεθα ὀνόματι τὸν μέσον ἐκθέσθαι δι’ οὗ συνάγεται τὸ συμπέρασμα, ἀλλὰ δεῖ λόγῳ αὐτὸν ἑρμηνεύειν, οἷον ὅτι παντὸς τριγώνου αἰ τρεῖς γωνίαι δύο ταῖς ἐφεξῆς ἴσαι εἰσίν, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν οὖν, φησί, πειρῶμαι πάντῃ τε καὶ πάντως ὀνόματι ἐκτίθεσθαι τοὺς [*](2 ὑγείαν BY 3 εἴρηται] c. 20 p. 39a3 sq. ἐνδεχόμενα Y 4 εἰ om. Yt ἀναγκαῖαι Bt: ἀναγκαίων Y 6 ἀντὶ] ἅπαντας t 7 δὲ om. Yt ζητεῖν ἀεὶ τοὺς ὅρους Y 8 ὅροι Y ὄνομα Β Arist.: ὀνόματα Yt 13 ἠδυνήθησαν Y 14 οἱ] ἢ t ὀνοματοθετηθέντες Β 15 παντὶ τε Y 19 εἰσί om. S αὐτὸ τοῦτο iterat Β: αὐτὸ t ὁρᾶς S 20 οὐχ ἑνὸς t: οὐκ Y τὸ Β 21 post μὲν add. οὑν Y 22 λέγοντες BSt: λέγομεν δὲ Y 23 εἰσί om. S τοῦ ἰσοσκελοῦς — 24 εἰσίν om. Y 24 ἐὰν—26 εἰσίν om. S 25 παντὸς Y: παντὶ Bt τριγώνω Β 26 δύναμαι S τὸν μέσον ὀνόματι Y 28 δυσὶ ταῖς Β δύο δὲ αἱ Y et om. αἱ S: πᾶσαι αἱ δυσὶ δύο t) ταῖς Bt post ἐφεξῆς alt. add. ἵσαι οὖσαι Bt 29 δυσὶν BS: δύο Yt 30 πειρῶμεν παντί Y)

    333
    :;:;:; ὄρουσ’’ ἀ-πάτη,ς ᾑμῖν τὸ τοιοῦτον ἴτιον γίνεται. οἰησόμεθα γὰρ ὅτι ἐνδει- Lxxxjjr χεταιτω-ν ὰιμεσωνε-ἶναι τὸν συλλογισμόν, ὅπερ δέὸεικτι ἐν τοῖς Ἀπο- δει- αὐυντον· πασα γὰρ ἀπόδειξις διά τινος μέσου ὅρου γίνεται. ὅτι γὰρ το,υ τρἱγωνοὸ αἰ τρε-ις γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν, ἀποδεικτὸν μέν ἐστιν ὡς αυτῃ η περι αυτου δεικνυσιν ἀπόδειξις· ἐὰν οὖν τις οἴοιτο ὅτι δεῖ πάν̓τωι ὀνόματί ἐκκεῖσθαι τ̀οὺς ὅρους, μὴ εὑρίσκων ὀνόματι σημἄναι τὸν μεισον̓ ορον-̓ δι ὸυ η αποὸειξιͅς αὐτοῦ γίνεται, οἰήσεται ἀμέσως ὑπάρχειν τῷ ὑπο- κ·ι-μς-νῳ τὸν ·κατŕγορὸυμ--̓̀,νον καὶ ἀμέσου ὄντος τοῦ προβλήματος ἀ πόδειξιν α,ὐιου ειναι, -οπερ εστιν ἀδύνατον. ὥστε, φησίν, οὐ π́ντως οἰ έον ὡς δεῖ ὀνόματί ἐκκεῖσθαι τοὺς ὅρους, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ λόγου αὐτοὺς σηααιινεtν διο’ φ̀ησὶ τους τοιούτους συλλογισμοὺς χαλεπὸν ἀνάγειν ὑπὸ τὰ σχ͂ήuατα: ἐπ‘ειͅοη γὰρ οὐ κεῖτι ἐν τῇ συνηθείᾳ τῷ μέσῳ ὄνομα, οὐ πντὸς δει·ἐστι̣ν εὔρις λόγον έρ̀μην̀-αυ-ικ̀ὸν τῆς φύσεως τῶν πραγμάτων, δυσχερὴς ἡ ἀνά- ἀνάλυσίς γίνεταί. τα μὲν οὖν λεγόμενα ἐν τούτοις ταῦτά ἐστ--. ’ τὰ δὲ ™ λέξεως λοιπ̔̀ιὸν δῆλα· τὸ δ-ὲ ὡς τόδε τι ἀντὶ ιοῦ ἴως ὄνομα’, οἰον ἄνθρωπος́ ιππο, βαοιζει, φιλοσοφει.

    p.48a40 To δὲ ὑπάρχειν τὸ πρῶτον τῷ μέσῳ καὶ ιοῦτο x5 ακρῳ οὐ δεῖ λαμβάνειν ὡς ἀεὶ ·κατηγορηθησομένων ἀλλήλων.́

    ‘́Eτἓρ-ον πά,λιν, θ-εώρημα παραδίδωσιν. οὐ δεῖ, φησί, νομίζειν ὅτι πά-ντως οει -κατ ε,ͅυθειαν‘ π,ιτῶσιν τοὺς ὅρους ἐκτίθεσθαι. οἷον ζ̔́ῳον’ τὸ, ζ,ῳο-ν ουσια, ο ανθρωπος ἄρα οὐσία· πάντες γὰρ ἐν τούτω οἱ ὅροι κιτ ευθειαν πτῶσιν κεῖνται. ἐπειδὴ γὰρ οὐ τῆς φύσεως μόνηςτῶν ‘ φροντίζομεν ἀλλὰ καὶ τῆς περὶ τὴν λέξιν εὐκοσμίας ὥστε Lιλληνικῶς τ-ὰς σ̀υντ-άξεις τοῦ λόγου ἀποδιδόναι καὶ μὴ σολοικισμοῖς ὑπο- φερεσθͅαι’ δεῖ και της̀ κατὰ τὰς προτάσεις τῶν δνομάτων ὀρθῆς χρήσεως φ-ρὸντιδ-α ποιεῖσθαί και μὴ ἀρκεῖσθαι μόνον τῷ δηλοῦν ὅτι τόδε τι νοοῦντες τῃ-ὐε τῃ λέξει ἐχρ̀ησάμ̀εθα-· ἐπεὶ οὖν σημαίνονται τὰ πράγματα οὐ μόνον τ‘αις εὐθείαις αλλα κα-ι ταῖς πλαγίαις πτώσεσιν (ἄλλης γὰρ σχέσεως τοῦ ὑποκειμένου αλλη πτῶσίς εστι σημαντική), διὰ τοῦτο πᾶσα ἀνάγκη iii μόνον κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ καὶ κατὰ τὰς πλαγίας τοὺς ὅρους ε,κτιιθ́εη σθ̔͂αι· πολλάκις μὲν οὖν πάντες οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ενκκεινται. οιον ο Σωκράτης φιλόσοφός ἐστι, πᾶς φιλόσοφος ἀγαθός ἐστιν, ὁ Σωκράτης [*](1_ ·ίίνετι αἴτιον Β 2 ἐν τοῖς Ἀποδεικτ.] I 3 ,, 72» 19 sq. 3 ἀδυινατον on,. X γὰρ alt. 0111. Y 4 ἀποδεικτόν scripsi: ἀποδεικτικὸν BYt C, ὀνόματός t όνόμτι alt. scripsi: ὀνόματά BSYt 7 δι’-γίνεται om. S S τὸν SYf τὸ Β ·́·αὶ om. S ἀπόδειξις V 10 〈έ́στιν〉 ἔστιν ὅτε sive ἔστιν ἐνίοτε conicio 12 π-αντως Kt δέ ἐστιν] τι t 13 post πργμάτων add. διὸ 5 16 φιλο- σο βαδίζει t 18 post ἀεὶ add. ἡ V 20 δεῖ om. S 21 22 οὶ ὅροι ἐν το-υτω 8 23 νομίζωμεν t τῆς περὶ Vt: i,lv. onl. Β τήν om. J 2o της om. pr. Β 26 μόνω 5 δηλοῦντι V 27 τγ͂ι δἑ f xf B χρησόμεθαΒ 29 οὐ I 30x«lom. Β 32--ὁ prius om. Β)

    334
    ἄρ ἀγαθός ἐστι· πάντες γὰρ οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ἔκκεινται. LXXXII r ἐνίοτε δέ, φησί, καὶ ἀμφότεραι αἱ προτάσεις κατὰ πλαγίαν ἔκκεινται πτῶσιν, ἢ ἡ μὲν κατὰ πλαγίαν ἡ δὲ κατ᾿ εὐθεῖαν. καὶ τὸ συμπέρασμα δὲ ὁμοίως πολλάκις μὲν κατ’ εὐθεῖαν πτῶσιν συνάγεται, πολλάκις δὲ κατὰ πλαγίαν. ἰστέον δὲ ὅτι, ὅταν λέγῃ ἢ κατ’ εὐθεῖαν ἢ κατά τινα τῶν πλαγίων τοὺς ὅρους ἐκτίθεσθαι, περὶ τῶν ἐν ταῖς προτάσεσιν ὑποκειμένων λέγει· οἱ γὰρ κατηγορούμενοι ἀεὶ κατ’ εὐθεῖαν τίθενται πτῶσιν, κἄν ποτε πλαγία πτῶσις εὑρεθῇ ἐν κατηγορουμένῳ, πάντως καὶ εὐθεῖα νοεῖται ἔξωθεν ἡ πάντως διὰ τοῦ ῥήματος, εἴγε πᾶν ῥῆμα εὐθείας ἐστὶ πτώσεως πλὴν τοῦ μέλει καὶ μεταμέλει. οἷον Σωκράτους | φιλοσοφοῦντος ἡμᾶς ἀκροᾶσθαι δεῖ· ἔνεστι LXXXII v γὰρ ἐν τῷ ῾δεῖ᾿ ἡ εὐθεῖα· οὐδὲν γὰρ ἕτερον ἢ ῾ἡμᾶς δέον ἐστίν᾿, ὅπερ ἐστὶν εὐθείας πτώσεως καὶ ῥήματος. ἐν ᾧ δ’ εὐθεῖα μὴ ἐνθεωρεῖται, οὐκ ἀπαρτίζεται λόγος. αἱ μὲν οὖν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου πάντως κατ’ εὐθεῖαν προφέρονται πτῶσιν· αἱ δὲ ἐκ τρίτου προσκατηγορουμένου καὶ αἱ μετὰ τρόπου ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κτὰ πλαγίαν, κατ’ εὐθεῖαν μὲν Σωκράτης ἀγαθός ἐστι, κατὰ δὲ τὰς πλαγίας Σωκράτους ἠκροάσατο Πλάτων ἡ μαθητής ἐστι Πλάτων, Σωκράτει ἐπεβούλευσεν Ἄνυτος ἡ ἐπίβουλός ἐστι, Σωκράτην ἀπέκτειναν Ἀθηναῖοι, Σωκράτης δύναται βαδί- ζειν, Σωκράτους ἐνδέχεται ἀκροᾶσθαι, Σωκράτει ἐνδέχεται διαλέγεσθαι, Σωκράτην τύπτειν ἐνδέχεται. ἡ μὲν οὖν διάνοια τῶν ἐνταῦθα παραδιδομένων ἐστὶ τοιαύτη. ὅπως δὲ τοῖς ὑποδείγμασι καθ’ ἕκαστον χρῆται, τὴν λέξιν ἐξετάζοντες εἰσόμεθα.

    Πρῶτον μέν φησι τὸν μείζονα ὅρον, ἄκρον δὲ τὸν ἐλάττονα. κατη- γορηθησομένων δέ φησιν ἀντὶ τοῦ ‘κατ’ εὐθεῖαν πτῶσιν᾿· ἐν ταύταις γάρ εἰσιν αἱ κυρίως κατηγορίαι, λέγω δὴ τὸ ὑπάρχειν τόδε τῷδε, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι. καὶ οὕτω μὲν ὁ διδάσκαλος. οἶμαι δὲ ἁπλούστερον πᾶσαν κατηγορίαν λέγειν αὐτόν· εἰπὼν γὰρ ὡς ἀεὶ κατηγορηθη σομένων ἀλλήλων ἐπήγαγεν ὁμοίως τό <τε> πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου. εἰ δὲ τὸ κατηγορηθησομένων τὸ κατ’ εὐθεῖαν ἐκκεῖσθαι αὐτῷ ἐσήμαινε, παρέλκον ἦν τὸ ἐπάγειν ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου.

    p. 48b2 Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν δὲ ὡσαύτως. Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων· καὶ γὰρ ταύτας ποτὲ μὲν [*](1 κεῖνται Bt 2 post κατὰ add. τὴν Y itemque vs. sq. 5 λέγει t 7 πτῶσιν τίθενται Β 8 post νοεῖται add. ἢ Y ἡ πάντως iterat Y 11 ἡ om. Y 12 δ’ om Y μὴ ora. Y 16 τὰς om. Y 17 σωκράτης Β ἄνυτος BY: αὐτὸς t 18. 19 σωκράτη—βαδίζειν ante 16 σωκράτης transposuerim 19 ἀκροάσασθαι Y σωκράτει Y: σωκράτη t: compend. B 20 σωκράτη t 20. 21 παραδεδομένων Y 22 post εἰσόμεθα repetunt lemma (p. 333,17. 18) Bt 25 ὑπάρχει t οἷον om. Yt 26 οἶμαι Bt: ἅμα Y 27 καταλέγειν Β 28 τε addidi cf. vs. 30 29 κατηγορηθησόμενον t τὸ alt. om. Y 33 post τῶν add. αὐτῶν t ταῦτά t)

    335
    κατ᾿ εὐθεῖαν πτῶσιν προφερόμεθα, ποτὲ δὲ κατά τινα τῶν πλαγίων. LXWII οἷον ὁ ἄνθρωπος οὐκ ἔστιν ἄψυχον, τῶν ἀτόμων οὐκ ἔστι γένος τὸ εἶδος, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν ἄνδρα οὐδὲν βλάψαι δύναται.

    p. 48b2 Ἀλλ᾿ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν.

    Ὁσαχῶς, φησίν, ἕκαστον τῶν ὄντων εἷναι λέγεται, τοσαυταχῶς κατηγορεῖν ἄλλο ἄλλο ἐνδέχεται. λέγει δὲ ἕκαστον εἶναι κατὰ τὰς τῶν ὀνομάτων πτώσεις· λέγεται γὰρ Σωκράτης ἐστί, Σωκράτους ὄντος, Σωκράτει εἶναι, Σωκράτην εἶναι. ὁσάκις οὖν ἕκαστον εἶναι λέγεσθαι δύναται καὶ ἀληθῶς εἶναι, τοσαυταχῶς καὶ τὰς προτάσεις συμπλέξαι δυνατόν, ἢ ἀμφο- τέρας ὡσαύτως ἢ τὴν μὲν οὕτως τὴν δὲ οὕτως.

    p. 48b4 Οἰον ὅτι τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη. Λοιπὸν ἐπὶ ὑποδειγμάτων τὰ εἰρημένα παραδίδωσι, καὶ τέως ὅτι ἐνδέχεται κατὰ γενικὴν πτῶσιν συμπλέκεσθαι τὰς προτάσεις, ὡς ὅταν εἴπω τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη.

    p. 48b6 Το δὴ Α τῷ Β ὑπάρχει οὐχ ὡς τὰ ἐναντία τὸ μίαν ειναι αυτων επιστημην.

    Τουτέστιν οὐ κατ’ εὐθεῖαν ὑπάρχει τῷ Β τὸ Α τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ οὐχ ὡς τὰ ἐναντία, ὡς εἴ τις ἔλεγε τὰ ἐναντία πολέμιά ἐστιν), ἀλλὰ κατὰ γενικήν, τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. εἰπὼν δὲ οὐχ ὡς τὰ ἐναντία προσέθηκε τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην. τί οὗν βούλεται; ἤτοι οὗν τοῦτό φησιν, ὅτι τὸ λέγειν μίαν εἶναι αὐτῶν ἐπιστήμην οὐκ ἔστιν ὡς τὰ ἐναντία, τουτέστι κατ’ εὐθεῖαν, ἀλλ’ ὅτι ἀληθὲς εἰπεῖν κατ’ αὐτῶν τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην, τουτέστι κατὰ γενικήν, ἢ ὅτι οὐκ ἔστι τοῖς ἐναντίοις ἐν τούτῳ τὸ εἶναι, ἐν τῷ μίαν αὐτῶν αὐτῶν ἐπιστήμην· διὸ οὐδὲ κατ’ εὐθεῖαν δυνατὸν κεῖσθαι, ὥσπερ Σωκράτει τὸ εἶναί ἐστιν ἐν τῷ ἄνθρωπον εἶναι, διό φαμεν ῾Σωκράτης ἄνθρωπός ἐστιν᾿. οὐχ οὕτω δὲ καὶ τὸ μίαν εἶναι τῶν ἐναντίων ἐπιστήμην. διὸ οὔ φαμεν ῾τὰ ἐναντία ἐστὶν ἐπιστήμη᾿ ἀλλὰ ῾τῶν ἐναντίων᾿.

    [*](2 ὁ om. Bt ἄψυχον] ἄ c corr. Y τὸ εἶδος om. Bt 4 αὐτὸ κτλ. om. Y αὐτὸ t Arist.: om. Β 5 συμβαίνειν t 9 σωκράτην εἶναι om. t λέγεται B 10 δυνατόν corr. Y: δύναται Bt, pr. Y 11 ὡσαύτω Yt 12 οἷον—15 ἐπιστήμη om. Y ἐστὶ μία t Arist.: inv. ord. B 13 ἐπὶ Φ. 111. 10 t: ἐπὶ τῶν Β 15 post δὴ add. τὰ Β ὑπάρχει Y Arist.: ὑπάρχειν Bi τό all. Y Arist.: τῶ Bt cf. vs. 21 18 ὑπάρχειν t τῶ α τὸ βݲ pr. Β 21 εἶναι μίν 1 τί—22 ἐπιστήμην om. Y 27 τῶ ἀνθρώπω Y σωκράτης scripsi: σωκράτους Yt: compond. Β 29 εἶναι ἐπιστήμην Y)
    336

    p. 48b10 Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶιον LXXXII v λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τοὺ τρίτου μὴ λέγεσθαι.

    Ἐπειδὴ ὡς ἐπὶ μιᾶς προτάσεως ἐξέθετο ὑπόδειγμα οὐ κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ κατὰ γενικὴν συμπεπλεγμένης, διὰ τοῦτο νῦν ἐπ’ ἀμφοτέρων τὰ ὑποδείγματα τίθησι. τὸ δὲ λέγεσθαί φησιν ἀντὶ τοῦ κατ’ εὐθεῖαν πτῶσιν° αὕτη γάρ ἐστιν ἡ ὀνομαστικὴ πτῶσις καθ᾿ ἣν ἕκαστον εἶναι λέγεται. συμβαίνει οὗν, φησί, ποτὲ μὲν τὴν μείζονα πρότασιν κατ’ εὐθεῖαν τίθεσθαι τὴν δ’ ἐλάττονα κατά τινα τῶν πλαγίων. ἔστι δὲ τὸ ὑπόδειγμα τοιοῦτον· τοῦ ἀγαθοῦ σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν· ἐν τούτῳ γὰρ ἡ μὲν ἐλάττων κατὰ γενικὴν προενήνεκται πτῶσιν, ἡ δὲ μείζων κατ’ εὐθεῖαν, καὶ τὸ συμπέρασμα ὅμοιον τῇ ἐλάττονι.

    p. 48b12 Τοῦ δ’ ἀγαθοῦ ἐστιν ἡ σοφία ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστί.

    Τὴν ἐλάττονα πρότασιν θέσθαι βουλόμενος ἤδη γὰρ ἐξέθετο τὴν μείζονα εἰπὼν ἡ σοφία ἐστὶν ἐπιστήμη) συνέπλεξε τοὺς τρεῖς ὅρους εἰπὼν τοῦ ἀγαθοῦ ἡ σοφία ἐπιστήμη ἐστίν. ἐπειδὴ γὰρ τὸ λέγειν ῾τοῦ ἀγαθοῦ σοφία ἐστίν᾿ ἀσαφές πως ἐδόκει εἶναι, τί σημαίνει τὸ σοφίαν εἶναι τοῦ ἀγαθοῦ βουλόμενος δεῖξαι εἶπεν ὅτι | ἡ τοῦ ἀγαθοῦ ἐπιστήμη LXXXIII r ἡ σοφία ἐστίν, ὥστε ἐπὶ πλέον εἶναι τὴν ἐπιστήμην τῆς σοφίας, ὡς εἴ τις ἔλεγε ῾τῶν ἐπιπέδων ἐπιστήμη ἡ γεωμετρία ἐστίν᾿, ἵνα οὕτω τις εἴπῃ· τῶν ἐπιπέδων γεωμετρία ἐστὶν ἢ τὰ ἐπίπεδα γεωμετρεῖν ἔστι, γεωμετρία ἐπιστήμη ἐστί, τῶν ἐπιπέων ἄρα ἐπιστήμη ἐστί.

    p. 48b13 Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη, ἡ δὲ σοφία ἐστὶν ἐπιστήμη.

    Ὃ βούλεται λέγειν τοῦτό ἐστιν, ὅτι τὸ μὲν συμπέρασμα κατὰ γενικὴν προενήνεκται, οὐ κατ’ εὐθεῖαν, ὥσπερ καὶ ἡ ἐλάττων πρότασις· οὐ γὰρ συνῆκται ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη· ἡ μέντοι μείζων πρότασις κατ’ εὐθεῖαν προενήνεκται· ἡ σοφία γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν.

    [*](2 τὸ δὲ κτλ. om. Y 4 συμπεπλεγμένης t: συμπεπλεγμένην BY 6 ὀνοματικὴν t 7 κατ’ εὐθείαν τὴν μείζονα πρότασιν t 10 ἐξενήνεκται Y: προσενήεκται t 12 σοφὴ Β ἑπιστήμη κτλ. om. Y 16 ἐστὶν ἐπιστήμη, post quae del. συνέπλεξε τοὺς τρεῖς ὅρους εἰπών Β 18 ἡ deleverim 20 ἡ post ἔλεγεν collocat Y ἡ γεωμετρία ἐστὶν ἑπστήμη t εἴποι t 23 ἡ δὲ κτλ. om. Y 23. 24 ἐστὶν ἐπιστήμη t Arist.: inv. ord. Β)
    337

    p. 48b18 Ὁτὲ δὲ τὸ μὲν μέσον ἐπὶ τοῦ τρίτου λέγεται, τὸ δὲ LXXXIII r πρῶτον ἐπὶ τοῦ μέσου οὐ λέγεται· οἷον εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἢ ἐναντίου, τὸ δ’ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπερασμα μὲν ὅτι τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη.

    Ἀντιστρέφει τὰς προτάσεις, καὶ τὴν μὲν ἐλάττονα κατ’ εὐθεῖαν συαμπλέκει, τὴν δὲ μείζονα κατὰ γενικήν καὶ τὸ συμπέρασμα πα(??)ιν κατὰ γενικὴν συνάγει· οἷον τὸ ἀγαθὸν ποιόν ἐστι, τοῦ ποιοῦ ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρ ἐπιστήμη ἐστίν· ἢ οὕτως· τὸ ἀγαθὸν ἐναντίον ἐστί τῷ κακῳ γὰρ ἐναντίον δῆλον ὅτι), τοῦ ἐναντίου ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν.

    p. 48b18 Οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπιστήμη οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν ταῦτα.

    Τουτέστιν οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν προενήνεκται· οὐ γὰρ εἴπομεν ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ. ἀλλ’ οὐδὲ ἡ μείζων· οὐ γὰρ εἴπομεν ὅτι τὸ ποιὸν ἐπιστήμη ἐστὶν ἢ τὰ ἐναντία ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ποιοῦ καὶ τῶν ἐναντίων ἐπιστήμη ἐστίν. ἡ μέντοι ἐλάττων κατ’ εὐθεῖαν προενήνεκται· τοῦτο γὰρ ἐσήμανεν εἰπὼν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα· οὕτω γὰρ ἐλέγομεν ῾τὸ ἀγαθὸν ποιόν ἐστιν ἢ ἐναντίον᾿.

    p. 48b20 Ἐστι δὲ ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τουτο κατὰ τοῦ τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου· οἷον εἰ οὗ ἐπιστήμη ἐστίν, ἔστι τούτου γένος, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐστι γένος.

    Ἐπειδὴ ἐν τοῖς προλαβοῦσι μίαν μὲν πρότασιν ἐλάμβανε κατὰ γενικὴν πτῶσιν μίαν δὲ κατ’ εὐθεῖαν καὶ συνῆγε κατὰ γενικὴν τὸ συμπέρασμα, νυν ἀμφοτέρας κατὰ γενικὴν συμπλέκει, καὶ συνάγει συμπέρασμα ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κατὰ γενικήν. τὸ γὰρ τοὺ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου τοῦτο σημαίνει, τουτέστιν τοῦ μείζονος κατὰ τοῦ ἐλάττονος· εἴπομεν γὰρ ὅτι τὸ λεγομένου σημαίνει αὐτῷ τὸ κατ’ εὐθεῖαν πτῶσιν ὑπάρχοντος τοῦ ἐλάττονος κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα. τότε γὰρ λέγεται ὅτι τόδε ἐστὶν ὅπερ τόδε, οἷον ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν· λέγεται γὰρ ζῷον εἶναι. οὐ μὴν ὅταν εἴπω ῾τῶν ἐναντίων ἐπιστήμη ἐστίν᾿· οὐ γὰρ λέγεται κατὰ τοῦ ὑποκει- μένου ὁ κατηγορούμενος· οὐ γὰρ λέγεται ὅτι ἐπιστήμη ἐστὶ τὰ ἐναντία, M [*](1 τὸ δὲ κτλ· om Y 3 δ’ t Arist.: om Β καὶ prius t. Arist.: om. Β 4 μὲν t Arist.: om. Β 9 τὸ ἐναντίον 1 17 τὸ om. t 20 τοῦ πρώτου κτλ. om. Y 22 εστι τούτου t Arist.: inv. ord. Β 24 post κατὰ add. τὴν Y 25 συνήγετο Y τὸ om. Y 29 κατὰ Bt: καὶ Y εἴπομεν] p. 336,5 γὰρ scripsi: τὸ BYt τὸ Bt: ὁτὲ μὲν Y immo λέγεσθαι Comment. Arist. XIII2 Philop. in Vnal, Prior,)

    338
    ἀλλ᾿ ὅτι ὑπάρχει περὶ αὐτῶν ἐπιστήμη. τὸ δὲ ὑπόδειγμα τοιοῦτόν LXXXIII1 ἐστι· τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος· συμπέρασμα τοῦ ἀγαθοῦ ἄρα ἐστὶ γένος. καὶ ἄλλως· Σωκράτους πατήρ ἐστιν, οὗ πατήρ ἐστι, τούτου αἴτιόν ἐστι, Σωκράτους ἄρα αἴτιόν ἐστιν. καὶ αἱ προτάσεις οὖν καὶ τὸ συμπέρασμα κατὰ γενικὴν συμπεπλεγμέναι εἰσίν.

    p. 48b24 Κατηγορεῖται δὲ οὐδὲν κατ’ οὐδενός.

    Τουτέστιν οὐδὲν κατ᾿ εὐθεῖαν πτῶσιν προενήνεκται. καὶ ὅρα πῶς τὸ κατηγορεῖσθαι τὸ κατ᾿ εὐθεῖαν πτῶσιν κατηγορεῖσθαί φησι· διὸ καὶ ἀνωτέρω ἔλεγε τὸ “ὡς ἀεὶ κατηγορηθγσομένω” ἀντὶ τοῦ ῾κατ᾿ εὐθεῖαν πτῶσιν προενεχθησομένων᾿.

    p. 48b24 Εἰ δὲ οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τὸ ἀγαθόν ἐστι γένος.

    Εἰπὼν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ γενικὴν συμπλεκομένων τὸ συμπέρασμα ποτὲ μὲν κατὰ γενικὴν ποτὲ δὲ κατ’ εὐθεῖαν συνάγεται, δείξας πῶς κατὰ γενικήν, δείκνυσι νῦν ὅτι καὶ κατ’ εὐθεῖαν οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τοῦτό ἐστι γένος, τὸ ἄρα ἀγαθὸν γένος ἐστίν. γένος δὲ εἰλήφθω ἀπλῶς τὸ καθολικώτερον καὶ πλειόνων περιεκτικόν· τῶν γὰρ καθόλου ἡ ἐπιστήμη, κἄντε γένη εἴη κἄντε εἴδη κἄν ἄλλως συμβεβηκότα. οἷόν ἐστι καὶ τὸ ἀγαθόν· ἐν πᾶσι γὰρ ἐνθεωρεῖται τοῖς οὖσιν, οὐχ ὡς γένος αὐτῶν ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμωνύμως αὐτοῖς ἐνυπάρχον κατὰ τὸ ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν. ἐπιστῆσαι δὲ ἄξιον τοῖς ὑπο- δείγμασι, μήποτε, ὥσπερ κἀπὶ τῶν προτέρων ἐλέγομεν, οὐ τοὺς αὐτοὺς φυλάσσουσι μέσους. ἔχει δὲ οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος. ἐν μὲν γὰρ τῇ ἐλάττονι προτάσει τὴν ἐπιστήμην ἐλάβομεν τὸν κατηγορούμενον ὅρον· ἐν δὲ τῇ μείζονι οὐκέτι τὸν αὐτὸν ἐφυλάξαμεν, λέγω τὴν ἐπιστήμην, ἀλλά φαμεν οὗ ἐπιστήμη ἐστίν. εἰ δὲ ἄλλο μέν τί ἐστι τὸ ἐπιστητόν, ἄλλο δὲ ἡ περὶ αὐτοῦ ἐπιστήμη, οὐκ ἄρα τὸν αὐτὸν ἐφυλάξαμεν μέσον· τοῦ μὲν γὰρ ἐλάττονος ὅρου τὴν ἐπιστήμην κατηγορήσαμεν, τῷ δὲ μείζονι οὐ τὴν ἐπιστήμην ἀλλὰ τὸ οὗ ἐστιν ἐπιστήμη ὑπετάξαμεν, τοῦτο δέ ἐστι τὸ ἐπιστητόν. ὁμοίως καὶ ἐπὶ πάντων τῶν παραπλησίων. καὶ εἰ τὸ ἐπιστητόν ἐστι τὸ ἀγαθόν, του· τέστιν ὁ ἐλάττων ὅρος, τὸ ἐπιστητὸν δὲ παρείληπται ὑποκείμενον τῷ μείζονι ὅρῳ, ὁ ἄρα ἐλάττων ὅρος ἐν τῇ μείζονι προτάσει ὑπόκειται τῷ μείζονι, ὅπερ ἐστὶν ἀδύνατον. φαμὲν οὖν πρὸς τὴν | ἀπορίαν ἐκεῖνο, LXXXIII v ὅτι εἰ οἱ κατηγορούμενοι ὅροι ἐπὶ πλέον εἶναι θέλουσι τῶν ὑποκειμένων [*](2 ἐστι om. t 4 αἱ om. Β 8. 9 ἀνωτέρω] p. 48a41 9 ἐλέγετο τὸ Y 10 προφερομένων Β: προοισθησομένων t 12 τὸ corr. e τοῦ, ut videtur, Β 15 δείκνυσι νῦν Y: δείκνυσιν Bt 16 ἐστι corr. Y 21 τὸ ἀφ’ scripsi cf. Categ. p. 17,12: τὰ ἐφ’ BYt 23 μέσους Yt: νόμους Β 26 post λέγω add. δὴ Y 30 ἐπετάξαμεν t 33 ἐλάσσων Β 35 εἰ om. Yt)

    339
    χωρὶς τῶν ἀντιστρεφόντων, οἱ δὲ καθολικώτεροι περιέχουσιν ἐν LXXXIII v ἑαυτοῖς τοὺς μερικωτέρους, ἀνάγκη δήπου πᾶσα ἐν τῷ πρώτῳ σχήματι ἐν τῷ μέσῳ μὲν ὅρῳ περιέχεσθαι τὸν ἐλάττονα, ἐν τῷ μείζονι δὲ ἀμφοτέρους· οἷον ὅταν εἴπω ῾ὁ ἄνθρωπος ζῷον᾿, ἐν τῷ ζῴῳ δῆλον ὅτι καὶ ὁ ἄνθρωπος ἐμπεριέχεται· καὶ ὅταν εἴπω ῾πᾶν ζῷον ἔμψυχον᾿, ἐν τῷ εἰπεῖν πᾶν ζῷον καὶ τὸν ἄνθρωπον δῆλον ὅτι ἐμπεριείληφα καὶ ἐν τῷ ἐμψύχῳ πᾶν ζῷον, ὥστε καὶ πάντα ἄνθρωπον. καὶ τοῦτό ἐστιν αἴτιον τοῦ συνάγεσθαι τὰ ἄκρα· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδέποτε ἂν συνάγειν ἐδυνάμεθα τὰ ἄκρα. ἐπεὶ οὖν τοῦτο οὕτως ἔχει, εἴπω εἴπω τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, εἶτα λάβω ῾πάντων ὧν ἐπιστήμη ἐστί᾿, δῆλον ὅτι ἐμπεριλαμβάνω καὶ τὸ ἀγαθόν· οὐ γὰρ αὐτὸ μόνον ἁπλῶς τὸ ἀγαθὸν ὅπερ τὸ ἐπιστητὸν ἦν, ἀλλὰ μετὰ τῶν ἄλλων πάντων ἅπερ ἐστὶν ἐπιστητά, ταὐτὸν δέ ἐστιν ὧν ἐστιν ἐπιστήμη. ὥστε εἰ μὲν αὐτὸν καθ’ αὑτὸν τὸν ἐλάττονα ὅρον ὑπετίθεμεν τῇ μείζονι ἐν τῷ λέγειν οὗ ἐπιστήμη ἐστί, τῷ ὄντι ἄτοπος ἦν ὁ λόγος. εἰ δὲ καθολικὸν λαβόντες τὸν ὑποκείμενον ὅρον τῇ μείζονι προτάσει συμπεριλαμβάνομεν καὶ τὸν ἐλάττονα ὡς περιεχόμενον ἐν αὐτῷ, οὐ μόνον οὐκ ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον τὸ γινόμενον. τὸ γὰρ ὑποκείμενον ἐμπεριέχεσθαι δεῖ τῷ κατηγορουμένῳ ἐν καταφάσει ἢ ἐν ἀποφάσει· ὅταν γὰρ εἴπω ῾οὐδεὶς ἄνθρωπος ἀθάνατος᾿, ἐν τοῖς μὴ ἀθανάτοις ἐμπεριέχεται καὶ ὁ ἄνθρωπος. ὅτι μὲν οὖν οὐ τὸν ἐλάττονα μέσον ποιοῦμεν, δῆλον γέγονεν. ὅτι δὲ οὐδὲ ἄλλον ἐξ ἄλλου λαμβάνομεν μέσον, φανερὸν ἐντεῦθεν· οὐδὲ γὰρ ἁπλῶς ἡ ἐπιστήμη μόνον μέσος ἐστὶν ὅρος, ὡς ἂν εἰ ἐλέγομεν ῾ἡ γεωμετρία ἐπιστήμη ἐστίν᾿, ἀλλὰ τὸ εἶναί τινος ἐπιστήμην· τοῦ ἀγαθοῦ γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν, τουτέστιν ἔστι περὶ τοῦ ἀγαθοῦ ἐπιστήμη. τὸ οὖν εἶναί τινος ἐπιστήμην τοῦτό ἐστιν ὁ κατηγορούμενος· τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ῾τὸ ἀγαθὸν ἐπιστητόν ἐστ᾿· τί γὰρ διαφέρει εἰπεῖν ‘τοὐ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿ ἢ ὅτι τὸ ἀγαθὸν ἐπιστητόν ἐστι; διδάξει γοῦν μετ’ ὀλίγον ὅτι, ὅταν ἰσοδυναμῶσιν οἱ ὅροι, δεῖ τῶν ἰσοδυναμούντων τὸν σαφέστερον λεγόμενον ἀντιμεταλαμβάνειν. ὥστε εἰ <τῷ> ῾τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿ ἴσον ἐστὶ τὸ λέγειν ῾τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν᾿, ἐπὰν λέγωμεν ῾οὗ ἐπιστήμη ἐστίν᾿, οὐχ ἕτερον ἐξ ἑτέρου μέσον μεταλαμβάνομεν ἀλλὰ τὸν αὐτόν· τὸ γὰρ οὗ ἐπιστήμη ἐστί τὸ ἐπιστητόν ἐστιν· εἷς ἄρα καὶ ὁ αὐτὸς μέσος ἐν ἀμφοτέραις παρείληπται ταῖς προτάσεσιν.

    p. 48b26 Κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον, κατ’ ἀλλήλων δὲ οὐ λέγεται.

    Τουτέστι τὸ μὲν συμπέρασμα κατ’ εὐθεῖαν προάγεται, αἱ δὲ προτάσεις [*](4 ὅτι om. Bt 6 an ἔμψυχον? 8 ἠδυνάμεθα Y: δυνάμεθα t 9 post ὅταν add. ἂν t 11 τὸ alt. om. Bt 15 λαμβάνοντες Y 15. 16 συμπέρασμα λαμβάνομεν Β 16 τὴν pr. Y ἐλάσσονα Β ἐμπεριεχόμενον Y 18 ἐν alt. om. Y καὶ γὰρ ὅταν Y 20 ἄνθρωπος Bt: σωκράτης Y 22 γὰρ] γ superscr. Y μόνον om. Y ἐστὶ μέσος Y 26 ἡ εἰπεῖν Y 28 μετ’ ὀλίγον] c 39 p. 49b3.4 ὅτι Bt: ὡς Y 29 λόγον ἀντιλαμβάνειν Y τῷ addidi 30 ἐστιν ἐπιστητόν Β 31 μέσον om. Y λαμβάνομεν Y 33 ἀμφοτέροις Β)

    340
    οὐ κατ’ εὐθεῖαν. ὁ μὲν οὖν Ἀριστοτέλης εὐθείας μόνης καὶ γενικῆς LXXXIII v παραδείγματα παρέθετο. δυνατὸν δὲ τῇ αὐτῇ μεθόδῳ καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων γυμνάσαι τὸν λόγον. οἷον τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, πᾶς δίκαιος ἐπιστήμων ἐστὶ τῶν δικαίων, ὁ ἄρα ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ἡ οὕτως· ὁ ἀγαθὸς δίκαιος, πάντα δίκαιον ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων, τὸν ἄρα ἀγαθὸν ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων. τῶν γὰρ προτάσεων ἡ μὲν κατ’ εὐθεῖαν ἔκκειται, ἡ δὲ κατ’ αἰτιατικήν· καὶ τὰ συμπεράσματα δὲ οὕτως ἔχει, τὸ μὲν οὕτως, τὸ δὲ οὕτως. ἀλλὰ καὶ ἀμφότεραι κατ’ αἰτιατικήν· τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, τὸν δίκαιον ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, τὸν ἄρ ἀγαθὸν ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, ἢ ὁ ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ὁμοίως καὶ ἐπὶ δοτικῆς· ταῖς ποιότησιν ὑπάρχει ἐναντιότης, ταῖς ἐναντιότησιν ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ταῖς ποιότησιν ἄρα ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ἢ αἱ ποιότητες ἄρα φθαρτικαὶ ἀλλήλων. δῆλον δὲ ὅτι μερικὴ ἡ ἐλάττων· οὐ γὰρ ἐν πάσαις ταῖς ποιότησιν ἡ ἐναντιότης. πάλιν ἡ δικαιοσύνη συμβεβηκός ἐστιν ἀγαθόν, τῷ συμβεβηκότι ἀγαθῷ ἐναντίον τί ἐστιν, τῇ ἄρα δικαιοσύνῃ ἐστί τι ἐναντίον. οὐ μόνον δὲ τῇ εὐθείᾳ συμπλέκειν τινὰ τῶν πλαγίων δυνατὸν ἀλλὰ καὶ πλαγίαν ἄλλῃ πλαγίᾳ· οἷον τῷ σπουδαίῳ τὸ εὐδαιμονεῖν ἕπεται, τὸν εὐδαίμονα οὐδεὶς βλάψαι δύναται, τὸν σπουδαῖον ἄρα οὐδεὶς βλάψαι δύναται. ἀλλὰ καὶ τὴν γενικὴν ἑκατέρᾳ τούτων δυνατὸν συμπλέκειν.

    p. 48b27 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον.

    Γουτέστιν ἐπὶ τῶν ἀποφατικῶν συλλογισμῶν· καὶ γὰρ ἐπὶ τούτων ἀνάγκη τὸν εἰρημένον τρόπον ποικίλλεσθαι τὰς προτάσεις.

    p. 48b28 Οὐ γὰρ ἀεὶ σημαίνει τὸ μὴ ὑπάρχειν τόδε τῷδε μὴ εἶναι τόδε τόδε, ἀλλ’ ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῷδε.

    Τουτέστιν οὐκ ἀεὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων, ὥσπερ οὐδὲ ἐπὶ τῶν καταφατικῶν, κατ’ εὐθεῖαν συμπλέκονται οἱ ὅροι τοῦτο γὰρ δηλοῖ εἰπὼν μὴ εἶναι τόδε τόδε, τουτέστιν μὴ εἶναι τὸν ἄνθρωπον ἀθάνατον), ἀλλ’ ἐνίοτε καὶ κατὰ ἄλλην πτῶσιν, ἢ γενικὴν ἢ δοτικὴν ἢ αἰτιατικήν· [*](2 τέθεικε, ει supra η scr. Y 3 ante λόγον add. αὐτὸν Bt 4 et 5 τοῦ δικαίου Y 4 ὁ superscr. Y ἀγαθὸς Bt: δίκαιος Y 5 post δίκαιος add. ἐστὶ Y 6.7 τὸν ἄρα—δικαίων om. B 6. 7 τοῦ δικαίου pr. Y 8. 9 τὸ μὲν—οὕτως oni. Y 9 τὸ Β 10 τὸ (ante δίκ.) Β δὴ t τοῦ δικαίου Y 10. 11 τὸν ἄρα—δικαίων om. Β 11 τοῦ δικαίου pr. Y 17 τί om. Bt ἔστι τὶ Y: ἐστὶν t et post ἐναντίον Β γὰρ Y 18 πλαγίαν ἄλλη πλαγία Bt, pr. Y: πλαγίουν (sic) ἄλλω πλαγίω corr. Y2 19 τὸ εὔδαιμον εἶναι Β 20 ἑκατέραν Yt 22—24 om. Y 25 συμβαίνει Y τόδε τόδε Β ante μὴ alt. add. τὸ Y 26 τόδε τῶδε Y itemque vs. 29 ἀλλ’ κτλ. om. Y τὸ om. t 28 γὰρ ora. Bt 30 ἣ primum om. Bt ἡ tertium Y: καὶ Bt)

    341
    οἷον τῶν ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις, τῆς ἀντιφάσεως οὐδέν ἐστι LXXXIII μεταξύ, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν οὐδεὶς ἀδικῆσαι δύναται, καὶ ἐπὶ πάντων ὁμοίως.

    p. 48Β30 Οἷον ὅτι οὐκ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις, ἡδονῆς δὲ ἔστιν· οὐκ ἄρ ἡ ἡδονὴ γένεσις.

    Πάλιν τοῖς ὑποδείγμασι σαφῆ ποιεῖ τὸν λόγον. ἔστιν οὖν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοιοῦτος· κινήσεως οὐκ ἔστι κίνησις, ἡδονῆς δὲ ἔστι κίνησις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι κίνησις· ὁμοίως γενέσεως οὐκ ἔστι γένεσις, ἡδονῆς δὲ | ἔστι γένεσις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι γένεσις. LXXXIV (??) ἐν τούτοις γὰρ αἱ μὲν προτάσεις κατὰ γενικὴν πτῶσιν προῆλθον, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν.

    p. 48b32 Ἢ πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως.

    Ὑποδείγματος ἕνεκεν ἐκτίθεται τοὺς ὅρους, οὐ μὴν τὰ πράγματα ἐξετάζων· διὸ οὐκ ἀκριβολογητέον περὶ τὰ πράγματα. ἔστι γὰρ ὁ γέλως σημεῖον ποιᾶς διαθέσεως τῆς ψυχῆς, οἷον ἡδονῆς καὶ διαχύσεως. ἔστιν δὲ καὶ σημειου σημεῖον, ὡς τοῦ πυρσοῦ ὁ καπνός· ὁ μὲν γὰρ πυρσὸς σημεῖον τοῦ πολέμου, ὁ δὲ καπνὸς τοῦ πυρσοῦ· καὶ ἡ ἐν τῷ τοίχῳ δὲ ἢ τῷ τέγει γινομένη αἰθάλη προσεχῶς τοῦ καπνοῦ ἐστι σημεῖον. ἀλλ’ οὐδὲ σημεῖον εἴη ἄν τι γέλωτος· εἰ γὰρ λέγοι τις ὅτι τὸ σεσηρέναι τὰ χείλη ἢ ποιὸν ἀποτελεῖν ψόφον, οὐ σημεῖά ἐστι γέλωτος ταῦτα ἀλλ’ ὕλη γέλωτος· ἐκ τούτων γὰρ συνέστηκεν. ὥστε οὐκ ἐξεταστέον ἐν τούτοις τὰ πράγματα.

    [*](1 τοῦ ὁρισμοῦ Y 2 τὸ Β 4 κίνησις κινήσεως Y 5 οὐκ κτλ. om. Y 6 σαφὲς t ποιεῖται Β 7 ἐν δευτέρῳ σχήματι 0111. Bt 9 δὲ om. Β 12 ὅτι Bt Arist.: ὡς Y ἔστι μὲν Y 14 μέν Yt 15 παραδείγματα Β 16 τῆς om. Y 18 τῷ om. Y 19 ἡ libri τῶ τέγει Β: τότε Yt post γινομένη add. μελανία καὶ ἡ ἐκ τῶν καυέντων ξύλων Y post καπνοῦ add. ἡ μελανία Y τοίχω Y σημεῖον ἐστὶν Β post ἀλλ’ add. οὐ τοῦ πυρὸς ἢ τῆς τέφρας ἀλλ’ Y 20 ἄν τι t: ἀντὶ Β: τοῦ Y 21 post οὐ add. γὰρ δὴ Y σημεῖον, ον superscr. Y ταῦτα γέλωτος t 22 ἐκ τούτων Bt: ἐκ γὰρ τῆς ἐναντίας διαθέσεως πλέον τοῦ συνήθους εὐρυομένων τῶν πόρων, εἰσέλκε καί τι πνεῦμα δι’ αὐτῶν ἐπὶ τὸ βάθος. κἀκεῖθεν ἐξωθεῖται πάλιν παρὰ τῆς φύσεως διὰ τοῦ κατὰ τὸ στόμα πόρου. πάντων τῶν σπλάγχνων. μάλιστα δὲ τοῦ ἥπατος ὡς φασὶ διά τινος κλόνου καὶ βρασματώδους κινήσεως, τό τοιοῦτον πνεῦμα συνεξωθούντων· ὅθεν εὐκολίαν τινὰ τῆ διεξόδω τοῦ πνεύματος μηχανωμένη φύσις, ἀνευρύνει τὸν παρὰ τὸ στόμα πόρον. ἐκατέρωθεν παρὰ τὸ ἅσθμα, τὰς παρεὶας διαστέλλουσα· ὄνομα δὲ τὸ γενόμενον γέλως παρὰ τὸ τά γυῖα λύειν· τουτέστι τὰ μὲν χαῦνα καὶ ἐξίτηλα ποιεῖν. περὶ γέλωτος φυσιολογίαν rubr. in marg.) οὕτως Y 22 post ὥστε add. καὶ Y post τούτοις add. τοῖς παραδείγμασι Y τὰ] τ e κ corr. Y 23 παραδείγματα Β)
    342

    p. 48b33 Ὁμοίως δὲ κἀν τοῖς ἄλλοις, ἐν ὅσοις ἀναιρεῖται τὸ LXXXIV1 πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος.

    Τουτέστι καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἐν οἷς ἀποφατικὰ συνάγεται συμπεράσματα. γένος δὲ τὸν ἐν δευτέρῳ σχήματι μέσον ὅρον ἐκάλεσε, διότι καθολικώτερός ἐστιν ἀμφοτέρων τῶν ἄκρων· οἷον γένεσις οὐδεμιᾷ γενέσει, γένεσις πάσῃ ἡδονῇ, οὐδεμία ἄρα ἡδονὴ γένεσίς ἐστιν.

    p. 48b35 Πάλιν ὅτι ὁ καιρὸς οὐκ ἔστι χρόνος δέων.

    Τινὲς γὰρ οὕτως ὁρίζονται τὸν καιρόν, ὅτι ἔστι χρόνος δέων. ἀναιρεῖται δὲ τὸν τρόπον τοῦτον ἐν τρίτῳ σχήματι· θεῷ καιρός ἐστι· πάντα γὰρ κατὰ καιρὸν ποιεῖ· θεῷ χρόνος δέων οὐκ ἔστιν· ὁ μὲν γὰρ δέων χρόνος ἐστὶ καθ’ ὃν ὠφελεῖται ὁ τούτου μετέχων, οὐδὲν δὲ θεῷ ὠφέλιμον· ὁ ἄρα καιρὸς οὐκ ἔστι χρόνος δέων. τὸ σχῆμα τρίτον, καὶ αἱ μὲν προτάσεις κατὰ δοτικήν, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν. δῆλον δὲ καὶ ἐντεῦθεν ὅτι οὐ τῆς ἀκριβείας τῶν πραγμάτων καταγίνεται ἀλλὰ τοὐ ὑπόδειγμά τι θεῖναι· δῆλον γὰρ <ὡς> ὥσπερ ἐστὶ θεῷ καιρὸς οὐ πρὸς αὐτὸν ἀλλὰ πρὸς τὰ ὑπ’ αὐτοῦ γινόμενα, οὕτω καὶ δέων χρόνος ἐστὶ πρὸς ἐκεῖνα.

    p. 48b39 Ἁπλῶς γὰρ τοῦτο λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν ὅρους ἀεὶ θετέον κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, οἷον .αβυρω- πος ἢ ἀγαθὸς ἢ τἀναντία. Ὃ βούλεται ἐν τούτοις εἰπεῖν, τοῦτό ἐστιν, ὅτι ἐν μὲν τῇ ἐκθέσει τῶν ὅρων, ἐν οἷς ζητοῦμεν τὰ ὑπάρχοντα καὶ τὰ ἑπόμενα, κατ’ εὐθεῖαν δεῖ πτῶσιν ἐκτίθεσθαι τοὺς ὅρους, ἐπειδὰν μέντοι συμπλέκωμεν αὐτοὺς ἀλλήλοις, ἵνα τὰς τοῦ συλλογισμοῦ προτάσεις ποιήσωμεν, κατά τινα τῶν τοῦ ὀνόματος πτώσεων καὶ οὐ μόνον κατὰ τὴν εὐθεῖαν. τὸ γὰρ κατὰ τὰς κλήσεις τῶν ὀνομάτων ἀντὶ τοῦ ῾κατὰ τὰς εὐθείας᾿· αὗται γάρ εἰσι καθ’ ἃς ἕκαστος κέκληται.

    p. 49a2 Ἢ γὰρ ὅτι τούτῳ, οἷον τὸ ἴσον.

    Ὑπέδειγμα τῶν πτώσεων, γενικῆς μὲν τὸ διπλάσιον ἡμίσεός ἐστι [*](1 καἰ ἐν Β 2 Tib Y Arist: τὸ Bt τὸ om. Β 3 καὶ om. Y ἀποφατικὸν t 4 τὸν ἐν Bt: ἐν τῶ Y ante μέσον add. τὸν Y 7 ὁ καιρός οὐκ ἔστι Y Arist.: οὐκ ἔστιν ὁ καιρὸς Bt post δέων add. θεῶ γὰρ καιρὸς μὲν ἐστι Y 8 δὲ Y post ὅτι add. οὐκ Y 9 δὲ scripsi: γὰρ BYt τῶ τρόπω τούτω Y 10 post κατὰ add. τὸν t καιρὸν Yt: χρόνον B 11 δὲ om. Β ὁ post ἄρα COlIoc. B: om. t 14 γίνονται Y: fort, γίνεται cf. Cat. p. 6,19 ὑπόδε(??)γμά τι scripsi: ὑποδείγματος BYt θεῖναι Bt: χάριν εἶναι Y 15 ὡς addidi 17 ὅτι κτλ. om. Y 19 ἀγαθὸν Arist. τἀναντία Bt (n): ἐναντία Arist. 22 συμπλέκομεν Y αὐτοὺς om. t 25 κλίσεις Y (A B u) γάρ om. Y 26 an ἕκαστον? compend. B κλίνεται Y 27 τῶ ἴσω Y 28 προτάσεων t ἡμίσεως t)

    343
    διπλάσιον᾿, δοτικῆς δὲ τὸ ἴσον ἴσῳ ἴσον᾿, αἰτιατικῆς δὲ ῾τὸ τύπτον LXXXIV r τυπτόμενον τύπτει, τὸ ὁρῶν ὁρώμενον ὁρᾷ᾿. ἀλλὰ καὶ κατ’ εὐθεῖαν, φησίν, ὁ ἄνθρωπος ζῷον.

    p. 49a4 Ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα.

    Καίτοι τὰς πέντε ἐξέθετο πτώσεις χωρὶς τῆς κλητικῆς· οὐ γὰρ πρόσφ φορος τῷ ἀποφαντικῷ λόγῳ. πῶς οὗν φησιν ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα; μήποτε οὖν, ἐπειδὴ πολλάκις καὶ ῥήμασι χρώμεθα ἐν τοῖς ὑπο- κειμένοις ὅροις, οῖον τὸ φιλοσοφεῖν ἀγαθόν ἐστιν, διὰ τοῦτο εἶπε τὸ ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα· καὶ γὰρ ταῦτα ὀνόματά εἰσι τῶν ῥημάτων, διὸ καὶ μετὰ ἄρθων λέγεται.

    p. 49a6 Τὸ δὲ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον ὁσαχῶς αἱ κατηγορίαι διῄ- ρηνται·

    Εἰπὼν περὶ τῆς κατὰ τὰς πτώσεις τῶν ὅρων συμπλοκῆς λέγει νῦν περὶ τῆς ἰδέας αὐτῶν, ὅτι οὐκ ἀεὶ ἐκ τῆς οὐσίας λαμβάνονται ἀλλὰ καὶ ἐκ τῶν ἄλλων κατηγοριῶν, ἐκ μὲν τῆς οὐσίας ῾ὁ ἄνθρωπος ζῷον᾿, ἐκ δὲ τοῦ ποιοῦ ῾ὁ Αἰθίοψ μέλας ἐστίν᾿ ἢ τὸ λευκὸν χρῶμά ἐστι δυνατὸν γὰρ καὶ θάτερον τῶν ὅρων καὶ ἀμφοτέρους ἐκ· τῆς αὐτῆς λαμβάνειν κατηγορίας), ἐκ δὲ τοῦ ποσοῦ ῾ὁ ἀριθμὸς διωρισμένον ποσόν ἐστιν᾿ ἢ ῾ὁ ἄνθρωπος τρίπηχύς ἐστι᾿, καὶ ἐκ τοῦ πρός τι ῾Σωκράτης πατήρ ἐστιν᾿ ἢ ῾ὁ πατὴρ αἴτιόν ἐστιν᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

    p. 49a8 Καὶ ταύτας ἢ πῇ ἢ ἀπλῶς, ἔτι ἢ ἁπλᾶς ἢ συμπεπλεγμένας.

    Τουτέστιν ἢ κατά τι τῶν εἰδῶν, οἷον Σωκράτης λευκός, ἢ κατὰ γένη, οἷον Σωκράτης κέχρωσται ἡ πεποίωται, πᾶσα οὐσία μετὰ ποιότητος, καὶ ἀποφατικῶς οὐδεμία οὐσία ποιότητός ἐστι. καὶ αὗται μὲν ἁπλαῖ ἐκ τῶν συμβεβηκότων κατηγορίαι ἢ πῇ ἢ ἁπλῶς. συμπεπλεγμέναι δέ, ὡς ὅταν εἴπω ῾Σωκράτης βαδίζων μανθάνει᾿· συνέπλεξα γὰρ τῷ ποσῷ τὸ ποιόν. ἢ οὗν τοῦτό φησι τὸ συμπεπλεγμένας, ὅτι ἐν | ἑνὶ ὅρῳ τῷ κατηγορουμένῳ LXXXIV v δύο κατηγορίας συμπλέκειν, ἢ καὶ ἐν τῇ ὅλῃ προτάσει συμπλέκειν, ἵνα τὸν μὲν τῶν ὅρων ἐξ ἄλλης κατηγορίας λάβωμεν τὸν δὲ ἐξ ἄλλης, οἷον ὁ βαδίζων ὑγιαίνει. οὐκ ἀεὶ δὲ δύνανται συμπλέκεσθαι· αἱ [*](1 δὲ utramque om. Bt 2 ὁρᾶ BY: ὁρᾷν t 6 ἀποφαντικῷ scripsi: ἀποφατικῶ BYt 7 τὸ ὄνομα Β 8 τὸ alt. om. Y 9 τό ὄνομα Y 14 τῆς περὶ Y 19 ἐκ δὲ Y: καὶ ἐπὶ Bt 21 ὡσαύτως t 22 ἀπλῶς—πῆ B post εντι add. δὲ t ἡ tert. BYt(n): om. Arist. 27 τῷ ποιῷ τὸ ποιεῖν conicio 28 συμπεπλεγμένα Bt ante ὅτι add. ἡ t an <ἔνεστιν> sive <ἔνι> ἐν? 31 δύνασθαι Bt)

    344
    γὰρ κατηγορίαι πολλάκις ἑκάστη μὲν ἰδίᾳ κατηγορεῖσθαί τινος LXXXIV v δύναται, συμπεπλεγμέναι δὲ οὐκέτι. φημ·ὶ γὰρ οὕτω· Σωκράτης ἀγαθός ἐστι, Σωκράτης ἰατρός ἐστιν· οὐ πάντως δὲ καὶ συμπλέξαντι ἀληθὲς εἰπεῖν ῾ἰατρὸς ἀγαθός ἐστιν᾿· ἐνδέχεται γὰρ ὡς μὲν ἄνθρωπον ἀγαθόν, ὡς δὲ ἰατρὸν κακὸν εἶναι. ἀλλ᾿ οὐδὲ τὰ συμπεπλεγμένως κατηγορούμενα πάντως καὶ ἰδίᾳ· ἐνδέχεται γὰρ εἰπεῖν τινα ὅτι ἀγαθὸς ἰατρός, οὐ μὴν ὅτι καὶ ἀπλῶς ἀγαθός.

    p. 49a9 Ὁμοίως δὲ καὶ τὸ μὴ ὑπάρχειν. Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων.

    p. 4919 Ἐπισκεπτέον δὲ ταῦτα καὶ διοριστέον βέλτιον.

    Ἢ ὡς μέλλων περὶ τούτων διορίζεσθαι ταῦτά φησι, ποῖαι μὲν τῶν κατηγοριῶν ἰδίᾳ κατηγορεῖσθαι δύνανται, οὐ μὴν συμπεπλεγμένως, ποῖαι δὲ καὶ συμπλέκεσθαι δύνανται, ἢ ἡμῖν τοῦτο ποιεῖν παρακελεύεται, ἵν’ ὦμεν προπαρεσκευασμένοι καὶ τούτῳ.

    p. 49a11 Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς τῷ μέσῳ.

    Ἄλλο τι πάλιν παραδίδωσι θεώρημα· ἐπειδὴ γὰρ εὑρίσκομεν πολλάκις ἐν τοῖς παρὰ τοῖς ἀρχαιοτέροις κειμένοις λόγοις ὅρους τινὰς δὶς παραλαμβανομένους ἐν τῇ αὐτῇ προτάσει καὶ ἐν τῷ συμπεράσματι τὸν μέσον ὅρον κείμενον, διδάσκει ἡμᾶς ἐν τούτοις πῶς δεῖ καὶ τοὺς τοιούτους ἀναλύειν συλλογισμούς, καὶ ποίᾳ τῶν προτάσεων συντακτέον τὸν ἐπαναδιπλούμενον ὅρον. ἐπαναδίπλωσις δέ ἐστιν, ὅπερ εἶπον, ἡ τοῦ αὐτοῦ ὅρου δὶς ἐν τῇ αὐτῇ προτάσει παράληψις, ὃς καὶ ἐν τῷ συμπεράσματι πάντως εὑρίσκεται. οἷον τί λέγω; ἔστω δεδειγμένον ὅτι τῆς δικαιοσύνης ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν· ἔστι μὲν γὰρ ἁπλῶς δικαιοσύνης ἐπιστήμην εἶναι ὅτι ἐστὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμητική· ἔστι δὲ καὶ ἐπιστήμην περὶ αὐτῆς ἔχειν ὅτι ὠφέλιμος ἡ αἱρετὴ ἤ τι τοιοῦτον ἄλλο, ὡς ἔχει καὶ ὁ νῦν λόγος. τὸ οὖν ῾ὅτι ἀγαθόν᾿ οὐ τῇ ἐλάττονι, φησί, προτάσει συντακτέον ἀλλὰ τῇ μείζονι κατὰ τὸν κατηγορούμενον ὅρον, τουτέστι τὸν μείζονα. καὶ τοῦτο εἰκότως, ὅτι καὶ ἐν τῷ συμπεράσματι πρὸς τῷ κατηγορουμένῳ ὅρῳ κεῖται· οἷον ἡ δικαιοσύνη ἀγαθόν ἐστι, τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν, [*](1 γὰρ om. Y ἑκάστην t 2 συμπεπλεγμένη Y ἀγαθόν t 3 συμπλέξαντες Y 4 ἄνθρωπος, ut videtur, pr. Β 5 συμπεπλεγμένα ὡς Bt 6 ἰατρὸς ἀγαθός ἐστιν, οὐ Β 10—14 om. Y 16 post ἄκρῳ add. δὲ t τὸ μέσον t 17 πάλιν mrg. , ut videtur, Y2 18 περὶ pr. Β 18. 19 παραλαμβανομένους BSt: λαμβανομένους Y 19 μέσον om. t 21 ποῖον, om. καὶ Y 22 ὅπερ εἶπον BSt: ὥσπερ εἴπομεν Y 24. 25 ἐστὶ τὸ Y 25 ἐπιστήμων Y 26 ἀπονεμητική BSt: διανεμητική V 27 ἢ αἱρετὴ S: ἡ ἀρετὴ BYt τι om. Bt ἄλλο τοιοῦτον B καὶ om. Β 28 φησιν post ἀγαθὸν colloc. V συνακτέον Β 30 καὶ om. Y)

    345
    τῆς δικαιοσύνης ἄρα ἐπιστήμη ἐστί, τουτέστι καθὸ ἀγαθόν. εἰ γὰρ LXXXIV μὴ οὕτω τεθείη, φησίν, ὁ ἐπαναδιπλούμενος ὅρος ἀλλὰ πρὸς τῇ ἐλάττονι οιον η δικαιοοσύνη ἀγαθὸν 〈ὅτι ἀγαθόν>, καὶ ἀσύνετον ἔσται τὸ λεγόμενον καὶ ψεῦδος. ὅταν γὰρ εἴπωμεν ῾ἡ δικαιοσύνη ἀγαθὸν ὅτι ἀγαθόν᾿, εἰ μὲν οὖν τοῦτο λέγομεν, ὅτι ἀγαθόν ἐστι διότι ἀγαθόν ἐστι, γελοῖον καὶ ἀσύνετον τὸ λεγόμενον, ὡς ὅν εἰ ἐλέγομεν ‘Σωκράτης ἄνθρωπός ἐστιν ὅτα ἄνθρωπός ἐστιν᾿· εἰ δὲ μὴ οὕτω φαμὲν τὸ ῾ὅτι ἀγαθόν᾿ ἀλλ’ ἀντὶ ῾ὅπερ τ,ὸ ἀγαθόν᾿, ὅτι ἀγαθόν εστιν ἡ δικαιοσύνη οὐ τὸ τυχὸν ἀλλὰ ὅπερ τὸ ἀγαθόν, ψευδὴς ὁ λόγος· οὐ γάρ ἐστι τὸ γενικὸν ἀγαθὸν ἡ δικαιοσύνη. ἔστι γὰρ καὶ ἄλλα ἀγαθά, σωφροσύνη, ὑγίεια, φρόνησις. μόνως οὖν ἐν τῷ μείζονι ὅρῳ θετέον τὸν ἐπαναδιπλούμενον ὅρον.

    p. 49a22 Ὁμοίως δὲ καὶ εἰ τὸ ὑγιεινὸν δειχθείη ὅτι ἐπιστητόν εστιν ᾗ ἀγαθόν. Ἕτερον ὑπόδειγμα· τὸ ὑγιαίνειν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν, τὸ ὑγιαίνειν ἄρα ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν.

    p. 49a23 Ἢ τραγέλαφος ᾗ μὴ ὄν. Τρίτον υπόδειγμα· ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν δοξαστὸν ᾗ μὴ ὄν, ὁ τραγέλαφος ἄρα δοξαστόν ἐστιν ᾗ μὴ ὄν. παραλέλειπται τὸ δοξαστόν.

    p. 49a24 Ἢ ὁ ἄνθρωπος φθαρτὸν ᾓ αἰσθητόν.

    Ὁ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτὸν ᾗ αἰσθητόν, ὁ ἄνθρωπος ἄρα φθαρτὸς ᾗ αἰσθητός. καὶ ἐπὶ πάντων ὁ αὐτὸς τρόπος.

    p. 49a27 Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων, ὅταν ἁπλῶς τι συλλογισθῇ καὶ ὅταν τόδε τι ἢ πῇ ἢ πῶς.

    Πάλιν ἐπὶ ἕτερον μεταβαίνει θεώρημα. πολλάκις, φησί, βουλόμεθα δεῖξαι ὅτι τόδε τῷδε ὑπάρχει, οἷον ὅτι ὁ ἄνθρωπος ἐπιστητός ἐστιν· πολλάκις δὲ οὐχ ἁπλῶς ὅτι τὸ ἐπιστητὸν αὐτῷ ὑπάρχει δεῖξαι βουλόμεθα, ἀλλὰ καθὸ λευκός ἐστιν ἢ καθὸ φιλόσοφος. οὐ τὸν αὐτὸν <οὖν>, φησί, δεῖ [*](3 post ἀγαθὸν add. ἐστι Y ὅτι ἀγαθόν ex Arist. addidi καὶ om. t ἀσύνετον scripsi cf. vs. 5. 6: ἀσύστατον BYt ante ἔστι add. φησὶν V έσται ante καὶ collocat Β 4 εἴπομεν t 5 οὖν deleverim 5. 6 σύνετον B 7 οὕτω Bt: το,ῦτ,ο v 8 ὅπερ τὸ S: inv. ord. BYt 9 ἡ om. SI post δικαιοσύνη add. ἀλλ᾿ ἡ ἀρετή Y 10 ὑγίεια om. Y post φρόνησις add. ἀνδρεία, ὑγεία Y 11 τὸν om. Y 12—21 om. V 18 δοξαστόν prius B: δοξαστός 1 19 ὁ t Arist.: om. Β (n f) 24 θεώρημα om. Bt 27 καθό alt. om. 15 post φιλόσοφος add. ἐστιν Β οὖν addidi)

    346
    τιθέναι μέσον ὅρον, ὅταν ἁπλῶς τε ὑ|πάρχειν ἢ] τινί τι δεῖξαι βουλώμεθα, LXXXV r καὶ ὅταν πῇ ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἁπλῶς ὑπάρχει τὸ κατηγορού- μενον, καθολικὸν δεῖ τιθέναι καὶ τὸν μέσον ὅρον, εἰ δὲ πῇ, καὶ ὁ μέσος ὅρος μερικώτερος ἔσται. οἷον, φησίν, εἰ τὸ ἀγαθὸν ἐπιστητὸν ἁπλῶς δεῖξαι θελήσομεν, καὶ πάλιν εἰ μὴ ἁπλῶς ὅτι ἐπιστητόν, ἀλλ’ ὅτι ἀγαθὸν ἐπιστητόν· ἔστω γὰρ μέσος ὅρος δι’ οὗ δείκνυται τὸ πρόβλημα τὸ ὄν· δῆλον οὖν ὅτι ἐπὶ μὲν τοῦ προτέρου συλλογισμοῦ τὸ ἁπλῶς ὂν μέσον τεθήσεται, ἐπὶ δὲ τοῦ δευτέρου τὸ τὶ ὄν. οἷον τὸ ἀγαθὸν ὄν ἐστι, τὸ ὂν ἐπιστητόν ἐστιν ὅτι ὄν, τὸ ἀγαθὸν ἄρα ἐπιστητόν ἐστιν ὅτι ὄν. ἐπὶ δὲ τοῦ δευτέρου ἔστω μέσον τὸ τὶ ὄν, οἷον τὸ ὠφέλιμον ἡ αἱρετὸν ἡ ἐφετὸν ἤ τι τοιοῦτον ἕτερον· τὸ ἀγαθὸν ὠφέλιμον, τὸ ὠφέλιμον ἐπιστητὸν ὅτι ἀγαθόν, τὸ ἀγαθὸν ἄρα ἐπιστητὸν ὅτι ἀγαθόν· τὸ γὰρ αἱρετὸν καὶ ὠφέλιμον οὐχ ἁπλῶς ὄντα ἀλλὰ τινὰ ὄντα. ἴδωμεν δὲ καὶ τὴν λέξιν.

    p. 49a31 Ἐστω γὰρ τὸ μὲν Α ἐπιστήμη ὅτι τὶ ὄν, ἐφ’ ᾧ δὲ Β ὄν τι, τὸ δὲ ἐφ᾿ ᾧ Γ ἀγαθόν.

    Πρῶτον τοῦ πῇ, οὐ τοῦ ἁπλῶς ὑπόδειγμα τίθησιν· οἷον τὸ ἀγαθὸν τὶ ὅν, τοῦ τινὸς ὄντος ἐπιστήμη ἐστὶν ὅτι τι ὄν, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστὶν ὅτι τι ὄν. ἐθήκαμεν δὲ ἤδη ἐπὶ ὅρων τὰς προτάσεις.

    p. 49a36 Ἢν γὰρ τὸ τὶ ὂν τῆς ἰδίας σημεῖον οὐσίας.

    Οἷον τὸ ὠφέλιμον ἡ τὸ αἱρετὸν τῆς ἰδιαζούσης τοῦ ἀγαθοῦ οὐσίας δηλωτικά ἐστι· τὸ δὲ ὂν ἁπλῶς οὐ τῆς ἰδίας οὐσίας κατηγορεῖται ἀλλὰ τῆς κοινῆς.

    p. 49a36 Εὶ δὲ τὸ ὂν μέσον ἐτέθη καὶ πρὸς τῷ ἄκρῳ τὸ ὂν ἀπλῶς καὶ μὴ τὸ τὶ ὂν ἐλέχθη, οὐκ ἂν ἦν συλλογισμὸς ὅτι ἐστὶν ἐπιστήμη τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν ἀλλ’ ὅτι ὄν.

    Εἰ ἐν τῷ μέσῳ ὅρῳ, φησί, μὴ τὸ τὶ ὂν τεθῇ ἀλλ’ ἁπλῶς τὸ ὂν καὶ πρὸς τῷ μείζονι ὅρω μὴ τὸ κατὰ τι ἐπιστητὸν ἀλλὰ τὸ ἀπλῶς ἐπιστητὸν ᾗ ὄν ἐστι, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται, ἀπλῶς καὶ οὐ πῇ, οἷον ὅτι τὸ ἀγαθὸν ἐπιστητὸν οὐχ ᾗ ἀγαθὸν ἀλλ’ ἀπλῶς ᾗ ὄν.

    [*](1 ὑπάρχη Y ἡ delevi: εἰ Y 1. 2 βουλώμεθα BY1: βουλόμεθα Y2t 2 πῇ scripsi: μὴ BYt ὑπάρχειν Bt: ὑπάρχη Y ὑπάρχοι t 3 post καὶ prius del. τιθέναι Y1 ὅρος om. Y 4 post οἷόν add. τι Y 5 θελήσωμεν t 7 συλλογισμοῦ om. Bt 8 ἐστι om. Y 8. 9 ἐστιν ὅτι ὄν utrobique om. Y 13 καὶ om. t 14 γὰρ om. Y 19 ἰδίας Bt(du): ἰδιαζούσης Y: ἰδίου Arist. οὐσίας: σημεῖον t 21 εἰσι Β κατηγορεῖ Y 23 τίθησι Y 24 οὐκ ἂν κτλ. om. Y 26 ἀλλὰ τὸ ἀλλὰ ὂν Y)
    347

    p. 49b3 Δεῖ δὲ καὶ μεταλμβάνειν ἃ τὸ αὐτὸ δύναται, LXXXV r ματαἀντ’ ὀνομάτων καὶ λόγους ἀντὶ λόγων καὶ ὄνομα καὶ λόγον.

    Ἐπι ἄλλο τι παράγγελμα μεταβαίνει. ἐπειδὴ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν λεγομένων σαφηνείας ἀντιποιούμεθα, ἐν ὅσοις εὑρίσκονται πλείονες ὅροι τὸ αὐτὸ δηλοῦντες, δεῖ ἀντιμεταλαμβάνειν ἐκ τῶν ἀσαφεστέρων τοὺς σαφεστέρους. καὶ ἀντὶ ὀνόματος δέ, ἔνθα ἄν δέῃ, ἀντιμεταληπτέον λόγον καὶ ἀντὶ λόγου λόγον καὶ ἀντὶ λόγου ὄνομα· πολλάκις γὰρ ἡ μετά- ληψις σαφέστερον ὃ βουλόμεθα δεῖξαι παρίστησιν. οἷον εἰ τὴν ἀρετὴν αὐτοπραγίαν τις εἴποι εἶναι τῶν μορίων τῆς ψυχῆς, δυνατὸν σαφέστερόν τινα λόγον μεταλαβόντας εἰπεῖν προσήκουσαν ἐνέργειαν ἑκάστου τῶν τῆς ψυχῆς μορίων· λόγος γὰρ ἀντὶ λόγου μετείληπται. πάλιν ἀντὶ τοῦ εἰπεῖν ὅτι ὁ ἄνθρωπος οὐκ ἔστιν ὅπερ ζῷον ἀντὶ τοῦ ῾ὅπερ ζῷον᾿ λόγου ὄντος μεταληπτέον εἰς] ὄνομα σαφέστερον, ὅτι ὁ ἄνθρωπος οὐκ ἔστι γένος· τὸ γὰρ ῾ὅπτε ζῷον᾿ τὸ γενικὸν ζῷον σημαίνει. ἢ ἀντὶ τοῦ εἰπεῖν ῾Σωκράτης ζῷον πεζὸν δίπουν ὀρθοπεριπατητικὸν πλατυώνυχον᾿ λεκτέον ὄνομα, ῾Σωκράτης ἄνθρωπός ἐστιν᾿. ἢ ἔμπαλιν ἀντὶ τοῦ ὀνόματος τὸν λόγον, εἰ σαφέστερόν ἐστι πρὸς τὸ προκείμενον πρόβλημα. ἀλλὰ καὶ ἀντὶ ὀνόματος ὄνομα, οἷον ἀντὶ τοῦ εἰπεῖν ῾ἡ δικαιοσύνη λυσιτελές᾿ λέγειν ὅτι ἡ δικαιοσύνη συμφέρον ἢ ἀγαθὸν ἢ ὠφέλιμον.

    p. 49b5 Καὶ ἀεὶ ἀντὶ τοῦ λόγου τοὔνομα λαμβάνειν· ῥᾴων γὰρ ἡ τῶν ὅρων ἔκθεσις. οἷον εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν τι τὸ δοξαστόν ταὐτὸν γὰρ τὸ σημαινόμενον), ἀντὶ τοῦ λόγου τοῦ λεχθέντος τὸ ὑποληπτὸν καὶ τὸ δοξαστὸν ὅρους θετέον.

    Πειρᾶσθαι, φησί, χρὴ μάλιστα ὀνόματα ἀντὶ λόγων λαμβάνειν· ῥᾳδία γὰρ ἡμῖν ἔσται, φησίν, ἡ τῶν ὅρων ἔκθεσις μάλιστα εἰς τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων πρόβλημα, ῥᾷον <ὂν> εὑρίσκειν τὰ τοῖς ὅροις παρακολουθοῦντα ἢ τὰ ὅλοις λόγοις. καὶ ὅλως, εἰ ταὐτὸν δύναται τὸ ὄνομα τῷ λόγῳ, ἐν μὲν τῇ ἐκθέσει τοῖς ὅροις χρησόμεθα, ἐν δὲ τῇ συμπλοκῇ τῶν προτάσεων τοῖς λόγοις· εἰς τοῦτο γὰρ ἡμῖν συνοίσει. ὥσπερ ἐφ’ οὗ ἐξέθετο παραδείγματος, οἷον ὅτι τὸ δοξαστὸν ὅπερ ὑποληπτόν οὐκ ἔστιν ἢ τοῦ δοξαστοῦ τὸ ὑποληπτὸν οὐκ ἔστι γένος· ἀμφότεροι μὲν γὰρ οἱ λόγοι τὸ αὐτὸ δύνανται· ἐν δὲ τῇ ἐκθέσει οὐ δεῖ τοὺς λόγους ἐκτίθεσθαι ἀλλὰ τοὺς ὅρους μόνους, τὸ δοξαστόν φημι καὶ τὸ ὑποληπτόν.

    [*](5 ἀντιλαμβάνειν Bt 6 δὲ Yt: δέον Β δέοι Β 13 εἰς delevi 14 τὸ 0111, Bt 15 δίπουν 0111. Y πλατυώνυχον t cf. Ind.: πλατυόνυχον BY post λεκτέον add. ὅτι Y 20 τοῦ om. Y τοὔνομα t Arist.: ὄνομα BY ῥάων κτλ. om. Y 21 τῶν ὅρων ἔκθεσις t Arist.: μετάληψις Β 25 post ἀντὶ add. τῶν Bt 27 ὂν addidi εὑρίσκονται Β 31 οὐκ om. Y 34 μόνον Β)
    348

    p 49b10 Ἐπεὶ δὲ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸ εἶναι τὴν ἡδονὴν τὸ ἀγαθόν, οὐχ ὁμοίως θετέον τους ορους.

    Ἄλλο πάλιν θεώρημα παραδίδωσιν, ὅτι οὐ δεῖ μηδὲν οἴεσθαι τὸ παρὰ μικρὸν ἐκκεῖσθαι τοὺς ὅρους, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν, οἷον μετὰ ἄρθρου καὶ ἐκτὸς ἄρθρου· ὅλῳ γὰρ καὶ παντὶ διαλλάττειν ποιεῖ τοὺς ὅρους προσκείμενον τὸ ἄρθρον ἢ μὴ προσκείμενον. οἷον εἴ τις εἴποι ὅτι ἡ ἡδονὴ τὸ ἀγαθόν ἐστι· τὸ μὲν γὰρ λέγειν ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι τοῦτο σημαίνει, ὅτι <τι> ἀγαθόν ἐστιν ἡ ἡδονή· τὸ δὲ λέγειν ὅτι ἡ ἡδονὴ τἀ|γα LXXXV v θὸν τοῦτ’ ἔστιν, ὅτι πᾶν ἀγαθόν ἐστιν ἡ ἡδονὴ ἢ ὅτι γένος τῶν ἀγαθῶν. ὥστε, φησίν, ἐπισκοπεῖν δεῖ τί βουλόμεθα συμπερᾶναι. εἰ μὲν γὰρ ὅτι ἡ ἡδονή τι ἀγαθόν ἐστιν, ἐν τῷ μείζονι ἄκρῳ τὸ] ἀγαθὸν θετέον· οἷον ἡ ἡδονὴ φυσική ἐστιν ἐνέργεια, πᾶσα φυσικὴ ἐνέργεια ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν· εἰ δὲ ὅτι ἁπλῶς ἀγαθόν ἐστιν ἡ ἡδονή, τουτέστιν ὅπερ τὰ ἀγαθόν, μετὰ τοῦ ἄρθρου θετέον τὸν μείζονα. παρατίθεται δὲ ὁ Ἀλέξανδρος χαριέστατόν τι παράδειγμα δεικνὺς ὅτι ὅλῳ καὶ παντὶ ἐξαλλαγὴν ποιεῖ ἡ παρὰ μικρὸν τῶν ὅρων θέσις. λέγει γὰρ οὕτως· “εἰ οὐδέν ἐστιν, οὐδὲ νύξ ἐστιν· εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν· εἰ ἄρα οὐδέν ἐστιν, ἡμέρα ἐστί”,' καὶ ὅρα πῶς βραχεῖα ἐναλλαγὴ τοσαύτην ἐναλλαγὴν ἐποίησε· τὸ γὰρ ῾οὐδὲ νύξ ἐστιν᾿ δέον οὕτω λαβεῖν καὶ ἐν τῇ μείζονι προτάσει. οὕτω γὰρ ἂν ψευδὴς ἐγίνετο ἡ μείζων πρότασις ῾εἰ οὐδὲ νύξ ἐστιν, ἡμέρα ἐστίν᾿· τοῦτο γὰρ ψεῦδος· ἀληθὲς δὲ τὸ ῾εἰ οὐδὲ νύξ ἐστιν, οὐδὲ ἡμέρα ἐστίν·· καὶ συνήγετο ῾εἰ οὐδέν ἐστιν, οὐδὲ ἡμέρα ἐστίν᾿. ἀντὶ οὖν τοῦ εἰπεῖν εἰ οὐδὲ νύξ ἐστιν᾿ εἶπεν ‘εἰ μὴ νύξ ἐστιν᾿, καὶ οὕτω λοιπὸν ἔσχε χώραν τὸ ἐπάγειν ἡμέρα ἐστίν᾿.

    p. 49b14 Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ’ εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν ᾧ παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει.

    Ἐπειδὴ πολλάκις τῶν ἀρχαιοτέρων τινὲς ἢ καὶ οἱ προσδιαλεγόμενοι οὐ τὰς δύο προτάσεις τοῦ συλλογισμοῦ λέγουσιν, ὡς καὶ ἔμπροσθεν εἴρηται, ἀλλ’ ἔστιν ὅτε τὴν ἐλάττονα μόνην εἰπόντες εὐθὺς ἐπάγουσι τὸ συμπέρασμα, διδάσκει ἡμᾶς πῶς καὶ τούτους ἀναλύσομεν τοὺς συλλογισμούς, καὶ πῶς μὲν ἔχοντες ὀρθῶς ἔχουσι, πῶς δὲ οὐκ ὀρθῶς. ἔστωσαν δὲ οἱ τρεῖς ὅροι [*](2 οὐχ κτλ. om. Y 5 ἐν τοῖς ἔμπρ.] c. 00 p. 47b38 38 6 καὶ alt. om., ut videtur, pr. Β 7 post ἡ ἡδονὴ addiderim 〈ἀγαθὸν ἢ ὅτι ἡ ήδονὴ〉 9 τι addidi ef. vs. 12 τὸ δὲ— 10 ἡδονὴ om. Y δὲ t: om. Β ἡ alt., om. t 10 ἢ Y: om. Bt 11 βουλόμεθα— p. 355,12 οὐ παντὶ ἐμψύχῳ exhibet L ἡ om. L 12 τὸ delevi 15 ὁ Ἀλέξανδρος] p. 374,24. 25 16 ante ὅλῳ add. τῶ L 17 μηδέν Al. 18 μηδὲν ἄρα Al. 19 διαλλαγὴν L 20 post λαβεῖν add. ὡς Β 21 ἐγένετο LY ἡμέρ—23 οὐδέν ἐστιν om. L 24 ἐπαγαγεῖν Bt 27 καὶ κτλ. om. Y 28 ὑπάρχει παντί t 30 ἔμπροσθεν] p. 315,16 sq. 32 πῶς prius Bt: ὅπως LY ἀναλύσωμεν L)

    349
    τοῦ συλλογισμοῦ οἱ Α Β Γ, μείζων μὲν ὁ Α, ἐλάττων δὲ ὁ Γ, μέσος LXXXV v δὲ ὁ Β. ἐὰν οὖν, φησίν, οὕτω τις εἴπῃ, ὅτι ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί, οἷον τῷ Γ, συλλογιστικὸς οὗτος ὁ λόγος. ἔστι δὲ ἐλάττων μὲν πρότασις ἡ Β Γ, συμπέρασμα δὲ ἡ Α Γ, ἡ δὲ μείζων, ἥτις καὶ παραλέλειπται, ἡ Α Β, ἐὰν δὲ οὕτω τις εἴπῃ, φησίν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, παραλογίζεται· καὶ τὸ Β γὰρ εἰ ὑπάρχει τῷ Γ, ἐνδέχεται τὸ Α οὐ μόνον παντὶ τῷ Γ ὑπάρχειν ἀλλ’ ἔστιν ὅτε καὶ οὐδενι. τοῦτο δὲ συμβαίνει διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι τὴν ΒΓ πρότασιν, λέγω δὴ τὴν ἐλάττονα, τὰς δὲ ἀπροσδιορίστους ταῖς μερικαῖς ἰσοδυναμεῖν. ἔστω γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ B πτηνόν, τὸ δὲ Γ ζῷον. ἀληθὲς δὴ εἰπεῖν ὅτι τὸ πτηνὸν ὑπάρχει τῷ ζῴῳ· τινὶ γὰρ ζῴῳ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. οὐκέτι δὲ ἀληθὲς εἰπεῖν ὅτι τὸ λευκὸν παντὶ ζῴῳ ὑπάρχει· τινὶ γὰρ ὑπάρχει, οἷον τῷ κύκνῳ. εἰ δὲ ληφθείη μέρος τοῦ ζῴου ᾧ μὴ ὑπάρχει τὸ λευκόν, οἷον τῷ κόρακι, τούτῳ τὸ πτηνὸν μὲν ὑπάρξει, τὸ λευκὸν δὲ οὐχ ὑπάρξει. τὰ μὲν οὖν λεγόμενα ταῦτά ἐστιν. οὐ μόνον δὲ ὅτε οὕτω φαμέν, ὅτι ᾧ τὸ B ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἐνδέχεται τὸ Α ποτὲ μὲν παντὶ τῷ Γ ποτὲ δὲ μηδενί, ἀλλὰ κἂν οὕτως εἴπωμεν, ὅτι ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί. οὐδὲ γὰρ οὕτως ἀεὶ ἀληθὲς τὸ ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί· ἐνδέχεται γὰρ καὶ μηδενί. εἰ γὰρ ἡ Α Β ἀποφατικὴ ληφθείη, τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί. ἔστω γὰρ τὸ μὲν Α ἄψυχον, τὸ δὲ Β ζῷον, τὸ δὲ Γ πτηνόν· τὸ μὲν οὖν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί. εἰ δὲ ποτὲ ἐνδέχεται, οἷον εἰ ἀντὶ τοῦ ἀψύχου τὸ ἔμψυχον λάβω, καὶ ἐπὶ τῆς ἑτέρας συμπλοκῆς τὸ αὐτὸ ἐνδέχεται, εἰ λάβω λευκόν, ἄλογον, κύκνον· ᾧ γὰρ ὑπάρχει τὸ ἄλογον, οἷον κύκνῳ, τούτῳ παντὶ ὑπάρχει τὸ λευκόν. ἀλλ’ αἱ συλλογιστικαὶ συζυγίαι οὐκ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεῖς ἦσαν ἐπὶ τινὸς δὲ οὔ, ἀλλ’ ἐπὶ πάσης τοῦτο γὰρ ταῖς ἀσυλλογίστοις ὑπῆρχε τὸ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύειν ἐπὶ τινὸς δὲ ψεύδεσθαι), ὡς εἶναι δῆλον ὅτι, καὶ ὅτε ἠλήθευον, οὐ διὰ τὴν συμπλοκὴν τῶν προτάσεων ἀλλὰ διὰ τὴν ὕλην ἠλήθευον, ἐπεὶ καὶ ἐκ ψευδῶν προτάσεων δυνατὸν ἦν ἀληθές τι συναγαγεῖν διὰ τὴν παραλαμβανομένην ὕλην. ἐπὶ τούτοις ἔλεγεν ὁ φιλόσοφος ὅτι μήποτε ὁ Ἀριστοτέλης οὐδὲν ἕτερον [*](1 ὁ prius om. L 2 ὁ om. Yt φησί τις οὕτως LY εἴποι Y 3 ὑπάρξει Y 4 ἡ αݲβݲ (post πρ.) Β post μείζων add. ἐστιν Y 5 εἴποι LYt 6 παντὶ τὸ (τῶ BS αݲ ὑπάρχει BSt Arist.: τὸ αݲ παντὶ ὑπάρχει L: τὸ αݲ ὑπάρξει παντί Y 7 γὰρ εἰ S: δὲ BL: om. Yt ὑπάρχει BSt: ὑπάρχειν L: ὑπάρξειν Y τὸ LS: γὰρ τὸ Bt: τὸ δὲ Y 8 οὔτε t μηδενί Β γὰρ Y 11 δὴ corr. L1, SY: δὲ Bt, pr. L ὑπαρχέτω ζώῳ t 12 γὰρ all. SY: δὲ BLt ταῖς om. t 13 τινὶ γὰρ ὑπάρχει mrg. L1 15 τοῦτο Lt τὸ utrumque SY: om. BLt μὲν ὑπάρχει St 16 ὅτι ὅτε Y 17 τῶ αݲ (post παντὶ) pr. L, corr. L1 post ἐνδ. add. γὰρ Bt, δὲ LY: om. S 18 post μὲν add. μὴ BLY, τινι ποτὲ δὲ μὴ t: om. S εἴπομεν t 19. 20 οὐδὲ—παντί om. Y 20 ἡ om. t 21 post οὐδενὶ add. τῶ γݲ Y 22. 23 ἔστω—οὐδενι om. Β 28 posl οὐδενὶ add. τῶ γݲ Y οὐδέποτε t 24 post ἑτέρας add. δὲ Y 25 post εἰ add. γὰρ t 27 ἀληθεῖς εἰσὶν Β: ἀληθεύουσιν S 28 ὑπάρχει S post τὸ add. δὲ Yt 29 ὅτε] ὅτι B οὐ δια— 30 ἠλήθευον om. t τὴν uim. L 31 συνάγειν Bt 32 ὁ ἀλέξανδρος Y)
    350
    διὰ τῶν νῦν παραδιδομένων θέλει διδάξαι ἢ ὅπερ φθάσας ἐδίδαξεν, LXXXVV ὅτι ἀδύνατόν ἐστιν ἐν πρώτῳ σχήματι καθολικόν τι συναχθῆναι συμπέρασμα καταφατικόν, εἰ μὴ πάντως καθολικὴ εἴη ἡ ἐλάττων· τὴν γὰρ μείζονα πρό- δηλον ὡς ἀνάγκη ἀεὶ καθολικὴν εἶναι. τούτου οὖν ὑrοκ̀ο͂ιμένου, λέγω δὴ τοῦ καθολικὴν εἶναι τὴν μείζονα, εἰ μὲν καὶ ἡ ἐλάττων καθολικὴ ληφθῇ, πάντως καθολικὸν ἔσται καὶ τὸ συμπέρασμα, εἰ δὲ ἀπροσδιόριστος, οὐ πάν- τώς. ἀλλ’ εἰ τοῦτο ἔλεγε, πρῶτον μὲν περιττὸν περὶ τούτου νῦν λέγειν, περὶ οὗ ἱκανῶς ἐν τῷ περὶ γενέσεως τῶν συλλογισμῶν ἐδίδαξε· νῦν γὰρ περὶ ἀναλύσεως, οὐ περὶ γενέσεως συλλογισμῶν διδάξαι βούλεται. ἔπειτα εἰ δεῖ τὴν μείζονα ὡς ὁαι)̔λο-ίουμένrν καθόλου καταφατικὴν λαμβάνειν, οὐκέτι ἀληθεύει ἐπὶ τῆς ἀ̣-ιοοσδιορίστου λέγων ὅτι ἐνδέχεται ᾧ τὸ Β ὑπάρχει, τούτῳ μηδέν.̓̀ ὑπάρχειν τὸ . εἰ γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τῷ Γ, τουτέστι τινί, πάντως καὶ τὁ Α τινὶ τῷ Γ ὑπάρξει, οὐδέποτε δὲ οὐδενί· ἀδύνατον γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν συνα- χθῆνι συμπέρασμα. ὅσον οὖν ἐμὲ εἰδέναι οὐ φαίνεται ὑγιῶς ἔχειν τὸ προκείμενον χωρίον. τὴν λέξιν δὲ ὅμως ἐγͅισκ̀εψώ1aς͂θα.

    Oὐκ ἔστι δὲ ταὐτὸν οὔτε εἶναι οὄτε εἰπεῖν, ὅτι ro τὸ B ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, τουτέστιν οὔτε κατὰ τὴν τῶν πραγμάτων ὑπόστασιν οὕτε κατὰ τὴν τῶν λόγων προφορὰν ταὐτόν ἐστι τὸ ὑπάρχειν τε ἁπλῶς καὶ ἀrροσδιορίστως καὶ παντὶ ὑπάρχειν· κἂν γὰρ μὴ παντὶ υπάρχῃ, λέγοιiτο ἂν ἁπλῶς ὑπάρχειν, ὥς φαμεν τὸ φιλοσοφεῖν LXXXVI1 ἀνθρώπῳ ὑπάρχειν, καίτοι οὐ πᾶς ἄνθρωπος φιλοσοφεῖ, ἀλλ ὅτι τινὶ ὑπάρχει.

    p. 49b20 Ei μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δὲ καθ οὗ τὸ Β.

    Tουτέστ‘ν ἐὰν ἡ μείζων πρότασις ἡ Λ Β μερικὴ εἴη, κἄν τε καθόλου εἴη ἡ ἐλάττων ή Β Γ κὰ́ν τε μερική, ἐνδέχεται τὸ Α μηδενὶ ὑπάρχειν τῷ Γ, ὡς ἐφ’ ὧν ἐθήκαμεν παραδ---ιγαιάτων. ὅσον οὖν ἀπὸ τούτων δόξει, ὅπερ ἤδη εἰρήκαμεν, τὴν μείζονα πρότασιν ὁμολογουuένω-̀ καθόλου καιαφατικῂν λαμβάνειν. ἀλλὰ προἰὼν ἐπὶ τῆς ἀσυλλογίστου συζυγίας οὐκέτι τοῦτο λαμ- βάνει, ὡς ἤδη εἰρήκαμεν.

    p. 49^22 Ei δὲ καθ’ οὗ ἄν τὸ B λέγηται ἀληθῶς, τούτῳ παντὶ τὸ Α ὑπάρχει, συμβήσεται τὸ , καθ’ οὗ παντὸς τὸ Β λέγεται, io κατὰ τούτου παντὸς λέγεσθαι.

    Tὴν συλλογιστικὴν ἐκτίθεται συζυγίαν, ὅτι εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, [*](1 παραδεδομένων LY φθάσας] c. 4 p. 25^37 sq. cf. c. 24 p. 41^23 5 ληφθείη Β 6 οὐ om. Y 7 1̔εν Bt: οὖν LY 8 τῶν om. Y γὰρ scripsi: δὲ BYt 15 εἰδέναι ἐμὲ Y 16 δὲ οὑν ὁμοίως ἐṛισ·κεὺͅόρ.ε’lα LY 17 ὅτι κτλ. om. Y 18 x(b a Β 20 xai L τε BLSY: καὶ t 21 ὑπάρ-ιει (post παντὶ) t ante λέγοιτο add. οὐ Β 21. 22 ὑπιd́ρḷ̀οι- ἔφαυ.εν- ὐπάρ-lει Y 22 ὑπάρχειν (post τινὶ) t 26 post δόξει add. αὕτη ἡ λέξις ὡς οἶυͅ.αι xu κἀτω ῥητῶ ἁρμόζει. ἐπὶ γὰρ xd ἀνθρώπω τὴν p·είζονα ἀδιόριστον λαυ.βάνει Y 27 ὡ1̔ολογrιι-ἐνως L cf. p. 351,12 καταφατικὸν Yt 28 λαμβάνει Y προἰών] p. 49^25 30 ὅτου Y λέγοιτο Y 30.31 τὀ α BLt (u, pr. Β).. om. Y Arist. 31 συμβήσεταί κτλ. om. "i πάντως L)

    351
    προυποκειμένου τοῦ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχειν, συνάγεται ὅτι τὸ LXXXVI r Α παντὶ τῷ Γ ὑπάρξει. τὸ οὗν καθ’ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς ἀντὶ τοῦ κατὰ παντὸς ἀκουστέον· ἑξῆς γοῦν φησι συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ B λέγεται.

    p. 49b25 Εἰ μέντοι τὸ Α λέγεται καθ’ οὗ ἂν τὸ Β λέγηται κατὰ παντός, οὐδὲν κωλύει τῷ Γ ὑπάρχειν τὸ B, μὴ παντὶ δὲ τὸ Α ἢ ὅλως μὴ ὑπάρχειν.

    Τὴν ἀσυλλόγιστον ἀναλαμβάνει συζυγίαν. ὑπερβατῶς δέ ἐστιν ἡ λέξις εἰ μέντοι τὸ Α λέγεται κατὰ παντὸς καθ’ οὗ τὸ Β λέγεται. εἰ οὗν οὕτως ἔχοιεν, φησίν, ὥστε τὴν ἐλάττονα ἀπροσδιόριστον εἶναι, ἐνδέχεται, φησί, τὸ Α ποτὲ μὲν οὐ παντὶ τῷ Γ, ποτὲ δὲ οὐδενὶ ὅλως ὑπάρχειν. καὶ σκόπει ἐκ τούτων ὅτι, εἰ ὁμολογουμένως τὴν μείζονα καθολικὴν καταφατικὴν ἐλάμβανεν, οὐκ εἶχε χώραν λέγειν ὅτι ἐνδέχεται τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν· τῆς γὰρ μείζονος καθόλου καταφατικῆς οὔσης τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς ἀνάγκη πᾶσα καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν εἶναι. πῶς οὖν φησιν ὅτι ἐνδέχεται τὸ Α τῷ Γ ὅλως μὴ ὑπάρχειν;

    p. 49b27 Ἐν δὴ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ’ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α.

    Τὸ λέγειν, φησί, καθ’ οὗ 〈τὸ Β> παντὸς τὸ Α λέγεται τοῦτο σημαίνει, ὅτι καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων τούτων καὶ τὸ Α λέγεται. τοῦτο δὲ οὐκ ἄλλως συμβαίνει, εἰ μὴ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει.

    p. 49b30 Καὶ εἰ μὲν κατὰ παντὸς τὸ B, καὶ τὸ Α οὕτως.

    Τουτέστιν εἰ ἡ ἐλάττων καθόλου καταφατικὴ εἴη, καὶ τὸ συμπέρασμα τοιοῦτον· οἷον εἰ τὸ Β παντὶ τῷ Γ, καὶ τὸ Α παντὶ τῶ Γ. εἰ δὲ τὸ Β μὴ κατὰ παντὸς ὑπάρχει τοῦ Γ, οὐκ ἀνάγκη τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, ἀλλ’ ἐνδέχεται καὶ μὴ ὑπάρχειν.

    [*](1 προκειμένου BYt ὑπάρχει L 2 καθὸ L λέγεται libri 4 παντὶ τῷ β΄ t λέγεσθαι Yt post λέγεται eras, ipiae ex autecedeutibus iterasse videtur L 5 ἂν om. Β, superscr. L1 λέγεται alt. 1. Β, pr. L κατὰ oai. BY: κατὰ παντὸς Buperscr. L2 6 οὐδὲν κτλ. om. Y 8 ὑπερβατος L 10 φησίν om. lit post ἐλάττονα add. πρότασιν Bt 12 ὡμολογουμένως sic Β: ὡμολογημένος L: ὁμολογημένως Yt cf. p. 350,10. 27 καθόλου Y 115 χώρα Y 15 τὸ μερικὸν συμπέρασμα pr. Y 18 δὲ Y (C) τὸ prius om. BL (A) 19 παντὶ Β om. L καθ’ κτλ. om. Y ὅσον L itemque vs. 22 21 τὸ βݲ παντὸς τὸ αݲ Arist.: παντὸς παντὶ t) τὸ βݲ BLYt τοῦτο—22 λέγεται om. L 22 τούτων πάντων Y 23 τοῦτμ24 ὑπάρχει om. t καὶ BY: ὡς 1, 25 τοῦ βݲ Y 26 εἰ B: ἐὰν Y: om. Lt εἴη om. Y 27 οἷον Bt: τουτέστιν LY 29 ὑπάρχει (ante ἀλλ᾿ L))
    352

    p. 49b33 Οὐ δεῖ δὲ οἵεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι ἐκτίθεσθαί τι συμβαίνειν LXXXVIr ἄτοπον· οὐδὲν γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι.

    Ἐπειδὴ διὰ παντὸς τοῦ βιβλίου διὰ τῆς τῶν στοιχείων ἐκθέσεως τὴν διδασκαλίαν ἐποιήσατο, ἵνα μή τις ὑπονοήσῃ ὅτι ἡ τῶν στοιχείων ἔκθεσις αἰτία ἐστὶ τοῦ ἢ συλλογιστικὰς εἶναί τινας τῶν συμπλοκῶν ἢ ἀσυλλογίστους, αὐτὸ τοῦτο διδάσκει, ὅτι οὐ παρὰ τὴν ἔκθεσιν τῶν στοιχείων τὰ συμβάντα συμβέβηκε. καὶ τί λέγω τῶν στοιχείων, ὅπου γε οὐδὲ παρὰ τὴν τῶν παραληφθέντων ὅρων φύσιν οὐδὲν τῶν συμβάντων συμβέβηκεν; ἀλλ᾿ ὥσπερ ὁ γεωμέτρης σαφηνείας ἕνεκεν τοῦ μανθάνοντος ἐκτίθεται εὐθεῖάν τινα καὶ ταύτην ἀξιοῖ ἀπλατῆ εἶναι οὐκ οὖσαν ἀπλατῆ ἢ ἄπειρον εἶναι οὐκ οὖσαν ἄπειρον, ὁμοίως καὶ κύκλον γράφει οὐκ ὄντα κύκλον καὶ διάμετρον ὁμοίως καὶ κέντρον καὶ τὰ λοιπὰ ἃ λαμβάνει, καὶ οὐ παρὰ τὰ ἐκτεθέντα συμβαίνει τὰ ἀποδεικνύμενα ἀλλὰ παρὰ τὰ νοούμενα, οἷον τὸ ἀπλατῆ εἶναι τὴν εὐθεῖαν, κἂν ἡ ἐκκειμένη μή ἐστιν ἀπλατής, καὶ παρὰ τὸ τοῦ κύκλου κέντρον ἢ τὴν διάμετρον, κἂν τὰ ἐκκείμενα μὴ οὕτως ἔχῃ, τῆς δὲ διδασκαλίζας ἕνεκεν μόνης ἐκτίθεται τὰ τοιαῦτα, διότι οἱ εἰσαγόμενοι δέονται τῆς δι’ αἰσθήσεως ὁδηγίας μήπω τοῖς νοητοῖς αὐτοῖς καθ’ αὑτὰ ἐπιβάλλειν δυνάμενοι, οὕτω, φησί, καὶ ἡμεῖς τοῖς στοιχείοις ἐχρησάμεθα καὶ τοῖς ὅροις εἰς σαφήνειαν τῆς διδασκαλίας, οὐ παρὰ ταῦτα ἀποδείξαντες τὰ ἀποδεδειγμένα ἀλλὰ παρὰ τὴν συμπλοκὴν τοῦ καθολικοῦ τε καὶ μερικοῦ καταφατικοῦ τε καὶ ἀποφατικοῦ· ἄνευ γὰρ τῆς τούτων τοίας ἡ τοίας συνθέσεως οὐδὲν ἐδείκνυτο. οὕτω γοῦν ἐλέγομεν ὅτι, εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει, καὶ εἰ τὸ Β τῷ Γ ὑπάρχει ἢ παντὶ ἢ τινί, μέρος ἂν εἴη τὸ Γ τοῦ Β, ὥστε καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρξει. καὶ οὕτως ἐπὶ πάντων ἐκ τούτων ἐγίνετο ἡ ἀπόδειξις, οὐκ ἐκ τῶν ἐκκειμένων.

    p. 49b36 Ἀλλ᾿ οὐχ οὕτω χρῆται ὡς ἐκ τούτων συλλογιζόμενος.

    Οὐχ οὕτως χρῆται, φησί, τοῖς ἐκκειμένοις ὡς ἔχει φύσεως· οὐδὲ γὰρ ἀπλατὴς ἡ ἐκτεθεῖσα οὐδὲ ποδιαία. οὕτως οὖν οὐδὲ ἡμεῖς ἐκ τῆς [*](1 συμβαίνειν τὶ t 2 οὐδὲν κτλ. otn. Y γὰρ om. t 4 ἔκθεσις S: θέσις BLYt 5 ἢ prius LSY: om. Bt 6 et 7 περὶ t 6 τὰ συμβαίνοντα S: ταῦτα L 7 post οὐδὲ add. τῶν L: διὰ τῶν Y 8 ὅρων παραληφθέντων SY παραληφθέντων—9 εὐθεῖάν perierunt in L οὐδὲν BS: οὐ διὰ t: om. Y τὰ συμβάντα Y 9 post γεωμέτρης add. φησὶ Y 10 ἀπλατῆ εἶναι οὐκ οὖσαν iterat Y εἶναι alt. om. S 11. 12 ὁμοίως καὶ κέντρον S: καὶ κέντρον t: κέντρον Β: ὁμοίως οὐκ οὖσαν ὄντα L) LY 12 ἃ deleverim μεταλαμβάνει t περὶ St it em que vs. 13. 14 ἐκτιθέντα Lt 13 ὑποδεικνύμενα Lt 14 ἢ BLS: ἦν t: om Y 15 post διάμετρον add. μὴ εἶναι V 17 καθ’ Β2 αὐτὰ ex αὐτὸ eorr. B: αὐτοῖς Y πιβάλειν sic Β 18 φησι post ἡμεῖς colloc. Β: om. Y 19 supra παρὰ prius scr. διὰ Y: περὶ utrobique St 20 καθόλου καὶ St ante μερικοῦ add. τοῦ Lt τε alt. om. LSt 22 γὰρ S πᾶσι LSY: παντάπασι Bt 23 μέρος—24 ἢ τινὶ om. L τὸ γݲ τοῦ β S: τοῦ γݲ τὸ βݲ ΒY τοῦ β΄ τὸ γ΄ t 25 ἐγίνετο ἐκ τούτων Β post τῶν add. εἰρημένων τῶν V κειμένων BSt 26 ὡς κτλ. om. Y 28 οὖν om. Β)

    353
    φύσεως τῶν ἐκτεθέντων στοιχείων ἢ τῶν ὅρων ἀπεδείξαμεν. ἀλλὰ πόθεν ἐπήγαγεν. | ὅλως γάρ, φησίν, ὃ μή ἐστιν ὡς ὅλον πρὸς LXXXVI v μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων, τουτέστιν εἰ μὴ οὕτως ἔχοιεν οἱ ὅροι ὥστε τὸν μὲν μείζονα περιέχειν τὸν μέσον τὸν δὲ μέσον τὸν ἐλάττονα, ἐξ οὐδενὸς τῶν ἐκκειμένων εἴτε ὅρων εἴτε στοιχείων ἡ ἀπόδειξις ἐγίνετο.

    p. 50a1 Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπ·ερ καὶ τῷ αἰσθάνεσθαι, τὸν μανθάνοντα λέγοντες.

    Τουτέστιν ὥσπερ ἐπὶ τῶν μαθημάτων τῇ αἰσθήσει τοῦ μανθάνοντος χρώμεθα, καταγράφοντες ποδιαίαν τὴν μὴ οὖσαν ποδιαίαν καὶ ἀπλατῆ ὁμοίως, διὰ τὸ μὴ δύνασθαι μόνῃ τῇ φαντασίᾳ τοῖς ἐξ ὧν ἡ ἀπόδειξις ἐπιβάλλειν, οὕτω κ,αὶ ἡμεῖς τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας τοῖς ὅροις καὶ τοῖς στοιχείοις ἐχρησάμεθα. οὐ γὰρ οὕτω, φησίν, αὐτοῖς ἐχρησάμεθα ὡς χωρὶς αὐτῶν μὴ δυνάμενοι ἀποδεῖξαι, ὥσπερ ἀδύνατον ἀποδεῖξαι χωρὶς τῶν ἐξ ὧν ὁ συλλογισμός, λέγω δὴ τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικου, του ἀποφατικοῦ· ἄνευ γὰρ τούτων ἀδύνατον ἀποδεῖξαι.

    p. 50a5 Μὴ λανθανέτω δὲ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑν|ὸς σχήματός εἰσιν.

    Ὃ βούλεται διὰ τούτων δεῖξαι, ἐκεῖνό ἐστιν, ὅτι ἐπειδὴ τῶν συλλογισμῶν οἱ μὲν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι, καὶ καθόλου οἱ μὲν ἐκ προσυλλογισμῶν δείκνυνται, ὧν αἱ προτάσεις οὐκ ἄμεσοι οὐδὲ αὐτόπιστοι, οἱ δὲ οὐδὲν δέονται προσυλλογισμῶν διὰ τὸ ἀμέσους τε εἶναι καὶ αὐτοπίστους τὰς προτάσεις, οὐ δεῖ, φησίν, ἀγνοεῖν ὅτι, ὅταν ἐκ προσυλλογισμῶν περαίηταί τις συλλογισμός, οὐ πάντως καθ’ ἓν καὶ τὸ αὐτὸ σχῆμα πάντα συνάγεται τὰ συμπεράσματα, ἀλλ’ ἔστιν ὅτε ἐν τοῖς] δύο ἢ καὶ τοῖς τρισίν. ἐὰν μὲν γὰρ θελήσας δεῖξαι, ὅτι Σωκράτης οὐσία ἐστί, χρήσωμαι μεταξὺ τῷ ζῴῳ, ὅτι Σωκράτης ζῷον, ἐπεὶ μὴ ἄμεσοι αἱ προτάσεις καὶ δεῖ τῆς ἑκατέρας κατασκευῆς, τίθημι μεταξὺ μὲν Σωκράτους καὶ τοῦ ζώου τὸν ἄνθρωπον, μεταξὺ δὲ τοῦ ζῴου καὶ τῆς οὐσίας τὸ ἔμψυχον, καὶ πάλιν [*](2 φησίν om. Yt ὡς om. L 3 καὶ ἄλο—4 δεικνύων om. Y 3.4 τῶ τοιούτων Bt Arist.: τούτων L 4 posl δεικνύων add. ex Arist. οὐδὲ γὰρ γίνεται συλλογισμός t 5 μὲν om. Β 7 τὸ δ’ BLt post ἐκτίθεσθαι add. οὕτω t Arist. 12 εἵνεκεν L 13 οὐ—ἐχρησάμεθα om. Β 14 ὥσπερ—15 τῶν om 1 ἀποδεῖξαι alt. t: ante 15 ἐξ collocant BY 15 τῶν scripsi: τοῦ BYt 16 τοῦ ἀποφατικοῦ om. L 17 ante συλλογισμῷ add. τῷ t 18 τὰ κτλ. om. Y τά om. L post ἑνὸς add. τοῦ αὐτοῦ 1 ἐστιν t (n) [9 διδάξαι Y τοῦτο ἐστὶν Β 20. 21 προσυλλογισμοῦ St itemque vs. 23 22 οὐδὲ St τε om. SY 24 συλλογισμὸν t σχῆμα mrg. L1 25 τοῖς prius delevi δυσὶν Y καὶ om. Y 26 εἰ γὰρ Y χρήσωμαι BS: χρήσομαι LYt 27 ἐπειδὴ, om. μὴ L 27.28 an δεῖται ἑκατέρα? 28 ἑκατέρων 1 Y: compend. Β Comment. Arist. Mil 2 Philop. In Anal. Prior.)

    354
    μεταξὺ τοῦ ἐμψύχου καὶ τῆς οὐσίας τὸ σῶμα. καὶ δῆλον ὅτι πάντα LXXXVI v τὰ συμπεράσματα ἐν τούτῳ κατὰ πρῶτον γίνεται σχῆμα οὕτως· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον· καὶ πάλιν Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, Σωκράτης ἄρα ἔμψυχον· καὶ οὕτως μέχρι τῆς οὐσίας. καὶ συντιθέμεναι πᾶσαι αἱ προτάσεις ἕνα σύνθετον ἐν πρώτῳ σχήματι ποιοῦσι συλλογισμόν· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία ἐστίν. ὁμοίως καὶ ἐν δευτέρῳ μόνῳ δυνατὸν πάντα τὰ συμπεράσματα συναγαγεῖν. οἷον εἰ θελήσω δεῖξαι ὅτι τὰ φυτὰ οὐκ ἔστι ζῷα, δείκνυμι τοῦτο ἐν δευτέρῳ σχήματι μέσον ὅρον θεὶς τὴν αἴσθησιν· πᾶν ζῷον αἴσθησιν ἔχει, οὐδὲν φυτὸν αἴσθησιν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. εἰ μὲν οὖν ἡ κατηγορικὴ πρότασις δέοιτο κατασκευῆς, λέγω δὴ ἡ ὅτι πᾶν ζῷον αἴσθησιν ἔχει, πάντως διὰ τοῦ πρώτου δείκνυται σχήματος καθολικὴ οὖσα. εἰ δὲ μερικὴ εἴη, καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου. εἰ δὲ ἡ ἀποφατικὴ δέοιτο κατασκευῆς καθολικὴ οὖσα, ἔστι μὲν ὅτε καὶ αὐτὴ διὰ τοῦ πρώτου δειχθήσεται, ἔστι δὲ ὅτε καὶ διὰ τοῦ δευτέρου· οἷον οὐδὲν φυστὸν δύναμιν ἔχει γνωστικήν τε καὶ διακριτικὴν τῶν προσπιπτόντων ἢ θιγγανόντων· πᾶσα δὲ αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτικὴ τῶν θιγγανόντων ἢ προσπιπτόντων· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. καὶ ἔστι συνθεῖναι τὸν συλλογισμὸν οὕτω· πᾶν ζῷον αἴσθησιν ἔχει, πᾶσα αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτική τινων, οὐδὲν φυτὸν δύναμιν γνωστικὴν ἢ διακριτικὴν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. τὴν γὰρ ἀποφατικὴν πρότασιν τὴν ἐν τῷ πρώτῳ συλλογισμῷ συμπέρασμα οὗσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα ἐν τῷ συνθέτῳ συλλογισμῷ· συντιθέντες γὰρ τοὺς συλλογισμοὺς τῶν προσυλλογισμῶν τὰ συμπεράσματα παραλιμπάνομεν, ὡς ἐπὶ τοῦ ῾Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία᾿. δυνατὸν δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου, εἰ μερικὸν εἴη τὸ ὀφεῖλον διὰ τοῦ προσυλλογισμοῦ ἀποδείκνυσθαι. ἔστω γὰρ πάλιν προκείμενον δεῖξαι ὅτι | οὐ πὰν ἔμψυχον αἰσθητικόν ἐστι, LXXXVII r καὶ εἰλήφθω μέσον τὸ ζῶον· τὸ οὖν ζῶον αἰσθητικῶ μὲν παντὶ ἐμψύχω δὲ οὐ παντί· οὐ πᾶς ἄρα ἔμψυχον αἰσθητικόν, ἢ τὸ αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. εἰ οὖν τις ζητοίη πόθεν ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ, δείξομεν τοῦτο ἐν τρίτῳ σχήματι μέσον λαβόντες τὸ φυτὸν οὕτως· ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυσχον παντὶ φυτῷ τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. καὶ πάλιν συνθεὶς τὸν συλλογισμόν φημι· ζῷον παντὶ αἰσθητικῷ, ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, καὶ συνάγεται αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. τὸν [*](2 post κατὰ add. τὸ Bt: om. LSV 3. 4 καὶ π.σ. ζῷον oiu. t 4 ἔμψυχος (post ἄρα) Β 8 post ὁμοίως add. δέ β μόνον Β 9 θελήσας Y 10 θεὶς BSY: τιθεὶς Lt 15 καὶ om. Y 16 καὶ om. BSt οἷον BSt: om. LY 17 τε om. Y τῶν—18 διακριτικὴ om. Β 18 τε om. Y 21 post οὐδὲν add. δὲ Bt 21. 22 post γνωστικὴν add. τε Β 23 πρότασιν om. t 26 σωκράτης S: σωκράτους LVt: compend. Β 27 σωκράτης ἄρα οὐσία om. L διὰ—τρίτου S: ἐν τρίτω καὶ δευτέρω Β: ἐκ τρίτου καὶ δευτέρου LYt 28 τοῦ om. SY 32 δείξωμεν Lt 33 τούτω L 36 ante ἔμψ. add. τὸ Y ἔμψυχον—φυτῷ om. t)
    355
    αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ τρίτου σχήματος ἐνδέχεται ποτὲ μὲν LXXXNIIr πάντα τὰ συμπεράσματα δι’ αὐτοῦ περαίνεσθαι, ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ <πρώτου. καὶ διὰ τοῦ> τρίτου ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ δέδεικται διὰ μέσου τοῦ φυτοῦ· τὸ ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ. πόθεν ὅτι τὸ ζῷον οὐδενὶ φυτῷ., δείξομεν διὰ τοῦ μέσου σχήματος μέσον λαβόντες τὸ αἰσθητικόν· τὸ γὰρ αἰσθη- τικὸν ζῴῳ μὲν παντὶ φυτῷ δὲ οὐδενί· τὸ ἄρα ζῷον οὐδενὶ φυτῷ. συνθεὶς συνθεὶς οὖν τὸν σύλλογισμόν φημι· τὸ αἰσθητικὸν παντὶ ζῴῳ φυτῷ δὲ οὐδενί, τὸ ἔμψοχον παντὶ φυτῷ, τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπεὶ γὰρ τὸ αἰσθη τικὸν οὐδενὶ φυτῷ, οὐδὲ τὸ φυτὸν οὐδενὶ αἰσθητικῷ· αἰσθητικὸν δὲ παντὶ ζῴῳ· φυτὸν ἄρα οὐδενὶ ζῴῳ· ὥστε καὶ ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον δὲ παντὶ φυτῷ· ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ. εἰ δὲ τὴν καταφατικὴν θελήσομεν διὰ προσυλλογισμοῦ κατασκευάσαι, κατασκευάσομεν ἐν πρώτῳ μέσον λαβόντες τὸ τρεφόμενον· πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον. καὶ συνθείς· τὸ ζῷον οὐδενὶ φυτῷ, πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, καὶ συνάγεται ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπειδὴ γὰρ πᾶν φυτὸν τρέφεται, πᾶν δὲ τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον· οὐδὲν δὲ φυτὸν ζῶόν ἐστιν· οὐ πᾶν ἄρα ἔμψυχον ζῷόν ἐστιν· οὕτω μὲν οὖν ἐν πρώτῳ καὶ δευτέρῳ οἱ προσυλλογισμοί. δυνατὸν δὲ καὶ διὰ τοῦ αὐτοῦ, λέγω δὴ τοῦ τρίτου, πάντα τὰ συμπερά- σματα συνάγεσθαι· κείσθω γὰρ ὥστε δεῖξαι ὅτι τὶ τρεφόμενον αἴσθησιν ἔχει, καὶ δεικνύσθω ἐν τρίτῳ σχήματι μέσον λαμβανόντων τὸ ἔμψυχον· τ,ὸ μὲν γὰρ τρεφόμενον παντὶ ἐμψύχῳ, αἴσθησις δὲ τινὶ ἐμψύχῳ, αἴσθησις αρα τινὶ τρεφομένῳ. εἰ οὗν δέοι δεὶξαι πόθεν ὅτι αἴσθησις τινὶ ἐμψύχῳ, δείξομεν πάλιν ἐν τρίτῳ διὰ μέσου τοῦ ζῴου· αἴσθησις παντὶ ζῴῳ. ἀλλὰ καὶ ἔμψυχον παντὶ ζῴῳ· καὶ συνάξεις ‘αἴσθησις τινὶ ἐμψύχῳ. καὶ συνθείς· τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ ἔμψυχον παντὶ ζῴῳ· καὶ τὸ αἰσθη- τικὸν δὲ παντὶ ζῴῳ· τὸ ἄρα αἰσθητικὸν τινὶ τρεφομένῳ. ἐπεὶ γὰρ τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ ζῴῳ, καὶ τὸ τρεφόμενον παντὶ ζῴῳ· πᾶν γὰρ ζῷον τρέφεται· ὰλλὰ καὶ τὸ αἰσθητικὸν παντὶ ζῴῳ. τὶ ἄρα τρεφόμενον αἰσθητικόν ἐστιν. ἐν τούτοις δὲ πᾶσιν ἐκεῖνο δεῖ εἰδέναι, ὅτι ὅταν μὲν ἐν διαφόροις σχήμασι τὰ συμπεράσματα συνάγηται, αυντιθέμεναι αἱ προτάσεις φυλάττουσι τῶν σχημάτων τὴν ἰδιότητα. ὅταν δὲ ἐν [*](1 post αὐτὸν add. δὲ S post ἐνδέχεται add. γὰρ S 2 δι’ αὐτοῦ LSY: δι’ ἑαυτοῦ Bl: fort. διὰ τοῦ αὐτοῦ cf. vs. 20 3 διὰ om. BLSt τοῦ om. L πρώτου. καὶ διὰ τοῦ addidi 4 post δέδεικται add. δὲ BYt: 0111. LS τὸ alt. om. BLt 5 οὐ παντὶ ἐμψύχω BL2t: οὐδενὶ φυτῶ L1Y 6 δείξωμεν Y 7 ζῶον μὲν L 8 τοὺς (sed συλλογισμόν) Y 9 ἐμψύχω BYt: φυτῶ L idemque, sod οὐδε 10 τὸ om. 1 11 post καὶ add. τὸ Β 12 έμψύχῳ] hue usque I. 12. 13 θελήσωμεν t 13 κατασκευάσωμεν t 15 πᾶν ἄρα — 16 ἔμψυχον om. Β πᾶν alt. St: πᾶν δὲ Y 17 ἐπειδὴ SY: ἐπεὶ Bt γὰρ S: δὲ Bt: om. ’i φυτὸν t: φυτὸν μψυχον B: ἔμψυχον SY 18 δὲ om. t 19 συλλογισμοί Yt 20 δι’ αὐτοῦ] 21 τι Bt: τὸ Υ 24 ὅτι πόθεν Υ 25 δείξωμεν Υ 28 om. Υ 31 δεῖ εἰδέναι— p. 357,9 ποιήσωμεν exhibel P 32 ἐν PS: 01, 1. BYt αυνάγονται P)
    356
    τῷ αὐτῷ πάντα περαίνηται, ἐν τῇ συνθέσει τῶν προτάσεων οὐ διὰ LXXXNIIr πασῶν τὸ αὐτὸ ἐμφαίνεται σχῆμα, ἀλλὰ δύο μὲν συμπλοκαὶ φυλάττουσι τὴν τοῦ σχήματος ἰδιότητα, αἱ δὲ ἄλλαι οὐκέτι. παραλιμπάνεται γάρ, ὡς εἴπομεν, ἡ κατασκευαζομένη πρότασις διὰ τὸ συμπέρασμα γίνεσθαι τοῦ προσυλλο- γισμοῦ, τὰ δὲ τῶν προσυλλογισμῶν συμπεράσματα μὴ παραλαμβάνεσθαι ἐν τῇ συνθέσει τῶν προτάσεων· τούτου δὲ γινομένου λύεται τὸ σχῆμα καὶ εἰς τὸ πρῶτον ἀνάγεται. ἔστω γὰρ δεῖξαι ἐν τῷ δευτέρῳ σχήματι ὅτι οὐδενὶ τῷ Γ τὸ Β διὰ μέσου τοῦ Α. τὸ οὖν Α οὐδενὶ μὲν τῶν Β παντὶ δὲ τῷ Γ. δεικνυμένης οὖν πάλιν τῆς AB προτάσεως τῆς ἀποφατικῆς διὰ μέσου τοῦ Δ (τὸ γὰρ Δ οὐδ·ενὶ μὲν τῶν Α παντὶ δὲ τῷ Β) οὐκέτι ἡ ΑΒ LXXXNIIv παραλαμβάνεται πρότασις ἀλλ’ αἱ ΔΒ, ΔΑ, ΑΓ, ὧν αἱ μὲν ΔΑ, ΑΓ τὸ πρῶτον ποιοῦσι σχῆμα, αἱ δὲ AB, ΔΑ τὸ δεύτερον· τὸ γὰρ Δ παντὶ μὲν τῷ Β, οὐδενὶ δὲ τῶν Α, τὸ δὲ Α παντὶ τῷ Γ, ὥστε αἱ μὲν ΔΒ, ΔΑ τὸ δεύτερον ἐποίησαν σχῆμα., αἱ δὲ ΔΑ, ΑΓ τὸ πρῶτον. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. ἐπειδὴ δὲ τῶν προσυλλογισμῶν τὸ συμπέρασμα λαμβάνοντες καὶ ἐπισυνά- πτοντες ἑτέραν πρότασιν οὕτω τὸν συλλογισμὸν πλέκομεν, ἐκεῖνο ἐπιστῆσαι χρή, ὡς καὶ ὁ Ἀλέξανδρός φησιν, ὅτι εἰ μὲν ἐν τῷ τρίτῳ σχήματι εἴη ὁ προσυλλογισμός, ἐξ αὐτοῦ δὲ ἐπὶ τὸ πρῶτον ἢ τὸ δευτερον μεταβαίνομεν, ἄνωθεν δεῖ τὴν πρότασιν προστιθέναι· μερικῶν γὰρ ὄντων τῶν συμπερασμάτων ἐν τῷ τρίτῳ σχήματι, εἰ μὴ ἄνωθεν προστεθείη ἡ πρότασις, ἀσυλλόγιστον γίνεται τὸ σχῆμα, ἐν πρώτῳ ἤ δευτέρῳ τῆς μείζονος μερικῆς οὔσης. καὶ δῆλον ὅτι, εἰ ἀποφατικὸν εἴη τὸ ἐν τῷ τρίτῳ συνηγμένον, οὐδ’ ἐνδέχεται ἐπὶ τὸ πρῶτον μεταβῆναι σχπγνα· ὅθεν γὰρ ἄν ἡ προσθήκη γένηται, ἀσυλλόγιστος ἡ συμ- πλοκὴ γίνεται. ὁμοίως κἂν ἐκ δευτέρου εἰς πρῶτον ἡ μετάβασις γίνηται, κάτωθεν δεῖ τὴν προσθήκην ποιεῖσθαι, ἐπειδὴ ἡ ἐλάττων ἀποφατικὴ γίνεται, ὅπερ ἀσυλλόγιστον• ἀποφατικὰ γὰρ τοῦ δευτέρου τὰ συμπεράσματα. ὁμοίως κἂν ἐκ πρώτου εἰς πρῶτον ἠ μετάβασις γίνηται, καταφατικοῦ μὲν ὄντος καθόλου τοῦ συμπεράσματος ἀδιάφορον ὅθεν δήποτε τὴν προσθήκην ποιήσασθαι, εἰ ἡ προστιθεμένη πρότασις καθόλου εἴη καταφατική · εἰ δὲ μερική, πάντως κάτωθεν. [*](1 πάντα post περαίνηται collocat Y περαίνονται P 2 φαίνεται Y 3 ὡς εἴπομεν om. P 6 προσυνθέσει P 8 τὸ ݲγ τῶι β P γοῦν Y rui (post μὲν) Β 10 τῶν — rui P: τῶ—τῶ Y: om. Bt 11. 12 αἱ ubique P: ἡ BYt itemque vs. 13. 14 12 ποιοῦσι P: ποιεῖ Yt, post σχῆμα BS δݲβݲ δݲαݲ PS: δݲαݲ BYt 13 τῶν BPSt: τῶ Y 14 ἐποίησαν P: ἐποίη Bt: ἐποίησε S: ἐποίει Y 16 ἐκείνω P 17 ὁ Ἀλέξανδρος] p. 383,13sq. τῶ om. Yt 18 ἡ τὸ p PS: om. BVt μεταβαίνωμεν t ἄνωθεν P: ἀεὶ κάτωθεν BYt, om. ἀεὶ S 19. 20 ἐν τῶ (τῶ om. S) Γ σχήματι PS: om. BYt 20 μὴ SYt: μὲν BP ἄνωθεν scripsi: κάτωθεν BPSYt ἡ om. P 21 lt p PS: om. BYt 22 tco PY: om. BSt συναγόμενον BS οὐδ᾿ PS: οὐδὲν BYt 23 μεταβηݲναι PSY: μεταβαίνειν Bt ἔνθεν Y ἄν om. Β γίνεται P 24 κἄν om. P ἐν δευτέρω Β post πρῶτον add. ἢ εἰς ݲγ P γένηται Y 25 κάτωθεν P: εἰ καθόλου. ἄνωθεν BYt, om. εἰ κ. S ἐπειδὴ PS: ἐπεὶ BYt ἐπειδή, <εἰ ἄνωθεν,> conicio 26 ὅπερ ἀσυλλόγιστον PS: om. BYt post δευτέρου add. σχήματος Y 27 εἰς πρῶτον t: ante καταφ. colloe. PS: om. BY γένηται PSY 28 ἄν ἡ y 29 πρότασις om. P καταφατική P, ante εἴη S: om. RYt)
    357
    εἰ δὲ ἀποφατικὸν εἴη τὸ συμπέρασμα καθόλου, κάτωθεν. εἰ δὲ μερικόν, LXXXVIIv οὐκέτι ἐνδέχεται πρότασιν προσθέντας πάλιν τὸ πρῶτον ποιῆσαι· εἴτε γὰρ ἄνωθεν προστεθείη, ἀποφατικὴν ποιήσει τὴν ἐλάττονα, εἴτε κάτωθεν, μερικὴν τὴν μείζονα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ μερικῶν ἀπο- φατικῶν, ὡς ἤδη εἶπον· ἀδύνατον γὰρ ἐκ τούτων εἰς τὸ πρῶτον μεταβῆναι. εἰ δὲ ἀπὸ δευτέρου εἰς δεύτερον ἡ μετάβασις γίνεται, καθόλου μὲν ὄντος τοῦ συμπεράσματος, εἰ μὲν ἡ προστιθεμένη καὶ αὐτὴ καθόλου εἴη, ἀδιά- φορον· εἰ δὲ μερική, πάντως κάτωθεν, τουτέστι πρὸς τῇ ἐλάττονι, ἵνα μὴ τὴν μείζονα μερικὴν ποιήσωμεν. καὶ καθόλου εἰπεῖν ἐπιβλέπειν δεῖ, μή τι παραφθείρηται διὰ τῆς προσθήκης τῶν ἐν ἑκάστῳ σχήματι παραπεφυλαγμενων, καὶ εἰ μεν διὰ της προσθήκης σώζεται τὰ τοῦ σχήματος ἴδια, προσθετέον, εἰ δὲ μή, δι’ ἄλλου δεικτέον σχήματος.

    p. 50a 11 Τοὐς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρὸς ὃ διείλεκται, θετέον ὅρον.

    Ἀλλο πάλιν ἡμᾶς διὰ τούτων διδάσκει. πολλάκις, φησί, συλλογιζό- μενοι δεῖξαι βουλόμεθα ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ πάντως ὅλον τὸν ὁρισμὸν ἀνασκευάσαι βουλόμενοι ἀλλὰ μόριόν τι τῶν ἐν τῷ ὁρισμῶ. ἐν οὖν τῷ ἀνασκευάζειν, ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ θετέον, φησίν, ὅλον τὸν ὁρισμὸν ὅρον (δυσχερῶς γὰρ οὕτως οὕτως εὑρίσκομεν μέσον δι’ οὗ δείξομεν τὸν ὁρισμὸν ὅλον τῷ ὁριστῷ μὴ ὑπάρχοντα), ἀλλ’ ὅτιπερ ἂν εἴη τῷ ὁρισμῷ κακῶς εἰλημμένον, τοῦτο θετέον ὅρον· δειχθέντος γὰρ ὅτι τοῦτο οὐχ ὑπάρχει τῷ ὑποκειμένῳ, διὰ τούτου καὶ ὁ ὁρισμὸς συνελήλεγκται, εἴγε παρείληφέ τι τῶν μὴ ὑπαρχόντων. οἷον τί φησιν τί τις ὁρί- σαιτο τὸ ὕδωρ ὑγρὸν ποτὸν εἶναι, οὐ θετέον τὸ ὑγρὸν ποτὸν ὅρον (ὑπάρχει γὰρ ὁμολογουμένως τῷ ὕδατι τὸ ὑγρόν) ἀλλὰ τὸ ποτὸν θετέον, μέσον δὲ τὴν θάλασσαν. ἐπεὶ οὖν πᾶσα θάλασσα ὕδωρ οὐδεμία δὲ θάλασσα ποτόν, οὐ πᾶν ἄρα ὕδωρ ποτόν. κακῶς ἄρα ἐν τῶ ὁρισμῶ παρείληπται τὸ ὑγρὸν] ποτόν, ὃ μὴ παντὶ ὕδατι ὑπάρχει.

    p. 50a 16 Ἔτι δὲ καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατεον αναγειν· οὐ γαρ εστιν εκ των κειμένων αναγειν.

    Οὐ δεῖ, φησίν, ἅπαντας τοὺς ὑποθετικοὺς συλλογισμοὺς πειρᾶσθαι [*](1 κάτωθεν PY: ἄνωθεν BSt 2 οὐκέτι P: οὔτέ τι S: οὐκ BYt προστιθέντας PS 3 προστεθείη PS: προσθήσεις Bt: γίνεται πρόσθεσις Y ποιήσει PSY: ποιήσεις Bt 4 post δευτ. add. σχήματι S, post τρίτω P 5 ὡς PSY: ὧν Bt εἴιτομεν PS 7. s posl ἀδιάφορον add. τὴν προσθήκην ποιήσασθαι Υ 13 ὁρισμοὺς Υ (n, pr. C f) 14 τῶν κτλ. um. Y 16 φησὶ Y: din. lit 19 γοῦν Y 22 τοῦτο θετέον om. Β 23 ὄρος Bl 23. 24 συνελήλεκται B cf. p. 378,13 24 τι am. Bt 25 τὸ prius om. t 27 δὲ alt. om. Β 29 τὸ ὑγρὸν Y: τοῦ ὑγροῦ τὸ Bt delevi 30 καὶ om. t Arist. 31 οὐ γὰρ κτλ. om. Y ἀναγ)

    358
    ἀναλύειν εἰς τὰ σχήματα ἀλλὰ μόνην αὐτῶν τὴν πρόσληψιν, τὸ δὲ LXXXNIIv συνημμένον οὐκέτι διὰ τὸ μὴ διὰ συλλογισμοῦ δείκνυσθαι ἀλλ’ ἐξ ὁμολογίας λαμβάνεσθαι. ὑποθετικοὺς δέ φησιν ἐν τούτοις οὐ πάντας ἀλλὰ τοὺς ἐξ ὁμολογίας καλουμένους, λέγω δὴ τοὺς λαμβάνοντας κατὰ συνθήκην τὸ συν- ημμένον, ὥσπερ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ ΙΙερὶ οὐρανοῦ πραγματείᾳ περὶ τῶν σχημάτων τῶν ἄστρων κατεσκεύασεν. αἰτήσας γὰρ ὅτι ὅπερ ἐπὶ ἑνὸς τῶν ἄστρων, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν, καὶ τοῦτο λαβὼν ἐξ ὁμολογίας, ὅτι εἰ ἓν ὁποιονοῦν σφαιρικόν, καὶ τὰ λοιπὰ τοιαῦτ’ ἂν εἴη, εἶτα τὴν πρόσληψιν κατασκευάσας, τὸ ἀλλὰ μὴν ἓν τῶν ἄστρων, ἡ σελήνη, σφαιρική᾿, συνήγαγε τὸ καὶ τὰ λοιπὰ σφαιρικὰ εἶναι. τοὺς τοιούτους οὖν, φησί, τῶν συλλογισμῶν οὐ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν· αὕτη γὰρ ἡ συλλελογισμένη· τὸ δὲ συνημμένον ἐξ ὁμολογίας εἴληπται. ὅτι δὲ ἐπὶ τῶν ἐξ ὁμολογίας εἰλημμένων πολλάκις καὶ τὸ συνημμένον διὰ συλλογισμοῦ δείκνυται, δῆλον. ὁ γοῦν Πλάτων λαβὼν ὅτι, εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων εἰσίν, ἡμῶν αί ψυχαὶ ἐν Ἄιδου, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα, οὐ | μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ LXXXNIIIi συνημμένον κατεσκεύσε. καὶ ἐν τοῖς δι’ ἀδυνάτου δέ, ὡς ἑξῆς φησι, τὸ συνημμένον δεῖται κατασκευῆς, ὡς μαθησόμεθα. νῦν οὖν περὶ τῶν ἐξ ὁμολογίας ύποθετικῶν ὁ λόγος. κέχρηται δὲ παραδείγματι τοιούτῳ. ἐάν τις, φησίν, αἰτήσῃ ἐξ ὁμολογίας ὅτι, εἰ μὴ εἴη τῶν ἐναντίων μία δύναμις, οὐδὲ ἐπιστήμη μία ἔσται, τοῦτο μὲν ὅλον τὸ 'εἰ τόδε, καὶ τόδε οὐκ ἀναλυτέον· οὐ γὰρ συλλελόγισται ἀλλ’ ἐξ όμολογίας εἴληπται. τὸ μέντοι 'ἀλλὰ μὴν οὐκ ἔστι τῶν ἀαντίων μία δύνα ἀναλυτέον· τοῦτο γὰρ δέδεικται διὰ συλλογισμοῦ. ὅτι μὲν οὖν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμις, δειχθήσεται διὰ μέσου τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· τὸ γὰρ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία ἐστίν, τοὐ ὑγιεινοῦ καὶ τοῦ νοσώδους οὐκ ἔστι μία δύναμις, τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία δύναμις. ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, δείξεις διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά· τὸ γὰρ ὑγιεινὸν καὶ νοσῶδες οὐκ εἰσὶ τῶν αὐτῶν ποιητικά, πάντα ὅσων ἐστὶ μία δύναμις, ταῦτα τῶν αὐτῶν ἐστι ποιητικά, τοὐ ἄρα ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις.

    p. 50 a 29 Ὀμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων· οὐδὲ γὰρ τούτους ἔστιν ἀναλύειν.

    Ὄτι οὐ περὶ πάντων τῶν ὑποθετικῶν ὁ λόγος, δῆλον ἐξ ὧν τὸ μὲν [*](1 ἀνάγειν Β 2 τὸ μὴ διὰ bis. seniel del. Β 5 ἐν τῶ Β πραγματείᾳ om. BSt Περὶ οὐρ.] II 11 p. 29 1 b 17 sq. 6 κατασκευάζει Y ὥσπερ Y 8 εἰ Bt: ἐὰν Y ὁποιονοῦν] ο tert. corr. Y post σφ. add. b Y σφαιρικὰ ἄν Y 9 κατασκευάσεις Y τὸ om. B: τὴν S: ὅτι t 10 οὖν S: om. BYt 13 γὰρ Y post τῶν add. μὴ SYt 14 Πλάτων] Phaedo c. 16 p. 71 D ζῶν scripsi: ζῶον BSYt 17 ἐν οἷς Y δέ S: om. BYt ἑξῆς] p. 55 a 29 sq. 21 μία bis Β καὶ BSt: οὐκ ἔστιν, οὐδὲ Y 22.23 οὐ—ἀναλυτέον om. Β 2 1 μὲν om. Bt 25 τοῦ alt. del. Β 25. 26 τὸ γὰρ—νοσώδους om. Β 26 τὸ om. St τοῦ alt. om. St 29 τῶν—ποιητικά SY: ταῦτα εἶναι τῶν αὐτῶν Bt 30 πάντα scripsi: πάντων BSYt ἐστὶ μία BSY: οὐδεμία t 31 post καὶ add. τοῦ Y 32 δι’ ἀ Β 33 οὐδὲ κτλ. om. Y οὔτε t post τούτους add. οὐκ Arist. (om. n))

    359
    πρότερον σαφῶς ἐξ ἐξ ὁμολογίας ἐκάλεσεν, ἐκεῖθεν δὲ μετέβη ἐπὶ τοὺς LXXXNIIIr δι’ ἀδυνάτου. ὁμοίως <δὲ> ἐπὶ τῶν δι’ ἀδυνάτου οὐ πάντα τὸν ὑπο- θετικὸν ἀναλυτέον. ὑπεναντίως δὲ οὗτοι ἔχουσι τοῖς ἐξ ὁμολογίας· τὸ μὲν γὰρ συνημμένον αὐτῶν ὡς ἀμφίβολον ὂν κατασκευάζεται διὰ συλλογισμοῦ, ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη κατασκευῆς οὐ δεῖται· οἱ γὰρ εἰς ἄτοπον ἄγοντες οὐκ εἰς ἀμφίβολον ἀλλ’ εἰς ὁμολογουμένως ἄτοπον τὴν ἀπαγωγὴν ποιοῦνται. ὥσπερ καὶ ὁ γεωμέτρης βουλόμενος δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ διὰ ὑποθετικοῦ συλλογισμοῦ τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ εἴη, φησίν, ἀσύμμετρος, σύμμετρος ἔσται· ἀλλ’ εἰ σύμμετρος εἴη, τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα ἔσται· ἀλλὰ μὴν ἀδύνατον τὰ περισσὰ τοὸς ἀρτίοις ἴσα εἶναι· οὐκ ἄρα σύμμετρος. τὸ μὲν οὗν συνημμένον ἐν τούτοις διὰ συλλογισμοῦ δείκνυται, ἡ δὲ πρόσληψις οὐκέτι. διαφέρουσι δέ, φησίν, οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες τῶν ἐξ ὁμολογίας, ὅτι οἱ μὲν εἰς ἀδύνατον ἀπάγοντες ὅπερ οὐκ ἀποδεικνύουσιν οὐκ ἐκ συνθήκης λαμβάνουσιν ὁμολογούμενον ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης· ὡς εἰ μὴ συγχωρήσοι ὁ προσδιαλε- γόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατασκευάσαι ἀνάγκη. διττὴ οὖν ἡ διάκρισις τῶν εἰς ἀδύνατον ἀπαγόντων πρὸς τοὺς ἐξ ὁμολογίας, ὅτι οὗτοι μέν, λέγω δὴ οἱ εἰς ἀδύνατον, τὸ συνημμένον κατα- σκευάζουσιν, ὁμολογοῦσι δὲ τὴν πρόσληψιν, ἐκεῖνοι δὲ τοὐναντίον, καὶ ὅτι οὗτοι μὲν ὃ λαμβάνουσιν οὐ κατὰ συγχώρησιν καὶ ὁμολογίαν λαμβάνουσιν ἀλλ’ ὡς ἐκ τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης.

    p. 50a 30 Ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν ἔστι.

    Γουτέστι τὸ συνημμένον ‘εἰ ἡ διάμετρος σύμμετρος, τὰ ἄρτια τοῖς περιτ- τοῖς ἴσα ἔσται᾿· τοῦτο γὰρ διὰ συλλογισμοῦ δείκνυται. θάτερον δέ, φησίν, οὐκ ἔστι, τουτέστι τὴν πρόσληψιν, λέγω δὴ τὸ ἀλλὰ μὴν ἀδύνατον τὰ ἄρτια τοῖς περιττοῖς ἴσα εἶναι'· τοῦτο γὰρ ὁμολογεῖται καὶ συλλογισμοῦ οὐ δεῖται.

    p. 50a 39 Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς επισκέψασθαι δεὶ 1 καὶ ἐπισημήνασθαι καθαρῶς.

    Ἐπαγγέλλεται μὲν ἐν τούτοις περὶ τῶν ὑποθετικῶν συλλογισμῶν διαγαβεῖν, τίνες τέ εἰσι καὶ πόσα τούτων τὰ εἴδη· οὐ φαίνεται δὲ οὐδαμοῦ περὶ αὐτῶν πραγματευσάμενος, ὡς οἱ ἐξηγηταί φασιν.

    [*](2 δι’ Bt: διὰ τοῦ Y δὲ ex Arist. addidi 3 ἀναλύσομεν t μὲν γὰρ om. Y 4 ὡς om. SY ὂν om. BSt 5 ὡμολογουμλενη sic V 6 ὁμολογουμλενα ὡμολογημλένως B: ὁμολογούμενον Y: ὁμολογημένως sic t 8 post διὰ add. τοῦ Y 10 post ἔσται alt. add. φησιν Y 11 post ἴσα iterat ἔσται φησίν. ὰλλὰ—ἴσα Y εἶναι ἶσα Β post σύμμετρος add. ἡ διάμετρος Y 14 τὸ BSt: om. Υ pos add. τὴν πρόσληψιν Bt: om. SY 15 ἐναργείας t: ἐνεργείας BSY 16 συγχωρήσει Β 18 διαίρεσις t 19 post ὁμολ. add. καὶ Y δὲ t: om. Β δι᾿ ἀδυνάτου Y 22 ἐνεργείας BS 24 τόν Β ἡ διάμετρος om. τ 24.25 περισσοῖς Y itemque vs. 27 ὁμολογεῖται t, ex ὁμολογῆται, ut videtur, corr. Β: ὡμολογηται Y 28 οὔς κτλ. om. Y 29 καὶ διασημῆναι Arist. 30 post μὲν add. οὖν Bl 32 τούτων Β)
    360

    p. 50b 5 Ὄσα δὲ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλβη- LXXXVIIIr μ·άτων, ἐὰν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀναγαγεῖν τὸν συλλο- γισμὸν εἰς θάτερον.

    Διδάσκει διὰ τούτων ὅτι οὐ πάντως ἀνάγκη τὴν ἀνάλυσιν τῶν συλλο- γισμῶν εἰς τοῦτο ποιεῖσθαι τὸ σχῆμα ἐν ᾧ καὶ ὁ συλλογισάμενος τὸν συλλογισμὸν ἔπλεξεν, ἀλλ᾿ ὅσα τῶν προβλημάτων ἐν πλείοσι περαίνεται σχήμασιν, ἀδιάφορον ταῦτα εἰς ὁποιονοῦν ἀναγαγεῖν. οἷον τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν πρώτῳ δείκνυται· οὐκοῦν ὅταν τις καθόλου κατα- φατικὸν συλλογίσηται πρόβλημα, ἀνάγκη εἰς τὸ πρῶτον μόνον τὴν ἀνάλυσιν ποιεῖσθαι. τὸ δὲ καθόλου ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου περαίνεται καὶ διὰ τοῦ δευτέρου· εἴτε οὖν διὰ τοῦ πρώτου συλλελόγισται, δυνατὸν καὶ εἰς τὸ δεύτερον ἀνάγειν διὰ τοῦ ἀντιστρέφειν τὴν ἀποφατικὴν πρότασιν, εἴτε ἐν τῷ δευτέρω, τὸν αὐτὸν τρόπον <εἰς τὸ πρῶτον> εἰ καὶ ἔστιν ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα, ὡς ὅταν ἐν δευτέρῳ σχήματι ἡ ἐλάττων ἀποφατικὴ ὑπάρχῃ. εἰς τὸ τρίτον δὲ | οὐδαμῶς ἔστιν ἀνάγειν οὐδὲν LXXXNIIIv τῶν καθόλου, διότι πάντα μερικὰ ἐν τρίτῳ συνάγεται. τὸ δὲ μερικὸν καταφατικὸν ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ ἐνδέχεται ἀναλύειν. εἴτε γὰρ ἐν τῷ πρώτῳ συλλελόγισται, τῆς ἐλάττονος ἀντιστραφείσης γίνεται τ·ὸ τρίτον σχῆμα· οἷον εἰ τὸ Α πὰντὶ τῷ Β, τὸ δὲ B τινὶ τῷ Γ· τῆς γὰρ ΒΓ ἀντιστρα- φείσης, λέγω ὅτι τὸ Γ τινὶ τῷ Β, τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως δὲ καὶ εἰ ἐν τῷ τρίτῳ συλλελόγισται, πάλιν διὰ τῆς ἀντιστροφῆς τὸ πρῶτον γενήσεται. τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι δείκνυται τοῖς σχήμασιν, ὥστε καὶ εἰς πάντα τὰ σχήματα αὐτὸ ἀναλύειν ἐνδέχεται χωρὶς τοῦ τετάρτου τρόπου τοῦ ;δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου δι’ ἣν εἰρήκαμεν πολλάκις αἰτίαν· τοὺς γὰρ οὕτω συλλελογισμένους οὐκ ἐνδέχεται εἰς τὸ πρῶτον ἀναγαγεῖν σχῆμα. καὶ καθόλου φημὶ ὅτι τοὺς μὲν ἐν τῷ πρώτῳ ἀποφατικοὺς καὶ εἰς τὸ δεύτερον ἔστιν ἀναλύειν σχῆμα καὶ τοὺς μερικοὺς καὶ εἰς τὸ τρίτον, τοὺς δὲ ἐν τῷ δευτέρῳ ἀποφατικοὺς ὄντας πάντας εἰς τὸ πρῶτον χωρὶς τοῦ τετάρτου τρόπου. εἰς δὲ τὸ τρίτον ὅτι τοὺς μὲν καθόλου οὐκ ἐνδέχεται, πρόδηλον· οὐδὲν γὰρ καθόλου ἐν τῷ τρίτῳ δείκνυται. τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς· ἀμφοτέρων γὰρ ἀντιστραφεισῶν τῶν προτάσεων ίγίνεται τὸ τρίτον σχῆμα. οἷον εἰ τὸ Α τῷ· μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί· δῆλον γὰρ ὅτι ἑκατέρας ἀντιστρεφομένης τό τε Β οὐδενὶ τῷ Α καὶ τὸ Γ τινί. ὁ δὲ λοιπὸς οὐκέτι ὁ ἐκ τῆς μείζονος [*](2 ἐὰν κτλ. om.Y ἄν t: ἤν Arist. ἀναγαεῖν t Arist.: ἀνάγειν Β 5 ὁ συλλογισμὸς BS 7 ἀδύνατον t 10 καὶ prius ora. Bt 12 ἀναγαγεῖν SY διὰ τὸ Y 13 εἰς τὸ πρῶτον addidi καὶ prius om. Bt 13. 14 τῆς — ἀντιστροφῆς St: ταῖς—ἀντιστροφαῖς Β: τὴν — ἀντιστροφὴν Y 11 ἐδεήμεθα Β 15 εἰς δὲ τὸ τρίτον Y ἀναγαγεῖν SY 16 διὰ τὸ — ἐν αὐτῷ συνάγεσθαι S post πάντα add. τὰ BYt: om. S 17 ἀναλύειν ἐνδέχεται Β 20 xd) Y: τῶν Bt post σχῆμα add. e vs. 19 οἷον εἰ—τῶ γݲ B 25 πολλάκις] velut p.94,12sq. 107,29 sq. 27.28 τὸν μερικὸν καταφατικὸν εἰς Y 29 τοὺς μὲν S: inv. ord. Bt: μὲν τὸ Y 31 post τρίτον add. τοῦ δευτέρου Y 34 τό τε BSY: τὸ δὲ t 35 post τὸ γݲ add. τῶ αݲ Y)

    361
    καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὔτε LXXXNIIIv ν γὰρ ἡ μερικὴ ἀποφατικὴ ἀντιστρέφει, ἥ τε καθόλου καταφατική, εἰ ἀντιστραφείη, μερικὴ γίνεται. πάλιν τοὺς ἐν τῷ τρίτῳ τοὺς μὲν καταφατικοὺς πάντας εἰς τὸ πρῶτον ἀναλύσεις· τοὺς δὲ ἀποφατικοὺς χωρὶς τοῦ πέμπτου τρόπου τοὺς λοιποὺς δύο εἰς ἀμφότερα ἀνάξεις τὰ σχήματα, τὸ πρῶτόν φημι καὶ τὸ δεύτερον, ἀλλ’ εἰς μὲν τὸ πρῶτον θατέραν τῶν προτάσεων ἀντιστρέφων, εἰς δὲ τὸ δεύτερον ἀμφοτέρας. οἷον ἔστω ἡ μὲν μείζων ἀποφατική, ἡ δὲ ἐλάττων καταφατική, ἄμφω καθόλου· τῷ γὰρ Β οὐδενὶ τὸ Α, τὸ δὲ Γ παντί, ὥστε καὶ τὸ Β τινὶ τῶν Γ, καὶ γίνεται τὸ πρῶτον σχῆμα· ἐὰν δὲ καὶ τὴν BA ἀντιστρέψω λέγων ὅτι τῷ Α οὐδενὶ τὸ B, ἔσται τὸ δεύτερον. ὁμοίως καὶ ἐπὶ τοῦ ἑτέρου τρόπου τοὐ τὴν ἐλάττονα μερικὴν ἔχοντος καταφατικὴν πάλιν τῆς μὲν καταφατικῆς ἀντιστραφείσης γίνεται τὸ πρῶτον σχῆμα, ἀμφοτέρων δὲ τὸ δεύτερον.

    p. 50 b 9 Ἔσται δὲ φανερὸν ἐν τοῖς ἑπομένοις.

    Ὄτι οὐ πάντας ἐνδέχεται ἀνάγειν εἰς πάντα τὰ σχήματα, φανερὸν ἔσται, φησί, διεξιόντων ἡμῶν πάντας τοὺς ἐν τοῖς σχήμασι τρόπους· ἐπεξέρχεται γὰρ ἑκάστῳ, καὶ δείξει ὅτι τὸν ἐν τῷ δευτέρῳ τέταρτον τρόπον καὶ ἐν τῷ τρίτῳ πέμπτον ἀδύνατον εἰς ἕτερον ἀναλῦσαι σχῆμα. σαφῶς οὖν πᾶσιν ἐπεξέρχεται. καὶ δῆλά ἐστι τὰ τῆς λέξε ως.

    p. 50 b 18 Τῶν δ’ ἐν μέρει θάτερος μόνος.

    Εἴπομεν ποῖυς, ὅτι ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς· ὁ μέντοι τέταρτος ὁ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς οὔ.

    p. 50 b 21 Ἐὰν δὲ τὸ μὲν κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερη- τικὸν πρὸς τῷ Γ, πρῶτον ὅρον θετέον τὸ Γ.

    Τουτέστιν ἐὰν ἡ μείζων ᾖ καταφατική, ἡ δὲ ἐλάττων ἀποφατική, ἄμφω δὲ καθόλου δηλονότι (πεὶ τούτων γὰρ ὁ λόγος), οὐκ ἄλλως αναχθήσεται εἰς τὸ πρῶτον σχῆμα ἡ τὴν δύναμιν τῶν ἄκρων τῶν ὄρων ἀμει [*](2 ἤ τε S: οὗτε ἡ BYt καταφατική SY: om. Bt post εἰ add. γὰρ Bt: δ᾿ Y: om. S 3 post γίνεται add. καὶ ἀσυλλόγιστος ὁ τρόπος Υ 4 post χωρὶς add. τινος Β 5 post δύο add. ἤτοι τ(ὸν) β΄ον καὶ τὸν ς' ov Y 7 δὲς om. t μὲν om. Y 8 posl add. δὲ Y 9 τῶ δὲ SY παντὶ τὸ β ὥστε καὶ τὸ αݲ παντὶ τῶ Y 10 δὲ τὸ λέγω SY τῶ Β: τὸ t: τὸ β τῶ μὲν Y posl οὐδενὶ add. τῶ δὲ ݲY τινι Y 11 τὸ δεύτερον om. Β 12 καταφατικὴν ἔχοντος Y ἀποφατικὴς Y 13 post σχῆμα add. ἤτοι ὁ δος τοῦ ݲαου Y post δεύτερον add. ὁ ݲγος τοῦ βου Y ματα om. Υ 19 ante καὶ add. τὸν t 20 μόνος BGt (BCufm): μόνον Arist. 21 ὁ — 22 μέντοι om. Y τῆς priua t: om. Β 22 μέντοι t: posl 21 ὁ gtransposuit Β 23 οὔ om. Y 24 μὲν posl κατηγ. collocal t: om. Arist. 27 posl γὰρ add. καὶ Y 28 τὸ β΄ t τῶν ἄκρων deleverim cf. p. 362,17 τὸν ὅρον Β)

    362
    ψάντων ἡμῶν, τουτέστι τὸν μὲν μείζονα ἐλάττονα ποιησάντων, οἷον LXXXNIIIv τὸ Β, τὸν δὲ ἐλάττονα, λέγω δὴ τὸ Γ, μείζονα. ἀντιστραφείσης γὰρ τῆς ἀπο- φατικῆς καὶ τοῦ πρώτου γενομένου σχήματος συνάγεται μὲν ὅτι τὸ Γ οὐδενὶ τῶν Β. διὰ δὲ τὸ ἀντιστρέφειν τὸ στερητικὸν καθόλου ἀντιστραφέντος τοῦ συμπεράσματος γίνεται τὸ ἐξ ἀρχῆς, ὅτι οὐδὲ τὸ Β οὐδενὶ τῶν Γ· τοῦτο γὰρ ἐν τῷ δευτέρῳ συνηγμένον ἦν.

    p. 50 b 31 Οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ AB, οὔτε γενομένης ἔσται συλλογισμός. |

    Ἠ καθόλου, φησί, καταφατιή (αὕτη γάρ ἐστιν ἡ AB, ἥτις LXXXIXr μείζων ἦν) πρῶτον μὲν πρὸς οὐδεμίαν ἀντιστρέφει. εἰ δὲ ὅλως, καθὸ δύναται ἀντιστρέφεσθαι, ἀντιστρέφει, λέγω δὴ πρὸς τὴν μερικὴν κατα- φατικήν, ὥστε τὸ B τινὶ τῷ Α ὑπάρχειν, μερικὴ γενήσεται ἡ μείζων καὶ ἀσυλλόγιστος ὁ τρόπος.

    p. 51 a 8 Ἐὰν δὲ τὸ μὲν B παντὶ τῷ Γ, τὸ δὲ A τινὶ τῷ Γ, πρῶτον ὄρον δετέον τὸ B.

    Τουτέστιν ἐὰν ἀμφοτέρων οὐσῶν καταφατικῶν ἡ ἐλάττων εἴη καθόλου, δεῖ πάλιν ὥσπερ καὶ πρότερον τὴν δύναμιν τῶν ὅρων ὰντιμεταλαβόντα [καὶ] τὸν μὲν ἐλάττονα μείζονα θεῖναι τὸν δὲ μείζονα ἐλάττονα καὶ συμπερᾶναι μὲν ὅτι τὸ B τινὶ τῶν Α, ἀντιστρέψαντα δὲ τὸ συμπέρασμα, ὅτι καὶ τὸ A τινὶ τῶν B, τὸ προκείμενον ἐξ ἀρχῆς συναγαγεῖν.

    p. 51a22 Φανερὸν δὲ ὅτι καὶ πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντιστρεπτέα ἐν ἀμφοτέροις τοῖς σχήμασι.

    Τουτέστιν τὸ πρῶτον καὶ τρίτον σχῆμα· περὶ τούτων γὰρ νῦν τὸν λόγον ποιεῖται. εἴτε οὖν, φησίν, ἐκ τοῦ πρώτου εἰς τὸ τρίτον μεταλαβεῖν [*](1 μὲν om. Bt 2 τὸ prius Y: τὸν Bt ݲγ—β Y δὲ om. Yt δὴ om. Bt τὸν γ’ t 4 τῶ Y τὸ alt. Β: τὸν Yt 5 tw ݲγ Yt 7 ἐνδέγεται Y: δέχεται Arist. 0.10 ἡ καθόλου, φησί, καταφατική (καταφατική φησιν t)—ἀντιστρέφει (πρݲωτον—ἀντιστρέφει om. t) Bt: ἡ μερική φησιν ἀποφατικὴ αὕτη γάρ ἐστιν ἡ ἐλάττων πρότασις ἡ ݲαݲγ, ἡ δὲ μείζων ἐστὶ καθόλου καταφατικὴ ἡ ݲαݲβ. πρῶτον μὲν αὕτη ἡ καθόλου καταφατικὴ πρὸς οὐδεμίαν ἀντιστρέφει ἡ ݲαݲβ. ἐπεὶ καὶ μείζων Y 10 δὲ Y: om. Bt 12 ὥστε Bt: (ὡς) καὶ Y τῶν ݲα Β post γενήσεται add. καὶ Y 13 καὶ ὁ τρόπος ἐντεῦθεν ἀσυλλόγιστος Y 14 τινὶ τῶν Β 14. 15 πρῶτ.ον ὅρον Bt (C, corr. A): πρῶτος ὅρος Y Arist. 15 θετέον BYt (C, corr. A): θετέος Arist. 16 ἡ—εὶ́η Bt: καὶ ἡ μὲν μείζων εἴη μερικὴ ἡ δὲ ἐλάττων Y 17 ἀντιμεταλαβόντας Y καὶ alt. delevi 19 μὲν om. Y ἀντιστρέψαντας Y ὅτι καὶ—20 συναγαγεῖν Bt: τὸ ὅτι τὸ p τινὶ tw a, ἐπειδὴ ἡ μερικὴ καταφατικὴ ἀντιστρέφει πρὸς ἑαυτὴν συνάξαι τὸ ἐξ ἀρχῆς προκείμενον συμπέρασμα τὸ ὅτι καὶ τὸ ݲα τινὶ τῶ ݲβ καὶ ὁ συλλογισμὸς ἀνάγεται διὰ δύο ἀντιστροφῶν ἐν τρίτω σχήματι· ἔστι δὲ ὁ τρίτος τοῦ τρίτου Y 21 καὶ ὅτι Arist. 22 ἄκρῳ κτλ. om. Y)

    363
    βουλόμεθα τὰς προτάσεις εἴτε ἀνάπαλιν, πάντως τὴν ἐλάττονα ἀνάγκη LXXXIX ἀντιστρέφειν. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ἀδύνατον ἦν τὴν μείζονα α' στραφηναι· ουτω γὰρ τὸ δεύτερον γίνεται σχῆμα. ὁ γὰρ μέσος τοῦ ἐλάτ- τονος κατηγορεῖτο· ἀντιστραφείσης οὖν τῆς μείζονος προτάσεως συμβήσεται καὶ του μείζονος αὐτὸν κατηγορεῖσθαι· τοῦτο δὲ ἦν τὸ δεύτερον σχῆμα. εἰ δὲ ἀμφότεραι ἦσαν κατηγορικαί, δεύτερόν τε σχῆμα πάλιν ἐγίνετο καὶ κατὰ ἀμφότερα ἀσυλλόγιστον· ἤ τε γὰρ μείζων μερική, καὶ ἔτι ἀμφότεραι κατηγορικαί. μόνως οὖν ἡ ἐλάττων ἀντιστρεπτέα. ὁμοίως καὶ εἰ ἐκ τοῦ τρίτου εἰς τὸ πρῶτον μεταλαβεῖν θελήσομεν. εἰ γὰρ ἡ μείζων ἀντιστρα- φείη, αποφατικὴ μὲν οὖσα ἀσυλλόγιστον ποιήσει τὸ πρῶτον σχῆμα. εἰς ἐλάττονα γὰρ μετατεθήσεται ἐκ μείζονος, καὶ ἔσται ἐν πρώτῳ σχήματι ἡ ἐλάττων ἀποφατική. οἷον εἰ τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Β παντί. εἰ οὖν ἀντιστραφείη ἡ AT, ἔσται τὸ μὲν B παντὶ τῷ Γ, τὸ δὲ Γ οὐδενὶ τῷ A· ἀποφατικὴ οὖν ἡ ἐλάττων. εἰ δὲ εἴη ἡ ΒΓ μερικὴ καταφατική, ἔσται καὶ πρὸς τῳ πρώτῳ ἕτερόν τι ἄτοπον, τὸ καὶ τὴν μείζονα μερικὴν εἶναι. εἰ δὲ καταφατικὴ εἴη καθόλου ἡ ΑΓ, δυνατὸν μὲν συναγαγεῖν ὅτι τὸ B τινὶ τῷ Α καὶ ἀντιστρέψαι ὥστε καὶ τὸ Α τινὶ τῷ Β, ἀλλὰ περιττὸν δύο δεηθῆναι ἀντιστροφῶν ἐξὸν τὴν ἐλάττονα ὰντιστρέψαντα ἀρκεσθῆναι. εἰ δὲ μερ,ικὴ εἴη ἡ ΒΓ καὶ ἀντιστρραφείη ἡ AT, ἀμφότεραι ἔσονται μερικαί, ὅπερ εστὶν ἀδύνατον. μόνως ἄρα ἐν τῇ μεταβάσει τοῦ πρώτου εἰς τὸ τρίτον καὶ τοῦ τρίτου εἰς τὸ πρῶιον τὴν ἐλάττονα ἀντιστρεπτέον. εἰ δὲ ἐκ τοῦ πρώτου εἰς τὸ δεύτερον γίνεται ἡ μετάβασις, πάντως ἡ μείζων ἀντιστρέφεται· αὕτη γάρ ἐστιν ἡ ἀποφατική. τὴν δὲ ἐλάττονα ἀδύνατον, ἐπεὶ τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως καὶ εἰ ἐκ τοῦ δευτέρου εἰς τὸ πρῶτον γίνοιτο ἡ μετάβασις, ἡ μείζων ἀντιστραφήσεται πλὴν ἑνὸς τρόπου, τοῦ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικὴς· ἀντιστραφείσης γὰρ τῆς μείζονος μερικὴ γίνεται ἐν πρώτῳ σχήματι, ὅπερ ἐστὶν ἀδύνατον. ἀντιστρέφεται οὖν ἡ ἐλάττων μετὰ τῆς τῶν ορων ουναμεως· εἶτα τοῦ συμπεράσματος ἀντιστραφέντος γίνεται τὸ ἐξ ἀρχῆς. εἰ δὲ ἐκ τοῦ δευτέρου εἰς τὸ τρίτον ἢ ἐκ τοῦ τρίτου εἰς τὸ δεύτερον μετάβασις γίνοιτο, ἀμφοτέρας δεῖ ἀντιστρέψαι τὰς | προτάσεις. LXXXIXv καὶ ἡ αἰτία δήλη· ἀντιπεπονθότως γὰρ ἔχει ἐν τούτοις ὁ μέσος. ἐν μὲν γ,ὰρ τῷ δευτέρῳ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται, ἐν δὲ τῷ τρίτῳ ἀμφοτέροις ὑπόκειται· τὸν οὖν ἀμφοτέροις ὑποκείμενον ἀδύνατον ὰμφοτέρων [*](1 βουλώμεθα t 4 κατηγοροῖτο Y 5 αὐτὸ Y 6 δεύτερον πάλιν τὸ σχῆμα Y 7 ἀσυλλόγιστος Y τε γὰρ om. V ὅτι V 9 εἰς om. Bt θελήσωμεν Yt 10 μένουσα Bt ποιήσεις t 11 post ἐκ add. τῆς Υ 12 τῶν γ΄ t τῶ δὲ Y 13 τῶ alt. pr. B: τῶν corr. Β, Yt 15 τὸ πρῶτον Y καὶ alt. t: ante ἔτερόν collocat Y: κατὰ B 16 εἴη ἡ ݲαݲγ μερικὴ Y 17 ἀντιστρέψαι] ψ e φ corr. V 18 posl ἐξὸν del. καὶ Β ἀντιστρέψαντα Bt: ἀντιστρέφειν τὴν ݲβݲγ Y 19 αντιστρέφει Bt 20 ἔσται Y 22 τὸ om. Bt ἡ priuw om. Β 23 ἀναστρέφεται Yt 24 post ἐπεὶ del. ἐν πρώτω Y 27 μερικὴ γίνεται Bt: εἰς μερικὴν Y 28 posl οὖν add. καὶ Y 29 ἀντιστρέφοντος Y 31 ἀντιστρέφειν Y 34 τὸν scripsi: τὸ BYt)
    364
    κατηγορηθῆναι μὴ ἀμφοτέρων ἀντιστραφεισῶν τῶν προτάσεων· ὁμοίως LXXXIXv καὶ εἰ τὸν ἀμφοτέρων κατηγορούμενον δεήσει ἀμφοτέροις ὑποκεῖσθαι.

    p. 51 a 40 Φανερὸν οὖν ὅτι οἱ αὐτοὶ συλλογισμοὶ οὐκ ἀναλύονται ἐν τούτοις τοῖς σχήμασιν οἵπερ οὐδ’ εἰς τὸ πρῶτον ἀνελύοντο.

    Ἐv τούτοις, τῷ τε τρίτῳ καὶ τῷ δευτέρῳ. συλλογισμοὶ δὲ ὁ τέ αρτος τρόπος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου· οὐδέτερος γὰρ τούτων εἰς οὐδὲν τῶν λοιπῶν σχ·ημάτων ὰναλυθῆναι ἐδύνατο. διόπερ καὶ μόνοι δι’ ἀδυνάτου ἐδείκνυντο συλλογιστικοὶ ὄντες, τῷ μὴ δύνασθαι ἀναλύεσθαι εἰς τὸ πρῶτον, τῶν ἄλλων πάντων τρόπων τῇ εἰς τὸ πρῶτον ἀναγωγῇ περαινόντων τὸ ἀναγκαῖον.

    p. 51 b 5 Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἡ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο.

    Διὰ τῶν νῦν παραδιδομένων τεχνῶσαι τὴν ἡμετέραν διάνοιαν ὁ φιλό- σοφος βούλεται, ἵνα μὴ ἀπατώμεθα οἰόμενοι τὰς ἐκ μεταθέσεως καταφάσεις ἀποφάσεις εἶναι. πολλάκις γάρ τινος κατασκευάζοντος, ὅτι τόδε οὐ λευκόν ἐστιν, οἰηθείη ἄν τις ὰποφατικὸν εἶναι τὸ τοιοῦτον πρόβλημα· εἶτα ἀναλύειν πειρώμενος αὐτὸς ἑαυτῷ ἀπάτης ἔσται αἴτιος καὶ πλάνης ζητῶν τὴν ἀποφατικὴν πρότασιν δι’ ἧς τὸ τοιοῦτον συνῆκται πρόβλημα. οὐ δεῖ οὖν, φησίν, οἴεσθαι ὅτι ταὐτόν ἐστι τὸ εἰπεῖν ὅτι οὐκ ἔστι λευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν· τῆς γὰρ καταφάσεως τῆς λεγούσ·ης ὅτι λευκόν ἐστιν οὐκ ἔστιν ἀπόφασις ἡ λέγουσα ὅτι οὐ λευκόν ἐστι· καὶ γὰρ αὕτη κατάφασίς ἐστιν ἐκ μεταθέσεως. καὶ ὅτι τοῦτο ἀληθές, δείκνυσιν ἐξ ἀναλογίας τῆς πρὸς τὰς προτάσεις τὰς μετὰ τρόπου. ὡς γὰρ ἔχει, φησί, τὸ ἔστι λευ- κόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ δύναται βαδίζειν πρὸς τὸ δύναται οὐ βαδίζειν· ὁ γὰρ τρόπος τῷ ἔστι τρίτῳ προσκατηγορουμένω ἰσοδυναμεῖ καὶ ὁμοίως τάττεται. πάλιν ὡς ἔχει τὸ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ ἐπίσταται τὸ ἀγαθόν πρὸς τὸ ἐπίστα τὸ οὐκ ἀγαθόν. ἔστω οὖν τὸ μὲν ἔστι λευκὸν Α, τὸ δὲ ἔστιν οὐ λευκὸν Β, τὸ δύναται βαδίζειν Γ, τὸ δύναται οὐ βαδίζειν Δ, τὸ ἐπίσταται τὸ ἀγαθὸν E, τὸ ἐπίσταται τὸ οὐκ ἀγαδὸν Z. εἰ οὐν οὕτως ἔχει τὸ Α πρὸς τὸ B, ὡς ἔχει τὸ I πρὸς τὸ Δ [*](2 τὸ Bt 4 ἐν τούτοις κτλ. om. Y 5 post τούτοις add. ἤτοι ἐν V τε om. Y 7 τούτων Bt: τοῦ τρίτου Y ἠδύνατο Y 10 περαινόντων scripsi: περαίνονται BYt 11 τι oin. B 12 ἢ ταὐτὸν κτλ. om. Y 13 τοῦτο 13 τοῦτο B Arist.: τόδε t 14 post, ἡμετέραν del. δύναμιν Y1 15 οἰόμεθα Bt 17 ἀποφατικὴν t αυτοῦ Β αἴτιος ἔσται Y 20 καὶ Bt: τὸ Y 22 ὅτι om Bt 25 πρὸς—λευκόν om. Β 26 οὐ Y Arist.: μὴ Mr cf. vs. 30 30 post τὸ alt. add. οὐ t 32 ὡς — οὕτως Y πρὸς τῶ utrobique Yt)

    365
    καὶ τὸ E πρὸς τὸ Z, εἰ μὴ εἴη τὸ Δ τοῦ Γ ἀπόφασις μηδὲ τὸ Z LXXXIXv τοῦ E, οὐδ’ ἄρα τοῦ Α τὸ Β ἀπόφασις ἔσται. [Α ἔστι λευκόν, Β ἐστὶν οὐ λευκόν· τοῦ Α τὸ Β ἀπόφασις οὐκ ἔστι. Γ δύναται βαδίζειν, Δ δύντι οὐ βαδίζειν· τοῦ δύναται βαδίζειν τὸ δύναται βαδίζειν οὐκ ἔστιν ἀπόφασις. E ἐπίσταται τὸ ἀγαθόν, Z ἐπίσταται τὸ οὐκ ἀγαθόν.] τοῦ οὖν δύναται βαδίζειν οὐκ ἀπόφασις τὸ δύναται οὐ βαδίζειν· ἀμφότερα γὰρ συναληθεύει ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸν αὐτὸν χρόνον· ὁ γὰρ αὐτὸς κατὰ τὸν αὐτὸν χρόνον δύναμιν ἔχει τοῦ βαδίζειν καὶ μὴ βαδίζειν. βαδίζειν μὲν γὰρ καὶ μὴ βαδίζειν τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἀδύνατον· ὑπάρχειν γὰρ καὶ μὴ ὑπάρχειν τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον τῷ αὐτῷ ἀδύνατον. δύνασθαι μέντοι τὰ ἀντικείμενα τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἐνδέχεται ἐπὶ τῆς ἐνδεχομένης ὕλης· τοιοῦτον γάρ ἐστι τὸ ἐνδεχόμενον, “οὖ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”. εἰ τοίνυν τὸ μὲν Γ καὶ Δ ἅμα τῷ αὐτῷ ἐνδέχεται παρεῖναι, κατάφασιν δὲ καὶ ἀπόφασιν ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ παρεῖναι τῶν ἀδυνάτων ἐστίν, οὐκ ἄρα ἐστὶ τοῦ Γ τὸ Δ ἀπόφασις. οὕτως δὲ εἶχε τὸ Α πρὸς τὸ Β, ὡς ἔχει καὶ τὸ Γ πρὸς τὸ Δ· οὐδὲ τὸ Β ἄρα τοῦ Α ἀπό- φασίς ἐστι, λέγω δὴ τοῦ ἔστι λευκόν τὸ ἔστι οὐ λευκόν. ὡσαύτως καὶ ἐπὶ τοῦ ἐπίσταται τὸ ἀγαθόν, ἐπίσταται τὸ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τοῦ ἐπίσταται τὸ ἀγαθόν ἀπόφασις τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν· ἅμα γὰρ τῷ αὐτῷ παρεῖναι ἀμφότερα ἐνδέχεται· ὁ αὐτὸς γὰρ καὶ τὸ ἀγαθὸν ἐπίστασθαι δύναται καὶ τὸ οὐκ ἀγαθόν, ἐπειδὴ καὶ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ὥστε εἰ μή ἐστι τοῦ E τὸ Z ἀπόφασις, οὐδὲ τοῦ Α τὸ Β ἄν εἴη ἀπόφασις· οὐκ ἄρα τοῦ ἔστι λευκόν ἀπόφασίς ἐστι τὸ ἔστιν οὐ λευκόν, ὅπερ ἔδει δεῖξαι. δέδεικται γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι οὐκ ἄλλως ἀπόφασις γίνεται ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, εἰ μὴ τῷ ἔστι τὸ ἀρνητικὸν συνταχθῇ μόριον. τοῦτο γάρ ἐστι τὸ τὴν κατάφασιν ἐργαζόμενον· ὅπερ εἰ μὴ ἡ ἄρνησις ἀνέλῃ, οὐ γενήσεται ἀπόφασις, ὥσπερ καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων τὸν τρόπον· ἰσο- δυναμεῖ γὰρ τῷ ἔστιν ὁ τρόπος. εἰ οὖν τοῦ ἔστι λευκόν μή ἐστιν ἀπό. φασις τὸ ἔστιν οὐ λευκόν, κατάφασις ἂν εἴη καὶ αὐτὸ ἐκ μεταθέσεως. [*](1 πρὸς τῶ Yt 2 τὸ ݲα τοῦ Y ݲα ἔστι — 6 ἀγαθόν delevi ἔστι ex ἔσται corr. Y 3 τοῦ Y: τὸ Bt ἀπόφασις scripsi: ἀποφαίνεσθαι libri 4 post τοῦ add. δὲ Bt 6 τοῦ—7 βαδίζειν om. Y τοῦ t: τὸ Β 8 ἔχει δύναμιν Y 9 τὸν αὐτὸν om. Bt 10 ἀδύνατον — 12 ὕλης Bt: ἐν τῶ αὐτῶ ἀδύνατον. ἀλλά τὸ μὲν δυνάμει· τὸ δὲ ἐνεργεία ἐν τῶ αὐτῶ κατὰ τὸν αὐτὸν χρόνον ὑπάρχειν. ἢ ἐν διαφόροις ὑποκειμένοις εἴτουν(?) προσώποις τὰ ἀντικείμενα. τουτέστι τὸ βαδίζειν καὶ μὴ βαδίζειν τῶ αὐτῶ χρόνω ἐνδέχεται Υ ὑπάρχειν alt. t: ὑπάρχει Β 11 τὸν αὐτὸν τὰ ἀντικείμενα t 13 οὗ κτλ.] c. 13 p. 32 a 19 16 τοῦ Yt: τὸ Β 16. 17 ὡς — οὕτως Vt cf. p. 364,32 IT utrobique Yt τοῦ — τὸ Bt IT. 18 ἀπόφασις ἐστι posl ἄρα collocal Β 19 posl τὸ ἀγαθὸν add. τὸ Y 20 τὸ ἐπίσταται τὸ οὐκ ἀγαθὸν — τοῦ ἐπίσταται τὸ ἀγαθόν Y 21 ἐνδέχεται τὰ ἀμφότερα Y 23 ἐπιστήμη ἐστὶν Β τὸ ݲε τοῦ Bt τοῦ alt. corr. Y posl ݲa del. οὐδενὶ Y1 25 ὥσπερ t ἐν τῶ Περὶ ἑρμ.] c. 10 p. 19 b 19 sq. 27 συνταχθݲη Β 30 τοῦ Y: τῆς Bt 31 τὸ om. Bt αὔτη, superscr. τοῦτο Y: αὐτὴ (??))
    366
    ἔσαν οὖν τῆς μὲν 'ἔστι λευκόν᾿ ἀπόφασις ἡ ῾ οὐκ ἔστι λευκόν᾿ , τῆς δὲ ‘ἔστιν οὐ λευκόν᾿ ἡ ῾ οὐκ ἔστιν οὐ λευκόν᾿.

    p. 51 b 10 Λόγος δὲ· τούτου ὅδε.

    Τουτέστιν ἀπόδειξις καὶ αἰτία. εἶτα ἐπάγει τὴν εἰρημένην ἡμῖν ἀνα- λογίαν· ἐπειδὴ γὰρ ἐπὶ τῆς ‘ἔστι λευκόν᾿ καὶ ῾ ἔστιν οὐ λευκόν᾿ ἀσαφὴς ἦν ὁ λόγος, λαμβάνει μετὰ τρόπου ὁμοίως ἐχούσας καταφάσεις ἁ|πλᾶς τε XCr καὶ ἐκ μεταθέσεως, ἃς ἤδη ἔφθημεν προεκθέμενοι, καὶ δείξας ὅτι ἐπ’ ἐκείνων οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, οὕτως τὸ ἀνάλογον καὶ ἐπὶ τῶν προκειμένων δείκνυσιν.

    p. 51 b 13 ΤῸ γὰρ ἐπίσταται τὸ ἀγαθόν ἢ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν οὐδὲν διαφέρει.

    Ἐπειδὴ τὸ μὲν ἔστι λευκόν καὶ ἔστιν οὐ λευκόν, περὶ ὧν ἡ σκέψις, τὸ ἔστιν ῥῆμα, τὸ δὲ ῾ δύναται βαδίζειν῾ καὶ δύναται μὴ βαδίζειν῾ καὶ ῾ ἐπίσταται τὸ ἀγαθόν῾ καὶ ῾ ἐπίσταται τὸ μὴ ἀγαθόν῾ οὐκ εἶχον τὸ ἔστιν, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας δεῖξαι βούλεται ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ῾ ἔστι λευκόν᾿ ἀπόφασις ἡ ἐκ μεταθέσεως κατά- φασις ἡ ῾ ἔστιν οὐ λευκόν· , ἵνα μή τις νομίσῃ ὅτι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ῾ ἔστι῾ , τούτου ἕνεκεν παραλογίζεται, τούτου χάριν βούλεται δεῖξαι ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ᾿ ἔστι῾ . τὸ γὰρ λέγειν, φησίν, ἐπίσταται τὸ ἀγαθόν ταὐτόν ἐστι τῷ λέγειν ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν· ὁμοίως καὶ τὸ δύναται βαδίζειν τῷ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ · ἔστιν῾ ἀναλύεται, ὥσπερ καὶ τὸ ῾ Σωκράτης περιπατεῖ῾ ταὐτόν ἐστι τῷ ῾ Σωκράτης περιπατῶν ἐστιν᾿ . ὥστε, φησί, καὶ τὰ ἀντικείμενα τὰ αὐτὰ ἔσται , τουτέστιν αἱ ἀποφάσεις αὐτῶν, λέγω δὴ τὸ οὐ δύναται βαδίζειν τῷ οὐκ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ᾿ δύναται᾿ ῥῆμα ἀνελύθη εἰς τὸ ᾿ ἔστι῾ καὶ τὴν μετοχὴν τὴν ῾ δυνάμενος῾ . ὡσαύτως καὶ τὸ ῾ οὐκ ἐπίσταται τὸ ἀγαθόν῾ ταὐτὸν ἔσται τῷ ῾ οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν῾.

    p. 51 b 16 Εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει τῷ αὐτῷ· ὁ γὰρ αὐτὸς δύναται καὶ βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ἐπῖ- [*](1 ἔστιν Bt: ἔστι μὲν Y 2 οὐ alt. om. Bt 6 post μετὰ add. τοῦ Y 7 post ὅτι add. καὶ Y 10 ἐπίσταται Y Arist.: ἐπίστασθαι Bt τἀγαθὸν t Arist. ἔστιν om. Β 13 ἔχει S 14 ἔχουσι S 15 ἐπὶ δὲ Β 17 post ἴνα add. οὖν Y νομίση e νοήση corr. Y1 18 post ἔστι add. ῥῆμα Y 24 τὰ αὐτὰ om. Y ἔστω, supra ω scr. αι Y 25 τὸ οὐκ Y 26 post καὶ add. SY 27 ἐστι, ul videtur, Y 28 τῶ S: τὸ BYT 30 post δυνάμενος add. οὐ βαδίζειν ἢ t Arist. μὴ βαδίζειν κτλ. om. Y)

    367
    στήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστἱ· φάσις δὲ καὶ XCr ἀπóφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ.

    Δείξς ὅτι οὐδὲν διαφέρει τὸ λέγειν ‘δύναται βαδίζειν’ καὶ ιἔστι δυνά- μενος βαδίζειν’, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως, τουτέστιν ἢ μετὰ τρόπου μόνου προφέρεσθαι τὰς προτάσεις ἢ ἀναλύειν τοὺς τρόπους εἰς μετοχὴν καὶ τὸ ιἔστι’ ῥῆμα, δείκνυσι πάλιν ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπό- φασις ἡ ἐκ . μ---ταθ--́-σ---ω,- κατάφασις. δείκνυσι δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ’ τίθησι γὰρ εἶναι ταὐτὸν τὴν ἐκ μεταθέσεως κατάφασιν τῇ ἀπλῇ ἀπο-̔̔ιάσει, καὶ συλλογίζεται τὸ ἑπόμενον ἄτοπον. εἰ γὰρ τῆς λεγούσης ἔστι δυνάμενος βαδίζειν ἀπόφασίς ἐστιν ἡ λέγουσα ἔστι δυνάμενος μ ὴ βαδίζειν, ἐπειδὴ ὁμολογουυͅά-νὧ τῆς ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασίς ἐστιν ἡ λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἁπλῆ οὖσα καὶ αὐτή, ἔστι δὲ κατὰ τὴν ὑπό- θεσιν καὶ ἡ ιἔστι δυνάμενος μὴ βαδίζειν’ τῆς αὐτῆς ἀπόφασις, ταὐτὸν ἄρα σημαίνουσιν ἄμφω, ἥ τε λέγουσα ι οὐκ ἔστι δυνάμενος βαδίζειν’ καὶ ἡ ι ἔστι δυνάμενος μὴ βαδίζειν’ • ἄμφω γὰρ μιᾶς καὶ τῆς αὐτῆς καταφάσεως εἰσιν so ἀποφάσεις, τῆς ι ἔστι δυνάμενος βαδίζειν’. εἰ οὖν τὸ αὐτὸ σημαίνουσιν, ἐφ’ ὧν δήπου ή μία ἀληθής, ἐπὶ τούτων καὶ τὴν λοιπὴν ἀληθεύειν ἀνάγκη. ἀλλ’ ἐπειδὴ ἐνδέχεται ἕνα κα τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ δύνασθαι μὴ βαδίζειν, μἄλλον δὲ καὶ ἀναγκαῖον (ὃς γὰρ ἂν μὴ βαδίζων δύνηται βαδίζειν, δῆλον δήπου ὅτι καὶ μὴ βαδίζειν δύναται· οὐδὲ γὰρ βαδίζει τότε, ὅτε λέγεται δύνασθαι βαδίζειν), εἰ οὖν ἀ̣μφότεραι αἱ προτάσεις ἐπὶ τοῦ αὐτοῦ συναλrιθ-αύουσιν, ἥ τε ἀπλῆ ἡ { δύναται βαδίζειν’ ·ι̣αὶ ἡ ἐκ μεταθέσεως ἡ ιδύναται μὴ βαδίζειν’, ἀλλὰ δὴ ἡ ζδύναται μὴ βαδίζειν’ ταὐτὸν ἐσήμαινε κατὰ τὴν ὑπόθεσιν τῇ ιοὐ δύναται βαδίζειν’ (ἄμφω γὰρ ἀπ‘ιὑͅάσ---ι-- τῆςιδύνα- ται βαδίζειν’, ἡ μὲν κατὰ ἀλήθειαν ἡ δὲ κατὰ τὴν ὑπόθεσιν), καὶ ἡ ἄοͅἁ δύνα- ται βαδίζειν’ ταὐτὸν σημαίνει τῇ ‘οὐ δύναται βαδίζειν’· ἐπὶ τοῦ αὐτοῦ ἄρα ἡ ἀντίφασις συναλrιθ---ύ---ι, ὅπερ ἐστὶν ἀδύνατον. τὸ ἀδύνατον γ̓ͅκ̀ολούdιrισćν, ὅτι ὑπεθέμεθα τὴν ιἔστι δυνάμενος μὴ βαδίζειν’ ἀπόφασιν εἶναι τῆς ·̀ἔστ-́ δυνάμενος βαδίζειν . ἀναγκαίως μὲν γὰρ εἰς ταὐιὸν συνήγετο τῇ ιοὐκ εν στι ω δυνάμενος βαδίζειν’ ἡ ιἔστι δυνάμενος μὴ βαδίζειν’· ἀλλὰ ἡ ιἔστι δυνάμενος βαδίζειν’ συνηλήθευε τῇ ςἔστι δυνάμενος μὴ βαδίζειν’· καὶ ἡ ἄρα ιοὐκ ενστι [*](1 ἐστί t Arist.: om. V 2 φάσις κτλ 0111. t αἱ — αὐτῷ Arist.: ἅμα tiTj αὺτῶ αἱ ἀντικείμεναι Β cf. ]. 368,13. 14 3 καὶ om. SY 4 ante βαδίζειν add. μὴ t 8 τὴν — ἀποφάσει om. ^ 10 οὐ Bt 11 post δυνάμενος ras. Y βαδίζειν om. Β ἐστιν om. t 12 αὐάτη P post δἐ add. καὶ S 10 ἀπόφασις t 17 ἡ SY: om. Ill ἀλη’ι)ἐς, "I videtur, Y: ἀληθεύει S καὶ SY: om. Bt 19 ἄν om. St δύναται S 20 ὅτι om. S 21 λέγεται scripsi: λέγει BSYt δύνασθαι BS: δύναται Vt •_,’_ ἀληθεύουσιν "i 23 δὴ om. S ἐσήμαινέ S: ἐσήμανε BYt 26 ante βαδίζειν prius add. μὴ B σημαίνοι t: σημίνοι ἄν S posl αὐτοῦ add. ὧδε \ 27 συναληθεύσει S ἐστlν om. S po.sl, τὸ add δἐ S post ἀδύνατόν add. οὐν γ 28 posl add. κατάφασιν ἐκ μεταθέσεως V 29 posl βαδίζειν add. ἁπλῆς κα ως ^ .’Id posl βαδίζειν add. ἀπλῆ ἀποφάσει \’ 30 el 31 posl μὴ add. κατάφσις ἐκ υͅετα6έσεως ^’ .’!! posl βαδί ’ ιν prius add. ἀπλῆ κατάφασις γ καὶ om. S)

    368
    δυνάμενος βαδίζειν῾ συναληθεύσει τῇ ἔστι δυνάμενος βαδίζειν῾ ἡ ἀντίφασις, XCr ὅπερ ἐστὶν ἀδύνατον.

    Eἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν. οὐχ ὡς αὐτῷ δοκοῦν ἀλλὰ κατὰ τὴν ὑπόθεσιν. εἰ(??)γὰρ τὸ ῾ ἔστι δυνάμενος μὴ βασίζειν῾ ἀπόφασίς ἐστι τοῦ ῾ἔστι δυνάμενος βαδίζειν῾, τοῦ δὲ ῾ ἔστι δυνάμενος βαδίζειν῾ ἀπόφασίς ἐστιν ἡ ῾οὐκ ἔστι δυνάμενος βαδίζειν῾, ταὐτὸν ἄρα σημαίνει ἡ ῾ ἔστι δυνάμενος μὴ βαδίζειν῾ τῇ ‘ οὐκ ἔστι δυνάμενος βαδίζειν· τοῦ γὰρ αὐτοῦ ἄμφω ἀποφάσεις. ὥστε, φησί, καὶ τῷ αὐτῷ ἅμα ὑπάρξει· εἰ γὰρ τὰ αὐτά ἐστι, καὶ ἅμα ὑπάρξει τῷ αὐτῷ. δύναται δὲ τὸ ταῦτά γε ὑπάρξει ἅμα τῷ αὐτῷ πρὸς τὰ ἐφεξῆς λέγεσθαι· ἐπάγει οὖν ὁ γὰρ αὐτὸς δύναται βαδίζειν καὶ μὴ βαδίζειν· ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος ὁ ‘ γὰρ’ τοῦτο βούλεται.

    Φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ, τουτέστιν ἀδύνατον τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ συναλη- θεύειν. ἐλλιπῶς δὲ εἴρηται ὁ συλλογισμός· ἔδει γὰρ πρὶν εἰπεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ συναγαγεῖν τὸ ἄτοπον, ὅτι ὁ αὐτὸς ἄρα δύναται βαδίζειν καὶ οὐ δύναται βαδίζειν, εἶτα ἐπαγαγεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ. πῶς δὲ συνάγεται τὸ ἄτοπον, εἴπομεν. |

    p. 55 b 22 Ὤσπερ οὗν οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ XCV ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, οὐδὲ εἶναι μὴ ἀγαθὸν καὶ μὴ εἶναι ἀγαθὸν ταὐτόν.

    Διὰ μὲν γὰρ τὴν ὑπόθεσιν τὴν λέγουσαν τῆς ἁπλῆς καταφάσεως ἀπόφασιν εἶναι τὴν ἐκ μεταθέσεως κατάφασιν ἠκολούθησε συναληθεύειν τὴν ἁπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει· τοῦτο δὲ εἰς ἄτοπον ἐξέπεσε τὸ τὴν ἀντίφασιν συναληθεύειν ἅμα ἐπὶ τοῦ αὐτοῦ. ᾗ δὲ ὑποθέσει ἀδύνατον ἀκολουθεῖ, ψευδής ἐστιν αὕτη· ψευδὴς ἄρα ἡ λέγουσα ὑπόθεσις ταὐτὸν εἶναι τὴν άπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει. αὕτη δὲ ἡ ὑπόθεσις ἠκολούθησε τῇ λεγούσῃ ἀπόφασιν εἶναι τῆς άπλῆς καταφάσεως τὴν ἐκ μεταθέσεως κατάφασιν· ψευδὴς ἄρα αὕτη ἡ ὑπόθεσις, ὅπερ καὶ δεῖξαι προέκειτο. ἡ μὲν οὖν τελεία ἀγωγὴ τοῦ συλλογισμοῦ ἐστιν αὕτη. ἐπειδὴ δέ, ὅπερ ἔλεγον, ἐκ τῶν μετὰ τρόπου προτάσεων ἤλεγχεν ὁ Ἀρι- [*](1 post βαδίζειν prius add. ἀπηῆ ἀπόφασις Y post βαδίζειν alt. ἁπλῆ καταφάσει Y: συναληθεύσει ἄρα S post ἀντίφασις add. δήπου Y 2 ὅπερ ἄτοπον S 3.4 lemma om. V 3 τὸ αὐτὸ t 6 τούτου δὲ, om. ἔστι δυνάμενος βαδίζειν Y 8 post δυνάμενος add. μὴ Y τοῦ αὐτοῦ γὰρ Y post ἀποφάσεις add. ἔσονται Y 10 τὸ Bt: tui V ὑπάρξειν Y 11 πρὸς τὸ Y an γοῦν? ὁ γὰρ om. Y 13 at ἀντικείμεναι οὐχ ὑπάρχουσιν (ul vs. 16 et 18.19) Β cf. ad p. 367,1. 2 15 ἐλλειπῶς t, 15.16 φάσεις—ἀποφάσεις t 17 συνάγειν Y 17. 18 καὶ—βαδίζειν om. Β 20 ταυτόν BYt (C): ταυτό Arist. 21 τὸ μὴ κτλ. om. Y 23 ἀποφάσεως t 24 ὴκολούθει Y: ἠκολούθη t cf. vs. 29 26 post ἀδύνατον add. τι Y 27 ἐστιν om. Β 28. 29 ἡ ἀπόφασις Β ἠκολούθει Yt 31 ἡ] εἰ t 32 ἔλεγον Vt: ἔλεγεν Β)

    369
    στοτέλης ὅτι οὐδὲ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τῶν άπλῶν κατα- XCv φάσεων ἀποφάσεις εἰσὶν αἱ ἐκ μεταθέσεως καταφάσεις, εἶτα εἰκὸς ἦν τινα νομίσαι μὴ ὁμοίως ἔχειν ἐπί τε τῶν τὸ ‘ ἔστιν῾ ἐχουσῶν προτάσεων καὶ ἐπὶ τῶν μὴ ἐχουσῶν καὶ διὰ τοῦτο τὸν τρόπον ἀνέλυσεν εἴς τε τήν μετοχὴν καὶ τὸ ‘ἔστι’, διὰ τοῦτο αὐτὸ τοῦτο καὶ νῦν συμπεραίνεται, ὅτι εἰ ὡς ἔχει ἡ ‘ οὐκ ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ ἐπίσταται τὸ μὴ ἀγαθόν’, οὕτως ἔχει ἡ λέγουσα ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ ἡ ‘ἔστιν οὐκ ἀγαθόν’, δέδεικται δὲ ὅτι οὐκ ἔστι ταὐτὸν τὸ πρῶτον τῷ δευτέρῳ, οὐδ’ ἄρα τὸ τρίτον τῷ τετάρτῳ ταὐτὸν ἔσται. ἐν γὰρ τοῖς ἀνάλογον ώς ἔχει τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτως καὶ τὸ τρίτον ἔχει πρὸς τὸ τέταρτον· ἐκείνων οὖν τῶν αὐτῶν οὐκ ὄντων οὐδὲ ταῦτα ἄν εἴη τὰ αὐτά.

    p. 51 b 25 Οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ μὴ εἶναι ἴσον.

    Ἐπὶ σαφέστερον ὑπόδειγμα μετάγει τὸν λόγον δεικνὺς ὅτι οὐκ ἔστι ταὐτὸν ἡ άπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει. τὸ γὰρ οὐκ ἔστιν ἴσο῾ οὐκ ἂν εἴη ταὐτὸν ‘ τῷ ἔστιν οὐκ ἴσον῾ ὁ μὲν γὰρ λέγων ‘ ἔστιν οὐκ ἴσον’ καταφάσκει τινὶ ὑπάρχειν τὸ μὴ ἴσον, τουτέστι τὸ ἄνισον· ὁ δὲ λέγων ῾ οὐκ ἔστιν ἴσον῾ ἀποφάσκει μόνον τὸ ἴσον, καταφάσκει δὲ οὐδέν. διόπερ τὸ μὲν ἔστιν ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’ ἐπὶ πάντων, τῶν τε ὄντων καὶ μὴ ὄντων, διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δὲ ἴσον καὶ ἄνισον οὐκέτι· οὐ γὰρ πᾶν ἢ ἴσον ἐστὶν ἢ ἄνισον. ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὕτε ἄνισον· ταὐτὸν δέ ἐστι τὸ ‘ἔστιν οὐκ ἴσον’ τῶ ‘ἔστιν ἄνισον’.

    οὐκ ἐπίσταται τὸ ἀγαθόν. ἐπίσταται τὸ μὴ ἀγαθόν.

    οὐκ ἔστιν ἀγαθόν. ἔστιν οὐκ ἀγαθόν.

    οὐκ ἔστιν ἴσον. ἔστιν οὺκ ἴσον.

    οὐκ ἔστι λευκόν. ἔστι ξύλον οὐ λευκόν.

    p. 51 b 28 Ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει.

    Πάλιν ἐπὶ σαφέστερον μετῆλθεν ὑπόδειγμα. ἐν μὲν γὰρ τοῖς ἐπάνω ἄνευ τινὸς ὑποκειμένου λέγων τὸ μὴ εἶναι ἀγαθὸν ἢ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘ἔστιν οὐκ ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’, μὴ προστιθεὶς δὲ τί ποτέ ἐστιν ὃ ταῦτα λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀσαφέστερον ὲποίει τὸν λόγον· νῦν δὲ [*](1 προσκατηγορουμένων Bt 5 post ἔστι add. ῥῆμα Y 7 ἔχοι t post ἔχει add. καὶ S ἡ alt. oin. BSt 9 ἀνάλογον] νά superscr. Β πρὸς τῶ Yt 10 ἔχει St: post οὕτως colloc. Β: Otn. V πρὸς τῶ t 11 ταυτά Β 12 post καὶ add. τὸ t Arist. (om. n) μὴ alt. om., ut videtur, Β1 15 μὲν om. Bt 16 τινὶ ὑπάρχειν τὸ Bt: εἶναί τι ὑπάρχον V 18 τε om. Bt 19 οὐκ ἐστιν Υ 23 οὐκ alt. om. Y 26 post καὶ add. τὸ t 26. 27 ξύλον λευκὸν Β 27 οὐχ ἄμα ὑπάρχει om. Β 28 ὑπόδειγμα om. BSt 29 μὴ om. SV 30 μὴ BSY: οὐ t ὦ Y 31 γέγεται SY: λέγει Bt ἤ prius S: om. BYt ἤ alt. BSY: καὶ t Comment Arist, XI II 2 Philop. In Anal. Prior.)

    370
    λέγων ‘ οὐκ ἔστι ξύλον λευκόν’ καὶ ‘ ἔστι ξύλον οὐ λευκόν τῷ προσθεῖναι XCv καὶ τὸ ὑποκείμενον σαφὲς ἐποίησε τὸ ἀσυνύπταρκτον τῆς τε ἀποφάσεως τῆς ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ὁ μὲν γὰρ λέγων ‘ ἔστι ξύλον οὐ λευκόν’ λέγει εἶναί τι ξύλον, τούτου δὲ κατηγορεῖ τὸ οὐ λευκόν· ὁ δὲ λέγων ‘οὐκ ἔστι ξύλον λευκόν’ δύναται μὴ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ ξύλον ἀποφάσκειν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι ἡ ψυχὴ καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν. οὐκ ἄρα ταῦτά ἐστι τὰ αὐτά.

    p. 51 b 31 Ὤστε φανερὸν ὅτι οὐκ ἔστι τοῦ ἔστιν ἀγαθόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις.

    Τὸ συμπέρασμα ἐπήγαγε δι’ ὃ ταῦτα πάντα εἶπεν, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. πῶς δὲ τοῦτο συνῆκται, πολλάκις εἶπον.

    p. 51 b 32 Εἰ οὖν κατὰ παντὸς ἑνὸς ἢ ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθής, εἰ μή ἐστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν πως εἴη.

    Δείξας ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις οὐκ ἔστιν ἀπόφασις, ἀναγκαίως συνάγει ὅτι κατάφασίς ἐστιν· πάντα γὰρ ἀποφαντικὸν λόγον ἀνάγκη ἢ κατάφασιν εἶναι ἢ ἀπόφασιν· εἰ οὖν μή ἐστιν ἀπόφασις, κατάφασις ἂν εἴη. καὶ καλῶς προσέθηκε τὸ ‘πως’, ὅτι οὐχ ἁπλῆ ἐστι κατάφασις ἀλλ’ ἐκ μεταθέσεως. πάσης δὲ καταφάσεως ἔστι τις ἀπόφασις· καὶ τῆς ἄρα λεγούσης ‘ἔστιν οὐκ ἀγαθόν’, ἥτις δέδεικται κατάφασις οὖσα, ἀπόφασις ἔσται ἡ οὐκ ἔστιν οὐκ ἀγαθόν’.

    p. 51 b 36 Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα καὶ τὰ ἑξῆς. | XCIr

    Προὔκειτο μὲν διδάξαι ὅτι τῆς ἁπλῆς καταφάσεως οὐ. ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, ὡς χρησιμεύοντος ἡμῖν τούτου εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις, ἵνα μὴ καταφατικὸν ἐκ μεταθέσεως πρόβλημα οἰηθέντες ἀποφατικὸν εἶναι εἰς ἀποφατικὸν ἀναλύειν συλλογισμὸν πειραθῶμεν. τοῦτο μὲν οὖν τὸ προκείμενον ἦν τῷ ’Αριστοτέλει. εἶτα πρὸς τὴν τούτου δεῖξιν ἔλεγε τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἐπιστήμονα τοῦ ἀγαθοῦ εἶναι καὶ τοῦ μὴ ἀγαθοῦ, ὧν αἱ μὲν ἦσαν ἁπλαῖ καταφάσεις αἱ δὲ ἐκ μεταθέσεως, καὶ ὅτι οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν [*](2 καὶ om. Y post ἐποίησε add. καὶ t συνύπαρκτον t 2. 3 τῆς τε ἀπλῆς ἀποφάσεως Y 4 τούτου SY: τούτω Bt post λευκόν alt. add. οὐ γὰρ πάντα τὰ ξύλα λευκά εἰσιν. ἀλλ’ ἔστι καὶ ἄλλου τινὸς χρώματος μετέχοντα Y 5 λέγων δὲ Β 10 πάντα ταῦτα Y 11 post δὲ add. καὶ B: εἶπε del. Y1 13 ἢ ἡ pr. loco t: ἡ BY: ἡ Arist. ἢ ἡ alt. loco BY (n): ἢ t Arist. 14 εἰ μή κτλ. om. Y 16 ἀποφατικὸν t, pr. S 17 post εἴη add. πάντως S 18 ante ὅτι add. ὑπὲρ τοῦ ἐνδείξασθαι S 20 post οὖσα add. ἐκ μεταθέσεως Y 21 οὐκ om. Β: superscr. Y 22 δὲ oin. Y καὶ τὰ ἑξῆς om. Y 30 ἐπίσταται Y)

    371
    καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, ὧν ἡ μὲν άπλῆ ἐστιν ἀπόφασις ἡ δὲ κατά· XCIr φασις ἐκ μεταθέσεως. ἐπεὶ οὖν ὅλως ἐμνήσθη τίνες τε ταὐτὸν δύνανται τῶν ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως καὶ τίνες οὐ ταὐτόν, διὰ τοῦτο βούλεται μεταξὺ περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μετα- θέσεως ἡμᾶς διδάξαι. καὶ ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας ᾐνίξατο περὶ τῆς ἀκολουθίας αὐτῶν, ταῦτα σαφῶς ἐνταῦθα διδάσκει, καὶ λέγει, ἵνα συντόμως εἴπω, ὅτι ἀντεστραμμένως ἔχουσι κατὰ τὴν ἀκολούθησιν αἱ ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως· τῇ μὲν γὰρ άπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, καὶ ἀνάπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καὶ ἁπλῶς ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐ μὴν καὶ ἀνάπαλιν ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐπὶ πλέον γάρ εἰσιν αἱ ἀποφάσεις τῶν καταφάσεων. ἵνα οὖν τοῦτο δείξῃ, ἐκτίθεται αὐτὰς ἐν διαγράμματι · τὴν μὲν ἁπλῆν κατάφασιν, ἐφ’ ἧς τὸ Α, οἷον τὴν λέγουσαν ‘ἔστι ξύλον λευκόν· ταύτης ἀπόφασις τὸ B, τὸ ‘οὐκ ἔστι ξύλον λευκόν’· εἶτα ὑπὸ μὲν τὸ B τὴν ἐκ μεταθέσεως κατάφασιν, ἐφ’ ἧς τὸ Γ, τὸ ‘ἔστι ξύλον οὐ λευκόν’ ὑπὸ δὲ τὸ Α τὴν ἐκ μεταθέσεως ἀπόφασιν, ἐφ’ ἧς τὸ Δ, τὸ οὐκ ἔστι ξύλον οὐ λευκόν’. τούτων οὕτως ἐχόντων, ἐπειδὴ ἐπὶ παντός, καὶ ὄντος καὶ μὴ ὄντος, ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, ἀντιφατικὼς δὲ ἀντίκεινται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ἐπὶ παντὸς ἄρα ἢ τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ I ἢ τὸ Δ. ἐπεὶ οὖν τῷ Α ἀδύνατον ὑπάρξαι τὸ Γ ἀδύνατον γὰρ τὸ αὐτὸ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν), τὸ Δ ἄρα ὑπάρξει τῷ Α· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε ὃ ἂν ᾖ Α, τοῦτο πάντως ἔσται καὶ Δ. τῇ ἄρα ἁπλῇ καταφάσει, τῷ Α, ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται, ἥτις ἐστὶ τὸ Δ. οὐ μὴν ἀνάπαλιν τῷ Δ ἕπεται τὸ Α· ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ A. τὸ γὰρ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’ ἀληθεύει, κἂν μὴ ὅλως ᾖ ξύλον· καὶ γὰρ ἡ ψυχὴ οὐκ ἔστι ξύλον οὐ λευκόν, καὶ τὸ μὴ ὄν οὐκ ἔστι ξύλον οὐ λευκόν· ὅπερ δ’ ἂν ἡ ξύλον λευκόν, πάντως καὶ ξύλον ἐστίν. οὐκ ἄρα τῇ ἐκ μεταθέσεως ἀποφάσει, ἥτις ἦν ἐφ’ ἧς τὸ Δ, ἕπεται ἡ ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, διὰ τὸ ἐπὶ πλέον εἶναι τὴν ἀπόφασιν τὴν ἐκ μεταθέσεως τῆς ἁπλῆς καταφάσεως. ὥσπερ δὲ τῇ ἁπλῇ καταφάσει ἠκολούθησεν ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὕτω κατὰ τὸ ἐναντίον τῇ ἐκ μεταθέσεως καταφάσει ἔπεται ἡ ἁπλῆ ἀπόφασις καὶ οὐκ ἀντι- [*](1 ἐπίσταται Y ὧν om. Y ἐστιν ἁπλῆ Β 2 δύναται t 4 τε om. t 5 ἐν τῷ Περὶ ἑρμ.] c. 10 p. 19 b 15 sq. 7 ἀκολουθίαν Β αἱ alt. om. t 10 καὶ alt. om. Β II αἱ καταφάσεις ταῖς ἀποφάσεσιν t 14 immo ἀπόφασιν τὸ alt. om, Bt 15 β BY: α΄ t τὸ (post ݲγ) om. Bt 16 τὸ (post ݲδ) om. Bt 17 post λευκόν add. εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι ἐστιν οὐ λευκόν, καί ὅτι οὐκ ἐστι λευκὸν ἀληθές Y: ἁπλὴ κατάφασις· ξύλον λευκόν. ά οὐκ ἔστι ξύλον λευκόν. β΄ ἁπλὴ ἀπόφασις. | ἐκ μεταθέσεως ἀπόφασις. οὐκ ἔστι ξύλον οὐ λευκόν. δ΄ ἔστι ξύλον λευκόν. γ΄ ἐκ μεταθέσεως κατάφ. t post τούτων add. οὖν 5 20 ἤ (post ἄρα) om. Y καὶ alt. om. Y 21 τῶ αὐτῶ pr. Y 22 ὑπάρχει Β 23 ὥστε ὡς ἄν ἦ τὸ ݲα Y 24 posl καὶ add. τό Y alt. 1. t 26 οὐδὲ (ante λευκὸν) Y ἀληθεύει—27 οὐ λευκόν om. Y 28 post πάντως add. τοῦτο Y 29 τῶ ݲδ Y 30.31 τὴν ἐκ μεταθέσεως ἀπόφασιν Y 32 τὸ om. t)
    372
    στρέφει, τουτέστιν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, οὐ μὴν XCIr ἐφ’ οὗ τὸ Β, πάντως καὶ τὸ Γ διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ B τοῦ Γ. ὅτι οὖν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, τῷ αὐτῷ τρόπῳ δείκνυσιν. εἰ γὰρ μὴ τὸ Β, ἀνάγκη πάντως τὸ Α· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις· ἀλλ’ ἀδύνατον· εἰ γάρ ἐστί τι ξύλον οὐ λευκόν, ἀδύνατον τοῦτο ξύλον εἶναι λευκόν. ὥστε τὸ ἀντικείμενον ἀνάγκη τὸ οὐκ ἔστι ξύλον λευκόν, ὅπερ καὶ ἔστιν ἀληθές· ὃ γὰρ ἂν εἴη ξύλον οὐ λευκόν, τοῦτο οὐκ ἔσται ξύλον λευκόν. οὐκέτι μέντοι εἴ τι οὐκ ἔστι ξύλον λευκόν, τοῦτο ἔσται ξύλον οὐ λευκόν· καὶ γὰρ τὰ μὴ ὄντα ξύλα, οἷον ψυχή, ἄγγελος, καὶ ἔτι τὸ μὴ ὄν ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι ἀληθὲς τὸ εἰπεῖν ‘ ἔστι ξύλον οὐ λευκόν’.

    p. 52 a 4 Tip δὲ B τὸ Γ οὐκ ἀεί· ὃ γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν.

    Εἴπομεν γὰρ ὅτι ἡ ἀπόφασις καὶ ἐπὶ τὰ μὴ ὄντα χωρεῖ· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον λευκόν’ φέρεται καὶ ἐπὶ ψυχῆς καὶ ἐπὶ τοῦ μὴ ὄντος· εἰ οὖν οὐκ ἔστι ξύλον ἡ ψυχὴ ἢ τὸ μὴ ὄν, οὐδὲ ξύλον οὐ λευκὸν ἔσται. καλῶς δὲ τὸ οὐκ ἀεὶ πρόσκειται· ἐνδέχεται γὰρ ἐπὶ τινῶν ἐφ’ ὧν ὑπῆρχε τὸ Γ, λέγω δὴ τῶν οὐ λευκῶν ξύλων· ἐπὶ γὰρ τῆς ἐβένου ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν, ὥστε ἀληθὲς εἰπεῖν <καὶ> ὅτι οὐκ ἔστι ξύλον λευκὸν καὶ ὅτι ἔστι ξύλον οὐ λευκόν.

    p. 52 a 6 Ἀνάπαλιν τοίνυν, ᾧ τὸ Α, τὸ Δ παντί. |

    Το ἀνάπαλιν, διότι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς XCIv ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἤ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀλλ’ ἀντιστρόφως τῇ μὲν ἁπληῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις, τῇ δὲ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καθὸ μέντοι ἐπ’ ἀμφοτέρων ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἔπονται, τὴν αὐτὴν σώζοιεν ἂν συστοιχίαν.

    p. 52 a 11 Ὤστε τὸ Δ ἀληθές, τὸ δὲ Α οὐκ ἀληθές.

    Τουτέστι κατὰ τοῦ ὅλως μὴ ὄντος ξύλου τὸ μὲν Δ ἀληθές, ὅτι οὐκ ἔστι ξύλον οὐ λευκόν, τὸ δὲ Α οὐκ ἀληθές, ὅτι ἔστι ξύλον λευκόν. ὥστε οὐχ ἕπεται τῇ ἐκ μεταθέσεως ἀποφάσει ἡ ἁπλῆ κατάφασις.

    [*](5 ἀλλ’ ἀδύνατον Bt: ἀληθές: — ἀδύνατον γὰρ ἄμα εἶναι λευκὸν καὶ εἶναι μὴ κευκόν: τουτέστιν Y τι om. Bt 6 post λευκὸν prius add. δὲ Y 7 καὶ om. t 8 post τοῦτο add. καὶ ξύλον Y ἔσται Β: ἔστι Yt ξύλον prius om. Y 9 ἔστι Y 10 ἔτι Y: ὅτι Bt ξύλα λευκά Bt 12 ὃ γὰρ κτλ. om. Y post ξύλον add. ἐστὶν t 13 οὐ t Arist.: οὐδὲ Β 15 post ψυχῆς add. καὶ ἐπὶ ἀγγέλου Y tou om. t 16 an γοῦν? post ψυχὴ add. ἣ ὁ ἄγγελος Y οὐ Yt: οὐδὲ Β ἔσται Bt: ἐστι Yr 17 πρόσκειται om. Bt 19 post ξύλον prius add. οὐ B εἰπεῖν om. Β καὶ addidi 19.20 ὅτι οὐκ ἔστι ξύλον λευκὸν t: om. BY 20 post λευκὸν prius add. ὥστε ἀληθές t 21 post ά add. καὶ t 26 ἂν σώζοιεν Y 27 post ὤστε add. εἰ Y (f) δὲ Β Arist.: om. Y t (n f) 28 post ἀληθὲς add. τὸ Y itemque vs. 29 29 ἔστι prius ex ἔσται corr. Y)
    373

    p. 52 a 12 Δῆλον δ’ ὅτι καὶ τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει καὶ XCI I τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι.

    Εἰπὼν ὅπως ἔχουσιν αἱ ὑπάλληλοι προτάσεις ἐν τῷ διαγράμματι, ζητεῖ νῦν ὅπως ἔχουσι καὶ αἱ διαγώνιοι. καὶ φησὶν ὅτι τὸ μὲν Α καὶ Γ οὐδέποτε τῷ αὐτῷ ὑπάρξει, τουτέστιν ἀμφότεραι αἱ καταφάσεις, ἥ τε ἁπλῆ καὶ ἡ ἐκ μεταθέσεως· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο ἀδύνατον εἷναι ξύλον οὐ λευκόν. τἀς μέντοι ἀποφάσεις, φησίν, ἐνδέχεταί ποτε συναληθεύειν, λέγω δὲ ἐπὶ του μὴ ὄντος· ἀληθὲς γὰρ τὸ λέγειν ὅτι τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν, καὶ πάλιν οὐκ ἔστι ξύλον οὐ λευκόν. οὐ μόνον δὲ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ καὶ ἐπὶ τοῦ μὴ ὄντος ξύλου· οἷον ἡ ψυχὴ οὐκ ἔστι ξύλον λευκόν, ἀλλὰ καὶ οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε αἱ μὲν κατακαταφάσεις οὐδέποτε συναληθεύουσι, τἀς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν. ἐπειδὴ δὲ ἐν τῷ Περὶ ἑρμηνείας δύο διαγράμματα ἐκθέμενος ὁ Ἀριστοτέλης, ἓν μὲν τῶν ἀπροσθιορίστων προτάσεων ἕτερον δὲ τῶν προσδιωρισμένων, ἐπὶ μὲν τῶν ἀπροσδιορίστων εἶπε τὰς μὲν καταφάσεις μηδέποτε συναληθεύειν, τὰς δὲ ἀποφάσεις συναληθεύειν, καὶ ταῖς καταφάσεσιν ἀεὶ τὰς ἀποφάσεις ἕπεσθαι, ὡς ἔφθημεν εἰπόντες, ἐπὶ δὲ τῶν προσθιωρισμένων οὐχ οὕτως, ἀλλὰ μόνον τὰς μερικὰς ἀποφάσεις ἔπεσθαι, οἷον τῇ οὐ πᾶς ἐστι δίκαιος ἄνθρωπος τὴν ‘ οὐ πᾶς ἐστιν οὐ δίκαιος ἄνθρωπος’· αἱ γὰρ καθόλου οὐδέποτε συναληθεύουσιν, λέγω δὴ ἡ ‘οὐδείς ἐστι δίκαιος ἄνθρωπος τῇ ‘οὐδείς ἐστιν οὐ δίκαιος ἄνθρωπος’. εἰ οὖν μέλλοι συνᾴδειν τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὁ Ἀλέξανδρός φησιν, ὅταν λέγῃ ὁ Ἀριστοτέλης ὅτι τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει, τουτέστιν αἰ καταφάσεις, ἢ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων καταφάσεων ἐξακουσόμεθα ἢ ὡς ἐπὶ τῶν μερικῶν καταφάσεων· καὶ γὰρ αἱ ἀπροσδιόριστιο ταῖς μερικαῖς ἰσοδυναμοῦσιν. ὅτι δὲ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων ἐνταῦθα τὸν λόγον ποιεῖται, ἐδήλωσε καὶ ἐν τῷ Περὶ ἑρμηνείας· ἐκθεὶς γὰρ τῶν ἀπροσδιορίστων προτάσεων τὸ διάγραμμα καὶ εἰπὼν ποῖαι ἀκολουθοῦσιν ἀλλήλαις καὶ ποῖαι [*](1 post οὐδενὶ add. καὶ Y ὑπάρχει, post quod add. εἰ t: om. Arist. 2 καὶ superscr., ut videtur, B1 τὸ alt. om. Y ὑπάρχειν Β 3 ἔχωσιν Y 4 οὖν Y ἔχωσι Y 8 δὴ t: non liquet Y ἀληθὲς — 11 οὐ λευκόν babel P γὰρ εἰπεῖν ὅτι P 9 οὐ prius om. t 10 ἁπλῶς P: om. BYt τοῦ — ξύλου P: τῶν ὅλως μὴ ὄντων ξύλων BYt 13 ἐπειδὴ — 26 ἰσοδυναμοῦσιν habet P ἐν τῷ Περὶ ἑρμ.] c. 10 p. 19 b 15 sq. ἐκθέμενος BPt: ἐποίησεν V 14 τὸ μὲν P 16 καὶ ταῖς BYt: ταῖς δὲ P 17 τὰς ἀποφάσεις ἀεὶ Β ὡς ἤδη εἴρηται P 19 τὴν BPt: ἡ V 21 δὴ om. Y post δὴ add. ἡ πᾶς έστιν ἄνος δίκαιος· τῇ πᾶς έστιν ἄνος οὐ δίκαιος καὶ t 22 μέλλοι P: μέλλει BYt συνάδειν P: συνοίσειν BYt: fort, συνᾴσειν 23 ὡς — φησιν om. ὁ Ἀλέξανδρος] p. 409,9 sq. 24 ἤ PYt: οὐχ’ ἦ Β 25 καταφάσεων P: ἀποφάσεων BYt ἀκούομεν P 26 καταφάσεων scripsi: ἀποφάσεων BYt: om. P ἱσοδυναμοῦσι γὰρ αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς P post. ἱσοδυναμοῦσιν add. ὰλλ ὡς ἐπὶ τῶν προσδιωρισμένων καταφάσεων Bt 28 ἐν τῲ Περὶ ἑρμ.] c. 10 p. 19 b 31)

    374
    οὔ, “ταῦτα μὲν οὖν φησίν, ὥσπερ ἐν τοῖς Ἀναλυτκοῖς λέγεται, οὕτω τέτα- XCIv κται”, ὡς δὴ τούτου τοῦ συγγράμματος προτέρου γεγραμμένου.

    Ἀπορήσειε δ’ ἄν τις πῶς ἀνωτέρω μὲν ἀμφοτέρας τἀς καταφάσεις συναληθεύειν ἔλεγε, τήν τε άπλῆν καὶ τὴν ἐκ μεταθέσεως (“ό γὰρ αὐτός, φησί, δύναται βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἔστιν ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ”), ἐνταῦθα δέ φησι τὸ ΑΓ μηδέποτε τῷ αὐτῷ ὑπάρχειν, λέγω δὴ τὴν ἁπλῆν κατάφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, τὴν ‘ἔστι ξύλον λευκόν’ καὶ τὴν ‘ἔστι ξύλον οὐ λευκόν’ (ἀδύνατον γὰρ τὸ αὐτὸ λευκὸν εἶναι καὶ οὐ λευκόν), καὶ πάλιν ἄνω μὲν ἔλεγε μὴ ταὐτὸν εἶναι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, τουτέστι τὴν άπλῆν ἀπόφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, καὶ ἔμπαλιν, ἐνταῦθα δὲ ἔδειξεν ὅτι ταῖς καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις. ἰστέον οὖν ὅτι πρῶιον μὲν οὐ ταὐτόν ἐστι τὸ λέγειν [μὴ] εἶναι ταὐτὸν τόδε τῷδε καὶ τὸ λέγειν ἕπεσθαι τόδε τῷδε, ἐπεὶ τῷ μὲν ἀνθρώπῳ ἕπεται τὸ ζῷον, οὐ ταὐτὸν δέ ἐστι ζῷον καὶ ἄνθρωπος, καὶ ἐπ’ ἄλλων μυρίων ὡσαύτως. ἄλλως τε καὶ ἡ ἀκολούθησις τῶν προτάσεων ἡ καὶ ἐνταῦθα καὶ ἐν τῷ Περὶ ἑρμηνείας παραδιδομένη, λέγω δὴ ὅτι ἐπὶ τῶν δύο ἀυτιφάσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως, ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις, καὶ τὸ τὰς μὲν καταφάσεις μηδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεσθαι συναληθεύειν ἐπὶ τοῦ αὐτοῦ, οὐκ ἐπὶ πασῶν τῶν προτάσεων λέγεται· οὐ γὰρ δὴ καὶ ἐπὶ τῶν μετὰ τρόπου· ἐπὶ τούτων γὰρ οὐκέτι ἀληθὴς ἡ τοιαύτη ἀκολούθησις. ἐπὶ γὰρ τῶν μετὰ τρόπου ἐπὶ μὲν τοῦ δυνατοῦ ἤ ἐνδεχομένου ἀνάγκη συναληθεύειν τὰς καταφάσεις, ὡς ἤδη εἴπομεν, τὸ δύνασθαι βαδίζειν τῷ δύνασθαι μὴ βαδίζειν· οὐδέποτε δὲ ταῖς καταφάσεσιν ἀκολουθοῦσιν αἱ ἀποφάσεις, οἷον τῇ ‘δύναται βαδίζειν’ ἡ ‘οὐ δύναται μὴ βαδίαζειν’ ἡ τῇ ‘δύναται μὴ βαδίζειν’ ἡ ‘οὐ δύναται βαδίζειν’· ἀσυνύπαρκτα γὰρ ταῦτα ἐπὶ τοῦ αὐτοῦ. ἀλλ’ οὐδὲ αἱ ἀποφάσεις συναληθεύουσί ποτε, ἡ οὐ δύναται βαδίζειν’ καὶ ἡ ‘οὐ δύναται μὴ βαδίζειν’, ἀλλὰ κἀνταῦθα κἀκεῖσε ἐπὶ τῶν ἐκ τρίτου προσ- κατηγορουμένου ἡ τοιαύτη λέγεται ἀκολούθησις. οὕτω γοῦν καὶ ἐν ἐκείνοις ἔλεγεν “ὄταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ [*](1 εἴρηται t cf. p. 375,4 et Waitz Organ. I 347 2 γράμματος t 3 ἀπορήσειε — p. 377,4 ἐξ ἀρχῆς habet P 4 ὁ γὰρ] ὅτι P φησί] p. 51 b 19 post φησι add. καὶ Y 5 ante μὴ prius add. δύναται Y ἔστιν Y: om. BPt τ’ ἀγαθοῦ P post καὶ tert. add. ἔστιν ἐπιστήμων Y 6 τὰ ay P τῶ αὐτῶ ora. P ὑπάρχειν scripsi: ὑπάρχει PYt: ὑπάρ Β 7 κατάφασιν alt. om. Bt 9 ἄνω] p. 51 b 22 ante ταυτὸν del. τὸ Β 10 post καὶ prius add. τὸ Y τὸ ora. t 12 οὖν om. P 13 τόδε τόδε (ante καὶ) Y 14. 15 ἄνθρωπος καὶ ζῶον Y 15 καὶ alt. om. PYt 16 ἡ om. P καὶ prius om. Y παραδεδομένη Y 19 οὐδόλως Y 20 ἐνδέχεται Y 22 ἐπὶ τῶν τοιούτων Β παρακολούθησις Β 23 ἐπὶ — ἤ om. Bt ἡ ἐνδεχομένη P 23. 24 ἀληθεύειν t 24 post εἴπομεν add. οἶον Y τῷ] τὸ Y 26. 27 ἢ τῇ δύναται μὴ βαδίζειν om. P 28 ἡ alt. om. Pt 29. 30 προσκατηγορουμένων P 30 ἐν ἐκείνοις] c. 10 p. 19 b 9 31 προσκατηγορεῖται Pt)

    375
    ἀντιθέσεις”. ὥστε εἰ ἐκεῖ μὲν σαφῶς περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου εἶπε ταύτην τὴν ἀκολούθησιν, ἀναπέμπει δὲ ἡμᾶς ἐν ἐκείνοις εἰς τὰ ἐνταῦθα λεγόμενα ἐν οἷς φησι “ταῦτα μὲν οὗν ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται”, δῆλον ὅτι κἀνταῦθα περὶ τῶν αὐτῶν διδάσκει, ὡς δηλοῖ καὶ τὰ παραδείγματα· προτάσεις γὰρ ἔθηκεν ἐκ τρίτου προσκατηγορουμένου.

    Ἰστέον δὲ ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων χωρὶς | τῆς XCIlr ἐνδεχομένης ὕλης, λέγω δὲ ἐπὶ τῆς ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ἡ αὐτὴ σώζεται ἀκολουθία. ἐπισκεπτέον δὲ ἐκ τοῦ διαγράμματος.

  • ἀνάγκη ζῶον εἶναι. οὐκ ἀνάγκη ζῷον εἶναι.
  • οὐκ ἀνάγκη μὴ ζῷον εἶναι. ἀνάγκη μὴ ζῷον εἶναι.
  • ἀδύνατον λίθον εἶναι. οὐκ ἀδύνατον λίθον εἶναι.
  • οὐκ ἀδύνατον οὐ λίθον εἶναι. ἀδύνατον οὐ λίθον εἶναι.
  • σκόπει οὖν καὶ ἐπὶ τούτων ὅτι ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπον- ται· ὃ γὰρ ἀνάγκη ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ ζῷον εἶναι, καὶ πάλιν ὃ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη ζῷον εἶναι. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσι, λέγω δὴ ἡ ‘ἀνάγκη ζῷον εἶναι’ καὶ ἡ ’ἀνάγκη μὴ ζῷον εἶναι’. τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν· τὸ γὰρ μὴ ὂν ἀληθὲς εἰπεῖν ὅτι τε οὐκ ἀνάγκη ζῷον εἶναι καὶ ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ οὐκ ἔστιν ὅλως, ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο καὶ εἶναι ἀνάγκη· εἰ οὗν ἡ κατάφασις ψευδὴς ἐπὶ τοῦ μὴ ὄντος, ἀληθὴς δήπου ἡ ἀπόφασις. ἀλλὰ δὴ κἂν ἄνευ τοῦ ἔστιν ἢ εἶναι ῥήματος ἐκθώμεθα τὴν ἀναγκαίαν ὕλην, τὸ αὐτὸ ἀπαραλλάκτως ἀκολουθεῖ. οἷον ἀνάγκη ἀνα- πνεῖν· οὐκ ἀνάγκη ἀναπνεῖν· ἀνάγκη μὴ ἀναπνεῖν· οὐκ ἀνάγκη μὴ ἀνα πνεῖν· ὃ γὰρ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, καὶ ὃ ἀνάγκη μὴ ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη ἀναπνεῖν. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἡ ‘ ἀνάγκη ἀναπνεῖν’ καὶ ἡ ‘ἀνάγκη μὴ ἀναπνεῖν· τὰς δὲ ἀποφάσεις ἐνδέχεται· τὸ γὰρ μὴ ὂν ὅλως ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἀνάγκη ἀναπνεῖν καὶ ὅτι οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, τουτέστιν οὐκ ἀνάγκη τῶν μὴ ἀναπνεόντων εἶναι. ἐπισκεπτέον δὲ μή ποτε οὐκ ἐνδέχεται ἐπὶ τούτων οὐδὲ τὰς ἀποφάσεις συναληθεύειν. ὅσα δ’ εἴρηται ἐπὶ τῆς ἀναγκαίας ὕλης, ταῦτα καὶ ἐπὶ τῆς ἀδυνάτου λεχθήσεται· ὃ γὰρ ἀδύνατον ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον μὴ ἵπτασθαι, καὶ ὃ ἀδύνατον μὴ ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον ἵπτασθαι. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. δόξουσι δὲ αἱ προκείμεναι προτάσεις διαφέρειν τῶν ἐκ τρίτου προσκατηγορουμένου καὶ ταύτῃ, ὅτι ἐπὶ μὲν ἐκείνων ταῖς ἀποφάσεσιν οὐχ εἵποντο αἰ [*](1.2 προσκατηγορου sic Β: προσκατηγορουμένων P 3 λέγομεν P οὖν om. Β cf.p.374,1 7 ἴσον δ’ ἐστὶν καὶ P 8 δὴ Vt τῆς alt. om. Y 9 ἀκολούθησις Y ἐκ] καὶ Y 13 οὐ priiis Vt: μὴ Β 15 οὐ γὰρ P καὶ— 16 ἀνάγκη εἶναι om. P 16 εἶναι priu3 om. Bt 19 τε om. P 20 ὅλως οὐκ ἐστιν Y 21 ὅτι om. Y ζῶον ut rum que om. Y καὶ om. Y 22 δήπου om. P 25 ἀυπνεῖν (post ἀν.) Β 26 post γὰρ ἀνάγκη add. μὴ PI 28 ἡ alt. om. BPI 32 δ’ P: om. BYt 34. 35 τοῦτο—μὴ ἴπτασθαι om. Y 36. 37 προσκατηγορουμένων Y)
    376
    καταφάσεις· οὐ γὰρ ἀντέστρεφεν ἡ ἀκολούθησις· ἐπὶ δὲ τῶν μετὰ τρόπου XCIIr ἀντιστρέφει· οὐ μόνον γὰρ ὅ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, ὰλλὰ καὶ ὃ οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, οἷον τὸν κύνα, τοῦτο ἀνάγκη ἀναπεεῖν· καὶ πάλιν ὃ οὐκ ἀνάγκη ἀναπνεῖν, τοῦτο ἀνάγκη μὴ ἀναπνεῖν. φημὶ δὲ ὅτι καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένο, εἰ μὴ ὁρισθείη τί ἐστιν ὃ λέγεται λευκὸν εἶναι ἢ βαδίζειν ἢ τοιοῦτόν τι, καὶ ἐπὶ ἐκείνων ἡ ἀντιστροφὴ σωθήσεται. σωθήσεται. μὲν γὰρ τοῦ ἔστι ξύλον λευκόν’ καὶ ‘οὐκ ἔστι ξύλον λευκόν’ καὶ τῶν λοιπῶν, ἐπειδὴ ὥρισται τί ἐστιν ὃ λέγεται εἶναι λευκὸν ἢ μὴ λευκόν, διὰ τοῦτο οὐκ ἔστι τῇ ἀντιστροφῇ κρήσασθαι. ἐπεὶ ἐὰν ἀφέλῃς τὸ ξύλον, εὑρήσεις κἀνταῦθα ἀντιστρέφοντα· οὐ μόνον γὰρ ὅπερ ἐστὶ λευκόν, τοῦτο οὐκ ἔστιν οὐ λευκόν, ἀλλὰ καὶ ὃ οὐκ ἔστιν οὐ λευκόν, οἷον τὸ ψιμύθιον, τοῦτο ἀνάγκη λευκὸν εἶναι. οὐ γὰρ ἔτι αἱ οὕτω λεγόμεναι ἀποφάσεις αἱ ἐκ μεταθέσεως, λέγω δὴ αἱ μὴ ὁρίζουσαι τί ἐστι τὸ ὑποκείμενον ᾧ ὑπάρχει τὸ κατηγορούμενον, δύνανται ἢ ἐπὶ τοῦ μὴ ὄντος λέγεσθαι ἢ ὅλως ἐπὶ τῶν μὴ δεκτικῶν τοῦ κατηγορουμένου· οὐ γάρ ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἡ ψυχὴ ἢ τὸ μὴ ὂν οὐκ ἔστιν οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἓν μὲν ἀναιρεῖ, τὸ λευκόν, πάντα δὲ εἰσάγει τὰ παρὰ τὰ λευκά, καὶ ὄντα καὶ μὴ ὄντα. ώς ἐπὶ μόνων ἄρα τῶν δεκτικῶν χρωμάτων ἀληθεύει ἡ ἀπόφασις, οἶον τὸ ψιμύθιον οὐκ ἔστιν οὐ λευκόν· ἐπὶ τούτων δὲ ἀλη- θεύσει καὶ ἡ ἁπλῆ κατάφασις ἡ λέγουσα ‘ ἔστι λευκόν’ ὁμοίως ἐφ’ ὧν ἀληθεύσει ἡ λέγουσα ὅτι οὐκ ἔστιν λευκόν, ἐπὶ τούτων ἀληθεύσει καὶ ἡ λέγουσα ‘ἔστιν οὐ λευκόν’, οἷον ἡ ψυχή· ἀληθὲς γὰρ εἰπεῖν καὶ ὅτι οὐκ ἔστι γευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν. πλὴν ἐνταῦθα ἐπὶ τοῦ μὴ ὄντος οὐκ ἀντιστρέψει· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι οὐκ ἔστι λευκόν, οὐ μὴν ὅτι ἔστιν οὐ λευκόν· ὃ γὰρ μὴ ἔστιν ὅλως, πῶς ἂν εἴη οὐ λευκόν;

    Ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης μόναι αἱ καταφάσεις ἕπονται ἀλλήλαις, δύναται βαδίζειν, δύναται μὴ βαδίζειν, οὐδεμία δὲ ἑτέρα συμπλοκή· οὔτε γὰρ αἱ ἀποφάσεις, ἡ ‘οὐ δύναται βαδίζειν’ τῇ ‘οὐ δύναται μὴ βαδίζειν’, οὔτε αἱ ἀποφάσεις μετὰ τῶν καταφάσεων, λέγω δὴ ἡ δύναται βαδίζειν τῇ οὐ δύναται μὴ βαδίζειν’ ἢ πάλιν ἡ '‘δύνατι μὴ βαδίζειν’ τῇ ‘οὐ δύναται βαδίζειν . ἐπεὶ [*](2 ἀντιστρέφειν P 8 οὐκ oin. Y οἷον τὸν κύνα om. P κοῖνα t τοῦτον Y 4 καὶ πάλιν — ἀναπνεῖν om. P 5 δὴ P καὶ P: otn. BYt μὴ P: om. BYt προστεθείη τὸ P 6 τι τοιοῦτον Y καὶ P: οὐδὲ BYt: fort. ὡς 7 συμβήσεται Y 10 ἐνταῦθα t οὐ μόνον BPt: ταυτὸν Y δὲ 15 post ὅπερ add. οὐκ P 11 λευκόν tert. BPt: ταυτὸν Y 12 οἶον BYt: τουτέστιν P ψιμμύθιον Yt itemque vs. 19 οὐ P: οὕτω Bt: οὔτε Y ὅτι P 13 αἱ prius om. Y 14 ὑποκειμένωτ P ὑπάρχει P: ὑπάρξει BYt δύνανται scripsi: δύναται BPYt 17 περὶ Y 18 post μὴ ὄντα add. ἀλλ’ ἀναιρεῖται ταῦτα ὑπὸ τῆς ἀποφάσεως πλὴν ἐπὶ τοῦ μὴ ὄντος ὡς οἶμαι, ἀληθεύει. ἡ γὰρ οἰκεῖα αὐτῆς κατάφασις ἡ ἐκ μεταθέσεως ψεύδεται. ἐπὶ μὴ λευκῶν γὰρ λέγεται ἀλλ’ ὄντων t ὡς oin- P Post δεκτικῶν add. τῶν Β 18. 19 ἀληθεύει ἡ ἀπόφασις P: ἀληθεύειν τὰς ἀποφάσεις BYt 19 post οἷον add. εἰ BYt οὐκ ἔστιν iterat Β 20 καὶ om. Β ἀπόφασις P 21 ἀληθὴς utrobique P τούτῳ t 23 οὐκ superscr. Y 24 ante ἀληθὲς add. εἰ P μὲν om. Y 26 μόνον P post ἀλλήλαις add. οἶον Y, at cf. p. 377,21 30 μὴ prius P: om. BYt post οὐ δύναται add. μὴ BYt: om. P)

    377
    γὰρ συναληθεύουσιν αἱ καταφάσεις, ἀδύνατον δὲ ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντί- XCII φασιν ἀληθεύειν, δῆλον ὡς οὐκ ἐνδέχεται οὔτε τῇ ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν συναληθεύειν οὔτε τῇ ἐκ μεταθέσεως καταφασει τὴν ἁπλῆν ἀπόφασιν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς.

    p. 52 a 15 Ὀμοίως δ’ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατη- γορίας ταύτῃ τῇ θέσει. ἴσον ἐφ’ οὗ τὸ A, οὐκ ἴσον ἐφ’ οὗ τὸ B, ἄνισον ἐφ’ οὗ τὸ Γ, οὐκ ἄνισον ἐφ’ οὗ τὸ Δ.

    Ὠς ἔχουσι, φησίν, ἀκολουθίας ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου αἱ ἐκ μετασθέσεως πρὸς τὰς ἁπλᾶς, | οὕτως ἔχουσι καὶ αἱ στερη- XCIIv τικαὶ πρὸς τὰς άπλᾶς· ταύτας γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν πρὸς τἀς κατηγορίας. δῆλον δὲ ἐκ τοῦ διαγράμματος.

  • Α ἔστιν ἴσον. Β οὐκ ἔστιν ἴσον.
  • Δ οὐκ ἔστιν ἄνισον. Γ ἔστιν ἄνισον.
  • ὅπερ γὰρ ἄν ᾖ ἴσον, τοῦτο οὐκ ἔστιν ἄνισον· οὐ μὴν ὅπερ οὐκ ἔστιν ἄνισον, ἤδη τοῦτο ἴσον ἐστίν· ἀληθὲς γὰρ ἐπὶ τοῦ μὴ ποσοῦ ἢ τοῦ μὴ ὄντος ὅλως τὸ εἰπεῖν ‘οὐκ ἔστιν ἄνισον’, οἷον ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἄνισον ἢ τὸ χρῶμα, οὐ μὴν ὅτι καὶ ἴσον ἐστίν· ὃ γὰρ μηδὲ ποσόν ἐστι, τοῦτο οὔτε ἴσον ἔσται οὔτε [οὐκ] ἄνισον. πάλιν εἴ τι μέν ἐστιν ἄνισον, τοῦτο οὐκ ἔστιν ἴσον· εἴ τι δὲ οὐκ ἴσον, οὐ πάντως καὶ ἄνισον, διότι ἴσον μὲν ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν· ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὔτε ἄνισον. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἔστιν ἴσον, ἔστιν ἄνισον· τὰς δὲ ἀποφάσεις ἐνδέχεται ἐπὶ τοῦ μὴ ὄντος ὅλως ἢ τοῦ μὴ ποσοῦ· τὸ γὰρ μὴ ὂν ἢ τὸ χρῶμα ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἔστιν ἴσον καὶ ὅτι οὐκ ἔστιν ἄνισον. μέσον δὲ τέταχε τῶν τε άπλῶν καὶ τῶν ἐκ μεταθέσεως τὰς στερητικάς, ὡς ὑποτέτακται.

    εστιν ισον (??)ντος οὐκ ἔστιν ἄνισον Δ οὐκ εστιν ουκ ανισον ουκ εστιν ισον Γ ἔστιν ἄνισον Z ἔστιν οὑκ ἴσον

    [*](1 γὰρ RPt: δὲ V δὲ alt. om. V 2 ἀληθεύουσι Y 4 posl μὲν add. οὖν BYt: om. P 6 ἴσον ἐφ’ οὗ τὸ ݲ κτλ. om. Y ῳ (ante τὸ 8 ἀκολουθίαν Β 8. 9 προσκατηγορουμένων Β 9 αἱ ἐκ μεταθέσεως om. Y 10 διὰ τῶ Y 12. 13 mrg. Β 13 δ e β corr. Β γ΄ ἐστὶν ἄνισον — δ΄ οὐκ ἔστιν ἄνισον Y ݲγ ἄνισον ἔστιν Β 14 γὰρ om. Bt 15 τοῦ alt. om. om Bt 16 ὄτι om. Bt 18 οὔτε prius Y: οὐδὲ Bt: ἐστὶν Bt: ἐστὶν Y οὐκ delevi 22 ὄλως scripsi: inv. ord. BYt 23 ante τοῦ add. ἐπὶ t τοῦ om. Y μή alt. Bt: οὐκ Y 25 fig. om. Y: oblique scripta om. t)
    378

    p. 52 a 18 Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ XCIIv ὑπάρχει τὸ αὐτό, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει, ὅτι οὐκ ἔστι λευκὰ πάντα ἡ ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον· ὅτι δέ ἐστιν οὐ λευκὸν ἕκαστον ἢ ὅτι πάντα ἐστὶν οὐ λευκά, ψεῦδος.

    Πρὸς τὸ ἐξ ἀρχῆς ἀνέδραμε, λέγω δὴ ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἀλλ’ ἡ άπλῆ ἀπόφασις. τοῦτο δέ, φησί, μάλιστα δῆλον ἔσται ἐπὶ τῶν τοιούτων ὑλῶν αἵτινες τισὶ μὲν τοῖς αὐτοῖς ὑπάρχουσι, τισὶ δὲ οὐχ ὑπάρχουσιν· οἷον τὸ λευκὸν τισὶ μὲν ἀνθρώποις ὑπάρχει, τισὶ δὲ οὐχ ὑπάρχει. ἐπὶ τῶν τοιούτων οὖν τῆς καταφάσεως ψευδοῦς οὔσης, οἷον ὅτι πᾶς ἄνθρωπος λευκός, ἀνάγκη δήπου τὴν ἀπόφασιν ἀληθῆ εἶναι· τῆς γὰρ ἀντιφάσεως θάτερον μὲν μόριον ἀνάγκη ἀληθὲς εἶναι θάτερον δὲ ψευδές. ὅτι οὖν τῆς πᾶς ἄνθρωπος λευκός’ ἀπόφασίς ἐστιν ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, δῆλον ἐξ ὧν ἐκείνης ψευδομένης αὕτη ἀληθεύει, ἡ μέντοι ‘πᾶς ἄνθρωπος οὐ λευκός ἐστιν’ ἐκ μεταθέσεως οὖσα κατάφασις ψευδής ἐστιν. οὐκ ἄρα ἀπόφασίς ἐστι τῆς ‘ ἔστι πᾶς ἄνθρωπος λευκός’ ἡ ‘ἔστι πᾶς ἄνθρωπος οὐ λευκός’ (ἄψφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός’. καὶ ἐπὶ πάντων τῶν τοιούτων ὡσαύτως. σαφῶς ἄρα διὰ τῆς τοιαύτης ὕλης ἐλήλεκται ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις (ἄμφω γὰρ ἐξ ἀνάγκης ψευδεῖς εἰσιν) ἀλλ’ ἡ άπλῆ ἀπόφασις. τὸ δὲ ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει τοῦτ’ ἔστιν ‘ἐπὶ πάσης τῆς τοιαύτης ὕλης ὁμοίως ἡ ἀπόφασις ἀληθής ἐστι τῆς καταφάσεως ψευδοῦς οὔσης’. ταὐτὸν δὲ σημαίνει τὸ οὐκ ἔστι λευκὰ πάντα καὶ τὸ οὐκ ἔστι λευκὸν ἕκαστον· ὡς ἐξηγητικὸν γὰρ τοῦ προτέρου τὸ δεύτερον ἐπήγαγεν.

    p. 52 a 22 ‘Ομοίως καὶ τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τὸ ἔστιν οὐ λευκὸν πᾶν ζῷον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖς) ἀλλὰ τὸ οὐκ ἔστι πᾶν ζῷον λευκόν.

    Διὰ ταῦτα καὶ τῆς ἀκολουθίας τῶν προτάσεων ἐμνήσθη· προθέμενος γὰρ δεῖξαι, ὅτι οὐκ εἰσὶ τῶν άπλῶν καταφάσεων ἀποφάσεις αἱ ἐκ μετα- θέσεως καταφάσεις, ἐξηνέχθη εἰς τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον· ὃν πληρώσας ἐπανῆλθεν ἐπὶ τὸ προκείμενον. ὤσπερ οὖν, φησίν, ἐπὶ τῶν ἀπροσδιορίστων τῶν άπλῶν καταφάσεων οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις, οὕτως οὐδὲ ἐπὶ τῶν προσδιωρισμένων. ὅτι οὖν οὐκ ἔστι τῆς ‘πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ ‘ ἔστι πᾶν ζῷον οὐ λευκόν’, συντόμως δείκνυσιν. ἡ μὲν γὰρ κατάφασις, φησί, καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι ἐπὶ πάντων, τῶν ὄντων καὶ μὴ ὄντων, διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ ἐπ’ οὐδενὸς οὔτε συναληθεύουσιν οὕτε [*](2 ταυτὸν Y (Bn) ὁμοίως κτλ. om. Y ἀληθεύοιτ’ ἄν t Arist., at of. vs. 21 6 ἡ ἀπόφασις ἡ ἁπλῆ Y 10 post ὅτι add. τῆς Y 11 ἀληθῆ ΕἾΝΑΙ Bt: ἈΛΗΘΕΎΕΙΝ Y 12 ὁτιοῦν. τῆς γὰρ πᾶς Y 13 ἀντίφασις Y aute δῆλον add. καὶ Y 20 γὰρ ἀνάγ(κη) — εἶναι V 24 ἐξηγηματικὸν Y 26 post οὐ add. τὸ t 29 γὰρ om. Y ἔστι Y 31 post ὃν add. καὶ Y 35 ἡ alt. om. Bi 37 ἀληθεύουσιν t)

    379
    συμψεύδονται· ἡ μέντοι λέγουσα ‘πᾶν ζῷον λευκόν’ καὶ ἡ ‘πᾶν ζῷον οὐ XCIIv λευκόν’ συμψεύδονται· οὐκ ἄρα ἀπόφασις τῆς ‘πᾶν ζῷον λευκόν’ ἡ ‘πᾶν ζῶον οὐ λευκόν’. εἰ δὲ αὗται οὐκ ἀντιφατικῶς ἀντίκεινται οὐδέ ἐστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ πᾶν ζῷον οὐ λευκόν’ ἐκ μεταθέσεως οὖσα κατάφασις, οὐδὲ ἐπὶ τῶν ἄλλων πασῶν τοῦτο ἔσται, κἄν ἐπί τινων ἡ μὲν ἀληθεύσῃ ἡ δὲ ψεύσηται, ὡς ἐπὶ τῆς ἀναγ- καίας ὕλης πὰν ζῷον οὐσία, πᾶν ζῷον οὐκ οὐσία· οὐ γὰρ ἐπὶ τινῶν μὲν δεῖ οὕτως ἔχειν τὴν ἀντίφασιν, λέγω δὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τινῶν δὲ οὕ, ἀλλ’ ἀεὶ καὶ ἐπὶ πάντων.

    p. 52a 24 Ἐπεὶ δὲ δῆλον ὅτι ἔτερον σημαίνει τὸ ἔστιν οὐ λευκόν καὶ τὸ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασις, φανερὸν ὡς οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον.

    Ἐπανῆλθεν εἰς τὸ ἐξ ἀρχῆς προκείμενον, δι’ ὃ πάντα ταῦτα εἶπε· προὔκειτο γὰρ περὶ ἀναλύσεως τῶν συλλογισμῶν | διδάξαι, καὶ διὰ XCIIIr τοῦτο ἐμνήσθη τῶν ἐκ μεταθέσεως καταφάσεων, ὅτι, εἴ ποτε τοιοῦτο πρό- βλημα εὕρωμεν, οὐ δεῖ οἴεσθαι ἀποφατικὸν αὐτὸ εἶναι καὶ διὰ τοῦτο εἰς ἀποφατικὸν συλλογισμὸν ἀναγαγεῖν. τοῦτο μὲν οὖν ἦν τὸ προκείμενον, καὶ διὰ τοῦτο ἔδειξεν ὅτι οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις· μεταξὺ δὲ καὶ περὶ τῆς ἀπολοθίας αὐτῶν διέλαβε. ταῦτα οὖν πληρώσας ἐπανῆλθεν εἰς τὸ προκείμενον. ἐπεὶ οὖν ἐδείξαμεν, φησίν, ὅτι οὐ ταὐτὸν σημαίνει τὸ ‘οὐκ ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ καὶ ὅτι τὸ μὲν ἀπόφασις τὸ δὲ κατάφασις ἐκ μεταθέσεως, δῆλον ἄν εἴη ὅτι οὐχ ἑνὶ τρόπῳ ἑκάτερον τῶν προβλημάτων δειχθήσεται, ἀλλὰ τὸ μὲν ‘οὐκ ἔστι λευκόν ἀπόφασις ὂν δι’ ἀποφατικοῦ συλλογισμοῦ συμπερανθήσεται, τὸ δὲ εστιν οὐ λευκόν’ κατάφασις ὄν διὰ καταφατικοῦ. ὥστε καὶ αἱ ἀναλύσεις τοιαῦται.

    p. 52 a 27 Οἶον ὅτι ὃ ἂν ᾖ ζῷον, οὐκ ἔστι λευκὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν.

    Τουτέστι καθόλου ἀπόφασις ἁπλῆ ὅτι οὐδὲν ξῷον λευκὸν ἢ ὅτι ἐνδέ- χεται μηδὲν ζῷον λευκὸν εἶναι.

    p. 52 a 28 Καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν.

    Τουτέστιν ἡ ἐκ μεταθέσεως κατάφασις καθόλου οὖσα κα αὐτή (κατὰ κοινοῦ γὰρ ἀκουστέον τὸ ὃ ἄν ᾖ ζῷον, τουτέστι πᾶν ζῷον) ἀληθὲς [*](1 συνψεύδονται Υ iteraque vs. 2 3 εἰ δὲ — 5 λευκόν om. Β ἀντίκεινται t: ἀντικείμεναι Y 6 ὰληθεύση Β2: ἀληθεύσει Blt: ἀληθεύη Y ψεύσεται Yt 8 δεῖ om. Υ: δὴ t 11 τὸ δὲ κτλ. om. Y 15 τοιοῦτον Β 16 δεῖν Y αὐτὸ e τοῦτο, utvidetur, corr. Β 17 ἀγαγεῖν t οὖν om. Y 20 ἐπειδὴ Β 21 post, καὶ prius add. τὸ V 21.22 posl ἀπόφασις add. ἁπλὴ Y itemque vs. 24 24 δι’ ἀποφατικῶν συλλογισμῶν περανθήσεται t 25 posl κατάφασις add. ἐκ μεταθέσεως Y καταφατικῶν t τοιαῦται Bt: αἱ αὐταί γ μὴ — 31 λευκόν om. V 30 τοῦτο Arist.: ταυτὸν Bt cf. p. 380,1 ὅ scripsi: ὅτι ΒYt)

    380
    εἰπεῖν μὴ λευκόν. εἶτα ἐπὶ τὸ σαφέστερον μετάγων ἐπήγαγε τοῦτο XCIIII γάρ ἐστιν εἶναι μὴ λευκόν. τὸ γὰρ λέγειν, φησίν, ὅτι πᾶν ζῷον ἀληθὲς εἰπεῖν μὴ λευκὸν ταὐτόν ἐστι τῷ λέγειν ὅτι πᾶν ζῷον οὐ λευκόν ἐστι· τὸ γὰρ ἀληθές, φησί, τῷ ἔστιν ὁμοίω·ς τάττεται, τουτέστιν ἱσοδυναμοῦσι ταῦτα ἀλλήλοις ὥστε ἀντιλαμβάνεσθαι εἰς ἄλληλα καὶ τίθεσθαι ἀντὶ τοῦ ‘ἔστι’ τὸ ‘ἀληθές’· πᾶς ἄνθρωπος ζῷόν ἐστι, πᾶς ἄνθρωπος ἀληθὲς εἰπεῖν ὅτι ζῶον. καὶ ὄτι ἰσοδυναμεῖ τῷ ‘ἔστι’ τὸ‘ ἀληθές, δείκνυσιν ἐκ τοῦ καὶ τὴν ἄρνησιν αὐτῷ προσάπτεσθαι καὶ μὴ ἄλλως γίνεσθαι ἀπόφασιν, εἰ μὴ αὐτῷ συνταχθείη ἡ ἄρνησις, ὥσπερ καὶ τῷ ‘ἔστι’. τοῦ γοῦν ‘ ἀληθὲς εἰπεῖν λευκόν’ ἀπόφασίς ἐστιν ἡ ‘οὐκ ἀληθὲς εἰπεῖν λευκόν’, οὐ μιν ‘ἀληθὲς εἰπεῖν μὴ λευκόν’, ὥσπερ καὶ τῆς ‘ἔστι λευκόν’ ἡ ‘οὐκ ἔστι λευκόν’ ἀπόφασις, οὐχ ἡ ‘ἔστιν οὐ λευκόν’.

    p. 52 a 29 Ἀλλὰ τοῦ μὲν ὃ ἄν ᾖ λευκὸν ἀληθὲς εἰπεῖν ἔστι λευκὸν εἴτε μὴ λευκόν ὁ αὐτὸς τρόπος· κατασκευαστικῶς γὰρ ἄμφω διὰ τοῦ πρώτου σχήματος δείκνυται.

    Εἰ γὰρ δέδεικται ὅτι κατάφασίς ἐστιν, ἔτι δὲ καὶ καθόλου, τὸ δὲ καθόλου καταφατικὸν ἐν τῷ πρώτῳ μόνῳ δείκνυται σχήματι ἀμφοτέρων τῶν προτάσεων καταφατικῶν οὐσῶν, δῆλον ὅτι εἰς τοῦτο ἀναλυτέον τὸ τοιοῦτον πρόβλημα.

    p. 52 a 34 Εἰ δή ἐστιν ἀληθὲς εἰπεῖν ὃ ἂν ᾖ ἄνθρωπος μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἄν ᾖ ξῷον ληπτέον ἤ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν, καὶ δέδει·κται.

    Ὑπόδειγμα τίθησι πῶς ἂν συναχθείη τὸ τοιοῦτο πρόβλημα, λέγω δὴ τὸ καταφατικὸν καθόλου άπλοῦν τε καὶ ἐκ μεταθέσεως, ὅτι καὶ τοῦ μέσου οὕτω πατηγορητέον τὸν μείζονα ὥσπερ καὶ τοῦ ἐλάττονος. οἷον ὅτι πᾶς ἄνθρωπος μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄνθρωπος ἄρα μουσικός. πάλιν ὅτι πᾶς ἄνθρωπος οὐ μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐ μουσικόν, πᾶς ἄρα ἄνθρωπος οὐ μουσικός.

    p. 52 a 37 τὸ δὲ μὴ εἶναι μουσικὸν ὃ ἂν ᾖ ἄνθρωπος ἀνασκευα- στικῶς δείκνυται κατὰ τοὺς εἰρημένους τρεις τροπους.

    Τὴν ἀπόφασιν οὐ τέθεικε τὴν ἐκ μεταθέσεως, λέγω δὴ τὴν ‘οὐδεὶς [*](1 post λευκὸν add. εἶναι Y μεταγαγὼν Β 7 ὅτι prius om. Υ ἰσοδυναμοῦσι, supra οῦσι scr. εῖ Y τὸ ἔστιν t 9 post ὥσπερ add. δὴ Y τὸ ἔστι t an τῆς? οὑν Y 11. 12 τῆς ἔστιν οὑ λευκὸν ἡ οὐκ ἔστιν οὐ λευκὸν ἀπόφασις ἀλλ’ οὐχ’ ἡ οὐκ εστι λευκόν Β 13 τοῦ Bt(n): xui Y: τὸ Arist. (0111. ὄ —λευκὸν) 14 κατασκευαστικῶς κτλ. om. Y 15 δείκνυται σχήματος t Arist. 16 post ὅτι add. ἡ Y ἔτι B: ἔστι Yt 18 εἰς τοῦτο Bt: καταφατικὸν Y 20 δὲ Y: δ’ t ἐὰν Β MBu) 21 ἐὰν Β ληπτέον ληπτέον κτλ. om. Y 27 ἄρα ἄνθρωπος t 30 εἴρηται Y κατὰ κτλ. om. Y προερημένους Β2 31 οὺ om. Bt)

    381
    ἄνθρωπος οὐ μουσικός’. ταῦτα οὖν, ‘φησί, δεικτέον διὰ τῶν εἰρημένων XCIIII τριῶν τρόπων. οὗτοι δέ εἰσιν ὅ τε δεύτερος τοῦ πρώτου σχήματος καὶ οἱ πρῶτοι τοῦ δευτέρου δύο· διὰ τούτων γὰρ μόνων τὸ καθόλου ἀποφατικον εοεικνυτο.

    p. 52 a 39 Ἀπλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ B ὥστε ἄμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτερον καὶ (??)α εξης.

    Ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς ἐκολουθήσεως τῶν προτάσεων τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως· ἐπειδὴ γὰρ ἀνωτέρω ἐπὶ ὕλης τινὸς ἐγύμνασε τὸν λόγον ξύλον λευκὸν λαβὼν καὶ ξύλον οὐ λευκόν, ἐνταῦθα καθολικωτέραν ποιῶν τὴν δεῖξιν ἐπὶ τῶν στοιχείων προάγει τὴν ἀκολούθησιν. λαμβάνει οὗν πάλιν τἀς δύο ἀντιφάσεις, τήν τε ἁπλῆν καὶ τὴν ἐκ μεταθέσεως, μίαν μὲν ἀντίφασιν τὴν AB, ἑτέραν δὲ τὴν ΓΔ. ὅτι οὖν ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται καὶ οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις αδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, βούλεται δεῖξαι. ὑποτίθεται οὖν τὸ μὲν Β καὶ τὸ Γ τὰς καταφάσεις, τὴν μὲν ἁπλῆν τὴν δὲ ἐκ μεταθέσεως, τὰ δὲ λοιπά, τὸ Α φημὶ καὶ τὸ Δ, τὰς τούτων ἀποφάσεις. | XCIIIv

    Tpiol δὲ ὑποθέσεσι Χρησάμενος τὰ λοιπὰ ἀποδείκνυσι, μιᾷ μὲν ὅτι ἀντιφατικῶς ἀντίκειται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, δευτέρᾳ δὲ ὅτι ἀνάγκη παντὶ τὸ Α ὑπάρχειν ἢ τὸ B, καὶ πάλιν παντὶ ἐξ ἀνάγκης ἢ τὸ Γ ἢ τὸ Δ· τοιαύτη γὰρ ἡ ἀντίφασις· τρίτη ὑπόθεσις τῷ Γ ἕπεται τὸ Α καὶ οὐκ ἀντιστρέφει, λέγω δὴ ὅτι οὐχ ἕπεται τῷ Α τὸ Γ. τούτων ὑποτεθέντων δείκνυσιν ἕτερα τρία, ἓν μὲν ὅτι τῷ Β τὸ Δ ἕπεται καὶ οὐκ ἀντιστρέφει, καὶ ὅτι τὸ Γ καὶ τὸ B, ἅπερ ὑπόκεινται καταφάσεις, [*](2 post δεύτερος add. τρόπος γ 6 ἀνάγκης κτλ. odd. V 8 ἀκολουθίας B 10 ἐγυμνάσατο Y: ἐγύμναζε t βαλὼν Y 11. 12 ἀκολουθίαν B 15 posl ἐνδέχεται delevit δῆλον Β 16 ݲγ‘ݲβ Yt καὶ τὸ om. t 17 ݲα—δ scripsi: inv. ord. BYt 18 figuram dedi e Bt (A ἀπόφασις ἁπλῆ, Β κατάφασις ἁπλῆ, Γ κατάφασις ἐκ μεταθέσεως, Δ ἀπόφασις ἐκ μεταθέσεως t: ἐνδέχεται τῷ αὐτῷ, οὐκ ἐνδέχεταί ποτετῷ αὐτῷ om. Β): oin. V 19 μία Β 21 τῶ-- τῶ Y Ltemque vs. 22)

    382
    οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, καὶ ὅτι τὸ ΑΔ, τουτέστι τὰς XCIIIv ἀποφάσεις, ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. τὰ μὲν οὖν προκείμενα ταῦτα. πρῶτον δὲ δείκνυσιν, ὅτι τῷ Β ἕπεται τὸ Δ, τὸν τρόπον τοῦτον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι τῶν ΓΔ θάτερον παντὶ ἐξ ἀνάγκης ὑπάρξει διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι, εἰ μὴ ὑπάρξει τῷ B τὸ Δ, ἀνάγκη δήπου τὸ Γ ὑπάρχειν. ἀλλ’ εἰ τὸ Γ ὑπάρξει τῷ B. ὑπόκειται δὲ ἕπεσθαι τῷ Γ τὸ A, τουτέστιν ᾧ [δ’] ἄν ὑπάρχῃ τὸ Γ, τούτῳ καὶ τὸ Α ὑπάρχειν, ὑπάρχει δὲ xcu Β τὸ Γ, καὶ τὸ A ἄρα τῷ B ὑπάρξει. ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ A, ὅπερ ἐστὶν ἀδύνατον διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι. τὸ δ’ ἀδύ- νατον ἠκολούθησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ. εἰ οὖν τοῦτο ψεῦδος, ἀληθὲς σήπου τὸ τῷ B ὑπάρχειν τὸ Δ· ὑπόκειται γὰρ ἐξ ἀνάγκης παντὶ ἢ τὸ Γ ἤ τὸ Δ. οὕτω μὲν οὖν δείκνυσιν ὅτι τῷ Β ἕπεται τὸ Δ. ἀκόλουθον δὲ ἦν εὐθὺς δεῖξαι ὅτι οὐκ ἀντιστρέφει, τουτέστιν οὐχ ᾧ τὸ Δ ὑπάρχει, τούτῳ καὶ τὸ B. ἀλλ’ ἐπεὶ πρὸς τὴν δεῖξιν τούτου ἐδεῖτο τοῦ ὅτι τὰ AΔ ἐνδέχεται τῷ αὐτῷ, πρότερον τοῦτο δείκνυσιν, ὅτι τὸ Α καὶ τὸ Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπεὶ γὰρ ὑπόκειται ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ Α τὸ Γ, τουτέστιν οὐκ ἐφ’ ὧν τὸ Α, πάντως καὶ τὸ Γ, ἐὰν ληφθῇ θῇ τι τούτων ἐφ’ ὧν τὸ μὲν Α ὑπάρχει τὸ δὲ Γ οὐχ ὑπάρχει, ἐπειδὴ παντὶ ἤ τὸ Γ ἢ τὸ Δ, οὐχ ὑπάρχει δὲ τὸ Γ ᾧ τὸ Α ὑπάρχει, τὸ Δ ἄρα ὑπάρξει ᾦ τὸ Α. τὸ ἄρα ΑΔ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. εἶτα εὐθὺς ἐπισυνάπτει ὅτι τὸ Γ καὶ τὸ B οὐκ ἐνδέχεται τῷ αὐτῷ. εἰ γὰρ ᾧ τὸ B, τούτω καὶ τὸ ’, ἐπειδὴ ᾧ τὸ Γ, τούτω καὶ τὸ Α (ὑπόκειται γὰρ ἕπεσθαι τῷ Γ τὸ A), ᾧ ἄρα τὸ B, τούτῳ καὶ τὸ Α ἡ ἀντίφασις, ὄπερ ἐστὶν ἀδύνατον. οὐδενὶ ἄρα τῷ αὐτῷ τὸ Γ καὶ τὸ Β ὑπάρξει. τούτων δὲ δεδειγ- μένων δείκνυσιν ὅτι οὐκ ἀντιστρέφει τὸ B τῷ Δ (τοῦτο γὰρ λείπεται), λέγω δὴ ὅτι οὐκ ἐφ’ ὧν τὸ Δ, πάντως ἐπὶ τούτων καὶ τὸ B. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἐφ’ ὧν τὸ Δ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Α, εἰ ἐφ’ ὧν μὲν τὸ Α, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Δ, ἐφ’ ὧν δὲ τὸ Δ, ἐπὶ τούτων πάντως καὶ τὸ B, ἐφ’ ὧν ἄρα τὸ Α, ἐπὶ τούτων καὶ τὸ B, ὅπερ ἐστὶν ἀσύνατον· ἀντιφατικῶς γὰρ ἀντίκεινται. οὐκ ἄρα ἕψεται τῷ Δ τὸ Β.

    ‘Απλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β ὥστε ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι παντὶ δὲ ἐξ ἀνάγκης θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως. αἱ πρῶται δύο ὑποθέσεις, ὅτι τε ἀντιφατικῶς ἀντίκεινται τὸ Α καὶ τὸ B καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ὅτι παντὶ ἐξ ἀνάγκης θάτερον ἑκατέρας ἀντιφάσεως.

    [*](3 δὲ Bt: οὖν Y 4 ἐπεὶ Β 7 δ’ delevi cf. p. 47,16 ὑπάρχη Y: ἡπάρχει t: compend. Β ὑπάρχειν Bt: ὑπάρχει Y 8 ὑπάρξει τῶ ݲβ Β 9 δ’ om. t cf. p. 23218 12 τῶ—τῶ Y 14 ἐδεῖτο τοῦ scripsi: ἔδει τοῦτο Y: ἐδείκνυτο Bt 15. 16 πρότερον — τῷ αὐτῷ om. t 18 τι om. t 19 παντὸς Bt rw ݲγ ἢ xcu Y 20 ݲα alt. om. Β ante εἶτα add. καὶ Υ 21 post ἐπισυνάπτει add. καὶ t ὅτι Bt: 10 Y 23 post ݲα alt. add. ὑπάρχει V 23. 24 ἀδύνατόν ἐστιν Y 24 post ἄρα add. καὶ Y δὲ Bt: οὖν Y 26 γὰρ, quod post 27 εἰ colloc. BYt, hue transposui 27 ὦ τὸ Yt post δ add. πάντως Β καὶ τὸ ݲα ἀνδέγεται B post τὸ a add. ἐφ’ ὧν ἄρα τὸ ݲβ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ a (superscr. ݲγ Y 31 ὥστε κτλ. om. Y 33 ὡσαύτως t Arist.: om. Β θέσεις Y)
    383

    Ἐπηται δὲ τῷ Γ τὸ Α καὶ μὴ ἀντιστρέφῃ. ἡ τρίτη XCIIIv ὑπόθεσις.

    Καὶ τῷ Β τὸ Δ ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει· καὶ τὸ so μὲν Α καὶ Δ ἐνδέχεται τῷ αὐτῷ, τὸ δὲ Β καὶ Γ οὐκ ἐνδέχεται. τὰ λοιπὰ τρία προανεφώνησεν ἅπερ βούλεται ἀποδεῖξαι. εἰ δέ τις ἐνσταίη πρὸς τὴν τρίτην τῶν ὑποθέσεων, λέγω δὴ πόθεν ὅτι ἕπεται τῷ Γ τὸ Α καὶ οὐκ ἀντιστρέφει, ἴστω ὅτι, εἰ ληφθείη τις ὕλη, ἐξ αὐτῆς τῆς ἐναργείας ὁ ἔλεγχος, ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν προτέρων ὑποδειγμάτων. σαφῆ δὲ τὰ εξης της λεξεως.

    p. 52 b 14 Συμβαίνει δὲ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν. |

    Ἐπειδὴ ἔσειξεν ὅτι ἡ ἀκολούθησις τῶν προτάσεων, τῶν τε ἁπλῶν XCINr καὶ τῶν ἐκ μεταθέσεως, ἀντιστρόφως ἔχει, λέγω δὴ ὅτι τῇ μὲν άπλῇ κατα- φάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται καὶ τὸ ἔμπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ άπλῆ ἀπόφασις, καὶ ὅτι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς άπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξει ἐνδέχεσθαι κατὰ τὸν αὐτὸν στοῖχον μὴ μόνον τῷ Γ τὸ Α ἕπεσθαι ἀλλὰ καὶ τῷ Δ τὸ Β, τίθησι καὶ ἀπελέγχει, ὡς διὰ πάντων τὸν περὶ τῆς ἀκολουθήσεως λόγον ἀληθῆ δείκνυσθαι, καὶ δι’ ὧν αὐτόθεν δέδεικται καὶ δι’ ὧν οἱ τὸ ἐναντίον κατασκευάζοντες λόγοι ἐλέγχονται. συμβαίνει δέ, φησίν, ἡ τοιαύτη ἀπάτη, εἰ μὴ καλῶς ληφθείη τὰ ἀντικείμενα, οἷον εἴ τις νομίσοι ὅτι ἐνδέχεται τοῦ Α καὶ τοῦ Β μίαν ἀπόφασιν καὶ τὴν αὐτὴν εἶναι τὸ Z, καὶ κοινῶς άμφοτέρων καὶ ἰδί ᾳἑκατέρου. οἷον ἔστω τὸ μὲν Β ἔστιν ἀγαθόν’, τὸ δὲ Α οὐκ ἔστιν ἀγαθόν’· τούτων ἀμφοτέρων μία ὑποκείσθω ἀπόφασις τὸ Z τὸ οὔτε ἐστὶν ἀγαθὸν οὔτε οὐκ ἔστιν ἀγαθόν’. πάλιν τοῦ Γ καὶ Δ, λέγω δὴ τοῦ ἔστιν [*](1 ἕπεται Y post lemma add. Ἀνωτέρω μὲν ἐν τῶ διαγράμματι προέταττε τὴν ἁπλὴν κατάφασιν τ(ῆς) οἰκείας ἀποφάσεως. καὶ οὔτως ἐπεσκόπει πότερον ποτέρω τῶν μορίων τῆς ἀντιφάσεως ταύτης καὶ τ(ῆς) ὑπὸ ταύτ(ην) ἐκ μετασθέσεως ἕπεται, ὧδε δὲ αὖθις αὐτὸ τοῦτο ἐπισκοπῶν καὶ ἀποδεικτικωτέρα μεθόδω διασαφ(ῶν), καὶ οὐχ ὡς ἐκεῖ μᾶλλον ἐκ τῆς ἐναργείας τὴν ἁπλὴν ἀπόφασιν προτάττει τῆς ἰδίας καταφάσεως, ἔννοιαν ἐντεῦθεν διδοὺς. ὅτι ὅπως ἄν καὶ γένηται ἤ τῶν ἁπλῶν προτάσεων θέσις ἀνάπαλιν καὶ ἐναλλὰξ ἡ ἀκολούθησις ἀσφαλὴς γίνεται. ἄν δὲ ἴση καὶ ὡσαύτως γένηται. ὡς τό κατωτέρω λεχθησόμενον διάγραμμα ἀπαντᾶ, ἐσφαλμ(ένον) ἔσται, ὡς αὐτὸς ὁ ἀριστοτέλης ἀποδείξει: Y ἡ om. Y 3 ἀντιστρέφει t: ἀντι Υ καὶ τὸ μὲν κτλ. om. γ 4 ante § et ante ݲγ add. τὸ t (ante ݲγ C) 6 πόθεν ὅτι t: inv. ord. in 7 ἐνεργείας Bt 8 an πρότερον? 11 διὰ τὸ κτλ om. V 13 ἀκολοὔ Β 14 μεταθέσεων t 15 post ἡ del, ἁπλݲῆ Β ἀπόφασις ἐκ μεταθέσεως Β τὸ ἔμπαλιν om. Y 18 δόξειεν t 20 τῶν t ἀκολουθίας Β 24 καὶ primum Yt: κατὰ Β τὴν αὐτὴν Y: ταύτην Bt 25 ἑκάστου Y)

    384
    οὐκ ἀγαθόν’ ‘οὐκ οὐκ ἔστιν οὐκ ἀγαθόν’, ἀπόφασις τὸ Θ τὸ ‘οὔτε XCINr ἐστὶν οὐκ ἀγαθὸν οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν’. τούτων οὕτως εχόντων δειχθήσεται ὅτι ὥσπερ τῷ Γ τὸ Α ἕπεται, οὕτω καὶ τῷ Δ τὸ Β. ἐπειδὴ γὰρ τὸ Z ἀπόφασίς ἐστι τοῦ Α, ἐπὶ παντὸς δὲ ἢ τὸ Α ἢ τὸ Z, διὰ τὰ ααὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ (ἀπόφασις γὰρ τοῦ I τὸ Θ), ὑπόκειται δὲ ὅτι ᾦ τὸ Γ ὑπάρχει, τούτῳ παντὶ ἕπεται τὸ Α, ἀνάγκη πᾶσα καὶ ᾧ τὸ Z, τούτῳ παντὶ τὸ Θ ὑπάρχειν. ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ τὸ Θ ἤ τὸ Γ, εἰ μὴ τὸ Θ ὑπάρχει τούτῳ ᾧ ὑπάρχει τὸ z, τὸ Γ ὑπάρξει· ὰλλ’ εἰ ᾧ τὸ Z, τούτῳ καὶ τὸ Γ, ᾧ δὲ τὸ Γ, τούτῳ ὑπόκειται τὸ Α, ᾦ ἄρα τὸ Z, τούτῳ καὶ τὸ Α ὑπάρξει, ὅπερ ἐστὶν ἀθύνατον· ἀντίφασις γὰρ τὸ Α Z. εἰ οὖν ᾧ τὸ Z, τούτῳ τὸ Γ οὐκ ἐνδέχεται, ἀνάγκη δ·ήπου τὸ Θ, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ. πάλιν ἐπειδὴ τὸ Z ἀπόφασίς ἐστι τοῦ B, παντὶ ἄρα ἢ τὸ B ἢ τὸ Z· διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Δ ἢ τὸ Θ· δέδεικται δὲ ὅτι ᾦ τὸ Z, τούτῳ καὶ τὸ Θ· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Β. εἰ γὰρ ᾧ τὸ Δ, τούτῳ μὴ ὑπάρξει τὸ B, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Z, ᾧ ἄρα τὸ Δ, τούτῳ τὸ Z ὑπάρξει· ἀλλ’ ᾧ τὸ Ζ ὑπάρχει, τούτῳ δέδεικται καὶ τὸ Θ ὑπάρχον· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ὑπάρξει ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ᾧ τὸ Δ, τούτῳ τὸ Z· λείπεται ἄρα τὸ Β. εἰ οὖν ᾧ τὸ Δ, τούτῳ τὸ B, ὑπόκειται δὲ καὶ ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α, καθ’ ἕνα ἄρα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἔψονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ. τοὐναντίον δὲ ἐδείκνυτο πρότερον. ὁ μὲν οὗν τρόπος τῆς ἀπάτης τοιοῦτος. συνέβη δὲ διὰ τὸ κακῶς εἰλῆφθαι τὸ Z ἀπόφασιν εἶναι τοῦ τε Α καὶ τοῦ Β, ὁμοίως καὶ τὸ Θ τοῦ τε Γ καὶ τοῦ Δ· ψεῦδος γὰρ ὅτι ἐπὶ παντὸς ἢ τὸ Α ἥ τὸ Z καὶ πάλιν ἢ τὸ Β ἢ τὸ Z ὁμοίως καὶ ἐπὶ τῶν ΓΔΘ. τοῦ γὰρ ‘ ἔστιν ἀγαθόν’, ὅπερ ἦν τὸ Β, ἀπόφασίς ἐστι τὸ ‘ οὐκ ἔστιν ἀγαθόν’ οὐ μὴν τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’· ἀδύνατον γάρ ἐστί τι ὃ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ πάντως θάτερον ἀνάγκη. ὁμοίως δὲ ρὐδὲ τοὐ Α, ὅπερ ἦν τὸ ‘οὐκ ἔστιν ἀγαθόν’ απόφασίς ἐστι τὸ Z' τὸ ‘ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν· συμπεριείληπται γὰρ ἐν τῷ Z τὸ Α· τὸ γὰρ ‘ οὐκ ἔστιν ἀγα- [*](1 οὔτε om. Β 2 οὐκ alt. ante ἐστὶν collocant Bt post ἀγαθόν α΄ οὐκ ἔστιν ἀγαθόν. β΄ ἔστιν ἀγαθόν. ζ΄ οὔτε ἔστιν ἀγαθόν, οὔτε οὐκ ἔστιν ἀγαθόν. | γ΄ ἔστιν οὐκ ἀγαθόν. δ΄ οὐκ ἔστιν οὑκ ἀγαθόν. θ΄ οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν, οὔτε ἔστιν οὐκ ἀγαθόν. | ἕπεται ἡ ἁπλὴ τῇ ἐκ μεταθέσεως. τῇ ἐκ μεταθέσεως ἡ ἁπλή. ἀμφοτέρων ἀποφάσεων. t post τούτων add. οὖν γ’ 4 ἐπεὶ t 5 Y: 5 δὲ Y : δὴ B: δεῖ t 6 τοῦτο t 8 εἰ B: ἤ Yt 13 post ἐπειδὴ del. ἐπι παντὸς Β 13. 14 ταῦτα Y 16 ὑπάρχει Y ݲδ supra ݲβ scr. Y 17 ݲθ supra ݲβ scr. Y ὑπάρχον Bt: ὑπάρχει Y 18 ἄρα Bt: δὲ Υ supra ݲθ scr. ݲθ Y ݲθ supra ݲδ scr. Y 19 post τούτω add. καὶ Y ἔπεται Y 20 post τούτω add. καὶ Y 21 post ἤ alt. add. ἀνάπαλιν Y 22 οὖν Bt: γὰρ Y 24 τε alt. om. Y 27 post ἀγαθόν prius add. ὃ ἦν τὸ ݲα V οὔτε ἔστιν ἀγαθὸν Y 28 post ἀγαθόν prius add. ὃ ἦν τὸ ζ Y 29 post τοῦ add. ݲβ Y 30 ante οὐκ ἔστιν add. ἔστιν ἀγαθὸν καὶ Y 30. 31 τὸ οὔτε οὐκ ἔστιν ἀγαθὸν οὔτε ἀγαθόν. συμπαρείληπται Y 31)
    385
    θόν’ ταὐτόν ἐστι τῷ ‘οὔτε ἀγαθόν ἐστιν’. ὁμοίως δὲ οὐδὲ τὸ Θ ἀπόφασις XCIVr δειχθήσεται ἢ τοῦ Γ ἢ τοῦ Δ. τούτου δὲ συγκεχωρημένου ἡ ἀπάτη προῄει· ὥστε διὰ τὸ μὴ καλῶς εἰλῆφθαι τὰ ἀντικείμενα, λέγω δὴ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας, ἡ πλάτη γέγονεν.

    Διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν, τουτέστι τὰ ἀντιφατικῶς ἀντικείμενα. ἐπὶ τούτων γὰρ μόνων τῶν ἀντικειμένων ἀνάγκη ἐπὶ πάντων, καὶ ὄντων καὶ μὴ ὄντων, θάτερον μὲν ψευδὲς εἶναι θάτερον δὲ ἀληθές.

    p. 52 b 16 Οἶον εἰ τὸ Α καὶ τὸ Β μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ. Ἀναλαμβάνει τὰς ἐξ ἀρχῆς ὑποθέσεις, τὰς τρεῖς φημι, ὧν ὑποκειμενων ἐδείκνυτο ἡ εἰρημένη ὑγιὴς τῶν προτάσεων ἀκολούθησις. εἶτα ταῖς ὑποθέσεσι ταύταις ἐπισυνάπτει ἑξῆς τὴν ψευδῆ ὑπόθεσιν ἐξ ἧς ἡ ἀπάτη ἐγίνετο.

    p. 52 b 24 Καὶ ᾧ τὸ Γ, παντὶ τὸ Α ὑπόκειται. Μία γὰρ ἦν αὕτη τῶν εἰλημμένων ἐξ ἀρχῆς τριῶν ὑποθέσεων.

    p. 52 b 25 Ὤστε ᾧ τὸ Z, παντὶ τὸ Θ.

    Καὶ εἴπομεν πῶς, ἐπειδὴ ἀνάγκη μὲν παντὶ ἢ τὸ Θ ἢ τὸ Γ, μὴ ἐνδέχεται δὲ τὸ Γ τῷ Z διὰ τὸ συνεπιφέρειν ἑαυτῶ τὸ A.

    p. 52 b 26 Ἀκολουθεῖ δὲ τῷ Z τὸ Θ, καὶ τῷ Δ ἀκολουθήσει τὸ B· τοῦτο γὰρ ἴσμεν.

    Εἰ γὰρ ἐπὶ παντὸς ἡ τὸ Β ἢ τὸ Z, οὐχ ἕπεται δὲ τῷ Δ τὸ Β, τὸ Z ἕψεται· ἀλλ’ ἀδύνατον· συνεπιφέρει γὰρ ἑαυτῷ τὸ Θ διὰ τὸ δεδεῖχθαι ὅτι ἕπεται τῷ Z τὸ Θ. ὥστε εἰ μὴ ἐνδέχεται τῷ Δ τὸ Ζ ἕπεσθαι, τὸ Β | ἕψεται ἐξ ἀνάγκης· ἀλλ’ ἐδείκνυτο πρότερον ψεῦδος εἶναι τὸ XCIVv τοιοῦτο· οὐ γὰρ εἵπετο τῷ Δ τὸ Β. τί οὖν τοῦ ψεύδους αἴτιον, ἐπήγαγεν.

    p. 52 b 29 Οὐ γὰρ ἴσως ἀνάγκη παντὶ ἢ τὸ Α ἢ τὸ Z, οὐδὲ τὸ Z ἢ τὸ Β.

    Τουτέστι κακῶς εἴληπται ὅτι τὸ Z ἀπόφασίς ἐστιν ἑκατέρου, τοῦ τε Α φημὶ καὶ τοῦ B. εἶτα ἐπὶ τῶν ὑλῶν τοῦτο δείκνυσιν.

    [*](1 οὔτε έστιν ἀγαθὸν Y 3 Bt συγκείμενα Y 4 ἡ om. Bt 5 ὁρθῶς κτλ. om. Y 7 ἐπὶ πάντων om. Y ὄντων καὶ om t 8 ψεῦδος Β 9 ἐνδέχηται t θ ἄμα τῶ αὐτῶ ante μὴ colloc. Β: om. Y 11 ἡ om. t ἀκολοὔ Β 17 εἴπωμεν Bt ἀνάγκη Bt: ἐξ ἀνάγκης Y 18 ἐνδέχεσθαι Bt τῶ ݲγ τὸ Y 21 παντὶ, om. ἐπὶ Y ݲβ priua Bt: ݲδ Y 23 ἐνδέχηται t ἀκολουθεῖν 5 21 ψευδὲς Υ 25 εἵπεται τῷ S om. Y 26 post ἴσως add. φησὶν Β Comment. Arist. XIII 2 Philop. in Anal. Prior. )
    386

    p. 52 b 31 Τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπόφασις. XCIVv

    Τουτέστι τοῦ ἔστιν ἀγαθόν τὸ οὐκ ἔστιν ἀγαθόν. τὸ δὲ Z ἦν ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’. εἰ οὖν ἀπόφασις μέν ἐστι τοῦ εστιν αγαυον τὸ οὐκ εστιν αγαθον , οὐ ταὐτὸν δὲ τὸ οὐκ εστιν αγαθον τῷ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’, οὐκ ἄρα ἀπόφασις τοῦ Α τὸ Z. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔφθημεν προειπόντες.

    [*](1 post ἀγαθοῦ add. φησὶ BY: om. t 2 τοῦ ἔστιν om. Y post ἀγαθόν alt. add. τὸ a Y 3 οὔτε ἔστιν ἀγαθόν Y 4 τὸ prius e τῶ corr. Β τὸ alt. om. t)
    387

    p. 52 b 38 Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων καὶ πόσων προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός.

    Σκοπὸς τῆς προκειμένης πραγματείας κατὰ μὲν Ἀλέξανδρον οὗτος· ἐρεῖ, φησί, τὰ ὑπόλοιπα τοῦ πρώτου λόγου. ποῖ δ’ εἰσὶ ταῦτα; ὅτι ἐκ ψευδῶν ἀληθὲς θὲς συνάγεται, καὶ ὅτι ἐξ ἀληθῶν ἀληθές. κατὰ δὲ τοὺς ἀκριβέστερον λέγοντας σκοπὸς οὗτος· ἐπειδὴ ἐν τῷ πρώτῳ λόγῳ τὸ εἶδος τῶν συλλογισμῶν εἶπεν, ἐν τούτῳ ἐρεῖ τὴν ὕλην· εἶδος δὲ ἦν τὸ συμπέρασμα, ὕλη δὲ αἱ προτάσεις. καὶ οὗτος μὲν ὁ σκοπός. ἐν προοιμίοις δὲ ἐπαναλαμβάνει τὰ εἰρημένα ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι ἐπεδείξαμεν ἐν πόσοις σχήμασι γίνονται οἱ συλλογισμοί, ἐν γὰρ τρισί, καὶ διὰ ποίων προτάσεων, δηλονότι ἐν μὲν τῷ πρώτῳ σχήματι τῆς μείζονος καθόλου οὕσης τῆς δὲ ἐλάττονος καταφατικῆς, ἐν δὲ τῷ δευτέρῳ τὴς μείζονος καθόλου τῆς δὲ ἐλάττονος ἀνομοιοσχήμονος οὕσης κατὰ ποιότητα ἐν δὲ τῷ τρίτῳ τῆς ἐλάττονος οὕσης καταφατικῆς, καὶ πόσων προτάσεων, ὅτι δύο χρεία τοὐλάχιστον, καὶ πότε καὶ πῶς. ταῦτα μὲν προείρηται ἐν τῷ πρώτῳ τμήματι τοῦ πρώτου βιβλίου. ἐν δὲ τῷ δευτέρῳ τμήματι εἴρηται πῶς δεῖ κατασκευάζειν, ὅτι ὀφείλομεν λαμβάνειν κατηγορούμενα, ὑποκείμενα, ἀλλότρια. ἐν δὲ τῷ τρίτῳ τμήματι περὶ ἀναλύσεως εἶπεν, ὅτι [*](1 Inscripsi ex AGT (ἀριστοτέλους om. G): τοῦ φιλοπόνου ἐξήγησις εἰς τὸ δεύτερον τῶν προλ τέρων ἀναλυτικῶν Β: ἰωάννου ἀλεξανδρέως ἀναλυτικῶν προτέρων τὸ δεύτερον σχο U: Εἰς τό τῶν προτέρων ἀναλυτικῶν. | Βιβλίον δεύτερον t 4 καὶ πόσων om. Β 5 posl γίνεται add. πᾶς t 7 ἐρεῖν t φησί om. Ut posl λόγου add. εἴδη U ποῖα δὲ add. U2 ταῦτα Bt: τὰ εἰρημένα U 9 tui om., ut videtur, U 10 προεῖπεν U 11 ὕλαι Bt 13 ἐν γὰρ Bt: ὅτι ἐν U 14 μὲν et πρώτω σχήματι superscr. U2 18 ὅτι om. 1 προείρηνται t 19 post πρώτῳ add. τούτου U τῶ πρώτω βιβλίω U post τμήματι alt. add. τοῦ πρώτου βιβλίου. ἐν δὲ τῶ δευτέρω τμήματι U 21 post περὶ add. τῆς Ut)

    388
    ποίᾳ μεθόδῳ χρώμενοι ἀναδραμεῖν ὀφείλομεν εἰς τὰς ἀρχὰς τῶν συλλο- XCIVv γισμῶν. ταῦτα οὖν εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ.

    Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων. ἐπειδὴ περὶ τῆς ὕλης τῶν συλλογισμῶν μέλλει λέγειν, χρησιμεύει ἡ μῖν εἰς τὴν Τοπικὴν πραγματείαν τοῦτο τὸ βιβλίον ὥσπερ καὶ τὸ πρότερον εἰς τὴν Ἀποδεικτικήν, καὶ ὥσπερ ἐκεῖνο εἰς τὴν Ἀποδεικτικήν, οὕτω καὶ τοῦτο εἰς τοὺς Τόπους.

    p. 53 a 3 Ἐπεὶ δὲ οἱ μὲν καθόλου τῶν συλλογισμῶν εἰσιν οἱ δὲ κατα μερος.

    Ἐνταῦθα τὸ προοίμιον ἐπληρώθη. ἐν τούτοις δὲ βούλεται σημᾶναι ὅτι οἱ καθόλου συλλογισμοὶ καὶ καταφατικοὶ καὶ ἀποφατικοὶ καὶ οἱ κατὰ μέρος καταφατικοὶ μόνοι πλείω συλλογίζονται, οἱ δὲ μερικοὶ ἀποφατικοὶ οὐκέτι. διὰ τί; ἐπειδὴ τὰ καθόλου καταφατικὰ προβλήματα πρὸς τὰ μερικὰ ἀντιστρέφει, τὰ δὲ μερικὰ πρὸς ἑαυτά, λέγω δὴ τὰ καταφατικά, ὁμοίως δὲ καὶ τὰ καθόλου ἀποφατικὰ πρὸς ἑαυτά, τὸ δὲ μερικὸν ἀποφατικὸν πρὸς οὐδὲν τῶν ἄλλων οὕτε πρὸς ἑαυτό.

    p. 53 a 8 Τὸ δὲ συμπέρασμα τὶ κατά τινός ἐστιν.

    Τὸ δὲ συμπέρασμα, φησίν, ὡρισμένον ἐστί· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν τὶ κατά τινος. ἵνα γὰρ μή τις οἰηθῇ μάτην ταῦτα λέγεσθαι, ὅτι πλείους ἐπὶ τῶν τριῶν προβλημάτων εἰσὶν οἱ συλλογισμοί, φησὶν ὅτι τὸ συμπέρασμα ἐφ’ ἑκάστου ὡρισμένον ἐστί, καὶ μή τις εἴπῃ ‘ τὸ A τινὶ τῶ Γ καὶ τὸ Γ τινὶ τῶ Α τὸ αὐτό εἰσι καὶ οὐκ εἰσὶ πολλοὶ συλλογισμοί . λέγομεν γὰρ ὅτι ἕκαστον ὡρισμένον ἐστὶ καὶ ἕκαστόν ἐστι τὶ κατά τινος· ἕτερον γάρ ἐστι τὸ ποιῆ|σαι ὑποκείμενον τὸ Γ κατηγορούμενον δὲ τὸ A, XCVr καὶ ἕτερον τὸ ὑποκείμενον τὸ Α κατηγορούμενον δὲ τὸ Γ. διὸ καὶ αὐτὸς σαφῶς εἰπὼν ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ ὄτι, εἰ μηδενὶ τῷ Β τὸ Α, καὶ τῷ Α οὐδενὶ τὸ B, τοῦ τό φησιν ἕτερον εἶναι τοῦ ἔμπροσθεν. ἐξ ἀνάγκης γὰρ ἕτερόν ἐστιν· ὁ γὰρ πρότερος εἶχε κατηγορούμενον τὸ Α δὲ τὸ Β, ὁ δὲ δεύτερος εἶχε κατηγορούμενον τὸ Β ὑποκεί- [*](2 οὖν om. U 4 τὴν τῶν τόπων t 5 τοῦτο Ut: αὐτοῦ Β 6 καὶ ὤσπερ — ἀποδεικτικὴν AGTt: om. BU τρόπους t 8 κατὰ μέρος Β Arist.: ἐπὶ μέρους Ut 9 ἐπληρώθην Β 10 καὶ primum om. Bt 11 μόνοι Bt: προβλήματα U2 τὸ δὲ μερικὸν ἀποφατικὸν (ἀπο corr.) U 12 προβλήματα om. U ἐπὶ D 13 ἀντιστρέφη, ut videtur, pr. Β: ἀντιστρέφουσι U post μερικὰ add. καταφατικὰ U λἐγω—καταφατικά om. U 14 ἀποφατικὰ Bt: καταφατικὰ καὶ U τὰ δὲ μερικὰ ἀποφατικὰ pr. I 15 οὐδεμίαν οὔτε U πρὸς e καὶ corr. U 16 lemma om. Ut 18 οἰηθείη Β 19 ὅτι—συλλογισμοί om. U 20 καὶ Β: ἴνα Ut εἴποι Ut 21 τῶν ݲγ — τῶν ݲα Β συλλογισμοί U: λόγοι Bt 22 γὰρ scripsi: δὲ Bt: om. U ἐστιν ὡρισμένον U 23 τὸ prius om. Β 24 καὶ ἔτερον — τὸ ݲγ mrg. U τὸ (ante ὑποκ.) om. U 25 εἶπεν U τὸ — τῶ Ut itemque vs. 26 26 ݲα supra ݲδ scr. U 28 τὸ prius om. U δεύτερος] σ in ras. U)

    389
    μενον δὲ τὸ Α, ὥστε ἔτεροι ἀλλήλων. πῶς δὲ πολλὰ συμπεράσματα συν- XCv άγεται, ἀναγκαῖον ἐπισκέψασθαι, οἷον ὡς ἐπὶ τοῦ καθόλου καταφατικοῦ, εἰ τὸ Α, εἴ τύχοι, παντὶ τῷ Γ καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τὸ Α ἄρ παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α. ὀμοίως καὶ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ· εἰ γὰρ τὸ Α παντὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ B. καὶ τὸ Β ἄρα τινὶ τῷ Α, ὥστε πλείους εἰσὶν οί συλλογισμοί. ὁμοίως καὶ ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ, ὅτι τὸ Α οὐδενὶ τῷ Β καὶ τὸ Β οὐδενὶ τῷ Α. ἐπὶ δὲ τοῦ μερικοῦ ἀποφατικοῦ, ἐπειδὴ ἀντιστρέψαι οὐκ ἐνδέχεται, τούτου χάριν οὐδὲ πλείονες γίνονται οἱ συλλογισμοί.

    Τὸ δὲ συμπέρασμα τὶ κατά τινός ἐστιν. ὅτι ἕκαστον ὥρισται συμπέρασμα ἐκ τῆς ἀντιστροφῆς γινόμενον. εἰ δὲ ἕκαστον ὥρισται, δῆλον ὅτι ἕτερός ἐστι συλλογισμός• τὸ γὰρ τὶ κατά τινος τὸ αὐτὸ τοῦτο δηλοῖ, τὸ ἔκαστον ὡρίσθαι.

    p. 53 a 16 Ἔστι δὲ περὶ τῶν καθόλου καὶ ἄλλως εἰπεῖν· ὅσα γὰρ ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμά ἐστιν, ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός.

    Οὕτως μὲν οὖν ἐκ τῆς γινομένης ἀντιστροφῆς ἐδείχθησαν πλείους γινόμενοι συλλογισμοί. ἔνι δὲ καὶ ἄλλως εἰπεῖν ὅτι πλείους γίνονται συλλογσμοί, ἐκ τοῦ κατὰ παντὸς ἢ μηδενός, οἷον ὡς ἐπὶ παραδείγματος σαφηνείας χάριν· ἡ οὐσία παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ οὐσία παντὶ ἀνθρώπῳ· ἐπειδὴ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται τὸ ζῷον, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ πλάτωνος καὶ Ἀλκιβιάδου· οὐκοῦν καὶ κατὰ τούτων ὅλων ἡ οὐσία. ὥστε πλείους οἱ συλλογισμοὶ ἐκ τοῦ κατὰ παντός. ὁμοίως καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους εἰσὶν οἱ συλλογι- σμοί· οἷον τὸ ἄψυχον οὐδενὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ Πλάτωνος· οὐκοῦν τὸ ἄψυχον <καὶ> κατὰ τούτων οὐκ ἔστιν. οὕτω καὶ ἐκ τοῦ κατὰ παντὸς καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους γίνονται οἱ συλλογισμοί. οὐ μόνον δὲ ἐπὶ τούτων ἀλλὰ καὶ ἐπὶ τοῦ μέσου ὅρου· οἷον ὅτι τὸ ζῷον κατὰ ἵππου καὶ κατὰ ἀνθρώπου καὶ κατὰ κυνός, οὐκοῦν καὶ ἡ οὐσία. ὥστε ὁμοίως ἔστι συλλογισμός, οὐ μέντοι ὁ αὐτός· καὶ γὰρ οὗτος καταφατικός, ἀλλὰ ἄλλου καταφατικός.

    Ἤ ὑπὸ τὸ συμπέρασμα. μνημονεύειν ἀφείλομεν ὅτι τὸν ἔσχατον ὅρον συμπέρασμα ἐκάλεσεν, ὡς δηλονότι ἐκείνῳ τὸ ἄκρον ἤ ὑπάρχειν λέγομεν ἢ μὴ ὑπάρχειν. ὁ αὐτὸς συλλογισμὸς ἀντὶ τοῦ ὁμοίως.

    [*](1 ὤστε—ἀλλήων Bt: ἔτερος οὖτος τοῦ ἔμπροσθεν U 2 οἷον scripsi cf. ad p. 394,11 ὅλον libri τοῦ καταφατικοῦ τοῦ καθόλου Β 3 εἰ om. Β ἄρα om. B 4 τῶ alt. e τὸ corr. U post α transposuH e vs. 6 ὥστε πλείους εἰσὶν οἱ συλλογισμοὶ (??) post ὁμοίως add. δὲ Β 5 ἄρα om. U 13 ὥρισται t 17 οὑν om. Β γιγνομένης Ut 18 συλλογισμοὶ γινόμενοι. ἔστι Β 18. 19 ἔνι—συλλογισμοί iterai (??) 22 post κατὰ add. τοὐ Β ἀλκιβιάδους t 24 posi ὁμοίως add. δὲ Β εἰσὶν It: γίνονται Β 26 κατὰ prius Paris. 2062: ἐπὶ Buperscr. U: om. Bt καὶ alt. addidi cf. vs. 23 27 ἐκ τοῦ alt. om. U 29 οἷον om. U τὸ om. Β καινὸς t 30 καὶ prius Α: om. BUt 1 post ἐστι add. ὁ t)
    390

    p. 53 a 19 Οἶον εἰ τὸ ΑΒ συμπέρασμα διὰ τοῦ Γ, ὅσα ὑπὸ τὸ Β ἡ XCVr τὸ Γ ἐστίν, ἀνάγκη κατὰ πάντων λέγεσθαι τὸ Α. Αὐτὸ τὸ παράδειγμα. ὡς ἐπὶ στοιχείων δὲ ποιεῖται τὸν λόγον· οἷον, φησίν, εἰ τὸ Α συνήχθη παντὶ τῷ Β διὰ τοῦ 5 Γ, ἔστι δὲ καὶ τὸ Δ μέρος τοῦ Β, οὐκοῦν καὶ τῷ μέρει κατηγορεῖται· πάλιν εἰ παντὶ τῷ Γ τὸ Α, μέρος δὲ τοῦ Γ τὸ E, καὶ τὸ Α παντὶ τῷ E. ὥστε πλείους οἱ συλλογισμοί.

    p. 53 a 25 Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος τὸ ὑπὸ τὸ συμπέρασμα μόνον ἔσται συλλογίσασθαι.

    Ἐν μὲν τῷ πρώτῳ σχήματι, ὡς ἀπεδείξαμεν, καὶ ἐκ τοὐ κατὰ παντὸς δείκνυνται πλείους οἱ συλλογισμοί. ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐκέτι δυνατόν. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β τῷ δὲ Γ παντί, συμπέρασμα ὅτι τὸ B οὐδενὶ τῷ Γ· ἔστι δὲ μέρος τοὐ Γ τὸ Δ· φανερὸν ὅτι καὶ τῷ Δ οὐχ ὑπάρχει τὸ B. εἰ δὲ τὸ E μέρος τοῦ Α, οὐ φανερὸν ὅτι τὸ Β οὐχ ὑπάρχει τῷ E, εἰ μὴ ἄρα ἀντιστροφὴ γένηται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β, καὶ τὸ B οὐδενὶ τῷ A, καὶ οὕτω δῆλον γίνεται ὅτι οὐδὲ τοῖς μέρεσι τοῦ Α ὑπάρχει. εἰ δὲ μὴ ἐγίνετο ἡ ἀντιστροφή, οὐκ ἐγίνετο φανερὸν ὅτι οὐχ ὑπάρχει τὸ Β τῷ E.

    p. 53 a 33 Ὤστε οὐ διὰ τὸν συλλογισμὸν συμβαίνει τὸ Β τῷ E μὴ ὑπάρχειν.

    Οὐ διὰ τὸν συλλογισμὸν τὸν πρῶτον, ἐπειδὴ διὰ τῆς ἀντιστροφῆς δείκνυται ὅτι τὸ Β τῷ E οὐχ ὑπάρχει· μέρος γάρ ἐστι τὸ E τοῦ Α.

    p. 53 a 34 Ἐπὶ δὲ τῶν ἐν μέρει τῶν μὲν ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον· οὐ γὰρ γίνεται συλλογισμός, ὅταν αὕτη ληφθῇ ἐν μέρει· τῶν δ’ ὑπὸ τὸ μέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν.

    Ἐπειδὴ τὰ συνάγοντα τὸ μερικὸν καταφατικά, τὰ μὲν ὄντα ὑπὸ τὸν μέσον ὅρον δυνατὸν δεῖξαι διὰ τοῦ κατὰ παντός, τὰ δὲ ὄντα ὑπὸ τὸν [*](1 post συμπέρασμα add. ἐστι U post ὄσα add. ἤ B post ἢ add. ὑπὸ B 3 αὐτὸς 5 τὸ (ante μέρει) t 9 ἔστι U(C) ἀπεδείξομεν, ut videtur, pr. B: ἐπεδείξαμεν Ut 11 δείκνυται pr. U τῶ πρώτω pr. U οὐκ ἔστι U 13 ݲβ corr. ex ݲα U 14 post ݲβ prius ras. U 14 ὅτι Β, supra εἰσ scr. U: εἰ t 15 τῷ ݲε om. B 18 ݲβ supra a scr. U 19 post συλλογισμὸν add. τὸν πρῶτον B 21 διὰ τῆς Ut: δι’ Β 22 ݲβ Bt: ݲα U οὐχ ὑπ,άρχει τῶ ݲε B μέρος γὰρ Β: ἐπειδὴ μέρος Ut 23 ἐπἰ—24 συλλογισμός om. Ut 24 post ὅταν add. δὲ t 26 τῶν pr. Β 27 τὸ συνάγον Bt καταφατικά scripsi: καταφατικόν BUt 28 ὅρον superscr. U, om. t)

    391
    ἄκρον ὅρον οὐ δυνατόν, ἐπεὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι· οἷον εἰ τὸ Α τινὶ τῷ Γ, μέρος δὲ τοῦ Γ τὸ E, ὥστε τὸ Γ τινὶ τῷ E, τὸ Α δὲ τινὶ τῷ Γ, καὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι. δυνατὸν δὲ δεῖξαι τὰ ἄντα ὑπὸ τὸν μέσον ὅρον διὰ τοῦ κατὰ παντός· οἷον εἰ τὸ Α παντὶ τῷ Β, μέρος δὲ τοῦ Β τὸ Δ, ὥστε καὶ τὸ | Α παντὶ τῷ Δ, ὥστε τοῖς πράγμασι τοῖς ὑπὸ τὸν XCV μέσον ὅρον ὑπάρχει τὸ ἄκρον. τοῖς δὲ ὑπὸ τὸν ἔσχατον οὐ δυνατὸν δεῖξαι οτι υπαρχει.

    p. 53 a 37 Οἶον εἰ τὸ Α παντὶ τῷ B, τὸ δὲ B τινὶ τῷ Γ· τοῦ μὲν γὰρ ὑπὸ τὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός.

    Γῶν ὑπὸ τὸ Γ ἐσχάτου ὅρου ὄντος οὐ γίνεται συλλογισμὸς ὅτι ὑπάρχει τὸ ἄκρον· τῶν δ’ ὑπὸ τὸ B ὄντων γίνεται, ὅτι ἡ μείζων φυλάττεται καθόλου.

    p. 53 a 40 Ὀμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σχημάτων.

    Καὶ ἐπὶ τῶν ἄλλων σχημάτων, φησί, τοῦτο ἔστι δεῖξαι, ὅτι τὸ ἄκρον τῷ μέσῳ καὶ τοῖς μέρεσιν ὑπάρχει, ὡς ἐπὶ τῶν καθόλου προτάσεων, ἢ ὅτι οὐ δυνατὸν δεῖξαι καὶ ἐπὶ τοῦ ἐσχάτου ὅρου, ὡς ἐπὶ τῶν μερικῶν συμπερασμάτων. † ἀλλὰ ἡ καθόλου τὸ παράγγελμα λέγει, ἵνα πανταχοῦ ᾖ· εἰ γὰρ μὴ ἔσται καὶ ἐπὶ τούτων, τῶν μερικῶν συλλογισμῶν τοῦ δευτέρου καὶ τρίτου σχήματος, οὐδ’ ἐπὶ τῶν τοῦ πρώτου μερικῶν συλλογισμῶν ἔσται, οὐδ’ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ ἔσται· ἀδύνατον γὰρ δεῖξαι τὸ μέρος τοῦ Γ, τοτέστι τὸ E, ὅτι ὑπάρχει ἐν τῷ ἄκρῳ, ἵνα ἀντὶ τοῦ Γ λάβω τὸ E.

    p. 53 b 4 Ἔστι μὲν οὗν οὕτως ἔχειν ὥστ’ ἀληθεῖς εἶναι τὰς προτάσεις σε δι’ ὧν ὁ συλλογισμός.

    Βούλεται δεῖξαι ἐντεῦθεν ὁ Ἀριστοτέλης πῶς ἐκ τῶν προτάσεων συνά- γονται τὰ συμπεράσματα. καὶ γὰρ αἱ προτάσεις ἢ ἄμφω ἀληθεῖς ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ἀληθεῖς, ἀληθὲς καὶ τὸ συμπέρασμα. εἰ δ’ ἄμφω ψευδεῖς, ποτὲ ἀληθές, ποτὲ ψευδές. εἰ [*](1. 2 ἐν πρώτω σχήματι ἀσυλλόγιστος t 2 οἷον — 4 σχήματι om. Β 5 posl ݲβ add. τὸ δὲ β τινὶ τῶ ݲγ Β 10 ἔστι U 15 τοῦτο ἔστι φησὶ B 16 ὠς τῶν καθόλου προτάσεων t, mrg. U: ὡς ἐπὶ τῆς καθόλου προτάσεως in textu U: om. B 17 οὐ om. t ὡς — 18 συμπερασμάτων t: ἢ ὡς ἐπὶ τοῦ μερικοῦ συμπεράσματ(??) τῶν μερικῶν συμπερασμάτων mrg.) auto ἡ ὅτι collocata U: om. B 18 ἡ (ἥ U) deleverim, sed totus locus gravius depravatus videtur 19 τῶν — 20 ἔσται om. B 19. 20 δευτέρου καὶ t: om U 21 δυνατὸν Bt 22 τοῦ ݲε (ante ὅτι) B ἐν Β 23 Περὶ τοῦ ἐκ ψευδῶν συλλογίζεσθαι inscr. U 25 posl βούλεται add. δὲ | 26 γὰρ add. U2 27 ἡ μὲν — ψευδής Bt: ἐπί τι ἀληθεῖς ἢ ἐπί τι ψευδεῖς U)

    392
    δ’ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, εἰ μὲν ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων XCVV ἀληθής, ψευδὲς τὸ συμπέρασμα· εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἀληθὲς τὸ συμπέρασμα. λέγει οὖν ὅτι ἐκ ψευδῶν ἀμφοτέρων ἔστι συλλογίσασθαι καὶ ἀληθῆ συμπεράσματα, τοῦ δὲ ὅτι <ὁ> συλλογισμός, οὐ τοῦ διότι. εἰδέναι γὰρ δεῖ ὅτι, εἰ ἀληθεῖς εἰσιν αἱ προτάσεις, ὁ μέσος ὅρος ἔχει τὴν αἰτίαν δι’ ἧς συνάπτει ὁ ἄκρος τῷ ἄκρῳ· διὰ γὰρ τοῦ μέσου ὅρου ὁ ἄκρος τῷ ἄκρῳ δείκνυται· καὶ ἔστιν ὁ συλλογισμὸς τοῦ διότι. εἰ δὲ ψευδεῖς εἰσιν αἱ προτάσεις, ἀληθὲς δὲ τὸ συμπέρασμα, αὐτὸ τοῦτο μόνον συνήχθη, ὅτι τὸ ἄκρον τῷ ἄκρῳ ὑπάρχει, καὶ μόνον τὸ ὅτι· οὕτε γὰρ τὴν αἰτίαν ἔχει ὁ μέσος ὅρος ἐπὶ τῶν ψευδῶν προτάσεων διότι ὁ ἄκρος τῷ ἄκρῳ συνάπτεται. ὥστε διαφέρει τὸ ἀληθὲς συμπέρασμα τὸ ἐξ ἀληθῶν προτάσεων τοῦ ἀληθοῦς συμπεράσματος τοῦ ἐκ ψευδῶν τούτῳ, ὅτι τὸ μὲν ἀληθὲς τὸ ἐξ ἀληθῶν τοῦ διότι ἔχει τὸν συλλογισμόν, τὸ δὲ ἀληθὲς τὸ ἐκ ψευδῶν τοῦ ὅτι μόνον. λέγει οὖν πρῶτον περὶ τοῦ ἐξ ἀληθῶν προτά- σεων, ὅτι οὐκ ἐνδέχεται ψεῦδος συναχθῆναι ἀλλὰ πάντως ἀληθές. εἰδέναι δὲ δεῖ ὅτι τὸ μὲν ἀληθὲς ἐκάλεσεν ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν, καὶ τὸ ὂν ἀληθές, τὸ δὲ μὴ ὅν ψεῦδος.

    p. 53 b 11 Πρῶτον μὲν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδος συλλογίσασθαι, ἐντεῦθεν δῆλον.

    Βουλόμενος δεῖξαι ὅτι ἐξ ἀληθῶν προτάσεων ἀληθὲς γίνεται συμπέρασμα, λαμβάνει ἀναλογίαν τινὰ τοιαύτην. λαμβάνει τὸ Α ὡς δύο προτάσεις ἀληθεῖς, τὸ δὲ Β συμπέρασμα, καὶ λέγει οὕτως· εἰ ἀνάγκη τοῦ Β μὴ ὄντος μηδὲ Α εἶναι, οὐκοῦν ἀνάγκη καὶ τοῦ Α ὄντος τὸ Β εἶναι. εἰ δὲ ἐρεῖς ὅτι τοῦ Α ὄντος τὸ B οὐκ ἔστι, τὸ αὐτὸ καὶ ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἄτοπον· ἐλέγομεν γὰρ ὅτι τὸ ἀληθὲς ὂν καλεῖται, τὸ δὲ ψεῦδος μὴ ὄν. εἰ οὖν ἐξ ἀνάγκης τοῦ Α ὅντος τὸ Β ἀκολουθεῖ, ὅν ἔσται τὸ Β ὡς ἀληθές· εἰ δὲ ἐρεῖς ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψευδές, ἔσται μὴ ὄν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὄν λέγειν.

    p. 53 b 16 Μὴ ὅτι δὲ κεῖται τὸ Α εἷς ὅρος, ὑποληφθήτω.

    Ἐπειδὴ ἔλαβε τὸ Α ὡς ἕνα ὅρον, τὸ δὲ Β ὡς συμπέρασμα ἀληθές, φησὶ ‘ μὴ νομίσῃς ὅτι τὸ Α εἷς ἐστιν ὅρος καὶ ὅτι καὶ ἐξ ἑνὸς ὅρου συνήχθη τὸ Β· ψεῦδός τε γάρ ἐστιν· οὐ γὰρ ἐξ ἑνὸς ὅρου τι συνάγεται· ἀλλ’ ἐκ τριῶν ὅρων κα. δύο προτάσεων παρείληπται’.

    [*](1 ἡ μὲν — ψευδής B: ἐπί τι ψευδεῖς Ut 3 post ὅτι add. εἰ It 4 δὲ t: om. BU ὁ addidi cf. vs. 7. 13 συλλογισμοῦ U 5 εἰ om. Β 6 τὸ ἄκρον τῶ U 7 ἔστιν Bt: ὅτι U 10 ὅρος om. Β τὸ ἄκρον t 12 τοῦ ἀληθοῦς συμπεράσματος scripsi: Ttb ἀληθεῖ συμπεράσματι libri τοῦ alt. U: τῶ Bt 16 ψευδὲς Β 22 τὸ συμπέρασμα τὸ ݲβ t εἰ om. B 24 aute τὸ αὐτὸ add. ὅτι U καὶ prius om. Β 26 εἰ οὑν U: οὐκοῦν Bt 28 λέγει Ut 29 ὑποληφθῆ τῶ β΄ U, om. β΄ t (pr. A, Β f u) 31 ἐστιν om. U καὶ alt. om. Β 32 οὔτε U)
    393

    p. 53 b 20 Εἰ οὖν ἀληθὲς ᾧ τὸ Β ὑπάρχει, τὸ Α παντί, ᾧ δὲ τὸ Γ, τὸ Β, ᾦ τὸ Γ, ἀνάγκη τὸ Α ὑπάρχειν.

    Δείκνυσι δι᾿ ἐκθέσεως ὅτι τὸ Α ἀντὶ δύο προτάσεων ἐλήφθη καὶ τριῶν ὅρων· ἅμα δὲ καὶ ὅτι ἐξ ἀληθῶν ἀληθὲς συνάγεται. εἰ γὰρ ἀνάγκη τὸ Α ὑπάρχειν τῷ Β καὶ τὸ Β τῷ Γ, οὐκοῦν καὶ τὸ Α τῷ Γ, ὥστε | ἀληθὲς XCVIr καὶ ὂν τὸ συμπέρασμα. εἰ δέ τις ἐρεῖ τοῦτο ψευδές, τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν, ὅπερ ἄτοπον. ὁμοίως καὶ ἐπὶ ἀποφατικῶν ἔστιν ἀληθὲς ἐξ ἀληθῶν δείκνυσθαι.

    p. 53 b 26 ’Ex ψευδῶν δὲ ἀληθὲς ἔστι συλλογίσασθαι καὶ ἀμφοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν.

    Εἰρηκὼς περὶ τῶν ἐξ ἀληθῶν προτάσεων νῦν περὶ τῶν ἐκ ψευδῶν συναγομένων λέγει, πότε μὲν ψευδῆ συνάγεται πότε δὲ ἀληθῆ συμπεράσματα. τῶν οὖν ἐκ ψευδῶν προτάσεων συλλογισμὸν συναγόντων ἐν πρώτῳ σχήματι ἢ ἐξ ἀμφοτέρων ψευδῶν ἢ τῆς ἑτέρας μόνης. καὶ εἰ <ἐξ> ἀμφοτέρων ψευ- δῶν, ἢ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν οὐσῶν, καὶ συνάγονται δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἀμφοτέρων τῶν προτάσεων ἐπί τι ψευδῶν οὐσῶν, καὶ ἄλλαι δύο συζυγίαι γίνονται, μία καταφατικὴ καὶ ἄλλη ἀποφατική, ἢ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, καὶ γίνονται ἄλλαι δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, καὶ γίνονται ἄλλαι δύο, καταφατικὴ καὶ ἀποφατική. ὥστε τέως ἔχομεν ὀκτὼ συζυγίας, δύο μὲν ἐκ τῶν ὅλων ψευδῶν, δύο δὲ ἐκ τῶν ἐπί τι ἄμφω ψευδῶν, τέσσαρας δὲ ἐκ τοῦ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι τῶν προτάσεων ψευδοῦς. οὕτω μέν, εἰ ἐξ ἀμφοτέρων ψευδῶν. ἐκ δὲ τῆς θατέρας ψευδοῦς τῆς δὲ θατέρας ἀληθοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μὲν ἐλάττων ψευδὴς ἡ δὲ μείζων ἀληθής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ὅλη ψευδής, καὶ ποιεῖ δύο συζυγίας, καταφατικὴν καὶ ἀποφατικήν, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο, μίαν καταφατικὴν καὶ μίαν ἀποφατικήν. εἰ δὲ ᾖ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, πάλιν ἢ ὅλη ψευδής, καὶ ποιεῖ ἄλλας δύο συζυγίας, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο καταφατικὴν καὶ ἀποφατικήν, ὥστε γίνεσθαι τὰς πάσας δεκαέξ. ταύτας διέξεισιν ὁ [*](6 ἐστι post αὐτὸ collorat U: om. t 7 ἀποφατικῶν t: ἀποφατικοῦ BU 9 ἐστιν ἀληθὲς t 12 post συναγομένων add. καὶ t μὲν om. B πότε δὲ Ut: καὶ πότε Β 14 ἢ τῆς — ψευδῶν iterat U ἐξ alt. addidi 15 an γίνονται ut vs. 17. 20. 21? at cf. p. 397,24 16 καταφατικὴ—ἀποφατική scripsi: καταφατικαὶ (compend. B) — ἀποφατικαί BUt 22 τέως om. Β 23 τέσσαρας scripsi: τεσσαρες BUt τοῦ deleverim 26 ἤ ἡ — 28 ἀληθής om. Β 27 καὶ εἰ — 28 ἀληθές mrg. (??) 29 μίν utrumque om. B 30 εἰ δὲ — 32 ἀποφατικήν om. B ἦ Α: ἡ It ἡ δὲ At: καὶ ἡ U ψευδὴς alt. Buperscr. I: ἀληθὴς pr. U, I 31 ψευδής scripsi: ἀληθής Ut 32 post πάσας add. συζυγίας B)

    394
    Ἀριστοτέλης, οὐ πάσας δέ· τὰς γὰρ γὰρ μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι XCVIr ψευδοῦς γινομένας τέσσαρας συζυγίας οὐ διέξεισιν ὡς δήλας ἐκ τῶν ἄλλων. καὶ λέγει ὅτι συνάγουσιν ἀληθῆ συμπεράσματα, ἐὰν ὦσιν ἄμφω ψευδεῖς, εἰ δὲ ή ἡ μείζων ψευδής, οὐ συνάγεται ἀληθές· ὅπερ θαυμαστὸν ὅτι ἀμφοτέρων μὲν τῶν προτάσεων ψευδῶν οὐσῶν συνήγετο, τῆς δὲ μείζονος ψευδοῦς οὔσης οὐ συνάγεται.

    p. 53b30 Ἔστω γὰρ τὸ Α ὅλῳ τῷ Γ ὑπάρχον, τῷ δὲ Β μηδενί, μηδὲ τὸ Β τῷ Γ. ἐνδέχεται δὲ τοῦτο. Πρῶτον εἶπε περὶ τῆς συζυγίας τῆς ἐξ ἄμφω ὅλων ψευδῶν. ὰλλ ὅλον μὲν ψεῦδος καλεῖ οὖ τὸ ἐναντίον ἀληθές ἐστιν· οἷον ‘πᾶς ἄνθρωπος πτερωτός᾿ ὅλον ψεῦδος, ἐπειδὴ τὸ ἐναντίον ἀληθὲς τὸ ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστιν᾿. ἐπί τι δὲ ψεῦδος καλεῖ ᾧ τὸ ἀντιφατικῶς ἀντικείμενόν ἐστιν ἀληθές· οἷον ‘πᾶς ἄνθρωπος λευκός᾿, τοῦτο ἐπί τι ψεδδος, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ ἀληθεύει τὸ οὐ ‘οὐ ἄνθρωπος λευκός‘. λέγει οὖν πρῶτον περὶ τῶν συζυγιῶν τῶν ἐξ ἄμφω ψευδῶν. λέγει γάρ· ἔστω ὅτι συμπέρασμα γέγονε τὸ Α παντὶ τῷ Γ· ἔστωσαν δὲ αἱ προτάσεις ἀληθεῖς μὲν ὡς ἀποφατικαί, τό τε AB καὶ τὸ ΒΓ, ψευδεῖς δὲ ὡς καταφατικαί, ἵνα ὦσιν ὅλαι ψευδεῖς. οἷον τὸ Α παντὶ τῷ Β, ὅπερ ψεδδος· ἦν γὰρ τὸ ὰληθὲς οὐδενί. τὸ δὲ B παντὶ τῷ Γ, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν οὐδενὶ τῷ Γ· οὐκοῦν συνάγεται ὅτι τὸ Α τῷ Γ παντί, ὅπερ ἀληθές. καὶ σκοπήσωμεν ἐνταδθα. ἐπειδὴ γὰρ ἀληθεῖς οὖσαι αἱ προτάσεις ἀσυλ- λόγιστοι ἦσαν ἀμφότεραι γὰρ ἀποφατικαί) καὶ συνῆγον τὸ πᾶς καὶ τὸ οὐδείς διὸ καὶ ἀσυλλόγιστοι), ψευδεῖς γενόμεναι ὑπονοηθεῖεν ἂν ὰληθῆ συνάγειν· εἰ γὰρ ἀληθεῖς αἱ προτάσεις οὖσαι ἀσυλλόγιστος ἦν ἡ συζυγία, ψευδεῖς οὖσαι συλλογιστικὴ ἔσται. ἀλλὰ καὶ τοῦτο εἰδέναι δεῖ, ὅτι ἄμφω ψευδῶν οὐσῶν οὐκ ἀεὶ τὸ συμπέρασμα ἀληθές, ἀλλ’ ὅτε ἀσυλλόγιστος οὖσα συνῆγε τὸ τοιοῦτον συμπέρασμα, οἷον εἰ ἀσυλλόγιστος οὖσα ἡ συζυγία συνῆγε καταφατικόν· ψευδῶν γὰρ μεταληφθεισῶν εἰς καταφατικὰς συνάξει καὶ τὸ καταφατικὸν ὰληθὲς ἐκ ψευδῶν. ὅτε δὲ ἐξ ἀληθῶν προτάσεων ἀσυλλόγιστος οὖσα ἡ συζυγία συνῆγεν ὰποφατικόν, μεταληφθεισῶν τῶν προτάσεων εἰς ψευδεῖς συνάξουσι ψευδὲς συμπέρασμα. διὸ οὐκ ἀεὶ ἐκ ψευδῶν ἀληθές. ἐπειδὴ οὖν οὐκ ἀεί, ὡς ἐπὶ ὅρων ἔλαβε τὸ λεγόμενον.

    [*](1 an ψευδοῦς <οὔσης> τῆς? 2 γινομένην t 3 συμπέρασμα Ut 4 ᾖ om. Ut ante ἀληθές add. τὸ t 7 ἀρχὴ τοῦ α΄ σχήματος inscr. U 8 post γ΄ add. ὑπάρχον t post τοῦτο add. ἀληθὲς εἶναι Β 9 ἀμφοτέρων t 10 μὲν om. Ut ἐστιν 0111. B 11 ὅλον Γ’.. οἷον Bt: ὅπερ b 12 δὲ om. Β 14 αὐτῶ mrg. U λευκόν U 16 ὅτι ἔστω U post γέγονεν add. ὅτι U 18 ὦσιν Β: εἰσὶν ἤ Ut ψευδεῖς] εῖς supra ὴς scr. U 19 post οὐδενὶ add. τῶν β΄ t 20 οὐδενὶ τῶ γݲ BU: οὐ παντί t 23 γενόμεναι scripsi: γινόμεναι Β: γενόμενοι Ut ἄν om. Ut 25 ψευδεῖς] εῖς supra ὴς scr. 1 post ψευδεῖς add. δὲ Ut 27 συνήγετο, om. τὸ Β τοιοῦ·το t 28 γὰρ scripsi: δὲ BUt εἰς καταφατικὴν U συνάγει Β 31 ψευδὲς supra ἀληθὲς scr. U)
    395

    Ἒστω γὰρ τὸ Α ὅλῳ τῷ Γ ὑπάρχον, τῷ δὲ Β μηδενί. ὰλη- (??) θεῖς μὲν οὕτω λαμβανόμεναι, ψευδεῖς δὲ ἐναντίως λαμβανόμεναι κατηγορικαὶ καὶ ὰποφατικαί.

    p. 53b35 Ὡσαύτως δὲ καὶ τὸ στερητικόν· ἔστω γὰρ τῷ Γ μήτε τὸ Α ὑπάρχειν μηδενὶ μήτε τὸ Β. |

    Εἶπε περὶ τῆς μιᾶς συζυγίας τῆς καταφατικῆς τῆς ἐξ ὅλων XCVIv ψευδῶν ἀληθὲς συναγούσης· νῦν περὶ τῆς τῆς ἄλλης λέγει τῆς ἀποφατικῆς καὶ ἐξ ὅλων ψευδῶν ἀληθὲς συναγούσης. ἐὰν οὖν ἀληθῶν οὐσῶν, ὡς τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐδενὶ λίθῳ, λάβωμεν αὐτὰς ψευδεῖς, ποιοῦμεν ἀληθὲς συμπέρασμα οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζῷον οὐδενὶ λίθῳ, ὅπερ ἀληθές. ἰδοὺ καὶ ἐνταῦθα ἀληθῶν οὐσῶν τῶν προτάσεων ψευδὴς καὶ ὰσυλλόγιστος, ψευδῶν δὲ γέγονε τοῦ ὅτι ὁ συλλογισμός.

    p. 53b37 Τῶν αὐτῶν ὅρων ληφθέντων. Τῶν αὐτῶν ὅρων τῶν ἤδη εἰρημένων ἐν τοῖς μικρὸν ἀνωτέρω.

    p. 54a1 Ὁμοίως δὲ δειχθήσεται, κἂν ἐπί τι ψευδὴς ἑκατέρα ληφθῇ.

    Εἶπε περὶ τῶν δύο συζυγιῶν τῶν ἐξ ἄμφω ψευδῶν, καὶ ὤφειλεν εἰπεῖν εὐθέως περὶ τῶν τεσσάρων συζυγιῶν τῶν ἐκ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς. αὐτὸς δὲ ταύτας ἀποσιωπᾷ τὰς συζυγίας ὡς δήλας γενομένας ἐκ τῶν ἄλλων εἰρημένων συζυγιῶν, ὅτι καὶ αὗται ἀληθὲς συνάγουσι συμπέρασμα. λέγει δὲ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν, ὅτι συνά- γεται ἀληθῆ συμπεράσματα. οἷον εἰ λάβοις ζῷον παντὶ λευκῷ, ἰδοὺ ἐπί τι ψευδές· ἐπὶ γὰρ τοῦ κόρακος ψευδές, ἐπὶ δὲ κύκνου ἀληθές· λευκὸν παντὶ ἀνθρώπῳ· καὶ αὕτη ἐπί τι ψευδής· καὶ ὅμως ζῷον παντὶ ἀνθρώπῳ. ὁμοίως καὶ ἐπὶ τοὺ ἀποφατικοῦ λίθος οὐδενὶ λευκῶ, λευκὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἀμφότεραι ἐπί τι ψευδεῖς, καὶ ὅμως λίθος οὐδενὶ ἀνθρώπῳ, ὅπερ ἀληθές.

    [*](1. 2 ἀληθὲς U 2 post μὲν add. οὖν Β 4 ἔστι Arist. (Αrist. ἔστω 5 τῶ αݲ U 6 τῆς tert. Ut: καὶ Β 7 ἀληθὲς συναγούσης om. Ut 8 ἀληθὲς συναγούσης mrg. U, post συναγ. add. οὔσης t: ἀληθοῦς οὔσης B, in textu U οὐκοῦν Β ὡς om. U, post 9 ἀνθρώπῳ colloc. t 1 1 ante ἄνθρωπος add. ὁ U t ἰδοὺ om. Β καὶ om. Β 16 δὲ om. Β 18 ἀμφοτέρων Β 19 τῶν alt. Ut: ὧν Β ἐκ — 20 ψευδοῦς mrg. U 20 post ψευδοῦς add. τῶν ἐξ ἄμφω ψευδῶν καὶ ἐπί τι ψευδῶν t, om. τῶν U αὺτὸς Ut: ό Β post δὲ add. ὡς δὲ U 21 γινομένας Ut εἰρημένων om. t καὶ om. Ut 23 συμπέρασμα Bt λάβης Β 24 γὰρ om. Β 25 ψευδές Β καὶ alt om. U όμοίως pr. Β)
    396

    p. 54a2 ’Eὰν δ’ ἡ ἑτέρα τεθῇ ψευδής. XCVIv

    Πληρώσας περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν νῦν ἦλθεν ἐπὶ τὴν ἄλλην διαίρεσιν τὴν λέγουσαν τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ. τοῦτο δὲ ἦν διχῶς· ἤ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής· καὶ εἰ ἔστιν ἡ μείζων ψευδής, ἤ ὅλη ψευδὴς ἢ ἐπί τι ψευδής· ὁ· * * * καὶ φησὶν ὅτι, εἰ ἔσται ἡ μείζων ὅλη ψευδής, ἀληθὲς οὐ συνάγεται συμπέρασμα, εἰ δὲ εἴη ἡ ΒΓ ἡ ἐλάττων πρότασις ψευδής, συνά- γεται. πάλιν καὶ εἰ ἡ μείζων μὴ ὅλη ψευδὴς ἀλλ’ ἐπί τι, πάλιν συνάγεται ἀληθές. καὶ ὁμοίως, εἰ ἡ μείζων πρότασις ὅλη ἀληθής, ἡ δὲ ἐλάττων ὅλη ψευδὴς ἢ ἐπί τι ψευδής, συνάγεται, ὡς δείξομεν.

    p. 54a4 Λέγω δὲ ὅλην ψευδῆ τὴν ἐναντίαν.

    Ποίαν λέγει ὅλην ψευδῆ; τὴν ἔχουσαν τὴν ἐναντίαν ἀληθῆ. ἐπί τι δὲ ψευδῆ τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον.

    p. 54a7 ’Eὰν δὴ τὴν μὲν ΒΓ πρότασιν λάβω ἀληθῆ, τὴν δὲ ΑΒ ψευδῆ ὅλην.

    Αέγει πρῶτον περὶ τῆς συζυγίας τῆς ἐχούσης τὴν μείζονα ὅλην ψευδῆ τὴν δὲ ἐλάττω ἀληθῆ, καὶ τέως περὶ τοῦ καταφατικοῦ, ὅτι ἐὰν τὸ Α κατὰ ὰληθειαν οὐδενὶ ὑπάρχῃ τῷ B, εἶτα ληφθῇ ὅτι ὑπάρχει παντί, (8) ὅλη ψευδής ἐστιν, εἶτα καὶ τὸ Β ἐξ ἀληθείας παντὶ τῷ Γ, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι τὸ συμπέρασμά ἐστιν ἀληθές. οἷον ἄψυχον οῦδενὶ ζῴῳ ἀληθὲς μετάλαβε εἰς ψευδῆ ὅλην καὶ εἰπὲ ἄψυχον παντὶ ζῴῳ· ζῷον παντὶ ἀνθρώπῳ ἀληθές· καὶ συνάγεται ψεῦδος ὅτι ἄψυχον παντὶ ἀνθρώπῳ. οὕτως ἡ μία συζυγία ἡ καταφατική. ἡ δ’ ἀποφατικὴ ἡ ψευδὴς οὕτως· ἔμψυχον οὐδενὶ ζῴῳ, ὅπερ ὅλον παντὶ ζῷον παντὶ ἀνθρώπῳ, ἔμψυχον οὐδενὶ ἀνθρώπῳ, ὅπερ ψεῦδος. οὕτως αἱ δύο συζυγίαι αὗται αἱ ἔχουσαι τὴν μείζω ὅλην ψευδῆ ἀληθὲς συμπέρασμα οὐ συνάγουσιν. |

    p.54all Ὁμοίως δὲ οὐδ’ εἰ τὸ Α τῷ Β παντὶ ὑπάρχει. XCVIIr Πάλιν ἵνα ποιήσῃ τὴν άποφατικὴν συζυγίαν ψευδῆ, λαμβάνει ψευδῆ ἀποφατικὴν πρότασιν τὴν μείζω, ἵνα ᾖ τὸ Α τῷ Β μηδενί, ὅπερ ψεῦδος· παντὶ γὰρ ἦν τῷ ζῴῳ τὸ ἔμψυχον.

    [*](2 ἀμφοτέρων Β 4 ἣ prius scripsi: καὶ BUt 6 lac. indicavi; .supple ὡσαύτως καὶ εἰ ἔστιν ἡ ἐλάττων ψευδής, ἤ ὅλη ψευδὴς ἤ ἐπί τι ψευδής. 7 εἴη post πρότασις colloc. Β ἡ alt. t: om. BU post πρότασις add. ἤ U 8 εἰ καὶ Ut μὴ Β:· ἦ Ut: μὴ ᾖ b 10 ἤ, quod voluerat Waitz Organ. Ι 29, B: ἡ Yt 14 ἐὰν BUt (n): ἄν Arist. λάβη U: λάβωμεν t δὲ BUt (B C rn u, pr. f): δὲ τὸ Arist. 17 ἐλάττονα t 18 ὐπάρχη corr. U: ὑπάρχει Bt, pr. U 19 ὃ addidi εἶτα ex ἔτι corr. Β 20 ἐστιν om. Β 21 ψευδῆ t: ψεῦδος BU ὅλον U post εἰπὲ add. παντὶ U 26 μείζονα B ὰληθὲς—συνάγουσιν om. Β 27 οὐ δεῖ—ύπάρχειν U 29 μείζονα Β)
    397

    p. 54a18 Μὴ ὅλης δὲ λαμβανομένης ψευδοῦς ἔσται. XCVIIr4

    Ἐὰν μὲν ᾖ ἡ μείζων ὅλη ψευδής, οὐ συνάγεται ἀληθὲς συμπέρασμα· ἐὰν δὲ ἐπί τι ψευδής, συνάγεται ἀληθές. οἷον εἰ μὲν καταφατική, οὕτως· ζῷον παντὶ λευκῷ ἐπί τι ψευδής· ἐπὶ γὰρ τοῦ κόρακος ψευδής, ἐπὶ δὲ τοῦ κύκνου ἀληθής· λευκὸν παντὶ κύκνῳ· καὶ ὅμως ζῷον παντὶ κύκνῳ. οὕτως ή καταφατικὴ συζυγία.

    p. 54a23 Ὁμοίως δὲ καὶ εἰ στερητικὸν εἴη τὸ ΑΒ.

    Ὥσπερ ἀληθὲς τὸ καταφατικὸν γέγονε συμπέρασμα, οὕτως καὶ τὸ ἀποφατικὸν ἀληθὲς τῆς μείζονος ἐπί τι ψευδοῦς οὔσης· οἷον ζῷον οὐδενὶ λευκῷ ἐπί τι ψευδής· ἐπὶ γὰρ κύκνου μόνου ψευδής· λευκὸν πάσῃ χίονι· καὶ ὅμως ζῷον οὐδεμιᾷ χιόνι, ὅπερ ἀληθὲς τὸ συμπέρασμα.

    p. 54a28 ’Eὰν δὲ ἡ μὲν ΑΒ πρότασις ὅλη ληφθῇ ἀληθής, ἡ δὲ ΒΓ ὅλη ψευδής, ἔσται συλλογισμὸς ἀληθής.

    Ἐλήφθη ἡ μείζων πρότασις ὅλη ψευδής, καὶ οὐ συνῆξεν ἀληθές, καὶ ἐπί τι ψευδής, καὶ συνῆξε τὰ δύο συμπεράσματα ἀληθῆ. νῦν δὲ λαμβάνει τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ὅλην, κα λέγει ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα· οἷον ζῷον παντὶ ἀνθρώπῳ ἀληθές· ἄνθρωπος παντὶ ἵππῳ ψευδὴς ὅλη· καὶ ὅμως ζῷον παντὶ ἵππῳ, ὅπερ ἀληθές. οὕτως τὸ καταφατικον.

    Τὸ μέντοι Β οὐδενὶ τῷ Γ. ἡ τὸ Β οὐδενὶ τῷ Γ ὰληθής, ὰλλ᾿ ἵνα γένηται ψευδής, λαμβάνεται παντί.

    p. 54a35 Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑB προτάσεως· ἐνδέχεται γὰρ τὸ Α μήτε τῷ Β μήτε τῷ Γ μηδενὶ ὑπάρχειν.

    Τὴν ἀποφατικὴν συζυγίαν ὰληθῆ συνάγομεν τῆς μείζονος ἀληθοῦς οὔσης τῆς δὲ ἐλάττονος ὅλης ψευδοῦς οὕτως· τὸ ζῷον οὐδεμιᾷ μουσικῇ, ὅπερ ἀληθές, μουσικὴ πάσῃ ἰατρικῇ, ὅπερ ψευδές, καὶ ζῷον οὐδεμιᾷ ἰατρικῇ, ὅπερ ἀληθές. οὕτω καὶ αὗται αἱ συζυγίαι ἀληθεῖς.

    [*](4 τοῦ κόρακος γὰρ t 6 post συζυγία add. συνάγεται t 8 posl ὥσπερ add. τὸ t ἀληθῶς ἐστι, om. τὸ U post καταφατικὸν add. συνάγεται t 9 ψευδοῦς οὔσης ἐπί τι Β ante οἷον add. τῆς Βt 10 ψευδής prius ’: ψευδοῦς Βt ψευδής alt. Β: ψευδοῦς Ut 15 post καὶ add. οὐ U 17 τὰ om. U immo ἀληθής cf. vs. 4. 10 18 ψεῦδος U 20 μηδενὶ Arist. ή— ἀληθής scripsi: εἰ—ἀληθές BUt 21 ψευδὲς t 24—p. 398,11 om. (propter homoeoteleuton scilicet) Β 24 συνάγομεν ἀληθῆ t)
    398

    p. 54b2 Καὶ εἰ μὴ ὅλη ψευδὴς ἡ ΒΓ ἀλλ’ ἐπί τι, καὶ οὕτως XCVIIr ἔσται τὸ συμπέρασμα ἀληθές.

    Εἰρηκὼς ὅτι τῆς ἐλάττονος ὅλης ψευδοῦς οὔσης γίνονται ἀληθῆ τὰ συμπεράσματα, φησὶ καὶ μὴ ὅλης οὔσης ψευδοῦς τῆς δὲ μείζονος ἀληθοῦς ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα. οἷον ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος παντὶ πεζῷ, ὅπερ ἐπί τι ψευδές ἐστι, καὶ ὅμως ζῷον παντὶ πεζῷ, ὅπερ ἀληθές. οὕτω τὸ καθόλου καταφατικὸν συνάγομεν ὅρους λαμβάνοντες γένος καὶ εἶδος καὶ διαφοράν, ἄκρα μὲν τιθέντες γένος καὶ διαφοράν, μέσον οε το εἶδος.

    p. 54b9 Ομοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως· ἐνδέχεται γὰρ τὸ Α μήτε τῷ Β μήτε τῷ Γ μηδενὶ ὑπάρχειν.

    Νῦν τὴν ἑτέραν συζυγίαν λέγει τὴν ἀποφατικὴν πῶς συνάγεται, ὅτι λαβόντες τὸν μέσον ὅρον ἀλλοτρίου γένους εἶδος· οἷον ζῷον οὐδεμιᾷ φρο- νήσει, φρόνησις πάσῃ θεωρητικῇ, καὶ ὅμως ζῷον οὐδεμιᾷ θεωρητικῇ. οὕτως καὶ τὸ ἀποφατικὸν ἀληθὲς τῆς ἐλάττονος ἐπί τι ψευδοῦς οὕσης. καὶ ἐπλήρωσε πάσας τὰς συζυγίας εἰρηκώς, πότε ἐκ ψευδῶν ἀληθῆ συνά- γεται συμπεράσματα, πότε δὲ οὔ, ἀπαραλείπως.

    p. 54b17 Ἑπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν. |

    Εἰρηκὼς περὶ τῶν ἐν τῷ πρώτῳ σχήματι τὰ καθόλου συμπεράσματα XCVIIv συναγόντων νῦν λέγει περὶ τῶν τὰ μερικά, πάλιν ἐκ διαιρέσεως λαμβάνων τὰς συζυγίας, ὅτι τῶν τὰ μερικὰ συμπεράσματα συναγόντων ἐν πρώτῳ σχήματι ἢ ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω ψευδεῖς. καὶ εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἤ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ὅλη ψευδὴς ἡ μείζων ἡ δὲ ἐλάττων ἀληθής, καὶ συνάγει ἤ καταφατικὸν ἤ ἀποφατικόν, ἤ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, καὶ συνάγει ἢ καταφατικὸν ἢ ὰποφατικόν. εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, οὐ δύναται ἡ ἐλάττων ὅλη ψευδὴς ληφθῆναι· εἰ γὰρ ἅλη, ὅλη, ἢ καταφατικὴ λαμβάνεται ἢ ἀποφατική· καὶ εἰ ἀποφατικὴ φατικὴ ληφθῇ ἡ ἐλάττων, ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι· εἰ δὲ κατα [*](5 γίνεσθαι t: γίνεται U 14 ante φρόνησις add. ἡ t 17 ἀπαραλήπως t 18 ante lemma add. οὕτε φρονήσει οὐδεμιᾶ ὑπάρχει οὔτε θεωρητικῆ U: τὸ γὰρ ζῶον οὔτε φρονήσει — ἦν ἀληθές (i. e. b 12 — 16) lemma t 19 τῶ om. U 21 συμπερά- σματα scripsi: συμπέρασμα BUt 22 ἤ prius om. U ἐστιν om. Β ἄμφω — 23 ψευδής, ἤ om. t ψευδεῖς e ψευδὴς corr. U 23 — 25 ἤ ἡ μείζων ἀληθὴς —ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής om. Β 24 ἀληθὴς — μείζων t: om. U δὲ alt. t: om. U 25 ἣ ὅλη - ἀληθής om. U 26 ἢ tert. ex εἰ corr. U δὲ om. U 27 συνάγει e συνάγεται corr. Β 2 post δὲ add. εἴη U 30 ἀσυλ- λόγιστοι t post ἐν add. τῶ U εἰ ex ἡ corr. U)

    399
    φατική, ἀνάγκη καὶ τὴν μείζονα καθόλου εἶναι, καὶ ἐκ δύο καθόλου XCVIIv προτάσεων καθόλου τὸ συμπέρασμα· ἀλλὰ νῦν περὶ τῶν μερικῶν. ὥστε ἡ ἐλάττων ψευδὴς οὖσα οὐκ ἄν ληφθείη ὅλη διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ ἐπί τι μόνως, καὶ γίνεται καταφατικὴ ἡ συζυγία ἢ ἀποφατική. εἰ δέ εἰσιν ἄμφω ψευδεῖς, ἢ ἄμφω ἐπί τι, καὶ συνάγεται καταφατικὸν ἢ ἀπο- φατικόν, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, καὶ συνάγεται κατα- φατικὸν ἢ ἀποφατικόν. ταύτας τὰς δέκα συζυγίας ἔχει διεξελθεῖν ὁ Ἀρι- στοτέλης δεικνὺς ὅτι ἐκ ψευδῶν ἀληθὲς συνάγεται.

    p. 54b17 Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ἐνδέχεται κα τῆς πρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς. Φησὶν ὅτι <ὲπὶ> τῶν ἐπὶ μέρους συλλογισμῶν ἐνδέχεται τῆς μείζονος ὅλης ψευδοῦς οὔσης τῆς δὲ ἐλάττονος ἀληθοῦς, ἢ καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς μείζονος ὁμοίας μενούσης τῆς ἐλάττονος, ἢ πάλιν τῆς μείζονος ἀληθοῦς τῆς δὲ ἐλάττονος ψευδοῦς ἐπί τι, ἢ καὶ τῆς μείζονος ψευδοῦς καὶ τῆς ἐλάττονος ἐπί τι * * * ψευδοῦς ἀληθὲς συναχθῆναι συμπέρασμα.

    p. 54b21 Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν B μηδενὶ ὑπάρχειν τῷ δὲ Γ τινί, καὶ τὸ Β τῷ Γ τινὶ ὑπάρχειν.

    Λέγει πρῶτον περὶ τῆς μερικῆς καταφατικῆς τῆς γινομένης ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς, ὅτι οὐδὲ‘ν κωλύει κατ ἀλήθειαν τὸ Α μηδενὶ τῶ Β ὑπάρχειν τῷ δὲ Γ τινί, ὁμοίως καὶ τὸ Β τῷ Γ τινὶ ὑπάρχειν· μεταληφθείσης <γὰρ> τῆς μείζονος εἰς ὅλην ψευδῆ ἀληθὲς ἔσται συμπέρασμα. οἷον ζῷον οὐδεμιᾷ χιόνι κατ᾿ ἀλήθειαν· ληφθείη δὲ ὡς ὅλη ψευδής, καὶ γίνεται ὅτι ζῷον πάσῃ χιόνι· χιὼν τινὶ λευκῷ. καὶ ὅμως ζῷον τινὶ λευκῷ ὑπάρχει. εἰδέναι δὲ νῦν τοῦτο δεῖ, ὅτι ἡ ἐλάττων, ὅτε λαμβάνεται ἐπί τι, διὰ τὴν κατηγορίαν λαμβάνεται, οὐ διὰ τὴν ὕπαρξιν. πολλάκις ἐλέγομεν γὰρ ὅτι ἐπί τι ψευδῆ ἐκείνην λέγει τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· οἷον τὶς ἄνθρωπος πτερωτός᾿ ἐπί τι ψευδής, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. ἐπί τι δὲ λέγομεν ψευδές, οὐχ ὅτι ἐπὶ τινῶν μὲν ἀληθεύει, ἐπὶ τινῶν δὲ ψεύδεται οὔτε γὰρ ὅλως εἷς τις πτερωτός), ἀλλὰ ἐπί τι ψευδὴς λέγεται διὰ τὸ ἀληθεύειν τὴν ἀντί- φασιν. ὥστε νῦν λαμβάνομεν ἐπί τι ψευδῆ τὴν ἐλάττω πρότασιν διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν.

    [*](2 τῶν om. U 3 ληφθῆ Βt 4 ἐπί τι μόνως Bt: ἐπὶ μέρους D ἡ συζυγία om. U 5 ἡ prius om. U 6 ἡ δὲ t : ἤ ἡ Β: ἡ U 9 ἐνδέχεται κτλ. om. Β 10 ψευδοῦς οὔσης t 11 ἐπὶ prius addidi 12 ἡ om. U L3 post οὔσης del. τῆς δ τονος ἀληθοῦς U μέν οὔσης BUt 15 lac. indicavi; supple ἤ (??) ψευδοῦς τῆς δἐ ἐλάττονος ἐπί τι cf. p. 402,11 16 μηδενὶ βݲ U 17 τινὶ τῶ γ΄ (??) 21 γὰρ addidi 22 post έσται add. τὸ Β 24 δὲ om. Bl 26 κολλάκις] p. 394,12 396,12 27 οἶον — 28 ἀληθές om. Β 29 posl ὅτι ἐπί add. τι λέγ ἐπί U ἀληθὲς pr. U 30 ἀπτέρωτος U an ψευδὲς? 31 λαμ U: λαμβάνει μὲν Bt ἐλάττονα t)
    400

    p. 54b27 Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως· XCVIIv ἐγχωρεῖ γὰρ τὸ Α τῷ μὲν Β ὅλῳ ὑπάρχειν τῷ δὲ Γ τινὶ μὴ ύπάρχειν.

    Εἰρηκὼς περὶ τῆς καταφατικῆς νῦν λέγει περὶ τῆς ἀποφατικῆς, ὅτι ἐνδέχεται μὲν κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β ὑπάρχειν καὶ τὸ Β τινὶ τῷ T. ἀλλὰ μεταληφθήτω ἡ ΑΒ εἰς ὅλην ψευδῆ ὥστ’ εἶναι τὸ Α οὐδενὶ τῷ Β· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος τινὶ λευκῷ· καὶ ὅμως ζῷον τινὶ λευκῷ. οὕτως καὶ τὸ μερικὸν ἀποφατικὸν ἀληθὲς συνάγεται ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.

    p. 54b35 Καὶ εἰ ἐπί τι ψευδὴς ἡ ΑΒ πρότασις, ἔσται τὸ συμπέ- ρασμα ἀληθές.

    Ἑπλήρωσε περὶ τῶν δύο συζυγιῶν τῶν ἐχουσῶν τὴν μείζονα ὅλην ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ· νῦν λέγει περὶ τῶν ἐχουσῶν τὴν μείζω ἐπί τι ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ. καὶ πρῶτον τὸ καταφατικὸν συνάγει οὕτως· οἷον τὸ ζῶον παντὶ καλῷ· ἰδοὺ ἐπί τι ψευδής, ἐπειδὴ τινὶ καλῷ ὑπάρχει, νῦν δὲ παντὶ ἐλάβομεν· καλὸν τινὶ μεγάλῳ · καὶ ὅμως ζῷον τινὶ μεγάλῳ. οὕτως τὸ καταφατικὸν συνάγεται ἐκ τῆς μείζονος ἐπί τι ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.

    p. 55a2 Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς AB προτάσεως. |

    Δι’ ὧνπερ καὶ ἡ καταφατικὴ συνήχθη, διὰ τῶν αὐτῶν ὅρων XCVIIt δείκνυται καὶ ἡ ἀποφατική · τὸ ζῷον οὐδενὶ καλῷ ἐπί τι ψευδής· καλὸν τινὶ μεγάλῳ· καὶ ζῷον οὐ παντὶ μεγάλῳ.

    p. 55a4 Πάλιν εἰ ἡ μὲν ΑΒ ἀληθὴς ἡ δὲ ΒΓ ψευδής, ἀληθὲς ἔσται τὸ συμπερασμα.

    Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἐχουσῶν τὴν μείζονα ἤτοι ὅλην ψευδῆ ἡ ἐπί τι νῦν λέγει περὶ τῶν ἐχουσῶν τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ἐπί τι. ὡς γὰρ εἰρήκαμεν, ὅλην ψευδῆ τὴν ἐλάττω λαβεῖν οὐκ ἐνδέχεται ἐπὶ τῶν τὰ μερικὰ συναγουσῶν συζυγιῶν, ἐπεὶ γίνεται ἡ ἐλάττων καθόλου, ἤτοι δὲ] καταφατικὴ ἢ ἀποφατική, καὶ οὐ ποιεῖ μερικὸν [*](1 post οὔσης add. ὅλης Β (Β u) 1. 2 τῆς προτάσεως τῆς αݲ βݲ U 2 τὸ δὲ Bt 5 ὑπάρχειν om. Ut 8. 9 καταφατικὸν συνάγεται ἀληθὲς Β 10 εἰ om. U post πρότασις add. τῆς β΄ γ΄ ἀληθοῦς οὔσης t 12 ἐχόντων Ut itemque vs. sq. 13 ἐλάττω Β itemque vs. sq. post νῦν add. δὲ U 13. 14 ἐπί τι in ras. U 14 πρώτως Β 17 τὸ om. U 20 δι’ ὦν καὶ πρότερον καὶ ἡ U 20. 21 δεί- κνυται διὰ τῶν αὐτῶν ὅρων U 21 καλῶ Ut: λευκῶ Β 27 εἰρήκαμεν] p. 398,27 sq. ἐλάττονα (ante λαβεῖν) t 28 συναγόντων Ut 29 δὲ, quod non liquet in U, delevi)

    401
    συλλογισμόν. ὥστε τὴν ἐλάττονα ἐπί τι ψευδῆ λαμβάνει κατὰ τὴν XCVIII(??) κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, ἐπειδὴ γὰρ] ἐκείνην ἐλέγομεν ἐπί τι ψευδῆ τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. εἰ τύχοι, οὗν καὶ ἐπί τινων ὅλην ψευδῆ λαμβάνει, εἰ καὶ ὅλως μὴ ὑπάρχει. ἀλλ’ ὅμως ἐπειδὴ τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθεύει, κατὰ τὴν κατηγορίαν ἐπί τι ψευδὴς ἀκούει. καὶ πρῶτον συνάγει τὸ καταφατικὸν οὕτως· τὸ ζῷον παντὶ κύκνῳ· κύκνος τινὶ μέλανι ἐπί τι ψευδὴς οὐ διὰ τὴν ὕπαρξιν ἀλλὰ διὰ τὴν κατηγορίαν, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· καὶ ὅμως ζῷον τινὶ μέλανι. ούτως τὸ καταφατικὸν συναγεται.

    p. 55a10 Ὁμοίως δὲ καὶ στερητικῆς λαμβανομένης τῆς ΑΒ προ- τάσεως.

    Συνάγεται δὲ τὸ ἀποφατικὸν τῆς μείζονος ἀληθοῦς οὔσης τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς οὕτως· ζῷον οὐδενὶ ἀριθμῷ · ἀριθμὸς τινὶ λευκῷ ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ λέγον ἀριθμὸς οὐδενὶ λευκῷ/᾿. εἰ] οὐκοῦν ζῷον οὐδενὶ ἀριθμῷ, ἀριθμὸς δὲ τινὶ λευκῷ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ.

    p. 55a15 Ό δὲ ἀριθμὸς οὐδενὶ λευκῷ. 'Αριθμὸς οὐδενὶ λευκῷ κατὰ ἀλήθειαν. εἶτα λαμβάνεται ὅτι τινί, καὶ γίνεται ἐπί τι ψευδής.

    p. 55a19 Καὶ εἰ ἐπί τι ψευδὴς ἡ ΑΒ, ψευδὴς δὲ καὶ ἡ Β Γ.

    Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἑτέρας ἀληθοῦς νῦν λέγει περὶ τῶν ἄμφω ψευδῶν, καὶ πρῶτον περὶ τῶν ἄμφω καὶ ἐπί τι τὸ μερικὸν καταφατικὸν συναγουσῶν.

    p. 55a20 Οδδὲν γὰρ κωλύει τὸ Α τινὶ τῷ B καὶ τῷ Γ τινὶ ὑπάρχειν εκατερῳ.

    Λέγει πρῶτον περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν συναγουσῶν μερικὸν καταφατικόν. ἀλλὰ ἡ μείζων ἐπί τι ψευδὴς κατὰ τὴν ὕπαρξιν, ἡ δὲ ἐλάτ- των ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν οὕτως· ζῷον παντὶ λευκῷ ἐπί τι ψευδὴς κατὰ τὴν ὕπαρξιν, λευκὸν τινὶ μέλανι ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν, καὶ ὅμως ζῷον τινὶ μέλανι.

    [*](1 ἐλάτω Β 2 γάρ delevi 14 ἐπί τι — 16 τινὶ λευκῷ 0111. Β 15 ἀληθὲς τό λέγον t: ἀληθὴς ἡ λέγουσα U εἰ delevi 16 δὲ t: om. U ἁμοίως Β 17 ὁ δὲ ἀριθμὸς U Arist.: καὶ ὁ ἀριθμὸς Bt 18 λαμβάνει Β 20 ante καὶ εἰ add. καὶ ἡ μὲν Βݲ πρότασις ἀληθής, ἡ βݲ γݲ ψευδής U 21 posl συζυγιῶν add. περὶ (??) 23 συναγόντων U 24 τῶ βݲ τινὶ t Arist. 26 συναγόντων pr, U 29.30 ἐπίτι — μέλανι om. Β )
    402

    p. 55α23 Τὸ γὰρ ζῷον τινὶ λευκῷ καὶ τινὶ μέλανι ὑπάρχει. XCVIIIr

    Τὸ ζῷον τινὶ λευκῷ καὶ τινὶ μέλανι, καὶ τὸ λευκὸν οὐδενὶ μέλανι κατὰ ἀλήθειαν. ὲὰν οὗν ποιήσωμεν ἀμφοτέρας τὰς προτάσεις ἐπί τι ψευδεῖς, ἔσται τὸ συμπέρασμα ἀληθές· οἷον ζῷον παντὶ λευκῷ ἀντὶ τοῦ τινί, λευκὸν τινὶ μέλανι ἀντὶ τοῦ οὐδενί. οὕτως ἔσται συμπέρασμα. οὕτω καὶ εἰ ἐπὶ τῆς ἀποφατικῆς λάβωμεν τὸ συμπέρασμα· ζῷον οὐδενὶ λευκῷ, λευκὸν τινὶ μέλανι, καὶ ζῷον οὐ παντὶ μέλανι.

    p. 55a28 Καὶ ἀμφοτέρων δὲ ψευδῶν οὐσῶν ἔσται τὸ συμπέρασμα ἀληθές.

    Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἄμφω ἐπί τι ψευδῶν νῦν λέγει περὶ τῶν ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς συναγου- σῶν πρώτως τὸ καταφατικὸν οὕτως· ζῷον παντὶ ἀριθμῷ, ἀριθμὸς τινὶ λευκῶ, καὶ ζῶον τινὶ λευκῆ.

    p. 55a32 Ζῷον γὰρ ἀριθμῷ μὲν οὐδενὶ λευκῷ δὲ τινὶ ὑπάρχει.

    Τὸ ζῷον οὐδενὶ ἀριθμῷ κατὰ ἀλήθειαν· ὅλη δὲ ψευδὴς γίνεται μετα- ληφθεῖσα, ὅτι τὸ ζῷον παντὶ ἀριθμῷ· ἀριθμὸς οὐδενὶ λευκῷ κατὰ ἀλή- θειαν· ἐπί τι δὲ ψευδὴς γίνεται, εἰ ληφθείη ὅτι ἀριθμὸς τινὶ λευκῷ.

    p. 55a26 Ὁμοίως δὲ καὶ στερητικῆς οὕσης τῆς ΑΒ· οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β ὅλω ὑπάρχειν τῷ δὲ | Γ τινὶ μὴ ύπάρχειν. XCVIIIv

    Eἰρηκὼς τὴν καταφατικήν, ὅπως συνάγει, λέγει νῦν τὴν ἀποφατικήν. συνάγεται δὲ οὕτως· ζῷον οὐδενὶ κύκνῳ ὅλη ψευδής· κύκνος τινὶ μέλανι ἐπί τι ψευδής· καὶ ζῷον οὐ παντὶ μέλανι.

    p. 55b3 Ἐν δὲ τῷ μέσῳ σχήματι πάντως ἐγχωρεῖ διὰ ψευδῶν ἀληθὲς συλλογίσασθαι.

    Πληρώσας τὸ πρῶτον σχῆμα νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον δεικνὺς ὅτι καὶ ἐν τῷ δευτέρῳ σχήματι ἐνδέχεται ἐκ ψευδῶν ἀληθὲς συνάξαι. λαμ- βάνει δὲ ἐκ διαιρέσεως οὓτως· τῶν ἐκ ψευδῶν τἀληθῆ καὶ καθόλου συμ- περάσματα συναγουσῶν συζυγιῶν ἐν δευτέρῳ σχήματι ἢ ἐξ ἄμφω ψευδῶν [*](4 ζῷον om. Ut 5 post ἔσται add. τὸ t 6 εἰ orn. Bt τῆς om. U 8 κἀν U ψευδῶν οὐσῶν corr. e ψευδοῦς U 10 post συζυγιῶν add. περὶ U 11 τῶν scripsi: τῆς libri 11. 12 συναγόντων U 12 post οὕτως add. τοῦ U 14 λευκὸν pr. U, corr. U2 20 συνάγειν δεῖ λέγει U 23 σχῆμα δεύτερον inscr. Β: περὶ τοῦ β σχήματος U 25 πληρώσας περὶ τοῦ πρώτου σχήματος U 27 post οὕτως add. similia iis, quae sequuntur usque ad p. 403,22 ἡ δ’ ἐλάττων καταφατική, U (cf. Praef.) 27. 28 συμπεράσματα t: συμπέρασμα BU)

    403
    εἰσιν, ἢ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς. καὶ εἰ ἐξ ἄμφω ψευδῶν, XCVIIIv ἢ ὰμφοτέρων ὅλων ψευδῶν οὐσῶν, καὶ ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπο- φατικῆς· ἢ ἀμφοτέρων ἐπί τι, καὶ ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς. ἤ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι · καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατὰ ἄμφω τούτων ἤτοι ἡ μείζων κατα- φατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταγατική. καὶ εἰ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς, ἢ ἐπί τι ψευδοῦς ἤ ὅλης ψευδοῦς· καὶ εἰ ἐπί τι ψευδοῦς, ἤτοι ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ὲλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής. καὶ εἰ ὅλης ψευδοῦς, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής. καὶ εἰ μὲν ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. εἰ δὲ εἴη ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀπο- φατική· εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, ἤτοι ή μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ὰποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, ἤτοι ἡ μείζων καταφατική ἐστιν ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ταύτας τὰς δώδεκα συζυγίας τὰς μὲν διέξεισι τὰς δὲ οὔ, ὡς ἐν τῇ λέξει σαφῶς ἐπιδείξομεν.

    p. 55a10 Εἰ γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχει τῷ δὲ Γ παντί.

    Πρῶτον δείκνυσι τὴν ἐξ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν ἀληθὲς συνάγουσαν. οἷον ἐὰν ᾖ, φησί, τὸ Α τῷ μὲν B μηδενὶ τῷ δὲ Γ παντὶ κατ’ ἀλήθειαν, εἶτα ἐὰν ἐναντίως λάβῃς, ποιεῖς ἀληθὲς συμπέρασμα ἐξ ὅλων ψευδῶν, τῆς μὲν μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς· οἷον ζῷον παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· καὶ συμπέρασμα ἀληθὲς ὅτι λίθος οὐδενὶ ἀνθρώπῳ.

    p. 55b14 Ὁμοίως δὲ καὶ εἰ τῷ μὲν Β παντὶ τῷ δὲ Γ μηδενὶ ὑπάρχει τὸ Α.

    Ἔδειξε πρῶτον τῆς μείζονος καταφατικῆς ὅλης ψευδοῦς οὔσης καὶ τῆς [*](1 ἐστιν U ἀμφοτέρων t 2 ὅλων om. U ἢ alt Bt: ἐπὶ U 3 post κατα- φατικῆς prius add. καὶ U 4.5 ἢ ἀμφοτέρων– ἀποφατικῆς om. Β 5 καταφατικῆς alt. — ἀποφατικῆς t: ἀποφατικῆς (ὰπο in ras. U2) — καταφατικῆς (κατα in ras. U2) (??) 7 ἐλάττονος t ἢ ἔμπαλιν om. U ἢ ἡ U 9 ἀποφατική B pr. 10 ante add. ἢ U 13 ὅλη priua om. Β εἰ ἡ μὲν Ut 16 ἡ μείζων alt] ἡ μ in ras. U2 17. 18 ἀποφατική] ὰπο in ras. U2 19 post καταφατικὴ add. ἐστιν Β 21 ἤτοι —ἤ scripsi: ἤ— ἤτοι Bt: ἤ–ἤ ἢ U 23 ἐπιδείξωμεν t 24 post add. μὲν U 26 ἐὰν ἦ φησι om. Bt cf. p. 414,19.20 27 λάβοις U 29.80 ζῶον οὐδενὶ –ψε(??) mrg. U 33 post πρῶτον add. ὅτι U)

    404
    ἐλάττονος ἀποφατικῆς ὅλης ψευδοῦς πῶς συνάγεται ἀληθὲς συμπέρασμα. XCVIIIv νῦν δὲ δείκνυσι, τῆς μείζονος ἀποφατικῆς οὔσης ὅλης ψευδοῦς καὶ τῆς ἐλάττονος καταφατικῆς ὅλης ψευδοῦς πῶς συνάγεται ἀληθές, οὕτως· εἰ κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β τῷ δὲ Γ οὐδενί, ἐὰν ἀντιστραφῶσι καὶ γένωνται ψευδεῖς, ἀληθὲς γίνεται τὸ συμπέρασμα· οἷον τὸ ζῶον οὐδενὶ ἀνθρώπῳ ὅλη ψευδής· τὸ ζῷον παντὶ λίθῳ ὅλη ψευδής· καὶ ὅμως ἄνθρωπος οὐδενὶ λίθῳ· ἰδοὺ τὸ συμπέρασμα ἀληθές.

    p. 55b16 Πάλιν εἰ εἴη ἡ μὲν ἑτέρα ὅλη ψευδὴς ἡ δὲ ἑτέρα ὅλη ἀληθής.

    Εἰρηκὼς περὶ τῶν ἄμφω ψευδῶν νῦν λέγει περὶ τῶν τὴν μὲν ψευδῆ ὥ τὴν δὲ ἀληθῆ ἐχουσῶν, καὶ λαμβάνει ψευδῆ τὴν μείζονα ἀληθῆ δὲ τὴν ἐλάττονα. καὶ πρῶτον λαμβάνει τὴν μείζονα ψευδῆ καὶ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀληθῆ καὶ καταφατικὴν οὕτως· τὸ ζῷον κατὰ μὲν ἀλήθειαν καὶ ἀνθρώπῳ καὶ ἵππῳ παντί· εἰ ληφθῇ οὖν ή μείζων ψευδὴς καὶ γένηται οὐδενί, γίνεται ἀληθὲς συμπέρασμα· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ τὸ ζῷον παντὶ ἵππῳ, καὶ ἄνθρωπος οὐδενὶ ἵππῳ. ὁμοίως δὲ καὶ τῆς ἐλάττονος ψευ|δοῦς οὔσης οἱ αὐτοὶ άρμόζουσιν ὅροι. ἰστέον δὲ ὅτι ἀπεσιώπησε XCIX(??) τὴν ἐκ τῆς μείζονος ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς ἀπο- φατικῆς καὶ τὴν ἐκ τῆς μείζονος ἀληθοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ψευδοῦς ἀποφατικῆς.

    p. 55b23 Καὶ εἰ ἡ ἑτέρα ἐπί τι ψευδής, ἡ δὲ ἑτέρα ὅλη ἀληθής· ἐγχωρεῖ γὰρ τὸ Α τῷ μὲν Β τινὶ ὑπάρχειν τῷ δὲ Γ παντί.

    Ἐπλήρωσε περὶ τοῦ εἶναι τὴν μὲν ὅλην ψευδῆ τὴν δὲ ὅλην ἀληθῆ. νῦν λαμβάνει τὴν μὲν ὅλην ἀληθῆ τὴν δὲ ἐπί τι ψευδῆ, καὶ πρῶτον τὴν μείζονα ἐπί τι ψευδῆ καὶ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀληθῆ καὶ καταφατικὴν οὕτως· τὸ ζῷον οὐδενὶ λευκῷ ἐπί τι ψευδής· τὸ ζῷον παντὶ κόρακι ὅλη ἀληθής· καὶ ὅμως λευκὸν οὐδενὶ κόρακι. καὶ μετατιθεμένων τῶν προτάσεων καὶ γινομένων τῆς μὲν μείζονος ἐπί τι ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ὅλης ἀληθοῦς ἀποφατικῆς ἀληθὲς γίνεται συμπέρασμα· οἷον τὸ ζῷον παντὶ λευκῷ, τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ, καὶ λευκὸν οὐδεμιᾷ ἐπιστήμῃ. ἢ οὕτως μετατιθεμένου τοῦ στερητικοῦ, ἵνα γένηται ἡ μείζων καταφατικὴ ἀληθής, ἡ δὲ ἐλάττων ἐπί τι ψευδὴς ἀποφατική, καὶ συνάγεται ὅτι τὸ ζῷον παντὶ μὲν κόρακι οὐδενὶ δὲ λευκῷ, καὶ κόραξ οὐδενὶ λευκῶ.

    [*](8 εἴη om. t Arist. ὅλη ψευδὴς Β Arist.: inv. ord. Ut 10 ἀμφοτέρων pr. U 11 ἐχουσῶν scripsi: ἐχόντων BUt 13 ἀποφατικὴ Β 14 ἀνθρώπων t ληφθείη U 16 post ἐλάττονος add. ὅλης Ut 17 ὅροι om. Bt 19. 20 καὶ — ἀποφατικῆς om. U ἀποφατικῆς —καταφατικῆς falso coniecit Waitz Organ. 1 29 23 εἶναι] εἶν in ras. U ὅλη (post μὲν) U 29 ἀληθὴς (ante γίν.) Ut 33 συνάγει U ὅτι om. U καὶ alt. add. U2 ante κόραξ add. ὁ U)
    405

    p. 55 b 32 οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν B τινὶ ὑπάρχειν τῷ XCIX δὲ 1 ὅλω μὴ ὑπάρχειν.

    Ἔλαβε πρῶτον τὴν μὲν ἀποφατικὴν ὅλην ἀληθῆ τὴν δὲ κταφατικὴν ἐπί τι ψευδῆ καὶ τὴν μείζονα κατφατικὴν τὴν δὲ ἐλάττονα ἀποφατικὴν οὕτως· τὸ ζῷον παντὶ λευκῷ ὲπί τι ψευδής· τὸ ζῷον οὐδεμιᾷ πίττῃ ὅλη ἀληθής· καὶ λευκὸν οὐδεμιᾶ πίττῃ. οὕτως, εἰ εἴη ἡ μὲν ὅλη ἀληθὴς ἡ δὲ ἐπί τι ψευδής. ἀπεσιώπησε δὲ πάλιν τὴν ἐκ τῆς μείζονος ἀληθοῦς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐπί τι ψευδοῦς.

    p. 55 b 38 Καὶ εἰ ἀμφότεραι αἱ προτάσεις ἐπί τι ψευδεῖς, ἔσται τὸ συμπέρασμα ἀληθές.

    Πληρώσας περὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μὲν ἀληθοῦς τῆς δὲ ψευδοῦς, καὶ ταύτης ἤτοι ὅλης ἢ ἐπί τι, νῦν λέγει περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν, καὶ πρῶτον τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς οὕτως· τὸ ζῷον παντὶ λευκῷ, τὸ ζῷον οὐδενὶ μέλανι, καὶ ὅμως λευκὸν οὐδενὶ μέλανι. καὶ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς οὔσης ὅροι οἱ αὐτοὶ ἁρμόσουσι· ζῷον οὐδενὶ λευκῷ, τὸ ζῷον παντὶ μέλανι, καὶ λευκὸν οὐδενὶ μέλανι. οὕτω καὶ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν οὐσῶν καὶ συναγουσῶν τὸ ἀληθές.

    p. 56 a 5 Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β παντί.

    Πληρώσας περὶ τῶν τὸ καθόλου συναγόντων ἐν δευτέρῳ σχήματι νῦν λέγει καὶ περὶ τῶν τὰ μερικά. καὶ φησὶν ὅτι τῶν τὰ μερικὰ συναγόντων συμπεράσματα ἐν δευτέρῳ σχήματι ἡ ἄμφω ψευδεῖς ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής· καὶ εἰ ἄμφω ψευδεῖς, ἢ ἡ μείζων ψευδὴς ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ καὶ ἡ μείζων καὶ ἡ ἐλάττων ἐπί τι ψευδεῖς· ὅλην γὰρ ψευδῆ τὴν ἐλάττονα οὐ δυνάμεθα εἰπεῖν διὰ τὸ μερικόν. καὶ εἰ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ὅλη εἴη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων κατφατική. εἰ δὲ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδὴς καὶ ἐξ ἀνάγκης ἐπί τι, [*](2 post ὑπάρχειν add. καὶ τὸ β μηδενὶ tm γݲ οἷον ζῶον λευκὸν μὲν τινί, πίττῃ δὲ U 6 ἀληθής c corr. Β εἰ om. Bl 8 δὲ 0111. U 12 ἡ Bt: ἥτοι U τι prius Bt: τινα, 0111. νῦν U 13 πρώτως B τῆς μείζονος μείζονος τῆς δὲ ἐλάττονος ἀποφατικῆς scripsi cf. p. 407,7: τὴν μείζονα καταφατικὴν τὴν δὲ ἐλάττονα ἀποφατικὴν ΒUt 14.15 μέλανι οὐδενὶ λευκόν D 16 post ζῶον alt. add. οὐ t 17 post ἄμφω add. καὶ Ut IS συναγόντων pr. I 19 δὲ t Arist.: οὖν BU 22 τῶν alt.] ν superscr. Β τὰ alt. om. Β 23 συμπερασμάτων U 24 εἰ om. t ἡ alt om. t post ψευδὴς add. ἣ U 25 καὶ prius om. I ψευδής Β 26 εἰπεῖν οὐ δυνάμεθα V)

    406
    καὶ ταύτης ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἡ ἡ μείζων XCIXr ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἣ|ψευδής ἐστιν ἡ μείζων ὅλη ἢ ἐπί τι. καὶ εἰ ἡ μείζων ὅλη ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ἐπί τι ψευδής, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. καὶ πρῶτον λέγει περὶ τῆς μείζονος ὅλης ψευδοῦς καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καὶ καταφατικῆς οὔσ·ης οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ, ζῷον τινὶ λευκῷ, καὶ ὅμως ἄνθρωπος οὐ | παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος οὔσης ἀποφατικῆς XCIXV ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος καταφατικῆς ἀληθοῦς ἀληθὲς τὸ συμπέρασμα. Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν B παντί. πρῶτον λέγει τὰ κατὰ ἀλήθειαν ὑπάρχοντα, εἶτα μεταλαμβάνει τὴν μίαν εἰς ψευδῆ, τὴν μείζω.

    p. 56 a 11 Ὡσαύτως δὲ καὶ καταφατικῆς λαμβανομένης τῆς ΑΒ.

    Ἔλαβε τὴν μείζονα ἀποφατικὴν ὅλην ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ· νῦν λαμβάνει τὴν μείζονα καταφατικὴν ὅλην ψευδῆ. ἐγχωρεῖ μὲν γὰρ τὸ Α μηδενὶ τῷ B κατὰ ἀλήθειαν· ἑὰν δὲ ληφθῇ παντί, εὑρίσκεται ὅλη ψευδὴς οὕτως· τὸ ζῷον παντὶ ἀψύχῳ· ἰδοὺ ὅλη ψευδής· τὸ ζῷον οὐ παντὶ λευκῷ· καὶ ὅμως ἄψυχον οὐ παντὶ λευκῷ.

    p. 56a 18 Καὶ τῆς μὲν καθόλου ἀληθοῦς τεθείσης τῆςδ’ ἐν μέρει ψευδοῦς.

    Ἐλαβε πρῶτον τὴν μείζονα ψευδῆ ὅλην· νῦν λαμβάνει τὴν μὲν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆς ἐπί τι· μερικὴ γάρ ἐστι. καὶ πρῶτον λαμβάνει τὴν μείζονα ἀποφατικὴν ἀληθῆ τὴν δὲ ἐλάττω καταφατικὴν καὶ ἐπί τι ψευδῆ οὕτως· τὸ ζῷον οὐδενὶ ἀριθμῷ· ζῷον τινὶ ἀψύχῳ ψευδὴς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, διὰ τὸ τὴν ἀντίφασιν ἀληθῆ εἶναι· καὶ ὅμως ἀριθμὸς οὐ παντὶ ἀψύχῳ.

    p. 56α25 Καὶ καταφατικῆς δὲ τῆς καθόλου τιθεμένης ὡσαύτως.

    Ἐδειξεν ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς οὕσης ἀληθὲς συναγόμενον· νῦν δείκνυσιν ἐκ τῆς μείζονος καταφατικῆς ἀλγθοῦς τῆς δὲ ἐλάττονος ἀποφατικῆς ἐπί τι ψευδοῦς, τουτέστι μερικῆς ἀποφατικῆς, ὅτι ἀληθὲς συνάγεται. οἷον τὸ ζῷον παντὶ ἀνθρώπῳ· τὸ ζῶον οὐ παντὶ πεζῷ ψευδὲς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν [*](3 ἢ ψευδής—4 ἀληθής iterat Β ante ὅλη add. ἡ U 11 ἀληθοῦς καταφατικῆς U 11 τὸ om. t 12 γὰρ om. Bt τῷ μὲν β παντί om. Β 12. 13 τὰ κατὰ ἀλήθειαν πρῶτον λέγει U 16 ἀποφατικὴν pr. Β 20 post δὲ add. ἐλάττονος Β 26 post τὴν alt. del. οὐ παντὶ ἀψύχω U 31 ἀληθεῖ t 33 ψευδὲς-p. 407,2 πεζῷ post p. 407,3 πεζῷ colloc. U an ψεθδὴς? cf. vs. 25)

    407
    ὕπαρξιν, διὰ τὸ ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ παντί· τὸ γὰρ XCIX ζῷον π·αντὶ πεζῷ, ὥστε τὸ οὐ παντὶ ἐπί τι ψευδὲς διὰ τὴν κατηγορίαν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ πεζῷ.

    P. 56a32 φανερὸν δὲ καὶ ὅτι ἐξ ἀμφοτέρων ψευδῶν ἀληθὲς ἔσται το συμπερασμα.

    Εἰρηκὼς περὶ τῶν ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς νῦν λέγει περὶ τῶν ἐξ ἄμφω ψευδῶν, καὶ πρῶτόν γε τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἐπί τι, καὶ ταύτης τῆς μείζονος ἀποφατικῆς, οὕτως· τὸ Α κατὰ ἀλήθειαν μὲν παντὶ τῷ τε Β καὶ τῷ Γ· ἀλλὰ ληφθήτω τῷ μὲν Β μηδενί, ἵνα ᾖ ὅλη ψευδής, τῷ δὲ Γ οὐ παντί, ἵνα ληφθῇ ἐπί τι, καὶ συνάγετι ἀληθὲς συμπέρασμα. οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον τινὶ ἀψύχῳ ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ ἀψύχῳ· διὰ γὰρ τὴν οὐδεὶς ἀληθεύει καὶ τὸ ου πας.

    p. 56 α 37 ‘Oμοίως δὲ καὶ κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως.

    Ὥσπερ ἔλαβε τὴν μείζονα ἀποφατικἠν ὅλην ψευδῆ, νῦν λαμβάνει αὐτὴν ὅλην ψευδῆ καταφατικήν. ἐγχωρεῖ γὰρ κατὰ ἀλήθειαν τὸ Α μηδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ· μεταλαμβανόμεναι αὗται εἰς ψευδεῖς ἀληθῆ ποιοῦσι συμπεράσματα. οἷον ζῷον πάσῃ ἐπιστήμῃ· τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ πάλιν ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, ὅτι ἀληθεύει τὸ ἀντιφατιῶν ἀντικείμενον· τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ· οὐκοῦν εἰ οὐ παντί, ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν· καὶ ὅμως ἐπιστήμη οὐ παντὶ ἀνθρώπῳ. ἀπεσιώπησε δὲ ἐνταῦθα τὰς συζυγίας τὰς ἐξ ἄμφω ἐπί τι συναγούσας ἀληθὲς συμπέρασμα ὡς δυναμένων ἡμῶν ἀφ’ ἑαυτῶν καὶ περὶ αὐτῶν συλλογίσασθαι.

    p. 56 b 4 Ἔσται δὲ καὶ ἐν τῷ ἐσχάτῳ σχήματι διὰ ψευδῶν ἀληθές.

    Εἰρηκὼς πῶς ἐν δευτέρῳ σχήματι δυνατόν ἐστιν ἐκ ψευδῶν ὰληθῆ συλλογισμὸν πλέξαι, νῦν λέγει πῶς | καὶ ἐν τρίτῳ δυνατὸν ἐκ ψευδῶν Cr ἀληθὲς συνάξαι οὕτως. τῶν ἐν τρίτῳ σχήματι συναγόντων ἐκ ψευδῶν ἀληθῆ ἢ ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει. καὶ εἰ ἄμφω καθόλου, ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ [*](1 ἀληθὲς <εἶηθὲς> sive ἀληθεύειν conieio xw (aute παντί) Β 2 ψευδἡς U 4 ὅτι καὶ t 9 τε om. Β καὶ Lteral Β 9. 10 μηδενὶ μηδενὶ β B 11 συνάγεται scripsi: συνάγοιτο BU: συνάγοι τὸ t 20 οἷον] οἷ Β 22 οὐκοῦν εἰ in ras. U 25 συναγούσας scripsi: συνγουσῶν BUt ante ἀλ. add. τὸ I 27 σχῆμα τρίτον inscr. Β: ἀρχὴ τοῦ y σχἡματος l 29 post τρίτω add. σχἡματι Β post δυνατὸν add. καὶ U)

    408
    ἐλάττων καταφατική. εἰ δὲ ἡ μὲν καθόλου ἡ δὲ μερική, ἢ ἡ μείζων Cr καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου. καὶ εἰ ὧσιν ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ψευδεῖς, ἡ ἀμφότεραι ὅλαι ψευδεῖς, καὶ αὗται ἢ καθόλου καταφατικαὶ ἄμφω, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μὲν ὅλη ἡ δὲ ἐπί τι ψευδής· καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατ’ ἄμφω τούτων ἢ ἀμφότερα καταφατικαί, ἡ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ἢ ἄμφω ἐπί τι, καὶ αὗται ἡ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. πάλιν εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω καταφατικαί, ἡ ἡ μείζων ἀποφατικὴ ἡ δ’ ἐλάττων καταφατική· καὶ πάλιν ἡ ἡ μείζων ἀληθὴς καταφτικὴ ἡ δ’ ἐλάττων ψευδὴς καταφατική, ἢ ἡ μείζων ψευδὴς καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική· καὶ πάλιν ἢ ἡ μείζων ἀληθὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καταφατική, ἢ ἡ μείζων ψευδὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική. οὕτως μέν, εἰ ὧσιν αἱ προτάσεις ἄμφω καθόλου. εἰ δὲ ἡ μὲν ᾖ καθόλου ἡ δὲ μερική, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω ἐπί τι ψευδεῖς. καὶ εἰ ἄμ‘φω ψευδεῖς, ἢ ἡ μείζων μερικὴ <καταφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική, ἢ ἡ μείζων μερικὴ> ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων καθόλου ἀποφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική. εἰ δὲ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, ἢ ἡ μείζων ψευδὴς καὶ μερικὴ καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καὶ καθόλου καταφατική, ἢ ἡ μείζων ψευδὴς καὶ καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καὶ μερικὴ καταφατική, ἢ ἡ μείζων ἀληθὴς καὶ μερικὴ καταφατικὴ ἠ δὲ ἐλάττων ψευδὴς καὶ καθόλου καταφατική, ἢ ἡ μείζων ἀληθὴς καὶ καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καὶ μερικὴ καταφατική. εἰ δὲ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, καὶ ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική.

    p. 56 b 9 Οὐδὲν γὰρ κωλύει μήτε τὸ Α μήτε τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν.

    Μὴ ὑπάρχειν μὲν κατὰ ἀλήθειαν, ψευδῆ δὲ γίνεσθαι, εἰ λαμβάνεται εἰς τὸ ὑπάρχειν.

    [*](4 post ὅλαι add. ἣ εἰ(?) ἄμψω ἐπί τι U 6—9 ἢ ἡ μὲν — ·καταφατι·κή mrg. super. U 7 ἡ prius om. Bt 8 μὲν om. U 9. 10 ἢ ἄμφω ἐπί τι — καταφατική om. U 10 post εἰ add. εἴη U 12 ἣ scripsi: εἰ U: ora. Bt 15. 16 post καταφατική add. εἰ δ’ ἄμφω ἐπί τι. ἣ ἄμφω καταφατικαὶ — καταφατική (ut vs. 9. 10) U 16 post μὲν add. οὖν t 17. 18 ἢ ἡ — ψευδεῖς om. Β 19 καταφατικὴ — 21 μερικὴ addidi 26 μερικὴ Bt: καθόλου U ἐλάττων mrg. U 26.27 καὶ καθόλου — ψευδὴς om. Β 28 post καταφατική desunt reliquae quattuor συζυγίαι cf. p. 411,27 sq.; sed fort, neglegentia interpretis oraissae sunt 29 ἢ alt. scripsi: εἰ Bit ante ἄμφω add. ἐπὶ ἀμφότερα U 29.31 καταφατικαί, ἣ] αί, ἢ iu ras. U 33 μὲν BU: τὴν t δὲ om. t)
    409

    p. 56 b 11 Ἄνθρωπος μέντοι τινὶ πεζῷ ὑπάρχει. I πρῶτον λέγει περὶ τῶν προτάσεων τῶν ὅλων ψευδῶν καὶ καθόλου καταφατικῶν. οἷον ὁ ἄνθρωπος καὶ τὸ πεζὸν παντὶ ἀψύχῳ· ἰδοὺ ὅλαι ψευδεῖς· καὶ ὅμως ἀληθὲς συμπέρασμα συνάγεται, ὅτι ὁ ἄνθρωπος τινὶ πεζῷ.

    p. 56 α 14 Ὡσαύτως δὲ καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης.

    Ἔλαβεν ὅλας ψευδεῖς καὶ καθόλου καταφατικάς· νῦν λαμβάνει πάλιν ἀμφοτέρας ψευδεῖς καὶ καθόλου, ἀλλὰ τὴςν μὲν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν. οἷον τὸ ζῷον οὐδενὶ κύκνῳ, τὸ μέλαν παντὶ κύκνῳ, καὶ ὅμως τὸ ζῷον οὐ παντὶ μέλανι, ὅπερ ἀληθές. οὕτως ἄμ‘φω ψευδῶν οὐσῶν τῶν προτάσεων καὶ καθόλου, ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.

    p. 56b20 Καὶ εἰ ἐπί τι ἑκατέρα ψευδής, ἔσται τὸ συμπέρασμα ἀληθές.

    Ἐπλήρωσε τὰς ἄμφω ψευδεῖς καὶ καθόλου ἀπεσιώπησε δὲ τὰς προτάσεις τὰς ἐχούσας τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ]· νῦν λέγει τὰς ἄμφω ἐπί τι ψευδεῖς καὶ ἀμφοτέρας καθόλου καταφατικὰς καὶ συναγούσας ἀληθὲς συμπέρασμα. οἷον τὸ λευκὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειαν τινὶ ζῴῳ ὑπάρχει· ἀλλ’ ἵνα ποιήσωμεν αὐτὰς ἐπί τι ψευδεῖς, λάβωμεν αὐτὰς παντί· τὸ λευκὸν παντὶ ζῴῳ, τὸ καλὸν παντὶ ζῴῳ, καὶ ὅμως τὸ λευκὸν τινὶ καλῷ, ὅπερ ἀληθές.

    p. 56 b 26 Καὶ στερητικῆς δὲ τῆς ΑΓ τιθεμένης όμοίως·

    Εἶπε τὰς ἐπί τι ψευδεῖς καὶ καθόλου καταφατικὰς ἐχούσας τὰς προτάσεις· τάσεις. νῦν λέγει τὰς ἐχούσας τὴν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν καὶ ποιούσας ἀληθῆ συμπεράσματα. οἷον λευκὸν οὐδενὶ ζῴῳ ἐπί τι ψευδής· καλὸν παντὶ ζῴῳ ἐπί τι ψευδής· καὶ ὅμως λευκὸν οὐ παντὶ καλῷ· ἰδοὺ ἀληθὲς συμπέρασμα. |

    p. 56 b 27 κοὐδὲν γὰρ κωλύει τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχειν· Cv

    Ἀληθῶς μὲν τοιαύτας τὰς ὑπάρξεις φησίν. ἵνα δὲ γένωνται ἐπί τι ψευδεῖς, μεταλαμβάνονται εἰς τὴν οὐδεὶς καὶ πᾶς·

    [*](4 ὁ om, ut 9 ζῷον—μέλαν scripsi: inv. ord. BUI 10 ζῷον—μέλανι scripsi μέλαν—ζώω BUt 15 πληρώσας I 15. 16 ἀπεσιώπησε — ἀληθῆ delevi cf. p. 410,1sq. 16 post νῦν add. δὲ U 19 λαμβάνομεν αὐτὰ U 21 καλῷ t Arist.: ζώω BD 29 μὲν τοιαύτας scripsi: μέντοι ταύτας BUt δὲ Ut: ἂν Β λἐγωνται pr. D 30 εἰς τὸ Β ante πᾶς add. οὐ t)
    410

    p. 56 b33 Ὡσαύτως δὲ καὶ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἀληθοῦς Cv λαμβανομένης.

    Ελληφὼς πρῶτον ἄμφω τὰς προτάσεις ἐπί τι ψευδεῖς νῦν λαμβάνει τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. καὶ πρῶτόν γε τὴν μείζονα ὅλην ψευδῆ λαμβάνει τὴν δὲ ἐλάττονα ἀληθῆ· οἷον ζῷον οὐδενὶ κύκνῳ, λευκὸν παντὶ κύκνῳ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος ψευδοῦς ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καταφατικῆς ἀληθὲς τὸ συμπέρασμα· ἐγχωρεῖ γὰρ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἕπε’σθαι κατὰ ἀλήθειαν· γίνεται δὲ ἡ μείζων ψευδὴς ὅλη, εἰ μεταληφθείη εἰς τὸ οὐδενί.

    p. 56 b 40 Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν ΒΓ ψεῦδος, τὸ δὲ ΛΓ ἀληθές.

    Ἐλαβε πρῶτον τὴν μείζονα πρότασιν ὅλην ψευδῆ ἀποφατικήν· νῦν λαμβάνει τὴν ἐλάττονα ψευδῆ τὴν δὲ μείζονα ἀληθῆ. οἷον τὸ μέλαν οὐδενὶ κύκνῳ· ἄψυχον παντὶ κύκνῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως μέλαν οὐ παντὶ ἀψύχῳ.

    p. 57 α 1 Ἀλλὰ καὶ εἰ ἀμφότεραι λαμβάνοιντο καταφατικαί· οὐδὲν γὰρ κωλύει τὸ μὲν Β παντὶ τῷ Γ ἕπεσθαι, τὸ δὲ Α ὅλως μὴ ὑπάρχειν.

    Εἰρηκὼς τὰς συζυγίας τὰς ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς νῦν λαμβάνει ἄμφω καταφατικὰς καθόλου, καὶ πρῶτον τὴν μείζονα ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ. οἷον τὸ ζῷον παντὶ κύκνῳ ἐλάττων, τὸ μέλαν παντὶ κύκνῳ μείζων πρότασις· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζᾡῳ τινὶ μέλαν ὑπάρχει.

    p. 57a8 Ὁμοίως δὲ καὶ τῆς ΑΓ ληφθείσης ἀληθοῦς· διὰ γὰρ τῶν αὐτῶν ὅρων η αποδειξις.

    Εἴληφε πρότερον τὴν μείζονα ὅλην ψευδῆ καὶ τὴν ἐλάττονα ἀληθῆ καὶ καθόλου καταφατικάς. νῦν λαμβάνει τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ, καὶ δείκνυσι διὰ τῶν ὅρων τῶν προειρημένων ἐναλλάξας αὐτῶν τὴν τάξιν οὕτως. τὸ ζῷον παντὶ κύκνῳ· ἰδοὺ ὅλη ἀληθὴς καὶ μείζων· τὸ μέλαν παντὶ κύκνῳ· ἰδοὺ ὅλη ψευδὴς καὶ ἐλάττων· καὶ ὅμως ζῷον τινὶ μέλανι, ὅπερ ἀληθές.

    p. 57a9 Πάλιν τῆς μὲν ὅλης ἀληθοῦς οὕσης τῆς δὲ ἐπί τι ψευδοῦς·

    Ἔλαβε τὴν μὲν ὅλην ψευδῆ τὴν δὲ ὅλην ἀληθῆ· νῦν λαμβάνει τὴν μὲν ὅλην ἀληθῆ τὴν δὲ ἐπί τι ψευδῆ καὶ πάλιν ἐπειδὴ ἐπλήρωσε τὰς [*](1 post τῆς δὲ add. ὅλης t Arist. S ἕπεται pr. Β 10 μὲν t Arist.: om. BU 13 οὐ παντὶ Β: οὐδενὶ Ut 16 ὅλως U Arist.: ὅλω Bt (AC fn) 22 ζῶον τινὶ μέλανι U 27 ἐναλλὰξ Bt — p. 411,3 καὶ—εἴπωμεν delevi)

    411
    ἐξ ἄμφω καθόλου, νῦν λέγει τὰς ἐκ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς, I καὶ πρῶτον περὶ τῶν ἐκ τῆς <μὲν> ὅλης ἀληθοῦς τῆς δὲ ἐπί τι ψευδοῦς οὕτως εἴπωμεν]· τὸ καλὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἐπί τι ψευδής· τὸ δίπουν παντὶ ἀνθρώπῳ ὅλη ἀληθής· καὶ ὅμως τὸ καλὸν τινὶ δίποδι, ὅπερ ἀληθές.

    p. 57al5 Ὁμοίως δὲ καὶ τῆς μὲν ΑΓ ἀληθοῦς τῆς δὲ ΒΓ ἐπί τι ψευδοῦς λαμβανομένης.

    Τὸ πρῶτον ἔλαβε τὴν συζυγίαν τὴν ἐκ τῆς μείζονος ἐπί τι ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς. νῦν λαμβάνει τὴν ἐκ τῆς μείζονος ἀληθοῦς τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς, καὶ ο.ἱ αὐτοὶ ὅροι μετατιθέμενοι εἰλήφθωσαν πρὸς ἀπόδειξιν· τὸ δίπουν παντὶ ἀνθρώ πω ὅλη ἀληθής· τὸ καλὸν παντὶ ἀνθρώπῳ ἐπί τι ψευδής· καὶ τὸ δίπουν τινὶ καλῷ.

    p. 57 b 18 Καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης.

    Ἔλαβεν ἀμφοτέρας καταφατικάς· νῦν λαμβάνει τὴν μὲν ἀποφατικὴν ἐπί τι ψευδῆ τὴν δὲ κα|ταφατικὴν ἀληθῆ. οἷον τὸ Α οὐδενὶ τῷ Γ ἐπί τι CIr ψευδής· τὸ Β παντὶ τῷ Γ ὅλη ἀληθής· καὶ ὅμως τὸ Α οὐ παντὶ τῷ Β· οἷον λευκὸν οὐδενὶ ἀνθρώπῳ, τὸ ζῷον παντὶ ἀνθρώπω, καὶ ὅμως τὸ λευκὸν οὐ παντὶ ζῴῳ.

    p. 57 a 25 Φανερὸν ὅτι καὶ τῆς μὲν ΑΓ ὅλης ἀληθοῦς οὔσης.

    Τὸ μὲν πρῶτον ἔλαβεν ἐπί τι ψευδῆ τὴν μείζω τὴν δὲ ἐλάττω ἀληθῆ· νῦν λαμβάνει τὴν μὲν μείζω ἀληθῆ τὴν δὲ ἐλάττω ἐπί τι ψευδῆ· οἰον τὸ μέλαν οὐδενὶ λευκῷ, τὸ ζῷον παντὶ λευκῷ, καὶ μέλαν οὐ παντὶ ζῴῳ, ὅπερ ἀληθές.

    p. 57 a 29 Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάντως ἔσται διὰ ψευδῶν ἀληθές.

    Πληρώσας περὶ τῶν προτάσεων τῶν ἄμφω καθόλου νῦν λέγει περὶ τῶν ἄμφω] τῶν μὲν καθόλου τῶν δὲ ἐν μέρει. καὶ τοῦτο διχῶς· ἢ γὰοͅ ἡ μείζων καθόλου ἡ δ᾿ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου· καὶ ἢ ἄμφω καταστατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική· καὶ ἢ ἄμφω ψευδεῖς, ἢ ἡ καθόλου ὅλη ψευδής ἡ δὲ μερικὴ ἐπί τι, ἢ ἔμπαλιν· καὶ ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, καὶ τούτων ἢ ἡ [*](2 μὲν addidi 3 εἴπομεν Ut 6 μὲν t Arist: om. BU post ἀληθοῦς add. οὔσης Bt 6.7 ἐπί τι ψευδοῦς BU (n): inv. ord. 1 Arist. ἐλάβομεν Bl 10. 11 εἰ ληφθῶσι U 13 ἐπεὶ γὰρ ἐγχωρεῖ τὸ μὲν β ὅλω γݲ ὑπάρχειν, τὸ δὲ a τινὶ μὴ ὑπάρχειν lemma Ut 19 posl φανερὸν add. οὖν I 1 20 ἔλαβον U 27 τῶν delevi 28 δ’ om. U 29 ἣ prius om. U 30 ἣ ἡ Βt 31 ἡ alt om. U)

    412
    μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἢ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων CIr ἀληθής· ἢ ἄμφω ἐπί τι ψευδεῖς. τούτων οὗν οὕτως ἐχουσῶν ἀληθὲς τὸ συμπέρασμα. καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν καθόλου προτάσεων οὐσῶν ἐδείξαρεν ἐκ ψευδῶν ἀληθές, οὕτως καὶ ἐπὶ τῶν προτάσεων τῶν ἐχουσῶν τὴν μίαν καθόλου τὴν δὲ ἄλλην μερικὴν καὶ διὰ τῶν αὐτῶν ὅρων δείξομεν δι’ ὧν καὶ τἀς καθόλου προτάσεις, καὶ εἰ καταφατικαὶ ἄμφω, καταφατικῶς λαμβάνομεν, εἰ δὲ ἀποφατικαί, ἀποφατικῶς.

    p. 57 a 36 Φανερὸν οὖν ὅτι, ἂν μὲν ᾖ τὸ συμπέρασμα ψεῦδος, ἀνάγκη ἐ.ξ ὧν ὁ λόγος ψευδῆ εἶναι.

    Συμπέρασμα ὥσπερ ἐπάγει τῷ λόγῳ· φανερὸν ἐκ τῶν δειχθέντων πάντων ὅτι ἐὰν ᾖ συμπέρασμα ψευδές, πάντως ἢ ὅλαι αἱ προτάσεις ψευδεῖς ἦσαν, ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, εἰ δὲ ἦν συμπέρασμα ἀληθές, οὐκ ἀνάγκη τὰς προτάσεις ἀληθεῖς εἶναι· ἐνδέχεται γὰρ αὐτὰς καὶ ἀμφοτέρας ψευδεῖς εἶναι καὶ τῆς ἑτέρας ψευδοῦς οὔσης τῆς δὲ ἑτέρας ἀληθοῦς καὶ ἄμφω ἐπί τι ψευδῶν οὐσῶν ἀληθὲς συμπέρασμα. συμπέρασμα.

    p. 57 a 40 Αἴτιον δὲ ὅτι, ὅταν δύο ἔχῃ οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι.

    Ἡ αἰτία, φησί, τοῦ εἶναι συμπέρασμα ἀληθὲς τῶν προτάσεων οὐσῶν ψευδῶν αὕτη, ὅτι, εἰ δύο τινὰ ὄντα ἔχουσι τοιαύτην φύσιν πρὸς ἑαυτά, ὥστε τοῦ ἑτέρου ὄντος ἀνάγκη τὸ ἕτερον εἶναι, καὶ τούτου μὴ ὄντος ἀνάγκη τὸ ἕτερον μὴ εἶναι * * * * αὕτη τοῦ γίνεσθαι καὶ ἐκ ψευδῶν ἀληθῆ συμπεράσματα αἰτία. οἷον ἀληθῶν τῶν προτάσεων οὐσῶν ἀνάγκη ἀληθὲς συμπέρασμα εἶναι, ἀληθοῦς δὲ συμπεράσματος ὄντος οὐκ ἀνάγκη τὰς προτάσεις ἀληθεῖς εἶναι· οὐ γὰρ ἀντιστρέφει, ἀλλ’ ἐνδέχεται καὶ ψευδεῖς εἶναι τἀς προτάσεις. τοῦ δὲ συμπεράσματος ἀληθοῦς μὴ ὄντος ἀνάγκη καὶ τὰς προτάσεις μὴ εἶναι ἀληθεῖς. ὥστε ἡ αἰτία τοῦ μὴ δύνασθαι ἀντιστρέφειν ποιεῖ τὸ αἴτιον τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα μὴ πάντως ἐξ ἀληθῶν προτάσεων ἀλλὰ καὶ ἐκ ψευδῶν.

    p. 57 b 3 Τοῦ δ’αὐτοῦ ὄντος καὶ μὴ ὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι·

    Συνεχῆ εἰσι τοῖς προειρημένοις τὰ νῦν λεγόμενα· βούλεται γὰρ ἐν [*](1 δὲ prius oai. D; ante ἡ add. ἡ mrg. U2 2 ἡ ἄμφω ἐπί τι ψευδεις om. Β 2 ψευδεῖς t: ψευδῶν U: οὐσῶν ἀληθὲς τό συμπέρασμα mrg. U οὕτως Bt: τῶν U 3 καὶ φησὶν D: φησὶν οῦν Bt 4 ἐχόντων It 5 καὶ om. Bt ὅρων U: ὄντων ὅρων Β: ὄντων t 8 ὅτι ἂν Β Arist.: ὅταν Ut ἦ post ψεῦδος colloc. U 9 ψευδὲς e corr. U 12 post ἡ δὲ add. ἄλλη Β 15 οὐσῶν om. U 16 οὕτως ἔχη U 19 ὄντων pr. U ἔχουσι Bt: ἂν ἔχωσι U τὴν αὐτὴν Β 21 lac. indicavi; supple ex Arist. ὄντος δ’ οὐκ ἀνάγκη τὸ ἕτερον εἶναι καὶ om. Bt 22 συμπεράσματα scripsi: συμπέρασμα BUt 24 καὶ superscr. Β1 27 εἶναι Bt: εἰ U: fort. εἶναι, εἰ)

    413
    τούτοις δεῖξαι ὅτι τὸ ἀληθὲς συμπέρασμα οὐκ ἐξ ἀνάγκης ἕπεται ἀμφοτέροις, CI τοῖς τε ἐξ ἀληθῶν προτάσεων καὶ τοῖς ἐκ ψευδῶν, οὐ λέγω ἑκάστῳ παρὰ μέρος ἀλλ’ ἀμφοτέροις. κατασκευάζει δὲ τοῦτο διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ. τὸ οὖν τοῦ αὐτοῦ καὶ ὄντος καὶ μὴ ὄντος φησὶν ἀντὶ τοῦ αὐτοῦ εἴδους τῆς πρατάσεως, τὸ δὲ ὄντος ἀντὶ τοῦ ἀληθοῦς ὄντος, τὸ δὲ καὶ μὴ ὄντος ἀντὶ τοῦ ψευδοῦς ὄντος· τοῦ γὰρ αὐτοῦ εἴδους τῆς προτάσεως ἤτοι ἀληθοῦς ἢ ψευδοῦς ὄντος οὐχ ἕπεται ἐξ ἀνάγκης τὸ εἶναι τὸ αὐτό, ἀντὶ τοὐ εἶναι ἀληθὲς τὸ συμπέρασμα. καὶ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐξ ἀνάγκης ἐστὶν ἀληθὲς συμπέρασμα, πρῶτον διὰ τοῦ διὰ τριῶν, εἶτα καὶ διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν συλλογισμοῦ. οἷον εἰ τοῦ Α λευκοῦ ὄντος ἀνάγκη τὸ Β μέγα εἶναι, τοῦ δὲ Β μεγάλου ἀνάγκη τὸ Γ μὴ εἶναι λευκόν, ὥστε τοῦ Α ὄντος λευκοῦ τὸ Γ μὴ εἶναι λευκόν. οὗτος μὲν ὁ διὰ τριῶν συλλογισμός. ὁ δὲ ὑποθετικὸς οὕτως, ὅτι εἰ τὸ Α ἐστίν, ἀνάγκη τὸ Β εἶναι καὶ τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ Α μὴ εἶναι, οὐκοῦν τοῦ Β μὴ ὄντος μεγάλου τὸ Α λευκὸν οὐκ ἔσται. εἰ δέ τις ἐρεῖ ὅτι τοῦ Α μὴ ὄντος λευκοῦ ἔστι τὸ Β μέγα ἐξ ἀνάγκης, συμβαίνει τὸ Β μέγα εἶναι ἐξ ἀνάγκης· ἐξ ἀνάγκης γὰρ ἕπεται ἀμφοτέροις· εἰ γὰρ τοῦ Α μὴ ὄντος τὸ μέγα οὐκ ἔστιν, εἰ δὲ ἐρεῖς ᾿Καὶ ἐὰν τὸ Α μὴ ἔστι, πάλιν τὸ Β ἐστὶν ἐξ ἀνάγκης, τὸ αὐτὸ καὶ μέγα καὶ οὐ μέγα, | ὅπερ ἄτοπον. ὥστε τὸ ἄτοπον ἠκολούθησε διὰ τοῦ εἰπεῖν ὅτι τὸ B CI ἐξ ἀνάγκης ἕπεται ἀμφοτέροις, καὶ τῷ εἶναι τὸ Α λευκὸν καὶ τῷ μὴ εἶναι, ὅπερ ἐδείχθη <δθὰ> τοῦ διὰ τριῶν συλλογισμοῦ. διὰ τριῶν δὲ ἐκλήθη, ὅτι λαμβάνει τρεῖς ὅρους καὶ τὸν ἐλάττονα ἄκρον ὑποθετικὸν καὶ τὸν μείζονα. οὔτε οὖν ὑποθετικὸς ὁ συλλογισμός, ὅτι ἔχει τρεῖς ὅρους, οὔτε κατηγορικός, ὅτι ὑποθετικαί εἰσιν αἱ προτάσεις· διὰ τοῦτο διὰ τριῶν ἐκλήθη.

    p.57b4 Ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό.

    Ἀδύνατον, φησίν, ἐξ ἀνάγκης εἶναι τὸ αὐτὸ συμπέρασμα τοῦ αὐτοῦ εἴδους τῆς προτάσεως καὶ ὄντος καὶ μὴ ὄντος.

    p. 57 b 4 Λέγω δὲ οἷον τοῦ Α ὄντος λευκοῦ τὸ 15 εἶναι ἐξ ἀνάγκης.

    Ὡς ἐπὶ παραδείγματος τοῦτο λέγει, ὅτι εἰ τοῦτο ὁμολογεῖται, ὅτι τοῦ Α, εἰ τύχοι, λευκοῦ ὄντος τὸ 15 μέγα εἶναι ἐξ ἀνάγκης, καὶ τοῦ λευκοῦ μὴ ὄντος τὸ Β μὴ εἶναι.

    [*](2 τε om. Β post ἐξ del. ἀμφοτέραις U 4 τὸ οὖν Bt: τοῦτο οὖν φησιν ὅτι U φησὶν om. U 5 τοῦ δὲ — τοῦ δὲ Β 6 γὰρ t: om. BU 7 ἡ Bt: ἤτοι U 8 τοῦ superscr. U τὸ ante εἶναι colloc. D 9 διὰ τοῦ iterai ’ 9. 10 εἶτα — ὑποθετικῶν om. Bt 11 μέγα εἶναι e μεγάλως corr. ’ 1. posl add. τοῦ διὰ t 13 τριῶν e τοῦ corr. οὗτος mrg. U (in textu forame εἰ Β: ὅτε Ut ἐστίν Bt: εἶναι U I I τοῦ p alt. mrg. U 2 (in textu Foramen] 17 ἀμφοτέρων Bt fort, εἰ δὲ — εἰ δὲ] 20 ἀμφοτέρων Bt τῷ —τῷ scripsi: τοῦ — τοῦ libri 21 διὰ primum addidi 22 τρεῖς scripsi: τοὺς libri 28 post εἶναι add. μέγα Arist. (om. ABmf, pr. u) itemque p. 414,1 29 ὥσπὡμολόγηται U)
    414

    p. 57 b 5 Καὶ μὴ ὄντος λευκοῦ τοῦ Α τὸ Β εἶναι ἐξ ἀνάγκης. CIV

    Καλῶς ἐλέγομεν καὶ ἐπὶ τῶν προτάσεων ὅτι τῶν προτάσεων ἀληθῶν οὐσῶν ἀνάγκη τὸ συμπέρασμα ἀληθές, οὐκέτι δὲ τῶν προτάσεων μὴ οὐσῶν ἀληθῶν τὸ συμπέρασμα μὴ εἶναι ἀληθές· ἐνδέχεται γὰρ ἀληθὲς εἶναι τὸ συμπέρασμα.

    p. 57 b 18 To δὲ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰ τοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῇ κατηγορίᾳ τὴν ἑτέραν.

    Εἰρηκὼς πῶς ἐκ ψευδῶν ἔνεστιν ἀληθὲς συλλογίσασθαι,’ νῦν λέγει περὶ τῶν κύκλῳ δεικνυμένων συλλογισμῶν καὶ τῶν δι’ ἀλλήλων. εἰδέναι δὲ δεῖ ὅτι αὕτη ἡ κύκλῳ ἢ καὶ διάλληλος δεῖξις οὐκ ἔστι χρησίμη πρὸς τὴν ἀποδεικτικὴν μέθοδον διὰ τὸ <τὸ> αὐτὸ καὶ αἴτιον εἶναι καὶ αἰτιατόν, ὡς δείξομεν. ἵνα δὲ γένηται διάλληλος δεῖξις, πάντως δεῖ ἀναστροφὴν ποιῆσαι τῆς μιᾶς προτάσεως καὶ τὸ συμπέρασμα λαβεῖν ὡς πρότασιν. διαφέρει δὲ ἀναστροφὴ ἀντιστροφῆς, ὅτι ἡ μὲν ἀντιστροφὴ μετὰ τοῦ συναληθεύειν γίνεται, ἡ δὲ ἀναστροφὴ οὐ πάντως.

    p. 57b 21 Oiov εἰ ἔδει δεῖξαι ὅτι τὸ Α τῷ Γ παντὶ ὑπάρχει, ἔδειξε δὲ διὰ τοῦ Β, πάλιν εἰ δεικνύοι ὅτι τὸ Α τῷ Β ὑπάρχει.

    Ὅτι ὀφείλομεν λαβεῖν τ·ὴν μίαν πρότασιν καὶ ἀναστρέψαι καὶ οὕτως ποιῆσαι τὴν διάλληλον δεῖξιν, εἴρηται. οἷον εἰ ἐδείχθη ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ τοῦ Β, εἶτα εἰ βουληθῇς δεῖξαι εἰ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει, ποιήσεις οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ r παντὶ τῷ Β, ἵνα ἀναστρέψῃς, οὐκοῦν καὶ τὸ Α παντὶ τῷ B. καὶ ἀκριβῶς ὀφείλομεν σκοπῆσαι ὅτι ἐπὶ τῆς διαλλήλου δείξεως ἡ μία πρότασις παραλαμβάνεται ὑγιὴς ἐξ ἀνάγκης, ἡ δὲ μία ἀναστρέφεται· εἰ γὰρ ἀμφοτέρας ἀναστρέψομεν καὶ μὴ τ·ὴν μίαν ὑγιῶς λάβωμεν, οὐ ποιοῦμεν συλλογισμόν. πάλιν εἰ ληφθείη πρῶτον ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ αἰτίου τοῦ Β, αἰτιατὸν γέγονε τὸ ΑΓ· νῦν δ’ ἐλήφθη τὸ AT ὡς αἴτιον, τὸ δὲ ΑΒ ὡς αἰτιατόν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν.

    [*](1 post βݲ add. μὴ BU: om. t Arist. 2 ante καλῶς add. ἐξ ἀνάγκης Bt ἐλέγομεν] p. 391,25sq. 4 ἀληθῶν superscr. U2 6 περὶ τῆς κύκλω δείξεως. ἥτις καὶ διάλλελος λέγεται inscr. Β et om. ἥτις κτλ. U κύκνω Β δείκνυσθαί t Arist.: δεικνύναι Β: δεικνύεσθαι U 7 ttJ om. Β 8 συλλογίσασθαι ἀληθὲς Β 10 post αὕτη del. ἐστὶ B ὅτι ἡ αὐτὴ U δι’ ἀλλήλων U 11 τὸ alt. addidi 12 ἵνα δὲ Bt: εἰδέναι δὲ δεῖ ἵνα U post γένηται add. ἡ U 13 post ὡς add. μίαν U 14 ἀναστ(??)ὴ corr. U, t: ἀντιστροφὴ Β, pr. U μὲν om. U 15 ἀντιστροφὴ pr. U 16 δέξαι U 17 ἐδείξαμεν U δεικνύοι t Arist.: δεικνύει BU 19 ποιοῦμεν U οἷον εἴρηται Β 20 διὰ superscr., ut videtur, B1 βουληθῆ Β 21 ποιεῖς U 21.22 ἀναστρέψωμεν U 24 ἀντιστρέφεται B 25 ληφθῆ U 27 δὲ εἰλήφθη sic Β)
    415

    p. 57 b 28 Ἄλλως δ’ οὐκ ἔστιν ἐξ ἀλλήλων δεῖξαι. CIV

    Βούλεται δεῖξαι ὅτι ἄλλως οὐκ ἐνδέχεται συναχθῆναι τἀς διαλλήλους δείξεις· οὔτε γὰρ εἰ ἄλλον ὅρον ἐμβάλῃς ἀντὶ τοῦ Β, ποιεῖς τὴν διάλληλον δεῖξιν· ἄλλας γὰρ ποιεῖς προτάσεις καὶ ἄλλο συμπέρασμα. καὶ πάλιν τὰς αὐτὰς προτάσεις λαβεῖν οὐ δυνατόν, ἐπεὶ τὸ αὐτὸ ἔσται συμπέρασμα. ἀνάγκη οὖν τὴν μίαν πρότασιν λαβεῖν μετὰ ἀναστροφῆς. ἠδη δὲ ἐδείξαμεν τι ἀλλήλων διαφέρουσιν.

    p. 57 b 32 Ἐν μὲν οὖν τοῖς μὴ ἀντιστρέφουσιν ἐξ ἀναποδείκτου.

    Ἐπειδὴ ἡ ἀντιστροφὴ ἢ ἀληθὴς ἢ ψευδής, ἀληθὴς μὲν ἐπὶ τῶν ἐξισαζόντων, σαζόντων, ψευδὴς δὲ ἐπὶ τῶν μὴ ἐξισαζόντων, οἷον ἐπὶ τοῦ προτέρου πᾶς ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος, ἐπὶ δὲ τοῦ | δευτέρου ’II’ ψευδής, οἷον πᾶς ἄνθρωπος ζῷον, καὶ πᾶν ζῷον ἄνθρωπος, ταύτην τὴν δευτέραν ἀναστροφὴν ἀναπόδεικτον καλεῖ ἀντὶ τοῦ ᾿ψευδῆ καὶ μὴ δυναμένην ἀποδειχθῆναι'· τίς γὰρ δύναται ἀποδεῖξαι ὅτι πᾶν ζῷον ἄνθρωπός ἐστιν., οὐκοῦν ἡ μία ἀναπόδεικτος εὑρίσκεται πρότασις, ἡ δὲ ἄλλη ὑγιής, καὶ δείκνυται τὸ συναγόμενον.

    p. 57 b 35 Ἐv δὲ τοῖς ἀντιστρέφουσιν ἔστι πάντα δεικνύναι. Φησὶν ὁ αὐτὸς ὅτι οὐ δυνατὸν δεῖξαι τὴν ἀντιστρεφομένην πρότασιν διὰ συλλογισμοῦ, εἰ μή τίς γε ἄρα λάβῃ τὴν ἐξισάζουσαν ἀναστροφήν. τὴν αὐτὴν γὰρ δι᾿ ἀλλήλων δεῖξαι ἐνδέχεται.

    p.57b37 Δεδείχθω γὰρ τὸ ΑΓ διὰ μέσου τοῦ B, καὶ πάλιν τὸ ΑΒ διά τε τοῦ συμπεράσματος.

    Ἐδείχθη τὁ Α παντὶ τῷ Γ διὰ τοῦ B οὕτως· τὸ Α παντὶ τῷ B, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ. εἰ δὲ δέον δεῖξαι τὸ ΑΒ. δείκνυμεν διὰ τοὐ Γ οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ ἄρα Α παντὶ τῷ Β. εἰ δὲ δέον δεῖξαι τὸ ΒΓ, οὕτως· τὸ B παντὶ τῷ Α, τὸ Α παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ.

    p. 58a 2 ταύταις γὰρ ἀναποδείκτοις κεχρήμεθα μόναις.

    Αναποδείκτοις ἀντὶ τοῦ ᾿ψευδέσι καὶ μὴ ἀποδειιχθεῖσιν᾿.

    [*](2 δι’ ἀλλήλων Β 3 γὰρ orn. U ἐμβάλῃς t: ἐμβάλεις ΒU ποιεῖ U itemque vs. 4 6 ἀναστροφῆς scripsi: ἀντιστροφῆς BUI 10 πᾶς Ut: τοῦ B 17 ἔστι U Arist.: ἔσται Bt 19 λάβη U2t: λάβοι Β: λάθη pr. U 19.20 immo ταύτην 21 τοῦ c τὸ, ut videtar, corr. Β 22 τε om. U post συμπιράσμ add. καὶ τῆς γݲβݲ προτάσεως— τὴν βݲγݲ — μόναις (ρ. 57b —58 α 3) Β 24 post γݲ alt. add. τὸ ’ παντὶ τῷ β. τὸ ἄρα α΄ παντὶ τῷ β΄ t: oadein post 27 τῷ γݲ priua del. Β δὲ om. Β 28 ἀναποδείκταις pr, Β 29 post ἀποδ. add. κεχρήμεθα U)
    416

    p. 57 a 7 Ἡ ΓΑ πρότασις εἴληπται ἀναπόδεικτος. CIIr

    Τὴν ΓΑ, ἥτις ἦν συμπέρασμα, νῦν πρότασιν εἴληφεν· αἱ γὰρ ἄλλαι ἦσαν ἀποδειχθεῖσαι προτάσεις. ἐὰν δὲ καὶ τὴν ΓΑ ἀποδείξωμεν, ὅλας ἐσμὲν ἀποδείξαντες.

    p. 58 a 9 ’Eὰν οὖν ληφθῇ τὸ Γ παντὶ τῷ B ὑπάρχειν καὶ τὸ Β παντὶ τῶ Α.

    Λέγει πῶς δείκνυται ἡ ΑΓ. ὥσπερ γὰρ ἐδείξαμεν πῶς ἡ ΑΒ ὑπάρχει καὶ ἡ ΒΑ, καὶ πῶς ΒΓ καὶ ἡ ΓΒ, ὁμοίως καὶ τὴν ΑΓ βούλεται ἀποδεῖξαι οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ <, τὸ Α παντὶ τῷ Γ>. εἰ δὲ τὸ Γ τῷ Α, οὕτως· τὸ Γ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, τὸ Γ παντὶ τῶ Α.

    p. 58 a 12 Φανερὸν οὗν ὅτι ἐν μόνοις τοῖς ἀντιστρέφουσι κύκλῳ καὶ δι’ ἀλλήλων ἐνδέχεται. Φανερόν, φησίν, ἐκ τῶν εἰρημένων ὅτι ἀναστροφῆς γινομένης γίνεται διάλληλος δεῖξις, ἤτοι ἀληθεῖς αἱ ἀναστροφαὶ ἤτοι ψευδεῖς.

    p. 58 a 14 Ἐν δὲ τοῖς ἄλλοις, ὡς πρότερον εἴπομεν, ἔστι.

    Τοῖς ἄλλοις λέγει ᾿Τοῖς τὰς ψευδεῖς ἀναστροφὰς ποιοῦσιν᾿ . ἐν δὲ τούτοις, τοῖς τἀς ἀληθεῖς ἀναστροφάς, ὁμοίως δείξομεν τόδε τῶδε ὑπάρχειν η ου·

    p. 58 a 21 Ἐπὶ δὲ τῶν στερητικῶν συλλογισμῶν ὧδε δείκνυται ἐξ ἀλλήλων. Εἰρηκὼς ὅπως ἐν τῷ πρώτῳ σχήματι τὰ καταφατικὰ ἐδείκνυτο, νῦν περὶ τῶν στερητικῶν λέγει, ὅτι δείκνυται μὲν ἡ μείζων πρότασις, ἡ δὲ ἐλάττων οὐ δείκνυται, εἰ μὴ διὰ τοῦ κατὰ πρόσληψιν συλλογισμοῦ. ἐδείκνυτο γὰρ ὅτι τὸ Α διὰ μέσου τοὐ B οὐδενὶ ὑπάρχει τῷ Γ. πόθεν δῆλον [*](1 a 7 t, pr. U itemque vs. 2 2 ἔλαβεν Ut 3 a 7 Ut ὅλως Ut 5 ὑπάρχειν post G a colloc. t Arist. 7 7 a Β γὰρ om. Β 8 γݲβ Bt: γݲαݲ U τὴν scripsi: τοῦ BUt 9 τὸ a παντὶ tco 7 addidi 10 τὸ S (post τὸ γݲ) U post a alt. add. καὶ Β 12 φανερὸν — p. 422,6 διὰ προσλήψεως habet M 13 δέχεται t 15 ante διάλλ. add. ἡ U αἱ om. M ἀναστροφαὶ scripsi ἀντιστροφαὶ ’t 16 καὶ ἐν μὲν τοῖς U ὥσπερ t ἔστι om. t Arist. 17 λέγων U 18 ταύταις M post δείξομεν add. ἐν xui U 20 δι’ t 22 πῶς U τρίτω Β 23 post μὲν add. φησιν U 24 κατὰ om. t)

    417
    ὅτι τὸ Α οὐδενὶ τῷ Β; οὕτω πάλιν· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῶ CII1 Β· ὑπέκειτο γὰρ τὸ Β παντὶ τῷ Γ· καὶ τὸ Α ἄρα οὐδενὶ τῷ Β. οὐκέτι δὲ δύνῃ τὴν ἐλάττω πρότασιν δεῖξαι, εἰ μὴ διὰ προσλήψεως, ἐπεὶ διὰ κατηγορίας οὐ δυνατόν· ἥ τε γὰρ μείζων ἀποφατικὴ καὶ τὸ συμπέρασμα ἀποφατικόν· ἐκ δύο δὲ ἀποφατικῶν οὐδὲν συνάγεται. διὰ δὲ προσλήψεως δείκνυται ἡ ἐλάττων πρότασις οὕτως, ἵν’ εἴπωμεν· ᾧ τὸ Α οὐδ’ ὅλως ὑπάρχει, τούτῳ τὸ Β παντὶ ὑπάρχει· τῷ δὲ Γ τὸ Α οὐδ’ ὅλως ὑπάρχει· τούτῳ οὗν τὸ Β παντί. καὶ εἰδέναι δεῖ ὅτι ἐπὶ τῶν κατὰ πρόσληψιν συλλογισμῶν ὁ εἷς ὅρος ἀόριστος ὢν ὕστερον ὁρίζεται, ὡς εἰρήκαμεν· ᾧ τὸ Α οὐδενί, τούτῳ τὸ Β παντί· ἰδοὺ ἀόριστον ἐλάβομεν τὸν ἔσχατον ὅρον· ὕστερον δὲ ὁρίζεται, ὅταν εἴπωμεν ῾τῷ δὲ Γ τὸ Α οὐδενί· τούτῳ οὐκοῦν τὸ Β παντί. κοινωνοῦσι δὲ οἱ κατὰ πρόσληψιν συλλογισμοὶ τοῖς τε κατηγορικοῖς καὶ τοῖς ὑποθετικοῖς· ὁμοίως δὲ διαφέρουσιν. καὶ τοῖς κατηγορικοῖς μὲν κοινωνοῦσιν, ὅτι καὶ ὡς τὰ τρία σχήματα ὁ κατὰ πρόσληψιν τρεῖς CIIv ἔχει ὅρους· διαφέρει δέ, ὅτι εἷς ὅρος πάντως τὸ πρῶτον ἀόριστός ἐστι καὶ ὀφείλουσιν ἐξ ὁμολογίας προσεῖναι αἱ προτάσεις. τῶν δὲ ὑποθετικῶν κοινωνοῦσι, καθὸ οὐ συμπέρασμα συνάγουσιν ἀλλὰ πρότασιν, λέγοντες ‘τούτῳ τὸ Β παντί, ὥστε εἶναι παντὶ τῷ Γ τὸ Β’, ὥσπερ καὶ οἱ ὑποθετικοί· διαφέρουσι δέ, καθὸ κοινωνοῦσι τοῖς κατηγορικοῖς.

    p. 58 a 26 Ei δ’ ὅτι τὸ Β τῷ Γ δεῖ συμπεράνασθαι, οὐκέθ’ ὁμοίως ἀντιστρεπτέον τὴν ΑΒ· ἡ γὰρ αὐτὴ πρότασις.

    Εὰν χρεία, φησί, δεῖξαι τὴν ἐλάττω πρότασιν, οὐ δύναται δι’ ἀντιστροφῆς δειχθῆναι τῆς μείζονος, ἐπειδὴ καὶ τὸ συμπέρασμα ἀποφατικὸν καὶ ἡ μείζων, ἐκ δύο δὲ ἀποφατικῶν οὐ γίνεται συλλογισμός, ἤτοι οὐ συνάγεται συμπέρασμα συλλογιστικῶς. ἀλλὰ πῶς; διὰ προσλήψεως οὕτως, ὅτι ᾧ τὸ Α οὐδενὶ ὑπάρχει, τούτω τὸ Β παντί· τῷ δὲ Γ τὸ Α οὐδενὶ ὑπάρχει· τούτῳ ἄρα τὸ Β παντί. ἰδοὺ ἵνα δείξῃ τὴν ἐλάττω πρότασιν τοῦ πρώτου σχήματος, διὰ προσλήψεως ἔδειξεν· ἡ δὲ πρόσληψις ἔδειξε τὴν ἐλάττω πρότασιν διὰ τοῦ τρίτου σχήματος.

    p. 58 a 36 ’Eπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν τὴν μὲν κθόλου πρότασιν οὐκ ἔστιν ἀποδεῖξαι διὰ τῶν ἑτέρων, τὴν δὲ κατὰ μέρος εστιν.

    Ἐπλήρωσεν ἐν τῷ πρώτῳ σχήματι περὶ τῶν ἄμφω καθόλου· νῦν [*](1. 2 οὕτω — οὐδενὶ to, p mrg. ’ 2 γὰρ scripsi: δὲ BMDt cf. p. 418,15 3 ἐλάτ- τονα Β 6 to RUt: ὅτι M 7 τούτω ὦ τῶ βݲ παντὶ M ὑ)πάρχει tort, foram. del. U 9 εἷς ὄρος ἀ foram. del. U 10 ἰ)δοὺ ἀό foram. del. U ἔλαβε BM 14 καὶ Β: ὁ MUt ὡς scripsi: εἰς BMUt ὁ om. MUl 15 ἀόριστόν Ml i 16 εἶναι pr. B, προς supcrscr., at videtur, Β1 16. 17 κοινωνοὺς t 22 δύνανται U διὰ τῆς U 24 δὲ om. U 25 συλλογιστικόν Bt: συλλογικὸν U 26 οὐδενὶ alt. MU: οὐκοῦν Bt 27 τούτων U 31 προτέρων U 33 τῳ· om. V)

    418
    † ἦλθε περὶ τῶν μερικῶν συμπερασμάτων. καὶ πρῶτον περὶ τοῦ κατα- CIlv φατικοῦ φησιν, ὅτι τῆς ἐλάττονος προτάσεως ἐνδέχεται δεῖξαι τὴν κύκλῳ, τῆς δὲ μείζονος οὐκέτι ἐνδέχεται, εἰ μὴ ἄρα διὰ προσλήψεως πάλιν. ἡ γὰρ μείζων καθόλου καταφατική· τὸ δὲ καθόλου καταφατικὸν ἐκ τῶν καθόλου συνήγετο. καὶ ἐνταῦθα ἥ τε ἐλάττων μερικὴ καὶ τὸ συμπέρασμα μερικόν· ἐκ δύο δὲ μερικῶν οὐδὲν συνάγεται.

    p. 58 α 41 Ἔτι ὅλως οὐδὲ γίνεται συλλογι·σμὸς ἀντιστραφείσης τῆς προτάσεως τῆς μείζονος· ἐν μέρει γὰ.ρ ἀμφότεραι γίνονται αἱ προτάσεις. τὴν δὲ ἐπὶ μέρους ἔστιν.

    Ἐπειδὴ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν συνάγων συμπέρασμα, φησὶν ὅτι κύκλῳ δεῖξαι τὴν ἐλάττονα, ὅτι τὸ Β τινὶ τῷ Γ, δυνατὸν οὕτως· τὸ Β παντὶ τῷ Α. ἦν γὰρ τὸ Α παντὶ τῷ Β· τὸ οὖν Β παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ, κα. τὸ Β ἄρα τινὶ τῷ Γ. τὴν δὲ μείζονα κύκλῳ οὐ δυνατὸν δεῖξαι διὰ τὸ καθόλου· τὸ γὰρ καθόλου ἐκ δύο καθόλου ἐδείκνυτο. πῶς οὖν δείκνυται., διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει τινί, ὡς ἐν προτάσει εἰρήκαμεν καὶ διὰ τοῦ συμπεράσματος καὶ τοῦτο γὰρ τινὶ συνάγεται), τούτῳ ὑπάρχει τὸ Α καθόλου παντί· τὸ δὲ B ὑπάρχει τῷ Γ τινί· τῷ ἄρα Β τὸ Α παντί. καὶ ἐδείχθη ή πρόσληψις διὰ τοῦ τρίτου σχήματος.

    p. 58a6 Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, τὴν μὲν καθόλου πρότασιν οὐκ ἔστι δεῖξαι δι’ ὃ καὶ πρότερον ἐλέχθη.

    Ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. καὶ φησὶν ὅτι οὔτε τὴν μείζονα οὔτε τὴν ἐλάττονα δυνατὸν δεῖξαι διὰ τῆς κύκλῳ δείξεως, ἀλλὰ διὰ προσλήψεως μόνη ἡ ἐλάττων δείκνυται. καὶ ἡ μὲν μείζων οὐ δύναται, διότι καθόλου· ἡ δὲ ἐλάττων διὰ προσλήψεως, διότι καὶ ἡ μείζων καὶ τὸ συμπέρασμα ἀποφατικόν, ἐκ δὲ ἀποφατικῶν οὐδὲν συνήγετο. πῶς δὲ ἡ ἐλάττων δείκνυται; οὕτως· ᾧ τὸ Α τινὶ μὴ ὑπάρχει, τούτῳ τὸ Β τινὶ ὑπάρχει· τῳ δὲ Γ τὸ Α τινὶ οὐχ ὑπάρχει· τῷ ἄρα Γ τὸ B τινὶ ὑπάρχει. καὶ ἄλλως ουκ ενι.

    [*](1 λέγει aut ἦλθε <έγειν> aut ἐπὶ τἀ μερικὰ συμπεράσματα conicio cf. p. 400,13. 419,3. 436,11 περὶ alt. t: ora. BMU 6 καὶ ἐκ δύο, om. δὲ U 8 τῆς μείζονος om. t Arist, 10.11 καθόλου μείζονος Β 12 συνάγον M 14 καὶ τὸ — τῳ γ΄ t: om. BMU 15 γὰρ scrips!: δὲ BMUt cf. p. 417,2 17 καὶ prius om. M 18 αὐτὸ γὰρ U τὸ α΄β΄ παντὶ καθόλου t 19 τὸ ἄρα M 24.25 με)ρικῆς κα et μείζονα οὔ foram. del. U 25 συνάγον M 27 ἐλάττων] λάττ foram. del. U 28 διὰ om. Β 29 fort. ἐκ <δύο> δὲ cf. vs. 6 ἀποφατικῶν scripsi: ἀποφατικου BMUt οὐδὲ MUt 30 μὴ ὐπάρχη Ut 31 ὑπάρξει (post τινὶ) U, at cf. p. 420,13. 18)
    419

    p. 58 b 13 ’Ev δὲ τῷ δευτέρῳ σχήματι τὸ μὲν καταφατικὸν οὐκ CIIV ἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστι.

    Ἐπλήρωσε περὶ τοῦ πρώτου σχήματος· νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον. καὶ ἐνταῦθα δὲ δυνατὸν δεῖξαι κύκλῳ ἢ κατὰ πρόσληψιν τὰς \προτάσεις. καὶ ἣν μὲν ἔλαβε πρώτην συζυγίαν ἄνω, νῦν δευτέραν, ἣν δὲ δευτέραν, νῦν πρώτην, καὶ ἣν ἔλαβε τρίτην, νῦν τετάρτην, ἣν δὲ τετάρτην, νῦν τρίτην. |

    p. 58 b 18 Τὸ δὲ στερητικὸν ὧδε δείκνυται· ὑπαρχέτω τὸ Α CIIIr παντὶ τῷ B, τῷ δὲ Γ μηδενί.

    Λαμβάνει πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ φησὶν ὅτι τὴν μείζονα οὐ δυνατὸν δεῖξι κύκλῳ· τὸ γὰρ καθόλου καταφατικὸν ἐκ δύο καταφατικῶν καθόλου ἦν· ἐνταῦθα δὲ καὶ τὸ συμπέρασμα καὶ ἡ ἐλάττων πρότασις ἀποφατική. τὴν δὲ ἐλάττονα τὴν καθόλου ἀποφατικὴν οὕτως· τὸ Γ οὐδενὶ τῷ Β· ἧν γὰρ τὸ B οὐδενὶ τῷ Γ· τὸ οὖν Γ οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, ὥστε τὸ Γ οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ τῷ Γ. δυνατὸν δὲ καὶ τὴν μείζονα, εἰ καὶ μὴ κύκλῳ, ἀλλ’ οὖν κατὰ πρόσληψιν δεῖξαι οὕτως, ὅτι ᾧ τὸ Γ οὐδενὶ συμπεράσματι], τούτῳ παντὶ τὸ Α· τὸ δὲ B οὐδενὶ τῷ Γ· τὸ ἅρα Α παντὶ τῶ Β.

    p. 58b22 Εἰ δὲ τὸ ΑΒ στερητικὸν ληφθείη, θάτερον δὲ κατηγορικόν, τὸ ΛΓ, ἔσται τὸ πρῶτον σχῆμα.

    Νῦν λαμβάνει τὴν μείζονα στερητικὴν τὴν δὲ ἐλάττονα καταφατικήν. τὴν μὲν οὖν μείζω δεῖξαι δυνατόν, οὐ μέντοι τὴν ἐλάττω, οὕτως· τὸ Β οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Α, τὸ ἄρα B οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ τῷ Β. διὰ τοῦτο δεύτερος ἐλήφθη οὗτος ὁ τρόπος, ἐπειδὴ δύο ἔχει ἀντι- στροφάς, μίαν τὴν λέγουσαν τὸ Γ παντὶ τῷ Α ἦν γὰρ τὸ Α παντὶ τῷ Γ) [*](1 περὶ τοῦ β σχήματος inscr. U 5 ἣν μετέλαβε U ἣν δὲ] καὶ ἢν superscr. M1 (I ἢν δὲ U: καὶ ἦν ΒΜt ’J post μηδενί add. συμπέρασμα τὸ p rui 7 μηδενί M (n) 10 τῆς prius om. Β 11 δύναται Ut 12 κὐκλω δεῖξαι M 13 καὶ ἡ in ras. U 14 τῶ γݲ Β 14. 15 τῷ βݲ— scripsi: τῶ αݲ — τὸ αݲ libri 15 γݲ — βݲ scripsi: inv. ord. Bt, supra γݲ — αݲ (αݲ loco erasi y ’) scr. ’ p tert. Bt, supra a (αݲ loco erasi p M) scr. MU α supra p \βݲ loco erasi αݲ) scr. M 15. lii ὥστε — τῷ αݲ om. M 16 y prius U pr.: αݲ βݲ p superscr. T, t αݲ prius t, supra p scr. U: γݲ Β tui (post καὶ) Β αݲ alt. t, supra ci loco erasi U MU: γݲ Β τὸ (post οὐδενὶ alt.) BM y a't- Ooco ’ P M) pr. MU:: βݲ t, superscr. MU: α Β 17 κατά MUt: καὶ τὴν Β pdsl δεῖξαι add. δυνατὸν U 18 συμπεράσματι delevi ’pr. U 20 post στερητικὸν add. τε M ληφθῇ It: ἐλήφθη Arist, τὲ (post θάτ.) U 21 y om. M: τὸ αݲ γݲ om. Arist. έσται πρῶτον Β: τὸ α΄ ἕσται t Arist. 23 μὲν otn. MUt οὖν om. I ἐλάττονα M 25 οὗτος ἐλήφθη M ἐπεὶ Β 26 αݲ prius e δ corr. U)

    420
    καὶ ἑτέραν τὴν τοῦ συμπεράσματος. τὴν δὲ ἐλάττω πρότασιν δυνατὸν CIIIr δεῖξαι διὰ προσλήψεως οὕτως· ᾧ τὸ Β οὐδενί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῶ Γ οὐδενί· οὐκοῦν τὸ Α τῷ Γ παντί.

    p. 58 a 27 Ἤν δὲ μὴ καθόλου ὁ συλλογισμὸς ᾐ, ἡ μὲν ἐν ὅλῳ πρότασις οὐ δείκνυται διὰ τὴν αὐτὴν αἰτίαν.

    Πληρώσας περὶ τῶν καθόλου ἐν δευτέρῳ σχήματι νῦν λέγει περὶ τῶν μερικῶν, καὶ πρῶτον τὴν ἔχουσαν τὴν μείζονα καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα μερικὴν ἀποφατικήν. καὶ φησὶν ὅτι οὐ δυνατὸν τὴν μείζω κύκλω δεῖξαι, διότι καθόλου, τὴν δὲ ἐλάττω δυνατὸν οὕτως· τὸ Β παντὶ τῷ Α, τὸ Β οὐ παντὶ τῷ Γ, καὶ τὸ Α οὐ παντὶ τῷ Γ, ἥτις ἦν ἐλάττων πρότασις. τὴν δὲ μείζω δυνατὸν διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει οὐ παντί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῷ Γ ὑπῆρχεν οὐ παντί· τὸ ἄρα Α τῷ Β ὑπάρχει παντί.

    p. 58 a 33 Eἰ δέ ἐστιν ἡ καθόλου στερητική, οὐ δειχθήσεται.

    Ἐὰν δέ, φησίν, ἡ μείζων ᾖ ἀποφατική, πάλιν ἡ μείζων οὐ δειχθή- σεται. ἡ δὲ ἐλάττων κατὰ πρόσληψιν οὕτως· ᾧ τὸ Β οὐ παντὶ ὑπάρχει, τούτῳ τὸ Α τινί· τῷ δὲ Γ τὸ Β οὐ παντὶ ὑπάρχει τῷ ἄρα Γ τὸ Α τινὶ ὑπάρχει.

    p. 58 α 39 ’Eπὶ δὲ τοῦ τρίτου σχήματος, ὅταν μὲν ἀμφότεραι αἱ προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι’ ἀλλήλων.

    Εἰρηκὼς ποῖια προτάσεις δείκνυνται ἐν δευτέρῳ σχήματι κύκλῳ καὶ ποῖαι οὐ δείκνυνται κύκλῳ ἀλλὰ διὰ προσλήψεως, νῦν λέγει περὶ τῶν ἐν τρίτῳ σχήματι προτάσεων, καὶ πρῶτον ἐξ ἄμφω καθόλου. καὶ φησὶν ὅτι οὐ δυνατὸν ἐν τρίτῳ σχήματι τὰς προτάσεις τὰς ἐξ ἄμφω καθόλου κύκλῳ δεῖξαι. διὰ τί; τὰς γὰρ καθόλου διὰ τῶν καθόλου ἐδείκνυμεν· ἐν δὲ τῷ τρίτῳ σχήματι τὰ συμπεράσματα πάντα μερικά· ὥστε οὐ δείκνυνται <σἱ> ἐν τῷ τρίτῳ σχήματι ἐξ ἄμφω καθόλου προτάσεων.

    p. 59 s 3 ’Eὰν δ’ ἡ μὲν ᾖ καθόλου ἡ δ’ ἐν μέρει, ποτὲ μὲν ἔσται, ποτὲ δὲ οὐκ ἔσται συλλογισμός.

    Εἰρηκὼς ὅτι ἡ καθόλου πρότασις οὐ δείκνυται τοῦ τρίτου σχήματος, νῦν λέγει περὶ τῶν τὴν μὲν μίαν ἐχουσῶν καθόλου τὴν δὲ ἄλλην μερικήν, καὶ [*](2. 3 p δὲ Β 4 ἢν t Arist.: εἰ BMU (ABCnu) 9 ἐλάττονα B 11 ὃ tto p M: ᾧ β΄ t 12 τοῦτο τῶ βݲ Β τῶ — τὸ pr. M ݲ MUt: αݲ Β ὑπῆρχεν BUt: ὑπάρχει M 14 ἡ om. Β Ι5 ἀπόφασις M 19 σχῆμα τρίτον inser. Β μὲν t Arist.: om. BMU 22 δείκνυνται κυκλῶ om. U 24 post δυνατὸν add. καθόλου M post ἐν add. xw U τὰς prius om. M 25 ἐκ τῶν Β 26 πάντα M: om. BUt δείκνυνται <αἱ> scripsi: δείκνυται BMUt 27 τῷ om. Β 28 καθόλου ἦ M 31 μίαν om. BMt)

    421
    φησὶν ὅτι, ἐὰν ἀμφότεραι ληφθῶσι κατηγορικαὶ καὶ ἡ μὲν μείζων μερικὴ CIIIr ἡ δὲ ἐλάττων καθόλου, ἔσται, εἰ δὲ τὸ ἀνάπαλιν, οὐκ ἔσται. οἷον τὸ Α παντὶ τῷ Γ, καὶ τὸ Β τινὶ τῷ Γ· τὸ Α ἄρα τινὶ τῷ Β· τοῦτο γάρ δέδεικται· ὥστε καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ(??)τῷ Γ. οὕτως ἡ μερικὴ πρότασις δείκνυται. ἡ δὲ κα θόλου οὐ δείκνυται, διότι καθόλου ἐστίν, εἰ μὴ ἄρα κατὰ πρόσληψιν.

    p. 59 a 6 Ὅταν δὲ πρὸς θατέρῳ, οὐκ ἔσται. | οὐκ ἔσται τὸ προκείμενον, ἐπεὶ συνάγει τὸ Γ τινὶ τῷ Β, ἀλλ᾿ ὕσιερον CIIIv ἀντιστρέφει, ὅτι καὶ τὸ Β τινὶ τῷ Γ, καὶ οὕτως ἔσται.

    p. 59 a 10 Καίτοι ἀνάγκη, εἰ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ ιῷ Γ ὑπάρχειν. ἀλλ’ οὖν οὐ ταὐτόν ἐστι τόδε.

    Οὐ γὰρ ταὐτόν ἐστι λέγειν τὸ Β τινὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Β· ὅταν γὰρ λέγω τὸ Β τινὶ τῷ Γ ὑπάρχει’, ὑποκείμενόν ἐστι τὸ Γ, κατηγορούμενον δὲ τὸ Β· ὅταν δὲ λέγω ὅτι τὸ Γ τινὶ τῷ Β, τὸ μὲν B λαμβάων ὑποκείμενον, τὸ δὲ Γ κατηγορούμενον· ἕτερον δὲ τὸ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι.

    p. 59 a 15 εἰ δὲ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Γ, ἔσται δεῖξαι.

    Ἐάν, φησίν, ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, δυνατὸν δεῖξαι τὴν μείζω πρότασιν αὐτὴν προηγουμένως οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ· καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τῷ Β τινὶ τὸ Α· τὸ ἄρα Α τινὶ τῷ Γ.

    p. 59 a 18 Καὶ ὅταν ἡ ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητική, καθόλου οε η κατηγορικη.

    Ἐὰν δὲ ᾖ ἡ μείζων στερητικὴ μερικὴ ἡ δ’ ἐλάττων καθόλου καταφατική, δειχθήσεται ἡ μείζων κύκλῳ οὕτως· τὸ Α οὐ παντὶ τῷ Β, [*](1 μὲν superscr. M1: om. BUt 2 ἡ δὲ BMt: καὶ ἡ U ὲλάτττω at saepius t 3 7 prius Β, pr. U: βݲ Mt, superscr. U καὶ τὸ βݲ — 4 τῲ βݲ Ueral Β \τιν prius BU: παντὶ Mt γݲ alt. Β, pr. U: αݲ Mt: δ superscr. U ἄρα ᾱ .Mt 4 p prius BMt: ᾱ U καὶ alt. BU: οὐ μὴν Mt ante τὸ β add. δὲ t γݲ alt. BU: ᾱ Mt ἡ om. M 10 καίτοι ἀνάγκη om. MUt 11 ὑπάρχειν t Arist.: ὑπάρχει RU: compend. M ὖον om. t Arist. 12 λέγειν U: λέγει εἰ BMt 13 ὅταν corr., ut videtur, M1: ὅτε BUt, pr. M 17 μὲν om. Arist. (habet Α τινὶ corr. e παντὶ U2 20 κατηγορουμἐνως U1, προ supra κατ sit. U2 post οὔτως add. ἐστὶν M 21 τῷ βݲ τινὶ τὸ scripsi: τὸ βݲ τινὶ τῶ BMUt 24 ἡ om. U)

    422
    τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Α, καὶ τὸ Α οὐ παντὶ τῷ Γ. τὴν CIIIv δὲ ἐλάττω κατηγορικὴν διὰ προσλήψεως δείκνυμεν.

    p. 50 a 24 Ὅταν δὲ ἡ στερητικὴ καθόλου γένηται, οὐ δείκνυται η ετερα.

    Ἐὰν δὲ ἡ ἡ μείζων στερητικὴ καθόλου ἡ δὲ ἐλάττων μερικὴ καταφατική, οὐ δείκνυται ἡ μερικὴ καταφατική, εἰ μὴ διὰ προσλήψεως· κύκλῳ γὰρ οὐ δύναται. εἰ γὰρ ἡ μείζων ἀποφατική, καὶ τὸ συμπέρασμα ἀποφατικόν· ἐκ δὲ δύο ἀποφατικῶν καταφατικὸν συναχθῆναι οὐ δύναται. ἀλλὰ διὰ προσλήψεως δείκνυται οὕτως• ᾧ τὸ Α οὐ παντὶ ὑπάρχει, τοῦτο τῷ Γ τινὶ ὑπάρχει· τὸ δὲ Α τῷ Β ὑπάρχει οὐ παντί· οὐκοῦν τὸ Β τῷ Γ υπαρχει τινι.

    p. 59a 32 Φανερὸν οὖν ὅτι ἐν μὲν τῷ πρώτω σχήματι ἡ δι’ ἀλλήλων δεῖξις διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου γίνεται σχήματος.

    Ἐπανάληψιν σύντομον ποιεῖται τῶν λεχθέντων, ὅτι ἐν τῷ πρώτῳ σχήματι ὅσαι δείκνυνται προτάσεις κύκλῳ, αἱ μὲν ἐν τῷ πρώτῳ εὐθέως, αἱ δὲ ἐν τῷ τρίτῳ. καὶ λέγει πότε διὰ τοῦ πρώτου καὶ πότε διὰ τοῦ τρίτου.

    p. 59 a 36 ’Ev δὲ τῷ μέσῳ καθόλου μὲν ὄντος τοῦ συλλογισμοῦ δι’ αὐτοῦ τε καὶ διὰ τοῦ πρώτου σχήματος.

    Ἐv δὲ τῷ δευτέρῳ σχήματι αἱ δεικνύμεναι κύκλῳ, εἰ μὲν καθόλου, εὐθέως δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ πρώτου, εἰ δὲ μερικόν, δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ τρίτου δείκνυνται. ἐν δὲ τῷ τρίτῳ σχήματι ὅ σοι κύκλω ἐδείκνυντο, πάντες δι’ αὐτοῦ εὐθέως τοῦ τρίτου ἐδείκνυντο. φανερὸν δὲ ὅτι ἐν τῷ τρίτῳ καὶ μέσῳ σχήματι ὅσοι μὴ δι’ ἑαυτῶν δεικνύουσιν, ἢ οὐ κατὰ κύκλον δεικνύουσιν ἢ ἀτελεῖς εἰσιν.

    p. 59 b 1 Τὸ δ’ ἀντιστρέφειν ἐστὶ τὸ μετατιθέντα τὸ συμπέρασμα ποιεῖν τὸν συλλογισμόν.

    Εἰρήκαμεν ἤδη τοῦτο πλειστάκις, ὡς ὅτι τρεῖς ὑπάρχουσιν ἀντιστροφαί, [*](1 τὸ γݲ—τῶ βݲ Β: τὼ βݲ— τὸ γݲ corr. M1U2: τὸ βݲ— τῶ γݲ pr. MU, t τὸ γݲ (γݲ supra ᾱ scr. U2)—τῶ ᾱ (ᾱ Slipra γݲ scr. U2) U: om. BMt καὶ om. Bt post τὸ ᾱ add. ἄρα U 2 post κατηγορικὴν add. οὐ M 3 γίνηται Β 6 διὰ προσλήψεως] hue usque M 9.10 τοῦτο τῶ U2: τούτω τὸ BU1t 10 τῶ βݲ τὸ γݲ Bt 12. 13 διάλληλος pr. Β 15 δείκνυται pr. U, t: corr. U2 16 post καὶ prius add. αὐτὸς I καὶ alt. om. Ut 18 αὑτοῦ t διὰ om. Β 20 αὐτοῦ prius, rpiod post πρώτου colloc. BUt, transposui δευτέρου καὶ τοῦ om. U 20.21 διὰ τοῦ αὐτοῦ τοῦ ’ 21 τοῦ alt. om. V δείκνυνται scripsi: δείκνυται BUt ὅσαι pr. Β 22 κύκλῳ — 23 ὅσοι om. Β 23 ἑαυτοῦ t 23.24 δεικνύουσιν, ἢ om. lit 25 περὶ ttjs ἐν συλλογισμῶ ἐν τοῖς συλλογισμοῖς U) ἀντιστροφῆς iuscr. BU 27 πλειστάκις] velut p. 40,9 sq.)

    423
    μία μὲν ἡ ἐν ὅροις, δευτέρα δὲ ἡ ἐν προτάσει, τρίτη δὲ ἡ ἐν συλλογισμῷ· CIIIV ἀλλὰ περὶ μὲν τῆς ἐν ὅροις ἀντιστροφῆς εἴρηκεν ἐν Κατηγορίαις, ὅταν ἔλεγε τὸ ἴσον ἴσω ἴσον. περὶ δὲ τῆς ἐν προτάσεσιν ἀντιστροφῆς εἶπεν ἐν τῷ πρώτῳ λόγῳ τῶν προτέρων ἀναλυτικῶν. νῦν δὲ βούλεται εἰπεῖν περὶ τῆς ἀντιστροφῆς τῆς ἐν συλλογισμῷ. γίνεται δὲ αὕτη τοῦτον τὸν τρόπον· λαμβάνομεν τὸ συμπέρασμα τὸ γενόμενον, καὶ τοῦτο μετατίθεμεν ἢ εἰς τὸ ἐναντίον ἡ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ τὴν ἄλλην πρότασιν ὑγιῆ καὶ ἀποδεικνύομεν τῆς λοιπῆς προτάσεως ὡς ὅτι τὸ ἐναντίον συνάγεται ἢ τὸ ἀπτιφατικῶς ἀντικείμενον. οἷον εἰ συναχθῇ συμπέρα|σμα καθόλου καταφατικόν, μετα- CIVr τίθεuεν τοῦτο εἰς τὸ ἐναντίον τὸ καθόλου ἀποφατικὸν ἢ εἰς τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον, ὅ ἐστι τὸ μερικὸν ἀποφατικόν, καὶ οὕτως δείκνυμεν τῆς έτέρας προτάσεως συναγόμενα ἢ τὰ ἐναντία ἢ τὰ ἀντιφατικῶς ἀντικείμενα· ποιεῖται δὲ ταύτην τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν καὶ ἐπὶ ἑκάστου τρόπου συλλογιστικοῦ καὶ ἐπὶ ἑκάστου σχήματος. τινὲς δὲ ᾠήθησαν τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν καὶ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν ταὐτὸν εἶναι· ὁ δὲ Ἀριστοτέλης μετὰ ταύτην τὴν θεωρίαν ἐκτίθεται περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ δείκνυσι μὴ εἶναι τὸ αὐτὸ τὴν ἐν συλλογισμῷ ἀντιστοφὴν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.

    p.59b3 Ἀνάγκη γὰρ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τὴν λοιπήν.

    Τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς μιᾶς προτάσεως μενούσης ἀνάγκη ἀναιρεῖσθαι τὴν ἄλλην πρότασιν καὶ δείκνυσθαι αὐτὴν ἢ τὸ ἐναντίον συνάξασαν ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον· εἰ γὰρ μείνῃ καὶ αὕτη ἡ αὐτή, δῆλον ὅτι καὶ τὸ συμπέρασμα τὸ αὐτὸ ἔμεινεν·

    p. 59 b 6 διαφέρει δὲ τὸ ἀντικειμένως ἢ τὸ ἐναντίως ἀντιστρέφειν τὸ συμπερασμα.

    Ἐὰν τὸ συμπέρασμα εἰς τὸ ἐναντίον ἀντιστρέψωμεν, ἑτέρους ποιοῦμεν συλλογισμούς, ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, ἑτέρους, ὡς σαφῶς ἐπιδείξομεν. ἐναντίως δὲ ὑπάρχει τὸ παντὶ καὶ οὐδενὶ καὶ τὸ τινι καὶ οὐ τινί.

    p. 59 b 11 Ἔστω γὰρ δεδειγμένον τὸ A κατὰ τοῦ Γ διὰ μέσου τοῦ Β.

    Πρῶτον ποιεῖται τὴν ἀντιστροφὴν ὡς ἐπὶ τοῦ πρώτου τρόπου, τοὺ πρώτου σχήματος τοῦ συνάγοντος καθόλου καταφατικὸν συμπέρασμα, ἐπειδὴ [*](2 ante ὅροις add. τοῖς Ut ἐν Κατηγ.] c. 7 p. 6b28sq. 3. 4 ἐν τῷ πρώτῳ λ τῶν προτ. ἀναλ.] c.2 p.25a5sq. 6 μετατιθέαμεν U 10 τὸ ah. e τ,ου oorr. U 13 συλλογισμοῖς Β καὶ ἐπὶ— 15 ἀντιστροφὴν καὶ om. Β 15 τῆ — ἀπαγωγῆ 1 16 ἐκτίθεται] c. 11 p.6lal8sq. 20 προτάσεως μενούσης t 21. 22 Ut: ἐτέρας B 24 αὐτὴ (post καὶ) U 29 ἐπιδείξομεν soripsi cf. p. 424,20: ἐπιδείξωμεν Ut: δείξομεν Β ὑπάρχειν U 30 καὶ Bt: τῶ I)

    424
    καὶ ἐκ δύο καθόλου καταφατικῶν σύγκειτι. λάβωμεν οὖν τέως τὸ ἐνν- CIVr τίον τῷ συuτͅεράσαιατι, ὅτι τὸ Α τῷ Γ οὐκ ἔστι παντὶ ὰλλ’ ὅτι οὐδενί, καὶ δέον ἔστω δεῖξαι τὴν ἐλάττονα πρότασιν. δείκνυιαι δὲ ἡ ἐλάττων διὰ τοῦ δευτέρου σχήμτος, ἡ δὲ μείζων διὰ τοῦ τρίτου. οὐκοῦν τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα τῆς ἐλάττονος προτάσεως ὅτι τὸ Β οὐδενὶ τῷ Γ, ὅπερ ἦν ἐναντίον τῷ παντί. εἰ δὲ βουλόμεθα τὴν μείζονα πρότασιν ἀποδεῖξαι, ἀποδείκνυμεν διὰ τοῦ τρίτου σχήματος, καὶ συνάγομεν οὐ τὸ ἐναντίον τῇ μείζονι προτάσει ἀλλὰ τὸ ἀπτιφατικῶς ἀντικείμενον· ἐν γὰρ τῷ τρίτῳ σχήματι καθόλου συμπέρασμα οὐ συνήγετο. οἷον τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, καὶ συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· τοῦτο δὲ ἀντιφατικῶς ἀντίκειται τῇ <πρώτῃ> προτάσει. ὥστε ἐκ τούτων τῶν ῥηθέντων παραφυλάξασθαι ὀφείλομεν ὅτι ἡ μὲν πρότασις ἡ μείζων διὰ τοῦ τρίτου σχήματος δείκνυται, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου. τέρου. καὶ τοῦτο δὲ πάλιν φυλάξασθαι ὀφείλομεν ἐπὶ τοῦ πρώτου σχήματος, ὅτι εἰ τὸ συμπέρασμα ἀντιστραφῇ εἰς τὸ ἐναντίον, εἰ μὲν τὴν μείζω πρότασιν δεικνύεις, δείξεις τὸ ἀντιφατικῶς ἀντικείμενον, εἰ δὲ τὴν ἐλάττω, τὸ ἐναντίον δείξεις συναγόμενον, εἰς ὃ καὶ τὸ συμπέρασμα ἀντέστρεψας. εἰ δὲ τὸ συμπέρασμα ἀντιστραφήσεται εἰς τὸ οὐ παντί, λέγω δὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ ἡ μείζων πρότασις καὶ ἡ ἐλάττων ὅμοιον συμπέρασμα συνάξουσιν, ὡς ἐπιδείξομεν σαφῶς.

    p. 59 b 12 Et δὴ τὸ Α μηδενὶ μηδενὶ ληφθείη τῷ Γ. πρῶτον δείκνυσι τὴν ἐλάττω πρότασιν συνάγουσαν ὅμοιον τῷ συμπεράσματι.

    p. 59 b 13 Καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Γ.

    Νῦν δείκνυσι τὴν μείζω πρότασιν συνάγουσαν τὸ ἀντιφατικῶς ἀντι- κείμενον τῆς <πρώτης> προτάσεως· ἦν δὲ ἡ πρώτη τὸ Α παντὶ τῷ B. νῦν οὖν τὸ οὐ παντὶ συνάγεται, τουιέστι τὸ Α οὐ παντὶ τῷ Β.

    p. 59 b 20 Καὶ εἰ στερητικὸς ὁ συλλογισμός, ὡσαύτως· δεδείχθω γὰρ τὸ Α μηδενὶ τῷ Γ ὐπὰρχον διὰ τοῦ Β.

    Δείξας περὶ τοῦ καθόλου καταφατικοῦ νῦν βούλεται περὶ τοῦ καθόλου ἀποφατικοῦ. ἐὰν γὰρ ᾖͅ τὸ Α οὐδενὶ τῷ Γ διὰ μέσου τοῦ Β, ἵνα ληφθῇ [*](1 καταφατικῶν t: καταφατικὸν BU σύγκεινται t 3 ἔστω scripsi: ἐστὶ BUt 5 ἐλάττω libri 6 βουλώμεθα t 8 post ἀντιφατικῶς add. αὐτῆ U 11 πρώτῃ addidi cf. vs. 26 12.13 ὅτι ἡ μείζων μὲν πρότασις ’ 15 ἀντεστράφη U 16 δεικνύεις Β: δείκνυσι U: δεικνύς t δείξει pr. U: δείξας t 17 'ἀντέστρεψεν Bt 18 post ἀντιστραφήσεται add. ἀντιστρέφεται U δὴ Bt: δὲ U 19 ὁμοίως pr. U, corr. U1 21 τὸ γݲ U 22 συνάγουσιν pr. U, corr. U2 26 πρώτης addidi cf. vs. 11 post ᾱ add. οὐ t 29 τῶ BUt (Cmnf): τῶν Arist.)

    425
    παντί, καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότσιν, συνάξομεν οὕτως πάλιν ἐν CIV1’ δευτέρῳ σχήματι (ἡ γὰρ ἐλάττων ἐν δευτέρῳ συνήγετο)· τὸ Α παντὶ τῷ I’, τὸ Α οὐδενὶ τῷ Β, καὶ συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν μείζονα δέον δεῖξαι, δείξομεν διὰ τοῦ τρίτου σχήματος· τὸ Α παντὶ τῷ I", τὸ Β πντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β- καὶ ἐπὶ τοῦ δευτέρου οὖν τρόπου τοῦ πρώτου σχήματος ἐδείχθη ἡ μὲν ἐλάττων διὰ τοῦ δευτέρου, ἡ ὸὲ ro μείζων διὰ τοῦ τρίτου. ἐδείχθη δὲ καὶ τοῦιο πάλιν, ὡς εἰρήκαμεν • ἡ μὲν μείζων συνῆξε τὸ ἀντιφτικῶς ἀντικείμενον • ἀντὶ γὰρ τοῦ οὐδενὶ τὸ τινὶ συνῆξεν· ἡ δὲ ἐλάιτων τὸ ἐναντίως ἀντικ̓α-ίαι·--νον· ἀντὶ γὰρ τοῦ παντὶ τὸ οὐδενὶ συνῆξεν.

    p. 59b21 0ὐκοῦν ἐὰν ληφθᾑ τὸ Α τῷ Γ παντί. | Πρῶτον δείκνυσι τὴν ἐλάττω πρότασιν συνάγουσαν τὸ ἐναντίον τἡ CIYx πρώτῃ προτάσει, εἶτα δεύτερον δείκνυσι τὴν μείζω συνάγουσαν τὸ ἀντι- φατικῶς ἀντικείμενον τἡ πρώτῃ προτάσει.

    p. 59i25 ’L̓ὰν δὲ ἀντικειμένως ἀντιστραφῇ τὸ συμπέρασμα . καὶ οἱ συλλογισμοὶ ν̔τι·κει1uενοι.

    Ἐλαβε πρῶτον τὸ συμπέρασμα ἐπὶ τῶν δύο τρόπων καὶ ἀντέστρεψεν εἰς τὸ ἐναντίον καὶ ἔδειξε τὰ συναγόμενα· νῦν ἀντιστρέφει εἰς τὰ ἀντιφατι- κῶς ἀντικείμενα. οὐκοῦν καὶ ἐπὶ ιῆς μείζονος προτάσεως καὶ ἐπὶ τῆς ἐλάττονος τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται ἐπὶ τοῦ πρώτου τρόπου. οἷον τὁ Α οὐ παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ· ἦν δὲ παντὶ τὸ πρῶτον. ἐπὶ δὲ τῆς μείζονος πάλιν ὁμοίως· τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. ὥστε εἰ ἀντιστραφείη εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ συμπέρασμα, συναχθήσεται τὰ ἀντιφατικῶς ἀντικείμενα τῶν προτάσεων. ἐπὶ δὲ τοῦ δευτέρου τρόπου ἔστω τὸ Α οὐδενὶ τῷ Β, τὸ Α τινὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ, ὅ τι ἀντιφατικῶς ἀντίκειται τἡ πρώτῃ προτάσει. ἐὰν δὲ τὴν μείζω δέον δεῖξαι, οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γι· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β, ὅπερ καὶ τοῦτο ἀντι- φατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.

    p. 59 b37 ’Eπὶ δὲ τῶν ἐν μέρει συλλογ ισμῶ ν ὅταν μὲν ἀντικει- η- μένως ἀντιστρέφηται τὸ συ μπέρ α σ μα , ἀ ν α ι ρ ο ’J ν τ α ι ἀμφότεραι αι ποοτασεις.

    Πληρώσας περὶ τῶν καθόλου συλλογισμῶν τῶν τὸ καθόλου συναγόντων [*](1 καὶ om. Bt ἐλάττονα Β 5 α ἄρα Β 6 ἐλάττω ΒΙ itemque ·̀8. 9 7 εἰρήκμεν] p. 42-1,14 sq. post εἰρ. add. κα t: fort, ώς 8 μείζω Bt 9 συνῆγεν t ἐναντίον Β: ἐνντίον ὡς t 11 οὐκοῦν It Α rit. : οὐν post ὲὰν Β ἀν Arist. (sed ἐὰν n) 16 post οἱ add. ἄλλοι It: om. Β Arist. 24 ἀντιστρφῆ I’ 26 ἔσται U 27 fort, ὅπερ cf. vs. 29 32 ἀντιστραφῇ καὶ τὸ I ὰναροῦντι post .’))! προτάσεις colloc. Β ἀμφότεραι t Arist.: om. BU .’! τὀ om. U)

    426
    νῦν λέγει περὶ τῶν τὸ μερικὸν συναγόντων. καὶ φησὶν ὅτι, ἐὰν τὸ συμ- CIVr πέρασμα εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ, ἀναιροῦνται αἱ προτάσεις αἱ ἐξ ἀρχῆς καὶ φέρουσι τὰ ἐναντία ἡ τὰ ἀντιφατικῶς ἀντικείμενα· ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, οὐκέτι ἀναιροῦνται αἱ προτάσεις ἀλλὰ μένουσιν αἱ αὐταί, ὡς ἐπιδείξομεν. καὶ διὰ τί τοῦτο γίνεται, φησίν. οὐκέτι γὰρ γίνεται, ὥσπερ ἐπὶ τῶν καθόλου λαμβανομένου τοῦ συμπεράσματος εἰς τὸ ἐναντίον ἐδείκνυτο ἀναιρεῖν τὴν πρώτην πρότασιν, οὕτως καὶ ἐνταῦθα· ἐνταῦθα γὰρ ὅλως ἀναιρεῖ τὸ καθόλου διὰ τὸ μερικὸν εἰναι τὸ συμπερασμα.

    p. 60a1 Δεδείχθω γὰρ τὸ Α κατὰ τινὸς τοῦ Γ. οὐκοῦν ἐὰν ληφθῇ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β τινὶ τῷ Γ.

    Πρῶτον δείκνυσι τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος συνάγοντα τὸ τινί. ἐὰν δ’ ἀντιστραφῇ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ οὐδενί, συνάξει οὕτως· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β τινὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ B. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. ὥσιε καὶ ἡ μείζων καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιΦατικῶς ἀντικείμενον ἀντέστρεψαν τοῦ συμπεράσματος οὕτως ἀντιστραφέντος. ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, ἵνα ἀντὶ τοῦ τινὶ τὸ οὐ παντὶ λάβωμεν, οὕτε τὴν μείζω δυνάμεθα δεῖξαι διὰ τὸ εἶναι καὶ τὴν ἐλάττω πρότασιν καὶ τὸ συμπέρασμα μερικόν· τὴν δὲ ἐλάττω οὐ δυνάμεθα δεῖξαι διὰ τί; εἰ γὰρ δείξομεν] πρῶτον μὲν ὅτι ἡ μείζων γίνεται μερικὴ ἐν δευτέρῳ σχήματι, ἔπειτα δὲ ὅτι συνάγομεν οὐ παντί. τοῦτο δὲ τὸ οὺ παντὶ οὐκ ἀντίκειται ἐναντίως τῇ πρώτῃ προτάσει τῇ τινί· ποτὲ γὰρ συναληθεύουσιν αὗται αἱ προτάσεις.

    p. 60 a 11 Ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός.

    Ὥσπερ ἐπὶ τοῦ τρίτου τρόπου, οὕτως καὶ ἐπὶ τοῦ τετάρτου τοῦ ἀποφατικοῦ ποιητέον· εἰ μὲν γὰρ τὸ ἀντιφατικῶς ἀντικείμενον ληφθῇ, ἀναιροῦνται ἀμφότεραι· εἰ δὲ τὸ ἐναντίον, οὐκ ἀναιροῦνται. ἀπόδειξις δὲ ἡ αὐτὴ καὶ ἐπὶ τοῦ τετάρτου τρόπου ἥτις καὶ ἐπὶ τοῦ τρίτου τρόπου ἐγίνετο.

    p. 60 a 15 ’Ev δὲ τῷ δευτέρῳ σχήματι τὴν μὲν πρὸς τῷ μείζονι ἄκρῳ πρότασιν οὐκ ἔστιν ἀναιρεῖν. |

    Πληρώσας τὸ πρῶτον σχῆμα νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον. καὶ φησὶν CVr ὅτι ἡ μείζων πρότασις οὐκ ἀναιρεῖται, ὅτε λαμβάνεται τοῦ συμπεράσματος [*](3 post φέρουσι add. μὲν U 6 post γὰρ add. φησι U 7 ἀναιρεῖν scripsi: ἀφαιρεῖν BUt 8 τοῖς (ante καθόλου) U 10 post γὰρ add. ὅτι Β 13 ἂν Β δ’ om. 15 δὲ ἐλάττων U 16 post B y add. τὸ a παντὶ xui pU 18 ἀντεστρἀφη (ντ corr.) V 21 εἰ γὰρ δείξομεν delevi 22 ἐπεὶ t post ὅτι add. οὐ U 25 post στερητικὸς add. εἴη Ut: om. Β Arist. 26 τοῦ tert. oin. Bt 29 ἥστις sic Β 30 ἀρχὴ τοῦ δευτέρου σχήματος inscr. U τῆ μὲν B 31 ἀνελεῖν t Arist. 32 πληρώσας περὶ τοῦ πρώτου σχήματος U)

    427
    τὸ ἐναντίον, ἡ δὲ ἐλάττων ἀναιρεῖται. λέγω δὲ τὴν μείζω πρότασιν μὴ CV ἀναιρεῖσθαι, οὐχ ὅτι οὐκ ἀναιρεῖται, ἀλλ’ ὅτι εἰς τὸ ἐναντίον οὐκ ἀναιρεῖται, ἀλλ’ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀναιρεῖται. διὰ τί δέ; ὁ αὐτὸς λέγει ὅτι ἐν τρίτῳ σχήματι δείκνυται ἡ μείζων πρότασις· οὐδὲν δὲ καθόλου ἐν τρίτῳ δείκνυται· ἡ δὲ μείζων ἐν δευτέρῳ σχήματι καθόλου ἐστίν. ὥστε τὸ ἀντιφατικῶς ἀντικείμενον δείκνυται. ἡ δὲ ἐλάττων πρότασις δείκνυται διὰ τοῦ πρώτου σχήματος, ὡς ἐπιδείξομεν.

    p. 60 α 21 Ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β τῷ δὲ μηδενί· συμπέρασμα τὸ BT οὐδενί.

    Ἀποδείκνυσι πρῶτον τὸν πρῶτον τρόπον τοῦ δευτέρου σχήματος οὕτως] τὸν ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς συνάγοντα συμπέρασμα ἀποφατικὸν τὸ Β οὐδενὶ τῷ Γ. ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν καὶ δεῖξαι βουληθῶμεν τὴν ἐλάττω πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Γ, δείκνυμεν τὴν ἐλάττω διὰ τοῦ πρώτου σχήματος οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ ἄρα Α παντὶ τῷ Γ. εἰ δὲ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ Α μηδενὶ τῷ Γ, καὶ] συμπέρασμα τὸ Α οὐ παντὶ τῷ Β. ἀναιρεῖται οὖν ἡ μείζων πρότασις οὐκ ἐναντίως ἀλλ’ ἀντιφατικῶς. ὥστε καλῶς ἐλέγομεν τὴν μείζω μὴ ἀναιρεῖσθαι ἐναντίως. ἀλλ’ εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον τοῦ συμπεράσματος ληφθῇ, οἷον τὸ Β τινὶ τῷ Γ, ἡ μείζων πρότασις ὁμοίως ἀναιρεθήσεται, ἡ δὲ ἐλάττων ἀντιφατικῶς. εἰ γὰρ τὸ B τινὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐπὶ δὲ τῆς ἐλάττονος οὕτως· τὸ A παντὶ τῷ Β, τὸ B τινὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, ὅπερ ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.

    p. 60 α 31 ‘Oμοίως δὲ δειχθήσεται καὶ εἰ ἀνάπαλιν ἔχοιεν αἱ προτάσεις. Ομοίως δὲ δειχθήσεται καὶ ὁ δεύτερος τρόπος τοῦ δευτέρου σχήματος· ἀνάπαλιν γὰρ ἔχουσιν αἱ προτάσεις.

    p. 60 α 32 Εἰ δ’ ἔστιν ἐπὶ μέρους ὁ συλλογισμός.

    Πληρώσας περὶ τῶν τὸ καθόλου συναγόντων ἐν δευτέρω σχήματι νῦν λέγει περὶ τῶν τὰ μερικά. καὶ φησὶν ὅτι, ἐὰν ἐπὶ τῶν τὸ μερικὸν συμ- [*](1 imrao λέγει τὸ BUt(n): om. Arist. οὐδενί It: μηδενί Β: om. Arist. 10 τὸν c τὸ corr. Β οὕτως delevi 11 τὀνΒt: τὴν l 12 οὖν om. It. at cf. p. 428,9. 429,8 13 ὑπάρχει U II ἐλάττονα B posl οὕτως del. τὸν ἐκ τῆς— οὐδενὶ τῶ γݲ e vs. 11. 12 illata Β 15 — 17 εἰ δὲ-- παντὶ rui p om. Bl 1() καὶ delevi 17 οὖν U: δὲ Bt 19 τὸ prius om. U τὸ συμπέρασμα U 20 ἀναιρεθήσεται mrg. U: δειχθήσεται Β, in textu Q: ἀναιρεθήσεται δειχθήσεται t ante ἡ δὲ add. τούτων ’t 30 τὸ om. Ut)

    428
    πέρασμα συναγόντων τὸ συμπέρασμα εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία CVr πρότασις ἀναιρεῖται, οὕτε ἡ μείζων οὔτε ἡ ἐλάττων, ἐὰν δὲ τὸ συμπέ- ρασμα ἀντιστραφῇ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ, τότε ἀμφότεραι ἀναιροῦνται, ὡς δείξομεν.

    p. 60 a 35 Κείσθω γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχειν τῷ δὲ Γ τινί· συμπέρασμα ΒΓ.

    Περὶ τοῦ τρίτου τρόπου λέγει νῦν τοὐ δευτέρου σχήματος τοῦ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς συμπέρασμα μερικὸν ἀποφατικὸν συνάγοντος. ἐὰν οὖν τὸ συμπέρασμα μεταληφθῇ εἰς τὸ ἐναντίον, ὅτι τὸ Β τινὶ τῷ Γ ὑπάρχει, καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ A οὐ παντὶ τῷ Γ. ἀλλ’ οὐκ ἀνῄρηται τὸ πρότερον τὸ λέγον ὅτι τὸ Α τινὶ τῷ Γ· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν. εἰ δὲ βουλόμεθα τὴν μείζω ἀνασκευάσαι, ἀνασκευάσομεν διὰ τοῦ τρίτου σχήματος· ἀλλ’ οὐκ ἀνασκεασθήσεται· καὶ γὰρ καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν καὶ ἡ ἐλάττων πρότασις μερική· ἐκ δὲ δύο μερικῶν οὐ γίνεται συλλογισμός. ὥστε καλῶς ἐλέγομεν ὅτι, ἐὰν ἐπὶ τῶν μερικῶν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων ἀναιρεῖται. ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ τὸ συμπέρασμα, ἀναιρεθήσονται αἱ προτάσεις ἀμφότεραι. οἷον εἰ τὸ Β ληφθῇ ἀντὶ τοῦ οὐ παντὶ τῷ Γ ὅτι παντὶ ὑπάρχει, καὶ εἰ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ B, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. ἰδοὺ νῦν ἀνῄρηται ἡ ἐλάττων ἀντίφασις· ἦν γὰρ τινὶ xm Γ τὸ Α. εἰ δὲ δέον τὴν μείζω ἀναιρεῖν, ἀναι- ροῦμεν οὕτως· τὸ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β. ὥστε καὶ νῦν ἡ μείζων ἀντιφατικῶς ἀνῄρηται· ἦν γὰρ τὸ Α οὐδενὶ τῷ Β.

    p. 60 α 5 Ἡ αὐτὴ δ’ ἀπόδειξις καὶ εἰ τὸ καθόλου κατηγορι- κον εἴη. |

    Ὤσπερ ἐπὶ τοῦ τρίτου τρόπου ἐδείξαμεν, οὕτως καὶ ἐπὶ τοῦ τετάρ- CVv του τρόπου δείξομεν τοῦ ἔχοντος τὴν μείζω καθόλου καταφατικήν.

    p. 60 a 6 ’Eπὶ δὲ τοὐ τρίτου σχ̣ήματος.

    Εἰρηκὼς περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει καὶ περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι, ἐπειδὴ τὸ συμπέρασμα μερικόν ἐστιν, ἐὰν τὸ ἐναντίον τοῦ συμπεράσματος ληφθῇ, οὐκ ἀντιστρέφει οὔτε ἀναιρεῖται οὐδεμία πρότασις, ἐἀν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ, ἀμφότεραι αἱ προοὔθ᾿ [*](2 (ante ἡ ἐλ.) ex οὔτ’ corr. U2 5 ὑπάρχον D 6 ante β΄ γ΄ add. τὸ t 9 οὖν om. U 10 post ἐναντίον del. φὴ Β 11.12 οὐδενὶ — τὸ ᾱ ora. t 13 ἀμφότεραι t 16 ἐκ δύο δὲ Β 18 οὕθ’ utrobique ex οὔτ’ corr. U 27 εἴη BUt(n): om. Arist. 30 ἀρχὴ τοῦ τρίτου σχήματος inscr. U 31 καὶ om. t)

    429
    τάσεις ἀναιροῦνται, ὡς ἐπιδείξομεν. δείκνυται δὲ ἡ μὲν μείζων πρότασις CVv διὰ τοῦ πρώτου σχήματος, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου.

    p. 60 α 9 Δεδείχθω γὰρ τὸ Α τινὶ τῷ B ὑπάρχον, μέσον δὲ εἰλήφθω τὸ Γ, ἔστωσαν δὲ καθόλου αἱ προτάσεις. ἐὰν οὖν ληφθῇ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν.

    Δείκνυσι πρῶτον ἐπὶ τοῦ πρώτου τρόπου τοῦ τρίτου σχήμάτος τὴν ἀντιστροφήν, ὅτε συνάγεται ἐκ δύο καθόλου καταφατικῶν μερικὸν καταφατικόν, ὅτι τὸ Α τινὶ τῷ B ὑπάρχει. ἐὰν οὖν ληφθῇ τὸ Α οὐ παντὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ, οὐ δύναται γενέσθαι συλλογισμὸν ἐν πρώτῳ σχήματι διὰ τοῦ Β. ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου οὕτως· τὸ Α οὐ παντὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ· ἐπειδὴ ἡ μείζων μερικὴ ἐν δευτέρῳ σχήματι ἡ AB, ἀσυλλόγιστος ἡ συζυγία. πάλιν ἐὰν ᾖ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει, οὐ γίνεται συλλογισμός. διὰ τί; ἐπειδὴ εἰ βουληθῶμεν τὴν μείζω πρότασιν δεῖξαι, γίνεται ἡ μείζων μερική, καὶ εἰσὶν ἄμφω μερικαὶ καὶ ἀσυλλόγιστος ἡ συζυγία. ὁμοίως δὲ καὶ εἰ τὴν ἐλάττονα βουληθῶμεν ἀποδεῖξαι. ὥστε καλῶς εἰρήκαμεν ἐὰν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία πρότασις ἀναιρεῖται ἐν τῷ τρίτῳ σχήματι᾿.

    p. 60b19 ’Eὰν δὲ ἀντικειμένως ἀντιστρέφωνται.

    Εἰρηκὼς ὅτι, ἐὰν εἰς τὸ ἐναντίον ἀντιστραφῇ ὁ συλλογισμός, οὐ γίνεται τῶν προτάσεων ἀναίρεσις, νῦν λέγει ὅτι, ἐὰν ἀντικειμένως ἀντιστραφῇ, γίνεται. οἷον ἀντὶ τοῦ τὸ Α τινὶ τῷ B ἵνα λάβωμεν ὅτι οὐδενί, καὶ ποιοῦμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω βουλόμεθα ἀνασκευάσαι, οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα B οὐδενὶ τῷ ’. ὥστε ἀμφότεραι αἱ προτάσεις εἰς τὸ ἐναντίον ἀνεσκευάσθησαν ἐν τρίτῳ σχήματι τοῦ συμπεράσματος ἀντιστραφέντος εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον. ὁμοίως δὲ δείξομεν καὶ εἰ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ὑπάρχει. συμπέρασμα γίνεται ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐὰν οὖν ληφθῇ παντί, εἰ μὲν τὴν μείζω πρότασιν δέον δεῖξαι, δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β πντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ· εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ B οὐδενὶ τῷ Γ. οὕτως ἐπὶ τῶν ἄμφω καθόλου προτάσεων τῶν ἐν τρίτῳ σχήματι.

    [*](1 μείζω U 2 post δευτέρου add. ὡς ἐπιδείξομεν ’ 3 δὲ 0111. Β 4 post δὲ add. καὶ BU: om. t Arist. οὐκοῦν ἐὰν t Arist. 7 ὅτε scripsi: ὅτι BUI 8 ὅτι U: οἶον Bt 9 fort. δυνατόν (cf. ad p. 419,11 131,25) sive συλλογισμὸς 10 p scripsi: ᾱ BUt 13 τῶν om. 1 15 εἰσὶν om. U εἰ καὶ It post εἰ add. κατὰ Β 16 καλῶς corr. e καὶ ὡς 1- 17 οὐδεμία — ὲν tio (tio om. t) τρίτω σχήματι Ut: ὁ — ἀναίρεσις (e vs. 19. 20 transhita) Β 19.20 εἰρηκὸς — ἀναιρέσις om. Β 21 τὸ om. Β 23 τὸν It ἐλάττονα t 25 εἰς τό ἐναντίον om. 1 27 εἰ superscr. U2 28 ἐὰν ’t: εἰ Β 30 τὸ ᾱ— γݲ om. I ἐλάττονα Β 32 post οὕτως add. καὶ U)
    430

    p. 60 b 37 Ὁμοίως δὲ δείκνυται καὶ εἰ μὴ καθόλου εἰσὶν αἱ CVV προτάσεις.

    Λέγει νῦν περὶ τοῦ τρίτου τρόπου τοῦ τρίτου σχήματος τοῦ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγοντος συμπέρασμα. ἐὰν <οὖν> εἰς τὸ ἀντικείμενον ληφθῇ τὸ συμπέρασμα, τὸ οὐδενί, καὶ δέον τὴν μείζονα πρότασιν ἀνασκευάσαι, ἀνασκευάζεται οὕτως· τὸ Α οὐδενὶ τῷ B, τὸ Β τινί τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Γ. ὥστε εἰς τὸ ἀντιφατικὸν νῦν ἡ μείζων ἀνεσκευάσθη τοῦ συμπεράσματος εἰς τὸ ἀντιφατικὸν ἀντιστραφέντος. εἰ δὲ τὴν ἐλάττω, ἀνασκευάσομεν οὕτως· τὸ Α οὐδενὶ τῷ B, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα Β οὐδενὶ τῶ Γ. ὥστε καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιφατικὸν ἀνεσκευάσθη. καὶ τοῦτο φυλακτέον, ὅτι εἰ μὲν εἴη ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων κα|ταφατική, μερικὸν ἀποφατικὸν συνάγει συμπέρασμα, τὸ Α οὐ παντὶ CVIr τῷ Β· ἐὰν οὗν μεταληφθῇ εἰς τὸ ἐναντίον τὸ τινί, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων πρότασις ἀνασκευασθήσεται· ἐὰν δὲ εἰς τὸ ·ἀντιφατικῶς ἀντικείμενον, ἀνασκευασθήσονται ἀμφότεραι. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ B τινὶ τῷ Γ· τὸ ἄρα A τινὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ B, τὸ Α οὐδενὶ τῷ Γ, τὸ B οὐδενὶ τῷ Γ. ὥστε παραφυλακτέον ὅτι ἡ ἐλάττων καὶ ἡ μείζων εἰς τὸ ἀντιφατικὸν ἀντιστρέφουσιν, ὅταν ᾖ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει.

    p. 60 b 41 Πάλιν εἰ τὸ Α παντὶ τῷ Β.

    Ἐὰν ᾖ ἡ μείζων μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕιως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Β οὐ παντὶ τῶ Γ.

    p. 61 α 5 Φανερὸν οὖν διὰ τῶν εἰρημένων πῶς ἀντιστρεφομένου τοῦ συμπεράσματος ἐν ἑκάστῳ σχήματι γίνεται συλλογισμός.

    Σύντομον ἐπανάληψιν ποιεῖται τῶν εἰρημένων τριῶν σχημάτων, καὶ φησὶν ὅτι φανερὸν πότε ἀνασκευάζονται αἱ προτάσεις, εἴτε εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μεταληφθῇ τὸ συμπέρασμα εἴτε εἰς τὸ ἐναντίον, καὶ πότε οὐκ ἀνασκευάζονται.

    [*](1 lemma ex Arist. posui: ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός. δεδείχθω γὰρ τὸ a τινὶ τῶ βݲ μὴ ὑπάρχον BUt 3 τοῦ πρώτου σχήματος Ut 4 μερικῆς ἀποφατικῆς t post καταφατικῆς alt. add. καὶ U 5 ἀποφατικὸν pr. 0, coir. U2 συνάγων U ante συμπ. add. τὸ Ut οὖν addidi cf. p. 427,12 428,9 429,8 6 post συμπ. add. εἰς Ut οὐδεὶς Β δὲ οὕτως U 8 ἀντιφατικῶς Ut itemque vs. 9. 19 9. 10 ἀνασκευάσωμεν, ut videtur, pr. Β, t 11 καὶ prius om. U 16 ἀνασκευασθήσωνται 1 U: om. Β 19 ἡ μείζων ex εἴη μείζω corr. Β2 22 post ἐὰν add. δέ Ut 28 post εἰρημένων add. διὰ τῶν Ut 29.30 εἴτε—εἴτε Β: ἤτοι — ἤτοι Ut 31 ἀνασκευάζεται t)
    431

    p. 61 a 8 Καὶ ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι διὰ τοῦ μέσου CV1 τε καὶ τοῦ ἐσχάτου γίνονται οἱ συλλογισμοί.

    Κατὰ κοινοῦ τὸ φανερόν, ὅτι αἱ προτάσεις ἐν πρώτω ζχήματι ἡ μὲν μείζων δείκνυται διὰ τοῦ ἐσχάτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου, ἐν δὲ τῷ δευτέρῳ σχήματι ἡ μὲν μείζων πρότασις διὰ τοῦ τρίτου, ἡ δὲ ἐλάττων διὰ τοῦ πρώτου, ἐν δὲ τῷ τρίτῳ σχήματι ἡ μὲν μείζων διὰ τοῦ πρώτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου σχήματος ἀνασκευάζεται.

    p. 61 α 18 Ὁ δὲ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς δείκνυται μέν, ὅταν ἡ ἀντίφασις τεθῇ τοῦ συμπεράσματος καὶ προσληφθῇ ἄλλη πρότασις, γίνεται δ’ ἐν ἅπασι τοῖς σχήμασιν.

    Πληρώσας περὶ τῆς ἐν συλλογισμῷ ἀντιστροφῆς νῦν περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς λέγει καὶ τί διαφέρει ἡ ἐν συλλογισμῷ ἀντιστροφὴ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. διαφέρει οὖν τούτῳ, ὅτι ἐπὶ τῆς ἀντιστροφῆς δεῖ πρῶτον συλλογισμὸν γενέσθαι, εἶθ’ οὕτως ἀντιστροφήν, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ἄνευ τοῦ γενέσθαι συλλογισμὸν δυνατὸν δεῖξαι τὸ ἄτοπον ἑπόμενον. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἀντιστροφῆς δυνατὸν καὶ εἰς τὸ ἀναντίον καὶ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστρέψαι, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκέτι εἰ μὴ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μόνον· ἐπεὶ εἰ εἰς τὸ ἐναντίον ληφθείη, ἢ οὐ δείκνυσι συλλογιστικὴν συζυγίαν, ἢ εἰ γίνεται συλλογιστική, οὐδὲν ἄτοπον ἕπεται. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἐν συλλογισμῷ ἀντιστροφῆς δείκνυται τῆς μιᾶς προτάσεως ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον ἡ τὸ ἐναντίον, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπὶ τῆς μιᾶς προτάσεως μόνον ἀντιφατικῶς προηγουμένης ἄτοπον ἑπόμενον δείκνυται. ταῦτα μὲν διαφέρει ἡ ἐν συλλογισμῷ ἀντιστροφὴ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὥσπερ δὲ ἡ ἀντιστροφὴ ἐπὶ τῶν τριῶν σχημάτων ἐδείκνυτο ὅτι δυνατὸν γενέσθαι, οὕτω καὶ ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἐπὶ τῶν τριῶν σχημάτων ἔσται. δείξει δὲ καὶ τοῦτο, ὅτι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι δειχθῆναι οὐ δυνατόν, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. ἐν δὲ τῷ πρώτῳ σχήματι δείκνυσι τὰς ἄλλας τρεῖς συλλογιστικὰς συζυγίας. λέγει δὲ πρῶτον πῶς γίνεται ἡ εἰς ἀδύνατον ἀπαγωγή, ὅτι λαμβάνομεν τὸ συμπέρασμα τὸ ἐξ ἀρχῆς καὶ τὸ τούτῳ ἀντιφατικῶς ἀντικείμενον καὶ μίαν πρότασιν ἀληθῆ καὶ δείκνυμεν ἕπεσθαι τῇ ἑτέρᾳ προτάσει ἄτοπόν τι καὶ ἀδύνατον.

    [*](2 τε oni. t Arist. 4 — 7 μείζω et ἐλάττω ubique t 5 ppsl τρίτου add. σχἡματος U 6 σχήματι om. Β 7 ἀνασκευάζονται Βt 8 περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς inscr. BU 11 post νῦν add. λέγει U 12 καὶ λέγει τι U 16 post δυνατὸν add. ὅτι U 17 ἀντιδιαστρέψαι U 18 εἰς alt. om. lit 22 ἐπὶ alt. superset., at videtar, Β1 23 προηγουμένης t: προηγούμενον Β: προηγουμένως U 24 post μὲν add. τί 1 post ἀπαγωγῆς add. καὶ φησίν. ὅτι I 25 δέ om. U an δύναται? cf. ad p. 129,9 27 δείξει] p. 61 a 35 sq. καὶ superscr., ut videtur, Β2 29 τῷ om. 1 auto δείκνυσι del. δεί I 31 τὸ ἐξ ἀρκῆς τὸ συμπέρασμα καὶ τούτῳ t)
    432

    p. 61 α 21 μοιον γάρ ἐστι τῇ ἀντιστροφῇ. CVIr ὅμοιον τῇ ἀντιστροφῇ φησιν, ὅτι ὥσπερ ἡ ἀντιστροφὴ ἐν τοῖς τρισὶ σχήμασι γέγονεν, οὕτως καὶ ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἐν τρισὶ σχήμασι γενήσεται. τούτῳ μὲν κοινωνεῖ. διαφέρει δὲ οἷς προειρήκαμεν ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ τῆς ἀντιστροφῆς. |

    p. 61 α 27 Οἶον εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχ̣ει, μέσον δὲ τὸ Γ, CVIV ἐὰν ὑποτεθῇ τὸ Α μὴ παντὶ ἢ μηδενὶ τῷ Β ὑπάρχειν τῷ δέ γε Γ παντί, ὅπερ ἦν ἀληθές, ἀνάγκη τὸ Γ τῷ B ἢ μηδενὶ ἢ μὴ παντὶ ὑπάρχειν.

    Βούλεται τὸ λεχθὲν διὰ παραδείγματος δεῖξαι. οἷον τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ Β. εἰ δέ τις τοῦτο ἐρεῖ ψεῦδος, ἐξ ἀνάγκης συγχωρεῖ ἢ τὸ ἐναντίον ἀληθὲς εἶναι ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον· οὐκοῦν εἰ οὐ συγχωρεῖ τῷ Β τὸ Α ὑπάρχειν, ἢ οὐδενὶ ὑπάρχει ἢ οὐ παντί. οὐκοῦν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ἄτοπον οὕτως· τὸ Α τῷ μὲν Β ἢ μηδενὶ ἢ οὐ παντί, τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ ἢ οὐδενὶ τῷ Β ἢ οὐ παντί. εἰ δὲ τοῦτο ἄτοπον, τὸ συναχθῆναι τὸ Γ τῷ Β ἢ οὐδενὶ ἢ οὐ πανιί, ψεῦδος τοῦτο, ἀληθὲς ἄρα τὸ παντί, ὅπερ πρότερον εἰρήκαμεν. οὕτως ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἕπεσθαι ἀδύνατόν τι ἐδείχθη τὸ καθόλου καταφατικόν. οὕτως οὖν οὐ μόνον ἐπὶ τοῦ πρώτου σχήματος ποιεῖν δυνατὸν ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων.

    p. 61 α 31 Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σχημάτων.

    Τὸ ἀνάπαλιν ὤφειλεν εἰπεῖν, ὅτι ὅσα διὰ τοῦ ἀδυνάτου δείκνυται, καὶ τῇ ἀντιστροφῇ δείκνυται, ὅσα δὲ διὰ τῆς ἀντιστροφῆς, οὐκέτι διὰ τοῦ ἀδυνάτου· ἐπὶ πλέον γὰρ ἡ ἀντιστροφὴ τῆς δι’ ἀδυνάτου.

    p. 61 α 34 Ta μὲν οὖν ἄλλα προβλήματα πάντα δείκνυται διὰ τοῦ ἀδυνάτου.

    Τὰ ἄλλα πάντα προβλήματα καὶ συμπεράσματα δείκνυται διὰ τοῦ πρώτου σχήματος, οἷον τὸ ἀποφατικὸν τό τε καθόλου καὶ τὸ μερικὸν καὶ τὸ μερικὸν καταφατικόν· τὸ δὲ καθόλου καταφατικὸν δείκνυται μὲν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι, οὐ μέντοι ἐν πρώτῳ. καὶ ἐπὶ παραδειγμάτων ποιεῖται τὸν λόγον. ὑποκείσθω δὲ οὕτως· τὸ Α οὐδενὶ τῷ Β ἢ οὐ [*](7 post a add. ἡ Arist. (om. n) γε om. Arist 8 ἢ prius om. U 10 οἶον scripsi cf. ad p. 429,8: ὅτι BUt 11 ὅτι om. Ut 14 σχήματι δείκνυται Β 15 ἢ prius oin. Β 16 τῷ— τὸ t itemque vs. 17 τὸ alt. superscr. Β 19 οὖν Bt: ὡς U 23 διὰ τῆς Bt: δι’ U 25 ἀρχὴ τοῦ a σχήματος inscr. U πάντα om. U 30.31 παραδείγματος ποιοῦμεν U)

    433
    παντί εἶτα προσληφθήτω ἤτοι μείζων πρότασις ἄλλη ἢ ἐλάττων. εἰ μὲν CVIV προσληφθῇ οἱαδήποτε μείζων ἄλλη, ἀσυλλόγιστος γίνεται ἡ συζυγία διὰ τὸ τὴν ἐλάττω εἶναι ἀποφατικὴν καθόλου ἢ μερικὴν ἀποφατικήν. εἰ δὲ ἐλάττων προσληφθῇ πρότασις ὥστε εἶναι τὸ Β παντὶ τὸ Δ, εἰ μὲν ἡ μείζων καθόλου ἀποφατικὴ εἴη, συνάγεται συλλογισμὸς ἀποφατικός· εἰ δὲ μερικὴ εἴη ἀποφατική, οὐ συνάγεται διὰ τὸ τὴν μείζω μερικὴν γενέσθι. ἐὰν οὖν προσληφθῇ τὸ Β παντὶ τῷ Δ τοῦ Α ὄντος οὐδενὶ τῷ Β, ψευδὲς μὲν ἔσται τὸ συμπέρασμα ἀποφατικόν, ἀλλ’ οὐ συνάγει τὸ ἀντικείμενον ἀληθές, ὅπερ ἦν· ὑπέκειτο γὰρ παντί.

    p. 61 α 38 Ὁποτερωθενοῦν τῆς προτάσεως λαμβανομένης. Ητοι ἄνωθεν καὶ μείζων ἢ κάτωθεν καὶ ἐλάττων· ἀναπόδεικτος γὰρ γινεται.

    p. 61 α 3 Εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Δ, τὸ Α οὐδενὶ τῷ Δ.

    Ὥσπερ οὖν εἰρήκαμεν, εἰ ληφθείη τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Δ. καὶ ὑποκείσθω τοῦτο ψεῦδος. τὸ δὲ ψεῦδος διὰ τί ἠκολούθησεν; διὰ τὸ λαβεῖν ἡμᾶς τὴν μείζω ἀποφατικήν. ἀλλ’ οὐ πάντως, εἰ μηδενὶ τὸ Α τῷ B ὑπάρχειν ψεῦδος, ἤδη ἀληθὲς τὸ παντί, ἀλλὰ μᾶλλον ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον ἤπερ τὸ ἐναντίον εἰπεῖν. ὥστε τοῦ ἀτόπου ἀκολουθήσαντος τῆς πρώτης καὶ μείζονος προτάσεως ψευδοῦς οὔσης διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς, εἰ ψεῦδος τὸ οὐδενί, ἀληθὲς ἄρα τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινί, οὐ μέντοι τὸ παντί. ὥστε ἀκριβῶς διὰ τούτων ἐδείχθη ὅτι διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς ἐν πρώτῳ σχήματι οὐ δείκνυται τὸ καθόλου καταφατικόν. τὸ δὲ καθόλου ἀποφατικὸν καὶ μερικὸν καταφατικόν τε καὶ ἀποφατικὸν δείκνυται ἐν πρώτῳ σχήματι.

    p. 61 b11 Ὑποκείσθω γὰρ τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν· τὸ δὲ Β εἰλήφθω παντὶ ἢ τινὶ τῷ Γ.

    Διὰ ταύτης τῆς ὑποθέσεως βούλεται δεῖξαι τὸ μερικὸν καταφατικὸν συναγόμενον διὰ τὸ ἄτοπον ἕπεσθαι τῇ ἄλλῃ πρώτῃ λήψει. ὑποκεἱσθω γὰρ ἡ πρώτη λῆψις αὕτη· τὸ Α οὐδενὶ τῷ B, τὸ Β παντὶ τῷ Γ ἢ τὸ Β τινὶ τῷ Γ· συμπέρασμα, εἰ μὲν τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ· εἰ [*](1 ἡ ἐλάττων Bt an μὲν <οὖν> 2 ἄλλη BU: ἂν ᾖ T I προσληφθείη 4 προαληφθείη U β e δ, ut videtur, corr. Β post μὲν add. καὶ BUt: om. T 5 εἴη om. ’: ᾖ 1 8 μὲν ἔσται — p. 454,22 ὡς ἡδονὴ καὶ χαρά om. Β, pro quo notati sunt usque ad p. 452,31 λαμβάνομεν GT fort, ἔστω ἀλλ’ οὑν t 9 post ὅπερ add. οὐκ U 10 τῆς prot. λαμβανομένης om. U 11 ante ἤτοι repetit ὁποτέρωθεν οὖν U ἤτοι — γίνεται om. t γὰρ γίνεται scripsi: γάρ G: γίνεται TU 13 post 8 del. τὸ βݲ παντὶ tui δ G 15 οὖν Ut: ὃ GT 18 μηδὲ G ὑπάρχει GTt 19 κείμενον TU1 ἤπερ scripsi: εἴπερ Tit: ὡς τοίνυν G 20 ὥστ’ εἰ, om. τοῦ I τὸ ἄτοπον G 21-23 εἰ ψεῦδος— ἀπαγωγῆς om. GTt 24 δὲ om. G 25 καὶ pi i us om. I τε om. GU 29 τῆ ἄλλη προσλήψει G 30. 31 ἢ τὸ p τινὶ U: τὸ ᾱ οὐδενὶ GTI 3] τὸ γݲ (ante συμπ.) G )

    434
    δὲ τινὶ τῷ Γ τὸ B, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλὰ τοῦτο ἔστω ἀδύνατον. οὐκοῦν εἰ ἀδύνατον ἠκολούθησε διὰ τὸ μὴ ὑπάρχειν τὸ Α τῷ Β παντὶ ἀλλ’ οὐδενί, ἀνάγκη τινὶ ὑπάρχειν.

    p. 61 b 17 οὐδ’ ὅταν τὸ ἐναντίον τῷ συμπεράσματι ὑποτεθῇ, οἷον τὸ τινὶ μὴ ὑπάρχειν·

    Εὰν οὖν, φησί, λάβωμεν τοῦ Α8 ἄλλην πρότασιν ἀντικκειμένην, οἷον τὸ Γ τινὶ τῷ Α, τὸ Α παντὶ τῷ Β, οὐ γίνεται | συλλογισμός, ὅτι ἡ CVIIr μείζων μερικὴ ἐγίνετο.

    p. 61 b 18 Φανερὸν οὖν ὅτι τὸ ἀντικείμενον ὑποθετέον.

    Εἰ γὰρ συμπέρασμα συνήχθη οὐδενὶ ἢ οὐ παντὶ διὰ τὸ ὑποκεῖσθαι τὸ Α οὐδενὶ τῷ Β, ψεῦδος δέ ἐστι τὸ συμπέρασμα διὰ τί; διὰ τὸ τὴν μείζω ψευδῆ εἶναι), ἀνάγκη ἄρα τὸ ἀντικείμενον ἀληθὲς τὸ τινί, ὅτι τὸ Α τινὶ τῷ Γ. ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀνάγκη τὴν μείζω πρότασιν τὴν AB παντὶ ὑπάρχειν, τὴν δὲ ΒΓ τινὶ ὑπάρχειν. οὕτω διὰ τοῦ ἀτόπου ἐδείχθη εν πρώτῳ σχηματι τὸ μερικον καταφατικον.

    p. 61 b 19 Πάλιν ὑποκείσθω τὸ Α τινὶ τῷ Β ὑπάρχειν.

    Νῦν διὰ ταύτης τῆς ὑποθέσεως βούλεται δεῖξαι ἄτοπον ἑπόμενον· εἶτα διὰ τοῦ ἀτόπου ἐκείνου δείκνυσι τὸ οὐδενὶ συναγόμενον οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Β, τὸ Γ ἄρα τινὶ τῷ Β. ἀδύνατον καὶ ψεῦδος διὰ τί συνήχθη; διὰ τὸ ληφθῆναι παντὶ τὴν μείζω. εἰ τοῦτο οὖν ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ὁμοίως καὶ εἰ ἡ ΑΓ ληφθῇ ὅτι οὐδενὶ ὑπάρχει, δεικθήσεται τὸ ἄτοπον καὶ συναχθήσεται, ὡς ἐδείξαμεν τὸ πρῶτον, ὅτι τινὶ ὑπάρχει. εἰ δὲ λάβῃς μὴ πρὸς τῷ Α τὴν ἄλλην πρότασιν ἀλλὰ πρὸς τῷ Β, οὐ γίνεται συλλογισμὸς διὰ τὸ γενέσθαι τὴν μείζω μερικήν.

    p. 61b26 Ὑποκείσθω γὰρ παντὶ τῷ Β τὸ Α ὑπάρχειν, καὶ τὸ Γ τῷ Α εἰλήφθω παντί.

    Βούλεται δεῖξαι διὰ τούτων, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον εἰ ληφθῇ, δείκνυται τὸ ὰ́τοπον, εἰ δὲ τὸ ἐναντίον, οὗ δείκνυται ἄτοπόν τι ὑπάρχον. οἷον εἰ τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Α, συμπέρασμα ὅτι τὸ Γ [*](3 ἀλλ’ οὐδενί om. U 4. 5 ἐὰν δὲ πρὸς τῷ a κτλ. lemma ponendum censeo 6 an τὸ ? 7 tw a GTt: xco βݲ U 8 μείζων] ν superscr. U2 ἐγένετο U 9 post ἀντικείμενον add. οὐ παντὶ U θετέον U 14 βγݲ δὲ U γݲ om. T 17 διὰ ταύτης νῦν G 19 ἄρα om. ’ fort, ἀδύνατον <ὂν καὶ ψεῦδος· τὸ ἀδύνατον> 19, 20 διὰ τί om. G: διὰ τοῦ T 20 πάντως G 21 εἰ superscr. T ἡ om. D 22 τὸ alt. om. aut evau. G 23 ὑπάρχειν U τὸ p Gt 25 τὸ a παντὶ Tdi p GT ὑπάρχειν om. Arist. (habet An) 27 δι’ αὐτῶν GT τὸ om. T 28 δείκνυσι U τι superscr. G 29 καὶ τὸ — a om. GT)

    435
    παντὶ τῷ B ὑπάρχει. εἰ δὲ τοῦτο ὑποτεθῇ ψεῦδος, οὐ πάντως ἀληθὲς CVIIr to ἀντικείμενον τούτῳ εἰς τὸ ἀδύνατον ἀπάγοντες αἱρούμεθα. φανερὸν οὖν ὅτι <εἰς> τὸ ἀδύνατον ἀπάγοντας τὸ ἀντιφατικῶς ἀντικείμενον ληπτέον καὶ οὐ τὸ ἐναντίον.

    p. 61 b 30 Ὁμοίως δὲ κἂν εἰ πρὸς τῷ Β ἐλήφθη ἡ ἑτέρα πρότασις. ’Eὰν λοιπὸν βουληθῶμεν δεῖξαι τὸ μερικὸν ἀποφατικὸν διὰ τοῦ ἀδυνάτου, ὀφείλομεν ὑποθέσθαι τὸ ἀντικείμενον ἀντιφατικῶς τὸ παντί, καὶ οὕτως ἕπεται ἄτοπον καὶ εἰσάγεται τὸ οὐ παντί. οἷον τὸ Γ παντὶ τῷ Α, καὶ τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. ὁμοίως καὶ εἰ τὸ ΑΓ ᾖ στερητικόν· καὶ γὰρ οὕτω γίνεται συλλογισμὸς τοῦ τινὶ μὴ ὑπάρχειν ὑγιῶς.

    p. 61 1 38 Ἐὰν δὲ πρὸς τῷ Β ᾖ τὸ στερητικόν, οὐδὲν δείκνυται.

    Ἐάν, φησί, πρὸς τῷ μείζονι ἄκρῳ ᾖ τὸ στερητικόν, ποιεῖ συλλογισμὸν μερικὸν ἀποφατικόν. ἐὰν δὲ πρὸς τῷ ἐλάττονι, οὐ ποιεῖ διὰ τὸ ἀποφατικὴν εἶναι τὴν ἐλάττω πρότασιν ἐν πρώτῳ σχήματι.

    p. 61 b 41 Ei γὰρ τὸ Α τινὶ τῷ Β, τὸ δὲ Γ παντὶ τῷ Α.

    Ὤσπερ ὑποτεθὲν ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει, τοῦτο δὲ ψεῦδος ὂν ἕπεται τὸ οὐδενί, οὕτω καὶ τὸ οὐδενὶ ὑποτεθὲν ψεῦδος ἕπεται τὸ τινί.

    p. 62 a 4 Ἔτι οὐ παρὰ τὴν ὑπόθεσιν συμβαίνει τὸ ἀδύνατον.

    Βούλεται διὰ τούτου δεῖξαι ὅτι ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ πρώτου σχήματος, εἰ ὑποτεθῇ διὰ τῆς ἀδυνάτου ὰπαγωγῆς τὸ ἐναντίον, οὐδὲν ἄτοπον ἕπεται. οἷον τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ μὴ ἐνδέχεται, τὸ τινί· τὸ δὲ τινὶ τῷ οὐ παντὶ οὐ μάχεται. ὥστε ὀφ̔εἵλομεν τὸ ἀντιφατικῶς ἀντικείμενον λαμβάνειν τὸ παντί, ἵνα τοῦτο δείξωμεν ἄτοπον, καὶ μὴ τὸ τινὶ ὑπάρχειν.

    [*](2 τοῦτο U ἀπάγοντας ἐρούμεθα GTt post αἱρούμεθα add. πρὸς (e corr. U2) δὲ τὸ μὴ παντὶ ὑποθετέον ὑποθετέον παντὶ καὶ τὰ ἑξῆς U 3 <εἰς> τὸ ἀδύνατον scripsi: τοῦ ἀδυνάτου GTI t 5 κἄν Ut(n): καὶ GT Arist. τὸ β Gt ἐλήφθην T: ληφθείη Arist. (ληφθῆ) C) 6 τὸ om. G 9 καὶ om. G post tco p alt. add. καὶ τὸ ᾱ παντὶ xui β U 11 οὕτως γὰρ καὶ οὕτω U ante συλλ. add. ὁ U post ὑγιῶς add. καὶ γὰρ οὕτω γίνεται συλλογισμός U 12 πρὸς τὸ GD room, GT 13 ἐάν — στερητικόν om. GT 14 τὸ ἕλαττον GT 16 τῷ β΄ τινὶ t τινὶ (ante τῷ ᾱ) T 17 τὸ] tw T α .scripsi: γݲ GTUt cf. vs. 22 18 οὐδενίἕπεται τὸ oun. GT 19 οὐδὲ U (n): δὲ οὐ t 20 ὅτι ὁ τέταρτος τρόπος I 21 ἀδυνάτου iterat T 22 οἷον — 24 ἄτοπον om. GT ᾱ BCripsi: γݲ Ut cf. VS. 17 23 τῷ t: τὸ U 24 δείξομεν t)
    436

    p. 62 a 11 Φανερὸν οὖν ὅτι οὐ τὸ ἐναντίον ἀλλὰ τὸ ἀντικείμενον ὑποθετέον. |

    Φανερὸν οὖν, φησίν, ἐκ τῶν εἰρημένων ὅτι δεικνύντες διὰ τῆς CVIIV εἰς ἀδύνατον ἀπαγωγῆς τὸ συμπέρασμα τὸ ἀντιφατικῶς ἀντικείμενον ληπτέον καὶ οὐ τὸ ἐναντίον. καὶ οὕτως ἔσται ἔνδοξον ἐκεῖνο τὸ ἀξίωμα τὸ λέγον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν εἶναι τὴν διαιροῦσαν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὲ ἡ ἀντίφασις ἡ διαιροῦσα ἀεὶ καὶ οὐχὶ ἡ ἐναντίως ἀντικειμένη· τὸ γὰρ ἐναντίον οὐκ ἀξιοῦται οὔτε ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὔτε ἄτοπόν τι συνάγειν πολλάκις. διὰ τοῦτο εἶπεν οὐδετέρως.

    p. 62 a 22 ’Ev δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ καὶ τοῦτο δείκνυται.

    Πληρώσας τὴν ἀδυνάτου δεῖξιν ἐν πρώτῳ σχήματι νῦν ἦλθεν δεῖξαι καὶ ἐν δευτέρῳ καὶ τρίτῳ. καὶ φησὶν ὅτι πάντα τὰ συμπεράσματα συνά- γεται διὰ τῆς εἰς τὸ ἄτοπον ἀποδείξεως ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι. ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ προσεχῶς οὐδὲ πρώτως συνάγεται ἢ τὰ καταφατικὰ ἐν δευτέρῳ σχήματι ἢ τὰ καθόλου ἐν τρίτῳ σχήματι, ἀλλὰ συνάγεται τῇ τῶν ἄλλων ἀναιρέσει ὑποκείσθω]. ὑποκείσθω οὖν ἐν δευτέρῳ σχήματι δεῖξαι τὸ καθόλου καταφατικόν, οἷον ὅτι τὸ Α παντὶ ὑπάρχει τῷ Β. εἰ γὰρ τοῦτο χε[θδος, ἀληθὲς τὸ οὐ παντί· καὶ προσλ·ηφθήτω ἄλλη πρότασις ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεν; οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐ παντὶ τῷ B ψεῦδος τοῦτο· ἀληθὲς ἄρα τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν. φησὶ δὲ ὅτι, εἰ λάβωμεν πάλιν τὴν ἀδύνατον δεῖξιν ὡς ἐπὶ τοῦ ἐναντίου, οὐ δείκνυται τὸ ἐναντίον. εἰ γὰρ λάβωμεν, τὸ Α τῷ Β παντί· εἰ δὲ μή, ὑποκείσθω οὐδενί. εἶτα εἰ τοῦτο, δειχθῇ ἄτοπον. ἀτόπου δὲ ὄντος οὐδὲν μᾶλλον τὸ παντὶ τοῦ τινὶ λαμβάνομεν, ἀλλὰ μᾶλλον τὸ τινί. ὥστε οὐ τὸ ἐναντίον ληπτέον ἀλλὰ τὸ ἀντιφατικῶς ἀντικείμενον.

    p. 62a28 ’Eὰν δὲ τὸ ἐναντίον ὑποτεθῇ. συλλογισμὸς μὲν ἔσται.

    Ὅταν, φησί, τὸ ἐναντίον ληφθῇ ἐπὶ τῆς δι’ ἀδυνάτου δείξεως καὶ μὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, γίνεται συλλογισμός, ἀλλ’ οὐκέτι συνάγεται τὸ προκείμενον ἀληθές, τουτέστι τὸ παντί· εἰ γὰρ λάβωμεν τὸ μηδενὶ ὡς ψεῦδος, οὐκ ἔστι τοῦ μηδενὶ ψευδοδς ὄντος ἀληθὲς τὸ παντὶ ἀλλὰ τὸ τινί.

    [*](3. post φησίν add. ἦν GT 3. 4 τῆς ἀδυνάτου G 6 τὸν διαιροῦντα G 8 ἐναντίως T 10 ἀρχὴ τοῦ βݲ σχήματος inscr. TU καὶ alt. ora. GT 14 οὐδέ (post ὅτι) G post τὰ add. καθόλου Tt, καθόλου τὰ U 16 ὑποκείσθω alt. delevi 20 τί] τοῦ G 22 οὔτω] οὐ πρὸς, ut videtur, G καὶ φησὶν ὅτι U 25 μηδενί G 28 μὲν t Arist.: om. GTU 29 ὅτι Tit ante τό add. εἰ Ut δι’ om. G 32 οὐκ ἔστι scripsi: οὐκέτι GTUt)
    437

    p. 62a 32 Ὅτι δὲ τινὶ τῷ Β ὑπάρχει τὸ Α· ὑποκείσθω γὰρ τὸ CVII Α μηδενὶ τῷ B ὑπάρχειν, τῷ δὲ Γ παντὶ ὑπαρχέτω.

    Ἔδειξε πῶς συνάγεται ἐν δευτέρῳ σχήματι τὸ καταφατικὸν καθόλου· νῦν βούλεται δεῖξαι πῶς συνάγεται τὸ μερικὸν καταφατικόν· ὑποκείσθω οὖν ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει. εἰ δὲ τοῦτο ψεδδος, ἀληθὲς τὸ οὐδενί· καὶ προσληφθήτω ἄλλη ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἔστω δὲ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος ἠκολούθησεν οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα ὅτι τὸ Α τινι τῳ Β. ἐὰν δὲ ὑποτεθῇ τὸ < οὐ > παντί, τουτέστιν ἐὰν τὸ ἐναντίον ληφθῇ, οὐ δείκνυται τὸ ζητούμενον.

    p. 62a 37 Πάλιν ὑποκείσθω τὸ Α τινὶ τῷ Β ὑπάρχειν, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτω.

    Εἰ βουλόμεθα δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ B, ληφθήτω ὅτι τινί, εἶτ᾿ ἀληθὴς πρότασις ἡ λέγουσα τὸ Α οὐδενὶ τῷ· Γ· συμπέρασμα ὅτι Γ οὐ παντὶ τῷ B, ὅπερ ἐστὶ [τοῦτο] ἐναργῶς ψεῦδος. τὸ ψεῦδοσ ἠκολούθησε διὰ τὸ λαβεῖν ἡμᾶς τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α τινὶ τῳ Β· ἀληθὲς ἄρα ὅτι τὸ Α οὐδενὶ τῷ B.

    p. 62a 40 Ὅτι δὲ οὐ παντὶ τῷ Β τὸ Α.

    Περὶ τοῦ μερικοῦ ἀποφατικοῦ νῦν λέγει πῶς συνάγεται·

    p. 62b 2 Φανερὸν οὖν ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τοῦ μέσου σχήματος.

    Εἰ βουλόμεθα δεῖξαι τὸ μερικὸν ἀποφατικόν, ὅτι τὸ Α οὐ παντὶ τῷ Β, ληφθήτω ὅτι παντί. εἶτα καὶ ἡ μείζων πρότασις ὡς ἀληθής, ὅτι τὸ Α οὐδενὶ τῷ Γ. συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ B, ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; δῆλον ὅτι οὐ διὰ τὴν ἀληθῆ ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α παντὶ τῷ B. εἰ δὲ τοῦτο, ψεῦδος, CVIIr ἀληθὲς ἄρα τὸ οὐ παντί. ὥστε φανερὸν ὅτι ἐν δευτέρῳ σχήματι πάντα τὰ συμπεράσματα συναγεται.

    [*](1 ὅτε Αrist. (sed ὅτι Α Β C u c f n) post δὲ add καὶ U β om. t Arist. 2 ὑπάρχειν (post παντὶ) T 5 ὑπάρχει om. G 6 ἀληθῶς GTt 7 τὰ α G post τὸ alt. add. δὲ GT 10 οὐ prius addid window scnpsa. οὔτε GTUt 12 τὸ δὲ U 14 τῶ βݲ—15 οὐδενὶ mrg U εἶτ᾿ U2: ἤτε GTt cf. vs. 24 16 an ἔστω? at cf. vs. 25 τοῦτο delevi cf. 7 τὸ ψεῦδος U: τοῦτο δὲ G. om. Tt 23 post δεῖξαι add. ὅτι GTt 26 οὐ om. Τ 29 συνάγονται G)
    438

    p. Ὁμοίως δὲ δὲ καὶ διὰ τοῦ ἐσχάτου. CVIIIr

    Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι ἐν τούτῳ ὅλα συνάγεται τὰ συμπεράσματα, ὥστε καὶ τὸ καθόλου καταφατικόν. ὑποκείσθω γὰρ ὅτι τὸ Α παντὶ τῷ Β κατὰ ἀλήθειαν· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα καὶ ἄλλη προσηλφθήτω πρότασις ἡ λέγουσα τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἔστω δὲ τοῦτο ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; διὰ τὸ εἰπεῖν τὸ Α οὐ παντὶ τῷ B. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν.

    p. 62b11 Ἀλλὰ πρὸς τὸ τινὶ ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις.

    Εἰ, φησί, βουλόμεθα τὸ μερικὸν καταφατικὸν δεῖξαι, ληπτέον ὅτι τὸ Α οὐδενὶ τῷ Β, τὸ δὲ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεω; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ αὕτη ψευδής, ἀληθὴς ἄρα ἡ τινί. οὕτως ἡ μερικὴ καταφατική.

    p. 62b 14 Ὅτι δὲ οὐδενὶ τῷ Β ὑπάρχει τὸ Α, ὑποκείσθω τινὶ υπαρχειν.

    Ότε βουλόμεθα δεῖξαι τὸ καθόλου ἀποφατικόν, ληπτέον ψεῦδος τὸ μερικὸν καταφατικὸν οὕτως· τὸ Α τινὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος οὖν διὰ τί ἠκολούθησε; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α τινὶ τῷ Β. εἰ δὲ ψευδὴς αὕτη, ἀληθὴς ἄρα ἡ οὐδενί, ὥστε εἶναι τὸ Α οὐδενὶ τῷ Β. οὕτω καὶ τὸ καθόλου ἀποφατικόν.

    p. 62b 18 Ἐὰν δὲ ὑποτεθῇ παντὶ τῷ B ὑπάρχειν τὸ Α, οὐ δείκνυται τὸ προτεθέν.

    Ἐὰν ὑποτεθῇ τὸ ἐναντίον, οὐ δείκνυται τὸ προκείμενον. εἰ γὰρ ὑποτεθῇ τὸ Α παντὶ τῷ Β καὶ δειχθῇ τοῦτο ψεῦδος, οὐδὲν μᾶλλον τὸ οὐδενὶ ἀλη- θεύει τοῦ < οὐ > παντί, ἀλλὰ μᾶλλον τὸ οὐ παντὶ ἀληθεύει· ἡμεῖς δὲ σκοποῦμεν δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ B. πότε οὖν δεῖξαι; ὅτε λάβωμεν ὅτι τὸ A τινὶ τῷ Β· ἐπὶ τούτου γὰρ ἄτοπον ἕπεται ὑποτεθέντος.

    [*](1 ἀρχὴ τοῦ γݲ σχήματος inscr. TU δὲ om. T 3 ὅτι—4 καταφατικόν iterat, iterata del. U ὃλω G τὰ συμπεράσματα om. G 4 γὰρ ὅτι om. U 6 y Ut: αݲ GT 7 ἔστι GTt 10 τὸ superscr. G2 ληπτέα om. G II φησὶν εἰ GTt 12 τινὶ supra παντὶ scr. U 13 ἐστιν G τὸ ψεῦδος διὰ τί TUt: τοῦτο δὲ G 15 ἀληθὲς T: om. G 16 ὅτε Arist. (sed ὅτι ABCun) δὲ superscr. G: om. T 21 διὰ τί ἠκολούθησε om. G πρότασιν om. G 22 ἡ om. Tt 25 πρότερον U 28 οὐ prius addidi παντός (ante ἀλλὰ) Gt 29 δεῖξαι alt. supra del. λάβωμεν scr. G: fort. δείξομεν)
    439

    p. 62b 20 Eἰ γὰρ τὸ Α παντὶ τῷ B καὶ τὸ Γ παντὶ τῷ Β, τὸ CVIIIr Α ὑπάρχει τινὶ τῷ Γ.

    Ἐὰν βουλώμεθα βουλώμεθα τὸ μερικὸν ἀποφατικὸν δεῖξαι, ληπτέον τότε ὅτι τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ ὑπάρχει. ἔστω δὲ καὶ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολού- θησεν; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. οὕτω καὶ τὸ μερικὸν ἀποφατικόν.

    p. 62b 23 ’Eὰν δὲ ὑποτεθῇ τινὶ ὑπάρχειν. ’Eὰν ληφθῇ τὸ τινὶ ὡς ἐναντίον, οὐ δείκνυται τὸ προκείμενον, ὡς εἴρηται ἐν τοῖς ἔμπροσθεν.

    p. 62b26 Δῆλον δὲ ὅτι καὶ ἐν τῷ μέσῳ σχήματι.

    Καλῶς εἶπεν ὅτι ἐν τῷ δευτέρῳ σχήματι δείκνυταί πως τὸ καταφατικόν· τὸ γὰρ ῾ πως᾿ προσέθηκεν, ἐπειδὴ οὐ προσεχῶς συνάγεται, ἀλλὰ τῇ τῶν ἄλλων ἀναιρέσει συνάγεται.

    p. 62b 29 Διαφέρει δὲ ἡ εἰς τὸ ἀδύνατον ἀπόδειξις τῆς δεικτικῆς.

    Βούλεται διὰ τούτων ὁ Ἀριστοτέλης παραδοῦναι τὴν διαφορὰν τῆς δι’ ἀδυνάτου δείξεως καὶ τῆς δεικτικῆς. καὶ φησὶν ὅτι διαφέρει κατὰ τὰς προτάσεις, ὅτι ἡ ἀδύνατος ἀπαγωγὴ τίθεται τὸ ἀντιφατικῶς ἀντικείμενον καὶ τοῦτο δείκνυσι ψεῦδος, εἶτα τῇ τούτου ἀναιρέσει ἕπεται καὶ εἰσάγει ὃ βούλεται δεῖξαι, ἐπὶ δὲ τῆς δεικτικῆς προηγουμένως δείκνυσι τὸν συλλογισμόν. πάλιν αἱ προτάσεις ἐπὶ τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς ἡ μία ἀληθὴς ἡ δὲ μία πάντως ψευδής, ἐπὶ δὲ τῆς δεικτικῆς ἀμφότεραι ἀληθεῖς. εἶτα μετὰ ταῦτα ἐρεῖ καὶ ὅτι τὸ δεικνύμενον πρόβλημα ἐπ’ εὐθείας καὶ δι᾿ ἀδυνάτου καὶ τὸ δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας δείκνυται, καὶ ὅτι ὅσα διὰ τοῦ πρώτου σχήματος διὰ τοῦ ἀδυνάτου συνηγάγομεν, | δειχθήσεται διὰ CVIIIv τῆς ἐπ’ εὐθείας δείξεως τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ [*](1 παντὶ alt. GTU(Acnm, pr. BC): τινὶ t Arist. cf. vs. 4 2 τινὶ supra παντὶ scr. U τῶν t 7 e p sive hoc ex illo corr. G 3 post ἐὰν add. οὖν Tl βουλόμεθα GUt ἀποφατικὸν iterat G 4 καὶ om. G 5—7 τὸ ψεῦδος—ψεῦδος om. G 7 post παντὶ add. xfi p D 9 τἶ G 10 ὲν τοῖς ἔμπρ.] p. 436,29 sq. 438,26 sq. II καὶ ὅτι t Arist. 12 τῶ om. G 15 διαφορὰ τῆς δεικτικῆς καὶ τῆς δι’ ἀδυνάτου iuscr. U ἀποδεικτικῆς Gi IS τὸ 0111. (i 23 καὶ prius scripsi: ὡς GTUl τὸ om. in lac. G 23.24 ἐπ’ εὐθείας—δείκνυται GTt: ἐπὶ τοῦ ἀδυνάτου καὶ διὰ δείξεως καὶ ἐπ’ εὐθείας διὰ τοῦ ἀδυνάτου U 24 ὅτι om. I 25 συνάγομεν G 25. 26 δι’ ἐπ’ U)

    440
    ἐν τρίτῳ, καὶ ὅτι ὅσα ἐν δευτέρῳ διὰ τοῦ ἀδυνάτου, ἐπ’ εὐθείας CVIIIv ἔστι δεῖξαι ὁτὲ μὲν διὰ τοῦ πρώτου ὁτὲ δὲ διὰ τοῦ τρίτου, καὶ ὅσα ἐν τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν πρώτῳ. καὶ αὐτὸς οὕτω πάσας τὰς συζυγίας ἐξελθεῖν ἔχει σαφῶς.

    p. 62b 33 33 Ἀλλ’ ἡ μὲν ἐξ ὧν ὁ συλλογισμός, ἡ δὲ μίαν μὲν τουτων.

    Ὀτι ἡ μὲν δεικτικὴ λαμβάνει τὰς προτάσεις ἐξ ὧν ὁ συλλογισμός. ἡ δὲ διὰ τοῦ ἀδυνάτου μίαν τούτων λαμβάνει ἐξ ὧν ὁ συλλογισμός, τουτέστι μίαν ἀληθῆ, τὴν μίαν δὲ λαμβάνει τὴν ἀντίφασιν τῆς ἀληθοῦς καὶ δείκνυσι τὸ ψεῦδος ἑπόμενον.

    p. 62b 34 Μίαν δὲ τὴν ἀντίφασιν τοῦ συμπεράσματος. καὶ ἔνθα μεν ουκ αναγκη γνωρο,πμ ειναι το συμπερασμα.

    Ἀπὸ τοῦ συμπεράσματος νῦν ποιεῖται τὴν διαφοράν, ὅτι ἐπὶ τῶν δεικτικῶν οὐκ ἀνάγκη εἰδέναι τὸ συμπέρασμα, ἐπὶ δὲ τῶν διὰ ἀδυνάτου ἀνάγκη ἤδη τοῦτο εἰδέναι. οὐ διαφέρει δὲ ἤτοι ἀποφατικόν ἐστιν ἤτοι καταφατικὸν τὸ δεικνύμενον ἐπ’ εὐθείας καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς.

    p. 62b 39 39 Ἅπαν δὲ τὸ δεικτικῶς συμπεραινόμενον καὶ διὰ τοῦ ἀδυνάτου δειχθήσεται.

    Ζητεῖ ἐνταῦθα ὁ Ἀλέξανδρος πῶς δυνατὸν τὸ δι’ ἀδυνάτου δεικνύμενον καὶ ἐπ’ εὐθείας δεικνύναι· ὁ γὰρ ἕκτος τρόπος τοῦ τρίτου σχήματος καὶ ὁ τέταρτος τοῦ δευτέρου δι’ ἀδυνάτου μὲν ἐδείκνυντο, οὐ μέντοι γε δεικτικῶς. εἶτα ἐπελύσατο αὐτὸς λέγων ὅτι ἅπαν λέγει οὐ πάντα τρόπον ἀλλὰ ἅπαν πρόβλημα ὃ δείκνυται διὰ ἀδυνάτου, καὶ ἐπ’ εὐθείας * * * καὶ διὰ ἀδυνάτου, ἤτοι καταφατικὸν τὸ πρόβλημα ἤτοι ἀποφατικόν. καὶ ταῦτα ἤτοι καθόλου ἤτοι μερικά. λοιπὸν λέγει ὅτι ὅσα ἐν πρώτῳ σχήματι ἐδείκνυτο διὰ ἀδυνάτου, δειχθήσεται καὶ δεικτικῶς ταῦτα ἐν δευτέρῳ καὶ τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν τρίτῳ, ὅσα δὲ ἐν τῷ μέσῳ ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου, δεικτικῶς δειχθήσεται * * * * τὰ μὲν καταφατικὰ ἐν πρώτῳ, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ.

    [*](1 ὅτι om. D ὲν δευτέρω om. V 2 ἔστι—πρώτου ora. U post τρίτου add. δεῖξαι ὅτε καὶ διὰ τοῦ πρώτου U post ἐν add. τῶ U 5 ἡ δὲ] ἡδέαν sic T μία G 7. 8 ἡ δὲ— συλλογισμός iterat, iterata del. I i 9 μία (ante ἀλ.) G 15 ἤτοι alt. G: ἢ ’t cf. vs. 24. 25 17 καὶ om. G 19 ὁ om. U 20 δειχθῆναι U γὰρ om. t πέμπτος (i 21 ἐδείκνυντο corr. U1: ἐδείκνυτο GTt, pr. U 22 ὅτι ἅπαν λέγει om. G 23 lac. indicavi: supple δείκνυσθαι, καὶ ὃ ἐπ’ εὐθείας 27 τρίτῳ alt.] β pr. G 28 lac. indicavi; supple τὰ μὲν ἐν πρώτῳ τὰ δὲ ἐν τρίτῳ, ὅσα δὲ ἐν τρίτῳ ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου, δεικτικῶς δειχθήσεται cf. vs. -. 3)
    441

    p. 63a 7 Ἔστω γὰρ δεδειγμένον τὸ Α μηδενὶ ἢ μὴ παντὶ τῷ Β. CVIIIV

    Ελέγομεν ὅτι δι’ ἀδυνάτου τὸ καθόλου καταφατικὸν ἐν πρώτω σχήματι μὴ συνάγεται, ἀλλὰ τὸ καθόλου ἀποφατικόν. ἐδείκνυτο δὲ οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· τὸ οὗν Γ παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Β· τὸ ἄρα Γ τινὶ τῷ Β. τοῦτο δὲ ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐδενί. τοῦτο οὖν δειχθήσεται διὰ τοῦ δευτέρου σχήματος δεικτικῶς οὕτως· τὸ Γ οὐδενὶ τί, B, τὸ Γ παντὶ τῶ Α· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ B. αὕτη οὖν ἡ ὑπόθεσις ἡ λέγουσα τὸ Α τινὶ τῷ Β ψευδής· ἀληθὴς ἄρα ἦν ἡ οὐδενί. τὸ δὲ Γ λαμβάνει νῦν αὐτὸς ἀντὶ τοῦ μέσου ὅρου καὶ λέγει ὅτι τὸ Γ ἐλαμβάνετο τῷ μὲν Α παντὶ τῷ δὲ B οὐδενί. ἐλαμβάνετο δὲ νῦν κατὰ ἀλήθειαν, καὶ ἐν δευτέρῳ σχήματι ἐδείκνυτο τὸ ζητούμενον οὕτω τὸ καθόλου ἀποφατικόν· ὃ γὰρ δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι συνήχθη, δεικτικῶς συνάγεται ἐν δευτέρῳ.

    p. 63a13 Φανερὸν ἐκ τούτων ὅτι οὐδενὶ τῷ B ὑπάρχει τὸ Α. ὁμοίως δὲ καὶ εἰ μὴ παντί.

    Ὁμοίως καὶ τὸ μερικὸν ἀποφατικὸν δείκνυται δεικτικῶς ὲν δευτέρῳ σχήματι οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Γ οὐ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. ἐδείκνυτο δὲ τοῦτο δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α παντὶ τῷ B, τὸ Γ ἄρα παντὶ τῷ Β· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ δὲ παντὶ ἔστω ἐναργῶς ἄτοπον· οὐκοῦν τὸ οὐ παντὶ ἀληθές.

    p. 63a 18 Πάλιν δεδείχθω τινὶ ὑπάρχον τῷ Β τὸ Α. ἡ μὲν οὖν ὑπόθεσις μηδενὶ ὑπάρχειν.

    Νῦν βούλεται δεῖξαι τὸ μερικὸν καταφατικόν, ὃ συνήχθη ἐν πρώτω δι’ ἀδυνάτου, νῦν συνάγεται ἐν τρίτῳ δεικτικῶς. ἀλλ᾿ ἐπιστῆσαι δεῖ ὅτι, εἰ μὲν ἐπὶ τοῦ δευτέρου δείκνυσι, προσλαμβάνει μείζονα πρότασιν, εἰ δὲ ἐπὶ τοῦ τρίτου, προσλαμβάνει ἐλάττονα πρότασιν. ἐδείκνυτο δὲ δι᾿ ἀδυνάτου [*](2 ἐλέγομεν] p. 432,27 sq. 3 συνάγεται t: συνάγεσθαι GTU δὲ (GTt: δουν (??) 5 τὸ ἄρα — βݲ oin. (r 8 τὸ p U post λέγουσα add. ὅτι G 9 ἀληθὲς GUt 12 γὰρ U: δέ GTt 14 τὸ] tuj U 15 δὲ om. G καὶ ἡ T 16.17 ἐν δευτέρω σχήματι δεικτικῶς G 17 post οὕτως add. δι’ ἀδυνάτου U τὸ γάρ add.) γݲ (superscr. V-) παντὶ — τῶ βݲ post 21 ἀλήθές collocat U 17 τὸ γݲ οὐ 19 τῶ αݲ om. GT 18 δι’ ἀδυνάτου t: μερικὸν ἀποφατικὸν U 19 παντὶ primum t: οὐδενὶ U παντὶ alt. GTt: τινὶ U ἄρα GTt: οὐ 1 20 οὐ om. (??) δὲ alt. scripsi: γὰρ libri ἔστω om. GTl 22 δεδείχθω e δὲ ὲδείχθη, videtur, corr. G2 εἰ δειχθῆ T 24 post δεῖξαι add. ὅτι b: πῶς addere malim cf. p. 442,8.9 25—27 ἀλλ᾿ — τρίτου bis, τρίτου Ids, semel del. G 26.27 μείζονα—προσλαμβάνει iteral B 27 post τρίτου del. δεικτικῶς G πρότασιν om. GT)

    442
    ἐν πρώτῳ σχή|ματι, ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει, οὕτως· εἰ γὰρ τοῦτο ClXr ψεῦδος, ἀληθὲς τὸ οὐδενὶ τῷ Β τὸ Α· τὸ δὲ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. δείκνυται δ’ ἐν τρίτῳ δεικτικῶς οὕτως· τὸ Α παντὶ ἢ τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β. p. 63a 25 Πάλιν ἐν τῷ μέσῳ σχήματι δεδείχθω τὸ A παντὶ τῷ Β.

    Ἔδειξε πῶς τὰ πρώτου σχήματος δι᾿ ἀδυνάτου δεικνύμενα δεικνυται δεικτικῶς ἐν δευτέρῳ καὶ τρίτῳ· νῦν βούλεται δεῖξαι πῶς τὰ τοῦ δευτέρου ἐν πρώτῳ δεικτικῶς δείκνυται. συνήγετο δὲ τὸ καθόλου κατα- φατικὸν δι’ ἀδυνάτου ἐν δευτέρῳ οὕτως, ὅτι τὸ Α παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐ παντὶ io τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β· ἀλλ’ ἔστω τοῦτο ψεῦδος· ἀληθὲς ἄρα τὸ παντὶ * * * τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ ἄρα Α παντὶ τῷ Β. καὶ οὕτως ἔσται τὸ πρῶτον σχῆμα.

    p. 63a 29 Ὁμοίως δὲ καὶ εἰ τινὶ δέδεικται ὑπάρχον.

    Πάλιν εἰ ἐδείχθη δι’ ἀδυνάτου ἐν δευτέρῳ σχήματι ὅτι τὸ Α τινὶ τῷ B δηλονότι ἔχον ὑπόθεσιν ψευδῆ τὴν οὐδενὶ οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β· τοῦτο δὲ ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ τινί), οὐκοῦν ποιοῦμεν οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ r τινὶ τῷ B, τὸ ἄρα Α τινὶ τῷ Β. καὶ πάλιν ἔσται τὸ πρῶτον σχημα.

    p. 63a 32 Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, ἡ μὲν ὑπόθεσις τὸ Α τινὶ τῷ Β.

    Πάλιν δείκνυται ὁ στερητικὸς ἐν δευτέρῳ οὕτως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· τὸ δὲ Α οὐδενὶ τῷ Γ. συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β· εἰ δὲ τοῦτο ψεῦδος ἦν γὰρ παντί), ἀληθὲς τὸ οὐδενὶ * * * τὸ Α οὐδενὶ τῷ Γ, τὸ F παντὶ τῷ B, τὸ Α οὐδενὶ τῷ B.

    [*](2 τὸ αݲ· τὸ δὲ βݲ superscr. U 3 δ’ om. U 6 post πάλιν add. καὶ t 9 aute νῦν (ex οὖν, ut videtur, corr.) add. καὶ G 10 ἐν (ex ἐπὶ corr. U2) τῶ πρώτω δείκνυται δεικτικῶς U 10. 11 καταφατικὸν] κατα om. initio versus U 12 παντὶ prim, et tert. superscr. G post τὸ alt. add. δὲ t, superscr. G 13 οὐ om. G ἔσται GTt 14 lac. indicavi; supple τὸ αݲ τῷ βݲ δεικτικῶς δὲ οὕτως· 15 ἔσχε G 17 εἰ om. T ὅτι om. G 18 ἔχον t: ἔχων GT: ἔσχεν U ὑπόθεσιν om. t ψευδῆ post οὕτως colloc. U ante τὸ αݲ add. ὅτι U 21 τὸ ἅρα—τῶ βݲ supra lineam iterat Ua ἔστω U 25 ante πάλιν add. καὶ G ὅτι om. GT 26 δὲ om. G 27 γὰρ corr. G1 28 οὐδενὶ prius scripsi: παντὶ GTUt lac. indicavi; supple τὸ αݲ τῷ βݲ. ἐν δὲ πρώτῳ οὕτως·)
    443

    p. 63a 35 Καὶ εἰ μὴ καθόλου ὁ συλλογισμός, ἀλλὰ τὸ Α τινὶ τῷ CIXr Β δέδεικται μὴ ὑπάρχον, ὑπάρχον, ὡσαύτως· ὑπόθεσις μὲν γὰρ παντὶ τῷ Β τὸ Α.

    Ἐδείχθη δι᾿ ἀδυνάτου τὸ μερικὸν ἐν δευτέρῳ σχήματι οὕτως· λέγω ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. εἶτα ληφθήτω ὅτι τὸ Α οὐδενὶ τῷ Γ· τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλὰ τοῦτο ἔστω ἐναργῶς ψεῦδος· ἦν γὰρ τινί· τινί· οὐκοῦν ἀληθὲς ἄρα τὸ < οὐ > παντί. εἶτα ἐν πρώτῳ σχήματι δείκνυται οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. οὕτως τὰ τοῦ δευτέρου σχήματος ἐν πρώτῳ δείκνυται. δυνατὸν δὲ καὶ τὰ μερικὰ ἀποφατικὰ ἐν τρίτῳ δεῖξαι.

    p. 63a 40 Πάλιν ἐν τῷ τρίτῳ σχήματι δεδείχθω τὸ Α παντὶ τῷ Β ὑπάρχον. οὐκοῦν ἡ μὲν ὑπόθεσις ἦν μὴ παντὶ τῷ Β τὸ Α.

    Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι τὰ καταφατικὰ τοῦ τρίτου ἐν πρώτῳ σχήματι δεικτικῶς δείκνυται, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ οὕτως. ἐδείχθη ἐν τρίτῳ διὰ τοῦ ἀδυνάτου τὸ καθόλου καταφατικὸν οὕτως· ὑποκείσθω ὅτι τὸ Α παντὶ τῷ Β κατὰ ἀλήθειαν· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλ’ ἔστω τοῦτο ψεῦδος· ἦν γὰρ παντί· ἀληθὲς οὖν τὸ παντί. οὐκοῦν ἐν πρώτῳ σχήματι δείκνυται οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ B. οὕτω τὸ καθόλου καταφατικόν. τὸ δὲ μερικὸν καταφατικὸν ἐδείκνυτο ἐν τρίτῳ σχήματι διὰ τοῦ ἀδυνάτου οὕτως· τὸ Α λέγω ὅτι τινὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί· τὸ Α οὐδενὶ τῷ Β, τὸ (??) τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ· ἀλλ’ ἔστω τοῦτο ἐναργῶς ψεῦδος· ἦν γὰρ παντί· ὥστε ἀληθὲς τὸ τινί. οὐκοῦν γίνεται ἐν πρώτῳ σχήματι οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β, τὸ ἄρα Α τινὶ τῷ Β. οὕτω τὰ δι’ ἀδυνάτου καταφατικὰ ἐν τρίτῳ δειχθέντα δεικτικῶς ἐν πρώτῳ ἐδείχθη ὑπάρχοντα.

    p. 63b 5 Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, ὑπόθεσις μὲν τὸ Α τινὶ τῷ Β ὑπάρχειν.

    Εἰρηκὼς πῶς τὰ καταφατικὰ ἐν πρώτῳ δείκνυται τὰ ἐν τρίτῳ σχήματι, [*](1 ὁ om. U 2 ὑπάρχειν Gt Arist. 5 τὸ alt. om. TUt 6 ante παντὶ add. οὑ U τὸ tcrt. e τῶ corr. G 7 ἦν γὰρ τινί scripsi et transposui cf. vs. 20. 26: ἠν δὲ τινί posi p Tilt: non liquet G 8 ἄρα ἀληθὲς U οὐ παντί scripsi cf. p. 442, 28: τινί GTUt 10 οὕτως τὰ ex οὕτω corr. G δεικνύναι GTt καὶ om. G 13 ὑπάρχον TU (n): ὑπάρχειν Gt Arist. 15 ὅτι ora. G 16. 17 δι’ ἀδυνάτου G 17 καθόλου om. G 18 γὰρ eonieio cf. vs. 24 20 post τὸ add, οὐ GT 22 δὲ om. Q C 24 ἀληθὲς—26 ψεῦδος bis GT, semel del. G 25 ὅτι in iteratis om. G οὐ om, U post y del. ἦν γὰρ παντὶ ’ post τοῦτο add. τὸ (in iter, non add.) T 32 πῶς τὰ ἐν τῶ τρίτω σχήματι καταφατικὰ ὲν πρώτω δείκνυται G)

    444
    νῦν λέγει πῶς τὰ ἐν τρίτῳ σχήματι ἀποφατικὰ δεικτικῶς δείκνυται ὲν δευτέρῳ. δύναται δὲ καὶ ἐν πρώτῳ δειχθῆναι. ἀλλ᾿ ἐπειδὴ ἴδιον τοῦτο τοῦ δευτέρου σχήματος, διὰ τοῦτο ἐν δευτέρῳ ἀνάγεται τὸ ἀποφατικὸν τοῦ τρίτου σχήματος. διὰ τοῦ ἀδυνάτου < οὖν > οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· οὐκοῦν τὸ Α τινὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ. ἀλλὰ τοῦτο ἐναργῶς ψεῦδος· ἦν γὰρ οὐδενί· ἀληθὲς ἄρα τὸ οὐδενί. καὶ ποιοῦμεν λοιπὸν ἐν δευτέρῳ σχήματι οὕτως· τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ | παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α CIXV οὐδενὶ τῷ Β. οὕτως τὸ καθόλου ἀποφατικὸν δείκνυται δεικτικῶς ἐν δευτερῳ σχηματι.

    p. 66b 6 Εἴληπται δὲ τὸ Γ τῷ μὲν Α μηδενὶ τῷ δὲ B παντί· τοῦτο δὲ τὸ σχῆμα τὸ μέσον. ὁμοίως δὲ καὶ εἰ μὴ καθόλου ἡ ἀπόδειξις.

    Ὠσπερ τὸ καθόλου ἀποφατικὸν ἐν δευτέρῳ σχήματι ἐδείχθη, οὕτω καὶ τὸ μερικόν. ἐδείκνυτο γὰρ ἐν τρίτω οὕτως, ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· τὸ δὲ Γ τινὶ τῷ Β· οὐδοῦν τὸ Α τινὶ ιῷ Γ· ἦν δὲ οὐδενί. τοῦτο οὖν ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐ παντί. εἶτα ἐν δευτέρῳ σχήματι· ὅτι τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ B. οὕτω καὶ τὰ ἀποφατικὰ του στριτου αχηματος εν οευτερῳ οεικτικως.

    p. 63b 18 Δῆλον οὖν ὅτι πᾶν πρόβλημα δείκνυται κατ’ ἀμφοτερους τους τροπους.

    Οὐκ εἶπε πάντα τρόπον ἀλλὰ πᾶν πρόβλημα, ἢ καταφατικὸν ἀποφατικόν, ὅτι δείκνυται καὶ δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας.

    p. 63b 22 ’Ev ποίῳ δὲ σχήματι ἔστιν ἐξ ἀντικειμένων κειμένων προτάσεων συλλογίσασθαι.

    Βούλεται διὰ τούτων ὁ Ἀριστοτέλης παραδοῦναι ἡμῖν τὸν ἐξ ἀντικειμένων προτασεων συλλογισμόν. ἀντικείμεναι δὲ λέγονται προτάσεις [*](1 ante τρίτω add. -ui G σχήματι bis. semel del. G δείκνυται scripsi: δείκνυνται GTUt 2 δύναται corr. e διατί Ua τοῦτο superscr. U2 3 immo συνάγεται 4 οὑν addidi ὅτι om. (i 5 τὸ primum om. Tt 6 supra τινὶ scr. οὐδενὶ U1 ἐν (ante γὰρ) T 7 οὐδενί prius scripsi: τινί GTUt λοιπὸν om. 9. 10 ἐν δευτέρω σχήματι δείκνυται δεικτικῶς (r 11 τὸ γݲ om. GT xui prius ora. G 12 to μέσον σχῆμα t Arist. ἡ om. G 14 ὥσπερ τὸ καθόλου om. GT ἀποφατικὸν om. G 15 καὶ om. G 17 οὑν U: δὲ Cit: om. T ἄλλα G 20 post ἐν add. xw Tt 21 οὑν om. V post οὖν add. τοῦτο G 23 ante οὐκ add. ἴδε ὅτι εἶπε δῆλον ὅτι πᾶν πρόβλημα U παντὶ Τ ἀλλὰ GTt: ἀλλ’ ὅτι καὶ superscr. U2 25 περὶ τοῦ τῶν T) ἐξ ἀντικειμένων συλογίζεσθαι iuscr. TU 28 ante προτάσεων add. τῶν GTt δὲ om. T)

    445
    ἡ πᾶς καὶ οὐ πᾶς, τὶς καὶ οὐδείς, πᾶς καὶ οὐδείς, τὶς καὶ οὐ πᾶς. αὖται CIXv μὲν τέσσαρες ἀντιθέσεις κατὰ τὴν λέξιν· ἐν γὰρ τοῖς πράγμασιν αὐτοῖς οὐκ ἀντίκειται ἡ τὶς τῇ οὐ πᾶς, ὅπου γε καὶ συναληθεύει αὐτῇ. ὥστε εἰσὶ τρεῖς ἀντιθέσεις. εἰδέναι δὲ δεῖ ὅτι ὁ συλλογισμὸς ὁ ἐξ ἀντικειμένων τῶν προτάσεων συναγόμενος τὸ αὐτὸ δείκνυσι καὶ εἶναι καὶ μὴ εἶναι. καὶ ἐν πρώτῳ σχήματι δειχθῆνα. τοῦτο οὐ δύναται, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. καἰ ἐν πρώτῳ καταφατικὸν μὲν οὐ δείκνυσι συμπέρασμα, διότι ἐξ ἀντικειμένων γίνεται, τὰ δὲ ἀντικείμενα εἰ εἰσὶ τὰ καταφατικὰ τοῖς ἀποφατικοῖς· εἰ δέ ἐστιν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀποφατικὸν τὸ συμπέρασμα. διὰ ταύτην οὖν τὴν αἰτίαν καταφατικὰ συναχθῆναι οὐ δύναται ἐν τῷ πρώτῳ σχήματι. καὶ ἐν τῷ τρίτῳ ὡσαύτως· ἤθελε γὰρ τὸ καταφατικὸν ἐξ ἀμφο- τέρων καταφατικῶν εἶναι· νῦν δὲ ἀντιφατικῶς εἰσιν αἱ προτάσεις, ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική. οὔτε δὲ ἀποφατικὸν δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι οὔτε καταφατικόν, διότι τοῦ αὐτοῦ καὶ κατηγοροῦνται καὶ ἀπαρνοῦνται αἱ προτάσεις αἱ ἐξ ἀντικειμένων, ἐν δὲ τῷ πρώτῳ σχήματι τοῦ αὐτοῦ οὐκέτι οἱ ὅροι κατηγοροῦνται καὶ ἀπαρνοῦνται, ἀλλ’ ὁ μέσος ὅρος τῷ μὲν ὑπόκειται τοῦ δὲ κατηγορεῖται. εἰδέναι δὲ δεῖ ὅτι ταῦτα πρὸς τὴν ἀποδεικτικὴν οὐδὲν συμβάλλεται· πάντως γὰρ ἡ μία πρότασις ψευδής ἐστιν, εἰ τοῦ αὐτοῦ ἀντικειμένας προτάσεις λαμβάνεις, αἱ δὲ ἀντικείμεναι προτάσεις ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ὥστε καὶ ἐπὶ τῶν ἐξ ἀντικειμένων τὴν μίαν πάντως ἀληθῆ εἶναι τὴν δὲ μίαν ψευδῆ. ἀλλὰ συμβάλλεται ἡμῖν ταῦτα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις, ἵνα μὴ παραλογιζώμεθα ὅτι δύναται τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι. ἀκριβέστερον δὲ ἐν τοῖς Τοπικοῖς τούτου τὴν μέθοδον δείκνυσιν.

    p. 63b 33 Καταφατικὸς μέν, ὅτι ἀμφοτέρας δεῖ καταφατικὰς εἶναι τὰς προτάσεις.

    Αὐτὸς λέγει τὴν αἰτίαν δι’ ἣν ἐν πρώτῳ σχήματι οὐ δύναται δει- χθῆναι οὔτε καταφατικὸν συμπέρασμα οὔτε ἀποφατικόν. καταφατικὸν μὲν οὐ δύναται, ἐπειδὴ ἐκ δύο γίνεται καταφατικῶν, ἐπὶ δὲ τῶν ἐξ ἀντικει- [*](1 ante οὐ πᾶς prius add. ἡ Tl τὶς καὶ οὐδείς—οὐ πᾶς om. U πᾶς καὶ οὐδεὶς t: om. GT 3 τῇ om. T 1 οὑν T 7 post, ἐν add. tw Gl μὲν om. I post συμπέρασμα add. ἀλλ’ ἀπόφασιν ’ διότι GTt: εἰ γὰρ lT 8 γίνονται G δὲ om. G ἀντικείμενα iterat G τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς G 10 xcu om. U 11 ἢ (ante ἐν) I ἐν τρίτω U: ἀντὶ τῶν τρίτων T 12 εἰσιν ex ἐστιν corr. U2 13 καταφατικῶς—ἀποφατικῶς G δὲ alt o. I 14 διατί U 17 τοῦ μὲν U is τὴν om. G 20 posl ἀληθής add. ἐστιν Gl ψευδές Gt καὶ om. TUt 21 πάντως ’t: πρότασιν GT posl ἀληθῆ add. δεῖ t 22 ὀχλήσεις pr. U, ἐν superscr. U2 παραλογιζόμεθα T: λογιζώμεθα pr. U, παρα superscr. r- posl ὅτι add. πῶς ’ 23 καὶ ἀκριβέστερον, om. δὲ (??) ἐν τοῖς Τοπ.] VIII 13 p. 163a 14 sq. 25 καταφατικῶς T καταφατικὰς δεῖ t 27 post ἣν add. αἰτίαν U post ἐν add. τῶ G 29 ouv] οὐ conicio)

    446
    μένων συλλογισμῶν ἡ μὲν ἦν κατάφασις ἡ δὲ ἄλλη ἀπόφασις τῶν προτάσεων. ἀποφατικὸν δὲ συμπέρασμα ἐν πρώτῳ σχήματι οὐ συνάγεται διὰ τί; ὅτι ἐπειδὴ ἐπὶ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν πρὸς τῷ μέσῳ ὅρῳ ἐγίνοντο αἱ ἀντιθέσεις καὶ προτάσεις ὥστε τὸν αὐτὸν ὅρον καὶ καταφατικὴν καὶ ἀποφατικὴν ποιεῖν πρότασιν, ἐν δὲ τῷ πρώτῳ σχήματι ὁ μέσος ὅρος ἐν τῇ μιᾷ | προτάσει ὑπόκειται καὶ ἐν τῇ μιᾷ κατηγορεῖται, CXr ὥστε οὐ δυνατὸν τοὐ αὐτοῦ τὰς ἀντικειμένας προτάσεις λαβεῖν. εἰ οὖν μὴ ἐν πρώτῳ, οὐκ ἔστιν ἀναγκαίως ἐν δευτέρῳ καὶ τρίτῳ δειχθῆναι τοὺς συλλογισμοὺς τοὺς ἐξ ἀντικειμένων προτάσεων.

    p. 63b 40 ’Ev δὲ τῷ μέσῳ σχήματι καὶ ἐκ τῶν ἀντικειμένων καὶ ἐκ τῶν ἐναντίων ἐνδέχεται γίνεσθαι συλλογισμόν. συλλογισμόν.

    Δείξας ὅτι ἐν πρώτῳ σχήματι οὐ δυνατὸν συνάγειν τοὺς ἐξ ἀντικει- μένων προτάσεων συλλογισμούς, νῦν βούλεται δεῖξαι ὅτι ἐν δευτέρῳ συνάγονται. συνάγεται δέ, ὅτι τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν, οὕτως. ὁ μέσος ὅρος τὸ σπουδαῖον, ἐπιστήμη δὲ καὶ ἐπιστήμη ὡς ἰατρικὴ ἄκροι· καὶ λέγομεν οὕτως ἐν δευτέρῳ σχήματι, ὅτι πᾶσα ἐπιστήμη σπουδαία ἐστίν, οὐδεμία ἐπιστήμη ὡς ἰατρικὴ σπουδαία, ὥστε συνάγεται ὅτι ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν· εἰ γὰρ πᾶσα ἐπιστήμη σπουδαία, οὐδεμία δὲ ἰατρικὴ ἐπιστήμη σπουδαία, οὐδὲ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν. λάβε δὲ τὸν μέσον ὅρον πάλιν πρὸς τὴν ἰατρικὴν καὶ μείζονα οὕτως· οὐδὲν σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη, πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν, ὥστε ἡ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν. καλῶς οὖν ἐλέγομεν ἐπὶ τῶν ἐξ ἀντικειμένων προτάσεων συλλογισμῶν, ὅτι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι συνάγεται. δῆλον δὲ < ὅτι > τοῦτο συνήχθη διὰ τὸ εἷναι τὴν μείζω ψευδῆ τὴν λέγουσαν ῾ οὐδὲν σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη᾿· ἀλλὰ καὶ διὰ τὴν ἐλάττω τὴν λέγουσαν ῾ πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν᾿ δυνατὸν δὲ διὰ τούτων τῶν τρόπων καὶ τὰ θεῖα δεῖξαι μὴ θεῖα καὶ τὴν ἡδονὴν μὴ εἶναι ἡδονὴν καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλ’ εἰδέναι δεῖ ὅτι κρύψις οὐ γέγονε τῶν ὅρων ἐνταῦθα, ἀλλ εὐθέως ὁ προσδιαλεγόμενος νοεῖ καὶ οὐ δίδωσι τοῦτο, ὅτι πᾶν σπουδαῖον ἐπιστήμη καὶ οὐδὲν σπουδαῖον ἰατρικὴ ἐπιστήμη. ἐν δὲ τοῖς Τοπικοῖς [*](1. 2 τῶν προτάσεων GTt: πρότασις U 4 ἀντιθέσεις] εις in nescio quid corr. G2 τῶν αὐτῶν ὅρων GTt 4. 5 κατάφασιν—ἀπόφασιν U D 6 τῆς μιᾶς προτάσεως—τῆς δὲ μιᾶς, om. ἐν U 8 πρώτοις pr. U, corr. U2 οὐκ ἔστιν om. GTt 10 post ἀντικειμένων add. προτάσεων T 11 γίνεσθαι om. T 12 δεῖξαι T ὅτι om. U ἀνάγειν T 13. 14 συνάγονται scripsi: συνάγεται GTTt 14 ὁ G: ὡς Tt: τὸ ὂν καὶ μἠ ὄν ἐστι U 15 post σπουδαῖον add. τοῦτο ἐστὶ μέσος τὸ σπουδαῖον ὅρος· κατηγορεῖται γὰρ τῆ καθόλου ἐπιστήμη. ὅτι πᾶσα ἐπιστήμη σπουδαία. καὶ ἀπαρνεῖται xrj μερικῆ ἐπιστήμη. τουτέστι τῆ ἰατρικῆ U post καὶ prius add. μὴ U ὡς om. U καὶ alt. superscr. U1 17 post ὅτι add. ἡ U 17. 18 ἐπιστήμη om. U 18 δὲ om. T 21 ἰατρικὴ ἐπιστήμη ἐστί T 22 λέγομεν G 23 ὅτι om. G post εἶναι alt. del. nescio quid U 24 ὅτι add. b 25 ἐστιν post σπουδαῖον colloc. GT ante ἰατρ. add. ἡ (1 καὶ om. G 26 πᾶν om. G 28 post εἰδέναι add. δὲ U 30 ἐν δέ τοῖς Toπ.] VIII 1 115b 26 sq.)

    447
    παραδίδωσι μεθόδους τῶν κρύψεων δι’ ἃς τοῦτο δοθήσεται. τόπους δὲ CX ἐκάλεσεν αὐτὰς τὰς μεθόδους.

    p. 64a 4 Ὁμοίως δὲ καὶ εἰ πᾶσαν λαβὼν σπουδαίαν.

    Ὁμοίως, φησίν, ἐὰν ἡ μείζων πρότασις μὴ ἀποφατικὴ ἀλλὰ καταφατικὴν ἡ δὲ ἐλάττων ἀποφατική, ἵνα μόνον μεταθῶμεν τὰς προτάσεις, πάλιν δείκνυμεν τὸ αὐτό.

    p. 64a 6 Ὥστε ἡ τὶς ἐπιστήμη οὐκ ἔσται ἐπιστήμη.

    Οἷον ἡ ἰατρική· τὶς γὰρ ἐπιστήμη ἐστίν.

    p. 64a 7 Καὶ εἰ τῷ μὲν Γ παντὶ τὸ Α.

    Ἐὰν ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι δειχθήσεται· οἷον ἡ ὑπόληψις οὐδεμιᾷ ἐπιστήμῃ, ὑπόληφις πάσῃ ἰατρικῇ ἐπιστήμῃ· συμπέρασμα ὅτι οὐδεμία ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν.

    p. 64a 10 Διαφέρει δὲ τοῦ πάλαι τῷ ἐπὶ τῶν ὅρων ἀντιστρέφεσθαι· πρότερον μὲν γὰρ πρὸς τῷ Β, νῦν δὲ πρὸς τῷ Γ.

    Διαφέρει, φησίν, ὁ δεύτερος τρόπος τῶν ἐξ ἀντικειμένων προτάσεων τοῦ πρώτου, ὅτι ὁ πρῶτος ἔχει τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ὁ δὲ δεύτερος τὸ ἀνάπαλιν.

    p. 64a 12 Καὶ ἐὰν δὲ μὴ καθόλου ἡ ἡ ἑτέρα ὡσαύτως. ὡσαύτως.

    Εἶπε περὶ τῶν ἄμφω καθόλου καὶ ἀντικειμένων ἐναντίως προτάσεων· νῦν λέγει περὶ τῶν ἐκ τῆς ἑτέρας μερικῆς καὶ ἀντικειμένων ἀντιφατικῶς. ἐξ ἀνάγκης γὰρ αἱ ἀντικείμεναι προτάσεις ἡ ἐναντίαι εἰσὶν ἢ ἀντιφατικαί· οὕτω γὰρ γίνεται ἐξ ἀντικειμένων συλλογισμός· εἰ δὲ μὴ ὦσιν αἱ προτάσεις ἀντικείμεναι, οὐ γίνεται. ὥστε ἐὰν ὦσιν αἱ προτάσεις μερικαὶ καὶ καθόλου αἱ αὐταὶ ἀποδείξεις ἔσονται.

    [*](3 λαβὼν σπουδαίαν t Arist.: ἐπιστήμην σπουδαίαν λάβω GU, om. λάβω T 4 ἀποφατικὴ in καταφατικὴ mutavit G1 4.5 ἀλλὰ καταφατικὴ om. G 7 εἰ G ἔσται t Arist.: ἔστιν GTD 14 τῶ t Arist.: τὸ GTU ἀντιστρέψαι GU τὸ — τὸ γݲ G 18 δὲ add. U2 19 ἄν Arist. ἐὰν n) δὲ om. GT (0) ᾖ posl ἐὰν colloc. Tt Arist. 20 καὶ om. Q ἐναντίως scripsi: ἐναντίων ’t 23 λέγεται G συλλογισμῶν T 24 ἀντικείμεναι—προτάσεις om. GT 25 ἡ αὐτὴ ἀπόδειξις, om. ἔσονται G)
    448

    p. 64a 16 Πλὴν οὐκ ἀεὶ οὐδὲ πάντως, ἀλλ’ ὅταν οὕτως ἔχῃ τὰ ὑπὸ τὸ μέσον.

    Περαίνεται ἐξ ἀντικειμένων τότε, ὅτε ὁ μέσος ὅρος τῷ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται ἀντικειμένως. ἄλλως δὲ οὐ γίνεται. |

    p. 60a20 Ἐv δὲ τῷ τρίτῳ σχήματι καταφατικὸς μὲν συλ- CXv λογισμός.

    Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει καὶ περὶ τοῦ τρίτου, ὅτι καὶ ἐν τῷ τρίτῳ δείκνυται ἐξ ἀντικειμένων προτάσεων συλλογισμὸς ἤτοι καθόλου ὄντων τῶν ὅρων ἢ οὔ, ἀλλ’ ἐν τρίτῳ καταφατικὰ οὐ δείκνυται ἀλλὰ ἀποφατικὰ διὰ τὴν εἰρημένην αἰτίαν.

    p. 64a 24 Eἰ οὖν λάβοις πᾶσαν ἰατρικὴν ἐπιστήμην καὶ μηδεμίαν ἰατρικὴν ἐπιστήμην.

    Ἐν τρίτῳ σχήματι δείκνυσι, πῶς τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι δείκνυται ἐξ ἀντικειμένων τῶν προτάσεων καὶ ἀμφοτέρων καθόλου, οὕτως. ἡ ἐπιστήμη οὐδεμιᾷ ἰατρικῇ ἡ ἐπιστήμη πάσῃ ἰατρικῇ, καὶ συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν. ἀλλ’ ἐνταῦθα πάλιν αἱ προτάσεις δῆλαι. αἱ δὲ μέθοδοι παραδίδονται ἐν τοῖς Τόποις ὅπως κρύβειν ὀφείλομεν τὰς προτάσεις. κρύβομεν δὲ τὰς προτάσεις, ὅτε διὰ πολλῶν ἄλλων τὸ αὐτὸ συνάγεται ἢ δι’ ἄλλων ὀνομάτων οὕτως· πᾶσα ἡδονὴ κακόν ἐστιν, ἡ χαρὰ κακὸν οὐκ ἔστιν· συμπέρασμα τὶς ἄρα ἡδονὴ ἡδονὴ οὐκ ἔστιν, ὥστε] εἴπερ ἡ χαρὰ ἡδονὴ οὖσα κακὸν οὐκ ἔστιν· ἐνταῦθα γὰρ ἐπειδὴ ἄλλα ὀνόματά ἐστι, κρύβει τὴν δύναμιν τῶν ἀντικειμένων προτάσεων.

    p. 64a 27 Ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ληφθῇ ἡ ΑΒ πρότασις· εἰ γάρ ἐστι τὶς ἰατρικὴ ἐπιστήμη.

    Καὶ ἐὰν ἡ μείζων μὴ καθόλου, καθόλου δὲ ἡ ἐλάττων, τὸ αὐτὸ συνάγεται· οἷον ἰατρικῇ τινὶ ἐπιστήμη, ἰατρικῇ οὐδεμιᾷ ἐπιστήμη· συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν.

    [*](1 ἐὰν t Arist. 3 ὅτε om. T an τοῦ? at cf. Iud. 4 οὐδὲ T 5 ἀρχὴ τοῦ τρίτου σχήματος inscr. D post μὲν add. ὁ GU (n) 11 λάβης G: λάβοι t Arist. 13 post ἐν add. ito (I καὶ prius oni. T 14 τῶν oin. G οὕτως U: οὐσῶν GTt 16 οὐ om. G 17 ante ἐν add. καὶ U ἐν τοῖς Τόποις] cf. p. 446,30 ὀφείλωμεν TUt 19 πᾶσαν T 19.20 ἡ χαρὰ—ἡδονὴ οὐκ ἔστιν om. GT 20 οὐκ prius superscr. ’J ὥστε delevi 20. 21 εἴπερ ἡ χαρὰ scripsi: ἡ χαρὰ εἴπερ It 21 οὐκ om. G, superscr. U2 23 δὲ om. G βαݲ Arist. (ap u f) 26 post οἰον add. ἡ U 27 ἐπιστήμη ter liabet U)
    449

    p. 64a 30 30 Εἰσὶ δὲ δὲ καθόλου μὲν τῶν ὅρων λαμβανομένων. CXv

    Εἰσὶ μὲν καθόλου προτάσεις, ὅτε αἱ ἐναντίαι λαμβάνωνται· μερικὴ δὲ γίνεται ἡ μία, ὅτε τὸ ἀντιφατικὸν ληφθῇ.

    p. 64a 33 Δεῖ δὲ κατανοεῖν ὅτι ἐνδέχεται μὲν οὕτως.

    Δεῖ, φησίν, προσέχειν ὅτι ἐγχωρεῖ λαβεῖν τὰ ἀντικείμενα ἄνευ κρύψεως ὥστε μὴ λαθεῖν τοὺς διαλεγομένους. ἐνδέχεται δὲ ταῦτα τὰ ἀντικείμενα δι’ ἄλλων ἐπερωτήσεων λαβεῖν τὸν προσδιαλεγόμενον, ὥσπερ εἰρήκαμεν ἐν τοῖς Τόποις.

    p. 64a 37 ’Eπεὶ δὲ τῶν καταφάσεων αἱ ἀντιθέσεις τρεῖς, ἑξαχῶς συμβαίνει τὰ ἀντικείμενα.

    Εἰρηκὼς ὁ Ἀριστοτέλης περὶ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν πῶς γίνονται, νῦν λέγει πόσοι μὲν γίνονται τρόποι συζυγιῶν τῶν ἐξ ἀντικειμένων, καὶ ποῖαι συζυγίαι μάλιστα λαμβάνονται. καὶ εἰ λαμβάνονται ὡς ἐν τῷ δευτέρῳ σχήματι, τὸ καθόλου ἀνάγκη εἶναι πρὸς τῇ μείζονι. εἰ οὗν ἐστιν ἡ μείζων καθόλου καὶ καταφατική, ἐξ ἀνάγκης ἡ ἐλάττων τριχῶς ποικίλλεται, καὶ γίνονται τέως τρεῖς τρόποι· ἢ γὰρ καθόλου ἀποφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική. εἰ δὲ ἡ μείζων ᾖ καθόλου ἀπο- φατική, πάλιν ἡ ἐλάττων ποικίλλεται τριχῶς· ἢ γὰρ καθόλου καταφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ὥστε εἶναι ἓξ τὰς συζυγίας. ἀλλ’ οὐ πᾶσαι συντελοῦσιν εἰς τὸν περὶ τῶν ἀντικειμένων συλλογι ἀλλ’ αἱ τέσσαρες μόνον· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἢ ἐκ δύο ἀποφατικῶν συλλογισμὸν ποιοῦσιν. τῷ αὐτῷ τρόπῳ καὶ ἐν τρίτῳ σχήματι γίνονται ἀεὶ συλλογισμοί, ὅτε ἡ ἐλάττων καταφατική· εἰ δὲ ἀποφατική, οὐ γινεται.

    p. 64b 7 Φανερὸν δ’ ὅτι καὶ ἐκ ψευδῶν μὲν ἔστιν ἀληθὲς λογίσασθαι.

    Φανεροῦ ὄντος ὅτι ἐκ ψευδῶν ἀληθὲς ἐνδέχεται συλλογίσασθαι, μὴ νομίσῃς ὅτι ἐξ ἀντικειμένων ἀληθὲς ἐνδέχεται συλλογίσασθαι. πῶς γὰρ δυνατὸν ὅλην τὴν ἀντίφασιν λαμβάνοντας ἀληθῆ συμπερᾶ|ναι; γίνεται γὰρ τῶν ἐναν- CXlr [*](1 μὲν post ὅρων colloc. t: iter, ibidem TU 2 εἰσὶ—προτάσεις oai. G IT: δὲ t ὅτι G αἱ om. U λαμβάνονται GTt 3 ἀποφατικὸν T 7 an λαβεῖν < ὥστε λαθεῖν > ? ἐν τοῖς Τόποις] cf. p. 448,17 9 ἐπὶ T, pr. G; corr. G2 II ἐναντίων U 12 γίνεται (ante νῦν) T τρόποι συζυγιῶν γίνονται t 11 εἶναι GTt: ἐστὶ U 15 τὴν μείζονα T καθολικὴ, om. καὶ U 17 ἀποφατικὴ—καταφατική t εἰ δὲ—19 ἀποφατική om. GT ἡ om. I 20 τῶν om. G 21 au ἀλλὰ τέσσαρες? 23 ἡ δὲ (i post δὲ add. μείζων G 25 δὲ καὶ ὅτι Aiisi. μὲν om. t: μὲν—27 ψευδῶν om. GT ἐστιν t Arost: posl δ’ colloc. GTU)

    450
    τίων ἀντικειμένων ὁ συλλογισμός· οἷον ἀγαθόν ἐστιν ἡδονή, ἀγαθὸν οὐκ CXIr ἔστιν ἡδονή, οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ ἡδονή. ἐπειδὴ οὗν οἱ ἐξ ἀντικειμένων συλλογισμοὶ τὸ ὂν ὡς μὴ ὂν συλλογίζονται, τούτου χάριν ἀληθῆ συλλογισμὸν οὐ ποιοῦσιν.

    p. 64 b 13 Δῆλον δὲ καὶ ὅτι ἐν τοῖς παραλογισμοῖς.

    Ἐπὶ τῶν παραλογισμῶν τῶν ἐξ ἀντιφάσεων παραλογισμοὶ γὰρ οὗτοι) τοῦτο συνάγεται τὸ ἐναντίον τῇ ὑποθέσει· οἷον εἰ περιττόν ἐστιν, < ὅτι > οὐκ ἔστιν περιττόν, εἰ ὄν, ὅτι οὐκ ἔστιν ὄν. δεῖ οὖν κατανοεῖν ὅτι οὐκ ἔστιν ἐκ τῶν ἐναντίων ἀντικειμένων συμπέρασμα συνάγειν ὅτι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχει. ἀλλὰ πῶς συνάγεται; ὅτε ληφθῇ τοιαύτη πρότασις ἡ ἐλάττων ὥστε τὸ ἐναντίον ὅλον ἐμφαίνειν, οἷον τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν. καὶ συνάξει ἐν τρώτῳ σχήματι τοῦτο.

    p. 64b17 Δεῖ δὲ κατανοεῖν ὅτι οὕτω μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι περάνασθαι ἐξ ἑνὸς συλλογισμοῦ.

    Ζητεῖ διὰ τούτων ὁ Ἀριστοτέλης εἰ δυνατὸν ἐπὶ τῶν ἐπὶ ἀντικειμένων συλλογισμῶν τὰ ἐναντία συλλογίσασθαι γινόμενα ὡς ὑποκείμενα τῷ μείζονι ὅρῳ, εἰ ἄρα δύναται συστῆναι. καὶ πρώην μὲν ἔλεγεν ὅτι οὐ δυνατὸν ἐξ ἀντικειμένων τοῦτο συλλογίσασθαι· οἱ γὰρ συλλογισμοὶ οἱ ἐξ ἀντικειμένων τὸ ὂν μόνον ποιοῦσιν ὡς μὴ ὄν. νῦν δὲ βούλεται δεῖξαι ὅτι δυνατὸν συλλογίσασθαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν. ἀλλ’ εἰ δύναται, πῶς ἐδείχθη ὅτι ἐν πρώτῳ σχήματι οὐ συνάγονται ἐξ ἀντικειμένων συλλογισμοί; καὶ εἰ οὕτω πάλιν, πῶς φησι ῾ δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι ὅτι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχει᾿; πῶς οὖν συνάγεται; ὅτε ἡ ἐλάττων πρότασίς ἐστιν ἡ τὸ ἐναντίον καταφάσκουσα ὅλον· οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι, τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν· ἰδοὺ τὰ ἐναντία κατέφησε· καὶ συμπέρασμα ὅτι ὁ ἄνθρωπος καὶ μέλας καὶ λευκός. ἀλλ’ εἰδέναι δεῖ ὅτι ιὴν ἐλάττονα πρότασιν ὡς τὰ ἐναντία ἄμφω καταφάσκουσαν ἢ κατὰ ἄμφω ἀποδείκνυμεν ἢ τὴν μὲν ὁμολογουμένην λαμβάνομεν, τὴν δὲ ἀποδείκνυμεν, οἷον ὅτι τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν ἐστίν· τούτων γὰρ ὰποδείκνυμεν ἑκάτερον ἢ θάτερον μόνον ἢ οὐδέτερον, ἀλλὰ ὡς ὁμολογούμενον λαμβάνεται.

    [*](1 post οἷον add. ἔστιν U ante ἡδονὴ add. ἡ G ἡδονή iterat t 1. 2 ὰγαθὸν—ἡ ἡδονὴ ἡδονή om. GT 2 ἐπεὶ G 2. 3 οἱ συλλογισμοὶ ἐξ ἀντικειμένων U 5 καὶ t Arist.: oin. GTU 7 ὅτι addidi 8 ὅτι οὐκ ἔστιν alt. iterat G 9 ἀντικείμενον GTt 9.10 ἀνάγειν ἀνάγειν—ἀνάγεται T 10 ὅτι ἐλήφθη GTt 11 ἐμφαίνει U post καὶ prius add. οὐ G 12 συνάξαι U τοιοῦτο t 13. 14 συμπεραίνεσθαι, ut videtur, pr. U (C) 16. 17 17 ὑποκει- ω ω οι ω μένου τοῦ μείζον ὅρου U 17 στῆναι G 20 ante τὰ add. ὅτι U ὑπάρχει U ἀλλ’ εἰ—23 ὑπάρχει om. G ἐδείχθη] p. 63b31 sq. 23 τῶ om. U ὅτε seripsi: ὅτι GTUt cf. vs. 10 28 οἷον om. G)
    451

    p. 64b 21 Ἀλλ’ ἢ προσλαβεῖν δεῖ τὴν ἀντίφασιν, οἷον ὅτι πᾶσα CXIr ἐπιστήμη ὑπόληψις.

    Φησὶ τὴν ἐλάττω πρότασιν τὴν τὸ ἐναντίον ὅλον εἰσάγουσαν, οἷον ὅτι ἡ ἐπιστήμη καὶ ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἡ ὅλην ἢ ἀνὰ μερος κατασκευάσομεν [ἢ] τῆις ὅλης θάτερον μέρος ἢ ὅλως οὐδέτερον μέρος, ἀλλ᾿ ὡς ὁμολογούμενα τὰ μόρια ληψόμεθα. ἀλλὰ τὸ μέλλον κατασκευασθῆναι σθῆναι ἐκ δύο συλλογισμῶν κατασκευάζεται, ἕκαστον παρὰ μέρος οἰον ὅτι τὸ ζᾦον λευκόν ἐστιν, καὶ πάλιν παρὰ μέρος ὅτι τὸ ζῷον μέλαν ἐστίν ὥσπερ οὖν εἰ βουληθῇς ἐλέγξαι ὅτι τοῦτο οὕτως ἔχει, ἐλέγξεις διχῶς, πρῶτον μὲν ὡς ἐπὶ του ζῷον λευκόν ἀστιν᾿ δεύτερον δὲ ὡς ἐπὶ τοῦ ζῶον μέλαν μέλαν ἐστίν᾿ καὶ διχῶς συλλογίσῃ τὴν ἐλάττω πρότασιν διὰ προσυλλογισμοῦ, καὶ τότε ληφθήσεται ὡς πρότασις.

    p. 64b 28 Τὸ δὲ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ἔστι μὲν ὡς ἐν γένει λαβεῖν ἐν τῷ μὴ ἀποδεικνύναι.

    Νῦν βούλεται εἰπεῖν περὶ τοῦ ἐξ ἀρχῆς αἰτεῖσθαι. τὸ δὲ ἐξ ἀρχῆς αἰτεῖσθαι τοῦτό ἐστι τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν. γίνεται δὲ τοῦτο τῷ λαμβάνειν τοὺς δύο ὅρους ἀντιστρέφοντας, ὡς ἄνθρωπος καὶ γελαστικόν, ἡ τὸν ἕνα ἐνυπάρχοντα τῷ ἑτέρῳ, ὡς τὸ ῾ ἡ ἡδονὴ χαρά᾿ γίνεται δὲ ἡ ἐξ ἀρχῆς αἴτησις κατὰ τὰ τρία σχήματα. καὶ ἵνα τὴν ἀσάφειαν τῆς λέξεως εἰς σαφὲς μεταστρέψωμνεν, ὀφείλομεν θεωρῆσαι πῶς γινεται κατὰ τὰ πρία σχήματα τὸ ἐξ ἀρχῆς ζητούμενον, καὶ πρῶτον ὡς ἐν πρώτῳ σχήματι. δέον ἔστω μὲν δεῖξαι ὅτι τὸ Α παντὶ τῷ Γ ὑπάρχει διὰ τοῦ Β. ἐὰν οὖν λάβω τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Γ, οὔπω δῆλον εἰ, τὸ ἐξ ἀρχῆς ἔλαβον. εἰ δὲ λάβω τὸ Α τὸ αὐτὸ εἶναι τῷ Β τότε ἡ ἐξ ἀρχῆς αἴτησις πρὸς τὴν ἐλάττω πρότασιν γίνεται. εἰ γὰρ τὸ Α παντὶ τῳ Β, ἐπειδὴ τὸ αὐτό ἐστι, τὸ δὲ Β | παντὶ τῷ Γ, τὸ ἐξ ἀρχῆς CXIr ζητούμενον ἔλαβον. ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ xm Γ οὐδὲ τὸ Β παντὶ τῷ Γ συγχωρήσει· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β. νῦν οὗν [*](1 ἀλλὰ (C) προσλαμβάνειν GT ὅτι om. Cx 4 ἡ om. t post καὶ prius add. ἡ GT 5 κατασκευάσομεν—οὐδέτερον μέρος om. G ἡ PRIUS delevi ὅλως scnpsi: ὅλης TUt post μέρος tert. add. κατασκευάζεται U 6 λαμβάνεται U 8 τὸ prius om., ζῶον superscr. G1 λευκόν—10 ζῶον alt. om. G ὅτι alt om U 9 ὥσπερ—11 μέλαν ἐστίν om. T οὖν t: om. U ἔχειν t ἐλέξεις ex ἐλέγξαι corr. U2: ἐλέγξης t 10 πρῶτον scripsi: ἕνα Ut ζῶον prius J ζώου pr. D, t ζώου (ante μέλαν) t H μέλας pr. G, αν superscr G συλλογισθήσεται ἡ ἐλάττων πρότασις U 13 περὶ τοῦ τὰ ἐν ἀρχῆ αἰτεῖσθαι U: περὶ του ἐν ἀρχὴ σχήματος sic T μὲν om. (i: τὴν T 17 τὸ Tt: foramen Q 18 ὑπάρχοντα GTt cf. p. 454,21 sq. post ἡδονὴ add. xai ἡ D 20 πῶς om. G 21 τὰ om G αἰτούμενον G 22 an ἔστω ἡμῖν? 23 ἐὰν οὐν rj: καὶ ἄν ofi εαν a τὰ αݲ OM. g 24 ἐπεὶ (post δῆλον) G: ἐπὶ T αὐτῶ T 20. 27 τὸ ἐξ—τῷ γݲ om. GT 27 ἔλαβον t: ἔλαβεν U)

    452
    ἔλαβον τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. ἀλλὰ δὴ ληφθήτω τὸ αὐτὸ κατὰ CXIV τῶν αὐτῶν ὥστε εἶναι τὸ ΒΓ τὸ αὐτό. ἐὰν οὖν εἴπω τὸ Α παντὶ τῶ Β καὶ τὸ B παντὶ τῷ Γ, παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις γίνεται· ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ τῷ Γ οὐδὲ ὅτι παντὶ τῶ Β. οὕτω τὸ καθόλου καταφατικόν. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἡ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ. καὶ τέως λάβωμεν τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ὥστε εἶναι τὸ Α χωρίς, τὸ δὲ ΒΓ τὸ αὐτὸ ὥστ’ εἶναι τὸ B παντὶ τῷ Γ. ὁ οὖν μὴ συγχωρῶν ὅτι τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Α οὐδενὶ τῷ Β· τὸ γὰρ Β καὶ τὸ Γ τὸ αὐτό ἐστιν. ὥστε ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν μείζω νῦν γέγονεν. ἀλλὰ δὴ ἔστω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ὥστε εἶναι τὸ Α παντὶ τῷ B, τὸ Β οὐδενὶ τῷ Γ. ἀλλὰ ἀσυλλόγιστος ἡ συζυγία. εἰ δὲ ἀντιστρέψωμεν, γίνεται συλλογιστική, καὶ φανεροῦται ἡ ἐν ἀρχῇ αἴτησις οὕτως· εἰ τὸ B οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Α· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β· καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε καὶ τὸ Α οὐδενὶ τῷ Γ. ἡ οὖν ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΒΓ γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ὥστε εἰδέναι δεῖ ὅτι δι’ ἀντιστροφῆς ἐδείχθη νῦν ἡ ἐξ ἀρχῆς αἴτησις. πάλιν δέον ἔστω δεῖξαι τὸ μερικὸν καταφατικόν. λαμβάνομεν οὖν ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἡ τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. εἰ οὖν λάβωμεν τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ ὥστε τὸ αὐτὸ εἶναι τὸ ΑΒ, λαμβάνομεν οὕτως· τὸ Α παντὶ τῷ B, τὸ Β τινὶ ιῷ Γ, τὸ Α τινὶ τῷ Γ. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α τινὶ τῷ Γ οὐδ’ ὅτι τὸ Β τινὶ τῷ Γ συγχωρεῖ. ἐὰν δὲ λάβωμεν τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, συμβαίνει γίνεσθαι τὴν μείζω μερικήν, εἰ λάβωμεν τὸ αὐτὸ τὸ ΒΓ. ἀλλ’ ἀντιστρέψαντες ποιοῦμεν οὕτως· τὸ Γ παντὶ τῷ B, τὸ Β τινὶ τῷ Α, τὸ Γ τινὶ ιῷ Α, ὥστε καὶ τὸ Α τινὶ τῷ Γ. ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΑΒ· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α τινὶ τῷ Γ οὐδὲ τὸ Β τινὶ τῷ Α συγχωρήσει. ὥστε καὶ νῦν τὸ ἐν ἀρχῇ αἰτηθὲν δι’ ἀντιστροφῆς δείκνυται. ἔτι δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. οὐκοῦν ἢ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν λαμβάνομεν ὥστε εἶναι τὸ Α οὐ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ὥστε εἶναι τὸ Α παντὶ τῷ Β, τὸ B οὐ παντὶ [*](1 ἔλαβε U 2 β om. G 3 post y add. τὸ αݲ παντὶ τῶ γݲ TUt περὶ TUt 5 an p < συγχωρήσει >? τὸ καταφατικὸν τὸ καθόλου G ἀλλὰ—6 ἀποφατικόν rarg. U2 ἐστι U2 7 λάβομεν Tt 8 ὥστ᾿ εἶναι U: ἔσται οὖν Tt: ὥστ’ εἶναι—10 τὸ αὐτό oiu. G 11 περὶ Iibri itemque vs. 16. 23. 27 12 post τὸ alt. add. δὲ G 13 ἀντιστρέψομεν GU 14 τῶ β—τὸ γݲ U γݲ α e β corr. G1 14. 15 τῶ βݲ—οὐδενὶ om. GT 16 ὥστε GTt: ἔσται U ἐν ἀρχῆ U τὴν superscr. G 17 βݲγݲ It: p T: ἀρχὴν G 18 εἰδέναι] εἰ οὐ t δι’ om. Ut 19 πάλιν GTt: δὴ U ἔστω t: ἐστὶ GT: ἔσται U 19.20 ὥστε λαμβάνομεν, om. οὖν U 20 ἢ prius t cf. p. 453, 7: om. GTU 21 post ὥστε add. καὶ U β om. T 24 δὲ om. T 25 post μερικὴν add. καὶ ἔστιν ἀσυλλόγιστος συζυγία G λαμβάνομεν G τὰ αὐτὰ GTt τὸ alt. om. U 26 τὸ βݲ om. T 28 xtu p τινὶ τὸ G 30 ἔτι GTt: ἀλλὰ δεῖ U ἔστω t: ἔσται GTU εἰ GT 31 ὥστε—p. 457,10 λέγεται habet M)
    453
    τῷ Γ· ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ γίνεται τὸ μερικὸν ἀποφατικὸν ἐν πρώτῳ CXI σχήματι δεικνύον τὸ ἐν ἀρχῇ αἰτηθέν· εἰ γὰρ λάβωμεν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ, ἡ ἐλάττων ἀποφατικὴ εὑρίσκεται, καὶ ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία· εἰ δὲ λάβω τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, γίνεται ἡ μείζων μερική, καὶ ἀσυλλόγιστος ἡ συζυγία. οὕτως ἐν τῷ πρώτῳ σχήματι. εἰλήφθω οὗν τὸ δεύτερον σχῆμα, καὶ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ἡ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. καὶ πρότερον εἰλήφθω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ. τὸ Α παντὶ τῷ Γ ὥστε ταῦτα τὰ αὐτὰ εἶναι, τὸ Α οὐδενὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Β. ἡ ἐν ἀρχῇ σἴτησις παρὰ τὴν ΑΒ ἐστὶ πρότασις· ὁ γὰρ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ Β οὐδὲ τὸ Α οὐδενὶ τῷ Β συγχωρήσει· τὸ γὰρ ΑΓ τὸ αὐτὸ νῦν ἐστιν. εἰ δὲ εἴη τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλ’ οὔπω δῆλον εἴληπται τὸ ἐν ἀρχῇ αἰτούμενον, εἰ μὴ γένηται ἀντιστροφή · εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε ὁ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ B οὐδὲ τὸ Γ οὐδενὶ τῷ Α συγχωρήσει. ἀλλ’ ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν, καὶ ἔστω τὸ ΑΓ τὰ αὐτά· τὸ Α παντὶ τῷ F, τὸ Α οὐ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Β· ὁ γὰρ μὴ συγχωρῶν τὸ F οὐ παντὶ τῷ Β οὐδὲ τὸ Α οὐ παντὶ τῷ B συγχωρήσει. ὥστε τὸ ἐν ἀρχῇ αἰτηθὲν παρὰ τὴν ἐλάττω εἴληπται. εἰ δὲ ληφθῇ τὸ ΑΒ τὸ αὐτό, γίνεται ἡ μείζων μερικὴ μερικὴ καὶ οὐ δύναται ἀντιστραφῆναι· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. προκεχειρίσθω νῦν τὸ τρίτον σχῆμα καὶ δεικνύσθω τὸ μερικὸν καταφατικόν, ὥστε τὰ αὐτὰ κατὰ τοὺ αὐτοῦ· τὸ Α παντὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω πρότασιν· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α τινὶ τῷ Β οὐδὲ τὸ B παντὶ τῷ Γ συγχωρήσει ἀντιστρέψον ὥστε καὶ τὸ Γ τινὶ τῷ Β. ὁμοίως, εἰ εἴη τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, δι’ ἀντιστροφῆς δείκνυται· τὸ Α παντὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β, ὥστε καὶ τὸ Β τινὶ τῷ Α· νῦν γὰρ ἐλήφθη τὸ αὐτὸ τὸ ΒΓ. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. εἰ μὲν δειχθῇ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ὥστε εἷναι τὴν μείζω καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττω καθόλου καταφατικήν, δείκνυται. ἄλλως δὲ ὅλως οὐ δείκνυται· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. οὕτω κατὰ τὰ τρία σχήματα δείκνυται τὸ ἐν ἀρχῇ αἰτηθέν.

    p. 65a3 Συμβαίνει γὰρ αὐτὸ δι’ αὐτοῦ τὸ A δεικνύναι τοὺς οὕτω συλλογιζομένους.

    Ὅταν διὰ μέσου τινὸς τὸ ἐν ἀρχῇ αἰτῆται, συμβαίνει ποιεῖν αὐτὸν [*](5 tui M: om. Ut li ἔσται t 10 περὶ ΜUt 11 τῶ Μ 15 posl τῶ y del. καὶ τὸ αݲ οὐδενὶ τῶ γݲ M 16 οὐδὲ τὸ MU: οὐδενὶ τῶ (??) 17 τὸ αݲ τὸ γݲ M 18 β prius U: γݲ Μt 19 περὶ Mt 21.22 προκεχειρήσθω U 24 περὶ Ml. 25 ἀντίστρεψον Mt 31 ἄλλως—δείκνυται mrg. U2 οὔτε (ante γὰρ) ex οὐ corr. U2 34 έαυτοῦ t: αὑτοῦ Arist. αὐτοῦ An) 36 διὰ e δὴ corr. I)

    454
    τὴν διὰ τριῶν δεῖξιν. οἷον εἰ τὸ Α δείκνυται διὰ τοῦ Β, τὸ δὲ Β δείκνυται CXIV διὰ τοῦ Γ, εἴη δὲ καὶ τὸ Γ δείκνυσθαι διὰ τοῦ Α, ὥστε τὸ αὐτὸ τοῦ αὐτοῦ δεικτικόν ἐστιν· εἰ τὸ Β, τὸ Α· εἰ τὸ Γ, τὸ rv εἰ τὸ Β· τὸ 1 Γ. ὥστε εἰ τὸ Α, τὸ Α. τὸ αὐτὸ ποιοῦντες καὶ οἱ τὰς παραλλήλους γράφοντες τὸ ἐν ἀρχῇ αἰτοῦνται· βούλονται γὰρ παραλλήλους εὐθείας ἀπὸ τοῦ | CXIIr μεσημβρινοῦ κύκλου καταγράψαι δυνατόν, καὶ λαμβάνουσι σημεῖον ὡς εἰπεῖν προσπῖπτον περὶ τὸ ἐπίπεδον ἐκείνου, καὶ οὕτως ἐκβάλλουσι τὰς εὐθείας. καὶ ὃ ἐζήτηται, τοῦτο εἴλπται· ὁ γὰρ μὴ συγχωρῶν γίγεσθαι τὴν παράλληλον οὐδὲ τὸ σημεῖον συγχωρήσει ἐκεῖνο. ὥστε ὡς λέγει αὐτός, ἕκαστον εἶναι λέγειν, ὅτι ἔστιν ἕκαστον, ἀντὶ τοῦ ῾ διὰ τί τὸ Α ἔστιν;’ ‘ἐπειδὴ τὸ Α ἔστιν᾿ ὥστε τὸ αὐτὸ εἶναι, ἐπειδὴ ἔστι τὸ αὐτό.

    p. 65a 10 Et οὗν τις ἀδήλου ὄντος ὅτι τὸ Α ὑπάρχει τῷ Γ.

    Ἐάν τις οὕτως ἀδήλως λάβῃ ὅτι τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, οὔπω δῆλον ἐν ποίᾳ προτάσει τὸ ἐν ἀρχῇ αἰτηθέν. ἐὰν δὲ λάβω οὕτως, ὅτι τὸ Β τῷ Γ τὸ αὐτό ἐστιν, ὥστε εἶναι τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, τότε φαίνεται ὅτι παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις. νῦν δὲ τὸ παράδειγμα ποιεῖται ὡ, ἐπὶ τοῦ πρώτου σχήματος, ἐπεὶ οὔτε ἐπεξέρχεται πάσας τὰς συζυγίας.

    p. 65 a 14 Ὥστε ταὐτὸν εἶναι.

    Ἐπεξηγεῖται αὐτὸς ὅτι ἐστὶ τὸ αὐτὸ εἶναι τὸ τοὺς δύο ὅρους ἢ ἀντι- στρέφειν πρὸς ἑαυτούς, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, ἡ ἐνυπάρ- χειν τὸν ἕτερον τῷ ἑτέρῳ, ὡς ἡδονὴ καὶ χαρά. ἀλλ᾿ εἰδέναι δεῖ ὅτι καθόλου γίνεται ἡ πρότασις καταφατική, ἤτοι ἐνυπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ ἤτοι ἀντιστρέφει μόνον.

    p. 65 a 17 Nov δὲ τοῦτο κωλύει, ἀλλ’ οὐχ ὁ τρόπος. Ἡμῶν εἰρηκότων ὅτι τὸ Α παντὶ τῷ Β, εἴ τις ἐρεῖ ἡμῖν πόθεν δῆλον ὅτι τὸ A παντὶ τῷ B, ἐπειδὴ ἐλάβομεν τὸ αὐτὸ τὸ ΒΓ, φησίν, εἰ ἀντιστρέψοι, δειχθήσεται, ὅτι εἰ τὸ Β παντὶ τῷ Γ, καὶ τὸ Γ παντὶ τῷ B. [*](1 δείκνύτο pr. 1. U (corr. U-) δείκνυτο alt. 1. U 2 K supra y scr. U 3 τῷ a pr. I. t xw p alt. 1. pr. M, t εἰ τὸ a, τὸ (ra pr. 51, t) y om. U 4 εἰ] ή U ποιοῦντες AG: ποιοῦσι MUt 4.5 γράφοντες—παραλλήλους om. M 6 an δυνατὸν < ὄν > ? 7 πίπτον Ut παρὰ U 8 ἐζητεῖτο—ἔλαβεν ἔλαβεν U 12 δήλου M αݲ M Arist.: βݲ Ut 14 δὲ om. t 15 βݲ p Ut 16 φαίνεται ὅτι iterat t περὶ libri τὸν Ut 17. IS ἐπεὶ—συζυγίας om. U 19 ante ὥστε add. Εἰ μέντοι τὸ ’ πρὸς τὸ y οὕτως ἔχει t 22 τὸν M: τὸ Ut aute χαρά add. ή I ἀλλ’ εἰδέναι] hiuc iterum Β 23 ἤτοι ἐνυπάρχειν U: ὅταν ἐνυπάρχη Β 24 ἢ Β 26 ὲγνοηκότων M 27 ἐλάμβανεν t post βݲγݲ add. ὥστε τὸ αὐτὸ τὸ py λέγει U 27. 28 ἀντιστρέψει B)

    455
    δειχθήσεται δὲ λμβανόντων ἡμῶν ὅτι τὸ Α παντὶ τῷ Γ, τὸ Γ πντὶ τῷ B.CXH εἰ δὲ τοῦτο κωλύει, τουτέστι τὸ μὴ ἀντιστοͅ:́-φειν, οὐχ ὁ τρόπος ἀντὶ τοῦ ςοὐχὶ τὸ συμπέρασμα τὸ λέγον τὸ Α παντὶ τῷ Γ’. πότε δὲ οὐκ ἀντιστρέφει; οἷον εἰ λάβωμεν ὅτι ή χαρὰ ήδονή· οὐ πάντως δὲ καὶ ή ἡδονὴ χαρά, εἰ μή τι προσὃιοοͅισόυ1---θα οἰὶ ή ἡδονὴ σύστοιχος τῇ χαρᾷ ἐστιν. ὥστε νῦν τοῦτο κωλύει, τὸ μὴ προσδιωρίσθαι. εἰ δὲ προσδιορι- σόμεθα, οὐδὲν κωλύει. ·ίίνεται δὲ τὸ διὰ τριῶν, ὡς αὐτὸς λέγει, οὕτως· ἐδείχθη τὸ AT διὰ τοῦ ΑΒ καὶ τὸ Α 15 νῦν διὰ τοῦ Α(. ὥστε τὸ \l’ δι’ ἑαυτοῦ ἐδείξαμεν, ἤτM αὐτὸ δι’ ἑαυτοῦ· εἰ γὰρ τὸ Α B, καὶ τὸ ΑΓ· εἰ δὲ τὸ ΑΓ, καὶ τὸ ΑΒ, ὥστε εἶναι τὸ Α6 τῷ AB εἶναι.

    p. 65al9 ιHσύτως δὲ κἄν εἰ τὸ Β τῷ Γ λαμβάνοι·

    Ἐλαβε πρῶτον τὸ αὐτὸ κατὰ τῶν αὐτῶν· νῦν λαμβάνει τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. καὶ φησὶν ὅτι, ἐὰν ληφθῇ τὸ Β [πρὸς] τῷ Γ ὡς ἄδηλον, καὶ εἰ τὸ Α (κατὰ κοινοῦ τῷ Γ) ἄδηλόν ἐστιν, οὔπω δῆλον εἰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. εἰ δὲ λάβοι οὕτως ὥστε τὸ ΑΒ τὸ αὐτὸ εἶναι, συμβαίνει τὴν ἐξ ἀρχῆς αἴτησιν παρὰ τὴν ἐλάττω γίνεσθαι πρότασιν. τὸ αὐτὸ δὲ εἶναι λέγομεν τὸ Α τῷ Β ἢ τῷ ἀντιστρέφειν ἢ τῷ ἐνυπάρχειν ἕτερον ἑτέρῳ·

    p. 65*29 ’Ev μὲν τῷ μέσῳ σχήματι καὶ τοίτῳ ἀμφοτέρως ἀν ἐνδέχοιτό.

    Eἰρηκὼς ὡς ἐπὶ -ιαοͅαοαείγματος ἐν πρώτῳ σχήματι περὶ τῶν καθόλου καταφατικῶν νὗν οὐ λέγει τἀς συζυγίας πάσας, ἀλλὰ μόνον τοῦτο λέγει, ὅτι καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ ἐνδέχεται γενέσθαι τὸ ἐν ἀρχῇ αἰτηθὲν (λείπει δὲ τὸιὥσπερ ἐν πρώτῳ’) καὶ περὶ τῶν καταφατικῶν καὶ ἀποφατικῶν, καὶ κατφατικῶν ὡς ἐν πρώτῳ καὶ τρίτῳ· ἐν γὰρ δευτέρῳ καταφατικὸν οὐ συνάγεται. ὡς δὲ ἐδείκνυτο ἐν πρώτῳ τὰ καταφατικά, λαμβάνοντες ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἢ τὰ αὐτὰ κατὰ τοῦ αὐτοὐ, οὕτω καὶ ἐν τρίτῳ σ,χήματι λαμβάνομεν. ἐς̓-αιd--́-aι-́-θα δὲ πῶς ἐν τρίτῳ σχήματι τοῦτό ποιοῦμέν.

    [*](1 δειχθήσεται- Tdi p om. Β, mrg. U2 post xcb p iterat ὸειχθἡσετι—‘τῶ , M J κωλύοι M post ἀντιστρέφειν add. νῦν οὖν τοῦτο κωλύει C •• προσδιορ̀ισώ- μεθα MUt 5.6 ὲστι tt} χαρᾶ Β 6 post δὲ del. μῸἱ B ι6·7̓́ προσοιωρι-- σώμεθα pr. U, t: προσδιωρισόμεθα corr. D2 9 δι’ ἑαυτὸ εὸειςεν̀ εαυ-ο’ η υτου om D 10 τῷ scripsi: τὀ BMUt LI τὸ --́ι M 1- κατα alt 1;M,; πο Ι 13 πρὸς delevi τὸ 7. ’ll vi,l'',ul- I"'- B " lu,1 ἐστ-ιν add ἢ l. r, λάβη U 16 περὶ BM1 IT τὀ ante ἀντιστρ) M τω tert. Β·· το Mil is post, καὶ add. xu. Η (CO ἀμφότερα Β 20 περὶ om. M ^2 εͅν alt. om. t: ἐν t«L U γίνεσθαι Β -’ καὶ Prius M: ""K 1U ’ 2ο εν π̣ρωτω, ενα ’ τὰ om. U post καταφατικὰ add. οὕτωσ U "-’7 ] p. 453,22 sq.)
    456

    p. 65a32 Ὅταν δὲ ἀποφατικῶς, ὅταν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ.

    Εἰρηκὼς περὶ τῶν καταφατικῶν τῶν ὲν τρίτῳ σχήματι πῶς συνάγονται, ὅτι ὥσπερ ἐπὶ τοῦ πρώτου, νῦν λέγει περὶ τῶν ἀποφατικῶν τῶν ἐν τρίτῳ σχήματι. πότε δὲ γίνεται ἐν τρίτῳ σχήματι; ὅταν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ληφθείη <ἢ> τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. οὐχ ὁμοίως δὲ δείκνυνται αἱ προτάσεις ἀμφότεραι αἱ ἐν τῷ πρώτῳ καὶ τρίτῳ. διὰ τί οὐχ ὁμοίως; διὰ τὸ μὴ ἀντιστρέφειν τοὺς ὅρους κατὰ τοὺς ἀποφα|τικοὺς CXIIV συλλογισμούς· τὸ γὰρ μερικὸν ἀποφατικὸν οὐκ ἀντιστρέφει πρὸς ἑαυτό. τὸ δὲ ἐν μέσῳ παρεμβληθέν, ἤτοι τὸ ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ, συνεχές ἐστι τῷ προειρημένῳ, ὅτι ὥσπερ ἐν πρώτῳ δείκνυται τὰ ἀποφατικά, οὕτω καὶ ἐν τῷ μέσῳ δείκνυται. ἄλλως δὲ οὐκ ἔνι καταστῆσαι τὴν λέξιν. ἐδείξαμεν δὲ καὶ ἡμεῖς ἐπεξελθόντες ὅλα τὰ σχήματα ὅτι ἐν τρίτῳ σχήματι [καὶ πρώτῳ] τὸ μερικὸν ἀποφατικὸν οὐ συνάγεται, εἰ μή τί γε εἴη τὸ καθόλου ἀποφατικὸν πρὸς τῷ μείζονι, τὸ δὲ καθόλου καταφατικὸν πρὸς τῷ ἐλάττονι. ἀλλὰ νῦν οὐ δι’ ἑαυτὸ συνάγεται, ἀλλ’ ὅταν ἡ μία μερικὴ δυνηθῇ γενέσθαι.

    Καὶ οὐχ ὁμοίως. ὁ ‘καί’ σύνδεσμος τὴν ἀσάφειαν ἐργάζεται.

    p. 65a35 Ἔστι δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι. Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ἢ κατὰ ἀλήθειαν, ὡς ὅταν εἴπῃ ‘ἡ ψυχὴ αὐτοκίνητος’, ἢ κατὰ δόξαν, ὡς ὅταν ἄλλο δι’ ἄλλου δεικνύοιτο, ὡς καὶ νῦν ἐποίησεν.

    p. 65a38 Τὸ δὲ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος, ὃ πολλάκις εἰώθαμεν ἐν τοῖς λόγοις λέγειν.

    Βούλεται ἐν τούτοις ὁ φιλόσοφος εἰπεῖν περὶ τοῦ μὴ παρὰ τοῦτο συμβαίνειν, ὡς ὅτι ἐκείνη ἡ πρότασις οὐδ’ ὅλως λαμβάνεται· οἷον εἰ λάβω χρῶμα παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι ὥστε καὶ τὸ λευκὸν παντὶ κόρακι. τοῦτο τὸ ἀδύνατον συνέβη οὐ διὰ τὸ λαβεῖν ὅτι τὸ χρῶμα παντὶ λευκῷ· κἂν γὰρ ἐλαμβάνετο ἢ μὴ ἐλαμβάνετο, [*](1 ὅταν prius om. Bt (eras, n) ἀποφατικῶς δὲ Bt (n) 4 ante τρίτῳ utrumque add. Tui U post σχήματι prius add. πῶς συνάγονται Β 5 ἢ addidi δὲ, quod post ληφθείη habent libri, transposui (5 post καὶ add. ἐν MUt 7 κατὰ] κα superscr. U2 10 εἰρημένω Bt 11 ἔνι MU: ἔστι Β: ἦν t 12 ἐδείξαμεν] p. 452,29 sq. 13 καὶ πρώτῳ delevi: καὶ om. M οὐ om. U post συνάγεται add. καὶ Β 14 post εἴη add. ἐν τρίτω σχήματι Bt καθόλου prius BMt: μερικὸν U 17 ἀσφάλειαν M 19 post ἡ add. οὕτως U post ἀλήθειαν add. τὸ ἐν ἀρχῆ αἰτεῖται U an εἴπῃς? 20 δείκνυτο MU (pos υ ras. U) 22 περὶ τοῦ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος inscr. U, om. συμβ. τὸ ψ. B τοῦτον pr. M 23 ἐν τοῖς λόγοις εἰώθαμεν t Arist. 25 ὡς om. U an ὅτε?)

    457
    οὐδὲν ἧττον ἠκολούθει τὸ ἀδύνατον· ἐὰν γὰρ ἐλαμβάνετο ὅτι λευκὸν παντὶ CXIIV πτηνῷ, πτηνὸν παντὶ κόρακι, καὶ λευκὸν παντὶ κόρακι, ὁμοίως τὸ ἀδύνατον ἠκολούθει. ὥστε ἐκ τούτου φανερὸν ὅτι τὸ μὴ παρὰ τοῦτο συμβαίνει ἀδυνάτου τινὸς ὄντος. εἰ δὲ μή ἐστι παρὰ τοῦτο, δῆλον ὅτι παρὰ ἄλλην ἐστὶ πρότασιν οἱανδήποτε ληφθεῖσαν, ὡς καὶ νῦν παρὰ τὸ τὸ λευκὸν παντὶ πτηνῷ ληφθῆναι τὸ ἄτοπον ἀκολούθησεν. οὕτω τὸ μὴ παρὰ τοῦτο γίνεται.

    Τὸ δὲ μὴ παρὰ τοῦτο, ὃ πολλάκις προσδιαλεγόμενοι λέγομεν.

    p. 65b1 Οὔτε γὰρ ὁ μὴ ἀντιφήσας ἐρεῖ τὸ οὐ παρὰ τοῦτο, ἀλλ’ ὅτι ψεῦδός τι ἐτέθη τῶν προτέρων, οὔτ’ ἐν τῇ δεικνυούσῃ. Ὅτι οὐ παρὰ τοῦτο λέγεται, ὅτε τις ἀντιφάσκει ἡμῖν ἐρίζων. εἰ δὲ μή, αἱρεῖται λέγειν ὅτι ψεῦδος συνήχθη, καὶ οὐκέτι λέγει οὐ παρὰ τοῦτο.

    p. 65b4 Οὐκ ἔστιν εἰπεῖν ὡς οὐ παρὰ τὸ κείμενον.

    Ὅταν ἀκολουθήσῃ ἀδύνατον ἐπὶ τῶν δεικτικῶς δεικνυμένων, οὐ δυνατὸν εἰπεῖν ἡμᾶς ὅτι οὐ συνήχθη τοῦτο παρὰ τὰς προτάσεις. τὸ δὲ μὴ παρὰ τοῦτο ἐρεῖς ἐπὶ τῆς μὴ παραλαμβανομένης προτάσεως τοῦ ἀδυνάτου, ὡς επὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.

    p. 65b5 Ὅταν ἀναιρεθέντος τούτου μηδὲν ἧττον.

    Ἐκείνην λέγομεν τὴν πρότασιν μὴ παρὰ τοῦτο τὴν μὴ παραλαμβανομένην ἐν τῷ συλλογισμῷ. οὐ μέντοι διὰ ταύτην ἧττον συμβαίνει συλλογίσασθαι τὸ προκείμενον, ὅπερ συμβαίνει ἐπὶ τοῖς δεικτικοῖς· ἐπὶ γὰρ τούτων εἰ μὴ ληφθῇ <ἡ> πρότασις, οὐδὲ ὁ συλλογισμὸς γίνεται ὁ πρὸς τὴν προτασιν.

    p. 65b9 Φανερὸν οὗν ὅτι ἐν τοῖς εἰς τὸ ἀδύνατον λέγεται τὸ μὴ παρα τουτο.

    Ὥσπερ πόρισμα ἔλαβεν εἰπὼν τὸ μὴ παρὰ τοῦτο λέγεται, ὅτε ἀδύνατόν τι συμβαίνει’, καὶ πάλιν δὲ ‘τότε λέγομεν τὸ μὴ παρὰ τοῦτο, ὅτε ἐκείνης τῆς προτάσεως καὶ οὔσης καὶ μὴ οὔσης οὐδὲν ἧττον τὸ ἄτοπον συμβαίνει’.

    [*](5 post τὸ prius add. καὶ Bt τὸ alt. om. ’ 7 προσδιαλεγόμενον t 8 ὁ ΒΜt(Α): om. U Arist. posl ἀντιφήσας add. τις Bl (u, re. n) ante μὴ Q; om. M Arist. 9 post προτέρων add. τάσεων sic U 10 λέγεται] hue usque M αἱρεῖται corr. BU2: ἐρεῖται pr. BU, t 12 ante οὐκ add. ὲ́τι δὲ ὅταν ἀναιρεθῇ τι δεικτικῶς διὰ τῶν α΄ β΄ γ΄ t 13 δεικτικῶν Bl II οὐ om. B 17 anti add. τὸ γὰρ μὴ παρὰ τοῦτο γίνεσθαι τότε λέγομεν t 19 συμβαίνειν Bt 19.20 συλλογισθῆναι U 21 ἡ addidi 25 εἰπεῖν I 26 τότε ’i: τοῦτο B 27 post ὅτε add. καὶ Β 28 σημαίνει U)
    458

    p. 65b14 Ὅταν ἀπὸ τῆς ὑποθέσεως ἀσύναπτος ᾖ. CXIIV

    Διὰ δύο αἰτίας γίνεται τὸ μὴ παρὰ τοῦτο, μίαν μέν, ἤτοι ὅταν οἱ μέσοι ὅροι μὴ συνάπτωσι πρὸς ἑαυτούς, ὡς εἴ τις βουληθῇ τὸν Ζήνωνος λόγον 〈ἐλέγχων〉, ὅτι οὐκ ἔστι κίνησις, λαμβάνειν ὅτι ἀσύμμετρος ἡ διάμετρος. ἔλεγε δὲ Ζήνων μὴ εἶναι τὴν κίνησιν ἀπὸ τοῦ λαμβάνειν μὴ γίνεσθαι τὸ τέλος τῆς ὁδοῦ μὴ τοῦ μέσου ληφθέντος, καὶ πάλιν ἐκείνου μὴ τοῦ μέσου, καὶ τοῦτο εἰς ἄπειρον· τὸ δὲ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ γενέσθαι οὐ δυνατόν· ὥστε ἀνῄρηται ἡ κίνησις. οὕτως ὁ Ζήνωνος λόγος. διὰ μίαν οὖν αἰτίαν γίνεται, ὅταν μὴ συνάπτωνται οἱ μέσοι ὅροι πρὸς ἑαυτούς. |

    p. 65b24 Ἄλλος δὲ τρόπος, εἰ συνεχὲς μὲν εἴη τὸ ἀδύνατον CXIIIr τῇ ὑποθέσει, μὴ μέντοι δι’ ἐκείνην συμβαίνοι.

    Ἡ δευτέρα αἰτία τοῦ γίνεσθαι τὸ μὴ παρὰ τοῦτο, ὅταν συνδέωνται μὲν οἱ μέσοι ὅροι, μὴ μέντοι διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν συμβαίνῃ τι ἄτοπον, ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ καὶ τοῦ πτηνοῦ καὶ τοῦ κόρακος.

    p. 65b22 Τοῦτο γὰρ ἐγχωρεῖ γενέσθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω.

    Οἷον ἐπὶ τὸ ἄνω τὸ ΑΒ, ἐπὶ τὸ κάτω τὸ ΓΔ, ἢ ἐπὶ τὸ ἄνω τὸ Α τῷ Β, ἐπὶ τὸ κάτω τὸ Β τῷ Γ, τὸ Γ τῷ Δ, ὥστε εἶναι τὸ Β τῷ Δ.

    Καὶ ἀφαιρεθέντος τοῦ Α οὐκέτι ἔσται τὸ ἀδύνατον. εἰ μὲν ἐπὶ τὰ ἄνω λαμβάνομεν τὰς προτάσεις, τὸ μὴ παρὰ τοῦτό ἐστι καθ’ οὗ κατηγορεῖται τὸ Α, τὸ Β. ὥστε τὸ ψεῦδος διὰ τοῦ ΑΒ λαμβάνεται· ἀφαιρεθέντος δὲ τοῦ ψεύδους οὐκέτι ἄτοπον συμβαίνει.

    p. 66a1 Φανερὸν οὗν ὅτι τοῦ ἀδυνάτου μὴ πρὸς τοὺς ἐξ ἀρχῆς.

    Φανερὸν ὅτι τὸ ἀδύνατον συμβαίνει οὐ διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀλλὰ διὰ τὰς ψευδεῖς προτάσεις, ὡς ἐλέγομεν ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.

    [*](3 συνάπτουσι t 4 ἐλέγχων addidi λαμβάνειν scripsi: λαμβάνει BUt ὅτι prius Ut: ὡς Β 6.7 μὴ τοῦ—ἄπειρον mrg. U2 7 ante τό δὲ add. μὴ μεσάσαντας καὶ πάλιν ἐκείνης μὴ μεσάσαντας οὕτε τὸ τέλος. καὶ τοῦτο εἰς ἄπειρον U 8 οὐ δυνατόν Bt: ἀδύνατον U ἀνήρητο B 9 δὲ U συνάπτονται t 11 ante ἄλλος add. οὐδαμῶς γὰρ οὐδαμῆ συνεχές ἐστι τὸ ψεῦδος τῆ φάσει τῆ ἐξ ἀρχῆς U 13 Post τοῦ add. μὴ, quod Waitz Organ. Ι 29 deleverat, Bt 14 συμβαίνῃ b: συμβαίνειν BUt τι Bt: τὸ U 15 τοῦ tert. et quart, om. Dt 18 τὸ ἄνω τὸ pr. I. scripsi: τοῦ ἄνω τοῦ Bt: τοῦ ἄνω τῆ U τοῦ κάτω τοῦ Bl γݲδݲ—19 τῷ δ] βγݲ τὸ βγݲ. γݲδ U 19 ἐπὶ τὸ κάτω τὸ β τῷ γݲ t: oin- B τὸ εἶναι βݲδݲ U 21 immo ἐπὶ τὸ 22 τῶ lH τὸ (ante ψεῦδος) om. t 23 οὐκέτι ex οὔτι corr. U συμβαίνει ἄτοπον Β 24 δὲ Β 25 post φανερὸν add. οὖν t 26 ἐλέγομεν] p. 456,26 sq. 27 τοῦ om. Ut)
    459

    p. 66a3 Kαὶ γὰρ εἰ μὴ τῷ Β ἀλλὰ τῷ Κ ἐτέθη τὸ Α ὑπάρχειν. CXIIIr

    Ἐπειδὴ ἐλέγομεν ἐπὶ τοῦ μὴ παρὰ τοῦτο ὅτι τὸ ἄτοπον συμβαίνει καὶ ὄντος καὶ μὴ ὄντος ἐκείνου τοῦ πρώτου ὅρου, ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ, νῦν λαμβάνει πρότασιν ὡς οὖσαν μόνως, καὶ ὅμως οὐ δι’ αὐτὴν τὸ ἄτοπον ἕπεται. οἷον ὡς αὐτὸς λέγει, <εἰ> τὸ Α παντὶ τῷ Κ, τὸ Κ παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, ὥστε τὸ Α παντὶ τῷ Δ, τοῦτο δὲ ἀδύνατον, οὐ διὰ τὸ Α παντὶ τῷ Κ συμβαίνει τὸ ἀδύνατον ἀλλὰ δι’ ἄλλην τινὰ πρότασιν.

    p. 66a11 Ἐπεὶ τὸ αὐτό γε ψεῦδος συμβαίνειν διὰ πλειόνων.

    Φησὶν οὐδὲν ἄτοπον ὅτι καὶ οὔσης καὶ μὴ οὔσης τῆς πρώτης ὑποθέσεως [οὐδὲν] ἀδύνατον συμβαίνει· ταὐτὸ γὰρ ψεῦδος πολλάκις συμβαίνει διὰ πολλὰς ὑποθέσεις ψευδεῖς, ὡς αὐτὸς λέγει.

    p. 66a16 Ὁ δὲ ψευδὴς λόγος γίνεται παρὰ τὸ πρῶτον ψεῦδος.

    Τοῦτο βούλεται εἰπεῖν, ὅτι ψευδὲς συμπέρασμα γίνεται ἐκ δύο προτάσεων ἢ ἐκ πλειόνων. εἰ μὲν οὖν ἐκ δύο, ἐν θατέρᾳ ἢ ἐν ταῖς δυσὶ τὸ ψεῦδος. εἰ δὲ ἐκ πλειόνων, ἐν ταῖς πρώταις προτάσεσι τὸ ψεῦδος· οἷον εἰ δείκνυται τὸ ΑΒ διὰ τοῦ ΓΔ, τὸ δὲ ΓΔ διὰ τοῦ ΖΗ, εἴη δὲ ψευδὲς τὸ ΑB, ψευδεῖς εἰσιν καὶ αἱ ΖΗ· ἐκ τούτων γὰρ συνάγεται καὶ τὸ ΓΔ, ἅτινα ΓΔ συνάγουσι τὸ ΑB. ὥστε περὶ τὰς πρώτας προτάσεις εὑρήσεις τὸ ψεῦδος.

    p. 66a25 Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον. Βούλεται διὰ τούτων εἰπεῖν ὁ Ἀριστοτέλης ὅπως μὴ κατασυλλογίζωνται ἡμῶν. καὶ φησὶν ὅτι παρατηρητέον τοῦτο, ὅπως μὴ τὸν αὐτὸν ὅρον πολλάκις λάβοι ὁ προσδιαλεγόμενος· εἰ γὰρ πολλάκις λάβοι, ἢ τῷ μὲν ποιεῖ αὐτὸν ὑποκείμενον τῷ δὲ κατηγορούμενον, καὶ ποιεῖ τὸ πρῶτον σχῆμα, ἢ ἀμφοτέρων λαμβάνει αὐτὸν κατηγορούμενον, καὶ ποιεῖ τὸ δεύτερον σχῆμα, ἢ ἀμφοτέροις ὑποκείμενον, καὶ ποιεῖ τὸ τρίτον σχῆμα. ἐὰν δὲ μὴ λάβῃ δὶς τὸν αὐτὸν ὅρον, οὐδαμῶς δυνατὸν κατασυλλογίσασθαι. ἢ πάλιν εἰ λάβῃ [*](1 ἐτέθη I Αlist: τεθῆ BD 2 τὸ 0111. Β 1 τοῦ inn. I πρότασιν Bt: αὐτὴν 1 ὡς supra καὶ scr. U- post οὖσαν add. καὶ U 5 εἰ addidi 9 συμβαίνει U lo ὅτι post φησὶν colloc. B πρώτης οm. Β 11 οὐδὲν delevi ταὐτὸ scripsi: τοῦτο BUt post γὰρ add. τὸ I 1 12 ὡς αὐτὸς λέγει om. Β 13 ψευδοῦς λόγου inscr. U 15 θατέρα t: θατέρω ΒU τοῖς D IT τῶν (ante γݲ δݲ Β 19 immo παρὰ 21 περὶ τοῦ μὴ κατασυλλογίζεσθαι inscr. B κατασυλλογίσασθαι D 23 τοῦτο] τοῦ in ras. U -I an λάβη ὁ? 27 ὑποκείμενα (J 28 λάβοι Β)

    460
    ἀμφοτέρας μερικὰς τὰς προτάσεις, οὐδαμῶς συλλελόγισται. εἰ δὲ βουλόμενος δεῖξαι τὸ καθόλου ἀποφατικὸν λάβῃ μίαν πρότασιν ἀληθῆ ἀποφατικήν, ἡμῶν τῇ καταφατικῇ ἐνισταμένων διὰ τὸ ἄμ|φω γίνεσθαι ἀποφατικὰς ὁμοίως CXIIIV οὐ συλλελόγισται. λέγει οὖν πρῶτον πῶς ὀφείλομεν μὴ κατασυλλογίζεσθαι· ὕστερον δ’ ἐρεῖ πῶς ἡμεῖς ἄλλους κατασυλλογίσασθαι δυνηθείημεν. καὶ παραγγέλλει ἐπὶ τοῦ ἵνα μὴ κατασυλλογίζωνται ἡμῶν ταῦτα, ἃ ἡμεῖς εἰ ποιή- σομεν, κατασυλλογισόμεθα.

    p. 66a27 Ἐπειδήπερ ἴσμεν ὅτι ἄνευ τοῦ μέσου συλλογισμὸς οὐ γινεται.

    Ἐὰν τὸν μέσον ὅρον οὐ δῶμεν εἰς τὸ ληφθῆναι δὶς ἀλλ’ ἅπαξ, τῇ δὲ ἄλλῃ προτάσει ἐνστῶμεν, ἵνα μὴ ληφθῇ δίς, οὐ γίνεται συλλογισμός· ἄνευ γὰρ τοῦ μέσου ὅρου συμπέρασμα γενέσθαι οὐ δύναται. πῶς δὲ ὀφείλομεν τηρεῖν τὸν μέσον ὅρον καὶ μὴ διδόναι ἐν ἑκάστῳ σχήματι, δῆλον. εἰ γὰρ βούλεταί τι ἐν πρώτῳ σχήματι συνάξαι, εἰ λάβ‘ῃ αὐτοῦ τὸν μέσον ὅρον ἢ ὑποκείμενον τῷ ἄκρῳ ἢ κατηγορούμενον, παραχωρῶμεν. εἰ δὲ λάβῃ ὥστε τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι τὸν μέσον ὅρον, τότε ἐνστῆναι ὀφείλομεν καὶ μὴ συγχωρεῖν τῇ μιᾷ προτάσει· ἐὰν γὰρ μὴ συγχωρήσωμεν δὶς αὐτὸν ληφθῆναι, οὕτε συλλογισμὸν ποιήσει. τοῦτο δὲ οὐκ ὀφείλει ἡμᾶς λαθεῖν, εἴτε ἐν πρώτῳ ἢ δευτέρῳ ἡ τρίτῳ βούλεται συλλογίσασθαι σχήματι, ἐπειδὴ ἡμεῖς ὑπέχομεν τὸν λόγον, ὁ δὲ ὑπέχων τὸν λόγον οὗτός ἐστιν ὁ δυνάμει τὸ συμπέρασμα συνάγων· τῇ γὰρ ἐκείνου θέσει ἕπεται τὸ συμπέρασμα.

    p. 66a33 Χρὴ δὲ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομενους.

    Εἰρηκὼς ὅτι οὐκ ὀφείλομεν δὶς τὸν αὐτὸν ὅρον συγχωρεῖν διὰ τὸ μὴ λαμβάνειν τὸν κατασυλλογιζόμενον ἡμῶν ὃ βούλεται, νῦν λέγει πῶς ἄν οἱ κατασυλλογιζόμενοι κατασυλλογίσασθαι δύνωνται, ἐὰν κρύψιν τῆς τάξεως τῶν ὅρων ποιήσωνται, ἵνα νομίσῃ ὁ προσδιαλεγόμενος ἀσυναρτήτους εἶναι

    [*](1 τἀς μερικὰς Β post συλλελόγισται add. καὶ ἀμφοτέρας ἀποφατικὰς ὁμοίως οὐ συλλογιοῦνται U 2 λάβοι U1, ωσι superscr. U2 ἀποφατικὴν ἀληθῆ Β 2.3 ἡμῶν— ἀποφατικὰς om. U 3 ἀποφατικήν t 4 συλλελόγισται Β: συλλογιεῖται t: συλλογιοῦνται U μὴ om. U κατασυλλογίσασθαι U 5 δ᾿ om. U ζε α έ ειν ἡμεῖς—6 παραγγέλλει Bt: ὀφείλομεν μὴ ·κατασυλλογίσασθαι παρήγγηλλεν U (superscr. U1) immo ἄλλων 6 κατασυλλογίζονται t fort. ταὐτά 6. 7 ἐποιήσαμεν, om. εἰ t S ἐπειδὴ Β 12 ἄνευ ex ἕνα, ut videtur, corr. U2 14 an τις? λάβοι U 15 παραχωροῦμεν U λάβοι U 16 τὸ μὲν U τοῦ t: xd) BU 17 παραχωρεῖν Β IS αὐτὸν scripsi: αὐτὴν BUt 19 εἴτε scripsi: ὥστε BUt 20 ὑπέσχομεν, ut videtur. Β 25.26 διὰ τὸ μὴ λαμβάνειν, quae post ἡμῶν colloc. ΒUt, transposui 26 post κατασυλλ. add. μὲν U ἡμῖν Dt ἃ Β 27 δύνανται Β κρύψεις Β)
    461

    τὰς προτάσεις καὶ ὁμολογήσῃ, εἰ διὰ πλειόνων προτάσεων δείκνυται τὸ CXIIIv αὐτό. οἷον εἰ δείκνυται ὅτι τὸ Α τῷ Z ὑπάρχει διὰ μέσου τοῦ BTAE, εἰ ἐρωτᾷς, μὴ ἐφεξῆς ἐρωτήσῃς, ἐπεὶ αἰσθάνεται τοῦ συμπεράσματος ὁ προσδιαλεγόμενος καὶ οὐκέτι συγχωρεῖ γενέσθαι τὸ συμπέρασμα, ἀλλ’ οὕτως ἐρωτητέον, εἰ τὸ Α τῷ Β, εἰ τὸ <Γ τῷ Δ, εἰ τὸ> E τῷ Z, πάλιν εἰ τὸ Β τῷ Γ, πάλιν εἰ τὸ Δ τῷ E, καὶ οὕτως ὕστερον ὁμολογήσαντος αὐτοῦ ἐφεξῆς ἐρεῖς τὸ συμπέρασμα. οὕτως, εἰ διὰ πολλῶν προτάσεων γίγνοιτο ὁ συλλογισμός.

    p. 66b1 Ἀπὸ τοῦ μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἄν οὕτω λανθάνοι.

    Εἰρηκὼς πῶς κρύψιν ὀφείλομεν ποιεῖν ἐφ’ ὧν πολλαὶ αἱ προτάσεις, τῷ μὴ ἐφεξῆς ἐρωτᾶν, νῦν λέγει πῶς ὀφείλομεν κρύψιν ποιήσασθαι, εἰ ὦσιν αἱ προτάσεις μὴ πολλαὶ ἀλλὰ δύο καὶ διὰ συλλογισμῶν κρίνεται τὸ συμπέρασμα γίνεσθαι. ὀφείλομεν πρῶτον τὴν ἐλάττονα πρότασιν ἐρωτᾶν καὶ οὕτως τὴν μείζονα.

    p. 66b4 Ἐπεὶ δὲ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων.

    Ἐπειδὴ οἴδαμεν πότε γίνεται καὶ πῶς ὁ συλλογισμός, φανερὸν πότε γίνεται ἔλεγχος ἢ οὐ γίνεται. εἰ γὰρ εἴη ἡ μία ἀποφατικὴ πρότασις ἡ δὲ λοιπὴ καταφατική, ἔλεγχος γίνεται καὶ συλλογισμός, ἢ ἄμφω καταφατικαί, ἤτοι ἐν πρώτῳ ἡ τρίτῳ σχήματι, καὶ οὕτω γίνεται συλλογισμός. ἐπειδὴ δὲ ὁ ἐλέγξαι βουλόμενος τὸ ὑπὸ σοῦ λεγόμενον τὸ ἀντιφατικῶς ἀντικείμενον λαμβάνει τῇ σῇ ὑποθέσει, ἐξ ἀνάγκης εἰδέναι τοῦτο ὀφείλεις καὶ ἐκείνῃ τῇ προτάσει ἐνστῆναι τῇ τὴν σὴν ὑπόθεσιν ἀναιρούσῃ. ἐὰν γὰρ ἐκείνῃ ἐνστῇς, ἀδύνατον γενέσθαι ἔλεγχον· ἄλλο γὰρ οὐ δύναται. οἷον εἰ συνῆξας σὺ τὸ παντί, πάντως αὐτὸς ἢ τὸ οὐδενὶ βούλεται δεῖξαι ἢ τὸ οὐ παντί· οὐκοῦν ἀνθίστασαι τῇ προτάσει τῇ ἀναιρούσῃ τὴν σὴν ὑπόθεσιν τῇ ἀπο- φατικῃ.

    p. 66b11 Εἰ δὲ μηδὲν συγχωροῖτο.

    Ἐὰν τὸ ἀντιφατικῶς ἀντικείμενον μὴ συγχωρηθῇ, οὐ γίνεται ἔλεγχος· οὐ γὰρ ἦν συλλογισμὸς ἁπάντων τῶν ὅρων ὄντων στερητικῶν. <οἷον> ἐὰν ἡμῶν συναξάντων τὸ καταφατικὸν αὐτὸς βούληται τὸ ἀποφατικὸν συνάξαι, εἶτα μὴ δυνηθῶμεν ἐνστῆναι τῇ προτάσει τῇ ἀποφατικῇ ἐξ ἀνάγκης γὰρ μία πρότασίς ἐστιν ἀποφατική), ἐνστῶμεν τῇ καταφατικῇ καὶ [*](1 ὁμολογήσει U 5 γݲ—εἰ τὸ addidi 6 ὁμολογήσαντες Β 7 γένοιτο Β 8 οὕτως ἄν U 9 ποιεῖν ὀφείλομεν II πολλαὶ e πάλαι, at videtur, corr. D 12 γίγνεσθαι U 14 ἐπειδὴ, om. δὲ U 15 οἴδατε, ut videtur, Β γίγνεται U 16 εἴη scripsi: εἰ ULIt 17 καὶ om. Β συλλογισμοῦ, ut videtur, Β 18 ἡ ’t: καὶ Β γίγνεται Ut 21 τῆ Β: ὀφίλεις U: om. t 22 immo ἄλλως sive ἄλλῃ 23 xiij (ante παντί) U 24 ἀνθίσταται Bt: fort. ἀνθίστασο 28 ὅρων et στερητικῶν om. U 29 οἷον addidi βούληται scripsi: βούλεται BUI)

    462
    ποιήσωμεν αὐτὴν ἀποφατικήν, καὶ συμβαίνει δύο γίνεσθαι ἀποφάσεις, καὶ ἀσυλλόγιστος ἡ συζυγία. |

    p. 66b14 Εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμὸν εἷναι. CXIVr

    Ὁ γὰρ συλλογισμὸς ἐπὶ πλέον τοῦ ἐλέγχου.

    p. 66b15 Ὡσαύτως δὲ καὶ εἰ μηδὲν τεθείη.

    Ὡσπερ εἰ ἀμφοτέρας ποιήσεις ἀποφατικάς, οὐδὲν συνάγει ἔτι καὶ οὐ δύναται ἐλέγξαι, οὕτως, εἰ μηδὲν τεθῇ ἐν ὅλῳ ἀντὶ τοῦ εἰ μηδεμία πρότασις τεθῇ καθόλου ἀλλ’ ἄμφω μερικαί’), οὐ δύναται ἔλεγχον συναγαγεῖν· ἐξ ἀμφοτέρων γὰρ μερικῶν ἔλεγχος οὐ γίνεται.

    p. 66b18 Συμβαίνει δ’ ἐνίοτε καθάπερ ἐν τῇ θέσει τῶν ὅρων.

    Βούλεται εἰπεῖν περὶ τῆς γιγνομένης ἀπάτης, ὅτι γίνεται ἡ ἀπάτη διὰ τὸ μὴ ἐπιστημονικῶς εἰδέναι τὰ πράγματα. ἡ ἀπάτη δὲ γίνεται οὕτως, ὅταν τὸ αὐτὸ πλείοσιν ὑπάρχῃ καὶ τῷ μὲν δοκῇ καθ’ αὑτὸ ὑπάρχειν, τῷ δὲ λανθάνῃ οἰόμενον μηδενὶ ὑπάρχειν. οἷον τὸ Α καὶ παντὶ τῷ Β καὶ οὐδενὶ τῷ Γ· ταῦτα δὲ τὰ ΒΓ ὑπαρχέτωσαν τῷ Δ παντί· εὑρεθήσεται τὸ Α καὶ οὐδενὶ καὶ παντὶ τῷ Δ. καὶ συμβαίνει ἠπατῆσθαί τινα τοῦ μὲν παντὶ οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, τὸ Α παντὶ τῷ Δ. τοῦ δὲ μηδενί· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, τὸ Α οὐδενὶ τῷ Δ. ὥστε τὸ αὐτὸ τῷ αὐτῷ καὶ οὐδενὶ καὶ παντί. αὕτη μὲν ἡ ἀπάτη. γίνεται δέ, ὡς εἰρήκαμεν, ὅταν τὸ αὐτὸ ἄλλοις τισὶν ὑπάρχῃ καὶ τοῦ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται, εἶτα ταῦτα τὰ δύο ἀμφότερα κατηγορεῖταί τινος, συμβαίνει δὲ μὴ ἐπιστημονικῶς τοῦτο εἰδέναι.

    p. 66b26 Πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας.

    Ἠ πρώτη ἀπάτη πῶς ἐστιν, εἴρηται. δευτέρα ἀπάτη ἐστὶν αὕτη· ὅταν ἐκ τῆς αὐτῆς συστοιχίας ὦσιν οὕτως, τοι Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, εἶτα ὑπονοῇ καὶ ὅτι οὐδενί, συμβαίνει τῷ αὐτῷ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι.

    p. 66b30 Ἆρ᾿ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τούτων ἡ ὃ ἐπίσταται.

    Ἄλλη ἀπάτη γίνεται ὡς καθόλου τὸ κατὰ μέρος πιστοῦσθαι· οἷον [*](5 τεθῆ Β 6 ποιήσει Β: ποιήση t 8 μερικὴ Β δύνανται Ut 10 περὶ τῆς καθ’ ὑπόληψιν ἀπάτης inscr. U 11 γίγνεται t 13 ὑπάρχειν (auto καὶ) t καὶ om. U δοκεῖ Ut αὑτὸν Bt 13. 14 τῶ δὲ iterat Β 14 λανθάνειν Ut 16 ἀπαρτῆσθαι t post τινα add. οἷον U 17 τῶ ᾱ pr. 1. U 20 ὑπάρχη καὶ om. U 20.21 τῶ—τῶ U 25 συστοιχίας ex Arist. scripsi: στοχίας libri 26 ὑπονοεῖ Ut τῷ αὐτῷ τὸ αὐτὸ scripsi: τοῦ αὐτοῦ τὸ αὐτὸ Ut: iuv. ord. Β 28 οὐδενὶ U ἢ ὃ ἐπίσταται ex ἡ ἐπιστήμη corr. U)

    463
    καθόλου οἴδαμαεν ὅτι οὐδεμία ἡμίονος κύει, καὶ καθόλου οἴδαμεν ὅτι πᾶν CXIV1 τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα· οἴδαμεν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα· διὰ μὲν τὸ καθόλου ὅτι ἡμίονος οὐ κύει, διὰ δὲ τὸ ἐξωγκῶσθαι κύειν ὑπονοεῖται. ὥστε μὴ ἔχοντες ἐπιστήμην τοῦ πράγματος ἀπατώμεθα, ἐπειδὴ πᾶν μὲν τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα, οὐ πᾶν δὲ τὸ ἐξωγκωμένην ἔχον τὴν γαστέρα κύει.

    p. 66b34 Ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον.

    Εἰρήκαμεν πόσαι εἰσὶν αἱ ἀπάται. νῦν δὲ βούλεται τοῦτο εἰπεῖν, ὅτι πάντως συμβαίνει τὴν μίαν πρότασιν ἐπιστημονικῶς καθ’ αὑτὸ μὴ εἰδέναι. ἡ γὰρ πρώτη ἀπάτη ἡ] αὕτη· τῷ ὑπάρχειν τὸ Α καὶ τῷ Β καὶ τῷ Γ, ταῦτα δὲ τὰ δύο τῷ Δ, ἐὰν ὑπονοήσῃ ὅτι τὸ Α καὶ παντὶ καὶ οὐδενὶ τῷ Γ, ὅπερ ψεῦδος, ταύτην τὴν ὑπόνοιαν ἐπιστημονικὴν ἔχειν οὐ δύναται· εἰ γὰρ ἔχει αὐτὴν ἐπιστημονικήν, εὑρεθήσεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὅπερ ἄτοπον. οἷον εἰ οἶδεν ἀκριβῶς ὅτι τὸ Α παντὶ τῷ B καὶ τὸ Β παντὶ τῷ Δ, καὶ τὸ Α παντὶ τῷ Δ· ὁμοίως δὲ καὶ τοῦτο εἰ ἐπιστημονικῶς εἰδείη, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ τοῦτο γὰρ ὑπόκειται), οὐκοῦν καὶ τὸ Α οὐδενὶ τῷ Δ· ἦν δὲ καὶ παντί, ὃ ἐδείχθη διὰ τοῦ Β, ὅπερ ἄτοπον. ὥστε ἀνάγκη τὴν μίαν ἐπιστημονικῶς μὴ οἴεσθαι αὐτὸν εἰδέναι. καὶ οὗτος, ἐξ οὗ οὐκ οἶδεν ἐπιστημονικῶς, συνάξει τὸ αὐτὸ τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν.

    Μὴ ἐκ τῆς αὐτῆς συστοιχίας. ἐκ τῆς αὐτῆς συστοιχίας λέγει ἀντὶ τοῦ ‘ἵνα μὴ ὦσι κατὰ τάξιν’.

    p. 6635 Καθ’ ἑκάτερον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προ- τάσεις.

    Ἀμφοτέρας, φησί, τὰς προτάσεις οὐκ ἐγχωρεῖ ὑπονοεῖν ἀληθεῖς, ὥστε τὸ Α τῷ μὲν Β παντὶ τῷ δὲ Γ οὐδενί, ἢ τὸ ἀνάπαλιν. πῶς γὰρ τὸ αὐτὸ ἐνδέχεται, ὅπου τοῖς δύο οὐ παντὶ ὑπῆρχε τὸ Α, ἀλλὰ τῷ μὲν παντὶ τῷ δὲ οὐδενί; ἐὰν γάρ, φησίν ἀμφοτέρας ἐπιστημονικῶς λάβωμεν, συμβαίνει ἄτοπόν τι· ἢ γὰρ | ἁπλῶς ἐναντίον τι συνάγεται, ἐὰν τὸ CXIVν καθόλου συναχθῇ, ἢ τὸ ἐναντίον ἐπί τι, ἐὰν τὸ μερικὸν συναχθῇ, οἷον ἀντὶ τοῦ πᾶς τὸ οὐ πᾶς. ταῦτα δὲ ἀμφότερα λέγει τὸ ΒΓ.

    [*](1 ὅτι alt. lit: ὡς U 2 ἐξογκουμένην utrobique 111 itemque vs. 5. 6 3 τοῦ— τοῦ II 4 ἐξογκοῦσθαι Bt 7 προτέρου I t εἰ in ras., μὴ superscr. 1 9 τοῦτο om. Β 11 αὕτη· τῷ SClipsi: ἡ αὐτὴ τὸ libri 17 εἰδοίη I post τὸ alt. add. δὲ t 18 ἦν Bt: εἰ U δειχθῆ, rr om. ὃ D 20 αὐτὴν Β 22 aute ἐκ alt. add. ex Arist. εἰ μὴ t, μὴ superser. U ἐκ all. om. Β κατ’ ἀξίαν t 27 ᾱ BU: β΄ t 28 τοῖς Β: τῶν It 28.29 τὸ—τὸ U 31 τὸ alt. om. Β)
    464

    p. 67a5 Οὕτω μὲν οὖν οὐκ ἐνδέχεται ὑπολαβεῖν, καθ’ ἑκά- CXIVv τερον δὲ τὴν μίαν.

    Πάσας ἐπιστημονικῶς εἰδέναι οὐκ ἐνδέχεται· τὰς δὲ δύο ἐπιστημονικῶς εἰδέναι ἢ τὰς τρεῖς οὐδὲν ἄτοπον συμβαίνει, οἷον τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, καὶ πάλιν τὸ Α οὐδενὶ τῷ Γ, μὴ εἰδείη δὲ ἐπιστημονικῶς ὅτι τὸ Γ παντὶ τῷ Δ, ὅπερ ἐστὶ μερικόν. οἷον οἶδε μὲν ἐπιστημονικῶς ὅτι οὐδεμία ἡμίονος κύει· οὐκ οἶδε δὲ εἰ τοῦτο τὸ ἔγκυον ἡμίονός ἐστιν· καὶ συμβαίνει τὸ μὲν καθόλου εἰδέναι αὐτόν, τὸ δὲ κατὰ μερος ουκετι.

    p. 67a13 Οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί.

    Ὡς ἐπὶ παραδείγματος ποιεῖται τὸν λόγον τοιοῦτον, ὅτι ὑποκείσθω τινὰ εἰδέναι τὰς δύο ὀρθὰς καὶ τὸ καθόλου, ὅτι πᾶν τρίγωνον ἔχει δυο ὀρθαῖς ἴσας· μὴ εἰδείη δὲ ὅτι τόδε τρίγωνόν ἐστιν, οἷον τὸ κεκρυμμένον ὑπὸ τὴν θύραν ἢ τὸν κόλπον· εὑρεθήσεται τὸ μὲν καθόλου εἰδώς, τὸ δὲ μερικὸν ουκτι.

    p. 67a16 To γὰρ εἰδέναι ὅτι πᾶν τρίγωνον δύο ὀρθὰς ἔχει οὐχ ἁπλοῦν ἐστιν.

    Ὁ εἰδώς, φησίν, ὅτι πᾶν τρίγωνον δύο ἔχει ὀρθὰς οὐχ ἁπλῶς οἶδεν, ἀλλὰ τοῦτο καθόλου· τοῦτο δὲ ἐκ τῶν κατὰ μέρος τριγώνων ὡς καθόλου οἶδεν, ὥστε οὐχ ἕξει τὰς ἐναντίας. ὁ οὖν μὴ βλέπων τὸ κεκρυμμένον τρίγωνον τὸ μὲν καθόλου οἶδε, τὸ δὲ κατὰ μέρος οὐκ οἶδεν· οὔτε γὰρ ὁρᾷ αὐτό, ὥστε οὐδὲ τὰ ἐναντία δοξάσει ὁ τοιοῦτος, ἐπειδὴ μη ορᾳ.·

    p. 67a21 Καὶ ὁ ἐν τῷ Μένωνι λόγος, ὅτι ἡ μάθησις ἀνάμνησις.

    Λέγει ὁ Πλάτων ἐν τῷ Μένωνι ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι ἡ μάθησις ἀνάμνησις οὐκ ἔστιν· ὁ γὰρ μανθάνων οὐ προεπιστάμενος μανθάνει ἀλλὰ μὴ εἰδώς· ὁ δὲ ἀναμιμνησκόμενος προεπιστάμενος ἀναμιμνήσκεται. οὕτως οὐκοῦν καὶ ὁ Μένων ᾔδει τὸ καθόλου, τὸ δὲ καθ’ ἕκαστον ἐμάνθανε διὰ τῆς κατὰ μέρος ἐπαγωγῆς μὴ εἰδώς. [*](1. 2 ἑκάτερα ἕτερον t 5 εἰδοίη U: εἰδέναι conicio, at cf. vs. 13 10 εἰ τὸ p παντὶ ᾱ δ τῶ δݲ. τῶ βݲ παντὶ τὸ αݲγݲ καὶ ἐν τῶ βݲ — ἀλλ’ οὐδὲν κωλύει τὸ γݲ ἀγνοεῖν ὅτι ἐστίν lemma U 13 ὀρθαῖς scripsi: ὀρθὰς BUt εἰδοίη U 16 ἔχει δύο ὀρθὰς t: δύο ὀρθαῖς D Arist. 18 ὀρθὰς ἔχει U 19 μέρους Β 20 post οἶδεν add. e vs. sq. τὸ δὲ κατὰ μέρος D 22 δοξάζει t οὗτος, ἐπεὶ Β 24 ante καὶ add. ex Arist. ὁμοίως δὲ t ὁ om. Β ἡ om. U 25 ἐν τῷ Μένωνι] c. 15 p. 81 C sq. 26 φησὶν (post ἀριστ.) Β 29 τὸ Β: τὰ Ut)

    465
    ἡμεῖς δὲ λέγομεν ὅτι ἀνάμνησίς ἐστιν ἡ μάθησις, ἐπειδή, πρὶν δεσμευθῇ CXIVv ἡ ψυχὴ τῷ σώματι, πάντα ᾔδει, δεσμευθεῖσα δὲ ἀναμιμνήσκεται μανθάνουσα.

    p. 67a24 Ὥσπερ ἀναγνωρίζοντας. ιδαμεν, ἐὰν ιοωμεν τριγωνον τι, οτι καὶ δυο ὀρθὰς εχει.

    p. 67a27 Τῇ μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέ μέρει.

    Πῶς οὖν συμβαίνει γίνεσθαι τὴν ἀπάτην; ἐκ τοῦ τὸ μὲν καθόλου ἡμᾶς εἰδέναι τὸ δὲ κατὰ μέρος μὴ εἰδέναι. καὶ ἐκ τούτου ἀπατώμεθα, οὐκ εἰς ἐναντίον τι ἀπατώμεθα. διὰ τί; ὅτι οἴδαμεν τὸ καθόλου. πῶς δὲ ἀπατώμεθα; ἀγνοοῦντες τὸ κατὰ μέρος.

    p. 67a31 Οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον.

    Ὀτι ἡ ἀπάτη ὅτε ἐστὶ γινομένη, οὐ συνάγεται τὸ ἐναντίον.

    p. 67a33 Οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ Α ὅλῳ τῷ Β ὑπάρχει.

    Εἰρηκὼς πῶς γίνεται ἀπάτη, νῦν βούλεται εἰπεῖν ὅτι, ἐάν τις εἰδείη τὸ κατὰ μέρος σὺν τῷ καθόλου, οὐκ ἀπατᾶται. οἷον εἴ τις οἶδεν ὅτι οὐδεμία ἡμίονος κύει, εἰδείη δὲ καὶ τόδε τι, ὅτι ἡμίονος ἐξωγκωμένη ἐστὶν ἥδε, οὐκοῦν εἰ καὶ τοῦτο οἶδε, τύχῃ δὲ ἐκεῖνος ἐνεργεῖν τότε ἐκ τῆς καθόλου ὡρμημένος ὑπονοήσεως. ἰδὼν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα ὑπονοήσει ὅτι κύει, μὴ ἐνεργήσας ἐκ τῆς καθόλου ὅτι οὐδεμία ἡμίονος κύει. οὕτως ἀγνοῶν τις τὸ καθόλου, καθὸ οὐκ ἐνήργησε, τότε ἀπατᾶται πάλιν ὅτι ἥδε ἡ ἡμίονος κύει.

    p. 67a36 Μὴ συνθεωρῶν.

    Μὴ συσκοπῶν, ὅτι ὑπὸ τὸ καθόλου ἐστὶ τὸ μερικόν, νομίζει κύειν την ημιονον.

    [*](1 δεσμηθῆ (η prius ex ω core.) Β 2 ἤδη t δεσμηθεῖσα Β ἀναγνω ρίζοντες Β: γνωρίζοντας pr. U 4 εἰδῶμεν U: εἴδωμεν t ante τριγ. add. τὸ U 5 ante τῇ μὲν add. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων It τὸ Β (n) 7 an ἀπατώμενοι? 10. 11 οὐ γὰρ—τὸ τὸ ἐναντίον post 20 κύει collocant libri 10 τὸ om. I 11 γιγνομένη Ut 12 ante οὐδὲν add. ὁμοίως οὐκοῦν—κατὰ τὸ om.) μέσον — ἐπιστήμη U καὶ om. I ὑπάρχει ante τῶ βݲ collocat T: om. Β 13 εἰδοίη U itemqne vs. 15 15 τι om. I ἐξογκωμένη Β: ἐξογκουμένη t 16 ἥδε scripsi: οἶδεν libri καὶ εἰ I τύχοι I an ἐκεῖθεν? 17 ἐξογκωμένην Β: ἐξογκουμένην l ἔχειν I 18 τὴν om. I t 18. 19 ὅτι οὐδεμία — καθόλου om. I 19 ἐνέργησε Β: ἦν ἐνεργήσας pr. U, corr. Ut 20 post πάλιν add. δὲ lit. 21 ante μὴ add. οὐ γὰρ ἐπίσταται ὅτι τὸ ᾱ τῶ γݲ Ut 22 σὺν σκοπῶν t)
    466

    p. 67a37 Καὶ εἰ τὸ μὲν οἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται. |

    Ὁμοίως πάλιν, ὃ καὶ εἴρηται ἤδη. ὅτε τὸ καθόλου μὲν οἶδεν, <οἱον> εἰ CXVr οἶδέ τις ὅτι πᾶν τρίγωνον δύο ἔχει ὀρθάς, τόδε δὲ οὐκ οἶδεν ὡς κεκρυμμένον ὅτι ἐστὶ τρίγωνον· οὐδὲν γὰρ ἔξω γινόμενον τῆς ἡμετέρας αἰσθήσεως ἴσμεν τι ἐξ ἀνάγκης περὶ αὐτου. ἀκριβῶς δὲ οἴδαμεν τότε, ὅτε σὺν τῃ καθόλου ἐπιστήμῃ καὶ τὸ μερικὸν εἰδείημεν.

    p. 67b3 Ἀλλ᾿ οὐχ ὡς τῷ ἐνεργεῖν. Τὸ ἀλλ᾿ οὐχ ὡς τῷ ἐνεργεῖν πρὸς τὸ ἄνω εἴρηται, ὅτι ὁ ὑπονοῶν, ὅτι ἥδε ἡ ἡμίονος κύει, οὐχ ὡς πρὸς τὸ ἐνεργεῖν ἐκ τοῦ καθόλου οἶδεν· ἐπεὶ εἰ ἐνήργει, ᾔδει ὅτι οὐ κύει ἐκ τοῦ καθόλου ἐνεργῶν.

    p. 67b3 Τὸ γὰρ ἐπίστασθαι λέγεται τριχῶς.

    Διαίρεσιν ἐνταῦθα παραδίδωσι τῆς ἐπιστήμης καὶ τῆς ἀπάτης, ὅτι τὸ ἐπίστασθαι ἢ περὶ τὸ καθόλου ἢ περὶ τὸ κατὰ μέρος ἢ περὶ ἀμφότερα, τουτέστι τὸ ἐνεργεῖν· ἐνεργοῦμεν γὰρ ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος. ὁμοίως οὖν ἀπατώμεθα ἢ τῷ μὴ εἰδέναι τὸ καθόλου ἢ τῷ μὴ εἰδέναι τὸ κατὰ μέρος ἢ τῷ μηδέτερον, τουτέστι μὴ ἐνεργεῖν ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος· διὰ τοῦτο γὰρ κἀκεῖνος ᾠήθη ὅτι ἡ ἡμίονος κύει, διὰ τὸ μὴ ἐνεργῆσαι αὐτὸν ἀπὸ τοῦ καθόλου, ὅτι οὐδεμία ἡμίονος κύει.

    p. 67b5 Οὐδὲν οὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι.

    Οὐδὲν κωλύει, ὡς διὰ τῶν παραδειγμάτων ἐδείξαμεν, εἰδέναι καὶ ἠπατῆσθαι, εἰδέναι μὲν τὸ καθόλου, ἠπατῆσθαι δὲ περὶ τὸ μερικόν, ἢ τὸ ἀνάπαλιν, εἰ μὴ ἐνεργοίη ἐκ τοῦ καθόλου. καὶ ὅτι οὐδὲν ἐναντίον συνάγει διὰ τὸ μὴ εἰδέναι.

    p. 67b8 Ὑπολαμβάνων γὰρ κύειν τὴν ἡμίονον.

    Ἠπάτηται, φησίν, ὅτι ἥδε ἡ ἡμίονος κύει, ἐκεῖνος, ὅτι οὐκ ἠδυνήθη ἐνεργῆσαι ἀπὸ τῆς καθόλου τῆς λεγούσης ὅτι οὐδεμία ἡμίονος κύει. διὰ τοῦτο οὖν <οὐκ> ἐπειδὴ ὑπέλαβε τὴν ἡμίονον κύειν, ἤδη ἐναντίαν ἔχει ἀπάτην· ἡ γὰρ ἐναντία ἀπάτη διὰ συλλογισμοῦ γίνεται, ἐκεῖνος δὲ οὐ συνελογίσατο.

    [*](1 ante καὶ add. ὥστε δῆλον ὅτι t 2 ὅτε scripsi: ὅτι BUt τὸ—οἶδεν om. U οἷον achlidi ἢ U 6 τὴν μερικὴν Ut 7 τῷ Arist.: τὸ ΒUt (f, pr. ABu) 9 post καθόλου add. λόγον Ut 10 εἰ IT: f; Bt ἐνήργει script: ἐνεργεῖ BUt ἤδη U 11 τριχῶς λέγεται U lemmati add. ἢ ὡς τῆ (τὸ t) καθόλου ἢ ὡς τῆ οἰκεία τὸ οἰκεῖα t) ἢ ὡς τὸ ἐνεργεῖν Ut 13 παρὰ (post ἡ alt.) U 14 τὸ prius U: τοῦ Bt τοῦ Β.. τῶν Ut 15 et 16 τῷ ubique b: τὸ Bit 19 οὑν superscr. U- ante εἰδέναι add. τὸ t iteraque vs. 20 22 τοῦ scripsi cf. vs. 9. 10. 14: τῶν BUt 27 οὐκ addidi)
    467

    p. 67b12 Ὁ δ’ ὑπολαμβάνων τὸ ἀγαθῷ εἶναι κακῷ εἶναι. CXV1 Ἕτερόν τι θεώρημα παραδίδωσιν ὁ φιλόσοφος ἐνταῦθα τοιοῦτον. ἐάν τις, φησί, λάβῃ τὸν ὁρισμὸν τοῦ καλοῦ καὶ οἰθῇ τὸν αὐτὸν εἷναι τοῦ κακοῦ, ὑπονοήσει καὶ αὐτὸς τὸ αὐτὸ εἶναι ]'απαραλλάκτως τὸ ἀγαθὸν τῷ κακῷ, ὅπερ οὐκ ἀληθές. ὁ δὲ φιλόσοφος κακῶς ἔλαβε τοὺς ὅρους οὕτως· τὸ Α, ἀγαθῷ εἶναι, τὸ αὐτὸ τῷ κακῷ εἶναι, λέγω δὴ τῷ Β, καὶ τὸ κακῷ εἶναι τὸ αὐτὸ τῷ Γ, ἀγαθῷ εἶναι. καὶ οὐδὲν ἄτοπον ἀκολουθεῖ. διὰ τοῦτο οὖν ὀλίγον ὕστερον ἐρεῖ ’ἀλλὰ τοῦτο ἀκριβέστερον σκεπτέον᾿.

    p. 67b18 Ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθ’ οὗ τὸ Γ, τὸ B.

    Ὥσπερ λέγομεν ἐπὶ ταύτης τῆς ἐκθέσεως τοῦ θεωρήματος, οὕτω καὶ ἐπὶ τοῦ ὑπολαμβάνειν, εἰ ὑπολάβῃ τις ὅτι τὸ Γ ὑπὸ τὸ Β ἐστίν, καὶ τὸ B ὑπὸ τὸ Α, ὑπολάβῃ ὅτι καὶ τὸ Γ ὑπὸ τὸ Α ἐστὶν ἐξ ἀνάγκης.

    p. 67b 20 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι.

    Et τὸ Α τῷ B ὑπάρχει καὶ τὸ B τῷ Γ, καὶ τὸ Α ἄρα τῷ Γ ὑπάρξει ἐξ ἀνάγκης.

    p. 67b22 Ἆρ᾿ οὖν τοῦιο μὲν ἀναγκαῖον.

    Ἆρ’ οὖν, φησίν, εἴ τις δώσει ὅτι τὸ ἀγαθῷ εἶναι τὸ αὐτό ἐστι τῷ κακῶ εἶναι, ἀναγκαῖόν τι καὶ ἀληθὲς συνάγειν οὐκ ένδέχεται; ἀλλὰ ψεῦδός ἐστι τὸ ὑπολαμβάνειν τὸ ἀγαθῷ τὸ αὐτὸ εἶναι τῷ κακῷ, εἰ μή τί γε κατὰ συμβεβηκός· οἷον ὅτι τὸ δίκαιον ἀγαθόν ἐστι κατὰ συμβεβηκὸς ὑπονοοῦσί τινες, ὅτι καὶ οὔ, παρὰ τὸ μὴ ἀδικεῖν διὰ τὸ μὴ ἔχειν πλείω.

    p. 67b26 Ἐπισκεπτέον δὲ τοῦτο βέλτιον.

    Εἶπεν ἐπισκεπτέον βέλτιον, ἢ ἐπειδὴ εἶπεν ’εἰ μή τί γε κατὰ συμβεβηκὸς οἰηθῇ τὸ καλὸν κακὸν εἶναι’, ἢ ὅτι κακῶς ἐξέθετο τοὺς ὅρους τοῦ 〈καλῷ καὶ〉 κακῷ εἶναι ἄνω.

    p. 67b27 Ὅταν δ’ ἀντιστρέφῃ τὰ ἄκρα, ἀνάγκη καὶ τὸ μέσον ἀντιστρέφειν.

    Ἐντεῦθεν ὁ φιλόσοφος βούλεται εἰπεῖν περὶ τῶν ἀντιστροφῶν τῶν ἐν [*](1 οὐδ’ U τῶ U (f, pr. A C) κακὸν Β 3 οἰηθείη B 1 τῶ αὐτῶ U 5 οὐκ om. Bt 6 ἀγαθῷ scripsi: ἀγαθὸν BUt τὸ tert. Β: τῶ I I ὀλίγον ὕστερον] b26 9 τὸ alt. corr. e τῶ Β 12 immo ὑπολαμβάνει 13 δὲ om. B 16 cantc ἀρ’ add. ὥστε καὶ ἐπὶ τοῦ δοξάζειν ὁμοίως I I ἄρ’ Β (Α): ἄρα 1 I μὲν om. I 17 ἄρα Β τὸ priua Β: τῶ II 19 τὸ alt. Β: τῶ ’l an ἀγαθὸν? 20 post ἐστι add. καὶ κακὸν t 24 οἰηθείη Β 25 <καλῷ κακῷ scripsi: κακῶς BUt ἄνω om. Β 26 περὶ τῶν ἐν πρώτω σχήματι γινομένων ἀντιστροφῶν inscr. Β: περὶ ἀντιστροφῆς τῆς ἐν πρώτω σχήματι U ἀντιστρέφη I Arist: ἀντιστρέφηται Bt 28 τῶν alt. Bt: καὶ I)

    468
    πρώτῳ σχήματι γινομένων καὶ I ν̣α-αĹια-ικ͂ῶν καὶ ἀποφατικῶν καθόλου. €XVV καὶ φ-ησὶν ὅτι, εἰ τὸ ἄκρον τῷ ἄκρῳ ἀντιστρέφει καὶ ὑπάρχει τὸ Α παντὶ tco Γ καὶ τὸ r παντὶ tuj Α διὰ τοῦ Β, ἀνάγκη καὶ τὸν μέσον ὅρον ἀντι- στρέφειν πρὸς ιἀ ὰ́κρα. καὶ ὁ μὲν μείζων ἄκρος ἀντιστρέφει οὕιως· τὸ B παντὶ Tto Γ, τὸ Γ παντὶ τῷ , καὶ τὸ B παντὶ τῷ . οὕτως ὁ μείζων ὅρος. ὁ δὲ ἐλάττων οὕτως· τὸ Γ παντὶ τῷ , τὸ Α παντὶ τῷ Β, καὶ ιὸ Γ παντὶ τῷ Β. οὅτω καὶ ὁ ἐλάττων. ἐὰν οὖν τὸ ἄκρον τῷ ὰ́κρῳ ἀν-ισ-ρά-φ-ῃ, καὶ τὸ μέσον τοῖς ἀροῖς ἀντιστρέψει.

    p. 67 b 32 Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ὡ σ α ύ τ ω ς. ‘Gσαύτως (ἀντὶ τοὗ ιὁuιοιοτρ‘)́πω,̔’) (u?) εἶπε περὶ τοῦ καθόλου κατα- 〈οατικοῦ, νῦν λέγει περὶ τοῦ ἀποφατικοῦ ὅτι, ἐὰν ἔστιν τὸ Α μηδενὶ τῷ Β, τὸ io δὲ Β παντὶ xa3 Γ, τὸ ὰ́ρα Α οὐδενὶ τῷ Γ. πῶς δὲ ἀντιστρ--́-ὁοa1εν; οὕτως· τὸ B παντὶ ιῷ Γ, τὸ B οὐδενὶ τῷ , τὸ ἄρα Γ οὐδενὶ τῷ A. οὕτω διἀ τοὗ δευτέρου σχήματος τὸ συμπέρασμα ἀντιστρ-:́φομεν. τὴν δὲ μείζονα ἀντιστρ--́-ῳουͅα-ν οὕτως, ἵνα λάβωμεν καθ’ ὑπόθεσιν τὴν ἐλάττονα ἀντιστρέ- φουσαν· οἷον τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Α· τοῦτο γὰρ ἐδείχ θη· οὐκοῦν τὸ B οὐδενὶ τιὗͅ . οὕτω καὶ τὴν μείζονα πρότασιν. τὴν δὲ ἐλάττονα ἀποδεῖξαι, ὅτι ἀντιστρέφει, οὐ δυνατόν· αἱ γὰρ δύο προτάσεις ἀπο- ὑατικαί εἰσιν, ἥ τε τοῦ συμπαράσματο καὶ ἡ τἧς μείζονος προτάσεως· ἐκ δὲ δύο ἀποφατικῶν δειχθῆναί τι ἀὸύναιον.

    p. 67^34 Et δὴ τὸ B τ‘δͅ Α ἀντιστρέφει, καὶ τὸ Γ to) Α ἀντι- στρέψει.

    Ἐv τίδ κα̣θόλου ἱ̓πο)̔ατ--ὶ‘-,). οὐκέτι δὲ ἀ̣ντιστρσ́-ᾑ---ι ή ἐλάττων πρό- ιασινι- ἀλλ’ ἡ μείζων ἡ 3Α. ἐὰν οὖν, φ〈οησίν, ἡ 6Α πρότασις, τουτέστιν ’25 ἡ μείζων, ἀντιστρέφῃ, ν̔τιστρ--γllει καὶ ἡ ΓΛ, τουτέσιι τὸ συμπέρασμα. -jo ἀ.r---σιώἵ·ισε δὲ τὴν BT- οὐ γὰρ ἠὸύνατο ἀντιστρ-:́‘φα-ιν ἡ καταφατική, του- τέστιν ἡ ἐλάττων ἐπὶ τοῦ δευτέρου τρόπου τοὗ πρώτου σχήμαιος, τῆς μείζονος προτάσεως καὶ τοὐ συμπεράσματος ἀποφατ-̓κῶν οὐσῶν. p. 67t35 ’Eστω γὰρ τὸ B μὴ ὑπάρχον ᾧ τὸ Α· οὐδ’ ἄρα τὸ Γ· παντὶ γὰρ ᾧ τὁ r καὶ τὸ Β ὑπῆρχεν. Αί ὑποθετικαὶ προτάσεις αἱ αὐταί εἰσι ταῖς κ̀ατγͅ·ίορικ̀αῖς· οἰον ἔστω [*](1 γιγνομένων U 3 καὶ prius om. U καὶ alt. om. B 5 p prius U: a Bt a prius It: p B τὸ ψ τῷ a scripsi: τὸ α- ?a p BUt G -7 Bt: β U β Β: 7 Ut 7 καὶ prius 0111. 1’ -7- p Β: p γ Ut οὑ̓ν om. U 8 ἀντιστρἐ‘τἠ Β: ἀντι- στρέφει t ἱ̓ι-ιστ()ἐωει ex ἀντιστρέφει corr. U2 10 ὡς acklidi 1G ἐδείγθη γὰρ τοῦτο Β 20 ἀδύνατόν Β, pr. U: οὐ δυνατόν corr. D, t 21 τὸ (post β) U 21. 22 ἀντιστρέφει D (11) 24 post ἀλλ’ add. εἰ U2 25 ἀντιστρέφῃ U: ἀνιιστρἐφει Bt 26 α γ, quod corrcxerat Wait/. Organ. I 29, t οὔτε U ἠὸύναντο Ut 29 τῷ a, om. ᾧ Arist. 30 ᾧ om. t Arist. xw 7 τὀ βί Arist, 31 ἀποφατικαλ t)

    469
    τὸ Β μὴ ὑπάρχον ᾧ τὸ Α, τουτέστι τὸ Β οὐδενὶ τῷ Α. εἰ οὗν τὸ Β CXVV οὐδενὶ τῷ Α, καὶ τὸ Γ οὐδενὶ τῷ Α· τὸ γὰρ Β παντὶ τῷ Γ. καὶ τῷ Β τὸ Γ ἀντιστρέφει, ἀντιστρέψει καὶ ἡ AB καὶ ἡ ΑΓ· τὸ γὰρ Β παντὶ τῷ Γ, καὶ τὸ Β οὐδενὶ τῷ Α· οὐκοῦν τὸ Γ οὐδενὶ τῷ Α. οὕτω τὸ συμπέρασμα. ἡ δὲ μείζων πρότασις οὕτως· τὸ Γ παντὶ τῷ B, τὸ I οὐδενὶ τῷ Α, καὶ τὸ Β οὐδενὶ τῷ Α καὶ τὸ A οὐδενὶ τῷ Β. οὕτω καὶ ἡ μείζων. ἡ δὲ ἐλάττων οὐ δύναται ἀντιστρέψαι, ὥσπερ καὶ ἐπὶ τοῦ κατηγορικοῦ.

    p. 68a3 Πάλιν εἰ τὸ Α καὶ τὸ B ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ωσαυτως.

    Ἕτερον θεώρημα παραδίδωσιν ὁ φιλόσοφος χαριέστατον πάνυ τοιοῦτον. εἰ τὸ Α καὶ τὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ἀντιστρέψει· ἐὰν οὖν παντὶ πράγματι ᾖ τὸ Α ἢ τὸ Γ ἐξ ἀνάγκης, καὶ τὸ Β ἢ τὸ Δ. καὶ ὤφειλε τούτου παράδειγμα παραστῆσαι· ὡς δὲ ἄλλου μέλλοντος ἀποδείκνυσθαι παρίστησι παράδειγμα. ἔστω γὰρ τὸ Α ἀγένητον, τὸ Β ἄφθαρτον· ταῦτα ἀντιστρέφουσιν. καὶ ἔστω τὸ Γ γενητόν, τὸ δὲ Δ φθαρτόν· καὶ ταῦτα ἀντιστρέφουσιν.

    p. 68a10 Δύο γὰρ συλλογισμοὶ σύγκεινται.

    Ποῖοι οὗτοι., τὸ ἀγένητον ἄφθαρτόν ἐστι, καὶ τὸ ἄφθαρτον ἀγένητον. ὁμοίως καὶ ἄλλοι δύο γίνονται.

    p. 68a11 Πάλιν εἰ παντὶ μὲν τὸ Α ἢ τὸ Β.

    Ἕτερον θεώρημα λέγει ἐνταῦθα, ὅτι εἰ παντὶ ἦν τὸ ἀγένητον ἢ τὸ γενητόν, οὐκοῦν καὶ παντὶ ἦν τὸ ἄφθαρτον ἢ τὸ φθαρτόν, καὶ ἀντιστρέφει τὸ ἄφθαρτον τῷ ἀγενήτῳ. εἰ γὰρ μή, τὸ φθαρτόν· τὸ δὲ φθαρτὸν ἰσοδυναμεῖ τῷ γενητῷ καὶ ἀντιστρέφει· ὥστε καὶ τὸ ἀγένητον ἀντι- CXVIr στρέψει ἐπὶ τοῦ γενητοῦ, ὅπερ ἄτοπον. οὕτω καὶ ἐπὶ τοῦ ἀφθάρτου τῷ ἀφθάρτῳ ἀντιστρέφει τὸ ἀγένητον· εἰ γὰρ μή, ἀντιστρέφει τὸ γενητόν· τῷ δὲ γενητῷ ἀντιστρέφει τὸ φθαρτόν· ὥστε καὶ τῷ ἀφθάρτῳ τὸ φθαρτὸν ἀντιστρέφει, ὅπερ ἄτοπον. οὕτω γίνονται δύο συζυγίαι συλλογισμοῦ ἐκ τῆς πρώτης ἀντιστροφῆς τῆς ‘ἀγένητον καὶ ἄφθαρτον’. γίνονται δὲ καὶ ἄλλαι δύο ὁμοίως ἐκ τῆς ἀντιστροφῆς τῆς ‘γενητὸν καὶ φθαρτόν’. ὥστε καλῶς [*](1 ὑπάρχειν Ut post τὸ ᾱ repetil e p. 468,29.30 οὐδ’ ἄρα—ὑπῆρχεν Β εἰ οὖν Ut: οἷον Β 3 τῶ—τὸ Β Arist.: τὸ—τῶ Ut pr. A Β n, corr. C 3 ἀντιστρέφει (ante καὶ) pr. 1 γݲ alt. e βݲ corr. Β 11 ὁ add. Β2 12. 13 ἀντιστρέφει Ut 13 ἦ Β: all cf. vs. 22 ἡ τὸ γݲ—τὸ β ἢ scripsi: καὶ τ — τὸ γݲ καὶ BDt (ante τὸ γݲ addebat εἰ Waitz 1. c.) 14 δݲ Ut: βݲ B τοῦτο I 15 ἀγέννητον ut semper Β 16 γεννητὸν al semper Β 21 post μὲν add. ἦ I post βݲ add. καὶ ἢ τό φݲ—ὑπάρχει U 22. 23 ἀγέννητον—γεννητόν ut saepius 1 23 post ἡ τὸ del. καὶ U 25.26 ἀντιστρέφει U 31 posl τῆς alt. add. τὸ Β ἅφθαρτον Bt)

    470
    εἶπεν ἀνωτέρω “δύο γὰρ συλλογισμοὶ σύγκεινται” εἰς ἑκάστην αὐτῶν CXVIr ἀντιστροφήν. ἀλλ’ εἰδέναι δεῖ ὅτι διὰ τοῦ ἀδυνάτου δείκνυται ἕκαστος συλλογισμὸς ἑκάστης ἀντιστροφῆς.

    p. 68a16 Ὅταν δὲ τὸ Α ὅλῳ τῷ Β καὶ τῷ Γ ὑπάρχῃ καὶ μηδενὸς ἄλλου κατηγορῆται.

    Ἕτερον θεώρημα παραδίδωσι θαυμάσιον πάνυ. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ Α κατηγορῆται καὶ τοῦ Β καὶ τοῦ Γ, κατηγορῆται δὲ καὶ τὸ B τοῦ Γ, εἰδέναι δεῖ ὅτι καὶ τὸ B τοῦ Α κατηγορεῖται καὶ ἀντιστρέφει. ἐπειδὴ γὰρ τὸ Α κατηγορεῖται τοῦ ΒΓ, τὸ δὲ Β κατηγορεῖται καὶ αὐτὸ ἑαυτοῦ καὶ τοῦ Γ (ἕκαστον γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ κατηγορεῖται· ὁ γὰρ ἄνθρωπος ἄνθρωπός ἐστιν, καὶ ὁ ἵππος ἵππος ἐστίν), εἰ οὖν τὸ Β ἑαυτοῦ καὶ τοῦ Γ κατηγορεῖται, τὸ Β ὡς ἑαυτοῦ κατηγορούμενον παντὶ τῷ Γ ἔσται παρεκτὸς τοῦ Α. οἷον ἔστω τὸ B ἄνθρωπος, τὸ δὲ Γ ζῷον ἔστω· ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ὁ ἄνθρωπος ζῷόν ἐστιν· οὐκοῦν ὁ ἄνθρωπος διὰ τοῦ ‘ἄνθρωπός ἐστι’ ζῷόν ἐστιν. ὥστε παρεκτὸς τοῦ Α τοῦ Γ κατηγορεῖται τὸ Β. καὶ παρεκτὸς πάλιν τοῦ Γ τὸ Α κατηγορεῖται τοῦ Β διὰ τοῦ κατηγορεῖσθαι αὐτὸ ἑαυτοῦ οὕτως· ἔστω τὸ Α γελαστικὸν καὶ τὸ Β ἄνθρωπος καὶ ἑαυτοῦ κατηγορείσθω οὕτως· ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν· ὁ ἄνθρωπος ἄνθρωπος ὢν γελαστικός ἐστιν· ὁ ἄνθρωπος οὖν διὰ μέσου τοῦ ‘ἄνθρωπός ἐστιν᾿ γελαστικός ἐστιν. οὕτω καὶ διὰ τὸ αὐτὸ ἑαυτοῦ κατηγορεῖσθαι γίνεται ἀντιστροφὴ ἄνευ τοῦ ἄλλου ὅρου.

    p. 68a21 Πάλιν ὅταν τὸ Α καὶ τὸ Β ὅλῳ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δὲ τὸ Γ τῷ Β.

    Ἄλλο θεώρημα παραδίδωσιν ἡμῖν ὁ φιλόσοφος τοιοῦτον, ὅτι ἐὰν τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δὲ τὸ Γ τῷ Β, διὰ τῆς ἀντιστροφῆς γίνεται τὸ πρῶτον σχῆμα. πρὶν γὰρ ἀντιστραφῇ, ἔστι τὸ τρίτον σχῆμα· τὸ γὰρ ΑΒ παντὶ τῷ Γ. καὶ εἰ τὸ Γ παντὶ τῷ Β, τῷ δὲ Γ παντὶ τὸ Α, τὸ ἄρα Α παντὶ τῷ Β ἐξ ἀνάγκης ἐκ δύο καθόλου καταφατικῶν. ὥστε καὶ τοῦτο ὀφείλομεν εἰδέναι, ὅτι εἰ ληφθῶσιν ὅροι ἀντι- στρέφοντες ἐν τρίτῳ σχήματι, καθόλου καταφατικὸν συνάγει καὶ καθόλου αποφατικον.

    [*](4 ὅταν] ὅ add. Β2 καὶ τῷ κτλ. om. Β οὐδενὸς U 5 κατηγορεῖται U 7 κατηγορεῖται (post ᾱ) U τῶ βݲ—τῶ γݲ U κατηγορεῖται (post γݲ) ’t 8 τῶ γݲ U δεῖ εἰδέναι B post εἰδέναι add. δὲ U τῶ ᾱ Ut 9 τῶ β γݲ I τοῦ δὲ t: καὶ τὸ B 11 τὸ e xui corr. Β 12 post τὸ add. δὲ t 13 ἔστὰι It: ἔστω Β 15 ἄνθρωπός scripsi: ἀνθρώπου BUt cf. vs. 20 16 καὶ BU: κατὰ t 18 ἑαυτοῦ scripsi: ἑαυτῶ ’t: compeod. Β 19 ἄνθρωπος alt. 0111. U γελαστικόν Β ’n ἄνθρωπός scripsi: ἀνθρώπου BUt cf. vs. 15 γελαστικόν Β αὐτὸ Bt: ἑαυτοῦ U 21 γίγνεται, post quod add. γὰρ t 22 ὅτε t ὅλῳ κτλ. om. Β 22. 23 ὑπάρχει, ἀντιστρέφει U 25 ὑπάρχει U ἀντιστρέφει B 27 εἰ καὶ Β 27. 28 τῶ δὲ—τὸ corr. e τὸ δὲ—τῶ U2)
    471

    p. 68a25 Ὅταν δὲ δυοῖν ὄντοιν, οἷον τὸ Α τοῦ Β αἱρετώτερον. CXVIr

    Ἐν τούτοις ὁ φιλόσοφος ἀκριβῆ καὶ θεῖα παραδίδωσιν. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· ἐὰν τὸ Α καὶ τὸ Δ αἱρετά ἐστιν, ἔχουσι δὲ ἀντικείμενα, τὸ μὲν Α ἔχει ἀντικείμενον τὸ Β, τὸ δὲ Δ τὸ Γ, καὶ ταῦτα φευκτά εἰσιν. εἰ δὲ τῶν αἱρετῶν τὸ ἓν μᾶλλον αἱρετώτερον, οὐκοῦν καὶ τῶν φευκτῶν τὸ ἓν μᾶλλον φευκτότερόν ἐστιν. οἷον ὡς ἐπὶ παραδείγματος ἔστω ὑγεία καὶ πλοῦτος αἱρετά, νόσος δὲ καὶ πενία φευκτά· ἐὰν οῦν> τις τὴν ὑγείαν ὡς μᾶλλον αἱρετὴν ζητῇ, δῆλον ὅτι καὶ τοῦ πλούτου τὸ ἐναντίον ζητεῖ ὡς ἧττον φευκτόν, οἷον τὴν πενίαν· συμφέρει γὰρ ὑγιαίνειν καὶ πένεσθαι ἢ πλουτεῖν καὶ νοσεῖν. ὥστε ἐκλέγονται οἱ ἄνθρωποι τὸ μεῖζον μὲν ἀγαθὸν ἔλαττον δὲ κακὸν ἤπερ τὸ μεῖζον κακὸν ἔλαττον δὲ ἀγαθόν· ἡ γὰρ ὑγεία μεῖζον ἀγαθόν· τὸ γὰρ πλουτεῖν τῶν ἐκτός ἐστι, τὸ δὲ ὑγιαίνειν ἐν ἡμῖν ἐστιν. οὐκοῦν πλέον τις ἕλοιτο τὸ ἴδιον καὶ μεῖζον ἀγαθὸν ἤπερ τὸ ἔξωθεν καὶ ἔλαττον ἀγαθόν. πόθεν δὲ δῆλον ὅτι ἡ ὑγεία μεῖζον ἀγαθόν ἐστιν, αὐτὸς νῦν σαφῶς διδάξει.

    p. 68a29 Εἰ οὖν τὸ Α τῷ Δ ὁμοίως αἱρετόν.

    Ἐπειδὴ οὖν ἀντίκεινται ἡ ὑγεία καὶ ἡ νόσος, πλοῦτος καὶ πενία, ἦν δέ τινα ἐκλέγεσθαι τῶν ἀντιθέσεων, ἐκλέξεται ὑγείαν καὶ πενίαν μᾶλλον, ὑγείαν μὲν ὡς μεῖζον ἀγαθόν, πενίαν δὲ ὡς ἧττον κακόν. πόθεν οὖν δῆλον ὅτι ἡ ὑγεία τοῦ πλούτου μεῖζον ἀγαθόν; ἐὰν οὖν δείξω ὅτι οὔτε ἴσον οὔτε ἔλαττον, λέι|πεται ὅτι μεῖζον. οἷον εἰ ἦν ἴσον ἡ ὑγεία καὶ CXVIν ὁ πλοῦτος καὶ ὁμοίως ἀγαθά ἐντεῦθεν δῆλον], ὁμοίως ὁμοίως φευκτὰ καὶ τὰ ἀντικείμενα. εἰ δὲ ὁμοίως φευκτὰ τὰ ἀντικείμενα, ὁμοίως ἕξουσι τὸ ΑΓ καὶ τὸ ΒΔ, εἰ ὁμοίως ἔχουσιν. ἐπειδὴ δὲ οὐ φαίνεται τὸ ΒΔ ὁμοίως ἔχειν, οὐκοῦν οὐδὲ τὸ ΑΓ ὁμοίως ἕξει. οὐδὲ ἧττον ἡ ὑγεία τοῦ πλούτου αἱρετή· εἰ γὰρ ἧττον, οὐκοῦν μᾶλλον διωκτὴ ἐγίνετο ἡ νόσος. οὐδεὶς δὲ τῶν εὐφρονούτων αἱρεῖται τὸ μέγα κακὸν καὶ ἧττον ἀγαθόν, ἀλλὰ μᾶλλον τὸ μέγα ἀγαθὸν καὶ ἧττον κακόν· εἰ οὖν ἡ νόσος ἧττον κακὸν καὶ ὁ πολῦτος μέγα ἀγαθόν, ὤφειλον τοῦτον αἱρεῖσθαι οἱ ἄνθρωποι· ἀλλὰ τοῦτο οὐ βούλονται. ὥστε οὔτε ὁμοίως αἱρετὴ οὔτε ἔλαττον αἱρετὴ ἡ ὑγεία τοῦ πλού- του· λείπεται ἄρα τὸ πλέον αἱρετὴν εἶναι τὴν ὑγείαν.

    [*](1 οἷον τὸ Bit (corn n): τὸ Arist. 3 δ Waitz Organ. I 29: βݲ BUI αἱρετόν, ut videtur, pr. Β ἔχουσιν, om. δὲ Β I ἔχει ἀντικείμενον deleverim δݲ τὸ γݲ, quod conieceral Waitz 1. c, Β: φݲ τὸ oil 7 ὑγίεια Β 8 οὖν addidi of. p. 478,4 ὑγίειαν libri 9 post ἐναντίον add. τι t ζητεῖ ’t: δηλοῖ Β an συμφορώτερον? 10 ἢ] ras. U 13 post οὐκοῦν add. καὶ t II ἔξωθεν καὶ ἔλαττον lit: ἔξωθεν U, λαττον superscr. I ’ 17 ἀντίκειται ’t ὑγίεια t post πενία add. εἰ Bl 19 posl ὡς utrumque add. ὅτι ’ οὑν om. ’: δὲ t 20 ὑγίεια U 21 εἰ superscr. U2 ἦν om. Β ἡ superscr. Β ὑγίεια I I 22 ὁ superscr. Β καὶ prius om. I posl ἀγαθὰ add. καὶ r ἐντεῦθεν δῆλον delevi 25 ἕξει Bt: ἐρεῖ U οὐδὲ alt. B: οὐδὲν ’t ὑγίει 26 μᾶλλον οὐκοῦν I ἐγίγνετο U 27 μέγαν I ἀγαθὸν e κακὸν corr. Β 28 posl κακόν alt. add. ἐστι I 29 τοῦτον Bt: τούτων U 30 ἐλάττων Hi i. U ὑγίεια U 31 αἱρετὸν Β τῆς ὐγείας Β: τὴν ὑγίειαν U)
    472

    p. 68a39 Εἰ δὴ ἕλοιτο πᾶς ὁ ἐρῶν κατὰ τὸν ἔρωτα. CXVIV

    Πρᾶγμα μέγιστον ἐνταῦθα παραδίδωσιν ὁ φιλόσοφος ἐκ τοῦ εἰρημένου θεωρήματος, ὃ ἀπ’ ἐναντίας ἐστὶ τῇ νῦν γνώμῃ τῶν ἀνθρώπων. οἱ γὰρ ἄνθρωποι οἴονται ὅτι ὁ ἔρως γίνεται διὰ τὴν μῖξιν· αὐτὸς δὲ δείκνυσιν ὅτι διὰ τὴν προαίρεσιν τῆς φιλίας, σύμβολον δὲ τῆς προαιρέσεως ἡ μῖξις. λαμβάνει οὖν περὶ τῆς ἐρωμένης δύο ἀντιφάσεις, ἢ δυναμένην ἢ μὴ δυναμένην, ἢ θέλουσαν ἢ μὴ θέλουσαν. ἐκλέξεται οὖν τὰς διαγωνίους ὁ ἐρῶν ιὰς μᾶλλον συντεινούσας τῷ ἰδίῳ ἔρωτι ἐξ ἀνάγκης, καὶ οὐκ ἂν εἴποι ὁ ἐρῶν ὅτι ἡδέως εἶχον τὴν ἐρωμένην δύνασθαι μὲν μὴ θέλουσαν δέ, ἀλλὰ λέγει ὅτι τὴν θέλουσαν μὲν μὴ δυναμένην δέ. αἰρετῶν γὰρ ὄντων τῶν δύο, τοῦ θέλειν τὴν ἐρωμένην καὶ δύνασθαι, τὸ θέλειν αἱρετώτερον λαμβάνει· τὸ γὰρ θέλειν καὶ μὴ θέλειν κατὰ τὴν προαίρεσίν ἐστιν, τὸ δὲ μὴ δύνασθαι καὶ δύνασθαι κατὰ τὴν πρᾶξιν. οὐκοῦν ὥσπερ πρὸς τὸν ἐραστὴν μέγα κακόν ἐστι τὸ μὴ θέλειν τὴν ἐρωμένην, ἧττον δὲ κακὸν τὸ μὴ δύνασθαι, οὐκοῦν καὶ τὰ ἀντικείμενα ὁμοίως ἕξει, ὥσπερ μέγα κακὸν τὸ μὴ θέλειν, οὕτω μέγα ἀγαθὸν τὸ θέλειν, καὶ ὥσπερ ἧττον κακὸν τὸ μὴ δύνασθαι, οὕτως ἧττον καλὸν τὸ δύνασθαι. ἐάν τις οὖν προθῆται τῷ ἐρῶντι λαβεῖν τῶν διαγωνίων ἣν βούλεται, δῆλον ὅτι ἐκείνην λήψεται τὴν διαγώνιον τὴν τὸ μέγα ἀγαθὸν καὶ ἧττον κακὸν παριστῶσαν· τοῦτο δέ ἐστι τὸ βούλεσθαι μὲν μὴ δύνασθαι δέ. τὸ δὲ βούλεσθαι τῆς γνώμης ἐστὶ καὶ τῆς προαιρέσεως· οὐκοῦν καὶ ὁ ἐρῶν τῆς προαιρέσεως ἐρᾷ καὶ οὐ τῆς μίξεως. σύμβολον δὲ τοῦ τυχεῖν τοῦ τέλους τὸν ἐρῶντά ἐστιν ἡ μῖξις, ᾗ ἀντικατεστη.

    p. 68b6 Καὶ γὰρ αἱ ἄλλαι ἐπιθυμίαι. Εἰ οὖν, ὡς ἀπεδείχθη, φησίν, ὁ ἔρως τῆς φιλίας ἐστίν, οὐκοῦν ὁ ἐρῶν τοῦτο τέλος τίθεται, τὸ φιλεῖσθαι· τὸ γὰρ συνιέναι ἢ οὐκ ἔστι τοῦ ἔρωτος, ἢ εἰ ἔστιν, ἕνεκεν τῆς φιλίας γίνεται. οὕτω καὶ αἱ ἄλλαι ἐπιθυμίαι γίνονται.

    p. 68b8 Πῶς μὲν οὗν ἔχουσιν οἱ ὅροι.

    Ποῖά εἰσιν αἱρετά; ὅτι τὰ μᾶλλον ἀγαθά. ποῖα δὲ φευκτά; τὰ μᾶλλον κακά.

    [*](1 δ’ U 4 γίγνεται t 5 τῆς φιλοσοφίας U post τῆς alt. del. φιλοσοφίας U 6 post ἀντιφάσεις add. αὐτὸς U 7 διαγωνίους e δύο γωνίας corr. U2 8 εἴπη Β 9 immo δυναμένην 10 γὰρ scripsi: δὲ BUt 17 ante δύνασθαι add. μὴ t προθῆται scripsi: προσθῆται BU: προσθεῖται t 19 παριστῶσαν] ω parum liquet in U 21 καὶ οὐκοῦν Dt post ἐρῶν add. κα t 22 post ἐρῶντα add. ὁ ἐρῶν U 22. 23 ἀντεκατέστη Ut 25 ἐδείχθη Β 26 συνεῖναι Arist. 27 ἕνεκα U 29 οἱ ὅροι ἔχπθσι (J 30 ante αἱρετά add. τὰ Dt)
    473

    p. 68b9 Ὅτι δὲ οὐ μόνον οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ CXVI συλλογισμοί.

    Βούλεται διὰ τούτου δεῖξαι ὅτι καὶ οἱ ῥητορικοὶ συλλογισμοὶ διὰ τῶν τριῶν σχημάτων δείκνυνται. ῥητορικοὶ δέ εἰσιν οἱ ἐπαγωγικοὶ καὶ οἱ παραδειγματικοὶ καὶ ὅσους ἄλλους ἔχει εἰπεῖν.

    p. 68b13 Ἅπαντα γὰρ πιστεύομεν ἢ διὰ συλλογισμοῦ ἢ ἐξ επαγωγης.

    Ἐπειδὴ πιστεύομεν ἢ διὰ συλλογισμοῦ ἢ δι᾿ ἐπαγωγῆς, ζητείσθω τί διαφέρει ὁ συλλογισμὸς τῆς ἐπαγω|γῆς, ὅτι ὁ συλλογισμὸς CXVII1 διὰ τοῦ μέσου ὅρου συνάπτει τὸν ἄκρον τῷ ἄκρῳ, ἡ δὲ ἐπαγωγὴ διὰ τοὐ ἐλάττονος συνάπτει τῷ μέσῳ τὸν ἄκρον. οἷόν ἐστι τὸ ΑBΓ· διὰ τοῦ I δείκνυμεν ὅτι τὸ Α τῷ Β ὑπάρχει.

    p. 68b18 Οἷον ἔστω τὸ Α μακρόβιον, τὸ δ’ ἐφ’ ᾧ Β χολὴν μὴ ἔχον.

    Βούλεται διὰ τούτων ὡς ἐπὶ παραδείγματος σημᾶναι τὸν ἐπαγωγικὸν τρόπον. ἔστι δὲ οὗτος· ἔστω τὸ Α μακρόβιον, τὸ Β χολὴν μὴ ἔχον, τὸ Γ οἷον κόραξ καὶ ὅσα τοιαῦτα. λέγει οὗν ὅτι ὁ κόραξ καὶ ὁ ἔλαφος ἄχολα μακρόβιά εἰσιν· οὐκοῦν καὶ τὸ μὴ ἔχον χολὴν μακρόβιόν ἐστιν. οὕτω διὰ τοῦ ἐσχάτου ὅρου τῷ μέσῳ συνάπτομεν τὸν ἄκρον. λέγω γὰρ οὕτως· τὰ καθ’ ἕκαστον μὴ ἔχοντα χολὴν μακρόβιά ἐστιν· οὐκοῦν καὶ τὰ μὴ ἔχοντα χολὴν μακρόβιά εἰσιν.

    p. 68b24 Δέδεικται γὰρ πρότερον ὅτι, ἐὰν δύο ἄττα τῷ αὐτῷ ὑπάρχῃ.

    Ὅπερ εἰρήκαμεν πρότερον ἐπὶ φθαρτοῦ καὶ ἀφθάρτου καὶ γενητοῦ καὶ ἀγενήτου, ὅτι] λέγεται νῦν ὡς πρὸς ἄλλο τι μέλλον ἀποδείκνυσθαι. δέδεικται, φησί, πρότερον, ἐὰν δύο ἄττα τῷ αὐτῷ ὑπάρχῃ καὶ ἀντιστρέφῃ τὸ ἕτερον, 〈ὅτι〉 καὶ τὸ ἄλλο ἀντιστρέφει, ὡς καὶ νῦν ἐπὶ τῆς ἐπαγωγῆς τὸ ἄχολον κατηγορεῖται ὑπόθου τῷ κόρακι· κατηγορεῖται δὲ καὶ τῷ κόρακι τὸ μακρόβιον· οὐκοῦν καὶ τῷ ἀχόλῳ τὸ μακρόβιον.

    [*](1 καὶ ἀποδ. συλλ. om. Β 3 τούτων t 6 περὶ ἐπαγωγῆς inscr. Bl ἢ prius] οἱ U ἐξ Β Arist.: δι’ I I S ἐπειδὴ—ἐπαγωγῆς Ms habel 1 10 τὸν t: τὸ HU II τὸν μέσον no ἄκρω I i διὰ τῶν Β 13 posl add. τὸ U post βݲ add. τὸ t Arist. 11 τούτων ὡς ἐπὶ om. It IT ἔχειν t 18 ἐστιν om. U τὸν μέσον—τῶ ἄκρω It 19 καθ᾿ ἔκαστα Β 21 posl γὰρ del. τὸ U ὅτι κτλ. om. B ἅττα It (Α Β C 23 πρότερον] p. 469,14 23. 24 γεννητοῦ—ἀγεννήτου Β 24 ὅτι delevi 25 post δύο add. φησὶν ἅττα Bit 25. 26 ὑπάρχει καὶ ἀντιστρέφει t 26 ὅτι addidi (ante ὡς) Β 27.28 κατηγορεῖται δὲ — κόρακι om. t 28 τὸ ἄχολον t τὸ alt om. I)
    474

    p. 68b27 Δεῖ δὲ νοεῖν τὸ Γ τὸ ἐξ ἁπάντων τῶν καθ’ ἕκαστον CXVIIr συγκειμενον.

    Ὀφείλομεν δὲ τὸ Γ ἀντὶ τοῦ πάντα τὰ καθ᾿ ἕκαστον διαλαβεῖν· ἡ γὰρ επαγωγη δια παντων τῶν κατὰ μερος δεικνυται.

    p. 68b30 Ἔστι δὲ ὁ τοιοῦτος συλλογισμὸς τῆς πρώτης καὶ ἀμέσου προτάσεως.

    Ὅτι, φησίν, ὁ δι’ ἐπαγωγῆς συλλογισμὸς συλλογίζεται τὴν μείζονα πρότασιν· ἡ γὰρ πρώτη καὶ ἄμεσος ἡ μείζων ἐστίν. ἵνα οὖν ταύτην πιστωσώμεθα, δι’ ἐπαγωγῆς δείκνυμεν.

    p. 68b32 Καὶ τρόπον τινὰ ἀντίκειται ἡ ἐπαγωγὴ τῷ συλλογισμῷ. Ὁ μὲν γὰρ συλλογισμὸς διὰ τοῦ μέσου τὸ ἄκρον τῷ ἐσχάτῳ συναπτει· η δε επαγωγη δι αὐτου του εσχατου δεικνυσι τῳ μεσῳ τὸ ἄκρον ὑπάρχον.

    p. 68b35 Φύσει μὲν οὖν πρότερον.

    Κατὰ τὴν φύσιν μὲν ὁ συλλογισμὸς πρῶτος, ἡ δὲ ἐπαγωγὴ δευτέρα· καθ’ ἡμᾶς δὲ ἡ ἐπαγωγὴ γνωριμωτέρα ·ἤπερ ὁ συλλογισμός.

    p. 68b38 Παράδειγμα δέ ἐστιν, ὅταν τῷ μέσῳ τὸ ἄκρον ὑπάρχον δειχθῇ.

    Ἐπλήρωσε περὶ τοῦ ἐπαγωγικοῦ συλλογισμοῦ· νῦν λέγει περὶ τοῦ παραδειγματικοῦ. τί δέ ἐστι παραδειγματικόν; ὅταν τῷ μέσῳ τὸ ἄκρον δειχθῇ ὑπάρχον διὰ τῶν ὁμοίων ᾗ ὅμοιον. δεῖ δὲ τὸ ὅμοιον γνώριμον εἶναι τῷ ἄκρῳ ὅρῳ, καὶ ὁ ἔσχατος πρὸς] τῷ μέσω γνώριμος. ἔστω οὖν πρῶτος ὅρος κακόν ἐστι, μέσος τὸ ὁμόροις ἀναιρεῖσθαι πόλεμον, ἔσχατος Ἀθηναῖοι καὶ Θηβαῖοι. τοῦτο γνώριμον τῷ μέσῳ ὅρῳ, ὅτι ὅμοροι οὗτοι. τὸ δὲ ὅμοιον ἔστω Θηβαῖοι, εἰ τύχοι, καὶ Φωκεῖς. τοῦτο γνώριμον τῷ πρώτῳ ὅρῳ, τῷ κακῷ· κακῶς γὰρ ἀπήλλαξαν Φωκεῖς καὶ Θηβαῖοι. εἰ οὗν βουλόμεθα δεῖξαι ὅτι ὁ πρὸς Ἀθηναίους πόλεμος κακός ἐστι, διὰ τοῦ παραδείγματος δείκνυμεν ὅτι Θηβαῖοι καὶ Φωκεῖς ὅμοροι ὄντες καὶ [*](1 τῶν κτλ. om. B 4 ἀπάντων U 5. 6 καὶ κτλ. oui. B 11 μὲν 0111. Β τὸ ἄκρον c τῶ ἄκρω corr. B 12. 13 τὸ μέσον τῶ ἄκρω U 14 πρότερος t Arist. 16 δὲ om. Bt γνωριμωτέρα Ut: δευτέρα Β 17 περὶ παραδείγματος inscr. BU 17. 18 ὑπάρχον δειχθῇ om. Β 20 παραδειγματικός Β τὸ om. 15 22 καὶ om. U: fort. <ὡς> καὶ πρὸς delevi 23 post οὖν add. ὁ Β τὸ Bt: τοῖς U 24 τῶ μέσω ὅρω scripsi: τοῦ μέσου ὅρου Bit 25 τὸ δὲ om. Β τύχη B 26 τῷ κακῷ scripsi: τὸ κακὸν BUt κακοὺς U 27 ὁ περὶ U)

    475
    πολεμοῦντες κακῶς ἀπήλλαξαν· οὐκοῦν Ἀθηναῖοι καὶ Θ·ηβαῖοι ὅμοροι CXVIIr ὄντες πρὸς ἑαυτοὺς πολεμεῖν κακόν. εἰδέναι δὲ δεῖ ὅτι πρὸς τὸ παράδειγμα καὶ τὸ συμπέρασμα, εἰ μὲν καλὸν τὸ παράδειγμα, καλὸν καὶ τὸ συμπέρασμα, εἰ δὲ κακὸν τὸ παράδειγμα, ὡς καὶ νῦν, καὶ ὁ συλλογισμὸς πρὸς τὸ παράδειγμα.

    p. 69a1 Τὸ δ’ ἐφ’ ᾧ Δ Θηβαίους πρὸς Φωκεῖς.

    Ἐπεὶ οὖν πρὸς τοὺς ὁμόρους κακὸν τοῦτο, καὶ πρὸς Θηβαίους καὶ Φωκεῖς κακόν.

    p. 69a7 Ὅτι μὲν οὖν τὸ Β τῷ Γ καὶ τῷ Δ ὑπάρχει. |

    Εἰρήκαμεν ὅτι ὀφείλει τὸ παράδειγμα γνώριμον εἶναι τῶ προτέρῳ CXVIIv καὶ δευτέρῳ ὅρῳ, ὁ δὲ ἔσχατος γνώριμος εἶναι τῷ μέσῳ, ὡς καὶ νῦν ἐποιήσαμεν. τὸ παράδειγμα ἦν ὁ πρὸς Φωκεῖς Θηβαίων πόλεμος. γνώ- ριμος δὲ τῷ πρώτῳ ὅρῳ, ὅτι οὗτος ὁ πόλεμος κακός. ἀλλὰ καὶ τῷ δευτέρῳ ὅρῳ γνώριμος· ὅμοροι γὰρ ἦσαν οἱ Θηβαῖοι καὶ οἱ Φωκεῖς. καὶ ὁ ἔσχατος γνώριμος τῷ δευτέρῳ· οἱ γὰρ Ἀθηναῖοι καὶ οἱ Θηβαῖοι ὅμοροι. οὕτω διὰ παραδειγμάτων συλλογιζόμεθα.

    p. 69a13 Φανερὸν οὖν ὅτι τὸ παράδειγμά ἐστιν οὔτε ὡς μέρος πρὸς ὅλον οὔτε ὡς ὅλον πρὸς μέρος.

    Φανερὸν οὖν ὅτι τὸ παράδειγμά ἐστι 〈πρὸς〉 τὸ δεικνύμενον οὔτε ὡς μέρος πρὸς ὅλον, τουτέστιν ἐπαγωγή, οὔτε ὡς ὅλον πρὸς μέρος, τουτέστι συλλογισμός, ἀλλ’ ἔστι μέρος πρὸς μέρος, ὅτε ἄμφω ὑπὸ τὸ αὐτὸ ἄκρον ἐστί, τῷ δὲ μέσῳ γνώριμόν ἐστιν εἰ ἔστιν. διαφέρει δὲ τῆς ἐπαγωγῆς, ὅτι ἡ μὲν ἐπαγωγὴ ἐκ τῶν πάντων τῷ μέσῳ τὸ μεῖζον ἄκρον ἐδείκνυεν ὑπάρχειν, οὐ μέντοι τὸ ἄκρον τῷ ἄκρῳ, τὸ δὲ παράδειγμα ἐκ μερικοῦ τινος καὶ οὐκέτι ἐξ ἁπάντων, καὶ ὅτι οὐ μόνον τὸν μέσον ὅρον τῷ ἄκρῳ συνάπτει ἀλλὰ καὶ τὸ ἄκρον τῷ ἄκρῳ.

    p. 69a19 Τὸ δὲ καὶ συνάπτει.

    Τὸ δὲ ἀντὶ τοῦ ‘τὸ παράδειγμα᾿) συνάπτει καὶ τὸν μέσον καὶ τὸν ακρον τῳ ακρῳ.

    [*](6 post δݲ add. παράδειγμά ἐστι L) II ἐστι U 13 κακός e κακόν sive hoc ex illo corr. Β 16 παραδείγματος I 17 ἐστιν — 19 παράδειγμα om. B 17. 18 ὡς ὅλον πρὸς μέρος—ὡς μέρος πρὸς ὅλον t 19 ἐστι om. ’l πρὸς addidi τὸ alt. om. t: ὃ Β δείκνυμεν ὃν Β 20 τουτέστιν ἐπαγωγή Bt: ἵνα εἴπη τὴν ἐπαγωγήν LI μέρος πρὸς ὅλον Β 20. 21 τουτέστι συλλογισμός Bt: ἵνα εἴπη τὸν συλλογισμόν ἐστιν ’ 22 τὸ δὲ μέσον ἄγνωστόν U 22. 23 τῆ ἐπαγωγῆς It 23 τὸ μέσον τῶ ἄκρω U 28 ἀντὶ τοῦ παραδείγματος U)
    476

    p. 69a20 Ἀπαγωγὴ δέ ἐστιν, ὅταν τῷ μὲν μέσῳ τὸ πρῶτον CXVIIv δῆλον ᾖ ὑπάρχον.

    Εἶπε περὶ τοῦ παραδείγματος· νῦν λέγει περὶ τῆς ἀπαγωγῆς, ὅτι ἀπαγωγή ἐστιν, ὅταν ὁ μείζων ὅρος φανερὸς ὑπάρχῃ, ὁ δὲ ἐλάττων ὅρος ἀφανής. ἀπαγωγὴ δὲ εἴρηται διὰ τὸ ἀπάγεσθαι ἡμᾶς ἀπὸ τοῦ συμπεράσματος ἐπὶ τὴν ἀπόδειξιν τῆς ἀφανοῦς καὶ ἀσήμου προτάσεως.

    p. 69a21 Ὁμοίως δὲ πιστὸν ἡ μᾶλλον τοῦ συμπεράσματος.

    Ὀφείλει, φησίν, ὁ ἔσχατος ὅρος, τουτέστιν ἡ ἐλάττων πρότασις, ὁμοία εἶναι τῷ συμπεράσματι κατὰ τὸ ἀφανές, ἤγουν ἔτι ἧττον ἀφανὴς ὀφείλει εἶναι ἡ πρότασις. αὐτὸς δὲ ἀντὶ τοῦ ἀφανοῦς ἔλαβε τὸ πιστόν.

    p. 29a22 <Ἔτι ἂν ὀλίγα ᾖ τὰ μέσα.>

    Ἐπειδὴ ἧττον γίνεται ἡ πρότασις ἀφανής, ἐὰν δι’ ἑνὸς μέσου φανερωθῇ· οὕτω γὰρ συμβαίνει τὴν ἀφανῆ πρότασιν ἐγγὺς γενέσθαι τῆς ἐπι- στήμης, τουτέστιν ἐγγὺς γενέσθαι εἰς τὸ φανεερωθῆναι.

    p. 69a23 Πάντως γὰρ ἐγγύτερον εἶναι συμβαίνει τῆς ἐπιστήμης.

    Ἐγγὺς γίνεται τῆς ἐπιστήμης ἀντὶ τοῦ τῆς γνώσεως’) φανερωθεῖσα ἡ πρότασις. εἶτα ὡς ἐπὶ παραδείγματος λαμβάνει διδακτόν, ἐπιστήμην, ἀρετήν. φανερὰ οὖν ἐστιν ἡ μείζων πρότασις, ὅτι ἡ ἐπιστήμη διδακτόν ἐστιν, ἀφανὴς δὲ ἡ ἐλάττων, εἰ ἡ ἀρετὴ ἐπιστήμη ἐστίν. ὀφείλει οὖν τούτων ὁμοίως ἡ ἐλάττων ἄδηλος εἶναι τῷ συμπεράσματι· ὁμοίως γὰρ ἄδηλόν ἐστιν εἰ ἡ ἀρετὴ διδακτόν ἐστιν· οὕτω γὰρ ἐγγὺς γινόμεθα τῆς γνωσεως.

    p. 69a27 Τὸ ΒΓ τοῦ ΑΓ.

    Τὸ ΒΓ ἡ ἐλάττων πρότασις, τὸ δὲ ΑΓ συμπέρασμα.

    p. 69a29 Πάλιν ἂν ᾖ ὀλίγα τὰ μέσα τῶν ΒΓ.

    Οὐ μόνον ἐὰν ὁμοίως ἔχῃ τῷ συμπεράσματι ἡ ἐλάττων πρότασις κατὰ τὸ ἀφανές, ἀπαγωγή ἐστι, ἀλλὰ κἂν ἡ ἐλάττων πρότασις καὶ ἀφανὴς δείκνυται δι’ ἑνὸς μέσου ἢ δύο. οἷον ἐζήτησάν τινες εἰ δυνάμεθα κύκλον τετεραγωνίαι, καὶ οὐκ ἠδυνήθησαν. ἐλάμβανον δὲ οὕτως, τετραγωνίζεσθαι [*](2 δῆδον ἦ ὑπάρχον am. Β 4 φανερὸν t 8 ἐλάττων] ν superscr. U2 9 ὁμοίως D: ὁμοῖον t 10 τοῦ om. t 11 lemma addidi 14 γίγνεται lit 18 φανερὸν Ut διδακτή Ut 20 ἄδηλον t 21 γενόμεθα sir Β: γιγνόμεθα t 23. 24 τοῦ αݲγݲ. τὸ βݲγݲ om. Β 23 τοῦ U Arist.: τὸ t 24 δὲ om. B 25 ἂν ἠ Α: ἄν εἴη BU: ἐὰν t: εἰ Arist. τῶν βݲγݲ om. Β 26 ἔχει t τὸ ante σθμπ.) U 29 τετραγωνῆσαι U pr., t)

    477
    πρῶτον ὅρον, εὐθύγραμμον δεύτερον, κύκλον τρίτον. ὅτι μὲν τὸ εὐθύ- CXVIIv γραμμον τετραγωνίζεται, δῆλον· ἀφανὲς δέ ἐστιν εἰ ὁ κύκλος εὐθυγραμματίζεται, ὅπερ ἐστὶν ἡ ἐλάττων πρότασις. καὶ τοῦτο πειρῶνται δεικνύειν διὰ τῶν μηνοειδῶν σχημάτων καὶ μηνίσκων. ἐπειδὴ οὖν δι’ ἑνὸς πειρῶνται δεικνύειν, ἀπαγωγή ἐστιν.

    p. 69a34 Ὅταν δὲ μήτε πιστότερον ᾖ τὸ ΒΓ.

    Ἐὰν δὲ ἡ ἐλάττων πρότασις ᾖ ἀφανής, μὴ ἡ δὲ τῷ συμπεράσματι ἧττον ἀφανὴς ἀλλ’ ἴση, καὶ εἰ μὴ ὀλίγα τὰ μέσα δι’ ὧν δείκνυσι τὴν ἐλάττω πρότασιν, οὐ λέγομεν ἀπαγωγὴν τὸ τοιοῦτον ἀλλ’ ὑπέρβασιν, 〈ὅτι〉 οἷον ὑπερβαίνοντες τὸ συμπέρασμα τἀς προτάσεις ἀποδείκνυμεν.

    69a35 Οὐδ᾿ ὅταν ἄμεσον τὸ ΒΓ· ἐπιστήμη γὰρ τὸ τοιοῦτον.

    Φησὶν ὅτι, ἐὰν ᾖ ἄμεσος ἡ ἐσχάτη πρότασις, ἐπιστήμη ἐστὶ τὸ τοιοῦτο καὶ οὐκέτι ἀπαγωγὴ ὑπάρχει.

    p. 26a37 Ἔνστασις δέ ἐστι πρότασις προτάσει ἐναντία·

    Πληρώσας περὶ τῆς ἀαγωγῆς νῦν λέγει περὶ τῆς ἐνστάσεως. ἡ δὲ ἔνστασις πρότασίς ἐστιν ἐναντία τῇ προ|τεθείσῃ προτάσει. δια- CXVIIIr φέρει δὲ τῆς προτάσεως, ὅτι ἡ μὲν ἔνστασις ἢ τὸ καθόλου ἐναντίον εἰσάγει ἢ τὸ μερικόν, ἡ δὲ πρότασις καθόλου οὖσα οὐ δύναται εἶναι μερική, ἔστι δὲ μερική, οὐχ ὅτε τὸ καθόλου συνάγει, ἀλλ’ ὅτε τὸ μερικόν.

    Ἔνστασις δέ ἐστι πρότασις προτάσει ἐναντία. διαφέρει ἔνστασις ἀνασκευῆς, ὅτι ἡ ἔνστασις προτάσεως, ἡ δὲ ἀνασκευὴ συμπεράσματος.

    p. 69b1 1 Φέρεται δὲ ἡ ἔνστασις διχῶς.

    Ἡ ἔνστασις διττή, ἢ καθολικὴ ἢ μερική. δείκνυται δὲ διὰ τῶν δύο σχημάτων, πρώτου καὶ τρίτου. εἶτα ἡ ἔνστασις ἀντίθεσίς ἐστι· τὰ δὲ ἀντικείμενα ἐν πρώτῳ καὶ τρίτῳ. ἐὰν οὖ οὖν τις λέγῃ ὅτι τόδε παντὶ τῷδε, εἰ μὲν τὸ οὐδενὶ βουλόμεθα ἐνστῆναι, διὰ τοῦ πρώτου σχήματος, εἰ δὲ τὸ οὐ παντί, διὰ τοῦ τρίτου. εἰ δὲ λέγει οὐ παντὶ καὶ ἐνστῆναι βουλόμεθα, εἰ μὲν παντί, διὰ τοῦ πρώτου σχήματος, εἰ δὲ τινί, διὰ τοῦ τρίτου.

    Τὸ δὲ τινὶ μὴ ἐκ τοῦ ἐσχάτου. τὸ δὲ τινὶ μὴ ἀντὶ τοῦ μερικοῦ ἀποφατικοῦ.

    [*](2. 3 εὐθυγραμμίζεται U 6 post βݲγݲ add. τοῦ αݲγݲ, μήτε ὀλίγα τὰ μέσα, οὐ λέγω ἀπαγωγήν I 7 εἴη (ante ἀφανὴς) D ἥδε lit 8 ὧν scripsi: οὖ 111 I 9 τοιοῦτο I [0 ὅτι addidi ἀποδεικνύομεν U II ὅταν ἀνὰ μέσον 1 post ὅταν add. ῃ(??) Arist. (0111. C) M περὶ ἐνστάσεως inscr. Β δέ om. U post ἐστι del. πρὸς τὰς II πρότασις c προτάσεις coir. D 17 posl καθόλου add. τὸ I 21 ἀνασκευῆς Bt: ἐνστάσεως 22 post διχῶς add. τε καὶ διὰ δύο σημάτων U 24 εἴ γε conicio 25 λέγει Ut 26 post μὲν add. οὖν Bt)
    478

    p. 69b8 Οἶον ἔστω τὸ Α μίαν εἶναι ἐπιστήμην. CXVIIIr

    Ἐπὶ παραδείγμαατος τὰ εἰρημένα παραδίδωσιν. ἔστω μείζων ὅρος μίαν εἶναι ἐπιστήμην, μέσος τὰ ἀντικείμενα, τὰ δὲ ἐναντία ἔσχατος ὅρος. ἐὰν <οὖν> τις λέγῃ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’ καὶ ἐνστῇς λέγων ὅτι τῶν ἐναντίων μία οὐκ ἔστιν ἐπιστήμη, τοῦτο ἐν πρώτῳ σχήματι. εἰ δὲ τὸ μερικὸν βούλει ἀντιστῆναι, λαμβάνεις μερικὰ ἐναντία, τὸ γνωστόν, εἰ τύχοι, καὶ ἄγνωστον, οὕτως· τὰ ἐναντία γνωστὸν καὶ ἄγνωστον· τὸ γνωστὸν καὶ ἄγνωστον μίαν οὐκ ἔχει ἐπιστήμην· οὐ πάντα ἄρα τὰ ἐναντία μίαν ἔχει ἐπιστήμην, καὶ γίνεται τὸ τρίτον σχῆμα.

    p. 69b10 Οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένων. Ἀντὶ τοῦ ‘οὐχ ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων’.

    p. 69b11 Tὰ δὲ ἐναντία ἀντικείμενα ὥστε γίνεσθαι τὸ πρῶτον σχῆμα.

    Λαμβάνει ὅρους τρεῖς τούτους, μίαν ἐπιστήμην μείζονα ὅρον, ἀντικείμενα μέσον ὅρον, ἐναντία ἐλάττονα ὅρον. ἐὰν οὖν λέγῃ αὐτός, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, καὶ θέλεις ἐνστῆναι, οὕτω λέγεις· τὰ ἐναντία ἀντικείμενα· τὰ δὲ ἀντικείμενα μίαν οὐκ ἔχουσιν ἐπιστήμην· τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη, καὶ γίνεται τὸ πρῶτον σχῆμα. εἰ δὲ μερικῶς θέλεις ἐνστῆναι, λαμβάνεις μερικὰ ἐναντία τὸ γνωστὸν καὶ ἄγνωστον, οἶον ὅτι ταῦτα ἐναντία καὶ ἀντικείμενα· τοῦ δὲ γνωστοῦ καὶ ἀγνώστου μία οὐκ ἔστιν ἐπιστήμη· τῶν ἄρα ἐναντίων οὐ πάντων μία ἐστὶν ἐπιστήμη, καὶ γίνεται τὸ τρίτον σχῆμα. ἐπὶ γὰρ τοῦ γνωστοῦ καὶ ἀγνώστου ἀληθὲς τὸ εἶναι αὐτὰ ἐναντία· τὸ δὲ εἶναι αὐτῶν μίαν ἐπιστήμην ψεῦδος· ἀληθὲς ἄρα τὸ μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην.

    p. 69b15 Πάλιν ἐπὶ τῆς στερητικῆς προτάσεως.

    Ἐὰν δὲ λέγῃ ἐκεῖνος ὅτι οὐχ ἡ αὐτὴ ἐπιστήμη τῶν ἐναντίων, ἐνστῶμεν οὕτως· τὰ ἐναντία ἀντικείμενα, τῶν ἀντικειμένων μία ἐστὶν ἐπι- [*](1 ἐστι U(d) post ἐπιστήμην add. ἐφ’ ὧ τὸ βݲ ἐναντία U 2 μεῖζον libri 1 οὖν addidi cf. p. 471,8 λέγει t ἐνστῆς Q: ἐνστῆ τις Bt 5 post ἐναντίων add. ἐνίσταται, λέγεις τὸ ἐναντίον ὅτι τῶν ἐναντίων U post τοῦτο add. δ’ U 6 imoio ἐνστῆναι cf. p. 477,26. 27 sive ἀντιθεῖναι cf. p. 479,9. 13 7 τύχη Β ἐν γνωστῶ καὶ ἀγνώστω Γ’, ora. ἐν t 11 ante ἀντὶ add. οὐχ ἡ αὐτὴ U ἀντὶ τοῦ Ut: τουτέστιν Β 12. 13 ἢ ὅτι ὅλως οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένων ἐνίσταται lemma Β: eadem ante τὰ δὲ add. U, ora. οὐχ t 12 γίνεσθαι Ut (m): γίνεται Arist. 15 λέγει t 15. 16 τῶν ἀντικειμένων μία ἐπιστήμη ἐστὶν Β 16 an θέλῃς? 19 μερικοῦ ’ante θέλεις) U 24 ἀληθὲς ἄρα Bt: οὐκ ἀληθὲς U 25 post προτάσεως add. ὡσαύτως· ἀξιοῦντος γὰρ μὴ εἶναι τῶν ἐναντίων μίαν ἐπιστήμην U 26 λέγει t)

    479
    στήμη, οὐκοῦν τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. εἰ δὲ μερικῶς, οὕτως· CXVIIIr ἡ νόσος καὶ ἡ ὑγεία ἐναντία, τῆς νόσου καὶ τῆς ὑγείας μία ἐστὶν ἐπιστήμη, τῶν ἐναντίων ἄρα μία ἐστὶν ἐπιστήμη. ὑπάρχει οὕτως τὸ καθόλου διὰ του πρώτου, το δὲ μερικον δια του τριτου.

    [Ἁπλῶς γὰρ ἐν ἅπασι καθόλου μὲν ἐνιστάμενον. παράγγελμα παραδίδωσι καθολικόν, ὅτι ἐὰν καθόλου βούλῃ ἐνστῆναι, τὸ ἐναντίον τῷ προτεινομένῳ ἵνα εἴπῃς, αὐτὸ δὲ ὃ λέγεις ἵνα ᾖ καθολικώτερον τοῦ ἄκρου· καὶ οὕτως ὂν καὶ γινόμενον μέσον τὸ πρῶτον γίνεται σχῆμα. ἐὰν δὲ μερικῶς, μερικὸν ὀφείλομέν τι ἀντιθεῖναι, ἵνα εὑρεθῇ ἔσχατος ὅρος, καὶ οὕτω γίνεται τὸ τρίτον σχῆμα.]

    p. 69b19 Ἁπλῶς γὰρ καθόλου μὲν ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου.

    Ἐὰν καθόλου ἀντιθῶμεν, καθολικώτερον ὀφείλει εἶναι τὸ ὑφ’ ἡμῶν ἀντιτεθέν, ἵνα γένηται τὸ πρῶτον σχῆμα· εἰ δὲ μερικῶς ἐνιστάμεθα, ὀφείλομεν μερικὸν εἰπεῖν, ἵνα γένηται τὸ τρίτον σχῆμα. οἷον εἰ μὲν τὸ καθόλου ἦν τῶν ἐναντίων, λάβωμεν τὰ ἀντικείμενα καθολικώτερον ὂν τοῦ ἐναντίου, καὶ γίνεται μέσος ὅρος τὰ ἀντικείμενα· εἰ δὲ μερικῶς, λάβωμεν γνωστὸν καὶ ἄγνωστον, καὶ γίνεται τὸ τρίτον σχῆμα.

    p. 69b25 Οἷον γνωστοῦ καὶ ἀγνώστου μὴ τὴν αὐτήν.

    Πρὸς γὰρ τὸ γνωστὸν καὶ ἄγνωστον εὑρίσκεται τὰ ἐναντία καθολι- CXVIIIν κώτερα, καὶ οὕτω γίνεται τὸ τρίτον σχῆμα λαμβανόμενον τὸ γνωστὸν καὶ αγνωστον.

    p. 69b27 Οἶον τὸ γνωστὸν καὶ ἄγνωστον· ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναντίον, ἐκ τούτων καὶ τἀς ἐνστάσεις ἐπιχει- ροῦμεν λέγειν.

    Ἐκ τοῦ εἰκότος ἐπάγει ὅτι εἰκότως ἐν πρώτῳ καὶ τρίτῳ γίνεται· εἰ γὰρ ἡ ἔνστασις τὸ ἐναντίον βούλεται συνάξαι, τὰ δὲ ἐναντία ἐν τούτοις τοῖς σχήμασιν ὑπάρχουσιν, οὐκοῦν ἐν τούτοις αἱ ἐνστάσεις. διὰ γὰρ τοῦ μέσου, ἐὰν λέγῃ ἐκεῖνος ἀποφατικὸν συμπέρασμα καὶ θέλομεν ἐνστῆναι, καταφατικὸν οὐ δυνάμεθα συνάξαι· τούτου χάριν οὐ δυνάμεθα ἐνστῆναι ἐν δευτέρῳ. οὐ μόνον δέ, ἀλλ’ ὅτι καὶ πολλῶν χρεία λόγων, εἰ διὰ τοῦ δευτέρου σχήματος ἐνιστάμεθα· χρεία γὰρ ἀντιστροφῆς, ἵνα δεχθῇ τὸ [*](2 ὑγίεια—ὑγιείας U ἐναντία COrr. noil liquel undo Β 5 — delevi 5 ἅπασι BUt(C): πᾶσι Arist. 8 γίγνεται t 9 μερικῶς scripsi: μερικῶ I ’: om. Bi 11 posl γὰρ add. ἐν πᾶσι t Arist. cf. vs. 5 ἐνιστάμενον U Arist.: ἐνισταμένω Bt 14 ἀντιτεθὲν Α: ἀντιθὲν Bt: ἀντιτιθέμενον U 15 μερικῶς U τὸ μὲν Β 16 an τῶν ἀντικειμένων—τῶν ἐναντίων? 19 post καὶ add. τὸ Arist. im. Cdn) posl αὐτήν add. τὰ γὰρ ἐναντία καθόλου πρὸς ταῦτα U 23 Οἶον — ἄγνωστον om. Β 26 εἰκότος scripsi: εἰκότως HUt τρίτω—πρώτω Bl 31 an ἔτι?)

    480
    ζητούμενον τοῦτο εἶπε ‘χρεία πλείονος λόγου)’, εἶτα ἐκ τῆς ἀντι- CXVIIIv στροφῆς συλλογισμὸν ποιεῖ καὶ τότε ἐνίσταται, ὅπερ ποιοῦμεν διὰ συν- τόμου ἐν πρώτῳ καὶ τρίτῳ· 〈ἐν γὰρ πρώτῳ καὶ τρίτῳ〉 οὐ χρεία ἐν πολλῇ ὕλῃ ἡμᾶς ἁλίσκεσθαι.

    p. 69b38 Ἐπισκεπτέον δὲ καὶ περὶ τῶν ἄλλων ἐνστάσεων.

    Αἱ ἐνστάσεις ἢ ἐκ τοῦ ἐναντίου, οἷον ὅτι πᾶσα χαρὰ καλόν· λέγω ὅτι ψεῦδος· οὔτε γὰρ πᾶσα λύπη κακόν. οὕτως ἐκ τοῦ ἐναντίου. ἢ ἐκ τοῦ δμοίου, ὡς ἐπὶ τῶν κατὰ ἀναλογίαν, ἐπειδὴ ὃν λόγον ἔχει τὸ σημεῖον πρὸς τὴν γραμμήν, τοῦτον τὸν λόγον ἔχει γραμμὴ πρὸς ἐπιφάνειαν. ἐκ τοῦ ὁμοίου μὲν οὖν οὕτως, ὅτι ἡ γραμμὴ τῆς ἐπιφανείας μέρος· λέγω ὅτι ψευδές· οὔτε γὰρ τὸ σημεῖον τῆς γραμμῆς μέρος. ἢ ἐκ τοῦ κατὰ δόξαν, οἷον ὅτι ἡ ψυχὴ θνητή· λέγομεν ὅτι ψευδές· οἱ γὰρ παλαιοὶ φιλό- σοφοι δοξάζουσιν αὐτὴν ἀθάνατον.

    p. 69b39 Καὶ εἰ τὴν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τὴν στερητικὴν ἐκ τοῦ μέσου λαμβάνειν δυνατόν. Ἐπειδὴ εἶπε τὴν καθόλου ἐν πρώτῳ, τὴν δὲ μερικὴν ἐν τρίτῳ, σκοπητέον, φησίν, εἰ δυνατὸν καὶ τὸ μερικὸν ἐν πρώτῳ· τὸ γὰρ καθόλου ἐν τρίτῳ οὐ δυνατόν.

    p. 70a3 Εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν.

    Ἐπειδὴ οἱ ῥήτορες καὶ δι’ ἐνθυμήματος ἀποδεικνύουσι, τὸ δὲ ἐνθύμημα διὰ εἰκότος καὶ σημείου, τούτου χάριν προδιαλαμβάνει περὶ τοῦ εἰκότος καὶ σημείου. καὶ λέγει εὐθέως τὴν διαφοράν, ἵνα διὰ τῆς διαφορᾶς γνῶμεν ἕκαστον, ὅτι τὸ εἰκός ἐστι πρότασις ἔνδοξος· ὥστε μίαν πρότασιν λαμβάνουσιν οἱ ἐκ τοῦ εἰκότος ἀποδεικνύντες. ἐκεῖνο δὲ εἰκὸς λέγουσιν ὃ ὡς ἐπὶ τὸ πολὺ ἢ ἔστιν ἢ οὐκ ἔστιν· οἷον ὡς ἐπὶ τὸ πολὺ μισοῦσιν οἱ φθονούμενοι τοὺς φθονοῦντας, ἢ ὡς ἐπὶ τὸ πολὺ φιλοῦσιν οἱ ἐρῶντες τοὺς ἐρωμένους· φέρεται γάρ τις ἱστορία τοιαύτη, ὅτι ἐρῶν τις τὴν ἐρωμένην [*](2 ποιεῖν—ἐνίστασθαι conicio 3 ἐν γὰρ πρώτῳ κα) τρίτῳ addidi 4 βλίσκεσθαι t: fort, ἀναλίσκεσθαι 5 et 14. 15 lemmatum ordinera invertit, sed littcris p, a ascriptis restituit U 7 ψεῦδος ὅτι Β 7. 8 ἢ ἐκ Bt: ἐκ δὲ U 8 ὡς Bt: ἐστὶν U 10 ἐκ τούτου U οὖν ὁμοίου μὲν Dt ἐπιγραμμὴ U 11 μέρος post γὰρ colloc. Β ἡ ἐκ Bt: ἐκ δὲ U 12 post ὅτι alt. add. τοῦτο Β 14—18 post 4 ἁλίσκεσθαι, leramatis et interpretationis ordine inverso, colloc. Bt 14 πρῶτον U 15 λαμβάνειν δυνατόν BU(n): δυνατὸν λαβεῖν t Arist. 16 εἶπεν ὅτι τὴν Ut 18 ἐν πρώτῳ t 19 περὶ εἰκότος iuscr. U post ἐστιν add. ἀλλὰ τὸ μὲν—ἴσασι γινόμενον U 20 ἀποδείκνυσι U, ἀπο mrg. U1 21 διὰ εἰκότως Bt τούτου χάριν om. Β προσδιαλαμβάνει U τοῦ εἰκότως Ut 24 εἰκότως t εἰκὼς t ὃ Bt: τὸ U 27 δέ Bt ἱστορίαν τοιαύτην Β post τοιαύτη add. καὶ t ὅτι om. Β)

    481
    ἐφόνευσεν. τὸ δὲ σημεῖον διαιρεῖ εἰς τεκμήριον καὶ ὁμώνυμον σημεῖον. CXVIIIv τὸ ὁμώνυμον δὲ σημεῖον ταὐτόν ἐστι τῷ εἰκότι. τὸ δὲ τεκμήριον μετὰ ἀσφαλείας γίνεται ἐν πρώτῳ σχ·ήματι, καὶ εἰ ἀληθές ἐστιν, ἄλυτον γίνεται. οἷον ἢ τὸ μισεῖν τοὺς φθονοῦντας ἡ τὸ φιλεῖν τοὺς ἐρωμένους.]

    p. 70a7 Σημεῖον δὲ εἶναι βούλεται πρότασις ἀποδεικτική.

    Καὶ οἱ ἀποδεικνῦντες ἐκ τοῦ σημείου διὰ μιᾶς προτάσεως ἀποδεικνύουσιν· πρότασις γὰρ ἀποδεικτικὴ τὸ σημεῖον, ἢ ἀναγκαία διὰ τὸ τεκμήριον, ἢ ἔνδοξος διὰ τὸ εἰκός· τὸ γὰρ σημεῖον εἰς δύο διαιρεῖται, εἰς εἰκὸς καὶ τεκήριον. τὸ δὲ σημεῖον τριχῶς νοοῦμεν· ἢ γάρ ἐστιν ὄντος τοῦ πράγματος οἷον ἅμα τὸ πρᾶγμα καὶ σημεῖον, ὡς τὸ ‘καπνὸς εἰ ἔστι, πῦρ ἔστιν᾿· ἢ μετὰ τὸ πρᾶγμα τὸ σημεῖον, οἷον τὸ τέφραν εἶναι σημαίνει ὅτι πῦρ ἤδη γέγονεν· ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, πρῶτον δὲ τὸ σημεῖον, ὡς τὸ γάλα ἔχειν τὴν μετὰ δύο ἡμέρας μέλλουσαν τίκτειν.

    p. 70a8 Ἤ ἔνδοξος· οὗ γὰρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρότερον ἢ ὕστερον δὲ] γέγονε τὸ πρᾶγμα. Ὑπερβατὸν νοήσομεν τὸ χωρίον· ἢ οὗ γενομένου πρότερον, δηλονότι τοῦ πράγματος, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι, δηλονότι το πραγμα.

    p. 70a10 Ἐνθύμημα μὲν οὖν ἐστι συλλογισμὸς ἀτελὴς ἐξ εἰκότων ἢ σημείων. λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσαχῶς καὶ τὸ μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῷ πρώτῳ ἢ ὡς ἐν τῷ μέσῳ ἢ ὡς ἐν τῷ τρίτῳ, οἷον τὸ μὲν δεῖξαι κύουσαν διὰ τὸ γάλα εχειν εκ του πρωτου σχηματος.

    Τὸ ἐνθύμημα καὶ διὰ τοῦ πρώτου σχήματος, ὡς τὸ ‘ἥδε γάλα ἔχει, πᾶσα ἡ γάλα ἔχουσα κύει, ἥδε ἄρα | κύει’. τοῦτο γίνεται τὸ πρῶτον CXIXr σχῆμα λαβόντες τὸν μέσον ὅτι γάλα ἔχει. ἐν δὲ τῷ τρίτῳ σχήματι δείκυνται τὸ διὰ σημείου οὕτως· ὁ Πιττακὸς σπουδαῖος· ὁ Πιττακὸς σοφός· οἱ ἄρα σοφοὶ σπουδαῖοι. καὶ δῆλον ὅτι παραδείγματος χάριν εἴρηται, ὅτι κατ’ ἀλήθειαν ἐν πρώτῳ σχήματι ἐκ δύο καταφατικῶν καθόλου συνάγομεν, οὐ μέντοι ἐν τρίτῳ.

    [*](1 post εἰς add. τὸ Β 2 τῷ εἰκότι scripsi: τοῦ εἰκότος Β: τοῦ εἰκότως Ut 3 οἷον — ἐρωμένους delevi 5 βούλεται εἶναι t Αlist. 8 εἰκότως t διήρηται I 9 εἰκότος t 11 τὸ πρᾶγμα τὸ scripsi: τοῦ πράγματος BUt 14 πρότερον κτλ. oiii. Β 15 ἢ t Arist.: om. U δὲ om. Arist. 16 νοήσωμεν Ut 17 τοῦτο Bt Arist.: τὸ ’ ἐστι om. I δηλονότι alt. scripsi: δῆλον But 19 περὶ ἐνθυμήματος inscr. U ἐνθύμημα — 22 τρίτῳ om. 1 22 διά τοῦ t 29 ὅτι scripsi: ἔτι BUt )
    482

    p. 70a17 Ἐφ᾿ ᾧ τὸ Α σπουδαῖοι, ἐφ’ ᾧ τὸ Β οἱ σοφοί. CXIXr

    Ὥσπερ οἱ φιλόσοφοι ἀποδεικνύουσι διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς, οὕτω καὶ οἱ ῥήτορες διὰ σημείου, ἤτοι παραδείγματος, ἢ δι’ ἐνθυμηματος. καὶ τὴν αὐτὴν ἔχει ἀναλογίαν τὸ ἐνθύμημα πρὸς τὸν σολλογισμόν, ἣν ἔχει τὸ παράδειγμα πρὸς τὴν ἐπαγωγήν.

    p. 70a19 Πλήν τὸ μὲν οὐ λέγουσι. Οὐ λέγουσι τὸ ὁμολογούμενον, ‘ὁ Πιττακὸς σοφός’.

    p. 70a20 Τὸ δὲ κύειν, ὅτι ὠχρά.

    Διὰ τοῦ δευτέρου σχήματος τὸ διὰ σημείου δείκνυται οὕτως· ἡ γυνὴ ἡ κύουσα ὠχρά ἐστιν· ἥδε δὲ ὠχρά ἐστιν· κύει ἄρα. καὶ εἴρηται χάριν παραδείγματος, ἐπεὶ κατ’ ἀλήθειαν ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία ἐκ δύο καταφατικῶν. διὰ τοῦτο καὶ ἔσχατον εἶπε τοῦτο τὸ σχῆμα.

    70a24 Ἐὰν μὲν οὖν ἡ μία λεχθῇ πρότασις, σημεῖον γίνεται μονον.

    Εἰ μὲν μίαν λάβωσι πρότασιν, σημεῖον γίνεται εἰ δὲ καὶ τὴν ἄλλην, συλλογισμός. παράδειγμα δὲ τούτου ἐπάγει, ὅτι συλλογισμός ἐστιν, ἐὰν καὶ ἄλλην λάβῃς πρότασιν.

    p. 70a28 Οὕτω μὲν οὖν γίνονται οἱ συλλογισμοί.

    Οὐκ ἀνασκευάζεται ὁ διὰ τοῦ πρώτου σχήματος δεικνύμενος, ἀλλὰ ἄλυτος μένει· τεκμήριον γὰρ γίνεται τὸ σημεῖον, ἐὰν ᾖ ἀληθές. ὁ δὲ διὰ τοῦ ἐσχάταου ἀνασκευάζεται. διὰ τί; διὰ τὸ μὴ καθόλου αὐτὸν συλλογίζεσθαι· λύσιμος δέ, ἐὰν τὸ μερικὸν συλλογίζηται. ὁ δὲ διὰ τοῦ μέσου ἀεὶ ἀνασκευάζεται· ἐκ γὰρ δύο καταφατικῶν οὐδέποτε ἐν δευτέρῳ ὤφθη συλλογιστικῆς συζυγίας συλλογισμός.

    [*](1 τὸ prius BUt (C): om. Arist. σπουδαῖον t: compend. B: τὸ σπουδαῖον Arist. τὸ alt. BUt (A Ccdnm): om. Arist. post σοφοί add. ἐφ’ ὧ τὸ γݲ ὁ πιττακός U 4 ἔχει prius] supra ει scr. ν U πρὸς Bt: καὶ U itemque vs. 5 6 post λέγουσι add. διὰ τὸ εἰδέναι U 8 ὅτι superscr. U1 ὠχριᾶ Β post ὠχρά add. διὰ τοῦ μέσου σχήματος βούλεται εἶναι U 10 ἄρα Bt: γὰρ U 12 συσυγία pr. Β τοῦτο prius AG: τοῦ Bit 13 οὖν om. Β λεχθῆ U Arist.: ληφθῆ Bt πρότασις κτλ. om. Β 15 λέγεται l 16 δὲ om. U post ὅτι add. ὁ Bt 18 post συλλογισμοί add. πλὴν ὁ μὲν διὰ τοῦ πρώτου σχήματος ἄλυτος U 19 ὁ om. U 20 γίνεται Bt: ὑπάρχει D 22 συλλογίσωνται U ὁ Arist.: τὸ BUt διατὶ t)
    483

    p. 70a35 Οὐδέποτε γὰρ γίνεται συλλογισμὸς οὕτως ἐχόντων CXIXv των ὅρων.

    Οὐδέποτε γίνεται συλλογισμὸς τῶν προτάσεων καταφατικῶν οὐσῶν ἐν δευτέρῳ σχήματι· οὐδὲ γὰρ εἰ ἡ κύουσα ὠχρά, ἤδη καὶ αὕτη κύει ἐξ ἀνάγκης.

    P.70a37 Ἀληθὲς μὲν οὖν ἐν ἅπασιν ὑπάρξει τοῖς σημείοις.

    Ὡς εἰρήκαμεν, ἐν πᾶοι τοῖς σχήμασι δείκνυται ἡ διὰ σημείου δεῖξις. ἔχουσι δὲ ὡς εἴρηται, ὅτι ἐν πρώτῳ ἀεί, <εἰ> ἀληθὴς ἡ δεῖξις, ἄλυτος ὁ συλλογισμός, ἐν δευτέρῳ δὲ ἀεὶ ἀσυλλόγιστος, ἐν τρίτῳ δὲ ποτέ, ὅτι ἀεὶ μερικά.

    p. 70b1 Τούτων δὲ τὸ μέσον τεκμήριον ληπτέον.

    Διαίρεσιν τοῦ σημείου ποιεῖται, ὅτι τὸ σημεῖον εἰς τεκμήριον διαιρεῖται καὶ ὁμώνυμον σημεῖον. λέγουσι δὲ ἐκεῖνο εἶναι τεκμήριον τὸ τὸ εἰδέναι ποιοῦν σημεῖον.

    p. 70b3 Τοιοῦτον δὲ μάλιστα τὸ μέσον.

    Μέσον νῦν λέγει τὸ πρῶτον σχῆμα διὰ τὸ τὸν μέσον ὅρον ἐνταῦθα κατ᾿ εὐθεῖαν εἶναι καὶ τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι.

    Ἠ τὰ μὲν ἐκ τῶν ἄκρων. ἄκρα λέγει τὸ δεύτερον καὶ τὸ τρίτον, ὅτι ἔχουσι τὸν μέσου ὅρον τὸ μὲν κατηγορούμενον τὸ δὲ ὑποκείμενον. ὃ ὀφείλομεν λέγειν σημεῖον.

    Τὸ δὲ ἐκ τοῦ μέσου, ἀντὶ τοῦ ‘πρώτου σχήματος᾿, τεκμήριον.

    p. 70b7 Τὸ δὲ φυσιογνωμονεῖν δυνατόν ἐστιν. |

    Ἐπειδὴ εἶπε τὸ ὅτι πᾶς ὁ δεικνύων δι’ ἑνὸς τῶν τριῶν σχημάτων CXIXv δείκνυσι, τοῦτο βούλεται δεῖξαι, ὅτι καὶ οἱ φυσιογνωμονοῦντες δι’ ἑνὸς τῶν τριῶν σχημάτων δεικνύουσιν.

    [*](2 τῶν ὅρων om. Β 4 αὐτὴ U G τοῖς σχήμασι t: om. Β 8 ἀεὶ U; om. lit εἰ addidi 9 ἀσυλλόγιστος AGt: συλλογισμός Β δὲ alt v, om. BUt ὅτι scrips!: ὅτε t: om. BO 10 ἀεὶ ante 9 ποτέ colloc. U: om. t ῥη an μερικός? 11 ληπτέον U: om. Β 12 διαιρεῖται εἰς τεκμήριον Β 13 τὸ alt. om. II εἰδέναι] εἶναι II σημεῖον scripsi: σημαίνει BOl 15 τοιοῦτον BUt (C): τοιοῦτο AWst. post δὲ add. νῦν Β 16 posl μέσον prius add δ 17 τῷ scripsi: τοῦ BUI is ἡ τὰ μὲν U Arist.: τὸ δὲ Bl τὸ alt. om I 19 ὃ Om U 21 τὸ BO (C): τὰ t Arist. 22 περὶ τοῦ φυσιογνωμονεῖν inscr Βt 23 εἵπετο U)
    484

    p. 70b 7 Εἴ τις δίδωσιν ἅμα μεταβάλλειν τὸ σῶμα καὶ τὴν CXIXv ψυχήν, ὅσα φυσικά ἐστι παθήματα.

    Ἐάν τις δῴη ἡμῖν ὅτι συμμεταβάλλεται ἡ ψυχὴ τῷ σώματι ἐν τοῖς φυσικοῖς παθήμασιν, οἷον μαθών τις μουσικὴν μεταβέβληκεν αὑτοῦ τὴν ψυχήν· ἀλλ’ ἡ μουσικὴ οὐκ ἔστι φυσικὸν πάθος, ἀλλ’ οἷον ὀργαὶ καὶ ἐπιθυμίαι· ἐὰν οὖν τις δῴη ἡμῖν ὅτι συμμεταβάλλεται ἡ ψυχὴ τῷ σώματι καὶ δυνηθῶμεν ἑκάστου εἴδους τὸ ἴδιον λαβεῖν, δυνησόμεθα φυσιογνωμονεῖν. οἷον τοῖς λέουσιν ὑπάρχει ἀνδρεία. ἔχουσι δὲ καὶ σημεῖον. ποῖον δὲ τοῦτο; ἔστω μεγάλα ἔχειν τὰ ἄκρα. ἐὰν οὖν ἴδωμεν ὅτι ὅδε τις ἔχει μεγάλα ἄκρα, ἀνδρεῖος ἄρα, ἐπειδὴ καὶ ὁ λέων ἔχων μεγάλα ἄκρα ἀνδρεῖος, τότε φυσιογνωμονοῦμεν.

    p. 70b 13 Ἑκάστου γένους.

    Γένος νῦν ἐκάλεσε καταχρηστικῶς τὸ εἶδος.

    p. 70 Τὸ 18 To γὰρ σημεῖον οὕτως ἴδιόν ἐστιν.

    Τὸ γὰρ ἴδιον σημεῖον, ὃ τοῖς λέουσιν ὑπάρχει, ἔστω τοιοῦτον, καθὸ ἴδιον λέγομεν παντὶ μὲν τῷ εἴδει ὑπάρχειν μὴ μόνῳ δέ. ἰ δὲ δύο ἔχει ἴδια ὅλον τὸ γένος.

    Ἐὰν δὲ δύο σημεῖα ἔχῃ τὸ αὐτὸ καὶ οὐκ οἴδαμεν ποῖον σημεῖον ποίου ἐστὶ πάθους, σκοπήσωμεν τὰ αὐτὰ σημεῖα καὶ ἐπὶ ἄλλου εἴδους ὡς ἓν ἕκαστον σημεῖον ἐν ἄλλῳ καὶ ἄλλῳ γένει, καὶ εὑρίσκομεν ὅτι τοῦτο τὸ σημεῖον τοῦδε τοῦ πάθους ἐστίν. οἷον ὡς ἐπὶ τοῦ λέοντος, εἰ ὑπάρχει ἀνδρεῖος καὶ μεταδοτικός, πῶς γνωσόμεθα τί ἦν τούτων τὸ σημεῖον; οὐδαμῶς ἔχομεν γνῶναι ἢ † ἔνθεν μόνον τῷ ἄλλῳ τινί· εἰ γὰρ ἄλλῳ ἄμφω μὴ ὑπάρχει τὰ σημεῖα ἀλλὰ τὸ ἓν μόνον, καὶ εἰ τὸ ἓν αὐτῷ μόνον ὑπάρχει, γινώσκομεν ὂν σημεῖον.

    Ὡς ὁ λέων ἀνδρεῖος καὶ μεταδοτικός. ἐκ φύσεως ἔχει ὁ λέων τὸ μεταδοτικὸν καὶ οὐ θησαυρίζει ἑαυτῷ τὰ σιτία.

    [*](1 εἴ τις δίδωσιν oin. Bt post ἅμα add. μὲν Bt καὶ κτλ. om. Β 2 post ὅσα add. γε t 3 δώη ἡμῖν Bt: δοκεῖ μὲν U: fort, δῷ ἡμῖν iteincjue vs. 4 μεταβεβλήκει Bt αὐτοῦ BUt 7 δυνησόμεθα B Arist.: δυνόμεθα Ut 8 post οἷον add. ὅτι D, τὸ t δὲ BU: οὑν t 10 ὅδε scripsi: ὃς δέ BUt μεγάλα ἔχει Β 11 μεγάλα ἔχων Β 15 ὃ om. U post ἔστω add. δὲ U 18 ἔχει t 19 ποῖα t ἐστὶ] ras. U πάθος e πάθους corr. Β 20 ἓν BU: εἶναι t 21 ἐὰν ὑπάρχη Β 22 ἀνδρεῖον—μεταδοτικόν Bt τοῦτο U 23 fort, ἔνθ’ ἓν μόνον αὐτῶν γὰρ scripsi: δὲ BUt 24 αὐτῷ < μὴ > μόνῳ conicio cf. vs. 16 25 γινώσκομεν ὃν scripsi: γινωσκόμενον U: γιγνωσκόμενον t: γινώσκομεν Β 26 ὡς U-. οἷον Arist.: om. Bt καὶ μεταδοτικός om. t 27 σιτεῖα Ut)
    485

    p. 70b 28 Ἤ εἴ τε ἄλλῳ τινὶ μὴ ὅλῳ. CXIXv

    Οὐδαμῶς ἔχομεν δεῖξαι ἡ οὕτως, εἰ ἄλλῳ τινὶ μὴ παντὶ τῷ εἴδει ἐνυπάρχει καὶ μὴ ἄμφω, ὡς ἐν τῷ λέοντι.

    p. 70b 33 Tὸ μέσον τῷ μὲν πρώτῳ ἄκρῳ ἀντιστρέφειν.

    Πάντες οἱ φυσιογνώμονες ἀποδεικνῦντες ἀποδεικνύουσι διὰ τοῦ πρώτου σχήματος. ἔστω οὖν ὁ μέσος ὅρος ἐπὶ τῶν οὕτως ἀποδεικνυόντων ἴσος τῷ μείζονι ἄκρῳ· μείζων δὲ ἔστω πάλιν ὁ μέσος τοῦ ἐλάττονος ὥστε μὴ ἀντιστρέφειν. οἷον ἀνδρεία μείζων ὅρος, ἀκρωτήρια μεγάλα μέσος καὶ ἴσος τῷ μείζονι, ἔσχατος ὅρος ὁ λέων καὶ μερικώτερος τοῦ μέσου ὅρου.

    p. 70b 35 Ὧι δὴ τὸ Γ, τὸ Β παντί.

    Τουτέστι τὸ Β παντὶ τῷ Γ. ἀλλὰ καὶ ἄλλοις τὸ Β, τὸ ἔχειν μεγάλα ἀκρωτήρια. ᾧ δὲ τὸ Β, τὸ Α παντί, τουτέστι τὸ Α παντὶ τῷ Β, καὶ οὐκέτι πλεῖον τὸ Α τοῦ Β, ὡς τὸ Β τοῦ V, ἀλλ’ ἴσα καὶ ἀντιστρεφει.

    [*](1 ἢ εἴ τε om. Β τινὶ μὴ ὅλω Bt (C n): μὴ ὅλω τινὶ U Arist. 2 ἢ οὕτως Bt: εἰ ὅτ’ U 3 ὡς om. U 6 οὕτως Bt: ὅτι U ἴσως Ut 7 μεῖζον t τοῦ ἐλάττονος scripsi: tw ἐλάττονι BUt 8 post οἶον add. ἡ Β ἀνδρεῖον U ἴσως t 9 post μερικώτερος add. ἐστι U 10 ante ᾦ add. ἐφ’ οὗ τὸ β. τὸ δὲ 7 λέων U τῶ γݲ y U tw βݲ Bt 11 τὸ tert. om. Bt 12 τὸ primum Bt: tw U δεύτερον τὸ πρῶτον t 13 τοῦ prius Rt: τὸ (??) δευτέρου, ὡς τὸ δεύτερον t τῶ γݲ U: τοῦ τρίτου t 14 ΤΕΛΟΣ subscr. t)