In Aristotelis Categorias Commentarium

John Philoponus

John Philoponus. Philoponi (olim Ammonii) in Aristotelis categorias commentarium (Commentaria in Aristotelem Graeca, Vol 13.1). Busse, Adolf, editor. Berlin: Reimer, 1898.

1
[*](Ammonii ed. Ald. 1546 5v)

Καθάπερ ἀρχόμενοι τῶν εἰσαγωγῶν ἐλέγομεν τὰ πρὸς πᾶσαν φιλοσοφίαν σοφίαν συντείνοντα, ἔπειτα ἀφωριζόμεθα τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου, οὕτω καὶ νὺν ἀρχόμενοι πρὸ τοῦ Ἀριστοτελικοῦ συγγράμματος εἴπωμεν τὰ πρὸς πᾶσαν συντείνοντα τὴν Ἀριστοτελικὴν φιλοσοφίαν, εἶθ’ οὕτως τὸν σκοπὸν τοῦ προκειμένου τῶν Κατηγοριῶν βιβλίου διορισώμεθα. ἔστι δὲ τὰ ὀφείλοντα προληφθῆναι κεφάλαια δέκα· πρῶτον κατὰ πόσους τρόπους ὀνομάζονται αἱ τῶν φιλοσόφων αἱρέσεις, ἵνα γνῶμεν ἐκ ποίας αἱρέσεως ἦν ὁ φιλόσοφος, δεύτερον περὶ τῆς διαιρέσεως τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τῶν, τρίτον πόθεν ἀρκτέον τῶν ’ Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας, πέμπτον τίς ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα, ἕκτον τί τὸ εἶδος τῆς Ἀριστοτελικῆς ἀπαγγελίας, ἕβδομον διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν, ὄγδοον ποῖον δεῖ εἶναι τὸν ἀκροατήν, ἔνατον ποῖον δεῖ | εἶναι τὸν ἐξηγούμενον, δέκατον πόσα δεῖ προλέγειν ἑκάστης [*](6r) Ἀριστοτελικῆς πραγματείας κεφάλαια. τὰ μὲν οὖν ὀφειλόμενα ζητεῖσθαι κεφάλαια ταῦτα. ζητητέον δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ταῦτα μόνα ζητοῦμεν καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. τὴν δὲ αἰτίαν σαφῶς ἂν μάθοιμεν ἐκ διαιρέσεως παραλαμβάνοντες τὸν λόγον * *.

Ἐπειδὴ τοίνυν αἱ τῶν φιλοσόφων αἱρέσεις λέγονται ἐπταχῶς ἢ ἀπὸ τοῦ αἱρεσιάρχου ὡς οἱ Πλατωνικοὶ καὶ οἱ Πυθαγόρειοι, ἢ ἀπὸ τῆς τοὐ [*](1 Inscripsi ex C, nisi quod τοῦ φιλοπόνου ἰωάννου colloc.: ἰωάννου τοῦ φιλοπόνου ἐξήγησις εἰς τὰς τοῦ ἀριστοτέλους δέκα κατηγορίας πάνυ ἀναγκαία F 2 (om. F1): σχόλια τῶν ἀριστοτέλους κατηγοριῶν a 2 εἰσαγωγικῶν C (cf. p. 12,19) 3 βιβλίου ἡμῖν Ca 4 πρὸ eicias et scribas προείπ. 6 βιβλ. τῶν κατ’. colloc. F διορισόμεθα Ga 7 προλ. ὄφ’. colloc. F προσλ. C ante πρῶτον add. δέκα τοίνυν ἐστὶ τὰ πρὸ πάσης ἀριστοτελικῆς φιλοσοφίας ζητούμενα C 8 αἱ τ. φ. αἱ αἶρ’. C ἐκ Laur. 72,1: καὶ CFa 9. 10 δεύτερον πόθεν ἀρκτ. τ. ἀρ’. συγγp., τρίτον περὶ τ. διαιp. τ. ἀρ’. συγγp. C 10 τρίτον — συγγραμμάτων in awg. F 11 τῆς ἀριστοτέλους φίλ’. a ἡ (prins) om. F 12 ἀπαγγ. a Ainm.: ἐπαγγ. C: φιλοσοφίας F 13. 11 ἕβδομεν ποῖον δεῖ εἶναι τ. ἄκρ’. ὄγδ. διὰ τί τ. ἅς. ἐπ’. C 13 ἐπετηδεύσατο F Ft δεῖ εἷναι om. F 18 παραλαβόντες C: λαμβάνοντες a posl λόγον defectum esse docent Olymp. el Elias 19 ἐπειδὴ τοῖν.] ἰστέον τοίνυν ὅτι a ἀπὸ] ὡς ἐπὶ F 20 οἱ (alt.) om. Ca πυθαγόριοι C alt. τοῦ om. a)

2
αἱρεσιάρχου πατρίδος ὡς οἱ ἀπὸ τοῦ Ἀριστίππου Κυρηναϊκοὶ καὶ ἀπὸ Εὐκλείδου Μεγαρικοί, ἢ ἀπὸ «<τοῦ> τόπου, ἐν ᾧ ἐδίδασκεν, ὡς οἱ Ἀκαδημαϊκοὶ ἀπὸ Ξενοκράτους καὶ οἱ Στωϊκοὶ ἀπὸ Ζήνωνος τοῦ Κιτιέως, ἡ ἀπὸ τῆς ἐν τῶ φιλοσοφεῖν ἐπικρίσεως ὡς οἱ ἐφεκτικοὶ καλούμενοι, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικοί, ὧν ἡγήσατο Ἀντισθένης, ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας ὡς οἱ Ἡδονικοὶ Ἐπικούρειοι, ἡ ἀπὸ τοῦ συμβεβηκότος ὡς οἱ Περιπατητικοὶ ἀπὸ Ἀριστοτέλους). ἐφεκτικοὶ μὲν οὖν ἐλέγοντο διὰ τοιαύτην αἰτίαν· Πύρρων ὁ τῆς αἱρέσεως ἡγησάμενος ἔλεγεν ἀκαταληψίαν εἶναι ἐν τοῖς οὖσι, τοιούτῳ χρώμενος παραδείγματι· ὥσπερ, φησίν, εἰς τὸν αὐτὸν ποταμὸν δὶς ἐμβῆναι ἀμήχανον φθάνει γὰρ παραρρεύσας πρὶν δεύτερον εἰς αὐτὸν ἐμβαλεῖν), οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἔστι τι σαφῶς ἀποφήνασθαι ῥευστῆς οὔσης καὶ αὐτῶν τῆς φύσεως καὶ ἐν τούτῳ τὸ εἶναι ἐχούσης ἐν τῷ γίνεσθαι καὶ ἀπογίνεσθαι . ὅθεν ἐρωτώμενοι κατένευον μόνον ἢ ἀνένευον, οἰόμενοι φθάνειν ἀμειφθῆναι τὰ πράγματα πρὶν ἀποκρίνασθαι. ὁ δὲ μαθητὴς αὐτοῦ Ἡράκλειτος ἐπιτείνων τὸ ἄτοπον ἔλεγεν ὅτι οὐδὲ ἅπαξ εἰς τὸν αὐτὸν ποταμὸν ἐμβῆναι δυνατόν· πρὶν γὰρ ὅλον τὸ σῶμα καταδῦναι, πλεῖστον ὕδωρ φθάνει παραρρεῦσαν. οὕτω δὲ | ἔχειν καὶ [*](6v) τὴν τῶν πραγμάτων φύσιν . ἐν κινήσει γὰρ καὶ ῥοῇ τὸ εἶναι ἔχειν ἅπαντα. διὸ καὶ Ἐφεκτικοὶ ἐλέγοντο, παρὰ τὸ ἐπέχειν τὰς περὶ τῶν πραγμάτων ἀποκρίσεις. ὁ δὲ Πλάτων’ πολλοῖς λόγοις τὴν δόξαν ταύτην ἐλέγξας μετὰ πολλὰ καὶ τοῦτον αὐτοῖς ἐπιφέρει τὸν ἔλεγχον, ὅτι ‘ ὦ ἄνθρωποι οἱ λέγοντες ἀκαταληψίαν εἶναι, κατελάβετε ὅτι ἔστιν ἀκαταληψία ἢ οὔ; εἰ μὲν γὰρ κατελάβετε, ἔστι κατάληψις· εἰ δ’ οὐ κατελάβετε, οὐκ ἔστιν ὑμῖν πιστεῦσαι ὡς μὴ καταλαβοῦσιν ὅτι ἔστιν ἀκαταληψία’. οἱ δὲ Κυνικοὶ οὕτως ἐκαλοῦντο διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικόν· καὶ γὰρ τὸν κύνα φασὶν ἔχειν τι φιλόσοφον καὶ διακριτικόν· ὑλακτεῖ μὲν γὰρ τοῖς ἀλλοτρίοις προσσαίνει δὲ τοῖς οἰκείοις. οὕτω καὶ οὗτοι προσίεντο μὲν καὶ ἠσπάζοντο τὰς ἀρετὰς καὶ τοὺς κατ’ ἀρετὴν ζῶντας, ἐπήρχοντο δὲ καὶ ὑλάκτουν τοῖς πάθεσι καὶ τοῖς κατὰ τὰ πάθη ζῶσι, κἂν βασιλεῖς εἶεν. οἱ δὲ Ἡδονικοὶ οὕτως ἐκατοῦ [*](1 om. a καὶ ἀπὸ] ἀπὸ δὲ Ca 2 τοῦ Amm.: om. CFa ἐν ὧ ἐδίδασκεν om. C ἐδίδ.] διέτριβον a οἱ Laur. 72,1 : om. CFa 2. 3 ἀκαθημικοὶ C 3 οἱ om. F κιττιέως F 4 κρίσεως Ca οἱ om. F post ἐφεκ. καλούμενοι om.) add. οἱ ἀπὸ πύρρωνος καὶ ἡρακλείτου Γ’ 5 οἱ om. F ὧν ἥγ’. ἀντ’.] οἱ ἀπὸ ἀντισθένους F 6 οἱ post ἦδον. colloc. F ἐπικούρειοι eicias τοῦ om. a 7 οἷ post περιπ. colloc. F post ἀριστοτέλους inserit ex Amm. in Cat. ὀνομάζονται — ἀκαδημαϊκοί (p. 1,13 — 2,1 not.) F οὖν eicias 8 Πυρρῶν] cf. Diog. L. IX, 70 9 ἐν om. a χρώμενοι F 10. 11 δεῦτ’.] δὶς C 11 ἐμβ.] εἰσελθεῖν F τῶν om. C σαφὲς F 14. 15 ἀποφήνασθαι C 15 ὁ δὲ μαθητὴς — ἅπαντα (18) eicias Ἡράκλ.] cf. Heracl. fr. 41 Byw. 16 ἐμβληθῆναι a ἐμβ· ποι. colloc. F 17 ὕδωρ] ῥεῖθρον Γ’ 18 ἔχει F Ι9 παρὰ] περὶ C 20 Πλάτων] cf. Cratyl. p. 439 K sq. Diog. L. IX. 102 ἐλλέγξ. F 21 ἕλ’.] λόγον a οἱ om. F 23 ἕστι— κατελάβετε in mrg. suppl. C ἡμῖν F: ὑμῶν a 25 ἐλεγκ.] εὐέλεγκτον a φασὶν cf. Plat. Reipubl. Ι1, 15 p. 375 Esq. 26 διακp. καὶ φίλ’. colloc. C μὲν om. F γὰρ om. C ἀλοτp. C προσαίν. Ca 29 τὰ om. F Ἡδονικοὶ] cf. Zelleri Phil. Gr. IP p. 292 not. 2 οὕτως om. Fa)
3
λοῦντο, διότι τέλος ἐτίθεντο τὴν ἡδονήν, ἡδονὴν δὲ οὐ τὴν σωματικὴν [*](6v) ἀλλὰ τὸ γαληνὸν καὶ ἀτάραχον τῆς ψυχῆς κατάστημα τὸ ἑπόμενον τῇ κατ’ ἀρετὴν ζωῇ. κακῶς δ’ ἔλεγον οὗτοι, τὸ σύμπτωμα τῆς ἀρετῆς ἤτοι τὴν σκιὰν τέλος τιθέμενοι. οἱ δὲ Περιπατητικοὶ διὰ τοιαύτην αἰτίαν οὕτως ἐλέγοντο· Πλάτων’ γὰρ γυμνασίας ἕνεκα περιπατῶν ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας, ὃν ὁ Ἀριστοτέλης διαδεξάμενος ἔσχε τὴν ἐκ τῆς ἐνεργείας ἤτοι τοὐ συμβεβηκότος ἐπωνυμίαν.

Φέρε τοίνυν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα. τῶν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν ἐστι μερικά, ὡς αἱ ἐπιστολαί, τὰ δὲ καθόλου, οἷον ἡ Φυσική, ἡ Περὶ ψυχῆς καὶ τὰ λοιπά, τὰ δὲ μεταξύ, ὡς αἱ Πολιτεῖαι καὶ αἱ Περὶ ζῴων ἱστορίαι. τῶν καθόλου πάλιν τὰ μὲν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά, καὶ τῶν ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα· καὶ μονοειδῆ μὲν ὅσα περὶ ἑνὸς αὐτῷ θεωρήματος τος ἐγράφη, ποικίλα δὲ ὅσα περὶ πλειόνων ἐσημειώσατο. τῶν δὲ συνταγματικῶν [*](7r) τὰ μὲν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ καλεῖται, τὰ δὲ διαλογικὰ καὶ ἐξωτερικά. τῶν δὲ ἀκροαματικῶν τὰ μὲν θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά, καὶ τῶν θεωρητικῶν τὰ μὲν φυσιολογικὰ τὰ δὲ μαθηματικὰ τὰ δὲ θεολογικά, τῶν δὲ πρακτικῶν τὰ μὲν ἠθικὰ τὰ δὲ οἱκονομιχὰ τὰ δὲ πολιτικά, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ πρὸ τῆς μεθόδου τὰ δὲ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδον συντελούντων.

Μερικὰ μὲν οὖν ἐστιν ὅσα πρός τινα ἰδίως γέγραπται, ὡς αἱ ἐπιστολαὶ ἢ ὅσα ἐρωτηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος περί τε βασιλείας καὶ ὅπως δεῖ τὰς ἀποικίας ποιεῖσθαι γεγράφηκε. καθόλου δὲ ὡς αἱ Φυσικαὶ πραγματεῖαι ἢ ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς· περὶ καθολικῶν γὰρ διαλαμβάνει ἐν τοῖς τοιούτοις πραγμάτων. μεταξὺ δὲ ὡς αἱ Περὶ γενέσεως ζῴων· ἡ μὲν γὰρ περὶ ζῴων ἔχει τὸ καθόλου, ἡ δὲ περὶ πάσης ἀπλῶς γενέσεως τὸ μερικὸν ἔχει. ὑπομνηματικὰ δὲ ἐκεῖνα καλοῦσιν ὅσα πρὸς οἰκείαν ἀπεσημειοῦτο ὑπόμνησιν· εἰώθεσαν γὰρ οἱ παλαιοὶ τὰ τῶν ἀρχαιοὄτι [*](1 C σῶμ’.] cf. Diog. L. X, 137 4. 5 οὕτως ἕλ’. διὰ τ. αἴτ’ colloc. C 5 γὰρ om. F 6 ὁ ora. F διαλεξ. F1 7 ἤτοι τὴν τοῦ a 9 τῶν δὲ ἀp. συγγp. C: ὧν ὦν αἱ om. a 10 οἷον] ὥσπερ F τὰ φυσικὰ C ἡ φῦσ’. post ψυχῆς coll. F καὶ τὰ π. ψ. C: ἡ π. τῆς ψ. a κ. τι λ.] καὶ τἆλλα Fa 1 1 ὥσπερ F ἡ π. ζ. ἰστορία a 11. 12 τῶν κ. πάλ’. τὰ μὲν] τὰ δὲ τῶν κ. C: τὰ μὲν a 12 καὶ 1 12. 13 τὰ δὲ μον. τῶν ὑπομν. C 13 τὰ δὲ π. καὶ μον. μὲν om. Ca αὐτοῦ C: om. F 14 ἐγράφησαν C τὰ δὲ ποικ. Ca 11. 15 καὶ τὰ μὲν τῶν συντ. C 1 I δὲ (alt.) om. a 15 ἁ om. Ca καλεῖται om. Ca 16 τὰ μὲν τῶν ἄκρ’. δὲ om.) C: τῶν αὐτοπροσώπων καὶ ἄκρ’. τὰ μὲν δὲ om.) a 17 καὶ urn. a τὰ μὲν τῶν θεωp. colloc. C 18 δὲ (alt.) om. a καὶ τὰ μὲν τῶν πp. δὲ om.) C 18. 19 οἰκ. τὰ δὲ πολ. τὰ δὲ ἥθ’. coll. F 19 καὶ om. a τὰ μὲν τῶν ὀργ. C 20 τὰ δὲ εἰς τὰ (utrobique) Amm. lectins ἄλλως om. C 21 συντελοῦντα 8 22 εἰσιν C ἰδία a αἱ om. a 23 ὡς ὑπὸ F 24 πῶς Γ’ 25 post πραγ. add. καὶ αἱ περὶ ψυχῆς a 26 ὡς αἱ] ὅσα F: ὡς αἱ πολιτεῖαι καὶ αἱ a 27 post δὲ add. οὐ Fa 28 ἔχει om. F 29 ἀπεσημειοῦντο Ca εἰώθασι C: εἰώθησαν F)

4
τερῶν ἀναγινώσκοντες συγγράμματα ἀποσημειοῦσθαι αὐτῶν τὰς περὶ ἑκάστου [*](7r) πράγματος δόξας καὶ τὰ ἐπιχειρήματα τὰ τούτων κατασκευαστικά. οὐ μόνον δὲ ἀλλὰ καὶ τὰ αὐτοῖς πολλάκις δοκοῦντα ἀπεσημειοῦντο μνήμης ἕνεκεν, ἵνα εἴ ποτε μέλλοιεν συγγράφειν περί τινος, ἔχοιεν ἐξ ἑτοίμου τὰς τῶν παλαιοτέρων περὶ τοῦ προκειμένου δόξας ὡς ὕλην τῶν οἰκείων συνταγμάτων. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ ἔλεγον, ἐν οἷς περὶ ἑνὸς μόνου πράγματος ὑπομνηματικῶν οἷον περὶ ψυχῆς ἢ οὐρανοῦ ἤ τινος ἄλλου, τὰ δὲ ποικίλα, ἐν οἷς περὶ πλειόνων ἀπεσημειοῦντο πραγ|μάτων. αυνταγματικὰ [*](7r) δὲ λέγουσιν ὅσα καὶ φράσιν ἔχει πρέπουσαν συντάγματι καὶ τὴν τῶν κεφαλαίων εὔτακτον διαίρεσιν. τῶν δὲ συνταγματικῶν τὰ μὲν διαλογικὰ τὰ δὲ αὐτοπρόσωπα. αὐτοπρόσωπα μὲν ἐν οἷς ἐξ οἰκείου προσώπου τὴν διδασκαλίαν ἐποιεῖτο, ἅπερ καὶ ἀκροαματικὰ καλοῦσι διὰ τὸ πρὸς γνησίους ἀκροατὰς ποιεῖσθαι τὸν λόγον, διαλογικὰ δὲ ὅσα μὴ ἐξ οἰκείου προσώποο συνέγραφεν, ἀλλ’ ὥσπερ ὁ Πλάτων’ ὑποκρινόμενος ἑτέρων πρόσωπα, ἅπερ καὶ ἐξωτερικὰ ἐκάλουν διὰ τὸ πρὸς τὴν τῶν πολλῶν γεγράφθαι ὠφέλειαν, ᾗ καὶ διαφέρει γε πλεῖστον τὰ διαλογικὰ τῶν αὐτοπροσώπων· ἐν μὲν γὰρ τοῖς αὐτοπροσώποις ἅτε πρὸς γνησίους ἀκροατὰς τὸν λόγον ποιούμενος τὰ δοκοῦντά τε αὐτῷ λέγει καὶ δι’ ἐπιχειρημάτων ἀκριβεστάτων καὶ οἷς οὐχ οἷοί τέ εἰσιν οἱ πολλοὶ παρακολουθῆσαι, ἐν δὲ τοῖς διαλογικοῖς ἅτε πρὸς κοινὴν καὶ τὴν τῶν πολλῶν ὠφέλειαν γεγραμμένοις κἀκεῖ μὲν τὰ δοκοῦντα αὐτῷ λέγει, ἀλλ’ οὐ δι’ ἀποδεικτικῶν ἐπιχειρημάτων, ἀλλὰ δι’ ἁπλουστέρων καὶ οἷς οἷοί τέ εἰσιν οἱ πολλοὶ παρακολουθεῖν.

Διαιροῦνται δὲ τὰ αὐτοπρόσωπα εἴς τε τὰ θεωρητικὰ καὶ τὰ πρακτικὰ καὶ τὰ ὀργανικά, ὅτι καὶ ἡ φιλοσοφία εἰς δύο ταῦτα διῄρηται, εἴς τε τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ θεωρητικὰ μέν εἰσιν ἐν οἷς ἐπισκέπτεται περὶ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, πρακτικὰ δὲ ἐν οἷς ἐπισκοπεῖ περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ· ἐπεὶ δὲ πολλή τίς ἐστιν ἀμφισβήτησις τοῖς ἀνθρώποις περί τε τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, καὶ ἄλλοι ἄλλο οἴονται ἀγαθὸν καὶ κακὸν καὶ ἀληθὲς καὶ ψευδὲς εἶναι, ἐδέησεν αὐτῷ ὀργάνου διακριτικοῦ τούτων, ὅπερ ἐστὶν ἡ ἀπόδειξις. ἡ δὲ ἀπόδειξις οὐδὲν ἄλλο ἐστὶν ἢ συλλογισμὸς ἀποδεικτικός· ὡς γὰρ ὁ τέκτων τῇ I στάθμῃ κέχρηται ὀργάνῳ πρὸς διάκρισιν τῶν τε καμπύλων 8 r καὶ τῶν ὀρθῶν ξύλων, ὁμοίως καὶ ὁ οἰκοδόμος τῇ καθέτῳ διακρινούσῃ τούς τε ὀρθοὺς καὶ τοὺς μὴ τοιούτους τῶν τοίχων, οὕτω καὶ οἱ φιλόσοφοι τὴν ἀπόδειξιν ἔχουσι κανόνα ἄπταιστον τῆς τῶν ὄντων διακρίσεως. διαιροῦσι δὲ τὰ θεωρητικὰ εἴς τε τὰ φυσιολογικὰ καὶ μαθηματικὰ καὶ θεολοτὰ [*](2 τούτ’. κατασκ. ἐπιχ. (alt. τὰ om.) F 5 συντ.] συγγραμμάτων a 7 οὐρ·] ἀνθρώπου F 8 ἀπεσημειοῦντο om. F 9 ἔχουσι C 10 συνταγμάτων a 12 ποιεῖται F 14 συνέγραψεν F ἕτερα C 15 καὶ om. Γ’ 16 ἡ om. F: ἡ καὶ om. a γε] δὲ a 18 λέγειν F 20 κἀκεῖ μὲν om. a 23. 24 τὰ (ante πp. et ὁp.) om. Ca 24 διαιρεῖται C 26 περισκοπεῖ C 27 ἐπεὶ — ψεύδους (29) om. F 28 κακοῦ scripsi: καλοῦ libri 29 ante ἄλλοι add. ἐπεὶ F ἀγαθόν τε C ἀληθές τε Ca ψευδὲς] ψεῦδος C 30 ὄργανον διακριτικὸν F post τούτ’. add. ἡμῖν παραδοῦναι Fa 31 ἐστὶν om. C 32 τε om. C 36 φυσικὰ C καὶ τὰ μάθ’. C)

5
γικά. καὶ θεολογικὰ μέν ἐστι τὰ μετὰ τὴν Φυσικὴν πραγματείαν αὐτῷ [*](8r) τεταγμένα, ἅπερ οὕτω Μετὰ τὰ φυσικὰ προσηγόρευσε τὰ γὰρ ὑπὲρ τὴν φύσιν πάντα διδάσκειν θεολογίας ἴδιον), φυσικὰ δὲ ὡς αὐταὶ αἱ Φυσικαὶ καλούμεναι, τὰ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ παραπλήσια, μαθηματικὰ δὲ τὰ μέσα τούτων ὄντα καὶ κατά τι μὲν χωριστὰ τῆς ὕλης κατά τι δὲ ἀχώριστα· ἔγραψε γὰρ καὶ γραμμάς τινας. τὰ δὲ πρακτικὰ εἴς τε τὰ ἠθικὰ ἔχει γὰρ Ἡθικήν πραγματείαν) καὶ εἰς τὰ οἰκονομικὰ καὶ πολιτικά. τῶν δὲ ὀργανικῶν τὰ μέν εἰσι περὶ τῶν ἀρχῶν τῆς μεθόδου, ὡς αἱ Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ οἱ δύο λόγοι τῶν Πρώτων ἀναλυτικῶν, τὰ δὲ περὶ αὐτῆς τῆς μεθόδου, ὡς τὰ Ὕστερα ἀναλυτικά, ἐν οἷς περὶ ἀποδείξεως διδάσκει. οἱ δὲ τόποι καὶ οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ αἱ Ῥητορικαὶ τέχναι, καὶ ὥς τινές <φασι> τὰ Περὶ ποιητικῆς, αὐτόθεν μὲν εἰς μέθοδον οὐ συμβάλλονται, ἄλλως δὲ καὶ αὐτὰ συνεργοῦσι πρὸς τὴν ἀπόδειξιν τὰς μεθόδους ἡμᾶς, καθ’ ἃς οἱ παραλογισμοὶ γίνονται, διδάσκοντα. τρίτον ἦν ἐφεξῆς κεφάλαιον τὸ πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. Βόηθος μὲν οὖν φησιν ὁ Σιδώνιος δεῖν ἀπὸ τῆς φυσικῆς ἄρχεσθαι πραγματείας ἅτε ἡμῖν συνηθεστέρας καὶ γνωρίμου, δεῖν δὲ ἀεὶ ἀπὸ τῶν σαφεστέρων ἄρχεσθαι καὶ γνωρίμων. ὁ δὲ τούτου διδάσκαλος Ἀνδρόνικος ὁ Ῥόδιος ἀκριβέστερον ἐξετάζων | ἔλεγε χρῆναι πρότερον [*](8v) ἀπὸ τῆς λογικῆς ἄρχεσθαι, ἥτις περὶ τὴν ἀπόδειξιν καταγίνεται. ἐπειδὴ οὖν ἐν πάσαις αὐτοῦ ταῖς πραγματείαις ὁ φιλόσοφος κέχρηται τῇ ἀποδεικτικὴ μεθόδῳ, δέον ἡμᾶς πρότερον ταύτην κατορθῶσαι, ἵνα εὐχερέστερον παρακολουθήσωμεν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασι. φασὶ δέ τινες ἀπὸ τῆς ἠθικῆς δεῖν ἄρχεσθαι· πρότερον γὰρ δεῖ τὰ ἤθη κατακοσμεῖν καὶ οὕτως ἐπὶ τὰς ἄλλας ἰέναι πραγματείας, ἵνα μὴ τεθολωμένον ὑπὸ τῶν παθῶν τὸ λογιστικὸν ἔχοντες τὰς περὶ τῶν πραγμάτων κρίσεις μὴ ἀκριβεῖς φέρωμεν. εἰ δέ τινες λέγοιεν μᾶλλον ἀπὸ τῆς λογικῆς, ἵνα μετὰ ἀποδείξεως εἰδείημεν τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὰς ἀρχὰς καὶ ποία ἐστὶν ἡ ὅντως ἀρετή, φαμὲν ὅτι πρῶτον μὲν ὀρθοδοξαστικῶς εἰδέναι τοῦτο ὀφείλομεν, μὲν, εἶθ’ ὕστερον καὶ ἀποδεικτικῶς· ὥστε κἀν ταῖς ἀποδείξεσι μὴ παρακολουθπῶνεν, δεῖ πρότερον αὐτὰ τῆς ἠθικῆς τὰ ἀποτελέσματα μαθόντας ὀρθοδοξαστικῶς κατ’ αὐτὰ ζῆν, εἶθ’ ὕστερον ταῖς ἀποδεικτικαῖς ἐπιβάλλειν μεθόδοις.

Τί δὲ τὸ τέλος ἐστὶ τῆς Ἀριστοτελικῆς φιλοσοφίας; φαμὲν ὅτι τὸ γνῶναι τὴν ἀπάντων ἀρχὴν τὴν τῶν πάντων δημιουργὸν αἰτίαν τὴν ἀεὶ [*](1 εἰσι a: om. C τὴν oin. Ca 2 τεταγμ.] γεγραμμένα Fa alt. τὰ] τὸ C τὴν om. a 3 θεολ. διδ. coll. Fa an φυσιολογικὰ? 4 τά τε (priore 1.) Ca 5 τούτ’. ὄντα μέσα col- loc. C καὶ om.C 8 τῶν μεθόδων a 12 cpactinserui τῆς ποιητ. a αὐτόθι F 13 πρὸς] εἰς a 14 διδάσκοντα scripsi: διδάσκοντες libri 15 τὸ om. C δεῖν F 16 ὁ] καὶ a διδόνιος F 17 συνήθους F δεῖν γνωρίμων om. F δεῖ a 21 ἑαυτοῦ C ταῖς om. C 22. 23 εὐχερῶς a 26 τὸν λογισμὸν a κτίσεις C 28. 29 εἰδείημεν — ἀρετή] εἰδῶμεν τὰς ἀρετάς Γ’ ὄντ’.] οὕτως a 29 μέν om. C τοῦτο] τὰς ἀρειὰς V 31 πρῶτον C μαθόντες K 32 κατὰ ταῦτα K ταῖς om. F 34 ὅτι om. F alt. τὸ om.. a 35 ἀπ’.] πάντ’. Fa αἰτίαν] τε καὶ C)

6
καὶ ὡσαύτως ἔχουσαν· ἀποδείκνυσι γὰρ μίαν πάντων ἀρχὴν καὶ ἀσώματον, [*](8v) ἐξ ἐκείνης δὲ τὰ πάντα παράγεσθαι.

Tίνα δὲ τὰ ἄγοντα ἡμᾶς εἰς τοῦτο τὸ τέλος; φαμὲν ὅτι ἡ διδασκαλία τῶν ἐν χρόνῳ καὶ ἐν μεταβολῇ ὑπαρχόντων. τοιαῦτα δέ ἐστι τὰ ἐν γενέσει σεῖ καὶ φθορᾷ· ἀπὸ γὰρ τούτων διὰ μέσων τῶν μαθηματικῶν ἀνάγομεν ἑαυτοὺς ἐπὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα τοιαῦτα δέ ἐστι τὰ οὐράνια) καὶ οὕτως μετὰ τὰς ἀσωμάτους οὐσίας ἐπὶ τὴν πρώτην πάντων αἰτίαν· πάσης γὰρ κινήσεως ἢ κατ’ οὐσίαν οὔσης ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ κατὰ πᾶσαν κίνησιν κινοῦν τᾶι, τὰ δὲ [*](9r) οὐράνια κατὰ μόνην τὴν κατὰ τόπον· διὸ χρὴ εὐτάκτως ὁδεύειν ἀπὸ τῶν πολυτρόπως κινουμένων ἐπὶ τὰ κατὰ μίαν καὶ μόνην κίνησιν κινούμενα, καὶ οὕτως ἐπὶ τὴν ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχουσαν ἀρχήν, καὶ μὴ κατὰ τὸν χρησμὸν ὑπερβάθμιον πόδα πέμπειν· εἰ γὰρ ἀθρόως βουληθείημεν ἐκ τῶν σωματικῶν τῇ πρώτῃ τῶν πάντων ἀρχῇ προσβαλεῖν, νοήσαιμεν ἂν κἀκείνην σῶμα εἶναι καὶ ἐσχηματίσθαι. διό φησιν ὁ Πλωτῖνος ‘παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως’.

Τὸ δὲ εἶδος τῶν Ἀριστοτελικῶν συγγραμμάτων πανταχοῦ ἀκριβὲς κατὰ τὴν φράσιν ἐκφεύγει γὰρ ἀεὶ ὁ φιλόσοφος τὰς ῥητορικὰς κομψείας καὶ μόνου γίνεται τοῦ τὴν τῶν πραγμάτων παραστῆσαι φύσιν), πολλαχοῦ δὲ συνεσφιγμένον καὶ ἀσαφῶς πεφρασμένον, οὐ διὰ τὴν φύσιν τοῦ γράψαντος, ἀλλ’ ἑκουσίως τοῦτο πεποίηκεν . ἀμέλει τούς τε τόπους σαφῶς διηγήσατο καὶ τὰ Μετέωρα καὶ ἕτερα. ἐπετήδευσε τοίνυν τὴν ἀσάφειαν διὰ τοὺς ἀναγινώσκοντας, ἵνα εὐφυεστέρους ἀποτελέσῃ εἰς τὸ συντεταγμένως τῶν λεγομένων ἀκούειν καὶ ἵνα τοὺς ῥᾳθύμους ἀκροατὰς ἀποστρέψῃ ἐκ προοιμίων· οἱ γὰρ γνήσιοι ἀκροαταὶ ὅσῳ ἀσαφῆ ἐστι τὰ λεγόμενα, τοσούτῳ σπουδά- ζουσι μᾶλλον καταγωνίσασθαι καὶ τοῦ βάθους ἐφικέσθαι. ὥσπερ οὖν παραπετάσματι τῇ ἀσαφείᾳ ἐχρήσατο διὰ τοὺς βεβήλους ἀμφιεννὺς τῶν πραγμάτων τὸ σεμνὸν τῇ ἀσαφείᾳ.

῾Ο δὲ ἀκροατὴς ὁφείλει ὑπάρχειν δίκαιος, εὐφυὴς τὴν διάνοιαν, σπουδαῖος περὶ τοὺς λόγους, τὸ ἦθος μέτριος, ἐν πᾶσι κεκοσμημένος. ὁ δὲ τοῦτον ἐξηγούμενος ὀφείλει μήτε κατ’ εὔνοιαν ἐπιχειρεῖν τὰ κακῶς λεγόμενα συνιστᾶν καὶ ὡς ἀπὸ τρίποδος ταῦτα δέχεσθαι μήτε τὰ καλὰ κακοτρόπως δέχεσθαι κατὰ ἀπέχθειαν, ἀλλὰ κριτὴς | ἀπαθὴς τῶν λεγομένων ὑπάρχειν, [*](9v) καὶ πρῶτα μὲν τὴν διάνοιαν τοῦ ἀρχαίου σαφηνίζειν καὶ ἑρμηνεύειν τὰ αὐτῷ δοκοῦντα, ἔπειτα τὴν παρ’ ἑαυτοῦ ἐπιφέρειν κρίσιν.

[*](1 μίαν om. Ca 2 δὲ τὰ om. C 4 ἐν (alt.) om. a εἰσι C 5 μαθημάτων F 8 posl ποσὸν add. ἡ κατὰ χρόνον F 10 χρὴ] δεῖ C 12. 13 καὶ μὴ κατὰ τὸν χρησμὸν ὑπερβ.] οὐ γὰρ δεῖ ὑπερβ. C (v. Suid. s. v. ὑπερβάθμιον) 13 γὰρ δὴ C βουλ’. ἀθp. coll. C 14 σωμάτων Fa 15 Πλωτῖνος] Ennead. I lib. Ill, 3 p. 20 17 ἀριστοτέλους a 19 πανταχοῦ C δὲ] τε Fa 21 τε om. C 23 εἰς τὸ] καὶ CF scribas συντεταμένως (cf. Amm. p. 7,12) 24 ἀκούωσι C ἀποστρέψηται C ἐκ] ἀπό F 25 εἰσι Ca τοσούτω om. F 26 καὶ om. F 30 κεκοσμῆσθαι a: κεκτημένος F 30. 31 τούτων a: an τούτῳ? 33 καὶ κατὰ C ἀπαθ.] ἀληθὴς F oh ἑαυτοῦ] ἑαυτῶ Fa)
7

Πασῶν δὲ τῶν Ἀριστοτέλους πραγματειῶν τὰ προλέγεσθαι ὀφείλοντα [*](9v) ἕξ ἐστιν, ὁ σκοπὸς τὸ χρήσιμον ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ τάξις τῆς ἀναγνώσεως ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ εἰ γνήσιον τόυ φιλοσόφου τὸ βιβλίον. καὶ ὁ μὲν σκοπὸς ἐξαπομάττει τῆς πραγματείας τὴν φύσιν καὶ ὤσπερ ἔξιν τῶ ἀναγινώσκοντι παρέχει πῶς νοεῖν ἕκαστον ’δει· παρασκευάξει γὰρ ἕκαστον τῶν λεγομένων πρὸς τὸν σκοπὸν ἀπευθύνειν του συγγραμματος ὁ γὰρ τὸν σκοπὸν ἀγνοῶν ἔοικε τυφλῷ, οὐκ εἰδότ‘ι ὅποι φέρεται, καὶ μάτην πάντα νομίσει τὰ πρὸς τὸν σκοπὸν τείνοντα ὑπὸ ἀρχαίου λέγεσθαι. τὸ δὲ χρήσιμον σπουδὴν καὶ προθυμίαν τῳ ἀκροατῇ ἐντίθησι. δεῖ γὰρ τὸν μέλλοντά τινος ἄρχεσθαι μανθάνειν πρότερον τὸ ἀπ’ ἐκείνου χρησιμον, εἰς τί αὐτῶ λυσιτελεῖ. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς, ἐπετδὴ ἐπί τινων συγγραμμάτων ἔστιν ὅτε ἀδή‘λου τῆς ἐπιγραφῆς σὴ ζητεῖν δι’, ἤν αἰτίαν οὕτως ἐπιγέγραπται, ὡς ἐν ταῖς κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐν ἄλλοις. ἐν γὰρ τῶ Περὶ οὐρανοῦ ἢ ἒν τῴ Περὶ ψύχης οὐ δεῖ τὴν αἰτίαν τῆς ἐπιγραφῆς ζητεῖν· αὐτόθεν γὰρ τὸ σαφὲς ἔχει ζητοῦμεν δὲ καὶ εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον. τρεῖς γὰρ αφορμαὶ γεγόνασι τοὐ νοθεύεσθαι τὰ συγγράμματά του Ἀριστοτέλους, ἇ μὲν ὁμωνυμία 〈τῶν συγγραφέων) γεγόνασι γὰρ καὶ ἔτεροι Ἀριστοτέλεις, ών τὰ συγγράμματα διὰ τὴν ὁμωνυμίαν τινες ἐνόμισαν του Ἀριστοτέλους), δευτέρα δὲ ἡ τῶ συγγραμμάτων ὁμωνυμία οἱ γὰρ μαθηταὶ αὐτοῦ Εὕδημος καὶ Φανίας καὶ Θεόφραστος κατὰ ζῆλον τοῦ διδασκάλου γεγράφασι Κατηγορίας | καὶ Περὶ [*](10r) ἑρμηνείας καὶ Ἀναλυτικά), ἡ δὲ τρίτη τοιαύτη ἐστί. Πτολεμαῖον τὸν Φιλ- άδελφον πάνυ ἐσπουδακέναι φασὶ παὶ τὰ Ἀριστοτέλους συγγραμματα, ώς καὶ περὶ τὰ λοιπά, καὶ χρήματα διδόναι τοῖς προσφέρουσιν αὐτῷ βἰβλους τοῦ φιλοσόφου. ὅθεν τινὲς χρηματίσασθαι βουλόμενοι ὲπιγράφοντες συγγράμματα τῷ τοῦ φιλοσόφου ὀνόματι προσῆγον. ἀμέλει φασὶν ἐν τῃ μεγάλῃ βιβλιοθήκῃ εὑρῆσθαι Ἀναλυτικῶν μὲν τεσσαράκοντα βίβλους, κατηοριῶν δὲ δύο. ἐκρίθη δὲ ὑπὸ τῶν ὲξηγητῶν κατηγορίων μὲν τοῦτο εἶναι γνήσιον τοῦ Ἀριστοτέλους Ἀναλυτικῶν ’δε τέσσαρα. ἐκρίθη ’δε ἐκ τε τῶν νοημάτων καὶ τῆς φράσεως καὶ τῷ ἀεὶ ἐν ταῖς ἄλλαις πραγματειαις μεμνῆσθαι τούτου τοὐ βιβλίου τὸν φιλόσοφον· τάξιν ’δε ξητουμεν ἀνά αναγνωσεως, ἵνα μὴ τοῖς μείζοσι πρῶτον ἐγχειρῶμεν καὶ ὦν εἰς τὴν γνῶσιν ἔτερα ὀφείλει προλαμβάνεσθαι, ἀγνοοῦντες τὰ ἥμιν πρῶτον γινώσκεσθαι ὀφείπρολεγόμενα [*](1 (ὀφεἰλ. om.) C 2 ἕξ ἐστι] εἰσὶ ταῦτα C: εἰσι ταυτὶ κεφάλαια a 2 τὸ χρήσ.—διαίρ. καὶ(3)] καὶτὰ λοιπὰ a ἡ τάξις τ. ἀναγν. post διαίρ. colloc. F 3 εἰ—βιβλίον fort, ante ἡ] τάξις collocavens (cf. v. 16) 5 παρέχει F 6 τοῦ συγ. ἀπ. colloc. a 7 ποῖ F: ὅπῃ a 7. 8 πάντα μάτ. colloc. C 10 ἀπ᾿] αὐτοῦ C: αὐτὸ a 11 λυσιτελέσαι F: λυσιτελήσει a 12 post οὔσης add. ἁμαρτάνομεν τοῦ σκο- ποῦ a 13 τὴν αἰτίαν δι᾿ ἣν C 14 τῷ (prius)] τῆ Fa ἐν τῷ (alt.)] τῆ F: ἐν τῆ a 16 γραφεως F: φιλοσόφου a 17 νοθεῦσαι F τοῦ ἀρ. συγ. coll. F 18 τῶν συγγρα- φέων Olymp.: om. CFa γὰρ] δὲ F 19 τοῦ om. Ca; an <τοὐτου> τοῦ? 21 τοῦ αὐτῶν διδ. C γεγραφήκασι a κατηγορίαις F 22 ἀναλυτικήν Ca 23 ἀριστοτέλετα C: ἀριστοτελικὰ a 24 βίβλους iter. F 26 φησὶν C μνγ.] παλαιᾶ F 29 γν. εἶναι coll. C 30 τῷ] τὸ C 32 ἐγχωρωμεν a 33 πρώτα F: πρώτως a)

8
λοντα. τὴν δὲ εἰς τὰ μόρια διαίρεσιν, διότι δεῖ τὸν· ἀκριβῶς βουλόμενον [*](10r) τὴν τοῦ ὅλου φύσιν μαθεῖν τὰ τούτου μέρη ἀκριβῶς ἐπεσκέφθαι, οἷον ὁ τὸν ἄνθρωπον ἀκριβῶς εἰδέναι βουλόμενος ὀφείλει τούτου κεφαλήν τε καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα ὁμοίως εἰδέναι μέρη. οὕτως οὖν καὶ ἑκάστου συγγράμματος δεῖ τὰ μέρη πρότερον εἰδέναι, εἰς πόσα καὶ ποῖα διαιρεῖται.

Εἰδέναι δὲ χρὴ ὅτι οὐ πανταχῇ ταῦτα πάντα χρὴ ζητεῖν, ἀλλ’ ἐν οἷς τὸ σαφὲς ἀποκέκρυπται. πολλάκις γὰρ τῷ σκοπῷ συναναφαίνεται καὶ τὸ χρήσιμον, οἷον ἐν τῇ Περὶ οὐρανοῦ ἢ ἐν τῇ Περὶ ψυχῆς δῆλος καὶ ὁ σκοπὸς καὶ τὸ χρήσιμον καὶ ἡ ἐπιγραφή. ἐν μέντοι γε τοῖς τόποις οὐδὲ ἓν τούτων δῆλον. ἀλλ’ οὐδὲ τοῦ σκοποῦ γνωσθέντος εὐθὺς καὶ τὸ χρήσιμον αυναναφαίνεται. σκοπὸς μὲν γὰρ αὐτῷ ἐν τοῖς τόποις τὴν διαλεκτικὴν μέθοδον I ἡμῖν παραδοῦναι· ἔστι δὲ ἡ διαλεκτική, ὡς αὐτὸς ὁρίζεται, [*](10v) ‘μέθοδος μέθοδος περὶ παντὸς τοῦ προτεθέντος προβλήματος συλλογιστικὴ ἐξ ἐνδόξων‘. εἰ δὲ περὶ παντὸς τοῦ προτεθέντος προβλήματος, προτίθενται δὲ ἡμῖν οὐ μόνον τὰ ἀληθῆ ἀλλὰ καὶ τὰ ψευδῆ, ποῖον ἐνταῦθα τὸ χρήσιμον; τὸ γνῶναι μέθοδον δι’ ἧς καὶ τὰ ψευδῆ συλλογισόμεθα; αὐτὸς οὖν προιὼν τὸ χρήσιμον ἡμῖν ἐκκαλύπτει, λέγων τὴν πραγματείαν χρήσιμον εἶναι πρὸς τρία, πρὸς γυμνασίαν πρὸς τὰς ἐντεύξεις πρὸς τὰς κατὰ φιλοσοφίαν μεθόδους. ἐν μέντοι γε ταῖς Κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἅμα τῷ σκοπῷ τὸ χρήσιμον συναναφαίνεται, ὡς ἑξῆς δείξομεν. καὶ ταῦτα μὲν περὶ τῆς Ἀριστοτελικῆς φιλοσοφίας πάσης εἰρήσθω.

Εἴπωμεν δὲ καὶ περὶ τοῦ προκειμένου τῶν Κατηγοριῶν βιβλίου τίς τε ὁ σκοπὸς καὶ τὸ χρήσιμον καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς καὶ ἡ τάξις τῆς ἀναγνώσεως καὶ εἰ γνήσιον τοῦ φιλοσόφου τὸ παρὸν βιβλίον καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ταῦτα γάρ, ὡς εἴρηται, δεῖ προλέγειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας. τινὲς οὖν περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν διηνέχθησαν, καὶ οἱ μὲν εἰρήκασι περὶ φωνῶν μόνων εἶναι τὸν σκοπὸν οἱ δὲ περὶ πραγμάτων μόνων οἱ δὲ περὶ νοημάτων μόνων. καὶ ἁ μὲν λέγοντες περὶ φωνῶν μόνων εἶναι τὸν σκοπόν, οἷος ἐγένετο ὁ Ἀλέξανδρος, ἐκ τῶν Ἀριστοτελικῶν ῥησειδέων ἐπλανήθησαν τῶν λεγόντων “ρτῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”, εἰ δὲ τὰ λεγόμενα, φασί, φωναί, δῆλον ὅτι περὶ φωνῶν ἐστιν αὐτῷ ὁ σκοπός. οἱ δὲ [*](3 τε om. Ca 4 πόδ’. καὶ χεῖρ’. coll. Fa οὖν om. C 7 πάντα old. F 8 ἐπικέκp. C γὰρ] γὰρ σὺν C: σὺν a 9 οἷον ἐν μὲν Ca καὶ] ἐστιν F 10 γε om. F οὐδὲ ἒν] οὐδὲν F 13 αὐτὸς ὁp.] Top. Α 1 p. 100 a 18 15 περὶ om. F προ- βλήματος om. a προτίθ.] προτείνεται C: προτείνονται a alt. δὲ] καὶ C Hi τὰ (alt.) om. a τὸ χp. ἐντ’. coll. a 18 λέγων] Top. Α 1 p. 101 a 26 χρησίμην Ca τὰ τρία C 19 τὰς (utrobique) om. C μεθ’.] ἐπιστήμας Arist. 21 μὲν οὖν a 24 ὁ om. C 25 καὶ (ante εἰ) om. Ca παρὸν om. Ca alt. καὶ om. a 26 ὡς εἴρηται] p. 7.2 δεῖ] δέον ἐστὶ C 27 οὖν] δὲ a 28. 29 οἱ δὲ περὶ πp. - σκοπόν 30) om. a 29 πραγματείας μόνης C οἱ δέ περὶ νόημ’. μόνων om. C μὲν om. C 30 ὁ om. C 31 πλανηθέντες a λεγόντων] 1 a 16 33 φασί om. a αὐτῶ ἐστιν coll. Ca)

9
περὶ πραγμάτων μόνων οἰηθέντες εἶναι τὸν σκοπόν, οἷος ἐγένετο ὁ ὐστάθιος, [*](10v) φασὶν ὅτι περὶ πραγμάτων ποιεῖται τὴν διαίρεσιν ὁ φιλόσοφος λέγων “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται”, εἰ δὲ τὰ ὄντα, φασί, πράγματά ἐστι, περὶ πραγμάτων ἄρα αὐτῷ ὁ σκοπός. οἱ δὲ περὶ νοημάτων μόνων νομίσαντες διαλέγεσθαι τὸν φιλόσοφον, οἷος ἐγένετο ὁ Προφύριος, φασὶν ὅτι περὶ τῶν δέκα γενῶν ἐστιν αὐτῷ ὁ λόγος· ταῦτα δὲ [*](11r) ἐπὶ τοῖς πολλοῖς θεωροῦνται καί εἰσιν ὑστερογενῆ, ἅτινά ἐστιν ἐν τῇ ἡμε- τέρα διανοίᾳ· περὶ νοημάτων ἄρα ἐν τούτοις τῷ Ἀριστοτέλει ὁ λόγος· ἐπλανήθη δὲ καὶ οὗτος ἐκ τῶν πρὸς τῷ τέλει λέξεων τοῦ Ἀριστοτέλους λέγοντος “ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα”. γένη δὲ πανταχοῦ ὁ Ἀριστοτέλης τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ἐννοηματικὰ λέγει. οἱ δὲ ἀκριβέστερον λέγοντες, ὧν εἷς ἐστιν ὁ Ἰάμβλιχος, φασὶν ὡς οὔτε περὶ νοημάτων μόνων ἐστὶν αὐτῷ ὁ λόγος οὕτε περὶ φωνῶν μόνων οὔτε περὶ πραγμάτων μόνων, ἀλλ’ ἔστιν ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ οὐ καλῶς οἱ πρότερον ὡρίσαντο, μάθοιμεν ἂν οὕτως· λεγέτωσαν γὰρ οἱ περὶ πραγμάτων μόνων αὐτὸν λέγοντες διαλαμβάνειν, ἐπειδὴ τῶν πραγμάτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ κεῖται, ὡς ἱπποκένταυρος καὶ τραγέλαφος, τὰ δὲ ὑφεστῶτα, περὶ ποίων αὐτῷ ὁ λόγος; δῆλον ὅτι φήσουσι περὶ τῶν ὑφεστώτων. πρότερον οὖν ἔννοιαν τούτων λαβὼν οὕτως ἡμάς διὰ τῶν φωνῶν διδάσκει περὶ τούτων; πάντως δήπου συμφήσουσιν· ἀδύνατον γὰρ σημᾶναι τὰ πράγματα ἄλως ἢ ὑπὸ φωνῶν διὰ μέσων νοημάτων· οὐκοῦν καὶ περὶ πάντων διαλέξεται· λεγέτωσαν δὲ καὶ οἱ περὶ φωνῶν μόνων ἢ νοημάτων μόνων λέγοντες αὐτὸν διαλαμβάνειν, ἐπειδὴ αἱ φωναὶ καὶ τὰ νοήματα τὰ μέν εἰσι σημαντικά τινων τὰ δὲ μέχρι τῆς φωνῆς καὶ τῆς ἐπινοίας τὸ εἶναι ἔχει, περὶ ποίων αὐτὸν φήσετε διαλαμβάνειν; ἐροῦσι δηλαδὴ περὶ τῶν σημαινουσῶν πράγματα. περὶ γὰρ τῶν ἀσήμων ἢ φωνῶν ἢ νοημάτων οὐδὲ εἷς λόγος τοῖς φιλοσόφοις. οὐκοῦν διαλαμβάνων περὶ φωνῶν σημαινουσῶν πράγματα καὶ αὐτῶν ἅπτεται τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων, καὶ περὶ νοημάτων I ποιούμενος τὸν λόγον σημαινόντων πράγματα διαλέξεται περὶ αὐτῶν [*](11v) διὰ φωνῶν τῶν ἑρμηνευουσῶν τὰ νοήματα· εἰ μὲν γὰρ γυμναὶ σωμάτων ἦσαν αἱ ψυχαί, γυμνοῖς ἂν προσέβαλλον τοῖς νοήμασι· νῦν δὲ τοῖς σώμασιν ἐγκαθειργμέναι οὑκ ἄλλως ἢ διὰ τῶν φωνῶν δύνανται σημαίνειν ἀλλήλαις τὰ ἴδια νοήματα. ἐπειδὴ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα ἁπλοῦν μὲν γὰρ πρᾶγμα Σωκράτης, σύνθετον δὲ Σωκράτης [*](1 πραγματείας C μόνων om. C εἶναι τὸν σκ.] λέγειν C ὁ om. F 2 λέγων] p. 1 a 20 3 ὑποκ. τινὸς Arist. 4 εἰσι a 6 αὐτῶ om. a λόγ.] σκοπός F 9 τὸ τέλος a 10 λέγοντος] p. 11 b 15 ὑπὲρ] περὶ C 12 ὁ] καὶ a 13 (pr. l.)C αὐτῶ ἐστιν coll. C 16 διωρίσ. a μόνων om. Ca 17 διαλαβεῖν C ἐν om. F 18 κένταυρος Ca 19 πότερον a 21 ἄλλως ἣ scripsi: ἄλλως μὴ Fa 26 an σηματνόντων? 31 ἑρμ’.] σημαινουσῶν F ωοήμ.] πράγματα F 32 προσέβαλον Fa posl post add. ἑαυτὰς Fa Ca 33.34 ἀλλήλοις P F I ἐπεὶ C 35 γὰρ om. a πρᾶγ.] σῶμα C post alt. δὲ add. οἷον C)
10
περιπατῶν), ὡσαύτως καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν τὰ μέν ἐστιν ἀπλᾶ τὰ δὲ σύνθετα ἁπλῆ μὲν γὰρ φωνὴ Σωκράτης ἀπλῶς καὶ νόημα τὸ περὶ Σωκράτους ἀπλοῦν, σύνθετος δὲ φωνὴ ἡ λέγουσα ‘Σωκράτης τρέχε’ καὶ νόημα σύνθετον περὶ Σωκράτους τρέχοντος), πότερον περὶ τῶν ἁπλῶν ἐνταῦθα διαλαμβάνει πραγμάτων καὶ φωνῶν ἢ περὶ τῶν συνθέτων; λέγομεν ὅτι περὶ τῶν ἁπλῶν. διὸ καὶ ἀκριβῶς τὸν τῶν Κατηγοριῶν σκοπὸν ὁρίζοντές φαμεν ὅτι διαλαμβάνει ἐνταῦθα περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἀπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων.

Ἴνα δὲ σάφ’ σαφέστερον γένηται τὸ λεγόμενον, προσλάβωμέν τινα συντελοῦτα ἡμῖν εἰς σαφῆ παράστασιν τῶν λεγομένων· ἐπειδὴ γὰρ τῆς φιλοσοφίας, ὡς ἕφαμεν, τὸ μέν ἐστι θεωρητικὸν τὸ δὲ πρακτικόν, καὶ τοῦ μὲν θέω· ρητικοῦ τέλος ἐστὶ τῆς ἀληθείας ἡ γνῶσις τοῦ δὲ πρακτικοῦ ἡ τοῦ ἀγαψεῦδος τεῦξις, ἀμφοτέροις δὲ παρυφίσταται τὰ ἐναντία, τῇ μὲν ἀληθείᾳ τὸ ψεῦδος τῷ δὲ ἀγαθῷ τὸ κακόν, ἡ δὲ ἡμετέρα ψυχὴ ἅτε δὴ ἀτελὴς οὖσα αἱρεῖται πολλάκις ἀντὶ μὲν ἀληθείας τὸ ψεῦδος οἰομένη αὐτὸ ἀληθὲς εἶναι, ἀντὶ δὲ ἀγαθοῦ τὸ κακὸν οἰομένη αὐτὸ ἀγαθὸν εἶναι, ἐδέησε τοῖς φιλοσόφοις ὀργάνου τινὸς διακρίνοντος τὴν μὲν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους τὸ | δὲ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ. τί δέ ἐστι τοῦτο; [*](12r) ἡ ἀπόδειξις· ὃ γὰρ ἂν ἀποδειχθείη ἀγαθόν, τοῦτο ἐξ ἀνάγκης ἀγαθόν ἐστι, καὶ ὃ ἂν ἀποδειχθείη κακόν, τοῦτο κακόν ἐστιν. ὁμοίως καὶ τὸ ἀληθὲς καὶ τὸ ψευδές· ὃν γὰρ τρόπον ὁ τέκτων τῷ κανόνι καὶ ὁ οἰκοδόμος τῇ καθέτῳ πρὸς διάκρισιν τῶν ὀρθῶν καὶ τῶν μὴ τοιούτων χρῶνται, οὕτω καὶ ὁ φιλόσοφος τῇ ἀποδείξει κέχρηται πρὸς διάκρισιν τῆς ἀληθείας καὶ τοὐ ψεύδους καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός. ἐπὶ πλέον δὲ τοῦ ἐπιστημονικοῦ συλλογισμοῦ ὁ ἀπλῶς συλλογισμός· τῷ γὰρ ἁπλῶς συλλογισμῷ προσελθοῦσα ὕλη ἄπταιστός τε καὶ ἀραρυῖα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα τὸν ἀποδεικτικὸν ποιεῖ συλλογισμόν. ἀλλ’ ἐπειδήπερ οὐκ ἠδύνατο διδάξαι περὶ ἀποδείξεως μὴ πρότερον διδάξας τί ἐστιν ὁ ἀπλῶς συλλογισμός, ὥσπερ οὐδὲ γράφειν δύναιτ’ ἄν τις τὸν ὀρθὸν ἢ τὸν κλιτὸν τύπον μὴ πρότερον ἀπλῶς γράφειν μαθών, τὸν δὲ ἁπλῶς συλλογισμὸν πάλιν ἄνευ τῶν προτάσεων ἀδύνατον ἦν παραδοῦναι ἐκ τούτων γὰρ ὁ συλλογισμὸς σύγκειται, συλλογή τις ὢν πλειόνων [*](1 περιπατεῖ C ὡς. δὲ καὶ a τῶν νόημ’.] περὶ νόημ’. F 2. 3 περὶ σωκράτην C 3 ἡ λέγουσα om. C 4 an σύνθετον <τὸ>? σωκράτην τρὲχοντα C 4. 5 διαλ. coll. C 5 post φων. addas καὶ νοημάτων καὶ λέγ’. a 6 διὸ καὶ] διότι K 6. 7 λέγοντες C 7 φαμεν] λέγομεν F 10 σαφῆ τῶν λεχθησομένων παράστ. Ca 11 ἔφαμεν] p. 4,24 ἐστι om. a καὶ Laur. 72,1: om. CFa 14 δὴ] μὴν F 15 τῆς ἀληθ. a ἀληθὲς] ἀλήθειαν C 17 post ἐδέησε add. οὖν Fa 19 ἄν om. C an ἀποδειχθῇ? 20 ἀποδειχθῇ a. (fort, recte) post τοῦτο add. ἀναγκαίως a κακόν (alt.) om. F τὸ (alt.) om. C 21 ψεῦδος a 22 τῶν (alt.) om. a 25 ἐπιστ.] ἀποδεικτικός F δὲ] γὰρ Fa 26 ἁπλῶ C ὕλη post ἄραρ’. (27) coll. Γ’ τε om. Ca 27 ἔχοντα C 29 ἐστιν om. C ὁ ora. Ca δύναται δύναιτο a) sine ἄν post κλιτὸν coll. Ca 30 τὸν (prius) om. C ἁπλ] ὀρθῶς C μανθάνων C 32 γὰρ τούτ’. colloc. Ca ὁ συλλογισμός om. Ca σύγκ. post τις coll. a συλλογή— λόγων (p. 11,1) om. F)

11
λόγων, ὡς καὶ τὸ ὄνομα δηλοῖ), τὰς δὲ προτάσεις ἄνευ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐκ τούτων γὰρ σύγκεινται), τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα ἄνευ τῶν ἁπλῶν φωνῶν καὶ γὰρ καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα φωνή ἐστι σημαντική), εἰκότως πρότερον περὶ τῶν ἁπλῶν διαλέγεται φωνῶν· καθόλου γὰρ τῆς μὲν θεωρίας τὸ τέλος ἀρχὴ τῆς πράξεως γίνεται, ἔμπαλιν δὲ τῆς πράξεως τὸ τέλος ἀρχὴ τῆς θεωρίας· οἷον ὁ οἰκοδόμος ἐπιταγεὶς οἶκον ποιῆσαι λέγει καθ’ ἑαυτὸν ‘ ἑπετάγην οἶκον ποιῆσαι, ὅπερ ἐστὶ σκέπασμα κωλυτικὸν ὄμβρου καὶ καύματος· τοῦτο δὲ οὐκ ἄν γένοιτο μὴ γενομένης ὀροφῆς΄. ἐντεῦθεν οὖν ἄρχεται τῆς θεωρίας, προβαίνων δέ φησιν ‘ἀλλὰ τοῦτο οὐκ ἂν γένοιτο μὴ γενομένων τοίχων, οὗτοι δὲ οὐκ ἂν γένοιντο μὴ ὑποβληθέντων θεμελίων, οἱ δὲ θεμέλιοι οὐκ ἄν [*](12v) βληθεῖεν μὴ ὀρυχθείσης τῆς γῆς΄. ἐνταῦθα κατέληξεν ἡ θεωρία. ἐντεῦθεν οὖν ἄρχεται ἡ πρᾶξις· πρότερον γὰρ ὀρύττει τὴν γῆν, εἶθ’ οὕτως βάλλει θεμέλιον, εἶτα ἐγείρει τοίχους, καὶ ὕστερον ἐπιτίθησι τὴν ὀροφήν, ἥτις ἐστὶ τέλος τῆς πράξεως. οὕτως οὖν ἡ ἀρχὴ τῆς θεωρίας τέλος γίνεται τῆς πράξεως, ἡ δὲ ἀρχὴ τῆς πράξεως τέλος τῆς θεωρίας. οὕτως οὖν καὶ ὁ φιλόσοφος ποιεῖ· βουλόμενος γὰρ ποιῆσαι ἀπόδειξίν φησι πρὸς ἑαυτὸν ‘βούλομαι περὶ ἀποδείξεως εἰπεῖν· ἀλλ’ ἐπειδὴ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, ἀδύνατον εἰπεῖν τι περὶ αὐτοῦ τὸν μὴ πρότερον εἰπόντα τί ἐστιν ὁ ἀπλῶς συλλογισμός, τὸν δὲ ἀπλῶς συλλογισμὸν οὐκ ἄν μάθοιμεν μὴ μαθόντες τί ἐστι πρότασις· λόγοι μὲν γάρ τινές εἰσιν αἱ προτάσεις, τῶν δὲ τοιούτων λόγων συλλογή ἐστιν ὁ συλλογισμός. ὥστε ἄνευ τοῦ γνῶναι τὰς προτάσεις ἀδύνατον μαθεῖν τὸν συλλογισμόν ἐκ γὰρ τούτων σύγκειται), ἀλλ’ οὐδὲ τὴν πρότασιν ἄνευ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, ἐξ ὧν συνέστηκε πᾶς λόγος, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα ἄνευ τῶν ἁπλῶν φωνῶν ἕκαστον γὰρ τούτων φωνή ἐστι σημαντική) . δεῖ οὖν πρότερον περὶ τῶν ἁπλῶν φωνῶν εἰπεῖν’. ἐνταῦθα οὖν ἡ θεωρία κατέληξε, λῆξε, καὶ γίνεται τοῦτο τῆς πράξεως ἀρχή· πρότερον γὰρ διαλέγεται περὶ τῶν ἁπλῶν φωνῶν ἐν ταῖς Κατηγορίαις, εἶθ’ οὕτως περὶ ὀνομάτων καὶ ῥημάτων καὶ περὶ προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας, εἶτα περὶ τοῦ ἀπλῶς συλλογισμοῦ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς, εἶθ’ οὕτως περὶ ἀποδείξεως ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς· ἐνταῦθα οὖν τὸ τέλος τῆς πράξεως, ὅπερ ἦν ἀρχὴ τῆς θεωρίας. εἰκότως τοίνυν ἐνταῦθα πρῶτον περὶ τῶν ἁπλῶν φωνῶν διαλαμβάνει· οἱ γὰρ ἄνθρωποι κοινῇ συνελθόντες ἔθεντο πρὸς ἀλλήλους [*](1 post δηλοῖ add. πλειόνων γάρ ἐστι συλλογή F 2 γὰρ τούτων coll. Ca σὐγκειται a 3 καὶ (post γὰρ) om. a 4 φωνὴ — φωνῶν (5)] φωναὶ ἁπλαῖ V διαλαμβάνει a 5 καθόλου] καὶ C 6 γίν. ante ἀρχὴ (5) coll. a 7 ποιῆσαι (prius) om. Fa ἐπετάγην καθ’ ἑ. λέγει coll. C 8 ὄμβρων καὶ καυμάτων Ca 9 γινομένης a ἐνταῦθα F 12 ἐντεῦθεν] ἐνταῦθα K 14 τὸν θέμ’. a 15 οὔτωςγίν. τῆς πράξεως om. Fa ’J ἐπιστ.] ἀποδεικτικός F τι Om. a τούτου a 20 ὁ ἀπλῶς (prius) om. Ca 25 τἄ (alt.) om. a 28 τῆ πράξει C 30 (primum) om. Fa 31 εἶθ΄ ἀναλυτικοῖς (32) om. F 33 ἡ ἀρχὴ C τοίνυν] οὑν F πρῶτον om. F τῶν oiu. Fa)
12
ἑκάστῳ πράγματι οἰκεῖον ὄνομα, τούτου μόνου φροντίσαντες τοῦ | διὰ τῶν [*](13r) φωνῶν σημαίνειν ἀλλήλοις τὰ πράγματα, μὴ μέντοι γε εἰπεῖν τί μέν ἐστιν ὄνομα τί δὲ ῥῆμα. περὶ τούτων οὖν διαλέγεται ἐν ταῖς Κατηγορίαις. ἀλλ’ ἐπειδὴ οὐ περὶ ἀσήμων φωνῶν διαλέγεται οὐδεὶς γὰρ τούτων λόγος τοῖς φιλοσόφοις), δῆλον ὅτι περὶ φωνῶν σημαινουσῶν νοήματα· ἀνάγκη γὰρ ὄντος τοῦ πράγματος εἶναι καὶ τούτου τὸ ὄνομα, καὶ πρὸ τούτου τὴν ἔννοιαν, ἣν ἔχομεν τοῦ πράγματος· οἷον τοῦ Σωκράτους ἔστιν ὄνομα ἡ Σωκράτης φωνή, τὸ δὲ πρᾶγμα αὐτὸς ὁ Σωκράτης, ἡ δὲ ἔννοια, ἣν ἔχομεν ἐν τῇ ψυχῇ, ἡ περὶ τοὐ Σωκράτους γνῶσις. σκοπὸς οὖν τῷ Ἀριστοτέλει εἰπεῖν περὶ ἁπλῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων. καὶ ταῦτα μὲν περὶ τοῦ σκοποῦ.

Οτι δὲ χρήσιμόν ἐστι τὸ βιβλίον εἴς τε τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος καὶ τὸ πρακτικόν, ἐκ τῶν προειρημένων δῆλον, εἴπερ καὶ τὴν ἀπόδειξιν, ὡς ἐδείξαμεν, ἄνευ τῶν ἁπλῶν φωνῶν οὐκ ἔστι γνῶναι, καὶ ὅτι περὶ τῶν κοινοτήτων διαλαμβάνει, εἰς ἃς τὰ ὄντα πάντα οιαιρειται.

Ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς ἐστι τοιαύτη· Κατηγορίαι ἐπιγέγραπται τὸ βιβλίον, οὐχ ὅτι περὶ τῶν κατηγοριῶν τῶν ἐν δικαστηρίοις διαλαμβάνει οὐ γὰρ πρόκειται αὐτῷ ῥητορεύειν), ἀλλ’ ὥσπερ καὶ ἐν ταῖς Εἰσαγωγαῖς ἐμάθομεν, διττὴ τῶν γενῶν ἐστι διαφορά· τὰ μὲν γάρ ἐστι γενικώτατα καὶ μόνως γένη, τὰ δὲ ὑπάλληλα, ἃ καὶ γένη καὶ εἴδη λέγεται, εἴδη μὲν τῶν πρὸ αὐτῶν γένη δὲ τῶν μετ’ αὐτά· καὶ τὰ μὲν γενικώτατα μόνως κατηγοροῦνται, τὰ δὲ ὑπάλληλα ὑπόκεινται μὲν τοῖς πρὸ αὐτῶν κατηφοροῦνται δὲ τῶν μετ’ αὐτά. διαλέγεται δὲ ἐνταῦθα περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃ μόνως κατηγοροῦνται, οὐδέποτε δὲ ὑπόκεινται. διὰ τοῦτο οὖν ἐπέγραψε τὸ βιβλίον Κατηγορίαι, ὡς ἄν εἰ ἔλεγε Περὶ τῶν γενῶν | τῶν [*](13r) μόνως κατηγορουμένων.

Ἡ δὲ τάξις τῆς ἀναγνώσεως δήλη ἐκ τοῦ σκοποῦ· ἐπειδὴ γάρ, ὡς ἔφαμεν, εἰς τοῦτο κατέληξεν ἡ θεωρία, ἐντεῦθεν ἀρκτέον τῆς πράξεως, καὶ ὅτι δεῖ τὰ ἁπλούστερα προηγεῖσθαι τῶν συνθέτων· ἁπλουστέρα δὲ ἡ περὶ τῶν δέκα κατηγοριῶν διδασκαλία, εἴπερ, ὡς εἴρηται, διαλαμβάνει περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων.

Ὄτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, πάντες μαρτυροῦσι. δηλοῖ δὲ καὶ ἡ φράσις καὶ τὸ τὸν φιλόσοφον ἐν ἄλλαις πραγματείαις μεμνῆσθαι [*](2 μέν om. ’ 3 τί δὲ] καὶ τί ἐστι F περὶ— διαλ.] αὗται οὑν λέγονται F ἐν — διαλέγεται (4) om. C 4 περὶ οὐκ coll. F λόγος τούτ’. coll. F 6 τὸ ante τούτ’. coll. F 7 ἣν] μὲν C 7.8 φωνὴ σωκράτους Ca (cf. p. 14,7) 8 τὸ — Σωκράτης om. C αὐτὸ σωκp. V 9 ἡ om. CF γνῶσιν F 13 μέρος] μέχρι F 11 εἰς τὴν ἀπ’. Γ’ ἐδείξαμεν] p. 10,24 sq. 15 ἆ Ca 17 κατηγορίας V 18 τοῖς δίκ’. a 19 καὶ om. C 20 ἡ διαφ. a 21 εἴδη καὶ γένη coll. a 22 μετὰ ταῦτα C 25 οὖν om. F 26 ὑπέργραψε C κατηγορίας CF 28. 29 ὡς ἔφαμεν om. C (cf. p. 11,27) 30 προηγ.— δὲ om. F an ἁπλουστάτη ? 31 ὡς εἴρηται] v. 10 35 καὶ (prius) om. F ταῖς ἄλλαις F)

13
τοῦ συγγράμματος τούτου. δύο δέ. ὡς εἴρηται, βιβλίων Κατηγοριῶν εὐρεθέντων. [*](13v) θέντων, σχεδὸν παραπλησίων κατὰ πάντα καὶ κατ’ αὐτὸ τὸ προοίμιον ἔστι γὰρ τοῦ ἑτέρου ἡ ἀρχὴ “Τῶν ὄντων τὰ μὲν ὁμώνυμά ἐστι, τὰ δὲ συνώνυμα”, ἥτις σχεδὸν ἡ αὐτή ἐστι τῷ προκειμένῳ βιβλίῳ), ἐκρίθη τοῦτο γνήσιον εἶναι τὸ βιβλίον ὑπὸ πάντων ἐξηγητῶν. ’H δὲ εἰς τὰ κεφάλαια διαίρεσις τριχῇ· διαιρεῖται γὰρ εἰς τὰ πρὸ τῶν κατηγοριῶν εἰς τὰς κατηγορίας αὐτὰς καὶ εἰς τὰ μετὰ τὰς κατηγορίας. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι διδάσκει τὰ χρήσιμα πρὸς τὴν διδασκαλίαν τῶν κατηγοριῶν· ὥσπερ γὰρ εἰώθασιν οἱ γεωμέτραι τὰ χρήσιμα πρὸς τὴν τῶν θεωρημάτων διδασκαλίαν προδιδάσκειν, τί ἐστι σημεῖον, τί ἐστι γραμμή, τί ἐστι κύκλος, ἵνα μὴ ἀναγκάζωνται μεταξὺ τῆς διδασκαλίας ἢ ξένοις ὀνόμασι κεχρῆσθαι ἢ διδάσκοντές τι περὶ αὐτῶν ἐκτρέπεσθαι καὶ διακόπτειν τὴν συνέχειαν τῶν προκειμένων· οὕτως καὶ ὁ φιλόσοφος ἐνταῦθα ἐπειδὴ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεων τινων καὶ φωνῶν ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκει, ἵνα μὴ δόξῃ τὸν λόγον ταράττειν. ἐν δὲ τῷ δευτέρῳ τμήματι περὶ αὐτῶν τῶν κατηγοριῶν διδάσκει. ἐν δὲ τῷ τρίτῳ πάλιν περί τινων διαλαμβάνει φωνῶν, 14 r ὧν ἐμνήσθη ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, οἷον τοῦ ἅμα τοῦ προτέρου τοῦ ἔχειν. καὶ διὰ ποίαν αἰτίαν οὐχ ἅμα πάντα πρὸ τῶν κατηγοριῶν ἐδίδαξε; φαμὲν ὅτι τῶν φωνῶν τούτων αἱ μέν εἰσι πᾶσιν ἄγνωστοι, οἷον τὸ ὁμώνυμον, τὸ συνώνυμον οὐδεμίαν γὰρ τούτων ἔννοιαν ἔχει ὁ πολὺς ἄνθρωπος), τὰ δὲ γνώριμα μὲν ἐκ τῆς συνηθείας, ἀλλ’ ὅμως τινὸς δεόμενα διαρθρώσεως, οἷον τὸ ἅμα καὶ τὸ πρότερον. τὰ οὖν παντάπασιν ἄγνωστα πρὸ τῆς τῶν κατηγοριῶν διδασκαλίας ἀναγκαίως προέταξεν, ἐπειδὴ ἐκείνων ἀγνοουμένων ἐφιστάνειν οὐκ ἐμέλλομεν τοῖς λεγομένοις περὶ τῶν κατηγοριῶν χρῆται γὰρ αὐτοῖς εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν), τὰ δὲ λοιπά, λέγω δή τὰ ἀδιαρθρώτως ἡμῖν ἐγνωσμένα, μετὰ τὰς κατηγορίας διδάσκει, ἵνα μὴ μακρὸν ποιήσῃ τὸ προοίμιον καὶ τὸ πάρεργον τοῦ ἔργου μακρότερον. ἐφευρέθη δὲ ἡ κατὰ τὰ μόρια διαίρεσις πρὸς σαφήνειαν τοῦ συγγράμματος· μαθόντες γὰρ πόσα ἐστὶ τὰ τοῦ βιβλίου κεφάλαια καὶ περὶ τίνων διαλέγεται, ῥᾷστα τοῖς λεγομένοις παρακολουθήσομεν, καὶ οὐ συγκεχυμένως καὶ ἀδιαρθρώτως ταῦτα δεξόμεθα.

[*](1 τοῦ συγγp. om. F τούτου] αὐτοῦ F: om. a εἴρηται] p. 7,28 2 τῶν σχεδὸν C 3 ἡ om. F τῶν γὰρ ὄντων F 5 post εἶναι add. τοῦ φιλοσόφου Fa ἐξηγ. om. C 6 post κεφ. add. τοῦ βιβλίου Fa διήρηται Ca γὰρ om. Ca 7 αὑτὰς καὶ om. a: αὐτὰς om. K 9 γὰρ om. V 10 διδ. τῶν θεωp. coll. a 1 1 ἐστι (ante γp. et κύκλ’.) om. Fa ἀναγκάζηται F 12 διδάσκοντας C: διδάσκων F 13 οὕτως τὰp. (16) om. F 14 καὶ] ἣ a 16 τῶν αὐτῶν coll. C 19 καὶτοῦ ἕχ. F 20 φαμὲν οὑν C τούτων om. C 21 ἕνν. τούτων coll. C 22 μὲν om. K 23 διορθώσεως K 26 αὐτῆς F1 28 ποιήσαιτο F 29 ἐφευρέθη — δεξόμεθα (32) eicias (cf. p. 8, I εὑρέθη C τὰ om. 30 30 συγγp.] πράγματος C 32 ἀδιάρθρωτα K μεθα C)
14

p. 1a1 Ὁμώνυμα λέγεται.

[*](14r)

Αἱ ψυχαὶ αἱ ἡμέτεραι γυμναὶ μὲν οὖσαι τῶν σωμάτων ἠδύναντο διὰ τῶν νοημάτων σημαίνειν ἀλλήλαις τὰ πράγματα· ἐπειδὴ δὲ σώμασι συνδέδεωνται | δίκην νέφους περικαλύπτουσιν αὐτῶν τὸ νοερόν, ἐδεήθησαν τῶν [*](14v) ὀνομάτων, δι’ ὧν σημαίνουσιν ἀλλήλαις τὰ πράγματα. ἰστέον τοίνυν ὅτι σημαίνομεν ἀλλήλοις τὰ πράγματα ἢ διὰ τῶν ὀνομάτων ἢ διὰ τῶν ὁρισμῶν, οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τῆς ἄνθρωπος φωνῆς καὶ διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος ΄ζῷον λογικὸν θνητόν΄. ἀλλ’ ὅταν μὲν διὰ τῆς ἅνθρωπος φωνῆς σημαίνωμεν τὸν ἄνθρωπον, ἀθρόαν αὐτοῦ τὴν φύσιν ἐδηλώσαμεν, ὅταν δὲ διὰ τοῦ ὁρισμοῦ, τὰ κατὰ μέρος προσόντα τῷ ἀνθρώπῳ θεωροῦμεν. τῶν οὖν πραγμάτων τὰ μὲν κοινωνεῖ ἀλλήλοις κατὰ τὸ ὄνομα διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν καὶ καλεῖται ὁμώνυμα, τὰ δὲ κοινωνεῖ μὲν κατὰ τὸν ὁρισμὸν διαφέρει δὲ κατὰ τὸ ὄνομα καὶ καλεῖται πολυώνυμα, τὰ δὲ κατά τε τὸ ὄνομα καὶ τὸν ὁρισμὸν κοινωνεῖ καὶ καλεῖται συνώνυμα, τὰ δὲ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμὸν διαφέρει, ἃ καλεῖται ἑτερώμυμα.

Eἰδέναι δὲ χρὴ ὅτι ἄλλο ἐστὶν ἕτερον καὶ ἄλλο ἑτερώνομον· ἑτε- μέν εἰσι τὰ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον θεωρούμενα πράγματα διαφόρου δὲ μετέχοντα ὀνόματος· οἷον ἐπὶ τῆς κλίμακος καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, καὶ ἄλλως μὲν ὁρίζεται ἡ ἀνάβασις ἄλλως δὲ ἡ κατάβασις, καὶ τὰ ὀνόματα δὲ διάφορα· ἀνάβασις γὰρ καὶ κατάβασις. ταῦτα οὖν ἰδίως ἑτερώνυμα καλοῦσιν. ἕτερα δὲ τὰ κατὰ πάντα ἄλλα, καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὸ ὄνομα, οἷον ἄνθρωπος καὶ ἵππος.

Περὶ τῶν ὁμωνύμων δὲ μόνων καὶ συνωνύμων ποιεῖται τὴν διδασκαλίαν, διότι αὐτῶν μόνων ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ χρῄζει, ζηλῶν κἀν τούτῳ τὴν γεωμετρικὴν διδασκαλίαν· εἰώθασι γὰρ κἀκεῖνοι περὶ μόνων προλαμβάνειν τῶν συμβαλλομένων αὐτοῖς ἐν τῷ προκειμένῳ βιβλίῳ | ἢ [*](15r) θεωρήματι. ἢ καὶ ἄλλως συντομίας ἀεὶ ἐρῶν διὰ τούτων καὶ περὶ τῶν λοιπῶν ἡμᾶς δυνάμει διδάσκει· τούτων γὰρ γνωσθέντων γνώριμα ἔσται xai τὰ λοιπὰ ὡς ἀντικείμενα· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπι- στήμη· ὁ γὰρ εἰδὼς τί ἐστιν ὁμώνυμον εἴσεται καὶ τὸ τούτῳ ἀντικείμενον, λέγω δὴ τὸ πολυώνυμον· εἰ γὰρ ὁμώνυμόν ἐστι τὸ κοινωνοῦν μὲν τῷ ὀνόματι τῷ δὲ πράγματι διαφέρον, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής, [*](2. 3 δι’ αὐτῶν τῶν a 3. 4 ἐνδέδ. F 5 post ὄνομ’. add. καὶ τῶν ῥημάτων C 5 τοίνυν om. C 7 καὶ (prius) om. C 7. 3. 9 ἄνθρωπος] ἄνθρωπον C 9. 10 δη- λοῦμεν a 10 δι’ ὀp. F 12 τὰ δὲ κοιν.— πολυώνυμα post συνώνυμα (14) coll. C Ι3 καὶ] da 14 τε om. C alt. καὶ] ἃ a 15 κατὰ τὸ ὄν. καὶ τὸν ὁp. C: κατὰ τὸν ὁp. καὶ τὸ ὄν. a ἁ] καὶ C 18 μὲν οὖν C 20 post ἀνάβ. add. ἄλλη C post κατάβ. addas θεωρεῖται καὶ ἄλλως — ἡ κατάβασις om. C 21 τὰ μὲν ὀνόμ. δὲ om.) a 22. 23 καὶ κατ’ οὔνομα καὶ κατὰ τὸ ὑπ. C posl ἴππος add. διαλλάσσουσι γὰρ περὶ τὸ ὄνομαι οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ ὑποκείμενον F 24 δὲ post περὶ coll. a 27 τῶ om. C 29 ἡμᾶς om. F 30. 31 ἐπιστ. ἐστίν coll. C)

15
πολυώνυμον ἄρα ἐστὶ τὸ τούτῳ ἀντικείμενον, τὸ τῷ πράγματι μὲν ταὐτὸν [*](15r) διαφέρον δὲ τῷ ὀνόματι, ὡς ἄορ ξίφος σπάθη. ὁ εἰδὼς δὲ καὶ ὁ εἰδὼς τί ἐστι συνώνυμον, ὅτι τὸ καὶ τῷ ὁρισμῷ καὶ τῷ ὀνόματι κοινωνοῦν, ὡς ἄνθρωπος Σωκράτης τε καὶ Πλάτων, οὗτος καὶ τί ἐστιν ἑτερώνυμον εἴσεται, ὅτι τὸ καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι διαφέρον, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις· καὶ γὰρ καὶ ὀνόματι καὶ πράγματι διαφέρουσιν, εἰ καὶ τὸ ὑποκείμενον ἀμφοτέροις τοῖς πράγμασι τὸ αὐτό ἐστιν· ὡς γὰρ ἄλλο τί ἐστι τὸ εἶναι σίτῳ καὶ ἄλλο τὸ εἶναι σπέρματι ἢ καρπῷ, οὕτως ἄλλο τί ἐστι τὸ εἶναι κλίμακι καὶ ἄλλο τὸ ἀναβάσει εἶναι ἢ καταβάσει· ποιᾶς γὰρ σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας ταῦτά ἐστιν ὀνόματα δηλωτικά.

Προέταξε δὲ ὁ Ἀριστοτέλης ἐν τῇ διδασκαλίᾳ τὰ ὁμώνυμα, ἐπειδήπερ ἁπλούστερά εἰσι καθ’ ἓν μόνον κοινωνοῦντα, τὸ I ὄνομα, καὶ ὅτι φύσει [*](15v) πρότερά ἐστι τὰ ὁμώνυμα τῶν συνωνύμων· τὸ γὰρ ὂν τῶν κατηγοριῶν ὁμωνύμως κατηγορεῖται καὶ οὐ συνωνύμως. οὐκ ἄν δὲ γένοιτο ὁμώνυμον, εἰ μὴ πάντα ταῦτα συνέλθωσι· ταὐτότης ὀνόματος, ταὐτότης τόνου, ταυτότης γένους, ταὐτότης πτώσεως, ταὐτότης πνεύματος, ταὐτότης καταλήξεως· ἐὰν γὰρ ἄλλο καὶ ἄλλο ὄνομα ἡ, δῆλον ὅτι οὐκ ἔστιν ὁμώνυμον. εἰ δὲ τὸ αὐτὸ μὲν ὄνομα ᾖ, τόνος δὲ διάφορος, οὐδὲ τοῦτο ὁμώνυμον, οἷον ἀργὸς καὶ ἀργός· τὸ μὲν γὰρ παροξύτονόν ἐστι καὶ σημαίνει κύνα, τὸ δὲ ὀξύτονον καὶ σημαίνει τὸν ἀμελῆ. καὶ εἰ μὲν ἀρσενικὸν εἴη, σημαίνει, ὡς εἶπον, τὸν κύνα τοῦ Ὀδυσσέως ἢ ὄνομα ἥρωος, εἰ δὲ οὐδέτερον, σημαίνει ὄνομα πόλεως. ὁμοίως βἰὸς καὶ βιός· βίος μὲν γὰρ βαρυτόνως ἡ ζωή, βιός δὲ ὀξυτόνως τὸ τόξον. καὶ πάλιν ἐὰν ταῦτα μὲν ᾖ, πτῶσις δὲ μὴ ᾖ ἡ αὐτή, οὐ ποιεῖ ὁμώνυμον, οἷον ὁ ἐλάτης καὶ τῆς ἐλάτης· τὸ μὲν γὰρ εὐθείας ἐστὶ καὶ σημαίνει ἡνίοχον ἢ ἄλλον τινὰ ἐλαύνοντα ἀρσενικοῦ γένους ὄν, τὸ δὲ καὶ θηλυκοῦ γένους καὶ γενικῆς πτώσεως ἡ ἐλάτη γὰρ τῆς ἐλάτης) καὶ δένδρου ὄνομα. δέον δὲ καὶ πνεῦμα τὸ αὐτὸ ἔχειν· εἰ γὰρ διάφορον εἴη τὸ πνεῦμα, οὐκ ἔσται ὁμώνυμον, οἷον ἐπὶ τοῦ ‘οιος’ . σημαίνει γὰρ καὶ τὸ μόνος, σημαίνει καὶ τὸ ὁποῖος, καὶ τὸ μὲν δασύνεται τὸ ὁποῖος, τὸ δὲ ψιλοῦται τὸ μόνος. χρεία δὲ καὶ τῆς αὐτῆς καταλήξεως. σαφὲς δὲ οἶμαι τοῦτο· τὸ γὰρ ἐλάτης καὶ ἡ ἐλάτη καταλήξει διαφέροντα οὐκ εἰσὶν ὁμώνυμα.

Ζητοῦσι δέ τινες διὰ τί μὴ εἶπεν ὁμώνυμον, ἀλλὰ ὁμώνυμα. φαμὲν ὅτι τὸ ὁμώνυμον οὐκ ἔστιν ἕν οὐ γὰρ λέγεται αὐτὸ ἑαυτῷ τι εἶναι [*](1 τούτων a ante ταὐτὸν add. κοινωνοῦν ἢ C 3 καὶ τὸ τῶ coll. F ὀνόμ.] πράγματι C 3. 4 ἄνθρωποι F 4 τε om. C 5 τῶ (ante πργ.) om. C G πp. καὶ ὀνόμ. CI: τῶ ὀνόμ. καὶ τῶ πp. a διαφέρει Fa 9 ἢ καταβ. εἶναι coll. C 10 δῆλ’. ὁνόμ. coll. C; an τὰ ὁνόμ. δῆλ’. ? 11 ἐπειδὴ C 15 post πάντα add. τὰ ἓξ C 17 καὶ ἄλλο om. F ᾖ] ἢν K 18 ὄνομα μὲν colloc. Fa 19 γὰρ om. C 20 pr. καὶ om. C ὡς εἶπον σῆμ’. coll. C 21 ἢ τὸν κ Fa 22 ὁμοίως καὶ C 25 εὐθεία F ἀρσ. γένους ὄν om. Fa ’li pr. καὶ om. C post γένους add. ἐκείνου ἀρσενικοῦ ὄντος Fa πτ. γεν. coll. C 27 καὶ ἔστι δένδρου a τὸ πν. τὸ C 29 γὰρ om. a καὶ (primum) oin. C καὶ τὸ ὁποῖος σῆμ’. κ. τὸ μόνον (sic) a: σημαίνει om. C 30 τὸ δὲ ψιλ. F: ψιλ. C: ψιλ. δὲ a 31 ἡ] an τὸ? 33 μὴ] οὐκ C φαμέν οὑν C 34 ἑαυτοῦ C)

16
ὁμώνυμον), ἀλλὰ πλείονα ἄλλο γὰρ ἄλλῳ ἐστὶν ὁμώνυμον), διὸ πληθυντικῶς [*](15v) εἴρηκεν. ἀποροῦσι δὲ πάλιν τί δή ποτε εἶπε λέγεται, καὶ μὴ [*](16r) λέγονται. φαμὲν ὅτι ἐπειδὴ τὰ ὁμώνυμα εἰ καὶ πολλά εἰσιν, ἀλλ’ ὅμως καθὸ ὁμώνυμα ἓν ὑπάρχουσιν ἓν γὰρ τὸ κατὰ πολλῶν κατηγορούμενον ὄνομα), διὰ τοῦτο ἑνικῶς εἶπε λέγεται· πληθυντικὸν γὰρ τὸ λέγονται. ἄλλως τε ἔθος Ἔλλησιν ἐπὶ τῶν οὐδετέρων ὀνομάτων τῷ ἑνικῷ ἀριθμῷ ἀντὶ πληθυντικοῦ κεχρῆσθαι ἐπὶ τῶν τρίτων προσώπων, οἷον τρέχει τὰ παιδία, ἔσφαλται τὰ βιβλία, οὐκ ἐβλάστησε τὰ δένδρα. τὴν δὲ αἰτίαν γραμματικοὶ λεγόντων. οὕτως οὖν κἀνταῦθα τῇ πληθυντικῇ εὐθείᾳ, λέγω δὴ τῇ ὁμώνυμα, ἑνικὸν ῥῆμα ἐπηνέχθη τὸ λέγεται. ἰστέον δὲ ὅτι τὰ τρία ταῦτά ἐστιν ἀλλήλων διαφέροντα, ὁμώνυμα ὁμωνυμία ὁμωνύμως. ὁμώνυμα μὲν οὗν ἐστιν αὐτὰ τὰ πράγματα, ὁμωνυμία δὲ ἡ σχέσις αὐτή, καθ’ ἣν τῷ ὀνόματι κεκοινωνήκασιν, ὁμωνύμως δὲ αὐτὴ ἡ κατηγορία, ἣ κατὰ τῶν πραγμάτων ἐστίν. ἰστέον δὲ ὅτι εὐθὺς ἐκ προοιμίων τὸν σκοπὸν τοῦ βιβλίου ἀνακηρύττει· φησὶ γὰρ ὁμώνυμα λέγεται· τῷ μὲν γὰρ εἰπεῖν ὁμώνυμα σημαίνει τὰ πράγματα, τῷ δὲ λέγεται τὰς φωνάς· θεωροῦνται δὲ ἐξ ἡμῶν τὰ πράγματα διὰ μέσων τῶν νοημάτων.

p. 1a1 Ὁμώνυμα λέγεται.

Τὴν τῶν ὁμωνύμων διδασκαλίαν δι’ ὁμωνύμων φωνῶν ἐποιήσατο· καὶ γὰρ αὐτὸ τὸ ὁμώνυμον ὁμώνυμόν ἐστι· πολλαχῶς γὰρ λέγεται· τῶν γὰρ ὁμωνύμων τὰ μὲν κατὰ τύχην ἐστίν, ὡς ὅταν ἐν διαφόροις τόποις τύχωσί τινες τὸ αὐτὸ ἔχοντες ὄνομα, ὡς Ἀλέξανδρος ὁ Πάρις καὶ Ἀλέξανδρος ὁ Μακεδών, τὰ δὲ κατὰ προαίρεσιν καὶ διάνοιαν. καὶ τούτων τὰ μὲν κάτα μνημην, ὡς ὅταν τις ’τον ἴδιον υἱὸν ὀνόματι τῶν προγόνων κα- λέσῃ, τὰ δὲ καὶ ἐλπίδα, ὡς ὅταν τις τὸν ἴδιον υἱὸν προσδοκῶν | ἔσεσθαι [*](16v) φιλόσοφον καλέσῃ Πλάτωνα καὶ πολλάκις συντρέχει τῷ κατὰ μνήμην τὸ κατ’ ἐλπίδα, ὡς ὅταν τοιοῦτον ἐπιτήδευμα μεταχερισάμενος ὁ πάππος εὑρεθῇ), τὰ δὲ κατὰ ἀναλογίαν, ὡς ὅταν τῇ τινος ἀναλοφίᾳ καλέσωμέν τι, [*](1 διὸ] ἐπεὶ οὖν ἓν μὲν ὄνομα πολλὰ δὲ πράγματα δηλοῖ, διὰ τοῦτο a 2 εἴρηται Ca δή ποτε om. C 7 πληθυντικῷ a 9 γραμματικὸς λεγέτω C: γραμματικοὶ λέγουσιν a οὖν om. Ca 10 ὁμωνύμῳ a post ῥῆμα add. τρίτου προσώπου C 11 ἰστέον — πραγ. ἐστίν (14) eicias δὲ om. C τὰ om. Fa 12 μὲν om. V οὑν om. a 13 κοινωνήκ. C 14 ἡ κ. τ. πp. ἐστίν om.) F τῶν om. a 15 ἰστέον δὲ] καὶ V προοιμίου F ἀνεκήρυξε Ca 16 ὅτι ὁτι (pr. 1.) Ca 16. 17 τῷ] τὸ a 16 γὰρ om. Ca ὅτι ὁμών. (alt. 1.) Fa 18 τῶν om. Ca 19 lemma om. a 20 τὴν δὲ a 21 πολλ. γὰρ] καὶ γὰρ πολλ’. C 22 τὰ μὲν ἐκ τύχης ἐστί, τὰ δὲ ἐκ διανοίας. ἐκ τύχης μὲν ὡς ὅταν a 23 ὄν. ἕχ. coll. C 24 post μακεδών add. ἐκ διανοίας δὲ ὡς τὸ δόξαι τινὰ εἰπεῖν τοῖς δούλοις ὄνομα οἷον ἔτυχε a 25 ὄν τῶ τῶν F; an ὄν. τινος τῶν? 25. 26 καλέσοι P 26 ἔσται C 27 καλέσοι CF τὸ κ. μν. τῶ Ca 28 ὡς om. F ἔπιτ’.] ἐπιχείρημα a 29 τῆ om. a)

17
οἷον πόδα κλίνης καὶ κορυφὴν ὄρους ὃν γὰρ λόγον ἔχει πρὸς τὸν ἅνθρωπον [*](16v) ὁ πούς, τοῦτον καὶ πρὸς τὴν κλίνην ὁ τῆς κλίνης πούς), τὰ δὲ ἀφ’ ἑνός, ὡς ὅταν ἀπό τινος ὡρμημένοι καλέσωμεν τῇ ἐκείνου προσηγορίᾳ πάντα τὰ ἐξ αὐτοῦ, ὥσπερ ἰατρικὸν σμιλίον καὶ ἰατρικὸν φάρμακον τὰ δὲ πρὸς ἕν, ὡς ὅταν ἀφορῶντες πρός τι ἔσεσθαι μέλλον τέλος ὀνομάσωμεν αὐτὰ πρὸς ἐκεῖνο, ὡς ὑγιεινὸν γυμνάσιον καὶ ὑγιεινὸν σιτίον. διαφέρει δὲ τοῦ ἀφ’ ἑνός, ὅτι ἐκεῖνα μὲν ἀπό τινος ἀρχῆς λέγεται, ταῦτα δὲ πρός τι τέλος ὁρᾷ. τῶν δὲ ἀφ’ ἑνὸς τὰ μὲν ὡς ἀπὸ παραδειγματικοῦ αἰτίου λέ- γονται, ὡς ὁ ἐν τῇ εἰκόνι ἄνθρωπος ἀπό τινος ἀληθινοῦ ἀνθρώπου, τὰ δὲ ὡς ἀπὸ ποιητικοῦ, ὡς τὸ ἰατρικὸν σμιλίον. ζητητέον δὲ ἐνταῦθα κατὰ ποῖον σημαινόμενον τῶν ὁμωνύμων ὁ Ἀριστοτέλης τὴν τῶν ὁμωνύμων διδα- σκαλίαν ποιεῖται. φαμὲν οὖν ὡς κατὰ τὸ πρὸς ἓν καὶ ἀφ’ ἑνός· ἀπὸ γὰρ τοῦ ἀληθινοῦ ἀνθρώπου ὁ γεγραμμένος ὠνόμασται. τινὲς δὲ ἐζήτησαν διὰ τί μὴ τῷ κατὰ ἀναλογίαν ἐχρήσατο, ὅπερ καὶ ἄμεινον εἶναι δοκεῖ. καί φαμεν ὅτι τὸ ἀνάλογον ἐν τέτρασι τὸ ἐλάχιστον θεωρεῖται λέγομεν γάρ, εἰ τύχοι, ὅτι τὰ δύο πρὸς τὰ ὀκτὼ ἀναλογίαν ἔχει ὡς τὰ δέκα πρὸς τὰ τεσσαράκοντα· τετραπλασίονα γὰρ λόγον ἔχει ἑκάτερα), τὰ δὲ ὁμώνυμα καὶ ἐν δυσίν· εἰκότως ἄρα οὐ περὶ τῶν κατὰ ἀναλογίαν ὁμωνύμων διαλέγεται.

Τινὲς δέ φασιν ὅτι διὰ τοῦτο τῶν πολυωνύμων οὐκ ἐμνήσθη, ἐπειδὴ τὰ ὁμώνυμα κατὰ μὲν τὸ ὄνομα ταὐτὰ εὑρίσκονται, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσι, τὰ δὲ πολυώνυμα τοὐναντίον· ὁ οὖν φιλόσοφος ὡς περὶ πραγμάτων διαλεγόμενος κατεφρόνησε τῶν ὀνομάτων· τὸ γὰρ ταῦτα ζητεῖν γραμματικοῖς πρέπει. καὶ ἄλλως, ὅπερ ἤδη εἶπον, περὶ μόνων τῶν χρησιμευόντων αὐτῷ εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν προλαμβάνει νῦν.

p. 1a1 Λέγεται.

Ὑπακουστέον ‘πραάγματα’. ἵνα οὕτως ᾖ ‘ὁμώνυμα λέγεται πράγματα, ὧν ὄνομα μόνον κοινόν’. ἡνίκα δὲ εἴπῃ ὅτι λέγεται, δηλοῖ ὅτι καὶ παρὰ τοῖς παλαιοῖς τοὔνομα φέρεται καὶ | οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις τοῦ [*](17r) ὀνόματος· καὶ γὰρ καὶ Πλάτων ἐμνήσθη αὐτῶν καὶ ὁ ποιητὴς λέγων περὶ τῶν Αἰάντων

  • ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι.
  • ὅταν δὲ αὐτὸς ὀνοματοθετῇ , λέγει ‘καλῶ’ , ὡς ἐν τοῖς Ἁναλυτικοῖς [*](1 ἔχει λόγον coll. a 2 καὶ om. C 3 πρόσ’. τῆ ἐκ coll. Ca 4 ἅπαντα Ca σμιλ.] βιβλίον Ca 5 ἔσεσθαι om. a G καὶ ὑγιεινὸν σιτίον oiu. Ca 7 τοῦ] an τῶν? μὲν om. F 8 τῶν] τὰ a 12 ὡς — ἑνός] ὅτι ὡς τὸ ἀφ’ ἑνός Ca 14 ἐχρήσατο om. F 15 φασιν F ἀναλογοῦν Ca θεωp. τὸ ἕλ’. coll. C 16 ὅτι om. a ἀναλογίας C ἔχειν a Ι7 ἑκάτερον F 18 ὁμωνύμων om. V 20 τινὲς — νῦν (25) post δηλωτικά (p. 15,10) transponas, nisi malis eicere 22 γοῦν C 21 πρέπον F εἶπον] p. 13,8 25 παραλαμβ. a 27 προσυπακ. Ca 30 Πλάτων] Pbaedr. p. 266 Α alias ὁ ποιητὴς ] Hom. P 720 32 θυμὸν] ὄνομα Ca C: om. a 33 ὁ αὐτὰ C: ὁ αὐτὸς a ὀνοματοθετεῖ F ναλυτ.] Anal. pr. p. 24b 16)
    18
    “ὅρον δὲ καλῶ” καὶ ἐν τῷ Περὶ ἑρμηνείας “καὶ ἔστω τοῦτο ἀντίφασις”.

    [*](17r)

    p. 1a1 Ὦν ὄνομα μόνον κοινόν.

    Ἄρ’ οὖν ἐν τοῖς ῥήμασιν οὐκ ἔστιν ὁμωνυμία; καὶ μὴν ἔστι· λέγομεν γὰρ ‘ἐρῶ’, καὶ σημαίνει τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι. πῶς οὖν ὁμώνυμα εἶπε τὰ μόνον τὸ ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι τὸ ὄνομα διχῶς λέγεται, τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ῥήματος τὸ δὲ κοινῶς λεγόμενον ἐπὶ πάσης λέξεως, καθ’ ὃ σημαινόμεωνον πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι”. ἐνταῦθα οὖν ὄνομα λέγει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινῶς κατηγορούμενον πάσης φωνῆς σημαντικῆς· ὥστε τὸ ἐρῶ τὸ σημαῖνον τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι ὁμώνυμόν ἐστι· κοινὸν γὰρ ὄνομα ἔχει τὸ ἐρῶ, ὅρον δὲ διάφορον. ἔστιν οὖν καὶ ἐν τοῖς ῥήμασιν ὁμωνυμία.

    p. 1a1 Μόνον κοινόν.

    Διχῶς λέγεται τὸ μόνον· ἢ τὸ μοναδικόν, ὡς ὅταν λέγωμεν μόνον ἥλιον καὶ μόνην σελήνην, ἢ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ σύζυγον, ὡς ὅταν λέγωμεν ‘ ΄ἀπελείφθην θην ἐν πολέμῳ δόρυ ἔχων μόνον’, καίτοι οὐδὲν κωλύει καὶ ὑποδήματα ἔχειν καὶ ἱμάτιον, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀσπίδος ἢ τῶν ἄλλων ὅπλων, καὶ ‘ ἐν τῷ ἀρίστῳ ἄρτον εἶχον μόνον’. καί- τοι οὐδὲν κωλύει καὶ ἱμάτιον ἔχειν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ὄψων. ἐνταῦθα οὖν ὡς πρὸς τὸ σύζυγον τὸ μόνον ἀπέδωκε , λέγω δὴ τὸν ὁρισμὸν.

    To δὲ κοινὸν τετραχῶς λέγεται· ἢ τὸ ἀμερίστως μεθεκτόν, ὥς φαμεν διῦλον κοινόν οὗτος γὰρ τῇ μὲν οὐσία ἀμέριστος, τῇ δὲ χρήσει [*](17v) μεριστός), ἢ τὸ μεριστῶς μεθεκτόν, ὡς λέγομεν ἄριστον κοινὸν καὶ ἀγρὸν κοινόν μετέχομεν γὰρ οὐ πάντες ὅλου, ἀλλὰ ἕκαστος μέρους), ἢ τὸ ἐν προκαταλήψει, ὡς ὁ ἐν τῷ θεάτρῳ τόπος κοινός τοῦ γὰρ προκαταλαβόντος γίνεται), ἢ τὸ ἐξ ἴσου παρὰ τῶν μετεχόντων μεταλαμβανόμενον, ὡς λέγεΠερὶ ἐρμ.] [*](1 p. 17a 33 1. 2 καὶ — ἀντίφασις in lac. XII litt. om. C ἀντίφ. τοῦτο coll. Arist. 4 καὶ μὴν ἔστι om. F 6 ὁμών. εἶπε] ὁμών. φησί C: φησὶν ὁμών. εἶναι a τὸ om. C ἔχ’. κ. coll. C ἐροῦμεν δὲ F 8 σημαινόμενον om. F 9 Περὶ ἑρμ’.] p. 16 b 19 10 λεγόμενα om. K 11 διαστελλ. C 12 ὡς C 14 ἔχει ὄν. coll. a ὄν. μόνον ἔχει F 15 ἡ ὁμων. Fa 19 ἀπελείφθη Ca: ἀπελήφθην F τῶ πολ. C 20 τὸ ὑποδήμ. C 21 καὶ om. C ἔσχον F 23 ἀποδέδωκε a 25 post ἡ add. ὡς a 26 κοινὸν δοῦλον coll. F 29 προκαταλήψει Olymp.: προλήψει CFa ὁ om, Ca post κοινός add. τόπος F 30 γίν.] ἐστί F λάμβαν’. CF)

    19
    τᾶι κοινὴ ἡ τοῦ κήρυκος φωνή ἐξ ἴσου γὰρ αὐτῆς πάντες ἀκούουσι, καὶ [*](17v) οὐχ ὅδε μὲν τῆσδε ὅδε δὲ τῆσδε τῆς συλλαβῆς) καὶ ἡ ἀνθρωπεία φύσις κοινὴ τῶν μετεχόντων πάντων· ἐξ ἴσου γὰρ αὐτῆς οἱ κτὰ μέρος μετέχομεν ἄνθρωποι πάντες. ἐνταῦθα οὖν τὸ κοινὸν παρέλαβε κατὰ τὸ ἐξ ἴσου μεθεκτόν.

    p. 1a1 Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.

    Eἰπὼν τὰ τοῖς ὁμωνύμοις ὑπάρχοντα νῦν προστίθησι τίνα αὐτοῖς οὐχ ὑπάρχει, ἵν μὴ μόνον ἐκ τῆς κοινωνίας ἀλλὰ καὶ ἐκ τῆς διαφορᾶς ἕχωμεν διαγινώσκειν αὐτά. ζητητέον δὲ τί δή ποτε μὴ εἶπεν ‘ὦν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ λόγος τῆς οὐσίας ἔτερος΄, ἀλλ΄ ἀλλ’ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. φαμὲν ὅτι ἐνδέχεται τὰ ὁμώνυμα καὶ συνώνυμα εἶναι κατ’ ἄλλο καὶ ἄλλο· οἱ γὰρ Αἴαντες ᾗ μὲν ἄνθρωποί εἰσιν, συνώνυμοί εἰ σί’ μετέχουσι γὰρ καὶ τοῦ ἀνθρώπου ὀνόματος καὶ τοῦ ὁρισμοῦ· ἑκάτερος γὰρ αὐτῶν ζῷον λογικὸν θνητόν ἐστιν), ᾗ δὲ Αἴαντες, ὁμώνυμοι ἵνα οὖν μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι, καλῶς εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος· οἱ γὰρ Αἴαντες κοινὸν μὲν ἔχουσιν αὐτὸ τοῦτο τὸ ὄνομα, τὸν δὲ λόγον τὸν κατ’ αὐτὸ τοῦτο οὐκέτι τὸν αὐτόν, ἀλλ’ ὁ μέν ἐστιν ἐκ Σαλαμῖνος υἱὸς Τελαμῶνος ὁ μονομαχήσας Ἔκτορι, ὁ δὲ Ὀϊλέως ἐκ Δοκρίδος πόδας ταχὺς τοξότης.

    p. 1a1 Ὁ δὲ κατὰ τοὔνομα λόγος.

    Τί δή ποτε μὴ εἶπεν ‘ ὁ δὲ κατὰ τοὕνο|μα ὁρισμός’, ἀλλὰ λόγος; [*](18r) φασὶν ἐπειδήπερ οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμῶν, ἀλλ’ ἔστιν ὅτε ὑπογραφαῖς κεχρήμεθα ἀποροῦντες δι’ ὁρισμῶν ἀποδιδόναι τὰ πράγματα· τῶν γοῦν γενικωτάτων γενῶν ὁρισμὸν ἀποδοῦναι ἀδύνατον· πᾶς γὰρ ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν, τούτων δὲ ὑπεραναβεβηκὸς γένος οὐκ ἔστιν εὑρεῖν, ἵνα ἐκ τούτου καὶ τῶν διαφορῶν ἀποδῶμεν αὐτῶν τὸν ὁρισμόν, διὸ ἀνάγκη κἂν δι’ ὑπογραφῆς αὐτὰ ἀποδιδόναι. διὰ τοῦτο οὐκ εἷπεν ‘ὁ δὲ κατὰ τοὔνομα ὁρισμός’, ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα· δυνατὸν γὰρ ταύτῃ χρήσασθαι ἐπὶ πάντων, ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τοῖς πράγμασιν αὐτὴν λαμβάνοντας. ἀλλὰ λέγω ὅτι ἐν οἷς ἔστι δι’ ὁρισμῶν ἀποδοῦναι τὰ πράγματα, περιττὸν τὸ δι’ ὑπογραφῆς ἀποδοῦναι. καὶ διὰ τί οὖν μὴ εἶπεν ‘ὁ δὲ [*](2 ὅδε μὲν] ὁ μὲν a ὅδε δὲ] ὁ δέ C 3 πάντων om. C I πάντες ante μ coll. C: om. a κατὰ om. V 5 μεθεκτόν scripsi ex Coisl. 330: ἀκουστόν Ca: om. F 6. 16 κατ’ οὔνομα C 9 αὐτὰ διαγιν. coll. Ca 10 κατοὕνομα F 12. 13 εἰσὶν συνών coll. a 13 ἄνθρωπος Fa 19 ἔκτωρι C 20 καὶ τοξ 21 ὑπογραφῇ a ὁρισμοῦ a 25 οὑν F 30. 31 ἐπὶ π. χρῆς· coll. Ca 31. 32 λαμβάνοντες CF 33 ἀποδιδόναι Ca οὑν om. F μὴ] οὐκ F)

    20
    κατὰ τοὔνομα ὁρισμὸς ἤτοι ὑπογραφή’ ; λέγομεν οὖν ὅτι συντομίας ὢν [*](18r) ἐραστής τὸ κοινῶς τούτων κατηγορούμενον εἶπεν, ὅπερ ἐστὶν ὁ λόγος· λόγος γὰρ λέγεται καὶ ὁ ὁρισμὸς καὶ ἡ ὑπογραφὴ τῆς οὐσίας.

    Ἀρ’ οὖν οὐκ ἔστι καὶ ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν τὸ τοιοῦτον· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ κατὰ χυμοῦ καὶ φωνῆς καὶ νοσήματος καὶ ὄγκου· λέγομεν γὰρ ὀξὺν χυμὸν κοὶ ὀξεῖαν φωνὴν καὶ ὀξὺ νόσημα καὶ ὄγκον ὀξύν. ὁμοίως καὶ τὸ βαρὺ κατηγορεῖται καὶ κατὰ φωνῆς καὶ κατὰ ὄγκου καὶ κατὰ ἤθους ψυχῆς, ὡς ὅταν λέγωμεν ‘βαρὺς ἅνθρωπος’. πῶς οὖν εἶπε τῆς οὐσίας; φαμὲν ὅτι διπλοῦν οἶδε τὸ σημαινόμενον τῆς οὐσίας ὁ Ἀριστοτέλης, καθ’ ἓν μὲν τὴν αντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα καὶ αὐθυπόστατον ἐκείνων ἐν ἑτέρῳ τὸ εἶναι ἐχόντων, λέγω δὴ ἐν τῇ οὐσίᾳ), καθ’ ἕτερον δέ, καθ’ ὃ πᾶσαν ἁπλῶς ὕπαρξιν οὐσίαν καλεῖ, καθ’ ὃ νῦν σημαινόμενον | ἐχρήσατο τῷ τῆς οὐσίας [*](18v) ὀνόματι περιλαμβάνων καὶ τὰ συμβεβηκότα. τί δή ποτε ὅλως προσέθηκε τῆς οὐσίας, καὶ μὴ εἶπεν ‘ό δὲ κατὰ τοὔνομα λόγος ἔτερος’ ; λέγομεν οὖν ἵνα μή τις ἀποδιδοὺς τῆς φωνῆς τὸν ὁρισμὸν λέγῃ τὰ ὁμώνυμα εἶναι συνώνυμα· δυνατὸν γὰρ τῆς Αἴας φωνῆς ἀποδοῦναι τὸν ὁρισμὸν ἤτοι τὴν ὑπογραφὴν λέγοντας ὅτι ἐστὶν Αἴας φωνὴ δισύλλαβος βαρύτονος ψιλὴ εἰς καθαρὸν γα λήγουσα, καὶ κατὰ τοῦτο συνώνυμοι ἔσονται οἱ Αἴαντες. διὰ τοῦτο ἀκριβῶς προσέθηκεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, τοῦτ’ ἔστι τῆς ὑπὸ τοῦ ὀνόματος σημαινομένης.

    Φᾶσί δέ τινες μήποτε καὶ τὰ ὁμώνυμά εἰσι συνώνυμα· κοινωνοῦσι γὰρ ἀλλήλοις καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν ὁρισμὸν τὸν τοῦ ὁμωνύμου· τῶν γὰρ Αἰάντων κατηγορεῖται μὲν καὶ αὐτὸ τὸ ὁμώνυμον, οὐ μόνον δὲ ἀλλὰ καὶ ὁ τοῦ ὁμωνύμου ὁρισμός· ἑκάτερος γὰρ αὐτῶν λέγεται ἔχειν τῷ ἑτέρῳ ὄνομα μόνον κοινόν, τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον. οὕτως οὖν ἐδείχθη καὶ τὰ ὁμώνυμα ὄντα συνώνυμα. τί οὖν ἐροῦμεν; πρῶτον μὲν οὐδὲν ἄτοπον, εἰ τὰ αὐτὰ καὶ ὁμώνυμα καὶ συνώνυμά εἰσι κατ’ ἄλλο καὶ ἄλλο, μᾶλλον δὲ καὶ ἀναγκαῖον· οἱ γὰρ Αἴαντες ᾗ μὲν ἅνθρωποι, συνώνυμοί εἰσιν, ᾗ δ’ Αἴαντες, ὁμώνυμοι. οὕτω τοίνυν κἀνταῦθα ᾗ μὲν Αἴαντες, ὁμώνυμοι μόνης γὰρ τῆς Αἴας φωνῆς κοινωνοῦντες τῷ κατ’ αὐτὴν ὁρισμῷ διαφέρουσιν), ᾗ δὲ ὁμώνυμοι, συνώνυμοι κοινωνοῦντες οὐ μόνον τῆς τοῦ ὁμωνύμου προσηγορίας, ἀλλὰ καὶ τοῦ κατ’ αὐτὴν όρισμοῦ. ἄλλως τε οὔτε δυνατὸν ταῦτα συνώνυμα λέγειν· τῶν γὰρ συνωνύμων [*](1 οὖν om. a 2 τοῦτο C t καὶ (prius) om.. F 5 τὸ τοιοῦτον] τοῦτο F τοῦ χυμοῦ C 6 καὶ νοσ. καὶ ὄγκου om. Ca 6. 7 καὶ ὀξὺ νόσημα in mrg. suppl. F: om. Ca 8 τῆς φωνῆς et τοῦ ὄγκ. a 11. 12 ἐχ’. τὸ εἶναι coll. C Ι2 ἐν om. ’ 14 παραλαμβ. a aute τί add. καὶ C 15 κατ’ οὔνομα C 16 οὖν om. Fa ἀποδοὺς Ca τὸν ὁp. τῆς φ. coll. C ὅτι τὰ ὁμ εἰσι Ca Ι8 δὶς. φωνὴ βαρύτονος om.) a 20 λόγος om. a 21 τοῦτ’ ἔστι — σημαινομένης om. F 23 τὸν (post ὀp.) om. Ca 25 ὁ om. a 26 μόνον om. a 28 καὶ αὐτὰ τὰ coll. C: τὰ αὐτὰ καὶ om.) a εἰσι posl ὁμών. coll. Ca 30 ἧ] οἱ F 30. 31 οὕτω — ὁμώνυμοι om. C 30 τοίνυν om. a 33 pr. τοῦ om. a 34 τε om. a οὔτε] οὐ a; an οὑδὲ?)

    21
    κοινῶς τε κατηγορεῖται τὸ ὄνομα καὶ ὁ ὁρισμὸς καὶ ἰδίᾳ ἑκάστου καὶ ἀσχέτως· οἷον τὸ ζῷον κατηγορεῖται καὶ κοινῶς πάντων τῶν ὑπ’ αὐτὸ καὶ ἰδίᾳ ἑκάστου λέγεται γὰρ Σωκράτης εἶναι ζῷον καὶ ἵππος εἶναι ξῷον), ἀλλὰ | καὶ ὁ ὁρισμός· οὐσία γὰρ ἔμψυχος αἰσθητική, ὅπερ ἐστὶν ὁρισμὸς [*](19r) ζῴου, καὶ κοινῶς πάντων τῶν κατὰ μέρος ζῴων κατηγορεῖται καὶ ἰδίᾳ ἑκάστου· καὶ γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ὁ ἵππος ὁμοίως. ἐπὶ δὲ τῶν ὁμωνύμων οὐχ οὕτως· οὐ γὰρ δυνατὸν ἑκάστου ἰδίᾳ καὶ ἀσχέτως οὔτε τὸ ὄνομα οὔτε τὸν ὁρισμὸν κατηγορῆσαι· οὐ γὰρ λέγεται ὁ Αἴας καθ’ ἑαυτὸν ὁμώνυμος, ἀλλ’ οὐδὲ ὄνομα μόνον ἔχει κοινὸν τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον, ἀλλὰ ἄλλῳ λέγεται ὁμώνυμος, καὶ τοὐλάχιστον δύο πραγμάτων κατηγορηθήσεται ἡ τοῦ ὁμωνύμου προσηγορία, ἐπειδὴ καὶ τῶν ἐν σχέσει ἐστίν. οὐ συνώνυμα ἄρα τὰ ὁμώνυμα.

    Δύναται δὲ τὸ ὁμώνυμον διαιρεῖσθαι οὐ μόνον κατὰ τὴν ἔμπροσθεν ἀποδεδομένην διαίρεσιν, ἀλλὰ καὶ ποικιλώτερον κατὰ τὸν ὑποκείμενον τρόπον. . τὰ ὁμώνυμα ἢ ἀπὸ τύχης εἰσὶν ἢ ἀπὸ διανοίας· καὶ ἀπὸ μὲν τύχης, ὡς εἰ [*](19v) τύχοι ἐν Ἀθήναις κἀνταῦθά τινας τῷ αὐτῷ ὀνόματι κεχρῆσθαι, ἀπὸ δὲ διανοίας, ὡς ὅταν πρός τινα σκοπὸν ἀφορῶσα ἡ διάνοια ἐπιτίθησι τὰ ὀνόματα. μάτα. καὶ τῶν ἀπὸ διανοίας ἢ τῷ μὲν ἀφ’ οὗ παρώνυμα ἀλλήλοις δὲ ὁμώνυμα, ὡς ἀπὸ ἰατρικῆς τὰ ἰατρικὰ ὄργανα παρωνύμως γὰρ ἀπ’ αὐτῆς ὀνομάζεται, ἀλλήλοις δὲ ὁμωνύμως), ἢ καὶ τῷ ἀφ’ οὗ καὶ ἀλλήλοις ὁμώνυμα, ὡς ὅταν τις τῷ τοῦ πατρὸς ὀνόματι τοὺς παῖδας ἢ τοὺς ἐκγόνους καλέσῃ. τῶν δὲ τῷ ἀφ’ οὗ παρωνύμων ἀλλήλοις δὲ ὁμωνύμων ἰὰ μὲν ἀπὸ ποιητικοῦ τινος αἰτίου ὀνομάζονται, ἃ ἀφ’ ἑνὸς λέγεται, ὡς ἀπὸ ἰατρικῆς ἰατρικὰ ὄργανα ἀπ’ ἐκείνης γὰρ παρωνύμως λέγονται), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ καὶ λέγεται πρὸς ἕν, ὡς ὑγιεινὸν σιτίον καὶ δίαιτα καὶ γυμνάσιον· πρὸς ἓν τέλος γὰρ ὁρῶσι τὴν ὑγείαν. τὰ δὲ τῷ ἀφ’ οὗ καὶ ἀλλήλοις ὁμώνυμα ἢ ἀλλήλοις εἰσὶν ἰσόχρονα καὶ τῷ ἀφ’ οὗ ἢ ἀλλήλοις [*](2 καὶ κοίν’. κατ’. coll. Ca 3 alt. καὶ] ὁ a εἶναι (alt.) om. Ca 4 ὁ om. C γὰρ ora. a (l ὁ (prius) om. Ca 9 ὁ om. F τὸ ὅνομα a ἔχειν F 10 ἀλλὰ] ἄλλος C 12 ἐπεὶ C 12. 13 οὐ σὺν. ἄρα τὰ ὁμώνυμα om. Ca 14 δύναται — ἀληθές (22,14) eicias 14. 15 ἔμπροσθεν ἀποδεδ.] p. 16,22 16 τὰ ὁμώνυμα — ἀναφέρεται p. 22. 1 1 not.) in figuram method. redegit a τὰ ὑμῶν.] τῶν ὁμωνύμων τὰ μὲν a: om. C 16 εἰσὶν — τύχης om. Ca ὡς om. a 17 κεχp.] κληθῆναι Ca 17. 18 ἡ ἀπὸ δίαν. Ca 18 σκοπὸν om. a in καὶ τῶν ἀπὸ διανοίας om. Ca παρώνυμον Ca 20 ὁμώνυμον Ca τὰ om. C 20. 21 παρ’. — ὁμωνύμως om. C 21 ὀνομάζονται a ἀλλ’. δὲ ὁμωνύμως om. a 22 τοῦ om. F 22. 23 ἐγγόνους P 23 καλέσοι F 23 τῶν δὲ — ὁμωνύμων om. C: τούτων δὲ a τῷ scripsi: τὸ F ἡ τὰ C 2 1 αἰτίας a ἁ ἀφ’ ἑνὸς] ἀφ’ οὗ καὶ K λέγονται V 25 τῆς ἰατp. τὰ ἰατp. C 26 ἀπὸ τέλους a λέγ’. καὶ coll. K λέγοντι K ὑγιεινὰ F 26. 27 σιτίον — γυμνάσιον om. K 26 σιτίον scripsi: αἴτιον Ca (cf. p. 17,6) 27 γὰρ τέλος coll. C ὁρῶμεν F 27. 28 τὰ δὲ ὁμώνυμα om. C: τούτων δὲ a 28 εἰσὶν om. a)

    22
    μὲν ἰσόχρονα τῷ δὲ ἀφ’ οὗ οὐκέτι. | καὶ τῶν ἀφ’ οὗ τὰ μὲν [*](20r) καθ’ ὁμοιότητα λέγεται τὰ δὲ κατὰ ἀναλογίαν, ὡς λέγομεν κορυφὰς ὄρους καὶ πόδας κλίνης· ὃν γὰρ λόγον ἔχουσιν οἱ πόδες πρὸς τὸ ὅλον ζῷον, οὕτω καὶ τὰ κάτω μέρη τῆς κλίνης. τῶν δὲ κατ’ ὁμοιότητα τὰ μὲν κατ’ ἐνέργειαν, ὡς ὅταν διὰ τὸ ἐοικέναι τὰς ἐνεργείας τῷ πατρὶ καλέσωμέν τινα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ μορφήν, ὡς ὅταν τὴν εἰκόνα τοὐ Σωκράτους καλέσωμεν τῷ τοὐ Σωκράτους ὀνόματι. τῶν δὲ ἀλλήλοις μὲν ἰσοχρόνων τῷ δὲ ἀφ’ οὗ οὐκέτι τὰ μὲν κατ’ ἐλπίδα, ὡς ὅταν τινὲς Πλάτωνας τοὺς υἱοὺς καλέσωσιν ἐλπίζοντες αὐτοὺς γενέσθαι κατὰ Πλάτωνα, τὰ δὲ κατὰ μνήμην, ὡς ὅταν τινὲς καλέσωσι τὸν παῖδα τῷ τοῦ πάππου ὀνόματι, ἵνα φυλάττηται ἡ ἐκείνου μνήμη | ἐνταῦθα οὖν Ἀριστοτέλης [*](20v) ποῖον σημαινόμενον τοῦ ὁμωνύμου παραλαμβάνει ; τὸ κατὰ τὴν μορφὴν ὅμοιον. τινὲς δέ φασιν ὅτι τὸ ὡς ἀφ’ ἑνός· ὡς γὰρ ἀπ’ αἰτίου τοῦ ἀνθρώπου ἐστὶν ἡ εἰκών. ἑκάτερον δέ ἐστιν ἀληθές.

    p. 1a2 Οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.

    Τούτων γὰρ ἡ μὲν ὀνομασία κοινή ζῷον γὰρ ἐρεῖς ἑκάτερον), ὁ δὲ ὁρισμὸς οὐκέτι ὁ αὐτός· τὸ μὲν γὰρ ὁριζόμενος ἐρεῖς ‘οὐσία ἔμψυχος αἰσθητική’ , τὸ δὲ ‘μίμημα οὐσίας ἐμψύχου αἰσθητικῆς’.

    p. 1a4 ᾿Εὰν γὰρ ἀποδιδῶ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῲῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.

    Τριῶν τούτων ὄντων, ὕλης καὶ εἴδους καὶ τοῦ συναμφοτέρου, τοὺς ὁρισμοὺς τῶν πραγμάτων ποτὲ μὲν ἀπὸ τῆς ὕλης ποιούμεθα ποτὲ δὲ ἀπὸ [*](1 pr. μὲν om. a μέν εἰσιν (ante ἰσόχ.) C οὐκέτι] οὕ F καὶ τῶν ἀφ’ οὗ] καὶ C: τῶν δὲ ἀπὸ διανοίας a 2 λέγονται C 2 κοp. ὄp.] πόδας ὄρους καὶ κορυφὰς κορυφὴν a) Ca 3 καὶ π. κλ.] ὄρους C ὡς γὰρ ἔχ’. a 4 τὰ ἄλα κάτω C τῶν — ὀνόματι (7) om. C: τῶν— ὁμοιότητα om. a μὲν] δὲ a 5 διὰ om. F κατὰ τὰς a 6 τινα om. a τὴν εἰκόνα a Olymp.: τινὰ διὰ τὴν εἴκ’. F τοῦ· om. F 7 καλέσω a 7.8 τῶν — οὐκέτι] καὶ C: τούτων ἔτι τῶν ἀπὸ διανοίας a 8. 9 πλάτ. τ. υἱοὺς καλέσωσιν om. ’a 9 ἐλπ. αὐτοὺς] τοὺς υἱεῖς ἐλπ. C: ἐλπ. τοὺς υἱοὺς a post πλάτωνα add. καλέσωσιν αὐτοὺς τῶ ἐκείνου ὀνόματι Ca 10 post τινὲς add. μεμνημένοι τοῦ πατρὸς Ca τὸν παῖδα] τοὺς υἱοὺς a: om. F 11 post μνήμη add. τὰ δὲ ἀπὸ ποιητικοῦ ποιητικῆς αἰτίας a), ὡς μουσικὴ ἥ τε ἐπιστήμη καὶ ἡ γυνὴ καὶ ἡ κιθάρα· ἀπὸ γὰρ τῆς ἐπιστήμης καὶ ἡ γυνὴ καὶ ἡ κιθάρα. τὰ δὲ ἀπὸ τελικοῦ (τέλους a), ὡς εἴ τις τὴν τροφὴν καὶ τὸ ἀναπνεῖν ζωὴν καλέσοι, διότι ὡς πρὸς τέλος τὴν ζωὴν ἀναφέρεται (ἀναφέρει a), ἢ ἀγαθὸν τὸ φλεβοτομεῖν καὶ τὸ καθάρσιον add. a), ὅτι διότι a) πρὸς ὑγείαν πρὸς ἀγαθόν τι τὴν ὑγίειαν a) ἀναφέρεται Fa 13 δέ om. a ὡς om. Γ’ 14 ἡ om. C alt. ἐστιν om. F 17 οὐκ ἔστιν Ca 17. 18 οὐσίαν ἔμψυχον αἰσθητικήν Ca 18 post αἰσθητικῆς add. ἐκ χρωμάτων τοιῶνδε καὶ τοιῶνδε τυπούμενον C 19 ἀποδῶ τις C: τις ἀποδιδῶ Arist. 21 καὶ (prius) om. F τοῦ om. F)

    23
    τοῦ εἴδους ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου, ὥσπερ ὁ Ἀριστοτέλης τὸν [*](20v) θυμὸν ὁρίζεται ποτὲ μὲν ἐκ τῆς ὕλης ποτὲ δὲ ἐκ τοῦ εἵδους ποτὲ δὲ ἐκ τοῦ συναμφοτέρου, καὶ ἐκ μὲν τῆς ὕλης θυμὸν εἶναι λέγων ζέσιν τοῦ περικαρδίου αἵματος τοῦτο γὰρ ὕλη θυμοῦ), ἐκ δὲ τοῦ εἵδους λέγων ὄρεξις ἀντιλυπήσεως΄, ἐκ δὲ τοῦ συναμφοτέρου ‘ζέσις τοῦ περικαρδίου αἴματος δι’ ὄρεξιν ἀντιλυπήσεως΄ . ὁ δὲ κυρίως ὁ ἐκ τοῦ εἴδους· ἡ μὲν γὰρ ὕλη κοινωνίας ἐστὶν αἰτία τοῖς πράγμασι, τὸ δὲ εἶδος διαφοράς. βουλόμεθα μέθᾳ δὲ τοῖς ὁρισμοῖς διακρίνειν ἀλλήλων τὰ πράγματα. διὸ κἀνταῦθα ὁ Ἀριστοτέλης βουλόμενος τὸν ἐκ τοῦ εἴδους αὐτῶν ὁρισμὸν ἀποδοῦναι οὐκ εἶπε ‘τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῷον εἶναι’ τοῦτο γὰρ τὸ συναμφότερον σημαίνει, τήν τε ὕλην καὶ τὸ εἶδος), ἀλλὰ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τοῦτ’ ἔστι τί ἐστιν ἑκατέρῳ αὐτῶν καθ’ ὃ ζῷά εἰσιν, ἵνα ’τον ἐκ του ειοους ὁρισμὸν δηλώσῃ . κατὰ τοῦτο γὰρ ζῷά εἰσιν. ἀποδιδοὺς δέ τις κατὰ τί ἑκάτερον τούτων ζῷον λέγεται, ἴδιον ἑκατέρου λόγον ἁ ἀποδώσει, ὤ σεῖ, ὡς ἀνωτέρω(??)ἡμῖν εἴρηται.

    p. 1 a 6 Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ | κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε [*](21r) ἄνθρωπος καὶ ὁ βοῦς.

    Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον ἑξῆς περὶ τῶν συνωνύμων διαλαμβάνει. ἐκ δὲ τῶν ὁμωνύμων δήλη καὶ ἡ περὶ τῶν συνωνύμων διδασκαλία· τὰ αὐτὰ γὰρ δεῖ εἰπεῖν, ὅσα καὶ ἐπὶ τῶν ὁμωνύμων εἴρηται, ὅτι οὐ μόνον ἐν ὀνόμασιν ἀλλὰ καὶ ἐν ῥήμασίν ἐστιν ἡ συνωνθμία καὶ ὅτι ἐστὶ καὶ ἐν τοῖς συμβεβηκόσιν ἡ συνωνυμία· τὸ γὰρ ἀλλοιοῦν ῥῆμα συνώνυμόν ἐστι· λέγεται γὰρ ἀλλοιοῦν καὶ ὁ λευκαίνων καὶ ὁ μελαίνων. καὶ τὸν αὐτὸν δὲ ὁρισμὸν ἐπιδέχονται· ὁριζόμενοι γὰρ τὸ ἀλλοιοῦν φαμεν φαμεν ὅτι τὸ ἔχον ἐν ἑαυτῷ ἀρχὴν μεταβλητικὴν ἄλλου, ᾗ ἄλλο. τοῦτο δὲ ἁρμόσει λέγειν καὶ ἐπὶ τοὐ λευκαίνοντος καὶ ἐπὶ τοῦ μελαίνοντος· ἕκαστον γὰρ τῶν ἀλλοιούντων ἀρχὴν ἔχει ἐν ἑαυτῷ μεταβλητικὴν τῶν ἀλλοιουμένων, ἄλλο ὃν παρὰ τὰ ἀλλοιούμενα· εἰ γὰρ μὴ ἦν ἄλλο, οὐκ ἄν οὐδὲ ἠλλοίου· διὸ προσετέθη τὸ ςᾗ ἄλλο’. τῷ αὐτῷ δὲ παραδείγματι κέχρηται ἐπίτηδες τῷ τοῦ ζῴου, ἵνα δείξῃ ὅτι τὸ αὐτὸ δύναται καὶ ὁμώ- [*](1 ὥσπερ — συναμφοτέρου (3) om. a ὁ Ἄριστ’.] De an. Α 1 p. 403*30 sq., ubi non θυμός, sed ὀργή sic definitur, error redit ad Amnion, in Porph. [sag. p.57,19sq. 2 ἐκ (ante τοῦ σὺν.)] ἀπὸ P 3 λέγ’. εἶναι coll. C ». -4 λέγομεν a o ξέσιν Γ’ 5 ante ζέσις add. λέγων F 6 ὁ (alt.) om. Fa 7 τοῖς] τοῦ C 8 τοὺς ὁρισμοὺς F ἀπ’ ἀλλ’. a κἀντεῦθεν C 8. 9 βουλ’. ὁ ἀρ’. coll. a 10 ἑκάτερον a 12 τί ἐν ἐκ. ἐστι posl αὐτῶν coll.) a ἑκάστω CF posl αὐτῶν add. τὸ ζώω εἶναι F 1 I ἑκάστου λόγον ἴδιον Ca 15 ἀνωτέρω] v. (i ἡμῖν om. F 17 κατὰ τοὔνομα .om. F 21 ἐπὶ] περὶ C 23. 21 ἀλλοιῶν GF 2:. ἐπιδέχεται Κ 26 ἄλλου] εἰς ἄλλο a ᾖ ἄλλο ὄν C 27 τοῦτο — μελαίνοντος posl ᾗ ἄλλο (30) transponas. ἐπὶ (all.) om. F oO ἡ om. F 31 τὸ om. Ca)

    24
    νυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο· ἐπὶ μὲν γὰρ ἀνθρώπου [*](12r) τοῦ ἀληθινοῦ καὶ τοῦ γεγραμμένου ὁμώνυμον τὸ ζῷον, ἐπὶ δὲ ἀνθρώπου καὶ βοὸς συνώνυμον.

    p. 1 a 12 Παρώνυμα δὲ λέγεται ὅσα ἀπό. τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει.

    Μετὰ τὴν τῶν ὁμωνύμων καὶ συνωνύμων διδασκαλίαν διαλέγεται περὶ τῶν παρωνύμων εἰκότως. ἔπει δὴ ταῦτα σκολιωτέραν τὴν συμπλοκὴν ἔχει· [*](12v) τῶν γὰρ ὁμωνύμων κατὰ τὸ ὄνομα μόνον κοινωνούντων διαφερόντων δὲ κατὰ τὸν ὁρισμόν, καὶ τῶν συνωνύμων καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμὸν κοινωνούντων, ταῦτα οὔτε κατὰ τὸ ὄνομα καθάπαξ κοινωνεῖ οὔτε καθάπαξ διαφέρει, ὁμοίως καὶ κατὰ τὸν ὁρισμὸν κατά τι μὲν κοινωνεῖ κατά τι δὲ διαφέρει. οὐκ ἀνάγονται δὲ ταῦτα ὑπὸ τὴν συμπλοκὴν τῶν εἰρημένων τεσσάρων συζυγιῶν, τὴν τῶν ὁμωνύμων λέγω καὶ πολυωνύμων καὶ συνωνύμων καὶ ἑτερωνύμων· ἐκείνων γὰρ χαρακτηριξομένων ἤτοι κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ἢ κατὰ τὴν διαφορὰν ἀμφοτέρων ἢ κατὰ τὴν καθ’ ἕτερον μὲν κοινωνίαν καθ’ ἕτερον δὲ διαφοράν, ταῦτα οὔτε καθάπαξ κοινωνεῖ κατ’ ἀμφότερα οὔτε καθάπαξ διαφέρει, ἀλλ’ οὐδὲ καθ’ ἕτερον ἀκριβῶς κοινωνεῖ, καθ’ ἕτερον δὲ διαφέρει, ἀλλὰ πῇ μὲν κοινωνεῖ πῇ δὲ διαφέρει κατ’ ἀμφότερα. τινὲς δὲ ἀξιοῦσιν αὐτὰ τάττεσθαι μεταξὺ τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, διότι τῶν ὁμωνύμων κατὰ τὸ ὄνομα μόνον κοινωνούντων κατὰ δὲ τὸν ὁρισμὸν διαφερόντων, τῶν δὲ συνωνύμων κοινωνούντων κατ’ ἀμφότερα, ταῦτα οὕτε κατὰ τὸ ὄνομα ἀπλῶς κοινωνεῖ οὔτε κατὰ τὸν ὁρισμόν. βέλτιον δὲ μεταξὺ τῶν συνωνύμων καὶ τῶν ἑτερωνύμων αὐτὰ τάττειν· τῶν μὲν γὰρ κοινωνούντων κατ’ ἀμφότερα τῶν δὲ κατ’ ἀμφότερα διαφερόντων, ταῦτα μεταξύ πώς εἰσι, τῆ μὲν κοινωνοῦντα πῇ δὲ διαφέροντα κατ’ ἀμφότερα. Ἀνάγκη δὲ ἐπὶ τῶν παρωνύμων τέσσαρα ταῦτα παρεῖναι, κοινωνίαν πράγματος καὶ διαφορὰν ὁρᾶν πράγματος, κοινωνίαν ὀνόματος καὶ διαφορὰν περὶ τὴν τελευταίαν συλλαβήν· εἰ γὰρ ἕν τι τούτων ἐλλείψει, οὐκέτι ἔσται παρώνυμον· ἔστω γὰρ περὶ τὸ ὅ|νομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ [*](22r) περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ ἔστω, λέγω ὅτι οὐκ ἔστι παρώνομον, ὡς ἐπὶ τοῦ πλάτανος καὶ πλατάνιστος καὶ παρθένος καὶ παρθενική· τὸ αὐτὸ γὰρ πρᾶγμα ὑπ’ ἀμφοτέρων σημαίνεται, καὶ ἔστι ποιητικὸν μὲν τὸ παρθενικὴ καὶ τὸ πλατάνιστος, πεζολόγων δὲ τὸ πλάτανος καὶ παρθένος. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ ἔστω περὶ τὸ πρᾶγμα, [*](1 καὶ σὺν. εἶναι coll. F 2 τοῦ ἀληθινοῦ om. Ca 3 τοῦ βοὸς C 9 primum καὶ] πάλιν Ca κατὰ (tert.) om. F 13 τὴν oin. F 11 καὶ σὺν. καὶ ἕτερ’. in mrg-. suppl. F 2 16 κοίν’. μὲν coll. a 18 ἕτερα (priore 1.) C 20 alt. τῶν oin. ’ 21 μόνον om. OF 24 τῶν (ante ἕτερ’.) om. F αὐτὰ ante μεταξὺ (23) coll. F τἀττεσθαι C 24. 25 κατ’ ἀμφ’. κοίν’. coll. F 32 οἷον C: οἷον a 32. 33 γὰρ αὐτὸ coll. Fa 34 pr. τὸ om. Ca πάλιν δὲ a)

    25
    καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς Ἑλένης καὶ Ἑλένου. πάλιν [*](22r) ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ ἔστω κατὰ τὴν τελευταίαν συλλαβήν, ὡς ἐπὶ τῆς μουσικῆς <ἐπιστήμης> καὶ μουσικῆς ὁμώνυμα γὰρ ταῦτα καὶ οὐ παρώνυμα. πάλιν τὰ μὲν ἄλλα ἔστω, μὴ ἔστω δὲ κοινωνία τις περὶ τὸ ὄνομα, καὶ οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου· οὐδὲ γὰρ ἀπὸ τῆς ἀρετῆς λέγεται ἐνάρετος, διότι οὐδὲ ἐν ὀνείρου ἴχνει τούτου οἱ παλαιοὶ μέμνηνται, ἀλλὰ τοὐναντίον καὶ κακόσημον ἴσασιν οἱ ποιηταὶ . τὸ ὄνομα·
  • αἰναρέτη, τί σεῦ ἄλλος ὀνήσεται ὀψίγονός περ;
  • φησὶν “Ομηρος ἀντὶ τοῦ ‘ὦ ἐπὶ κακῷ τὴν ἀρετὴν ἕχων’. ἀλλ’ οὐδὲ ἀπὸ τῆς σπουδῆς ὁ σπουδαῖος, ἥτις ὁμοίως ἐπί τε κακίας καὶ ἀρετῆς λέγεται, ὁ δὲ σπουδαῖος μόνος ὁ ἐνάρετος· ὥστε κατὰ μὲν τὴν φωνὴν ἐκ τοῦ σπουδή παρῆκται τὸ σπουδαῖος, κατὰ δὲ τὸ σημαινόμενον οὐκέτι, ἀλλ’ ἐκ τῆς ἀρετῆς. * * διὰ δὲ τοῦ εἰπεῖν τὴν κατὰ τοὔνομα τουνομα προσηγοριαν ἔχει τὴν κοινωνίαν ἐδήλωσε τοῦ ὀνόματος. ἢ οὕτως· εἰρηκὼς ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινωνίαν καὶ ἑτερότητα ἐδήλωσεν . εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει τινὰ κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπό τινος, δῆλον ὅτι καὶ διαφέρει. ἔρει. εἰ γὰρ μὴ διέφερεν, οὔτε ἀπό τινος ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα. εἰπὼν δὲ διαφέροντα τῇ πτώσει ἐδήλωσε τὸν μετα|σχηματισμὸν [*](22v) τῆς τελευταίας συλλαβῆς. διδάσκει δὲ περὶ τῶν παρωνύμων ὁ Ἀριστοτέλης ὡς χρησιμευόντων καὶ αὐτῶν εἰς τὴν περὶ τῶν κατηγοριῶν διδασκαλίαν.

    p. 1 a 16 τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς· τὰ μὲν οὖν κατὰ συμπλοκὴν οἷον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ, τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ.

    ᾿Εντεῦθεν εἰσβάλλει εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν. ἀλλ’ ἐπειδὴ τὸ τῆς κατηγορίας ὄνομα λέγεται καὶ ἐπὶ πραγμάτων καὶ νοημάτων καὶ [*](3 ἐπιστήμης Ammon.: om. CFa 4 πάλιν δὲ C 7 οὐδὲ om. C 8 καὶ om. a 9 αἰναρέτη...] Horn. Π31 τίς CFa 10 φησὶν Ὄμηρος om. Ca τοῦ om. C ὦ om. Ca 11 τῆς] τοῦ F ἀρ’. καὶ κακ’. coll. F 12 ὁ (alteram) om. F 14 ante διὰ defectum signavi: ὁ Ἁριστοτ διὰ ταύτης τῆς ῥήσεως ᾐνίξατο τῶν τεσσάρων· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ἀπό τινος΄ ἐσήμανεν ἡμῖν τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφοράν τὰ γὰρ ἀπό τινος προελθόντα ἀνάγκη, καὶ κοινωνεῖν καὶ διαφέρειν τούτου, ἐξ οὗ ἐστιν), διὰ δὲ τοῦ εἰπεῖν ‘διαφέροντα τῇ πτώσει, ἐσήμανεν ἡμῖν τὴν ὀνομάτων διαφοράν, διὰ δέ τοῦ εἰπεῖν ‘τὴν κτὰ τοὔνομα προσηγορίαν ἐδήλωσεν τὴν τοῦ ὀνόματος κοινωνίαν Olymp. κατ’ οὕνομα CF 15 ἡ οὔτως—συλλα- (20) in mrg. suppl. F posl εἰρηκὼς add. ὅτι ἔχει τινὰ κοινωνίαν πρὸς ἐκεῖν’, 17 τινα] τὴν F post ἐκεῖνο add. καθὰ ἐξ αὐτοῦ a 18 οὔτε] a; an οὐδὲ? 18. 19 ἀλλ΄— πρᾶγμα om. Ca 21 ὡς om. a περὶ om. C 27 περὶ τῶν κτα. a 28 λέγεται om. a τῶν πp. F)

    26
    φωνῶν λέγεται γὰρ καὶ αὐτὸ τὸ πρᾶγμα κατηγορία καὶ τὸ νόημα τὸ περὶ [*](22v) τοῦ πράγματος καὶ αὐτὴ ἡ φωνή), πρότερον παραδίδωσι τὴν τῶν φωνῶν διαίρεσιν. εἰ δὲ ἐνταῦθα μὲν περὶ φωνῶν διαλέγεται καὶ φωνῶν οὐκ ἀσήμων, μικρὸν δὲ ὕστερον περὶ πραγμάτων, ὅταν λέγῃ “ τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέμεται” , δῆλον ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων ποιεῖται τὸν λόγον. ὥστε καὶ ἐξ αὐτῶν τῶν ῥητῶν πρόδηλος ὁ τοῦ βιβλίου . σκοπός. διαιρεῖ δὲ τὰς φωνὰς εἴς τε τὰς ἁπλᾶς καὶ τὰς συνθέτους, καὶ ἁπλᾶς μέν φησι ἰάς ἁπλοῦν σημαινούσας πρᾶγμα, ἢ οὐσίαν ἢ ἐνέργειαν ἢ πάθος, συνθέτους δὲ τὰς σύνθετόν τι σημαινούσας καὶ συμπλεκούσας οὐσίαν ἐνεργείᾳ ἢ πάθει, ὡς Σωκράτης τρέχει τοῦτο γὰρ σύνθετον) καὶ Σωκράτης ἢ βοῦς ταῦτα γὰρ ἀπλᾶ). οὐ πᾶσα δὲ ἁπλῆ φωνὴ ἁπλοῦν πρᾶγμα σημαίνει, οὐδὲ σύνθετος διπλοῦν. σύνθετος μὲν οὖν φωνὴ ὡς τὸ Ἄρειος πάγος καὶ Κόρακος πέτρα, ἀλλὰ τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἁπλοῦν, φωνὴ δὲ ἁπλὴ ὡς τὸ τρέχω τρέχεις καὶ πάντα τὰ τοῦ πρώτου καὶ δευτέρου προσώπου ῥήματα, καὶ τοῦ τρίτου ὅσα ἐπὶ ὡρισμένου προσώπου φέρονται, ὡς τὸ βροντᾷ καὶ ἀστράπτει καὶ ὕει ὁ Ζεὺς | γὰρ δηλονότι). [*](23r) ταῦτα γὰρ πάντα τῇ φωνῇ ἁπλᾶ, τῷ δὲ σημαινομένῳ σύνθετα· οὐσίαν γάρ τινα σημαίνει συμπεπλεγμένην ἐνεργείᾳ. φασὶ δὲ ἐπὶ τῶν τρίτων προσώπων μὴ πάνυ ἐμφαίνεσθαι τὴν οὐσίαν διὰ τὴν ἀοριστίαν τοῦ ῥήματος, διὸ μόνα τὰ ὡρισμένον πρόσωπον σημαίνοντα παρέλαβον. ἀλλ’ εἰ καὶ μὴ ὡρισμένην οὐσίαν τὰ τρίτα πρόσωπα τῶν ῥημάτων σημαίνει, ἀλλ’ οὖν πάντως οὐσίαν τινὰ δηλοῖ τὴν ἐνεργοῦσαν ἢ πάσχουσαν· ὥστε πάντως τὰ τρίτα πρόσωπα τῶν ὁριστικῶν ῥημάτων φωνῇ μὲν ἁπλᾶ ἐστι σημαινομένῳ δὲ σύνθετα· ὁ γὰρ λέγων ‘τρέχει ἢ ‘νικᾷ’ δῆλον ὅτι τινὸς κατηγορεῖ τὸ νικᾶν ἢ τὸ τρέχειν. πάντως οὖν καὶ ἐν τοῖς τρίτοις ἡ οὐσία συνεμφαίνεται, εἰ καὶ ἀορίστως. ὅμως γοῦν ὁ Ἀριστοτέλης διὰ τὸ μὴ ὡρισμένως ἐμφαίνεσθαι τὴν οὐσίαν ὡς ἁπλᾶ τὰ τοιαῦτα παρείληφε. κυρίως δὲ ἁπλᾶ ἄν εἴη ῥήματα τὰ ἐνέργειαν μόνην ἢ πάθος δηλοῦντα, ἄνευ τοῦ ἐνεργοῦντος ἢ πάσχοντος, οἷον τύπτειν τύπτεσθαι. οὐ δεῖ οὖν τῇ συνθέσει ἢ τῇ ἁπλότητι τῶν φωνῶν τὰ ἁπλᾶ ἢ σύνθετα κρίνειν πράγματα, ἀλλ’ ἐξ αὐτῶν τῶν σημαινομένων. ἀλλὰ καὶ αὐτὰς τὰς φωνὰς κἂν σύνθετοι εἶεν, ἐὰν ἀπλοῦν πρᾶγμα σημαίνωσιν, ἁπλάς λεκτέον, ὁμοίως καὶ τὰς ἁπλᾶς συνθέτους, ἐὰν σύνθετον σημαίνωσιν· εἰ μὲν γὰρ περὶ φωνῶν μόνων διελεγόμεθα καὶ τοῦ ποσοῦ τῶν συλλαβῶν, εἰκότως κατὰ τὸ ποσὸν τὴν σύνθεσιν ὡριζόμεθα, ὡς καὶ οἱ γραμματικοί, εἰ δὲ ὡς περὶ σημαινουλέγῃ] [*](1 p. p. 1 a 20 5 καὶ om. Ca 7 διαιρεῖται a 8 φησι] φωνὰς C 9 καὶ συμπλεκούσας om. a 10 οὐσία a 12 σύνθετον (pr. 1.) C 13 post πέτρα add. καὶ νέα πόλις a 15 auto ὅσα add. καὶ F 16 γὰρ om. F 17 τῇ μὲν a φωνὴ] προφορὰ Ca 18 σῆμ’. τινὰ coll. F φαμὲν C 18. 10 τριῶν a 19 ἀοριστότητα Fa 20 παρέλαβον scripsi: παρέλαβεν OF: παρελάβομεν a 22 δηλοῖ om. F (post πάσχ. add. δηλονότι): σημαίνει a 24 ἡ om. C 25 τὸ (alt.) om. Ca 26 ἐμφαίν. (superscr. συμ) C: ἐμφ. a εἰ καὶ] κἀν C οὖν C 28 ἄν ἀπλᾶ coll. C ante ἐνέp. add. ἡ a 29 ἐνργητοῦ Ca 32 ἐὰν] καὶ C σημαίνουσιν F 34 διαλεγ. F τὸ om. C 35 καὶ om. F)
    27
    σῶν διαλεγόμεθα, κατὰ τὰ σημαινόμενα δεῖ κρίνειν καὶ τὰς φωνάς· τὸ [*](23r) γὰρ ἱππεύς οὐχ ἀπλοῦν τι δηλοῖ· σημαίνει γὰρ τόν τε ἵππον καὶ τὸν ἐπικαθήμενον ἄνθρωπον καὶ τὴν ἱππικὴν τέχνην. οὐχ ἁπλὴν οὖν λεκτέον τὴν φωνὴν ἀλλὰ σύνθετον, ὡς καὶ τὸ Νεάπολις, ἐπειδὴ ἕν τι σημαίνει, οὐ σύνθετον ἀλλ’ ἁπλῆν. |

    To δὲ λέγεται ἁρμόζει καὶ ἐπὶ τῶν πραγμάτων καὶ ἐπὶ τῶν νοημάτων [*](23v) καὶ ἐπὶ τῶν φωνῶν· λέγονται γὰρ καὶ τὰ πράγματα λέγεσθαι, ἀλλ’ ὡς σημαινόμενα, καὶ τὰ νοήματα ὁμοίως λέγεσθαι, ἀλλ’ ὡς ἐξαγγελλόμενα, λέγοντι δὲ καὶ αἱ φωναὶ λέγεσθαι, ἀλλ’ ὡς προφερόμεναι.

    Διὰ ποίαν δὲ αἰτίαν τὰ κατὰ συμπλοκὴν προτάττει τῶν ἄνευ συμπλοκῆς; λέγομεν ὅτι ἀγαπητὸν τῇ ἀνθρωπίνῃ φύσει ἐκ τῶν ἀτελεστέρων καὶ συνθέτων ἐπὶ τὰ ἁπλούστερα καὶ τελειότερα προιέναι· τὰ γὰρ σύνθετα μᾶλλον συνήθη ἡμῖν καὶ γνωριμώτερα. οὕτω γοῦν καὶ ὁ παῖς εἶραι μὲν λόγον καὶ εἰπεῖν ‘Σωκράτης περιπατεῖ’ οἶδε· τοῦτον δὲ ἀναλῦσαι εἰς τὸ ῥῆμα καὶ τὸ ὄνομα καὶ ταῦτα εἰς συλλαβὰς κἀκείνας εἰς τὰ στοιχεῖα οὐκέτι. έτι. οὕτως οὖν καὶ ἡμεῖς ἄνθρωπον περιπατοῦντα ἰδόντες πρότερον ἕγωνμεν τὸ ὅλον τοῦτο, ἄνθρωπον περιπατοῦντα, καὶ οὕτως ἀναλύομεν αὐτὸν εἰς οὐσίαν καὶ ἐνέργειαν. καὶ πῶς οὖν ἐλέγομεν ἀνωτέρω δεῖν ἄρχεσθαι ἐκ τῶν ἁπλουστέρων, ὡς τῶν συνθέτων οὐ γνωσθησομένων μὴ προενωνσμένων τῶν ἁπλῶν, καὶ διὰ τοῦτο δεῖν προηγεῖσθαι τὴν τῶν ἁπλῶν φωνῶν διδασκαλίαν τῆς τῶν συλλογισμῶν ; λέγομεν οὖν ὅτι ἐφ’ ὧν ὁμοίως ἀγνοῦνται καὶ τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, δέον ἐκ τῶν ἁπλουστέρων ἄρχεσθαι· ἐκεῖ μὲν γὰρ ὁμοίως καὶ ὁ συλλογισμὸς ἠγνοεῖτο καὶ αἱ ἁπλαῖ φωναί, ἐνταῦθα δὲ γνωριμώτερα τὰ συνθετώτερα, διὸ ἐκ τῶν γνωριμωτέρων ἅρχεσθαι δεῖ τῆς διδασκαλίας· ὥστε ἐκεῖ μὲν ἐλέγομεν ἐκ τῶν ἁπλουστέρων ἄρχεσθαι διὰ τὸν τρόπον τῆς διδασκαλίας, ἐνταῦθα δὲ ἐκ τῶν συνθετωτέρων διὰ τὸν τρόπον τῆς γνώσεως. ἔστι δὲ καὶ ἄλλη αἰτία τοῦ προτετάχθαι ἐνταῦθα τῶν ἁπλῶν τὰ σύνθετα· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον ταῦτα εἶπεν, ἵνα | εὐθέως αὐτῶν ποιήσηται [*](24r) σῆται τὴν διδασκαλίαν. μέλλει δὲ ταῦτα διαιρεῖν, ὅταν εἵπῃ “τῶν ἅνευ συμπλοκῆς λεγομένων”. ἐξεπίτηδες δὲ ἐπὶ τούτων δύο ὀνόματα τάττει καὶ δύο ῥήματα ἐφεξῆς, ἵνα μή τις ὕστερον παρακολουθήσῃ πλάνη.

    [*](1 τὸ σημαινόμενον a δεῖ κp.] δικp. C 8 ὁμοίως om. Ca 10 δὲ] οὖν a 11 ante λέγ’. add. καὶ Ca 12 τελεώτερα C 13 εἶραι] οἶδε C 11 καὶ om. C οἶδε — δέ] οἶδε δὲ οὐκέτι τοῦτο (sic) C 14. 15 εἰς ὄνομα καὶ βῆμα a 15 κἀκεῖνα Fa τὰ om. Ca 15. 16 οὐκέτι om. C 16 ἰδόντες om. C 17 αὐτὸν om. C 18 καὶ (alterum) om. C ἐλἐγ. ἀνωτέρω] p. 12,28 19 ἐκ] ἀπὸ a 20 δεῖ C 21 τῆς τῶν τῶν om. F τῆς τῶν συνθέτων in mrg. suppl.) 21. 22 ἅγν’.] ἄδηλα F 29 ταῦτα ὔστ. coll. a 30 ταῦτα] αὐτὰ F εἴπῃ] p. 1 b 25 30. 31 κατὰ μηδεμίαν συμπλοκὴν Arist. 32 παρακολουθήσει F)
    28

    p. 1 a 20 τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, [*](24r) ἐν δποκειμένῳ δὲ οὐδενί ἐστιν.

    Μέλλων τὴν εἰς δέκα διαίρεσιν τῶν πραγμάτων ἡμῖν παραδοῦναι πρότερον ἐκτίθεται τὴν εἰς τέσσαρα τούτων διαίρεσιν· παραδοὺς γὰρ πρότερον τὴν εἰς δύο τῶν φωνῶν διαίρεσιν πρόεισιν ἐπὶ τὴν τετραδικὴν ταύτην τομὴν εἰκότως· ὁ γὰρ δύο ἀριθμὸς ἐφ’ ἑαυτοῦ πολυπλασιαζόμενος ποιεῖ τὸν τέσσαρα. μετὰ δὲ ταύτην τὴν διαίρεσιν παραδώσει τὴν εἰς δέκα· ὁ γὰρ ἀπὸ μονάδος ἀρχόμενος ἀριθμὸς συντιθέμενος μέχρι τοῦ τέσσαρα ποιεῖ τὸν δέκα· ἁ β΄ γ΄ δ΄, καὶ γίνονται δέκα. ἄλλως τε ἐνταῦθα μὲν συμπεπλεγμένην τὴν τῶν πραγμάτων ποιεῖται διαίρεσιν συμπλέκει γὰρ τὸ καθόλου τῇ οὐσίᾳ καὶ τῷ συμβεβηκότι, ὁμοίως δὲ καὶ τὸ μερικὸν τοῖς αὐτοῖς), ἐκεῖ δὲ κατὰ ἄρθρα καὶ ἁπλουστάτην ποιεῖται τὴν τομὴν μηδὲν μηδενὶ συμπλέκων, ἀλλ’ ἕκαστον ὅπως ἔχει φύσεως διδάσκων, ἰδίᾳ μὲν περὶ τῆς οὐσίας, ἰδίᾳ δὲ καὶ οὐ κοινῶς περὶ τῶν συμβεβηκότων ἑκάστου. κατὰ διαφόρους οὖν ἐπιβολὰς τῆς τῶν ὄντων γινομένης διαιρέσεως εἰκότως καὶ τὰ τῆς διαιρέσεως τμήματα διάφορα γέγονεν. ἔστιν οὖν ἡ προκειμένη τῶν ὄντων διαίρεσις τοιαύτη· τῶν ὄντων, φησί, τὰ μέν ἐστιν οὐσίαι τὰ δὲ συμβεβηκότα, πάλιν τῶν ὄντων τὰ μέν ἐστι καθόλου τὰ δὲ μερικά. τεσσάρων οὗν τούτων ὄντων τμημάτων καὶ σύνδυο λαμβανομένων ἐκ τῆς τούτων [*](24v) τῶν συμπλοκῆς γίνονται συζυγίαι ἕξ, δύο μὲν ἀνυπόστατοι, αἱ τὰ ἐναντία ζευγνύουσαι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι· τῶν γὰρ ὄντων τὰ μέν εἰσι καθόλου οὐσίαι τὰ δὲ καθόλου σθμβεβηκότα, καὶ τὰ μὲν μερικαὶ οὐσίαι τὰ δὲ μερικὰ συμβεβηκότα, ὡς τὸ ὑποκείμενον ἔχει διάγραμμα·

    [*](1 λέγ’. τινος coll. C 6 ἑαυτὸν Ca 7 τὴν διαιp. ταύτην coll. V 8 ἀριθ. ἀρχ’. coll. C 9 γίνεται Fa 9. 10 συμπλεκομένην F 10 τὴν om. a ante ποιεῖται add. ταύτην Fa 12 τομὴν scr. supra διαίρεσιν F 14 prius περὶ om. F οὐ om. F ἑκάστῳ a 15. 16 εἰκότως — διαιρέσεως om. F 17 οὐσία Ca 18 καὶ πάλιν 20 20 ἀσύστατοι a 22. 23 καὶ τὰ — συμκεβηκότα om. C 23 figuram recepi ex F, nisi quod quater συνίσταται addidit. codex C ad angulos exhibet καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειμένου, ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ , ad lineas συμβεβηκότα καθόλου, 〈μερικαὶ〉 οὐσίαι, μερικὰ συμβεβηκότα, αἱ καθόλου οὐσίαι; cum F levibus neglectis congruit a 1 posi φωναῖς add. ἴς ἡμεῖς a 1. 2 σαφὲς — λέγ’.] καθόλου οὐσίαν, καθόλου συμβεβηκὸς, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός, πραγμάτων ἄν ἦμεν ἀπαλλαγέντες, ὡς σαφοῦς ὄντος τοῦ λεγομένου a 1 ἦν ἄν coll. V 2 εἰp. αἰτίαν] p. 622 3 οἰκειοτέρων F 5 καλῶν C 7 μὲν om C 8 οὐ δύν.] ἀδύνατον F δεῖται (ubi-que) a 9 τὴν δὲ οὐσίαν om. F alt. οὐ] οὑδὲ a 12 κατηγορηθήσεται F 13 κατηγοροῦνται a 15 οὖν om. (J 17 ἐν αὐτὴ Ca 17. 18 οὐκ ἄν οὑν οὐκοῦν om.) C 19 οὐ suppl. ’-’ συμπεριελάμβανε Ca 22 εἰσιν C 28 τῶν inn. Ca 29 ἀναλαμβανόμενοι 31 τὸ om. 8 ὅλως ὄλως om. F 21. 32 ἐδείξαμεν . . ἐν ἄλλοις] quibus locis aescio 32 ἄλλω F 33 ἀντίκειτἁ Fa)
    29

    ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ ’ Ἀριστοτέλης, σαφὲς ἂν ἦν [*](25r) τὸ λεγόμενον, ὁ δὲ τὴν ἀσάφειαν ἐπιτηδεύων διὰ τὴν εἰρημένην αἰτίαν ἑτέροις ἐχρήσατο ὀνόμασιν, οἰκειοτέροις μὲν τῇ τῶν σημαινομένων φύσει, ἀσυνήθεσι δὲ τοῖς πολλοῖς καὶ ταύτῃ ἀσαφεστέροις. τὸ μὲν οὖν σθμβεβηκὸς καλεῖ ἐν ὑποκειμένῳ, τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, τὸ δὲ μερικὸν οὐ καθ’ ὐποκειμένου. καὶ διὰ τί μὲν τὸ συμβεβηκὸς καλεῖ ἐν ὑποκειμένῳ, δῆλον (αὐτὸ γὰρ καθ’ αὑτὸ ὑποστῆναι οὐ δύναται, δέεται δὲ ἄλλου πρὸς ὕπαρξιν, τοῦτ’ ἔστιν οὐσίας), τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ (οὐ γὰρ δέεται ἑτέρου πρὸς ὕπαρξιν), τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, διότι δέεται τῶν μερικῶν οὐ πρὸς ὕπαρξιν ἀλλὰ πρὸς κατηγορίαν μὴ γὰρ ὄντων τῶν μερικῶν οὐκ ἔχει τὸ καθόλου κατά τινος κατηγορηθῆναι), τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι τὰ κατὰ μέρος κατ’ οὐδενὸς ἄλλου κατηγορεῖται.

    Διὰ τί τὴν οὐσίαν ἐκάλεσεν οὐκ ἐν ὑποκειμένῳ καὶ μὴ υποκείμενον, εἴ γε ὑπόκειται τοῖς συμβεβηκόσι πρὸς ὕπαρξιν; ἐροῦμεν οὖν πρὸς τοῦτο ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσία ἐστὶν ὑποκείμενον· οὐ γὰρ δήπου ἡ θεία οὐσία ἐστὶν ὑποκείμενον • οὐδὲν γὰρ αὐτῇ συμβέβηκεν· οὐκοῦν οὐκ ἂν κληθείη ὑποκείμενον. εἰ οὖν κοινῶς ὠνόμασε τὴν οὐσίαν ὑποκείμενον, οὐ συμπεριέλαβε τὴν θείαν οὐσίαν. δεύτερον δὲ ὃ καὶ μάλιστα κυριωτάτη ἐστὶν αἰτία, διότι τῶν διαιρέσεων εἰς τὰ ἀντικείμενα γινομένων αἱ μέν εἰσι φυκταὶ αἱ δὲ ἄφυκτοι, καὶ φυκταὶ μὲν αἱ εἰς τὰ ἐναντία γινόμεναι ἄφυκτοι δὲ αἱ κατὰ ἀντίφασιν· ἐπειδὴ γὰρ τῶν ἐναντίων τὰ μὲν ἐστιν 25 v ἔμμεσα τὰ δὲ ἄμεσα, ἀνάγκη τὴν εἰς τὰ ἐναντία γινομένην διαίρεσιν ἐπὶ τῶν ἐμμέσων μὴ ἄφυκτον εἶναι. ἔμμεσα δέ ἐστιν ἐναντία οἷον λευκὸν καὶ μέλαν, ὑγεία καὶ νόσος· ἔστι γὰρ μεταξὺ λευκοῦ καὶ μέλανος τὸ φαιὸν τὸ ἐρυθρὸν καὶ πάντα τὰ ἄλλα χρώματα, μεταξὺ δὲ ὑγείας καὶ νόσου τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον οὐδέτερον· τὰς γὰρ ἐκ νόσου ἀναλήψεις οὔτε ὑγείας εἶναί φασιν οὐ γὰρ τὰ τῶν ὑγιαινόντων ἐνεργοῦσιν) οὔτε νόσους (τῆς γὰρ νοσοποιοῦ αἰτίας ἀπηλλαγμένοι εἰσὶν οἱ ἀναλαμβάνοντες)· οὐκοῦν μέσον τί ἐστι νόσου καὶ ὑγείας ἡ ἀνάληψις. ἄμεσα δὲ τὸ περιττὸν καὶ τὸ ἄρτιον, εἴπερ ὅλως ὡς ἐναντία ταῦτα ἀντίκειται (ἐδείξαμεν γὰρ ἡμεῖς ἐν ἄλλοις ὅτι οὐκ ἔστιν ἐναντία), πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον ἀμέσως ἀντίκεινται, οὐδ’ αὐτὰ ἐναντία ὄντα. ὥστε τὰ κυρίως ἐναντία πάντα ἐστὶν

    30
    ἔμμεσα. εἴ τις οὖν εἰς τὰ ἐναντία διέλοι τὰ ὄντα λέγων τῶν ὄντων τὰ [*](25v) μὲν εἶναι λευκὰ τὰ δὲ μέλανα, ἀνάγκη διαφεύγειν αὐτὸν πάντα τὰ ἐν μέσῳ χρώματα, οὐ μόνον δὲ ἀλλὰ καὶ τὰς οὐσίας τὰς ἀνεπιδέκτους χρωμάτων, οἷον ἀέρα ψυχὴν ἄγγελον. ἀλλ’ οὐδὲ αἱ εἰς τὰ λοιπὰ τῶν ἀωτικειμένων κειμένων εἴδη διαιρέσεις τὸ ἄφυκτον ἔχουσι, πλὴν τῶν κατὰ ἀντίφασιν μόνων γινομένων, οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν εἶναι δεξιὰ τὰ δὲ ἀριστερά, ἡ τὰ μὲν δεσπότας τὰ δὲ δούλους, τὰ μὲν πατέρας τὰ δὲ υἱούς· ἔστι γὰρ ἂρ ἃ καὶ τούτων οὐδέν ἐστιν. ἀλλὰ μὴν οὐδὲ εἰ κατὰ στέρησιν καὶ ἕξιν ἡ διαίρεσις γίνοιτο, οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν τυφλὰ εἶναι τὰ δὲ βλέποντα, ἢ τὰ μὲν σοφὰ τὰ δὲ ἄσοφα· ἕξις γὰρ καὶ στέρησις ἐπὶ τῶν δεκτικῶν μόνων λέγεται, τὸ δὲ τὴν ἕξιν μὴ πεφυκὸς δέχεσθαι οὐδὲ ἐστερῆσθαι λέγεται ταύτης. ὥστε οὐ | πάντα τὰ ὄντα [*](26r) διαιρεῖ ἡ ἕξις καὶ ἡ στέρησις, χωρὶς εἰ μὴ ἰσοδυναμοίη ἐπί τινων τῇ ἀντιφάσει, ὡς ἔχει τὸ σῶμα καὶ ἀσώματον· οὐδὲν γάρ ἐστι τούτων μεταξύ· ταὐτὸν γὰρ δύναται τῇ ἀποφάσει τῇ οὐ σῶμα τὸ ἀσώματον. μόνως οὖν ἡ κατὰ ἀντίφασιν διαίρεσις οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν εἶναι λευκὰ τὰ δὲ οὐ λευκά) πάντα τὰ ὄντα περιλαμβάνει· καὶ γὰρ τὸ φαιὸν οὐ λευκόν, καὶ τὸ ξανθὸν καὶ τὸ ἐρυθρὸν ὁμοίως, ἀλλὰ καὶ ψυχὴ οὐ λευκὴ καὶ ἄγγελος οὐ λευκός· οὐδὲ γὰρ ὅλως χρῶμα πέφυκεν ὑποδέχεσθαι. καὶ ὁ Πλάτων δὲ τὴν διαιρετικὴν ἐξυμνεῖ μέθοδον τὴν κατὰ ἀντίφασιν γινομένην · οὐδὲν γάρ, φησί, τῶν ὄντων καυχήσεται αὐτὴν ἐκφυγεῖν. διὰ τοῦτο τοίνυν καὶ ὁ Ἀριστοτέλης εἰρηκὼς τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ διὰ τῆς τούτου ἀποφάσεως ἐσήμανε τὴν οὐσίαν, εἰρηκὼς αὐτὴν οὐκ ἐν ὑποκειμένῳ, μένω, ἵνα πᾶσαν οὐσίαν περιλάβῃ.

    Πρὸς τούτοις ἐροῦμεν ὅτι τὸ ὑποκείμενον διττόν, τὸ μὲν πρὸς ὕπαρ- ξιν ὑποκείμενον τὸ δὲ πρὸς κατηγορίαν· πρὸς ὕπαρξιν μὲν ἡ οὐσία (αὕτη γὰρ ὑπόκειται πρὸς ὕπαρξιν τοῖς συμβεβηκόσι), πρὸς κατηγορίαν δὲ τὰ μερικά· ταῦτα γὰρ ὑπόκειται πρὸς κατηγορίαν τοῖς καθόλου, οὐ πρὸς ὔπαρξιν· οὐ γὰρ δέονται τὰ καθόλου τῶν μερικῶν, ἵνα ὑποστῶσιν, ἀλλ’ ἵνα ἔχωσι καθ’ ὧν κατηγορηθήσονται. τοὐναντίον δὲ τὰ μερικὰ δέονται τῶν καθόλου, οὐ πρὸς κατηγορίαν, ἀλλὰ πρὸς ὕπαρξιν· οὐκ ἂν γὰρ εἴη Σωχράτης καὶ Πλάτων μὴ ὄντος τοῦ ἁπλῶς ἀνθρώπου. τῶν δὲ πρὸς κατηγορίαν ὑποκαιομένων τὸ μέν ἐστιν οὐσία τὸ δὲ συμβεβηκός· ὑπόκειται γὰρ καὶ ἡ μερικὴ οὐσία τῇ καθόλου πρὸς κατηγορίαν, ὡς εἴρηται, ὡς Σωκράτης τῷ ἀπλῶς [*](2 αὐτῶν F 2. 3 ἐν μέσω] ἔμμεσα F 3 τὰς ἀνεπιδ. οὐσίας τὰς om.) C: τὰς ἀνεπιδ. οὖσ’. a 3. 4 τῶν χp. a 4 αἱ εἰς] εἰ C G λέγει F1 7 alt. μὲν] δὲ a 9 γένοιτο C 10 ἐμβλέπ. C 11 λέγ’. μόνων coll. C 12 ταύτης λέγ’. coll. Ca 14 τὸ ἀσώμ. a 16 εἰσὶ C 18 ἡ ψυχὴ a 19 ὑποδέξασθαι F 21 φησί om. Fa (cf. Plat. Soph. p. 235 C) ἔκφυγ’.] καὶ φυγεῖν a 24 παραλάβῃ a 26 ὑποκείμενον om. F 27 ὑπόκεινται C πρὸς κατηγορίαν om Ca 28. 29 οὐ — ὕπαp.] ἀλλ’ οὐ πρὸς κατηγορίαν C 29 οὐδὲ γὰρ a καθολικὰ Ca 30 κατηγορῶνται C: κατηγοροῦντι a 31 ante οὐ πρὸς add. ἀλλ’ C 34 ὡς εἴρηται] v. 27)

    31
    ἀνθρώπῳ καὶ τῷ ἁπλῶς ζῴῳ, καὶ τὸ μερικὸν συμβεβηκὸς τῷ καθόλου, [*](26r) ὡς τὸ ἐν τῷδε τῷ λίθῳ λευκὸν τῷ ἁπλῶς λευκῷ καὶ τῷ χρώματι · λέγομεν γὰρ καὶ | τόνδε τὸν λίθον λευκὸν εἶναι καὶ τὸ ἁπλῶς λευκὸν χρῶμα [*](26v) εἶναι. ἐπειδὴ οὖν ὡσαύτως ἑκάτερον λέγεται ὑποκείμενον, εἰ εἶπε ‘τῶν ὄντων τὰ μὲν ἐν ὑποκειμένῳ τὰ δὲ ὑποκείμενα’ , περιέλαβεν ἄν καὶ τὰ μερικὰ συμβεβηκότα, ἅτινα καὶ αὐτὰ ὑποκείμενά ἐστιν, εἰ καὶ μὴ πρὸς ὕπαρξιν, ἀλλὰ πρὸς κατηγορίαν· βούλεται δὲ διὰ τοῦ εἰπεῖν οὐκ ἐν ὑποκειμένῳ τὴν πρὸς ὕπαρξιν ὑποκειμένην οὐσίαν εἰπεῖν καὶ ἀντιδιαστεῖλαι αὐτὴν τοῖς συμβεβηκόσι. τῶν δὲ δύο διαιρέσεων τούτων ἡ μέν ἐστιν ἀπὸ τοῦ τρόπου τῆς ὑπάρξεως ἡ δὲ ἀπὸ τοῦ τρόπου τῆς κατηγορίας, καὶ ἀπὸ τοὐ τρόπου τῆς ὑπάρξεως ἡ λέγουσα τῶν ὄντων τὰ μὲν εἶναι ἐν ὑποκειμένῳ τὰ δὲ οὐκ ἐν ὑποκειμένῳ, ἀπὸ τοῦ τρόπου δὲ τῆς κατηγορίας ἡ λέγουσα τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τὰ δὲ οὐ καθ’ ὑποκειμένου λέγεται’ · τὰ μὲν γὰρ εἶναί φησι κατηγορούμενα τὰ δὲ ὑποκείμενα πρὸς κατηγορίαν. καὶ σκόπει τὴν ἀκρίβειαν τοῦ Ἀριστοτέλους, πῶς ἐπὶ μὲν τῆς σημαινούσης τὸν τρόπον τῆς ὑπάρξεως εἶπε τὸ ἐστίν, ἐπὶ δὲ τῆς σημαινούσημαιωούσης τὸν τρόπον τῆς κατηγορίας εἶπε τὸ λέγεται· * * * ἀντὶ τοῦ κατηγορεῖται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν ἀντὶ τοῦ ‘οὐκ ἐν ἑτέρῳ ὑπάρχει τῶν δὲ τεσσάρων συζυγιῶν προτάττει τὴν καθόλου οὐσίαν ὡς τιμιωτέραν καὶ ὅτι κατὰ τὰ καθόλου ἐπιστήμονες γινόμεθα· ἐν γὰρ τοῖς κατὰ μέρος οὐδὲν διαφέρομεν τῶν ἀλόγων ζῴων, ἔνια δὲ αὐτῶν καὶ ὀξυτέρας ἡμῶν ἔχουσι τὰς αἰσθήσεις, αἷς τῶν κατὰ μέρος ἀντιλαμβανόμεθα. ἔπειτα δευτέραν τίθησι τὴν ἀντικειμένην ταύτῃ, ἔστι δὲ τὸ μερικὸν συμβεβηκός· ἀντίκειται γὰρ τῇ μὲν οὐσίᾳ τὸ συμβεβηκὸς τῷ δὲ καθόλου τὸ μερικόν. εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ τῶν καθόλου φιλοσόφοις λόγος. |

    p. 1a 24 ’Ev ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὐπάρχον [*](27r) ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν.

    ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ὁ φιλόσοφος φωναῖς τισι χρησαμένου άγνώστοις ἡμῖν ἐκ τῆς συνηθείας, τῷ τε καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑπο- κειμένου καὶ ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ, βούλεται λοιπὸν δι- δάξαι ἡμᾶς περὶ αὐτῶν. ἐξηγεῖται δὲ οὐ πάσας, ἀλλὰ τὰς δύο μόνας, τήν τε ἐν ὑποκειμένῳ καὶ τὴν καθ’ ὑποκειμένου· τούτων γὰρ γνωσθεισῶν δήλη ἔσται καὶ ἡ τῶν λοιπῶν σημασία · ὁ γὰρ εἰδὼς τί ἐστι τὸ ἐν ὑποκειμένῳ [*](1 καὶ (ante τὸ) om. a 2 τῶ (tert.) 0m. C post χρώματι add. καὶ τὸ ἁπλῶς λευκὸν τῶ χρώματι F 5 περιελάμβανε F 6 εἰσιν a post εἰ καὶ iter. συμβ.— εἰ καὶ F 7 τοῦ] τὸ a 10. 11 ἡ δὲ — ὑπάρξεως om. F 11 τρόπου μὲν a τῶν ὄντων om.. F 11 φασι C 17 auto ἀντὶ suppleveris φ καθ’ ὑποκειμένου τινὸς λέγεται 20 καθολικὰ Ca post γιν. add. τῶν μερικῶν a 21. 22 ἐχ’. ἡμῶν coll. F 27 λέγεται F 1 φίλ’. ἑ. coll. a ill σῆμ’.] γυμνασία F τὸ] τῶ F)

    32
    εἴσεται καὶ τί ἐστι τὸ οὐκ ἐν ὑποκειμένῳ, καὶ ὁ ἐγνωκὼς τὸ καθ’ ὑποκειμένου [*](27r) οἶδε καὶ τὸ οὐ καθ’ ὑποκειμένου. καὶ πρότερον διδάσκει περὶ τοῦ ἐν ὑποκειμένῳ, καὶ διδάσκει δι’ ὁρισμοῦ· οἱ γὰρ ὁρισμοί, ὡς πολλάκις εἴπομεν, παριστῶσιν ἡμῖν τὴν τῶν πραγμάτων φύσιν. τοῦ δὲ ὁρισμοῦ ἐκ γένους ὄντος καὶ τῶν συστατικῶν διαφορῶν παραλαμβάνει ἐνταῦθα ὁ Ἀριστοτέλης τὸ μὲν ἔν τινι ἀναλογοῦν γένει, τὰ δὲ λοιπὰ ὡς διαφοράς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς· ἢ ὡς μέρος ἐν ὅλῳ, ὡς λέγεται ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι εἶναι, ἢ ὡς ὅλον ἐν τοῖς μέρεσιν, ὥσπερ λέγεται ἡ ὁλότης τοῦ σώματος ἐν κεφαλῇ εἶναι καὶ χερσὶ καὶ τοῖς ἄλλοις (οὐ λέυεται δὲ ἐν μέρει τὸ ὅλον, ἀλλ’ ἐν μέρεσι, διότι ἡ ὁλότης οὐκ ἐν ἑνὶ μέρει ἀλλ’ ἐν πᾶσι θεωρεῖται· ἑνὸς γοῦν τῶν μερῶν ἀφαιρεθέντος κολοβὸν τὸ ὅλον γίνεται καὶ οὐκ ἂν κληθείη ὅλον), ἢ ὡς εἶδος ἐν γένει, ὡς λέγομεν τὸν ἄνθρωπον ἐν τῷ ζῴῳ εἶναι, | ἢ ὡς γένος ἐν εἴδει. ὡς ἐν τῷ ἁνθρώπῳ [*](27v) πω τὸ ζῷον οὐκ ἀναγκαῖον δὲ ἐνταῦθα λέγειν τὸ γένος ἐν τοῖς εἴδεσιν, ὡς ἐλέγομεν τὸ ὅλον ἐν τοῖς μέρεσιν· ἡ μὲν γὰρ ὁλότης οὐκ ἐξῄρηται τῶν μερῶν ἀλλ’ ἐν αὐτοῖς ἔχει τὸ εἶναι, τὸ μέντοι γένος ἐξῃρημένην ἔχει τὴν οὐσίαν καὶ ὅλον ἐν ἑκάστῳ γίνεται εἴδει), ἢ ὡς ἐν χρόνῳ, ὡς λέγομεν ἐν τῷδε τῶ χρόνῳ γεγονέναι τὰ Ἰλιακά, ἢ ὡς ἐν τόπῳ, ὡς λέγομεν ἐν Λυκείῳ ἢ ἐν ἀγορᾷ, ἢ ὡς ἐν ἀγγείῳ, ὡς ὁ οἶνος ἐν κεράμῳ ἢ οἱ πυροὶ ἐν μεδίμνῳ ἰσοστροφοῦσι δέ πὼς ὅ τε τόπος καὶ τὸ ἀγγεῖον · τόν τε γὰρ τόπον ἐρεῖς ἀμεταφόρητον ἀγγεῖον καὶ τὸ ἀγγεῖον τόπον περιφορη- τόν), ἢ ὡς εἶδος ἐν ὕλῃ, ὡς τὸ τοῦ ἀνδριάντος εἶδος ἐν τῷ χαλκῷ, ἢ ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι, ὡς λέγομεν τὰ πράγματα τῶν πολιτῶν ἐν τῷ ἄρχοντι κεῖσθαι, ἢ ὡς ἐν τέλει, ὡς λέγομεν τὸν ἰατρὸν ἐν τῇ ἰατρικῇ ἔχειν τὰς ἐλπίδας ἡ τὸν στρατιώτην ἐν τῇ στρατείᾳ, ἡ ὡς ἐν ὑποκειμένῳ, ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλαμβάνει ὁ Ἀριστοτέλης ὡς γένος κατὰ πλειόνων λεγόμενον. προστίθησι δὲ ὡς διαφορὰς τὰ ἑξῆς, ἵνα διακρίνῃ αὐτὸ τῶν ἄλλων, καθ’ ὧν τὸ ἔν τινι κατηγορεῖται. καὶ διὰ μὲν τοὐ εἰπεῖν μὴ ὡς μέρος ὑπάρχον διακρίνει αὐτὸ τοῦ τε ὡς μέρους ἐν ὅλῳ ὑπάρχοντος καὶ τοῦ ὡς εἴδους ἐν γένει (καὶ γὰρ τοῦτο δοκεῖ πὼς ὡς μέρος εἶναι τοῦ ὅλου ζῴου καὶ τὸ ζῷον ὅλον τι εἶναι. καὶ τοῦτο καὶ ὁ Πορφύριος ἐν ταῖς εἰσαγωγαῖς φησιν, ὅτι τριῶν [*](1. 2 καὶ (post εἴσ’. et οἶδε) om. Ca 3 ἐν ὑποκειμένου F 3. 4 πολλάκις εἴπομεν] p. 14,6 sq., atque etiam suum in Porph. Isag. comment, spectare videtur 4 post φύσιν add. ὡς ἐκ γένους ὄντες καὶ τῶν συστατικῶν διαφορῶν a 5 τῶν om. C 6 ὡς διαφ.] διαφοραῖς Ca 7 γὰρ] δὲ F 8 εἶναι τῶ σ. coll. F: εἶναι τῶ σ· καὶ ἡ κεφαλή a 9 ἐν χερσὶ a 10 τὸ ὅλον ἐν μ. coll. C 12 γίν·] εἶναι βούλεται a 14 τὸ λέγ’. coll. F γένος a: ζῶον C: om. F 15 λέγομεν a 18 γέγονε a 19 ἐν (ante ἀγγ.) om. C 20 οἱ om. Ca πυρροὶ C 21 ἀκίνητον καὶ ἀμεταφ. a καὶ τὸ] τὸ δὲ a κινούμενον καὶ περιφ. a 24 1 τελικῷ αἰτίῳ a 25 στρατεία] στρατιὰ Ca 28 post ἄλλων add. χωρίση διακρίνῃ om.) C 30 τε om. V μέρος Ca εὶὃους scripsi: εἶδος libri (cf. p. 34, 29) 31 αὐτοῦ τοῦ ὃλ. a 32 καὶ (posl τοῦτο) om. a ὁ llopcp. ἐν ταῖς εἰσ’.] p. 8, 1. 2)
    33
    ὄντων τούτων, <τῶν> γενικωτάτων γενῶν καὶ τῶν εἰδικωτάτων εἰδῶν καὶ τῶν ὑπαλλήλων, τὸ μὲν γενικώτατον μόνως ἐστὶν ὅλον, τὸ δὲ εἰδικώτατον μόνως μέρος, τὸ δὲ ὑπάλληλον καὶ ὅλον καὶ μέρος, ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις), διὰ δὲ τοῦ εἰπεῖν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν | ᾧ ἐστι τῶν λοιπῶν ἐχώρισε. [*](28r) Κακίζουσι δέ τινες τὸν ὁρισμὸν τοῦτον, οἱ μὲν ἐκ τοῦ πλεονάζειν οἱ δὲ ἐκ τοῦ ἐλλείπειν· αὕτη γὰρ κακία ὁρισμοῦ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ ὁριστὸν ἀλλ’ ἢ πλείονα περιλαμβάνειν ἡ ἐλάττον. καὶ οἱ μὲν πλεονάζειν λέγοντές φασι μὴ μόνα τὰ συμβεβηκότα περιλαμβάνειν τὸν ὁρισμὸν ἀλλὰ καὶ τὰ σώ μάτα · φασὶ γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπῳ ὢν καὶ ἐν χρόνῳ ἔν τινί ἐστι, καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου ἢ τοῦ χρόνου), καὶ ἀδύνατον χωρισθῆναι αὐτὸν τοῦ τόπου ἢ τοῦ χρόνου. φαμὲν οὖν ὅτι οὐκ ἔστιν ὁμοία ἡ παραβολή · τὸ μὲν γὰρ συμβεβηκὸς χωρισθῆναι τοῦ ἐν ᾧ ἐστιν ἀδύνατον, ἀλλ’ ἅμα τῷ χωρισθῆναι καὶ ἔφθαρται, τὰ μέντοι σώματα εἰ καὶ παντὸς τόπου χωρισθείη, οὐδὲν ἧττον ἔστι· τὸ γὰρ σῶμα ἡ σῶμά ἐστιν οὐ δέεται τόπου ἡ χρόνου πρὸς τὴν οἰκείαν ὐπόστασιν, ἔχει μέντοι ταῦτα παρακολουθήματα, ὥσπερ ὁ ἐν φωτὶ βαδίζων ἔχει τὴν σκιὰν παρακολούθημα μηδὲν εἰς τὴν οὐσίαν αὐτῷ συντελοῦσαν. τῷ μέντοι γε συμβεβηκότι εἰς αὐτὴν τὴν ὑπόστασιν συντελεῖ τὰ σώματα· ἄνευ γὰρ αὐτῶν οὐκ ἄν συσταίη. ἄλλως τε οὐδὲ ἀνάγκη πᾶν σῶμα ἐν τόπῳ εἶναι· τὴν γὰρ ἀπλανῆ σφαῖραν ἀποδείκνυσιν ὁ Ἀριστοτέλης μὴ οὖσαν ἐν τόπῳ· εἰ γὰρ τόπος ἐστὶ τὸ πέρας τοῦ περιέχοντος, καθ’ ὃ περιέχει τὸ περιεχόμενον, οἷον ὁ κέραμος τόπος ἐστὶ τοῦ οἴνου τοῦ ἐν αὐτῷ, οὐ καθ’ ὅλον ἑαυτὸν ἀλλὰ κατὰ τὴν ἐντὸς ἐπιφάνειαν, ὅπερ αὐτοῦ ἐστι πέρας ἀμέλει εἰ ἔξωθεν ἐγκολαφθείη, οὐδὲν ἧττον συνέχει τὸν οἶνον, ἅτε δὴ κατὰ μόνην τὴν ἐντὸς ἐπιφάνειαν ὢν τόπος)· εἰ οὖν τοῦτό ἐστιν, ὡς εἴρηται, τόπος, δείκνυσι δὲ ὁ Ἀριστοτέλης ὅτι ἔξωθεν τῆς ἀπλανοῦς σφαίρας οὐδέν ἐστιν, ἵνα καὶ τῷ τούτου πέρατι περιέχοιτο, οὐ τόπος οὐ χρόνος οὐ [*](28v) σῶμα οὐ κενὸν οὔτε ἄλλο οὐδέν, οὐκ ἄρα ἐν τόπῳ ἐστὶν ἡ ἀπλανής. ὥστε οὐκ ἀνάγκη πᾶν σῶμα ἐν τόπῳ εἶναι, ἀλλ’, ὡς εἴρηται, παρακολούθημα μᾶλλόν ἐστιν ὁ τόπος καὶ ὁ χρόνος τῶν σωμάτων.

    Ἀποροῦσι δὲ καὶ τοῦτο, πῶς οὐχὶ ὁ ὁρισμὸς περιλαμβάνει καὶ τὸ ὡς ὅλον ἐν τοῖς μέρεσι· καὶ γὰρ ἔν τινί ἐστιν ἐν τοῖς μέρεσι γάρ), καὶ οὐχ ὡς μέρος ὑπάρχει καὶ ἀδύνατον αὐτὸ χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι. λέγοτούτων [*](1 ὄντ’. coll. F τῶν (ante γεν.) addidi 6 τοῦτον oui. Ca 8 9. παραλαμβ. a 10 φασὶ γὰρ ὅτι ὁ] ὁ γὰρ F 11 ἀλλ’ ἄμα] ἅμα γὰρ F 15 εἰ oua. F χωρισθεῖεν C: χωρί’ τὰ F post χωρισθ. add. ἀλλ’ ὅμως τοῦδε τοῦ τόπου χωρισθέντα a 17 παρακολουθοῦντα Ca τῶ φωτὶ F 18 παρακ. τὴν τήν coll. a 20 οὐδὲ] δέ C 22 τόπος ἐστι] cf. Arist. Phys. Δ 4 p. 122 * 5 sq. ἁ F 25 εἰ om. P ἐγκολ.] εἰ κολ. F-. ἐκκολ. a 27 δείκν. δὲ ὁ Ἀρ’.] De coelo Β 1 p. 284 a 5. 4 p. 287 a 12 29 ἡ ἀπλ. ἐστιν colL F 30 εἴρηται] v. 17)

    34
    μὲν οὖν ὅτι εἰ καὶ κατ’ ἄλλο κοινωνεῖ, ἀλλ’ οὐκέτι κατὰ τὸ ἔν τινι· οὐ [*](28v) γὰρ λέγεται τὸ ὅλον ἔν τινι εἶναι οὐ γὰρ ἐν μέρει τὸ ὅλον), ἀλλὰ μᾶλλον ἔν τισιν· ἐν γὰρ ἂρ τοῖς μέρεσιν. οὕτω καὶ ὁ Πορφύριος ἔλεγε “τὸ δὲ ὅλον οὐκ ἄλλου, ἀλλ’ ἐν ἄλλοις’’· ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. εἰ δὲ καὶ ἐν τοῖς σημαινομένοις τοῦ ἔν τινι παρελαμβάνομεν καὶ τὸ ὡς ὅλον ἐν μέρεσιν, ἀλλ’ οὐ καθὸ ἐν ἑνί ἐστιν, ἀλλὰ κατὰ μόνην τὴν σημασίαν· τοῦ μὴ καθ’ ἑαυτὸ ὑφεστηκέναι ἐλέγομεν καὶ αὐτὸ τῶν ἔν τινι εἶναι. ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνο ἀποροῦσιν, ὅτι περιλαμβάνει ὁ ὁρισμὸς καὶ τὸ ὡς εἶδος ἐν ὕλῃ· καὶ γὰρ τὸ εἶδος, φασίν, ἔν τινί ἐστι τῇ ὕλῃ καὶ οὐ μέρος αὐτῆς ὑπάρχει καὶ ἀδύνατον χωρὶς εἶναι αὐτὸ τῆς ὕλης. φαμὲν οὖν ὅτι τὸ εἶδος εἰ καὶ μὴ τῆς ὕλης μέρος ἐστίν, ἀλλὰ τοῦ συναμφοτέρου. οὕτως ἄρα καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός. ἔπειτα δὲ ὅτι τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς οὐσίας ἑκάστου, καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον· τὸ δὲ συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου, καὶ φθαρέντος οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. ἄλλως τε λέγομεν ὅτι ὁ σκοπὸς ἐνταῦθα τῷ Ἀριστοτέλει διαλαβεῖν περὶ τῶν ὄντων, οὐχ ᾗ ὄντα ἐστίν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τῶν πολλῶν ἀνθρώ- πων, καὶ οὐ κατὰ τὰ δοκοῦντα αὐτῷ διαλεχθῆναι περὶ αὐτῶν. καὶ | ὅτι [*](29r) τοῦτό ἐστιν ἀληθές, σαφῶς αὐτὸς δείκνυσιν ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ πρώτην μὲν λέγων οὐσίαν εἶναι τὴν κατὰ τὰ ἄτομα θεωρουμένην, δευτέ- ραν δὲ τὴν κατὰ τὰ εἴδη καὶ τὰ γένη, τῶν πραγμάτων ἀνάπαλιν ἐχόντων· ἡ μὲν γὰρ κατὰ τὰ εἴδη καὶ τὰ γένη θεωρουμένη πρώτη ἐστίν, ἅτε δὴ καὶ αἰτία οὖσα τῶν ἀτόμων καὶ ἀσώματος καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, ἡ δὲ κατὰ τὰ ἄτομα δευτέρα ἐστὶν ὡς αἰτιατή. ἀλλ’ ἐπειδὴ ταύτης ἔχει γνῶσιν ὁ πολὺς ἄνθρωπος, διὰ τοῦτο κατὰ τὴν τούτων δόξαν τὴν διδασκαλίαν ποιούμενος πρώιην αὐτὴν εἶπεν. ἐπειδὴ οὖν τοῦ εἴδους καὶ τῆς ὕλης ἔννοιαν οὐκ ἔχει ὁ πολὺς ἄνθρωπος, μόνον δὲ οἶδε τὸ ἐκ τούτων σύνθετον καὶ τοῦτο ὡς ἕν, διὰ τοῦτο ὁ Ἀριστοτέλης καὶ εἰ κατηριθμεῖτο τὰ τοῦ ἔν τινι σημαινόμενα, οὐκ ἄν ἐμνήσθη τοῦ ὡς εἴδους ἐν ὕλῃ, ἅτε δὴ μὴ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλεγόμενος, ἀλλὰ κατὰ τὰ τῷ πολλῷ ἀνθρώπῳ δοκοῦντα περὶ αὐτῶν. ὥσπερ οὖν ὁ γεωμέτρης ὁριζόμενος τὸ σημεῖον λέγει ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδὲν καὶ ὁ ὁρι- σμὸς οὗτος περιλαμβάνει οὐ μόνον τὸ σημεῖον ἀλλὰ καὶ τὴν μονάδα καὶ τὸ νῦν ἕκαστον γὰρ τούτων ἀμερές ἐστι) καὶ οὐκ ἄν τις ἐγκαλέσειε τῷ [*](1 ἄλλα a κοίν’. ἡ ὑπογραφή a οὐκέτι καὶ F 1. 2 οὐ γὰρ- τινι iu mrS- suppl. C 3 Πορφ.] Tsag. p. 8,2 τό δὲ ὅλ.] ὅλον δὲ Porph. 5 παραλαμβ. Fa τοῖς μέρεσι a 6 τοῦ] τὸ F 10 post αὐτὸ add. τὸ ’a 12 λοιποῦ] ὅλου a ἔπειτα —ὑποχείμενον (14) om.. F 13 ἐκ. οὖσ’. coll. a 15 οὐδὲν ἐβλ] οὐκ ἐφθάρη a 17 ὑπὸ] παρὰ C 18 κατὰ] ἡ F: αὐτὰ a αὐτῶ δοκ. coll. F περὶ τῶν αὐτῶν C li) σαφῶς αὐτὸς] καὶ αὐτὸς C: σαφὲς τοῦτο a. 22 γὰρ om. C κατὰ γένη καὶ τὰ εἴδη F 25 ἐπειδὴ — εἶπεν (26) om. F 2(1 τοῦ oin. C 27 ἀπολλὺς C μόνον δὲ in lac om. C 29 καταριθμοῖτο K 31 τὰ om. a: τὰ ὄντα ὡς F οὖν om. a)
    35
    γεωμέτρῃ ὡς διὰ τοῦ ὁρισμοῦ τοῦ σημείου περιλαμβάνοντι καὶ ταῦτα ἐρεῖ [*](29r) γὰρ πάντως ὅτι εἰ καὶ ἡ μονὰς καὶ τὸ νῦν ἀμερῆ εἰσιν, ἀλλὰ τῶν ἐμοὶ ὑποβεβλημένων πραγμάτων οὐδέν ἐστιν ἄλλο ἀμερὲς ἢ τὸ σημεῖον), οὕτως καὶ ὁ Ἀριστοτέλης κτὰ τὸν σκοπὸν τῆς προκειμένης αὐτῷ διδασκαλίας οὐκ οἶδεν ἔν τινι τὸ ὡς εἶδος ἐν ὕλῃ· οὐ γὰρ ἔχει τούτου ἔννοιαν ὁ πολὺς ἄνθρωπος. βούλεται δέ, ὡς εἴπομεν, οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλεχθῆναι, ἀλλὰ ᾗ σημαίνονται ὑπὸ τῶν τοιῶνδε φωνῶν κατὰ τὰ τοῖς πολλοῖς δοκοῦντα. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας πλεονᾶ ζεῖν τὸν [*](29v) ὁρισμὸν.

    Οἱ δὲ ἐλλείπειν εἰρηκότες φασὶ μὴ πάντα τὰ συμβεβηκότα περιειληφέναι ’τον ὁρισμόν, ἀλλὰ μόνα τὰ ἀχώριστα· εἶπε γάρ, φασίν, ὅτι ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι· τὰ δὲ χωριστά φασιν οὐκ ἀδύνατον χωρισθῆναι, ἀλλὰ καὶ ἀναγκαῖον. τί οὖν φαμεν; ὅτι εἰ μὲν εἶπεν ‘ἀδύνατον καλῶς ἄν ἐλέγετε· νῦν δὲ λέγει ἅδ’ ἀδύωατον χωρὶς εἶναι ἀντὶ τοῦ ὑπάρξαι καὶ συστῆναι· καὶ γὰρ καὶ τὰ χωριστὰ ἀδύνατον ὑποστῆναι δίχα τῆς ὑποκειμένης αὐτοῖς οὐσίας. ἔτι ἀποροῦσί τινες λέγοντες ‘ πῶς εἶπεν ὅτι οὐ δύωαται τὸ συμβεβηκὸς χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν; ἰδοὺ γὰρ ἡ ὀσμὴ συμβεβηκός ἐστι καὶ χωρισθεῖσα τοῦ ὑποκειμένου ἔστιν ἔτι· μήλου γὰρ πολλάκις πόρρω ἡμῶν ὄντος διαβαίνει πρὸς ἡμᾶς ἡ τούτου εὐωδία. ὥστε δύωαται καὶ ἡ εὐωδία τοῦ μήλου, συμβεβηκὸς αὐτοῦ οὖσα, χωρὶς εἶναι τῆς οὐσίας του μήλου· καὶ ἐπὶ πάντων δὲ τῶν τοιούτων όμοίως’. διχῶς οὖν τοῦτο ἐπιλυόμεθα· πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ἐν ᾧ ἦν’ , ἀλλ’ ἐν ᾧ ἐστιν· ἀδύνατον οὖν χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ μήλου τοῦ ἐν ᾧ ἐστιν· ἢ γὰρ ἐν τῷ μήλῳ ἐστὶν ἢ ἐν ἀέρι. ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος λεπτομεροῦς του μήλου οὐσίας· καὶ τοῦτο δῆλον ἐξ ὧν πολλάκις παριόντες δυσώδη τόπον ῥάκει τοὺς μυκτῆρας περιφράξαντες τὸν μὲν ἀέρα ἀναπνέομεν ἀδύ- νατον γὰρ τοῦτον μὴ ἀναπνεῖν), τῆς δὲ δυσωδίας οὐκ ἀντιλαμβανόμεθα, ἅτε παχυμερεστέρας οὔσης τῆς ἀπορρυείσης οὐσίας ἐκείνης ἢ κατὰ τὸν ἁέρα καὶ μὴ δυναμένης διεισδῦναι τοὺς πόρους τοῦ ῥάκους· ὁ δὲ ἀὴρ διεισσύει διὰ τὴν λεπτομέρειαν. εἰ δὲ χρόνῳ πολλάκις καὶ τοῦ ῥάκους ἑπικειμένου τῆς δυσωδίας ἀντιλαμβανόμεθα, οὐδὲν θαυμαστόν· ἴσως γὰρ | καὶ [*](30r) πάρα τὴν θέσιν τοῦ ῥάκους τοῦτο γίνεται παρακεκλιμένου καὶ διείσδυσιν δεδωκότος τῇ παχυμερεστέρᾳ οὐσίᾳ, ὁπότε καὶ ἐπὶ πολὺ τῇ κινήσει ἁναρρικαὶ [*](2 pr. καὶ om. F 2. 3 ἀλλὰ — ὐποβεβλ. om. F 2 ἐμοὶ a: om. C 5 εἶδος ὡς coll. C alt. οὐ] οὐδὲ Γ’ 6 ὡς εἴπομεν] p. 34, 16 7 τῶν om. Fa τοῖς om. K 10 φασὶ om. Ca 11 φησιν Fa 12 τοῦ ἐν ᾦ ἐστι om. F δέ scripsi: γὰρ libri ἀχώριστα a φησιν a 1 1 λέγει ὅτι a posl εἶναι add. του ἐν ᾦ ἐστιν a 16 λέγ’. ὅτι Fa -JO καὶ om. Ca οὔσα αὐτοῦ coll. F 21 ὁμοίων οὖν om. C 23 τοῦ (ante ἐν) om. C 24 1 posl pr. ἐστιν add. τόπῳ a τῶ om. F 25 μόνον C 27 ἐπιφράξ. C 30 δέ] γὰρ Ca 30. 31 εἰσδύνει F 31 χρόνου a 32 τῆς δυσωδίας om. F ἀνnλαβοίμεθα F καὶ om. C 33 παρακεκινημένου a)

    36
    πιζομένη μᾶλλον λεπτύνεται καὶ διεισδύνει· ἀμέλει ἐπὶ πολὺ ἀναρριπισθεῖσα [*](30r) καὶ λεπτομερὴς γινομένη διεισδύνει. τεκμήριον δὲ μέγιστον τοῦ μετά τινος οὐσίας ἀπορρεῖν, ὅτι ἐν χρόνῳ πλείονι ῥυτιδοῦται τὸ μῆλον, ἅτε τῆς οὐσίας αὐτοῦ διαφορουμένης, ἐν ᾗ ἡ εὐωδία ὑπῆρχε. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ αἰσθήσει ὑποπίπτοντες διὰ τὴν παχύτητα τῆς ὑποκειμένης οὐσίας, ὅθεν καὶ ταῖς χερσὶ πολλάκις τὸν ἀέρα κινοῦντες ὠθοῦμεν πρὸς τοὺς μυκτῆρας, ὁπηνίκα παχυμερέστερος ὢν ὁ ἀπὸ τοῦ θυμιάματος ἀναδιδόμενος ἀτμὸς μὴ διικνεῖται ῥᾳδίως πρὸς τὸ αἰσθητήριον, ὅπερ οὐκ ἄν ἐδεόμεθα ποιεῖν, εἰ ἀσωμάτως αἱ ποιότητες ἐκ τῶν θυμιαμάτων εἰς τὸν ἀέρα ἐχώρουν· | τοῦτο γοῦν ὗν ἐπὶ τῶν ψόφων οὐ [*](31r) ποιοῦμεν. εἰ δέ τις εἴποι ‘πῶς οὖν ἐν τῷ δένδρῳ ὄντα τὰ μῆλα καὶ τῆς ὀσμῆς ἡμῖν μεταδιδόασι καὶ μείωσιν οὐχ ὑπομένει;’, λέγομεν ὅτι ἐνταῦθα πλεῖόν ἐστι τὸ ἐπιρρέον καὶ τρέφον τοῦ διαφορουμένου.

    [*](1 εἰσδύναι C: καὶ διεισδύνει eicias 2 λεπτομερεστέρα Ca γιν. διεισδ.] ἐξατμηθεῖσα (sic) οὐδὲ τῆ αἰσθήσει λοιπὸν ὑποπίπτει διὰ τὴν λεπτομέρειαν C: γίνεται a τοῦ om. a 3 ἐν] ἐπὶ F 10 post ἐχώρουν addit ex Marc. 217 ἰστέον ὅτι πλάτων’ φησὶ μετά τινων ἀπορροιῶν τὴν ὀσμὴν τοῦ μήλου χωρεῖν πρὸς ἡμᾶς μὴ χωρισθεῖσαν τοῦ ὑποκειμένου. Ἀριστοτέλης δὲ τὸ διακονικὸν καὶ δίοσμον αἰτιᾶται τοῦ ἀέρος, ὅτι ᾧ λόγῳ ἐστὶ διορατκὸς καὶ διηχής, τούτῳ καὶ δίοσμος. μεταλαμβάνων γὰρ τῆς εὐωδίας μεταδίδωσιν ἡμῖν. ὁ δὲ πλωτῖνός φησιν, ὅτι μεταβάλλεται μέρος τοῦ ἀέρος εἰς ὀσφραντὴν ποιότητα. ἡ γὰρ εὐω- δία μείνασα ἐν τῷ μήλῳ γεννᾷ ὁμοίαν ἑαυτῇ ἑτέραν ποιότητα μεταβάλλουσα μέρος τοῦ ἀέρος, ἧς αἰσθανόμεθα. ὡς καὶ ἡ ἐν πυρὶ θερμότης οὐ καταλείψασα τὸ πῦρ ψυχρὸν χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μείνασα ἐν τῷ πυρὶ ἑτέραν ὁμοειδῆ ἑαυτῇ θερμότητα ἀπογεννᾷ ἐν τῷ ἀέρι. οὐ- δεμία δὲ τῶν δοξῶν τούτων καθ’ ἑαυτὴν ἀληθής, οὔτε ἡ πλάτωνος ἡ λέγουσα μετὰ ἀπορροίας τὴν ὀσμὴν χωρεῖν πρὸς ἡμᾶς· ἡ γὰρ ἀπόρροια σῶμα, παντὸς δὲ σώματος ἡ κατὰ φύσιν κίνησις· ἡ γὰρ κοῦφον καὶ ἐπὶ τὰ ἄνω ῥέψει ἣ βαρὺ καὶ ἐπὶ τὰ κάτω. τῆς δὲ εὐωδίας τοῦ μήλου πάντες ὁμοτίμως αἰσθανόμεθα, ἄνω κάτω πρόσθεν ὄπισθεν δεξιὰ ἀριστερά. καὶ δῆλον ἐκ τούτου, ὅτι οὐκ ἀρκεῖ μόνον ἀπορροίας εἰπεῖν. οὐδὲ ἡ ἀριστοτἐλους μόνη ἀληθής, πλασμα- τῶδες γὰρ τὸ λέγειν ὅλον τὸν μεταξὺ ἀέρα μεταλαμβάνειν τῆς ὀσμῆς, ὡς ἐπὶ τῶν γυπῶν τῶν αἰσθανομένων τῶν ἐν ἄλλαις πόλεσιν ἀτάφων σωμάτων. ἀλλ’ οὐδὲ τὸ τοῦ πλωτίνου μόνον ἀληθὲς τὸ ποιοῦσθαι καὶ μεταβάλλεσθαι μέρος τοῦ ἀέρος. τὸν γὰρ βόρβορον οἱ χοῖροι πλέον ἀνορύττουσι τῷ μάλιστα τῶν ἀπορροιῶν ἀντιλαβέσθαι. αἱ τρεῖς δὲ ἅμα ἀληθεῖς εἰσιν. ἐπὶ μὲν γὰρ τῶν φαύλως ὀσμωμένων, οἷοι οἱ χοῖροι, χρεία καὶ ἀπορροιῶν. ἐπὶ δὲ τῶν ἀκριβῶς, οἷοι οἱ γῦπες, ἀρκεῖ τὸ δίοσμον τοῦ ἀέρος. ἐπὶ δὲ τῶν μέσως ὀσμωμένων, οἷοί ἐσμεν ἡμεῖς, ἀρκεῖ ἡ μεταβολὴ τοῦ ἀέρος. κατ’ οὐδεμίαν δὲ τῶν δοξῶν αἱ ποιότητες ἀπὸ ὑποκειμένου μεταβαίνουσιν. ἢ γὰρ ἐν τῷ αὐτῷ νῦν εἰσι καὶ ἐν τῷ ἐν ᾧ εἰσι καὶ ἐν τῷ ἐξ οὖ. καὶ δια- σπασθήσεται αὐτὴ ἑαυτῆς ἡ ποιότης ἡ ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν. καὶ ἐπειδὴ πάντων δύο νῦν ἔστι χρόνος μέσος, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσονται χωρὶς τοῦ ὑποκειμένου αἱ ποιότητες. ἔστι καὶ τοῦτο εἰπεῖν πρὸς τοὺς λέγοντας· καὶ οὐσία τις συναπέρχεται μετὰ τῆς ἐν τῷ μήλῳ ποιό- τητος, ὅτι ἡ οὐσία μίαν τινὰ κίνησιν ποιεῖται τὴν ἐπ’ εὐθείας· ἡ γὰρ ἄνω ἣ κάτω ἣ πρόσω ἢ ὀπίσω ἢ δεξιὰ ἢ ἀριστερά· ἐπεὶ οὑν συμβαίνει καὶ τοὺς δεξιὰ . ἱσταμένους καὶ τοὺς ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω αἰσθάνεσθαι τῆς εὐωδίας, παρὰ πάσας ταύτας κινεῖται τὰς κινήσεις. δεῖ οὑν ἐπιλύσασθαι οὕτως· ὁ ἀὴρ δυνάμει ἐστὶν ὡς ἡ ποιότης τοῦ μήλου τὸ φύσιν ἔχειν πάσας τὰς ποιότητας δέξασθαι, ὡς ἄποιος ὢν αὐτός· ὑπὸ οὖν τῆς εὐωδίας τοῦ μήλου γίνεται ἐνεργείᾳ τοιοῦτος καὶ λοιπὸν διαπορθμεύει πάσας τὰς ποιότητας δέξασθαι ἡμᾶς ἐξ αὐτοῦ, ὡς ἄποιος ὢν αὐτός a 10 οὑν Ca 11 εἴπῃ F οὖν om. C 12 post ὑπομένει add. μὴ ἰσχναινόμενα a 13 post διαφ. add. πλέον γάρ ἐστιν ἡ ἑχποῆς, τῆς ἐκροῆς, turn ex Marc. 217)
    37

    p. 1b6 Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς [*](31v) ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δ’ ἔνια οὐδὲν κωλύει εἶναι. ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται.

    ᾿Επειδὴ προσεχῶς τῶν μερικῶν οὐσιῶν ἐμνημόνευσεν ὡς μὴ καθ’ ὑποκειμένου λεγομένων, λέγων τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τίς ἵππος, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι λέγονται οὐ καθ’ ὑποκειμένου ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα, διὰ τοῦτο ἐνταῦθα καθολικὸν ποιεῖται τὸν λόγον καί φησιν ἁπλῶς δὲ (ἀντὶ τοῦ ‘καθολικῷ ’καθολικῷ δέ τινι ἄτομα, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται. τὸ δὲ ἁπλῶς λέγεται τριχῶς· ἢ τὸ καθόλου, ὡς λέγομεν ‘ἀπλῶς πᾶς ἄνθρωπος’ ἀντὶ τοῦ καθόλου, ἢ τὸ μοναχῶς ὡς τὸ

  • ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ
  • ἀντὶ τοῦ οὐ ποικίλος, ἢ τὸ κυρίως, ὡς ὅταν λέγωμεν ἰὴ ἁπλῶς ἀρετή’ ἀντὶ τοῦ ἰὴ κυρίως ἀρετή’. καὶ τὸ ἓν δὲ λέγεται τριχῶς, καὶ ὅλως ἡ [*](32r) ταὐτότης καὶ ἡ ἑτερότης· λέγομεν γὰρ ἢ τῷ γένει ἓν ὡς ἄνθρωπον καὶ Τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. Σαφηνίσας τὸ μερικὸν ὅπερ ἔλεγεν ἐν ὑποκειμένῳ καὶ οὐ καθ’ ὑποκειμένου, νῦν τρέπεται ἐπὶ τὸ πὰραοοιυναι ἡμῖν τὸ παράδειγμα τοῦ καθόλου συμβεβηκότος, ὅπερ καλεῖ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ. [*](Τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινος λέγεται. πανταχοῦ τοῖς μὲν ἀπὸ τῆς φωνῆς, τουτέστι τῷ καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου τὸ λέγεται ἀποδίδωσι, τοῖς δὲ ἀπὸ τοῦ ὄντος, τουτέστι τῷ ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν τὸ ἐστί. παραδοὺς δὲ τὰ παραδείγματα τῶν συμβεβηκότων, τῶν μερικῶν καὶ τῶν καθόλου, νῦν τὸ παράδειγμα λέγει τῆς μερικῆς οὐσίας. οὐ καθ’ ὑποκειμένου δέ ἐστι τὸ ἀκατηγόρητον κατὰ τὴν καθ’ ὑποκειμένου κατηγορίαν · οὐ γὰρ τὸ ἀκατηγόρητον ἁπλῶς ἐπειδὴ δύναται καὶ μερικὸν κατὰ τὴν ἐν ὑποκειμένῳ κατηγορίαν κατηγορεῖσθαι, ὡς ἡ τὶς γραμματικὴ ἁριστάρχου. καὶ τοῦτο καὶ αὐτὸς προιὼν διδάξει, δι’ ὦν φησιν ‘ἐν ὑποκειμένῳ δὲ ἔνια οὐσὲν κωλύει εἶναι· εἰ δὲ καὶ τὰ ἄτομα κατηγορεῖται καθ’ ὑποκειμένου, οἷον ὁ προσιὼν ἄνθρωπος σωκράτης ἐστιν ἀλλὰ παρὰ φύσιν ἡ κατηγορία ὡς τὸ μερικὸν τοῦ καθόλου κατηγοροῦσα, ὥσπερ καὶ ἡ οὐσὶ συμβεβηκότος κατηγορουμένη, ἡνίκα φαμὲν τουτὶ τὸ λευκὸν σωκράτης ἐστί· κατηγορεῖται γὰρ κατὰ φύσιν μὲν τὰ καθόλου τῶν μερικῶν καὶ τὰ συιυβεβηκότα τῶν οὐσιῶν, παρὰ φύσιν δέ τὰ μερικὰ τῶν καθόλου, ὡς ἐπὶ τοῦ εἰρημένου παραδείγματος, καὶ αἱ οὐσίαι τῶν συμβεβηκότων, οἷον τὸ προσιὸν λευκὸν σωκράτης ἐστίν· οὑ καθ’ ὑποκειμένου ἄρα ἐστὶ τὸ ἁκατηγόρητον κατὰ τὴν καθ’ ὑποκειμένου κατηγορίαν τῆς κατηγορίας κατὰ φύσιν ἐχούσης a 1 τῶ ἀρ’. C 3 μὲν Oin. F 6 τὰ δὲ oni. F 7 ἡ] καὶ Arist. 10 all. δὲ om. K 13 λέγομεν] λέγεται F H τὸ oni. F 15 ἄπλους . .] Eurip. Phoen. 472 16 ὅταν λέγωμεν] λέγομεν F ἡ om. Ca ἁπλ. add. εἰπεῖν F 17 ἡ (ante κυp.) om a posl ἀρετὴ add. καὶ εἰπεῖν σοφός. τοῦτο δὲ καὶ ἐπὶ τοῦ καθόλου πολλάκις φέρομεν, ἁπλῶς δέ εἰπεῖν περὶ πὰν· τός. ἐνταῦθα οὖν τὸ ἀπλῶς εἰπεῖν ἀντὶ τοῦ καθόλου εἶπε F ὅλης 18 ἐν om. F)
    38
    ἵππον, ἢ τῷ εἴδει ἓν ὡς Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ ἀριθμῷ ὡς 11 Πλάτωνα· [*](32r) ἓν γάρ τι τῷ ἀριθμῷ ὁ Πλάτων’. ἀλλὰ καὶ τὰ ἕτερα ὁμοίως ἢ τῷ γένει φαμὲν ὡς ἵππον καὶ συκῆν, ἢ τῷ εἴδει ὡς ἵππον καὶ ἄνθρωπον, ἢ τῷ ἀριθμῷ ὡς Πλάτωνα καὶ Σωκράτην. ἐνταῦθα οὖν τὸ τῷ ἀριθμῷ ἓν παρέλαβεν. ἰστέον δὲ ὅτι τὰ μὲν τῷ ἀριθμῷ ἕτερα ἐνδέχεται εἶναι τῷ γένει καὶ τῷ εἴδει ἕν, ὡς Σωκράτην καὶ Πλάτωνα, τὰ δὲ τῷ εἴδει ἕτερα πάντως μὲν καὶ τῷ ἀριθμῷ ἕτερα, οὐ πάντως δὲ τῷ γένει, ἀλλ’ ἔστιν ὅτε ταὐτά, ὡς ἵππος καὶ ἄνθρωπος, τὰ δὲ τῷ γένει ἕτερα πάντως καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ, ὡς ἵππος καὶ συκῆ ἢ ὡς ἄνθρωπος καὶ λευκόν. ’Ev ὑποκειμένῳ δ’ ἔνια, φησίν, οὐδὲν κωλύει εἶναι· ἐπειδὴ <γὰρ> καθολικὸν τὸν λόγον ἐποιήσατο εἰπὼν μηδὲν τῶν ἀτόμων, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἶναι καθ’ ὑποκειμένου, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα ἄτομά εἰσιν, ὡς ἡ τὶς γραμματική, ὡς αὐτός φησιν, ἐπήγαγε τὸ ἐν ὑποκειμένῳ δέ τινα οὐδὲν κωλύει εἶναι, τὰ μερικὰ συμβεβηκότα δηλῶν οὕτως.

    p. 1b10 Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.

    Διαλεχθεὶς περὶ τοῦ ἐν ὑποκειμένῳ νῦν τρέπεται ἐπὶ τὴν τοῦ καθ’ ὑποκειμένου διδασκαλίαν καὶ τρόπον τινὰ τοῦτό φησιν, | ὅτι ἄλλο ἐστὶ τὸ [*](32v) κατηγορεῖσθαι κατά τινος καὶ ἄλλο τὸ ὡς καθ’ ὑποκειμένου κατηγορεῖσθαι, τούτῳ δὲ πάντως παρακολουθεῖ τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ τὸ πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεσθαι· οἷον κατηγορεῖται Σωκράτους ὡς καθ’ ὑποκειμένου ὁ ἀπλῶς ἄνθρωπος, τοὐ δὲ ἀπλῶς ἀνθρώπου κατηγοπεῖται τὸ ζῷον, τοῦτο οὖν καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται· διαβιβάζει γὰρ διὰ μέσου ἑαυτοῦ ὁ ἁπλῶς ἄνθρωπος ἐπὶ Σωκράτην τὴν τοῦ ζῴου κατηγορίαν. τί δὲ αὐτῷ βούλεται τὸ ὡς καθ’ ὑποκειμένου; τὸ οὐσιωδῶς καὶ πραγματικῶς. εἰ γάρ τι κατὰ τοὺ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται , οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι· οἷον τοῦ Ἀγαμέμνονος πραγματικῶς κατηγορεῖται καὶ ὡς καθ’ ὑποκειμένου ὁ ἄνθρωπος, τοῦ δὲ ἀνθρώπου οὐσιωδῶς μὲν κατηγορεῖται [*](1 ἓν oio. F 2 τι] τοι F 3 συκῆν] φυτόν Fa 4 τὸ oui. C 5 εἶναι din. F 6 σωκράτης καὶ πλάτων’ Ca 9 ὡς (alt.) oin. a λευκός C1 10 γὰρ Marc. 217: oin. CFa 13 ὡς αὐτός] ὡσαύτως C 14 τινα om. Ca 14. 15 τὰ δ. οὔτως] τουτέστι οὕτως] τουτέστι συμβεβηκός Ca 15 post οὕτως add. ex Marc. 217 καὶ καθόλου εἰπεῖν τὰ τῷ ἀριθμῷ ἓν μὴ ὄντα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑπο- κειμένῳ δέ ἐστιν a 16 κατηγορεῖται F 17 πάντα] ταῦτα C 18 κατὰ om. C τούτω τούτω C ῥηθήσονται F 19 τοῦ (alt.) om. a 22 τούτῳ a: τοῦτο CF 26 τοῦ om. a 29 τὸ] ἀντὶ τοῦ Ca post τι add. καὶ C 31 ἄγαμ’.] πλάτωνος F)

    39
    τὸ ζῷον, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τὸ μὲν ζῷον [*](32v) κατηγορεῖται κατὰ τοῦ Ἀγαμέμνονος, οὐκέτι δὲ τὸ τρισύλλαβον· πάλιν τοῦ μὲν ζῴου ὡς καθ’ ὑποκειμένου μὲν καὶ ὡς πράγματος κατηγορεῖται τὸ ἔμψυχον τὸ αἰσθητικόν, κατὰ συμβεβηκὸς δὲ καὶ σχετικῶς τὸ γένος ἡ τὸ δισύλλαβον ὁ. ὁμοίως ἔχει καὶ ἐπὶ συμβεβηκότων· τῶν γὰρ τριῶν, εἰ τύχοι, ὡς πράγματος κατηγορεῖται ὁ ἀριθμός, τοῦ δὲ ἀριθμοῦ ὡς μὲν πράγματος τὸ ποσόν, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τῶν τριῶν ὁ μὲν ἀριθμὸς κατηγορεῖται, τὸ δὲ τρισύλλαβον οὐκέτι. ἵνα οὖν σημάνῃ τὰ οὐσιωδῶς καὶ ὡς πραγμάτων κατηγορούμενα, εἶπε τὸ ὡς καθ’ ὑποκειμένου· τοῦ γὰρ ζᾴ ου τὸ δισύλλαβον οὐχ ὡς καθ’ ὑποκειμένου κατηγορεῖται , ἀλλ’ ὡς φωνῆς καὶ τοῦ ποσοῦ τῶν συλλαβῶν, καὶ τὸ γένος ὡς σχέσεως. ὅσα οὖν, φησί, καθ’ ἑτέρου λέγεται | ὡς καθ’ ὑποκειμένου 33r ἀντὶ τοῦ ὡς πράγματος ὑφεστῶτος), ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται προσυπακουστέον δὲ καὶ ἐνταῦθα τὸ ὡς καθ’ ὑποκειμένου), πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥῆ θῆ ῥηθήσεται.

    [*](2 τοῦ om. a ἄγαμ’.] πλάτωνος F δὲ καὶ Fa δισύλλ. F 3 alt. μὲν om. F καὶ om. C post δισύλλαβον inseras διὰ τοῦτο τὸ μὲν ἔμψυχον καὶ τὸ αἰσθητικὸν κατηγορεῖται τοῦ ἀνθρώπου, οὐκέτι δὲ τὸ γένος ἡ τὸ δισύλλαβον 7 δὲ om. C 8 μὲν τριῶν ὁ coll. a οὐκἐτι— δισύλλαβον (10) om. F 10 δισσυλ. C 1 1 καὶ τοῦ π. τ. συλλαβῶν om. a (recto) 12 pr. ὡς] τῆς a οὖν] δὲ F φησί om. C 14 δὲ om. F 15 post ῥηθήισεται add. ex Marc. 217 αἱ κατηγορίαι καὶ πλάτος ἔχουσι καὶ βάθος, βάθος μέν τὴν εἰς τὰ μερικώτερα αὐτῶν πρόοδον, πλάτος δὲ τὴν εἰς τὰ πλάγια μετάστασιν · οἷον βάθος βάθος μὲν λάβῃς οὕτω, τὴν οὐσίαν καὶ τὸ σῶμα καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ οὕτως ἐφεξῆς - πλάτος δέ’ ὅταν διέλῃς τὴν οὐσίαν εἰς σῶμα καὶ ἀσώματον· ὁ ἀριστοτέλης οὖν κανόνα καὶ του πλάτους καὶ τοῦ βάθους ἡμῖν ἀποδίδωσι, νῦν μὲν τοῦ βάθους, ἐφεξῆς δὲ τοῦ πλάτους· ἐστι δ’ ὁ κανὼν οὕτος· ὅταν πρῶτον δευτέρου καθ’ ὑποκειμένου κατηγορῆται καὶ δεύτερον τρίτου καθ’ ὑποκειμένου κατηγορῆται, τότε καὶ τὸ πρῶτον τοῦ τρίτου καθ’ ὑποκειμένου κατηγοπηθήσεται· οἶον τὸ ἔμψυχον κατηγορεῖται τοῦ ζώου τὸ ζῶον τοῦ ἀνθρώπου, καὶ τὸ ἔμψυχον το,υ ἀνθρώπου κατηγορηθήσεται. καλῶς δὲ τῷ κανόνι πρόσκειται τὸ καθ’ ὑποκειμένου· εἰ γὰρ μέλλει ἀληθὴς εἶναι ὁ κανών, δεῖ ἑκατέραν τῶν προτάσεων καθ’ ὑποκειμένου εἶναι· εἴτε γὰρ αἱ δύο ὦσιν ἐν) ὑποκειμένῳ, οὐδὲν συνάγεται ἀληθές, εἴτε ἡ μία καθ’ ὑποκειμένου, ἡ δέ λοιπὴ ἑν ὑποκειμένῳ, καὶ αὕτη εἴτε πρώτη εἴτε δευτέρα, οὐδὲ οὕτω τι ἀληθὲς συνάγεται· καὶ εἰλήφθωσαν αἱ δύο ἐν ὑποκειμένῳ , οἷον ὁ ἄνθρωπος λευκός, τὸ λευκὸν δισύλλαβον· τὸ γάρ δισύλλαβον συμβέβηκε τῷ λευκῷ· ἐὰν συμπερανθῇ οὕτω, ψεῦδος τὸ συωαγόμενον· οὐ γὰρ ὁ, ἄνθρωπος δισύλλαβον. εἰλήφθωσαν πάλιν ἡ μία ἐν ὑποκειμένῳ ἡ πρώτη, καὶ ἡ δεύτερα καθ’ ὑποκειμένου , οἷον ὁ ἄνθρωπος λευκόν , τὸ λευκὸν χρῶμα, καὶ ψεῦδος τὸ συναγόμενον· ουοἑ γὰρ ὁ ἄνθρωπος χρῶμα. εἰλήφθω πάλιν ἡ μὲν πρώτη καθ’ ὑποκειμένου , ἡ δὲ δευτέρα ἐν ὑποκειμένῳ, οἷον ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον δισύλλαβον· οὑδὲ οὕτω τι ἀληθεύσεται· καὶ ἔχομεν διὰ τούτου τὸ ἀνάπαλιν τοῦ κανόνος, πῶς ἔστι πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγοπίας ἀνάγειν. ὥσπερ γὰρ ὁ κανὼν ἐδείκνυε τὸ πρῶτον τῶ δευτέρῳ ὑπάρχον καὶ τὸ δεύτερον τῷ τρίτῳ, οὕτω δι’ αὐτοῦ ἀνάπαλιν ἔστι δεῖξαι τὰ ὕστερα καὶ δεύτερα ὕπο τᾷ πρῶτα ἁναγόμενα· οἷον ὁ ἄνθρωπος ὑπὸ τὸ ζῶον, τὸ ζῶον ὑπὸ τὸ ἔμψυχον, τὸ ἔμψυχόν ὕπο τὸ τὸ σῶμα ὑπὸ τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἀνενεχθήσεται· καὶ ἐπὶ τῶν ἀλλάων κατηγοριῶν ὡσαύτως. Ζητοῦσι δέ τινες ὅτι μάτην λέγεται τῶν προτεθέντων τεσσαρων’ κ λοῦ καὶ μερικοῦ οὐσίας καὶ συμβεβηκότος, δύο μόνα ὑπογράφειν τὸν ἀριστοτέλην, καὶ τούτων τὰ χείρω, τὸ συμβεβηκὸς καὶ τὸ μερικόν · ἐνταῦθα γὰρ ὁρίζεται καὶ τὸ καθ’ ὑποκειμένου, λέγω δὲ τὸ καθόλου, ὅτε λέγει πρῶτον δευτέρῳ ὑπάρχειν καὶ δεύτερον τρίτῳ, ὅτι καὶ τὸ πρῶτον τῷ τρίτῳ ὑπάρχει. ἀλλὰ καὶ τὸ οὑκ ἐν ὑποκειμένῳ ὁρίζεται, φημὶ τὴν οὐσίαν, ὅτε καταλέγει τὰ ἴδια τῆς οὐσίας· αἱ γὰρ ὑπογραφαὶ ἐκ τῶν ἰδίων λαμβάνονται. καὶ φαμὲν πρὸς τὰ ἀπορούμενα, ὅτι κανών ἐστιν ὁ λεχθεὶς οὐχ ὁρισμὸς ἢ ὑπογραφή. ἐν οὐδεμιᾷ γὰρ ὑπογραφῇ ἤτοι ὁρισμῷ τὸ ὁριστὸν ἤτοι τὸ τοῦ ὁρισμοῦ ὄνομα ἐν αὐτῇ τῇ ὑπογραφῇ ἡ τῷ ὅρῳ παραλαμβάνεται· οὐδείς γὰρ λέγει τὸ ἄνθρωπός ἐστιν ἄνθρωπος ζῶον λογικὸν θνητὸν καὶ ἑξῆς, οὑδὲ τὸ ζῶόν ἐστι ζῶον οὐσία ἔμψυχος αἰσθητική · νῦν δὲ ἐν τῷ κανόνι πολλάκις τὸ ὁριστὸν παρελήφθη , φημὶ τὸ καθ’ ὐποκειμένου. πρὸς δὲ τὴν ἄλλην φαμὲν ἀπορίαν, ὅτι οὐδὲν τῶν ἰδίων τῆς οὐσίας, ὧν λέγει, ὑπογραφή ἐστι τῆς οὐσίας· πάντα γὰρ ὅσα αὐτῆς ἴδια καταλέγει ἣ μόνῃ μὲν οὐσίᾳ ὑπάρχει οὐ πάσῃ δέ, ἢ πάσῃ μὲν οὐ μόνῃ δέ, ἡ δὲ ὑπογραφὴ καὶ τὰ κυρίως ἴδια μόνῳ καὶ παντὶ καὶ ἀεὶ θέλουσιν ὑπάρχειν· διττῆς δὲ οὔσης τῆς κατη- γορίας, τῆς μὲν καθ’ ὑποκειμένου τῆς δὲ ἐν ὑποκειμένῳ , καὶ καθ’ ὑποκειμένου μέν λέγομεν ὅταν τὰ καθόλου τῶν μερικῶν κατηγορῆται , ἐν ὑποκειμένῳ δὲ ὅταν τὸ συμβεβηκὸς τῆς οὐσίας κατηγορῆται , ἡ ἐν ὑποκειμένῳ κατηγορία ἄλλο ἄλλῳ λέγουσα ὑπάρχειν οὐδεμίαν παρέχει ζήτησιν, ἡ δὲ καθ’ ὑποκειμένου κατηγορία θέλουσα δεῖξαι τὸ ἕτερον ὅπερ τὸ ἕτερον, τουτέστι τὸ κακηγορούμενον ὅπερ τὸ ὑποκείμενον , ζήτησιν παρέχει. ἐρεῖ γάρ τις, ποῖόν ἐστι τὸ κατηγογούμενον ζῶον τοῦ ἀνθρώπου αὑτὸ τὸ ἐγκατατεταγμένον αὐτῷ ἣ τὸ καθόλου; εἰ μὲν γὰρ τὸ ἐγκατατεταγμένον αὐτῷ, αὐτὸ ἑαυτοῦ κατηγορηθήσεται καὶ ἀδολεσχία ἔσται κατηγορία, εἰ δὲ τὸ καθόλου, συνεπεκταθήσεται τὸ μερικὸν τῷ καθόλου καὶ ἔσται τὸ μερικὸν ὅπερ τὸ καθόλου. ἐροῦμεν οὑν, ὅτι τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ κοινότερον θέλει εἶναι καὶ ἴδιον αὐτοῦ· ὅταν γὰρ λέγωμεν ὁ ἄνθρωπος ζῶον, οὐδὲν ἕτερον φαμὲν ἡ ὅτι ἐν πᾶσι τοῖς ζώοις τύπος τοῦ ζώου καὶ ἀνθρώπῳ ὑπάρχει· ὥσπερ ἡ τοῦ κήρυκος φωνὴ καὶ κοινή ἐστι πάντων ἀκουστὴ καὶ ἰδίᾳ ἑκάστου, ὥσπερ τὸ κέντρον καὶ κοινόν ἐστι πέρας πασῶν τῶν ἐκ τοῦ κέντρου εὐθειῶν καὶ ἴδιον ἑκάστης, ὥσπερ ἡ ὕλη καὶ κοινῶς πᾶσιν ὑπόκειται καὶ ἰδίᾳ ἑκάστῳ, οὕτω καὶ τὸ κατηγορούμενον καὶ κοινὸν θέλει εἶναι καὶ ἴδιον τοῦ ὑποκει- μένου ᾗ μὲν οὑν κοινόν οὐκ ἔστιν ἀδολεσχία ἡ κατηγορία, ᾖ δὲ ἴδιον, οὐ συνεπεκτανθήσεται τὸ μερικὸν τῷ καθόλου a 1 ἑτέρων γενῶν C 3 προλαμβ Ammon.: προσλαμβ. CFa 5 σειρᾶς F ἐκδέδοται a 6 ἐντ’. ἡμῖν coll. a ὁ φίλ’. παραδ. coll. T τε πάντη om. C 6. 7 ἑτερογενῶν (utrobique) a 7 ὅτι] ἐπὶ F posl γενῶν add. καὶ μὴ ὑπάλληλα τεταγμένων a 10 ante τὸ θν. add. καὶ F 12 τῶ Coisl. 330: τὸ CF: ἡ τὸ a τῆς ἐπιστήμης F 13 διαιρετικὰ a)
    40

    p. l b 1 6 τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι [*](34r) τῷ εἴδει καὶ αἱ διαφοραί. |

    [*](34v)

    Λημμάτιά τινα προλαμβάνει χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν προκειμένην διδασκαλίαν · ἐπειδὴ γὰρ αἱ κατηγορίαι καὶ γενικώτατά εἰσι γένη καὶ ἐφ’ ἑκάστης σειρά τις ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν, κανόνα διακριτικὸν ἡμῖν ἐνταῦθα παραδίδωσιν ὁ φιλόσοφος τῶν τε πάντῃ ἑτέρων γενῶν καὶ τῶν ὑπαλλήλων καί φησιν ὅτι τῶν ἑτέρων γενῶν πάντως ἕτεραι καὶ αἱ διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί, οἷον ζῴου καὶ ἐπιστήμης· ζώου μὲν γὰρ διαφοραὶ συστατικαὶ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, διαρετικαὶ δὲ τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν διαφοραί, εἰ τύχοι, τὸ ἄπταιστον τῶν λόγων καὶ βέβαιον τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὰ τῇ ἐπιστήμῃ ὑποκείμενα πράγματα, διαιρετικαὶ δὲ τὸ θεωρητικὸν καὶ πρακτικόν. ἕτεραι οὖν

    41
    ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. | ἐπειδὴ δὲ τὰ ἕτερα [*](35r) γένη πολλαχῶς λέγεται λέγεται γὰρ ἕτερα ἢ τὰ πάντῃ διεστηκότα ἀλλήλων, ὡς ἡ οὐσία καὶ τὸ ποσόν, ἢ τὰ μὴ πάντῃ κεχωρισμένα ἀντιδιῃρη- μένα μέντοι ἀλλήλοις ἀπὸ τῆς αὐτῆς διαιρέσεως , οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ ταῦτα κοινὸν γένος τὸ ζῷον· λέγεται δὲ καὶ τὰ ὑπάλληλα ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων μὲν γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ τε ἀπλῶς ζῴου καὶ τοῦ λογικοῦ ζῴου· ἀμφοτέρων γὰρ αἱ αὐταὶ δια- φοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί· συστατικαὶ γὰρ ἀμφοτέρων τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἀλλὰ καὶ αἱ διαιρετικαὶ αἱ αὐταί, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. τῶν δὲ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἀλλ’ ἑτέρων οὔτε αἱ συστατικαὶ οὔτε αἰ διαιρετικαὶ αἱ αὐταί, ὡς ἐπὶ τοῦ ζῴου εἴπομεν καὶ τῆς ἐπιστήμης. τῶν δέ γε ὑπαλλήλων, ὡς εἴρηται, αἱ μὲν συστατικαὶ πάντως αἱ αὐταί, αἱ δὲ διαιρετικαὶ οὐ πάντως αἱ αὐταί, ἀλλ’ ἐνδέχεται εἶναι καὶ ἑτέρας, ὡς ἐπὶ τοῦ ζῴου καὶ τοῦ ἀλόγου ζῴου· συστατικαὶ μὲν γὰρ αἱ αὐταί, ὡς εἴρηται, διαιρετικαὶ δὲ οὐχὶ αἱ αὐταί τοῦ τοῦ μὲν γὰρ ἁπλῶς ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, | τοῦ [*](35v) δὲ ἀλόγου τὸ πτηνὸν τὸ ἔνυδρον τὸ χερσαῖον. ὁ αὐτὸς δὲ λόγος ἁρμόσει καὶ ἐπὶ τῶν ἀντιδιῃρημένων ἀλλήλοις γενῶν· καὶ τούτων γὰρ συστατικαὶ μὲν αἱ αὐταί, διαιρετικαὶ δὲ ἕτεραι· ἀλόγου μὲν γὰρ αἱ εἰρημέναι, λογικοῦ δὲ θνητὸν ἀθάνατον οὐράνιον χθόνιον.

    Καλῶς δὲ τῷ εἴδει προσέθηκε, τοῦτ’ τοῦτ’ ἔστι τῷ πράγματι· ἐνδέχεται γὰρ τῶν ἑτέρων γενῶν κατὰ ἀναλογίαν τὰς αὐτὰς εἶναι διαφοράς· λέγομεν γὰρ τῶν σκευῶν τὰ μὲν εἶναι ὑπόποδα τὰ δὲ ἄποδα· ἄποδα μὲν θυία καὶ δοῖδυξ καὶ τὰ τοιαῦτα, ὑπόποδα δὲ θρόνος καὶ κλίνη· ἀλλὰ καὶ τῶν ζῴων τὰ μὲν λέγομεν ὑπόποδα εἶναι τὰ δὲ ἄποδα. ἀλλ’ αὗται αἱ διαγενῶν [*](1 post γενῶν add. ex Marc. 217 ἄλλως δὲ διεῖλε πλάτων’ ἐν γοργίᾳ, ὅτι τῶν ἐπιστημῶν αἱ μέν εἰσι μόνως λογικαί, ὡς ἡ διαλεκτική, αἱ δέ μόνως πρακτικαί, ὡς ἡ γραφική, αἱ δὲ μικταί, λογικαὶ ἅμα καὶ πρακτικαί· καὶ τοῦτο τριχῶς· ἣ γὰρ ἐπίσης ἔχουσι λόγου καὶ πράξεως, ὡς ἡ κιθαρῳδία· ἅμα γὰρ ᾄδει καὶ κιθαρίζει. διαφέρει δὲ τῆς κιθαριστικῆς, ὅτι αὕτη μὲν πλήττει καὶ ᾄδει, ἡ κιθαριστικὴ δὲ πλήττει μόνον, ὡς ἡ πεττευτικὴ τῆς ῥίψεως προκηρύττει τὰ ὧν δεῖται καὶ τῆς μεταθέσεως προδιομολογεῖ τὰ ἀπὸ τῆς βολῆς· ἢ οὖν αἱ μικταὶ ἐπίσης ἔχουσι τῷ λόγῳ τὴν πρᾶξιν ἡ πλείονα ἔχει τὸν λόγον τῆς πράξεως, ὡς ἡ ὑποκριτικὴ κατὰ τὸ εἰ μένον ἀπό τινος· ἀπόδος ἅπερ ἔλαβες ἐμοῦ πατρὸς πάρα· τοῦ δὲ κατὰ τὸ σιωπώμενον ἀνα- νεύσαντος εἶπεν· οὐ χρήματα ἔφην. ἢ τὸ ἀνάπαλιν πλείονα τὴν πρᾶξιν τοῦ λόγου, ὡς ἡ ἰατρική· ἰατρικὴ γὰρ εἴρηται ὡς ἰατρικὴ μᾶλλον οὔσα ἡ λογική· καὶ τῷ λόγῳ γὰρ διὰ τὴν διάγνωσιν χρῆται καὶ τὴν θεραπείαν· ὁ γὰρ ἄριστα γνοὺς ἄριστα θεραπεύσει a ἐπεὶ C 2 λέγεται (alt.) οm. F ’1 ἡ om. a 3. 4 ἀντιδιαιρούμενα a 4 ἀλλήλων C post οἷον add. καὶ a 6 ἡ om. Fa alt. καὶ] τὸ C 10 τὸ om. om. a 10. 12 ante αἱ αὐταί add. καὶ F 12 τοῦ om. F 14 καὶ πάντ’. (pr. 1.) F 16 οὐχ a 17 τὸ (ante ἀθάν.) om. Fa 18 καὶ τὸ χερσ. καὶ τὸ χέρσ’. F 19 διηρημ. F ἀλλήλων C 20 αἰ αὐτ’.] ἑαυταὶ C 22 posl πρᾶγμ’ add. ἶνα τὰς οὐσιώδεις λάβωμεν διαφοράς a 24 θυεία a 24. 25 καὶ δοῖδυξ om. a 25 alt. καὶ om. C 26 λέγ’. τά μέν εἶναι ἄπ’. τὰ δὲ ὑπ’. coll. Ca)

    42
    φοραὶ οὐκ εἰσὶν εἰδοποιοί· οὐ γὰρ τῷ εἶναι δίπους ὁ ἄνθρωπος χαρακτηρίζεται. [*](35v) ἀλλ’ οὐδὲ εἰ τῇ φωνῇ αἱ αὐταὶ εἶναι δοκοῦσι διαφοραί, ἤδη καὶ κατ’ εἶδος αἱ αὐταί εἰσιν· οὐδὲ γὰρ τί) ὖ αὐτοῦ εἴδους οἵ τε τῆς κλίνης πόδες καὶ οἱ τοῦ ζῴου, ἐπεὶ μηδὲ ἡ ἐνέργεια ἡ αὐτή. ἐξ ἀναλογίας δὲ εἴπερ ἄρα ἡ ὁμοιότης· τὰ γὰρ κάτω μέρη οἷον ἐρείσματα καὶ τοῦ ζῴου καὶ τῆς κλίνης πόδες καλοῦνται· ὡς γὰρ πρὸς ζῷον οἱ πόδες, οὕτω καὶ πρὸς κλίνην οἱ ἑρμῖνες· ἀλλ’ οὐκέτι καὶ τὰς λοιπὰς χρείας τῶν ποδῶν ἀποδιδόασι, τὸ βαδίζειν φέρε καὶ συμμετάγειν τῇ ἰδίᾳ κινήσει τὸ σῶμα καὶ τὰ παραπλήσια· ὥστε οὐκ εἴδει οἱ αὐτοί, ἀλλὰ φωνῇ καὶ ἀναλογίᾳ.

    p. 1b18 Ibis χώου μὲν γὰρ διαφοραὶ οἷον τὸ πεζὸν καὶ τὸ καὶ τὸ δίπουν καὶ τὸ ἔνυδρον.

    Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ οὐσιώδεις μὲν τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀπὸ τοῦ χρόνου δὲ τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον, καὶ ἀπὸ τοῦ τόπου ἐν ὧ διατρίβουσιν ὡς τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ ἀπὸ τῶν μορίων [*](36r) τοῦ σώματος ὡς τὰ ὑπόποδα καὶ τὰ ἄποδα, καὶ ἕτεραι δέ εἰσι διαφοραὶ ἐξ ἄλλων ὑπαρχόντων αὐτοῖς. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χργσλάμενος τῷ ἀπὸ τοῦ τόπου ἐπίτηδες ἐν μέσῳ καὶ ἀπὸ ἑτέρας διαιρέσεως παρενέβαλε τῆς ἀπὸ τῶν μορίων παράδειγμα, διδάξαι βουλόμενος ὡς ἁδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφορὰς ἐπὶ τῶν προκειμένων εἰς ἑξέτασιν γενῶν· οὔτε γὰρ κατὰ πρώτην διαίρεσιν οὕτε κατὰ δευτέραν οὔτε κατ’ οὐδεμίαν ἁπλῶς κοινωνοῦσιν ἀλλήλοις τὰ ἕτερα γένη.

    p. 1b20 τῶν δέ γε ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι.

    Καλῶς εἶπεν ὐδὲν οὐ γὰρ ἐξ ἀνάγκης αἱ αὐταί εἰσι δια- φοραὶ τῶν ὑπαλλήλων γενῶν, ὡς εἰρήκαμεν, πολλάκις μέντοι συμβαίνει τὰς αὐτὰς εἶναι. αἱ μὲν γὰρ συστατικαὶ ἀεὶ αἱ αὐταὶ ὑπάρχουσιν, εἰ καὶ μὴ μόναι πλείονες γὰρ αἱ τῶν ὑποκάτω), ἔστι δ’ ὅτε καὶ αἱ διαιρετικαί, ὡς εἴρηται ἀνωτέρω.

    [*](1 τῶ] τὸ Fa 4 ἡ (prius) om.. Ca ἀγγελίας C 4. 5 δὲ εἴπερ ouq. F 5 post μέρη add. καὶ C ἔρεισμα F τοῦ om. a 7 τῶν γὰρ ποδῶν F 8 φέρε om. F: φέρε εἰπεῖν a 10 οἷον om. Arist. τό τε πεζ. Arist. 10. 11 καὶ τὸ δίπ. καὶ τὸ πτ. coll. Arist. 11 τὸ (ante ἔνυδρα.) om. C 13 τὸ (ante ἄλογ’.) om. a 15 post πεζὸν add. καὶ τὸ δίπουν a 16 δέ om. F IS post διαιp. add. δια- φορὰς Ca 20 διαφ. παραλαμβάνει (sic) C 22 ἑτερογενῆ a 24 εἶναι διαφ· coll. F 26 εἰρήκαμεν] p. 41,13 28 μόνον Γ’ αἱ (alt.) om. a)
    43

    p. 1b25 τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον [*](36r) ἤτοι οὐσίαν σημαίνει η ποσὸν η ποῖον.

    Παραδοὺς τῶν φωνῶν τὴν εἰς δύο διαίρεσιν, τήν τε εἰς τὰς ἁπλᾶς καὶ τὰς συμπεπλεγμένας, ἠβουλήθη κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν πραγμάτων διαίρεσιν ποιήσασθαι | καθ’ ἑκάτερον τμῆμα. παραδοὺς οὖν [*](36v) ἡμῖν πρότερον τὴν εἰς τέσσαρα τῶν ὄντων διαίρεσιν ὡς συμπεπλεγμένων νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσιν ὡς ἁπλῶν. καὶ πρότερον διὰ παπαδειγμάτων τῶν οἱονεὶ σκιαγραφεῖ ἡμῖν αὐτά, ἵνα εἰς ἔννοιάν τινα αὐτῶν ἡμᾶς ἀγάγῃ, ὕστερον δὲ διηρθρωμένως ἡμᾶς περὶ ἑκάστου διδάξει. διὰ τί δὲ εἶπε τῶν κατὰ μηδεμίαν σὺ συμπλοκήν; τί γάρ; εἰσὶ πλείους συμπλοκαί; λέγομεν ναί· ἢ γὰρ ἡ μὲν φωνὴ ἁπλῆ ἐστι τὸ δὲ σημαινόμενον σύνθετον, ’τον, ὡς τὸ τρέχω, ἢ τὸ μὲν σημαινόμενον λοῦν ἡ δὲ φωνὴ σύνθετος, ὡς τὸ Ἄρειος πάγος καὶ Κόρακος πέτρα καὶ ὡς οἱ ὁρισμοὶ καὶ τὰ ὁριστά, ἢ καὶ τὸ σημαινόμενον καὶ ἡ φωνὴ σύνθετα, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ’ , ἢ ἀμφότερα ἁπλᾶ, ὡς αἱ κατηγορίαι. ἐνταῦθα οὖν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων τὴν διαίρεσιν ποιεῖται τῶν μήτε κτὰ φωνὴν μήτε κατὰ τὸ σημαινόμενον συμπεπλασμένων. καλῶς δὲ εἶπε λεγομένων διὰ τοὺς συνδέσμους καὶ τὰ ἄρθρα καὶ τὰς προθέσεις, ἅτινα καθ’ αὑτὰ οὐ λέγεται οὐδὲ σημαίνει τι, ἀλλ’ ἁπλῶς φωναί εἰσι συνεκφωνούμεναι μετὰ ἄλλων καὶ οὕτως συσσημαίνουσαι ἐκείναις πράγματα. καὶ ἐντεῦθεν δὲ πάλιν πρόδηλος ὁ σκοπὸς τοῦ βιβλίου · τῶν γὰρ κατὰ μηδεμίαν, φησί, συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει· ὥστε περὶ φωνῶν σημαινουσῶν πράγματα διαλαμβάνει· δῆλον οὖν ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων. ὅτι δὲ καὶ [*](1 τῶν δὲ C 5 post τμῆμα add. τῶν φωνῶν F 6 πρότ. ἡμῖν coll. Γ’ συμπλεκομένων F post συμπ. add. τῆς καθόλου δηλαδὴ οὐσίας καὶ τῆς με- ρικῆς τοῦ καθόλου συμβεβηκότος καὶ τοῦ μερικοῦ a νῦν δὴ C 7 παράδειγμ’. ] πραγμάτων a 8 οἱονεὶ] ὡσανεὶ C αὐτὰ ἡμῖν coll. C 9 διδάξῃ Ca 11 λέγομεν ora. a 13 ἡ κόρακος Ca 17 συμπλεκομένην F 20 συσσημαινόμεναι a ἐκείναις scripsi: ἐκείνοις Ca: ἐκείνης F 21 πάλιν a: δῆλον F: om. C 22 ἤτοι ora. C 24 1 οὖν] μὲν C post νοημάτων add. ex Marc. 217 Ἰστέον ὅτι λόγῳ ὑπογράφων τὰ πράγματα ἀμυδρὰν ἔμφασιν ἡμῖν παρέχεται τῶν κατηγοριῶν • ἡ μὲν γὰρ παχυμερὴς αὐτῶν διδασκαλία ἐπὶ ψιλῶν τῶν παραδειγμάτων πρόεισι μόνον, ἡ δὲ λεπτομερὴς τά τε ἴδια καταλέγει ἑκάστης καὶ τὴν διαίρεσιν, ἶνα καὶ τὰ ὑπάρχοντα ταῖς κατηγορίαις γνῶμεν διὰ τῶν ἰδίων καὶ τὰ αὗται ὑπάρχουσι διὰ τῆς διαιρέσεως. ἀλλ’ αὐτὸς μὲν ἐπὶ δέκα παραδειγμάτων ποιεῖται τὴν ἀπαρίθμησιν τῶν δέκα κατηγοριῶν , ἡμεῖς δέ ἐπὶ ἑνὸς καὶ τοῦ αὑτοῦ παραδείγματος ποι μέθᾳ τὴν διδασκαλίαν, ἐπὶ τοῦ σωκράτους. ὁ τοίνυν σωκράτης οὐσία μὲν ὡς ἄνθρωπος καὶ ποσὸν ὡς δίπηχυς ἡ τρίπηχυς, ποιὸν ἑ ὡς λευκὸς ἣ μουσικός, πρός τι δὲ ὡς κηδεμὼν τῶν νέων ἢ σωφρονίσκου υἱός, ποῦ δὲ ὡς ἐν λυκείῳ διδάσκων, ποτὲ δὲ ὡς ἐπὶ τῶν πελοποννησιακῶν χρόνων γεγονώς, καὶ ποιεῖν ὡς ὁρῶντα καὶ πάχειν ὡς ὁρώμενον, κεῖσθαι ὡς ἑστῶτα ἡ καθήμενον ἡ ἀνακεκλιμένον ὑπὸ τὴν πλάτανον διὰ τὸ χαμαιπετές τῶν τοῦ λυσίου λόγων ἀκροᾶσθαι ἢ γὰρ πάντα ὄρθια τὰ μέλη καὶ λέγεται ἑστάναι, ἡ πάντα ὕπτια καὶ λέγεται ἀνα- κεκλίσθαι), ἔχειν δὲ ὡς ἱμάτια περικείμενα. καὶ ἀποροῦσι τινὲς ὅτι πῶς λέγομεν ὅτι ἁπλαῖ εἰσὶν αἱ κατηγορίαι, εἴ γε αἱ τέσσαρές εἰσιν, ὡς προείρηται, ἁπλαῖ, αἰ ἓξ δὲ σύνθετοι· καὶ λέγομεν ὅτι συνθέτους αὐτὰς καλοῦμεν, διότι ἔμφασιν ἡμῖν συνθέσεως εἰσάγουσιν, ἐπεὶ αὗται ἁπλαῖ εἰσιν. οὐ γὰρ κατηγορία τὸ ἐν τόπῳ ὃν οὐδὲ κατηγορία τὸ ἐν χρόνῳ ὄν, ἀλλὰ κατη- γορία τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἐν χρόνῳ εἶναι· διὰ τοῦτο γὰρ καὶ ἀπαρεμφάτους ὠνόμασέ τινας ἐξ αὐτῶν, ἵνα μὴ τῷ ἐφέλκεσθαι πρόσωπα σύνθεσίν τινα εἰσαγάγῃ. οἷον τὸ ποιεῖν καὶ τὸ πάσχειν καὶ τὸ ἔχειν καὶ τὸ κεῖσθαι ἀπαρέμφατά εἰσιν. ἐπειδὴ δὲ γένος τὸ ὃν τῶν δέκα κατηγοριῶν , δύνανται καὶ τάξιν ἐπιδέχεσθαι· προτέρα οὑν ἡ οὐσία ὡς ὑποκειμένη πᾶσι, δεύτερον τὸ ποσόν, ἐπεὶ καὶ ἡ ἀνείδεος ὕλη πρότερον ποσοῦται εἶθ’ οὕτω ποιοῦται, τρίτον τὸ ποιὸν καὶ τοῦ πρός τι πρῶτον, ἐπειδὴ καὶ τὸ καθ’ αὑτὸ τοῦ ἐν σχέσει πρῶτον. ἀλλ’ εἰ ταῦτα οὕτω, πρότερα τὰ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξ οὐσίας καὶ ποιοῦ, καὶ τὰ ἐξ οὐσίας καὶ ποιοῦ τῶν ἐξ οὐσίας καὶ πρός τι. ἐστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν· οὐ πασῶν οὐσίαν σημαίνει· οὐ γὰρ ἀναφαίνεται ἡ νοηνὴ οὐσία, ἀλλ’ ἡ αἰσθητή· σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπά, ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. Ποιὸν δὲ οἷον λευκὸν γραμματικόν • ἐνταῦθα δεῖ ἐπισημνήνασθαι, ὅτι τῆς ποιότητος πάσης μὲν οὔσης ἐν ὑποκειμένῳ , οὐ πάσης δὲ τὸ αὐτὸ ὑποκείμενον κατ’ εἶδος λαχούσης, ἀλλὰ τῆς μὲν ἐν σώματι συνισταμένης, οἷον θερμότητος, τῆς δὲ ἐν ψυχῇ τὸ εἶναι ἐχούσης, οἷον γεωμετρίας, βουλόμενος διὰ τῶν παραδειγμάτων ἐνδείξασθαι τὸ διττὸν εἶδος τῆς ποιότητος, ἐπεφώνησε λέγων, ποιὸν δὲ οἶον λευκὸν πραγματικόν (sic), τῆς μὲν ἐν ὑποκειμένῳ σώματι ποιότητος ὑπόδειγμα λαβὼν τὸ λευκὸν τῆς δὲ ἐν τῆ ψυχῇ τὸ εἶναι ἐχούσης τὸ γραμματικόν. ἔχειν δὲ οἶον ὡπλίσθαι καθωπλίσθαι a 1 τοῦτο C 2 λεγομένων oui. Ca 3 δὲ om. C ὑποδεδέσθαι ὡπλίσθαι a 4 τῶ ποιεῖν τὸ πάσχ’. Ammon.: τὸ ποιεῖν τὸ πάσχ’. C: τὸ πάσχ’· τῶ ποιεῖν F: τὸ ποιεῖν τῶ πάσχ’. a 5 μίαν μὲν om. F: μίαν om. a τὴν ἀπὸ τοῦ (utrobique) C 6 οὕτω] οὐ C τὸ γὰρ ἔχειν τῶ ἔχ’· Ca 7 οὒκ om. C μόνον γε τοῦ ἔχειν a 10 ante οὐκοῦν defectum signavi, suppleveris τὸ σῶμα γάρ, ἔχειν λέγεται ὅπλον ἢ ἱμάτιον οὐκοῦν — ἱμάτιον (13) om. a 11 καὶ ὁ κῆπος — ὐπ’ αὐτοῦ om. etiam C 15 σχέσει δὲ coll. F)

    44
    περὶ ἁπλῶν τούτων, προφανές· τῶν κτὰ μηδεμίαν γάρ φησι συμ [*](37v) πλοκήν λεγομένων.

    p. 2a3 ἔχειν δὲ· οἷον ὑποδέδεται ὥπλισται.

    Ζητοῦσί τινες τί δή ποτε μὴ ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν μίαν μὲν ἔταξε τὴν τοῦ πάσχειν, ἑτέραν δὲ τὴν τοῦ ποιεῖν, οὕτω καὶ ἐνταῦθα τοῦτο ποιεῖ· τῷ γὰρ ἔχειν τὸ ἔχεσθαι ἀντίκειται, καὶ οὐκ εἶπε κατηγορίαν τὴν τοῦ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν οὖν ὅτι ὑπὸ τὸ κεῖσθαι τοῦτο ἀναχθῆναι δύναται, λέγω δὴ τὸ ἔχεσθαι· ἔχεσθαι γὰρ λέγομεν τὸ κείμενόν που, ὡς ἐν κήπῳ, εἰ τύχοι, δένδρα ἢ ὡς ἐν σώματι ὅπλον ἢ ἱμάτιον· * οὐκοῦν ταῦτα ἔχεσθαι κληθείη ὑπ’ αὐτοῦ, καὶ ὁ κῆπος ἔχειν δένδρα, οὐκοῦν καὶ ταῦτα ἔχεσθαι ὑπ’ αὐτοῦ. ταῦτα δὲ καὶ κεῖσθαι, ὡς εἴρηται, φήσομεν. ὅθεν καὶ οὕτω πολλάκις φαμὲν ὅτι περίκειται ἱμάτιον ἢ περίκειται ὁ δεῖνα τὰ ὅπλα. ὥσπερ οὖν ἐπὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀμφότεραι αἱ κατηγορίαι τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί εἰσι, τῇ δὲ σχέσει διαφέρουσιν ὅταν μὲν γὰρ ἀπὸ τοῦ | ποιοῦντος [*](38r) οὑντὸς ἀρξώμεθα, ποιεῖν λέγομεν , ὅταν δὲ ἀπὸ τοῦ πάσχοντος, πάσχειν),

    45
    οὕτως καὶ ἐνταῦθα τὸ ἔχειν καὶ τὸ κεῖσθαι ἤτοι ἔχεσθαι τῷ μὲν ὑτοκειμένῳ [*](38r) ταὐτά εἰσι, τῇ δὲ σχέσει διαφέρουσιν· ὅταν μὲν γὰρ ἀπὸ τοῦ ἔχοντος ἀρξώμεθα, ἔχειν λέγομεν, ὅταν δὲ ἀπ’ ἐκείνου ὃ ἔχειν τις λέγεται, κεῖσθαι ἤτοι ἔχεσθαι.

    p. 2a4 Ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ’ αὑτὸ οὐδεμιᾷ καταφάσει λέγεται ἢ ἀποφάσει, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται.

    Ἑντεῦθεν διακρίνει τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου τοὐ ἐφεξῆς, λέγω δὴ τοῦ Περὶ ἑρμηνείας, ὅτι ἐν τούτῳ μὲν διδάσκει περὶ ἁπλῶν φωνῶν, ἐν ἐκείνῳ δὲ περὶ καταφάσεως καὶ ἀποφάσεως · διακρίνει δὲ συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι, μέσον ὅρον λαμβάνων τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· φησὶ γὰρ ‘πᾶσα κατάφασις ἢ ἀπόφασις ἀλήθειαν ἢ ψεῦδος σημαίνει, ἀλλὰ μὴν οὐδεμία ἁπλῆ φωνὴ ἀλήθειαν ἢ ψεῦδος σημαίνει· οὐδεμία ἄρα ἁπλῆ φωνὴ κατάφασιν ἢ ἀπόφασιν σημαίνει’ · οὐδὲ γὰρ ἐὰν εἴπω μυριάκις ‘ἂνθρωπος ἄνθρωπος’, οὔτε ἀληθεύω οὔτε ψεύδο- μαι. ὁμοίως δὲ κἄν μυριάκις εἴπω ‘περιπατεῖ περιπατεῖ , οὔτε ἀληθεύω οὔτε ψεύδομαι. εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ‘περιρατῶ’, ἢ ἀληθεύει ἢ ψεύδεται εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), λέγομέν ὅτι ὁ εἰρηκὼς περιπατῶ δυνάμει περιέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ‘περιπατῶ ἐγώ’ ὥστε πᾶ ὁ λέγων ‘ περιπατῶ) δυνάμει περιλαμβάνει πρὸς ὑπόστασιν καὶ τοὐ ἀληθοῦς καὶ τοῦ ψευδοῦς τὸ ἐγώ καὶ οὐχὶ κατη- γορίαν μόνην αὐτὴν καθ’ αὑτὴν λέγει οὐδὲ ἀπλῆν φωνήν· εἴπο μὲν γὰρ 38v ἤδη ὅτι οὐ τῇ φωνῇ μόνῃ κριτέον τάς τε ἁπλᾶς καὶ τὰς συνθέτους, ἀλλ’ ὅτι καὶ συμπεπλεγμέναι φωναὶ εἰ ἁπλοῦν τι σημαίνοιεν, ἁπλαῖ εἰσι, καὶ ἁπλαῖ τινες εἰ συμπεπλεγμένον καὶ μὴ ἀπλοῦν ἔχοιεν τὸ νοητόν, σύνθετοι· ὥστε τὸ τρέχω οὐχ ἁπλοῦν, ἐπεὶ μηδὲ τὸ σημαινόμενον ἁπλοῦν. εἶπε δὲ ὁ Ἀριστοτέλης, αὐτὴν ταύτην τὴν ἀπορίαν προαναστέλλων, ὅτι τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων, τοῦτ’ ἔστι τῶν μηδὲ κατὰ τὸ σημαινόμενον συμπεπλεγμένων. αἱ μὲν οὖν ἁπλαῖ φωναί, ὡς εἴρηται, οὐδεμίαν ἀλήθειαν ἢ ψεῦδος σημαίνουσιν αὐταὶ καθ’ αὑτὰς λεγόμεναι, πᾶσα μέντοι κατάφασις ἢ ἀπόφασις πάντως ἤτοι ἀλήθειαν ἢ ψεῦδος δημαίνει, οἷον ἐὰν εἴπω ‘Σωκράτης περιπατεῖ’ , εἰ μὲν τύχοι περιπατῶν, ἠλή- θευσα, εἰ δὲ καθήμενος, ἐψευσάμην , καὶ πάλιν ἐὰν εἴπω ‘Σωχπάτης οὐ περιπατεῖ’ , εἰ μὲν τύχοι μὴ περιπατῶν, ἠλήθευσα, εἰ δὲ περιπατῶν, [*](3 post λέγομεν add. ὐπ’ ἐκείνου P 11 μέσον δὲ ὅρον λαμβάνει a 13 ἀλλὰ μὴν οὐδ’.] οὐδεμία δὲ Ca 13. 14 ἀλἡθειαν— φωνὴ om. a 17 εἴπῃ (pr. 1.) K 18 τύχοι a Ammon.: τύχη CF 19 ὁ om. E ἐὰν F 20 περιλαμβάνει a: περιέλαβε C: om. F 21 καὶ (primum) otn. C 22 καθ’ αὑτὴν om. C ἴπομεν] p. 26,8 sq. 23 μόνον C ῥητέον F 2 I σημαίνειεν Ca 25 ἔχουσι F 27 αὐτὴν om. F 29 συμπεπλεγμένων om. F 32 ἐὰν] ὅταν I τύχοι a : τύχη CF (cf. v. 18) 32. 33. 34 ἡλίθευσα C 34 τύχη C)

    46
    ἐψευσάμην. αἱ οὖν κατηγορίαι, ὡς εἴρηται, ἁπλαῖ φωναὶ οὖσι οὐδεμίαν [*](38v) ἀλήθειαν ἢ ψεῦδος σημαίνουσι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας ποιοῦσι κατάφασιν ἢ ἀπόφασιν, ἐν αἷς ἡ ἀλήθεια καὶ τὸ ψεῦδος, οἷον ‘ἄνθρωπος τρέχει’ ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν 〈γέγονε κατάφασις〉, προσλαβοῦσα δὲ ἡ κατάφασις μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ‘ἄνθρωπος οὐ περιπατεῖ.’

    p. 2a5 ’Ev οὐδεμιᾷ καταφάσει λέγεται ἢ

    Tὰ πολλὰ τῶν βιβλίων καὶ δοκοῦντα καλῶς ἔχειν οὐκ ἔχει τὸ ἢ ἀποφάσει, ἀλλὰ μόνον τὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται εἰ γὰρ κατάφασιν οὐ σημαίνει οὐδεμία τῶν κατηγοριῶν, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δέεται καὶ τοῦ ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις <τὸ> ποιεῖν <ἤ> τινα τῶν ἄλλων κατηγοριῶν κατάφασιν ἀπόφασιν.

    [*](39r)

    Ζητοῦσι δέ τινες ὑπὸ ποίαν κατηγορίαν δεῖ ἀνάγειν τό τε σημεῖον καὶ τὸ νῦν καὶ τὴν μονάδα. ὑπὸ μὲν τὴν οὐσίαν οὐκ ἐνδέχεται· ἡ γὰρ οὐσία αὐθυπόστατόν τί ἐστι, τούτων δὲ οὐδὲν ἰδίαν ἔχει ὑπόστασιν· τό τε γὰρ σημεῖον ἐν γραμμῇ ἔχει τὸ εἶναι πέρας ὂν γραμμῆς καὶ ἀρχή, καὶ τὸ νῦν ἐν χρόνῳ • ἀρχὴ γάρ ἐστι καὶ πέρας χρόνου καὶ οὐ χρόνος νῦν δὲ λέγω τὸ ἀκαριαῖον, οὐ τὸ πλατυκῶς λεγόμενον), καὶ ἡ μονὰς ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ οὐδαμῶς, διὸ οὐδὲ ἰδίᾳ ἐστὶν ἀριθμός, ἀλλ’ ἐν ἀριθμῷ ἔχει τὸ εἶναι· ἀρχὴ γάρ ἐστιν, ἡ δὲ ἀρχὴ ἐν ἐκείνοις ἔχει τὸ εἶναι ὧν ἐστιν ἀρχή. ἀλλὰ μὴν οὐδὲ ποσὰ ταῦτα λέγειν δυνατόν· τοῦ γὰρ ποσοῦ ἴδιον τὸ ἴσον καὶ τὸ ἄνισον, τὸ δὲ σημεῖον ἢ τὸ νῦν τίνι ἄν εἴη ἴσον; οὔτε γὰρ σημεῖον σημείῳ λέγεται ἴσον οὔτε τὸ νῦν ὁμοίως, ἀλλ’ οὐδὲ ἡ μονὰς μονάδι ᾗ μονάς ἐστιν· ἴσα γὰρ λέγομεν τὰ τὸ ποσὸν ἔχοντα τὸ αὐτὸ καὶ μέρη ὁμοίως τὰ αὐτά, ταῦτα δὲ οὔτε ποσά ἐστι καὶ ἀμερῆ· ἀλλ’ οὐδὲ ἄνισον ἐπὶ τούτων λεχθῆναι δύναται, εἰ καὶ συγχωρήσει τις ἐπὶ τού- [*](1 εἴρηται] p. 43,23 sq. 45,9 οὖσαι φωναὶ coll. a 4 γέγονε κατάφασις Ammon.: om. CFa 5 μέσον post μόριον coll. Γ’ τὸ] τι a 7 καταφ. λέγ’.] καταφ. γίνεται C: γίνεται καταφ. F (sed cf. v. 9) 8 ἡ a Amnion.: om. CF 10 οὐ σημαίνει] οὐ- σία C 11 δεῖται a ὑποπτεύει F 12 τὸ Ammon.: om. CFa ποιεῖν om. Ca ἢ addidi ἄλλων om. C ἤπερ] ἢ F 14 ante ζητοῦσι add. ex Ammon. (p. 35, 3) γάρ γὰρ δοκεῖ κατάφασις ἡ ἀπόφασις ἤτοι ἀλήθειαν ἡ ψεῦδος σημαίνειν. ’I ὁ δοκεῖ πρόσκειται, ἐπειδὴ οὐ πάντως ἡ κατάφασις ἀληθεύει οὐδὲ πάντως ἡ ἀπόφασις ψεὐδεται· οἶον ἐὰν εἴπῃ εἴποι a) τις τρέχω ἡ οὐ τρέχω. ἐπεὶ οὖν ἐν τούτοις δυνάμει προσυπα- κούεται τὸ ἐγώ, τούτου χάριν εἶπε δοκεῖ· ἡ οὖν add. a) τοῦτο ἢ ἢ om. C) ὅτι παρέλκεται τὸ δοκεῖ, ἢ ὅτι σφάλμα ἐστὶ καλλιγραφικὸν ἢ ὅτι ἀντὶ τοῦ οὕτω δοκεῖ πᾶσι. Ca κατηγορίαν om. F τε om. F 17 ante γραμμῆς add. καὶ F 18 καὶ οὐ χρόνος om. C lit πλατικῶς CF 20 ἀριθμοῦ] ἀριθμῶν F ἐστὶν ἀριθμός om. C ἀλλ’] ὡς C 22 οὐδὲ ’aiis. 2051: οὔτε CFa λέγ’. ταῦτα coll. C 23 post alt. ἴσον add. ἢ ἄνισον F 24 τὸ om. F 25 μονάδι a: om. CF 26 τὰ αὐτά om. F 26. 27 ἀλλ’ οὐδὲ — λἐγεσθαι (p. 47,1) eicias 27 καὶ] γὰρ C)

    47
    τῶν τὸ ἴσον λέγεσθαι· χρόνῳ γὰρ χρόνος ἢ ἴσος ἢ ἄνισος καὶ ἀριθμὸς [*](39r) ἀριθμῷ καὶ γραμμὴ γραμμῇ, ἅτε ποσὰ ὄντα κατὰ γὰρ τὴν ταὐτότητα τῶν μερῶν ἢ ἴσα φαμὲν ἡ ἄνισα), ταῦτα δὲ ἀμερῆ τε ὄντα καὶ μηδὲν τῶν εἰρημένων ὑπάρχοντα τὴν πρὸς ἕτερα παραβολὴν ἐκπέφευγεν. ἄλλως τε τοῦ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον , ταῦτα δὲ οὔτε συνεχῆ ἐστιν οὔτε διωρισμένα ἀμερῆ ὄντα· συνεχὲς γὰρ λέγομεν τὸ [*](39v) ἔχον τὰ μέρη ἡνωμένα, διωρισμένον δὲ τὸ ἔχον τὰ μέρη κεχωρισμένα. ἰστέον δὲ ὅτι τινὲς ὑπὸ τὰ πρός τι βούλονται ἀνάγειν αὐτά λέγοντες ὅτι ταῦτα ἀρχαί εἰσι τῶν μετὰ ταῦτα, τὸ μὲν σημεῖον τῆς γραμμῆς, ἡ δὲ μονὰς τοῦ ἀριθμοῦ, τὸ δὲ νῦν τοῦ χρόνου· εἰ οὖν αἱ ἀρχαὶ τινῶν ἀρχαί, τοιαῦτα δὲ τὰ πρός τι πατὴρ γὰρ υἱοῦ πατὴρ καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ), καὶ ταῦτα ἄρα ὑπὸ τὰ πρός τι ἀνάγονται. ἀλλὰ λέγομεν ὅτι τὰ πρός τι, ὡς αὐτὸς ὑποκατιὼν λέγει, σχέσεις τινές εἰσι μόνον καὶ οἰκείαν ὑπόστασιν οὐκ ἔχουσιν, ἐν δὲ ταῖς ἄλλαις κατηγορίαις τὸ εἶναι ἔχουσιν· ἡ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἔν τινι ἄλλῃ τῶν κατηγοριῶν , διὸ καὶ παραφυάσιν αὐτὰ ἀπεικάζει, αἵτινες ἐν ἑτέροις φυτοῖς τὸ εἶναι ἔχουσιν· ἔστι γοῦν θεωρῆσαι ἐν πάσαις ταῖς κατηγορίαις τὰ πρός τι· ὅταν μὲν γὰρ εἴπω ‘ὁ πατὴρ υἱοῦ πατήρ’, εἶπον ἐν οὐσίᾳ πρός τι, ὅταν δὲ εἴπω ‘τὸδιπλάσιον διπλάσιον ἡμίσεος διπλασίον’, εἶπον ἐν ποσῷ πρός τι, ὅταν δὲ εἴπω ‘Τὸλευκότεπον λευκοῦ λευκότερον’, εἶπον ἐν ποιῷ, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως. δεῖ οὖν αὐτὰ ταῦτα καθ’ ἑαυτὰ εἰπεῖν τί εἰσι καὶ ὑπὸ ποίαν τελοῦσι κατηγορίαν, καὶ τότε τὴν σχέσιν αὐτῶν τὴν πρὸς ἄλληλα λέγειν. τί οὖν ἐροῦμεν ; ὅτι κατὰ ἀλήθειαν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν ἀνάγονται ταῦτα, ὅσον ἐκ τοῦ σκοποῦ τῆς προκειμένης πραγματείας· πρόκειται γὰρ αὐτῷ, ὡς πολλάκις εἴρηται, περὶ τῶν ὄντων οὐχ ᾗ ὄντα ἐστὶ διαλαβεῖν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν ὑπὸ τῶν πολλῶν ἀνθρώπων· βούλεται γὰρ ἐν τούτοις περὶ τῶν τοῖς πολλοῖς γνωρίμων διδάξαι· ἐπεὶ οὖν τούτων οὐδεμίαν ἔχει γνῶσιν ὁ πολὺς ἄνθρωπος, εἰ καὶ ἐνῆν αὐτὰ ἀνάγειν ὑπὸ μίαν τῶν κατηγοριῶν, λέγω δὴ ὑπὸ τὸ ποσόν, λέγοντα τοῦ ποσοῦ τὸ μὲν εἶναι | ἀμερὲς τὸ δὲ μεριστὸν καὶ τοῦ μεριστοῦ τὸ μὲν συνεχὲς τὸ δὲ [*](40r) διωρισμένον, καὶ ταῦτα ὑπὸ τὸ τμῆμα τάττειν τοῦ ποσοῦ τὸ ἀμέριστον, οὐκ ἀνήγαγε διὰ τὸ μὴ συνεμπίπτειν τὴν περὶ τούτων διδασκαλίαν τᾷ [*](2 ante γραμμὴ add. ἤ F 3 ἣ ἄνισα φαμέν coll. a 5 ἐστι oui. Ca 7 διακεχςριδμ. F 8 ταῦτα ἀνάγ. C: αὐτὰ ἀναγαγεῖν a 8. 9 λέγ’. ὅτι τ. ἀρχαί] ἀρχαὶ γὰρ F 10 τῶν ἀριθμῶν F αἱ ante alt. ἀρχαί coll. a 1 1 auto γὰρ add. δὲ F διπλάσιον F 13 αὐτὸς ὑποκ. λέγει] Cat. p. 8a32 εἰσί τινες C: τινῶν εἰσι a 15 ἐν (ante ποσῷ) ora. C ἐν (ante ποιῶ) a: om. CF 16 παραφ. αὐτὰ ἀπεικ.] Etfa. Nic. Α 4 p. 1096a21 ἑτέροις τὸ εἶναι ἐχ’. τοῖς φυτοῖς Fa 17 οὑν C 18. 19 τὰ πρός τι a 18 alt. εἴπω om. P 19 ἠμ’. διπλά. σίον om. P ἡμίσεας a 19. 20 τὸ λευκὸν λευκότ. λευκοῦ λεθχοῦ V 21. 22 τε- λοῦσι κατ’.] κατ’. εἰσί F 23 κατὰ] καὶ F 25 πολλάκις εἴρηται] p. 9,12 sq. 43,23 ἐστὶ om. a 26 post ἀνθp. add. πανταχοῦ P 28 αὐτῶ C 29 τὸ (ante ποσόν) ora. a λέγοντα a: λέγοντι C: λέγοντες F 30 εἶναι] ἐστι Ca μεριστὸν τὸ δὲ ἀμ’. coll. a post μὲν add. εἶναι C 31 τὸ (prius) om. a)
    48
    σκοπῷ τοῦ προκειμένου βιβλίου. καὶ ὅτι οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ [*](40r) διαλαβεῖν βούλεται, δῆλον, ὅτι ἐν τῇ Φυσικῇ ἀκροάσει τριττὴν τὴν οὐσίαν εἰρηκώς, τὴν μὲν κατὰ τὴν ὕλην τὴν δὲ κατὰ τὸ εἶδος τὴν δὲ κατὰ τὸ συναμφότερον, ἐνταῦθα οὐδαμοῦ οὔτε τὴν ὕλην καθ’ ἑαυτὴν οὔτε τὸ εἶδος ἀξιοῖ καλεῖν οὐσίαν , ἅτε δὴ τῶν πολλῶν μηδεμίαν τούτων ἔννοιαν ἔχοντων ὡς ἁπλῶν, ἀλλὰ μόνον τὸ ἐκ τούτων σύνθετον ἐγνωκότων.

    Ζητοῦσι δὲ κἀκεῖνο ὅτι τὰς στερήσεις ὑπὸ ποίαν τῶν κατηγοριῶν ἀνακτέον, ἔτι δὲ καὶ τὰς ἀποφάσεις. λέγομεν ὅτι μάλιστα μὲν ὑπ’ οὐδε- μίαν τῶν κατηγοριῶν, ἐπειδὴ οὐδὲ ὡρισμένον τι δηλοῦσιν, αἱ δὲ κατηγορίαι ὡρισμένων εἰσὶ πραγμάτων δηλωτικαί. εἰ δὲ ὅλως δεῖ αὐτὰς ὑπὸ κατηγορίαν ἀνάγειν, ὑπὸ τὴν αὐτὴν ἀναχθήσονται αἱ στερήσεις ὑφ’ ἣν καὶ αἱ ἕξεις, καὶ αἱ ἀποφάσεις ὑφ’ ἣν καὶ αἱ καταφάσεις· τῶν γὰρ ἐναντίων τὸ αὐτό ἐστι γένος, ὡς λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν τοιούτων. πάλιν ζητοῦσι τὰς κινήσεις καὶ τὰς μεταβολὰς ὑπὸ ποίαν ἀνάγειν δεῖ κατηγοπίαν. καί φημι ὑπ’ οὐδεμίαν· ὑφεστώτων γὰρ καὶ τὸ ἑαυτῶν εἶδος τελείως ἀπειληφότων αἱ κατηγορίαι, πᾶσα δὲ μεταβολὴ ἀτελές τί ἐστιν · ὁδὸς γάρ ἐστιν ἐπὶ τὸ εἶδος καὶ τὸ ὂν ἡ μεταβολή, οὐκ αὐτὸ ὄν. ἄλλως τε οὐδὲ οἷόν τέ ἐστιν ὑπὸ μίαν κατηγορίαν πᾶσαν μεταβολὴν ἀνάγειν· ἐν πλείοσι γὰρ θεωροῦνται, ὡς αὐτὸς διδάξει· καὶ γὰρ ἐν οὐσίᾳ ὡς γένεσις καὶ φθορὰ καὶ ἐν ποσῷ ὡς αὔξησις καὶ φθίσις καὶ ἐν ποιῷ ὡς λεύκανσις καὶ μέλανσις καὶ ἐν τῷ ποῦ | ὡς ἀνάβασις καὶ κατάβασις δίνησις· ὥστε ὁδοί [*](40v) εἰσιν αἱ μεταβολαὶ ἐπὶ τὰς κατηγορίας ἄγουσαι, ἄλλη ἐπὶ ἄλλην, καὶ οὐκ αὐταὶ συμπληροῦσι κατηγορίαν· τὸ μὲν γὰρ κινεῖν καὶ ὅλως τὸ μετα- βάλλειν ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται, τὸ δὲ κινεῖσθαι καὶ ὅλως μεταβάλλεσθαι βάλλεσθαι ὑπὸ τὸ πάσχειν· αὐταὶ δὲ αἰ κινήσεις καὶ αἱ μεταβολαὶ ὁδοὶ οὖσαι καὶ γενέσεις τινὲς ἐπὶ τὰς κατηγορίας τὰς εἰρημένας εἰς αὐτὰς οὐ- δένα ἀναχθήσονται τρόπον.

    [*](1 προκειμένου in mrg. suppl. C ἐστὶ om. C 2 ἐν γὰρ F (fort, recte, si ὅτι eicias) τῇ Φυσικῇ ἄκρ’.] potius in Metaph. Z 10 p. 1035a1 1 Λ 2 p. 1070a9 aut De an. Β 1 p. 412a7. 2 p. 414a14 14 4 οὐδαμῶς F 5 ἀξ καλ’.] καλεῖ F 6 ἐγνωκότες F 7 ὅτι] au ἔτι? cf. v. 14 στεp.] καταφάσεις C 8 ante λέγ’. add. καὶ F 9 ἐπεὶ C 11 ἤv] ἃς a 12 ἢν] ἄς Ca καὶ om. F 12. 13 γένος ἐστί coll. C 14 post κινήσεις acid, καὶ τὰς κινήσεις C δεῖ ἀν’. coll. C 16 ἤ ἀτελ. C 18 μετ’. πᾶσ’. coll. C 19 αὐτὸς διδάξει] Cat. p. 15a23 20 φθίσις] μείωσις F 20. 21 λεύχασις C 21 καὶ μέλ’.] μάθη- σις C ἐν orn. F τῶ ποῦ Paris. 1928 Vind. 10: τόπω C: τὸ ποῦ F: τῆ ποῦ a καὶ (alt.) oin. a δίνησις eicias 23 συμπληροῦσαι F 24 ποιεῖν] πάσχειν F 26 τὰς εἰρημένας scripsi : τὸν εἰρημένον CFa αὐτοὺς Γ’ 26. 27 οὐδένα Paris. 2051: εἰ δέον Ca: oin. V)
    49

    Περὶ οὐσίας.

    p. 2a11 οὐσί δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.

    Εἰρηκὼς τὰ συντελοῦντα πρὸς τὴν διδασκαλίαν τῶν κατηγοριῶν διδάξας τε ἡμᾶς προσεχῶς ὁλοσχερέστερον καὶ ὡς ἐπὶ παραδειγμάτων περὶ αὐτῶν τῶν κατηγοριῶν, νῦν τρέπεται ἐπὶ τὴν ἀκριβῆ αὐτῶν ἐξήγησιν καὶ διδάσκει πρότερον περὶ τῆς οὐσίας· πρώτην γὰρ ἔχει τάξιν ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προετίμησεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς ἄλλαις εἰ γάρ τι τῶν συμβεβηκότων εἴη ὁποιονοῦν, πάντως καὶ οὐσία ἔσται ᾗ συμβέβηκεν), οὐ συνεισφέρει δὲ τὰς λοιπάς οὐδὲ γὰρ οὐσίας οὔσης πάντως καὶ τῶν ἄλλων ἐστὶν ἕκαστον), καὶ συναναιρεῖ μὲν ἑαυτῇ τὰς ἄλλας οὐ συναναιρεῖται δέ· τὰ δὲ συναναιπουντα μὲν μὴ συναναιρούμενα δὲ καὶ συνεισφερόμενα μὲν μὴ συνεισφέροντα δὲ πρῶτα εἶναι τῇ φύσει ὡμολόγηται· ὥστε πρώτη ἡ οὐσία φύσει τῶν λοιπῶν. καὶ ἄλλως δὲ τῶν πραγμάτων τὰ μὲν καθ’ αὑτὸ λέγεται τὰ δὲ ἐν αὐτῷ τὰ δὲ περὶ ἐκεῖνο, καὶ καθ’ αὑτὸ μὲν αὐτὴ ἡ οὐσία. ἐν αὐτῷ δὲ τό τε ποσὸν | καὶ τὸ ποιόν ἐν γὰρ τῇ οὐσίᾳ θεωροῦνται), περὶ [*](41r) ἐκεῖνο δὲ τὰ λοιπὰ ἑπτά. καὶ ἄλλως αὐτὴ μὲν αὐθυπόστατός ἐστι καὶ οὐ δεομένη τῶν ἄλλων εἰς ὕπαρξιν, αἱ δὲ ἄλλαι ἐν ταύτῃ τὸ εἶναι ἔχουσιν. οὐσίας γὰρ οὕσης ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, μὴ οὔσης δὲ ἀσύνατόν ἐστι τὰς ἄλλας ὑποστῆναι.;

    Ταύτης δὲ τῆς οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, τῆς δὲ ἁπλῆς ἡ μὲν χείρων τῆς συνθέτου ἡ δὲ κρείττων· ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ ἀγγελικὴ καὶ ἡ ψυχικὴ καὶ αἰ τοιαῦται, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος. διαλέγεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὕτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου οὐ γὰρ οὐ γὰρ πρόκειται αὐτῷ θεολογεῖν) οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου 20 [*](2 τε om. C 3 ὑποκειμένου τινί F 4 ἡ] καὶ Fa 5 τὴν om. Fa 6 ὁλ. πρόσ’. coll. F 7 καὶ περὶ a καὶ ἐπὶ a ἀκρίβειαν τῶν ἐξηγήσεων αὐτῶν om.) F 9 αὐτὴν τ. ἄλλ’. coll. F 10 τι] τοι F 12 ἄλλ’. ἐστ’.] λοιπῶν ἔσται C 14 συνεισφερόμενον C 14. 15 συνεισφέρον C 15.16 τῶν λ. φύσει coll. a 16 λέγονται F 18 τε om. F ποιὸν καὶ τὸ ποσὸν coll. Fa 19 αὕτη a 20 ὕπ’.] σύστασιν F post ἄλλαι add. ἐτεροϋρόστατοι a posl ταύτῃ add. γὰρ a 22 ἐστι om. C 23 post σύνθετος add. ox Man-. 217 ἑξαχῶς γὰρ λέγεται ἡ οὐσία· ἡ πᾶσαν ὕπαρξιν δηλοῖ, ἥτις καὶ κατὰ συμβεβηκότων φέρεται, ὡς καὶ αὐτῶν διὰ τὸ ὑφεστάναι οὐσιῶν λεγομένων, ἢ τὴν μὴ ἐν ὑποκειμένω φύσιν τὴν ἀντιδ‘αιρουμἐνην τοῖς συμβεβηκόσιν, αὕτη ἡ μὴ ἐν ὑποκειμένῳ φύσις ἡ ἁπλῆ ἐστιν ἢ σύνθετος a 26 ἡ ἀγγ. καὶ ἡ ψ.] θεὸς ἄγγελος νοῦς ψυχὴ a 28 οὐ] οὐδέ Ca)

    50
    οὐ γὰρ φυσιολογεῖν αὐτῷ πρόκειται), ἀλλὰ περὶ τῆς συνθέτου μόνης. καὶ [*](41r) ταύτης φησὶ τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν δευτέραν δὲ τὴν καθόλου τὴν κατὰ τὰ εἴδη καὶ τὰ γένη· ὡς γὰρ πολλάκις εἴρηται, οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλαμβάνει, ἀλλὰ κατὰ ποίου σημαινομένου ἑκάστην τῶν κατηγοριῶν οἱ πολλοὶ λέγοντες φέρουσιν, ἐπεὶ εἴ γε ἠκολούθει τῇ φύσει τῶν πραγμάτων , πρώτην ἄν εἶπε τὴν τῶν γενῶν καὶ τῶν εἰδῶν, δευτέραν δὲ τὴν τῶν ἀτόμων , ὡς ἐκείνην μὲν αἰτίαν, ταύτην δ’ αἰτιατήν· κρεῖττον δὲ τὸ αἴτιον τοὐ αἰτιατοῦ καὶ τὸ καθολικὸν τοῦ μερικοῦ. καὶ ἄλλως τὰ τῇ φύσει πρότερα ἡμῖν 41v ὕστερα καὶ τὰ ἡμῖν πρότερα τῆ φύσει δεύτερα· ἐπεὶ οὖν ὁ λόγος αὐτῷ πρὸς εἰσαγομένους, εἰκότως τὴν μερικὴν οὐσίαν πρώτην εἶπεν ἐναργεστέρα γὰρ αὕτη κατὰ τὴν αἴσθησιν), δευτέραν δὲ εἶπε τὴν κατὰ τὰ γένη καὶ τὰ εἴδη· ἀπὸ γὰρ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀναγόμεθα ὀψὲ τοῦ λόγου ἐν ἡμῖν ἐλλάμψαντος. διὸ ὡς μὴ ἀρεσκόμενος τῷ δόγματι οὐκ εἶπεν ἰὴ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα οὖσα’ ἀλλὰ λεγομένη. καὶ ἵνα σαφέστερον ἡμῖν γένηται τὸ λεγόμενον, μικρὸν ὑπερβιβάσαντες τὸ ῥητὸν οὕτως εἴπωμεν ‘οὐσία δὲ ἡ λεγομένη κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα αὕτη ἐστί’, τοῦτ’ ἔστιν ἡ λεγομένη παρὰ τοῖς πολλοῖς. ὅπου δὲ ὡς ἀπὸ οἰκείας δόξης προφέρει τὸν λόγον, οὐκέτι λέγει τὸ λέγεται, ἀλλ’ ἔστιν· ἣ μήτε γάρ φησι καθ’ ὑποκειμένου τινὸς λέγεται (ἀντὶ τοῦ κατηγορεῖται) μήτε ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ οὐκ εἶπε ‘ μήτε ἐν ὑποκειμένῳ τινὶ λέγεται’· τῷ γὰρ δόγματι αὐτὸς ἀρέσκεται.

    Ὄτι δὲ οἶδεν ὁ Ἀριστοτέλης καὶ νοητὴν οὐσίαν καὶ κρείττονα τῶν συνθέτων, δείκνυσι σαφῶς καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα φησὶ δεῖν πρὸ τῶν ἑτεροκινήτων τὰ αὐτοκίνητα ὑπάρχειν καὶ τῶν ἀεικινήτων τὰ ἀκίνητα · εἰ μὴ γὰρ ἦν τις ἀκίνητος τῶν ἀεικινήτων αἰτία, οὐκ ἂν ἔμεινεν ἐκεῖνα ἀεικινήτως, ἵνα οὕτως εἴπω, κινούμενα. δείκνυσι δὲ ταύτην ἀσώματον οὖσαν καὶ ἀμερῆ καὶ ἀδιάστατον τοιούτῳ τινὶ θεωρήματι οὐδὲν γὰρ ἴσως ἀπεικὸς ὡς ἐν παρεκβάσει μνησθῆναι τοῦ θεωρήματος)· λέγει γὰρ ἀπειροδύναμον εἶναι ταύτην τὴν αἰτίαν· εἰ δὲ τοῦτο, πάντως καὶ ἀσώματον · πᾶν γὰρ σῶμα, ὡς αὐτὸς πρὸς τῷ τέλει τοὐ ὀγδόου λόγου τῆς Φυσικῆς ἀκροάσεως [*](1 οὐ] οὐδὲ Ca 3 τὰ (alt.) om. Ca 4 πολλάκις εἴρηται] v. p. 47, 25 5 ἑκάστη F 5. 6 λέγουσι φέροντες C G ἠκολούθη F 7 τὴν (prius) om. C τὴν (ait.) superscr. C 9 καί τὸ καθ’.] καθὸ καθολικώτερον F 10 ὕστ.] δεύτερα a αὐτοῦ C 13 ἀγόμεθα F 14 λάμψαντος C ἡ om. a 15 καὶ πρώτως om. C οὖσα] ἐστιν Ca 16 γένηται ἡμῖν coll. Fa 17 τε om. C 18 ὅπου] ὅτε F 19 προσφέρει F 21 καὶ om. C 23 ἔιδεν Fa 24 ἐν τῷ τῷ (sic) μετὰ τ. φ. καὶ ἐν τῶ C Μετὰ τὰ φ.] Β 2 p.997a34sq. alias 24. 25 Περὶ οὐp.] Α 9 p. 30 sq. 25 ἐν τῷ ὀγδόῳ τῆς Φ. ἄκρ’.] Θ 5 p. 256a4 sq. 26 τὸ ἀκίνητον F 27 μὴ] ρὲν F τῶν] οὐσία F ἔμενον F 28 ἀκινήτως C 29 καὶ (utrobique) om. Ca 30 γὰρ] δὲ C 32 πρὸς] ἐν τῆ πρὸς C: ἐν F τῆς Φῦσ’. ἄκρ’.] Θ 10 p. 266a24 sq.)

    51
    ἔδειξε, πεπερασμένην ἔχει τὴν δύναμιν· εἰ γὰρ ἄπει|ρον· δεδόσθω, [*](42r) φησίν, ἄπειρον εἶναι· ἐπειδὴ οὖν πᾶν σῶμα διαιρετόν ἐστι, διέλωμεν, φησί, τόδε τι τὸ σῶμα εἰς τρία, εἰ τύχοι· ἕκαστον οὖν τῶν τμημάτων πότερον ἄπειρον ἔχει τὴν δύναμιν ἢ πεπερασμένην ; εἰ μὲν οὖν ἄπειρον, τῷ ὅλῳ τὸ μέρος ἰσοδύναμον ἔσται, ὅπερ ἄτοπον καὶ ἀδύνατον. εἰ δὲ πεπερασμένην, καὶ τὸ ἐκ τῶν πεπερασμένων συγκείμενον δῆλον ὅτι καὶ αὐτὸ πάντως πεπερασμένον ἐστίν· ὥστε καὶ ἡ τοῦ ὅλου σώματος δύναμις περερασμένη ἔσται καὶ οὐκ ἄπειρος· οὐδὲν ἄρα σῶμα πεπερασμένον ἄπειρον ἔχει δύναμιν· οὐδὲν δὲ σῶμα μεγέθει ἐστὶν ἄπειρον ἔδειξε γὰρ αὐτὸς ἐν τῇ Φυσικῇ καὶ τοῦτο)· οὐδὲν ἄρα σῶμα ἄπειρον ἔχει δύναμιν· εἰ δὲ τοῦτο, ὅπερ ἄρα ἄπειρον ἔχει δύναμιν, οὐκ ἔστι σῶμα· οὐκοῦν ἀσώματος ἡ πρώτη οὐσία, ἐπειδὴ καὶ ἀπειροδύναμος. οὐ μόνον δὲ τὴν νοητὴν οὐσίαν κρείττονα οἶδε τῶν συνθέτων, ἀλλὰ καὶ τὴν διανοητήν, καὶ δείκνυσι τοῦτο ἐν τῇ Ἀποδεικτικῇ· λέγει γὰρ ὅτι ὡς ἔχει ἡ αἴσθησις πρὸς τὰ αἰσθητά, οὕτως ἔχει καὶ ἡ ἀπόδειξις πρὸς τὰ ἀποδεικτά· οὐκοῦν καὶ ἐναλλάξ, ὡς αἴσθησις πρὸς ἀπόδειξιν ἔχει, οὕτως ἕξει καὶ τὰ αἰσθητὰ πρὸς τὰ ἀποδεικτά· εἰ οὖν χείρων ἡ αἴσθησις τῆς ἀποδείξεως, διότι ἡ μὲν αἴσθησις περὶ τὰ μερικὰ ἡ δὲ 〈ἀπόδειξις〉 περὶ τὰ καθόλου καταγίνεται, καὶ τὰ αἰσθητὰ ἄρα τῶν ἐπιστητῶν χείρω· ὥστε οἶδεν οὐ μόνον τὴν νοητὴν κρείττονα τῶν συνθέτων, ἀλλὰ καὶ τὴν διανοητήν. ἐνταῦθα δέ, ὡς εἴπομεν, τὰς δευτέρας καλεῖ πρώτας διὰ τὰς πολλάκις εἰρημένας αἰτίας.

    p. 2a12 Ἢ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑπο κειμενῳ τινι ἐστι.

    Ζητοῦσι δὲ τί δή ποτε τὴν τιμιωτέραν τῶν κατηγοριῶν, τὴν οὐσίαν, δι’ ἀποφάσεως ὡρίσατο, εἴπερ τῶν καταφάσεων ἀτιμοτέρας εἶναί φαμεν τὰς ἀποφάσεις. λέγομεν οὖν ὅτι τοὐναντίον μὲν οὖν οἱ | δι’ ἀποφάσεως [*](42v) ὁρισμοὶ μᾶλλον σεμνύνουσι τὸ ὑποκείμενον· οὕτω γοῦν καὶ τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὥς φησιν ὁ θεῖος Πλάτων’, ἀλλ’ εἰς ἀποφάσεις ἐρχόμεθα· ἐρωτῶντος γὰρ Σωκράτους τὸν Τίμαιον τί ἐστι ὁ θεός, λέγει ἐκεῖνος ὅτι τί μὲν οὐκ ἔστιν οἶδα, τί δὲ ἔστιν οὐκ οἶδα · ὅτι μὲν γὰρ οὕτε σῶμα οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων ἐστί, κρείττων δὲ ἢ κατὰ ταῦτα οἶδα, τί δὲ ἔστιν οὐκ [*](2 ἐπεὶ F 3 τύχη F 6 τῶν ora. Ca δῆλον ὅτι post αὐτὸ (7) coll. C: ante συγκ. a 7 πάντως om. C 9 μεγέθους a 11 εἰ — δύναμιν om.. F τὸ ἄρ ἄπειρον ἔχον δύναμιν suppl. ’--’) σῶμα οὐκ ἔστι ἔσται a) Fa 13 διανοητικήν a ἐν τῆ Ἀποδεικτ.] fortasse spectat Anal. post. Β 19 p. 99b35 35 sq. (cf. De an. Β 5 p. 15 ἀποδεικτικά CF 16 ἐναλάξ C 18 ἀπόδειξις addidi 20 εἴπομεν] p. 502 23 τινί om. C 24 δή om. C 25 ἀτιμωτἐρας libri 27 γοῦν] γὰρ C θεῖος om. C 29 Πλάτων’] fortasse spectal Tim. p. 28 C; videas itiam Plotini Knn. V, 3,1 I ἴ’ (p. 511) ἐρχ.] an τρεπόμεθα? (cf. Aram.) 30 τί — θεός om. C ὁ om. a λίγει’] φησὶν C 30. 31 μὲν ἐστιν οὐκ ὄιδα, τί δέ οὐκ ἔστι οἶδα C 31 γὰρ om. C 32 pr. ἐστί om. C: post σῶμα (31) coll. a)

    52
    οἶδα. ὥστε κοσμοῦσι μᾶλλον οἱ ὁρισμοὶ οἱ τοιοῦτοι ἔστιν ὅτε τὸ ὑποκείμενον [*](42v) μένον χωρίζοντες αὐτὸ πάντων τῶν καταδεεστέρων. καὶ ἐπὶ τῆς ὕλης δὲ τὸν ὁρισμὸν δι’ ἀποφάσεως εἰώθασιν ἀποδιδόναι, ἥτις μήτε ἄνθρωπός ἐστι λέγοντες μήτε λίθος μήτε πῦρ μήτε ὅλως σῶμα, χεῖρον δέ τι ἢ κατὰ ταῦτα· διό φασι τὴν ὕλην τῷ θείῳ ἀνομοίως ὡμοιῶσθαι, ὡμοιῶσθαι μὲν ὅτι δι’ ἀποφάσεως τῶν ἄλλων σημαίνεται ἑκάτερον, ἀνομοίως δὲ ὅτι τοῦ μὲν κρείττονος ὄντος ἢ κτὰ πάντα τὰ ὄντα ἀποφάσκομεν πάντα, τῆς δὲ ὕλης χείρονος οὔσης ἢ κατὰ πάντα τὰ ὄντα ἀποφάσκομεν πάντα.

    Ζητητέον δὲ εἰ ἐφαρμόζει ὁ ὁρισμὸς οὗτος καὶ ἐπὶ τῶν νοητῶν οὐσιῶν, οἷον ἀγγέλου καὶ τῶν τοιούτων, ὡς δύνασθαι ταῦτα λέγειν μήτε ἐν ὑποκειμένῳ εἶναι μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι· δοκεῖ γάρ πὼς καὶ ἐπ’ αὐτῶν ἐφαρμόζειν ὁ λόγος. ἀλλὰ λέγομεν ὅτι οὐκ ἐφαρμόζει· αἱ γὰρ εἰλημμέναι ἀποφάσεις ἐν τῷ ὁρισμῷ οὐ μόνον ἄρσιν σημαίνουσιν, ἀλλὰ καὶ θέσιν· πρὸς ἀντιδιαστολὴν γὰρ ἑτέρων λέγονται· τὸ μὲν γὰρ μὴ ἐν ὑποκειμένῳ, ὅ ἐστιν ἡ οὐσία, πρὸς ἀντιδιαστολὴν τοῦ ἐν ὑποκειμένῳ, τοῦτ’ ἔστι τῶν συμβεβηκότων, εἴρηται, τὸ δὲ οὐ καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τοῦ καθ’ ὑποκειμένου· ὥσπερ δὲ τὸ φῶς διττόν ἐστι, τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ σκότους, λέγω δὴ τὸ ἐν τῷ ἀέρι, τὸ δὲ ἄσχετον καὶ μηδὲν ἔχον ἀντικείμενον ὡς τὸ ἡλιακόν, οὕτω καὶ τὰς [*](43r) ἐνταῦθα ἀποφάσεις ποτὲ μὲν φήσομεν καθ’ ἑαυτὰς καὶ μὴ πρὸς ἀντι- διαστολὴν λέγεσθαι ποτὲ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἀντικειμένων. εἰ μὲν οὖν ἐνταῦθα μὴ πρὸς ἀντιδιαστολὴν τῶν ἀντικειμένων παρελαμβάνοντο αἱ ἀποφάσεις, εἶχέ πὼς λόγον τὸ καὶ ἐπὶ τῶν νοητῶν οὐσιῶν ἐφαρμόζειν τὸν ὁρισμόν, διότι οὔτε ἐν ὑποκειμένῳ τινὶ ὑπάρχουσιν οὔτε καθ’ ὑποκειμένου τινὸς κατηγοροῦνται· νῦν δὲ πρὸς ἀντιδιαστολὴν παραληφθεισῶν τῶν ἀποφάσεων τὰς μὲν μερικὰς οὐσίας σεμνύνομεν εἰκότως διὰ τοῦ ὁρισμοῦ, διὰ μὲν τοῦ μὴ ἐν ὑποκειμένῳ χωρίζοντες αὐτὰς τῶν συμβεβηκότῶν διὰ δὲ τοῦ μὴ καθ’ ὑποκειμένου τῶν καθ’ ὑποκειμένου , κἀνταῦθα δὲ τὸ σεμνὸν αὐταῖς προσάπτομεν λέγοντες αὐτὰς μὲν ἑτέροις χρείαν παρέχειν μηδενὸς δὲ δέεσθαι τὰ γὰρ καθόλου τῶν μερικῶν δέονται πρὸς κατηγορίαν, ταῦτα δὲ ἐκείνων οὐκέτι), τῖς δὲ νοηταῖς οὐσίαις οὐδεμίαν προσοίσομεν ἀξίαν διὰ τούτων· οὐδὲν γὰρ μέγα, εἰ ταύτας εἴποιμεν μὴ εἶναι ἐν ὑποκειμένῳ · οὐδὲ γὰρ ἀντιδιῄρηται αὐταῖς συμβεβηκός τι· οὐδὲ γὰρ ὅλως δεκτικαί εἰσι συμβεβηκότων. καὶ τί λέγω περὶ τῶν νοητῶν [*](1 οἱ (alt.) oia. F ἔστιν ὅτε ante μᾶλλον coll. F: post μᾶλλον a 3 διδόναι C 5 ἀνομοίω F ὁμοιοῦσθαι (alt. 1.) a 7 ὄντος] ὄντως C 8 τὰ ὄντα oin. Ca ταῦτα ἀποφ. (πάντα om.) Ca 11 λέγ’. τινός coll. C 14 λέγεται C μὲν om. C μὴ γὰρ coll. C 15 ante pr. ἐν add. ἡ c ὃ] ἥ a 16 τοῦ συμβεβηκότος F: συμβεβηκότων τῶν om.) a 18 σκότους] εἰκότος F 1 pr. τὸ scripsi: τῶ F: τοῦ a: om. C ἐν] περὶ C 20 καθ’ ἑαυτὰς] πρὸς αὐτὸ C 21 λέγ’.] ἑτέρων C 22 μὴ superset-. F2 ἐλαμβ. C 23 καὶ om. a ἐφαρμόσαι C 27 μὴ om. C αὐτὴν C 28 μήτε F κἀντεῦθεν C 29 συνάπτ. C ἑτέραν C 30 δεῖσθαι a 32 μὴ om. C 34 τῶν συμβ. a τῶν om. F)

    53
    οὐσιῶν, ὅπου γε οὐδὲ ἐπὶ ψυχῆς μόνης ἁρμόσει ὁ λόγος, ὅταν θεωρῶμεν [*](43r) αὐτὴν ἀπολελυμένην τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα καὶ ἐξομοιωθεῖσαν θεῷ καὶ τὸ κοσμικὸν ἐπισκοποῦσαν ἀγαθόν; ὁπηνίκα δὲ ἐν γενέσει θεωρεῖται καὶ τοῖς σώμασι συμπεπλεγμένη, τότε καὶ ἐπ’ αὐτῆς ἁρμόσει ὁ ὁρισμὸς ἅτε ὑποκειμένης συμβεβηκόσιν· ὑπόκειται γὰρ τῇ φιλοσοφίᾳ ἢ γραμματικῇ ἢ ἄλλῃ τινὶ ἐπιστήμῃ, ἅτινα περὶ αὐτὴν συμβέβηκε· τῶν δὲ δύο τῶν εἰλημμένων ἐν τῷ ὁρισμῷ τὸ μέν ἐστι τῇ φύσει πρῶτον τὸ δὲ τῇ διδασκαλίᾳ· οὐσίας γὰρ | οὔσης καὶ συμβεβηκότος καὶ [*](43v) καθολικοῦ καὶ μερικοῦ, φύσει μὲν πρότερον ἡ οὐσία, διότι αὐτὴ μὲν αὐθυπόστατος πόστατος ἐκεῖνα δὲ ἐν ταύτῃ ἔχει τὸ εἶναι. κατὰ δὲ τὸν σκοπὸν τῆς προ- κειμένης διδασκαλίας πρότερον τὸ μερικόν· καὶ γὰρ τὸ καθόλου τῇ φύσει πρότερον. τῶν οὖν εἰλημμένων ἐν τῷ ὁρισμῷ τὸ μέν ἐστι πρῶτον ἐκ τῆς τῶν πραγμάτων φύσεως, τὸ δὲ· ἐκ τοῦ σκοποῦ τῆς διδασκαλίας. καὶ σκόπει ὅτι οὐ μάτην προέλαβε τὴν περὶ τοῦ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ διδασκαλίαν, ἐπεὶ ἔμελλεν ἡμῖν ἀσαφὴς εἶναι ὁ ὁρισμὸς τῶν ἐν αὐτῷ παραλαμβανομένων φωνῶν ἀγνώστων οὐσῶν.

    p. 2a14 Δεύτεραι δὲ οὐσίαι λέγονται.

    Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ. τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιροῦνται ὡς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὰ δὲ ὡς ὅλον εἰς μέρη ὡς τὸ σῶμα εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ τὰ λοιπά, τὰ δὲ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ὡς ὁ μῦς εἴς τε τὸν θαλάσσιον καὶ τὸν γηγενῆ. ἴδωμεν οὖν εἰ κατὰ μίαν τῶν διαιρέσεων τούτων διαιρεῖ τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν. φαμὲν οὖν ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἡ διαίρεσις αὕτη τῶν ὡς γένος εἰς εἴδη διαιρουμένων· παρα- κολουθεῖ γὰρ τῇ τοιαύτῃ διαιρέσει τὸ ἀναιρεθέντος ἑνὸς εἴδους μὴ συναναιριῖσθαι τὰ λοιπά· ἀναιρεθέντος γὰρ ἀνθρώπου οὐ συναναιρεῖται τὰ λοιπὰ ζῷα, ἅπερ εἰσὶν εἴδη τοῦ ζῴου· ἐνταῦθα μέντοι ἀναιρεθεί|σης σὴς [*](44r) τῆς δευτέρας οὐσίας συναναιρεῖται καὶ ἡ πρώτη· γένους γὰρ καὶ εἴδους μὴ ὄντος οὐδὲ ἄτομα ἔσται. ἄλλως τε οὐδὲν εἶδος ἕτερον εἶδος περιέχειν δύναται τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν ἀντιδιαιρεθέντων ἀλλήλοις· οὐδὲ γὰρ περιέχει ὁ ἄνθρωπος τὸν ἵππον, εἰ εἰς ταῦτα διαιρεθείη τὸ ζῷον, ἀλλ’ οὐδὲ τὸ λογικὸν ζῷον πάλιν περιέχει τὸ ἄλογον ἢ ἔμπαλιν, εἰ ἡ τοῦ ζῴου [*](1 μόνης] μερικῆς? (cf.Ainm.) ἄρμ’.] ἀρκέσει C θεωρ·] ὁρῶμεν C 4 συμπλεκο- μένη F 5 τῆ τε Fa 9 προτέρα K 9. 10 αὐθυπόστατον C L2 οὖν] ὄντων K 13 καὶ — διδασκαλίαν (15) om.. C 15. 16 τῶν ἐν τῶ παραλαμβνομἐνω C 16 προσλαμβ. K 22 τὸν (prius) ora. C 23 εἴδωμεν K ἴδωμεν — μίν] κατ’ οὐδεμίαν οὑν a τούτων om.. C. 24 ὅτι πp. μὲν om. ’ 29 γὰρ] δὲ C alt. καὶ] ἣ C 30 τε δὲ a 31 τῶν om. C τὴν αὐτὴν τὴν V 32 εἰ — ζῶον] εἰς τ. διαιρουμένου τοῦ ζώου F 33 πάλιν ζ. coU. C εἰ hcripsi: εἰ ἔμπαλιν C: ἡ ἔμπαλιν K: ἡ ἔμπαλιν εἴπερ a)

    54
    διαίρεσις εἰς αὐτὰ πάλιν γίνεται. ἀλλ’ οὐδὲ ὅλως οὕτως διαιρεῖν δυνατὸν [*](44r) ὡς θάτερον ἐν θατέρῳ περιέχεσθαι, οἷον ὅτι τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος· περιέχεται γὰρ ἐν τῷ ἀλόγῳ καὶ ὁ ἵππος· οὔτε γὰρ ἀωτιδιαιπεῖται τῷ περιέχοντι τὸ περιεχόμενον. λέγομεν δὲ τοῦ ζῴου τὸ μὲν ἄλογον εἶναι τὸ δὲ λογικόν, ἐπειδὴ ἴσην ἀπόστασιν τοῦ γένους ἀφεστηκότα ταῦτα οὐδέτερον ἐν ἑτέρῳ περιέχεται. ἐνταῦθα μέντοι γε ἡ δευτέρα οὐσία τὴν πρώτην περιέχει· περιεκτικὸν γὰρ τὸ εἶδος τῶν ἀτόμων καὶ ἔτι μᾶλλον τὸ γένος. οὐκ ἄρα ὡς γένος εἰς εἴδη διεῖλε τὴν οὐσίαν εἰς πρώτην καὶ δευτέραν. ἀλλὰ μὴν οὔτε ὡς ὅλον εἰς μέρη οὔτε ὁμοιομερῆ οὔτε ἀνομοιομερῆ · οὐδὲ γὰρ οἷόν τε ἐν ταύτῃ τῇ διαιρέσει ἀντιδιαιρεῖν τῷ ὅλῳ τὸ μέρος, ἀλλὰ τὰ μέρη τοῖς μέρεσιν· οὐδὲ γὰρ λέγομεν ‘τῆς χειρὸς τὸ μέν ἐστι χεὶρ τὸ δὲ δάκτυλος’ · περιέχεται γὰρ ἐν τῇ χειρὶ καὶ ὁ δάκτυλος. ἐνταῦθα δὲ τῷ ὅλῳ τὸ μέρος ἀντιδιαιρεῖται· καὶ γὰρ περιέχεται ἐν τῇ πρώτῃ καὶ ἡ δευτέρα. ἄλλως τε ἐπὶ τῶν ὡς ἀνομοιομερῶν διαιρουμένων οὐ μεταδίδωσι τὸ ὅλον τῷ οἰκείῳ μέρει τοῦ ὀνόματος, ὥσπερ ἔχει ἐπὶ τοὐ προσώπου· οὐ γὰρ τὸ μέρος , εἰ τύχοι τὸ στόμα, λέγεται πρόσωπον. ἐνταῦθα δὲ ἑκάτερον τῶν μερῶν τῷ τὸ ὖ ὅλου ὀνόματι οὐσία κέκληται. πάλιν τὰ ὡς ὁμοιομερῆ διαιρούμενα τὴν τοῦ ὅλου ἔχουσιν ὀνομασίαν καὶ τὸν ὁρισμόν, ὡς ἐπὶ τῆς | σαρκός· ὁμοίως γὰρ τὸ τῆς [*](44v) σαρκὸς μέρος σὰρξ κέκληται καὶ τὸν ὁρισμὸν δὲ τὸν τῆς σαρκὸς ἑπιδέχεται. ἐνταῦθα δὲ εἰ καὶ κοινωνεῖ ἡ πρώτη τῇ δευτέρᾳ κατὰ τοὔνομα, ἀλλ’ οὐχὶ καὶ κατὰ τὸν ὁρισμόν· οὐ γὰρ ἕνα ὁρισμὸν ἀποδώσεις ζῴου ἢ ἁνθρώπου καὶ Σωκράτους· ὅλως γὰρ τῶν καθ’ ἕκαστον οὐδὲ ὁρισμὸς ἔστιν, ἀνθρώπου δὲ καὶ ζῴου ἔστιν ὁρισμός. οὐκοῦν οὐδὲ ὡς ὅλον εἰς μέρη διῄρηται ἡ οὐσία οὔτε εἰς ἀνομοιομερῆ οὔτε εἰς ὁμοιομερῆ. ἀλλ’ οὐδὲ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα· ἡ γὰρ τοιαύτη διαίρεσις τοὐ ὀνόματος μεταδιδοῦσα μόνον τοῦ αὐτοῦ τοῖς τμήμασι τῆς τοῦ πράγματος κοινωνίας οὐ μεταδίδωσιν , ὡς ἄνθρωπος ὁ ἀληθινός τε καὶ ὁ γε- γραμμένος. ἐνταῦθα μέντοι γε ἔστι τις κοινωνία τῆς τε πρώτης καὶ τῆς δευτέρας οὐσίας καὶ κατὰ τὸν ὁρισμόν· κοινὸν γὰρ ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. τί οὖν φαμεν; ὅτι οὐκ ἔστι διαίρεσις ὅλως ἡ ἐνταῦθα ἡμῖν παραδιδομένη, τάξις δὲ μόνη τῶν ἀπηριθμημένων , ὡς εἴ τις λέγει τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι στοιχεῖα τὰ δὲ συλλαβὰς τὰ δὲ ὁνοματα καὶ ῥήματα, ἤ τινων ἀνθρώπων ἐφεξῆς καθημένων τὸν μὲν εἶναι [*](1 εἰς αὐτὰ πάλιν] πάλιν κατὰ ταῦτα F : ταῦτα πάλιν εἰς οm.) a γένηται Ca 3 ἐν om. C οὔτε] an οὐδὲ? 4 τῷ] τὸ F δὲ ὅτι C 5 ἐπεὶ C ἴσην] κατὰ C 6 γε om. Ca 9 pr. οὕτε] an οὐδὲ? 9. 10 οὔτε ὁμ. οὔτε οὔτε ἔστιν ἥδε ἡ διαίρεσις οὔτε τῶν ὡς ὁμοιομερῶν οὕτε μὴν ὡς ἀνομοιομερῶν F 13 καὶ γὰρ καὶ F 14 τῶ πρώτω ἡ οm. F τε καὶ C ἀνομοίων F 15. 16 ὡς περιέχει C 16 τῶ προσώπω C 17 τῶν μερῶν om. C 21 κοινωνοίη Ca 23 ἕκαστα Ca 24 ὁp. ἔστιν coll. F 25 διαιρεῖται Ca οὕτε (prius)] ὥστε F 27 μόνου C: om. a 28 ὁ (alt.) om. F 29 τε om. C alt. τῆς om. Ca 30 μὴ om. C 31 ὅλ. διαίp. coll. a 32 ἡμῖν om. F λέγοι C 33 post συλλαβὰς add. τὰ δὲ λέξεις a)
    55
    πρῶτον λέγει τὸν δὲ δεύτερον· τάξεως γάρ ἐστιν, οὐ διαιρέσεως τὸ τοι· [*](44v) ουτον.

    p. 2a14 ’Ev οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι·

    Διὰ τί μὴ εἶπε ‘δεὐτεπαι δὲ οὐσίαι λέγονται τὰ γένη καὶ τᾷ ειοη τὰ καθόλου’, ἀλλὰ εἶπεν ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσία λέγομεναι ὑπάρχουσιν., ἐροῦμεν ὅτι πάνυ ἀκριβῶς· εἰ γ,ὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γενὴ καἴ (οἶον τῷ ποιῷ γένος τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ εἴχομεν), εἴχομέν ὑπολαμβάνειν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβεβηκόσι , διἀ τοῦτο οὐ τὰ τυχόντα εἴδη | εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εὑρίσκονται αἱ πρῶται οὑ [*](45r) σίαι. σημειωτέον δὲ κἀνταῦθα ὅτι ἃ μὲν οὐκ ἐξ οἰκείας δόξης προφέρεται, εἶπε λέγοντι δεύτεραι γάρ φησιν οὐσίαι λέγονται, οὐκ εἶπεν ὑπάρχουσιν"), ἃ δὲ δοκεῖ αὐτῷ, οὐκ εἶπεν λέγονται, ἀλλ’ ὑπάρχουσιν· ἐν οἷς γὰρ εἴδεσί φησιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι καὶ οὐ μόνον ἐπὶ τῶν δευτέρων εἶπε τὸ λέγονται, ἄλλα καὶ ἔπι τῶν πρὠτῶν· γάρ φησιν οὐσίαι λεγόμεναι), δόκει ’δε αὐτῷ ἐν τοῖς εἴδεσι καὶ γένεσιν ὑπάρχειν τὰς πρώτας οὐσίας ὡς ἐν καθολικωτέποις, πλὴν δυνατὸν λαβεῖν καὶ τὰ γένη καὶ τὰ εἴδη ὡς ἐν ἀτόμοις ὑπάρχοωτα· ὅταν μὲν γὰρ ὡς κοινότητας αὐτὰ λάβωμεν, τότε εἰσι καθολικώτερα ἄτε δὴ αὐτοῖς τὰ ἄτομα περιέχοντα, ὅταν μέντοι τὸ ἐν Πλάτωνι ἢ Σωκράτει λάβωμεν γένος ἢ εἶδος, τότε ὡς στοιχεῖ αὐτὰ λαμβάνοντες τῶν ἀτόμῶν ἐν τοῖς ἀτόμοις φήσομεν αὐτὰ περιέχεσθαι ὡς μέρη ἐν ὅλοις·

    p. 2.19 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένον λεγομένων ἀωαγκαῖον καἰ τὸ ὄνομα καὶ τὸν λόγον κατηγο- ῥεῖσθαι τοῦ ὑποκειμένου· |

    Βούλεται μὲν οὖν ἐντεῦθεν ἐξυμνῆσαι τὴν πρώτην οὐσίαν καὶ δεῖξαι [*](45v) ὅτι καλῶς πρώτως εἶναι οὐσία εἴρηται καὶ κυριώτατα καὶ μάλιστα, διότι αὕτη μὲν οὐδενὸς τῶν μετ’ αὐτὴν δεῖται, πάντα δὲ τὰ μετὰ τήν πρώτην οὐσίαν δεῖται ἐκείνης, τὰ μὲν εἰς ὕπαρξιν τὰ δὲ εἰς κατηγορίαν· ὁ [*](1 λέγοι F 3 πρώτως C Arist. (cf. v. 5. II) λέγ’. οὖσ’· coll. F 4 τί δὲ μὴ a δὲ on, Ca τὰ εἴδη καὶ τὰ γένη coll. Fa 4 τὰ (ante καθόλου) om. Fa πρωτως Wist λέγ’. οὖσ’. coll. Ca 6 post ὑπάρχ. continuat usque ad ζῷον (2a19) O ἐp.] λέγομεν οὖν C posl ἄκρ’. add. εἶπε τὸ ἐν οἷς εἴδεσιν αἱ πρῶται λεγόμεναι οὐσίαι ὑπάρχουσι εἰ γὰρ εἶπε] εἶπε γὰρ C 7 pr. καὶ Vmd. 10: om CFa κατηγοπίαις on, F 9 εἶναι καὶ om. C 10 εἴδη iter, a II. 12 πρόσφερ’· Fa 12 13 οὐκ εἶπεν ὑπάρχουσιν om. a (fort, recte) 13 ἁ δέ ἐξ οἰκείας δόξης προσφέρει 17 ante ὐπάρχ. add. ἐμπεριέχεσθαι F 18 post πλὴν add. ὡς εἴρηται a 20 μ δὲ F τὸ] τῶ F 21 λαβόντες F 23 alt. τῶν om. F 24 λεγ.] κατηγορουμένων F λόγον] ὁρισμὸν F 26 μὲν οὖν on, C ἐωταῦθα a)

    56
    μὲν οὖν σκοπὸς οὗτος· προλαμβάνει δὲ ταῦτα εἰς κατασκευὴν τοῦ προτεθέντος [*](54v) καί φησιν ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι τῶν καθ’ ὑποκειμένου κατηγορουμένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν· λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου. ποίων εἰρημένων; ἢ δῆλον ὅτι τῶν ἀνωτέρω αὐτῷ λεγομένων περὶ τῶν καθ’ ὑποκειμένου, ἐν οἶς ἔλεγεν ὅτι “ ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται’’ . ἐξυμνῆσαι δὲ βουλόμενος, ὡς εἶπον, τὴν πρώτην οὐσίαν ταῦτα προλαμβάνει ὅτι τὰ καθ’ ὑποκειμένου κατηγορούμενα καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασι τοῖς ὑποκειμένοις, | τὰ δὲ ἐν ὑποκειμένοις ὄνια ἐν αὐτοῖς μὲν τὸ εἶναι ἔχει [*](46r) ἢ τοῦ ὀνόματος δὲ μόνου μεταδιδόασι τοῖς ὑποκειμένοις ἢ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ. κατηγοροῦνται δὲ πάντα κατὰ τῆς πρώτης οὐσίας τὰ παρ’ αὐτήν· οὐκοῦν αἱ πρῶται οὐσίαι πᾶσι τοῖς παρ’ αὐτὰς χρείαν παρέχουσι, τοῖς μὲν πρὸς ὕπαρξιν τοῖς δὲ πρὸς κατηγορίαν· πάντα γὰρ τὰ παρὰ τὴν πρώτην οὐσίαν ἤτοι καθ’ ὑποκειμένης αὐτῆς λέγονται, ἃ καὶ τοῦ ὀνόματος αὐτῇ μεταδίδωσι καὶ τοὐ ὁρισμοῦ, ὥσπερ εἰσὶ τὰ γένη καὶ τὰ εἴδη· ταῦτα γὰρ συνωνύμως αὐτῆς κατηγορεῖται· καὶ γὰρ καὶ τοῦ ὀνοματος τοῦ αὐτοῦ μετέχει ἡ πρώτη οὐσία ὁ γὰρ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον λέγεται) καὶ τοῦ ὁρισμοῦ τούτων μετέχει· ἔστι γὰρ καὶ οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν. τὰ δὲ λοιπὰ τὰ παρὰ τὴν οὐσίαν, λέγω δὲ τὰ συμβεβηκότα , ἅπερ τῇ πρώτῃ οὐσίᾳ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέποτε αὐτῇ μεταδίδωσιν, ἐνίοτε δὲ τοῦ ὀνόματος μόνου· ἡ γὰρ λευκότης ἐν τῷ σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐδέποτε τῷ σώματι μεταδίδωσιν οὐ γὰρ ὅν εἴποιμεν τὸ σῶμα χρῶμα εἶναι διακπιτικὸν ὄψεως, ἀλλ’ εἰ ἄρα, τριχῇ διαστατὸν δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως), τοῦ μέντοι ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα. ἡ δὲ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· μένω· οὐ γὰρ λέγεται ἀρειαῖος ὁ ἀρετῆς μετέχων, ἀλλὰ σπουδαῖος. τῶν τοῦ ὀνόματος μεταδιδόντων τὰ μὲν ὁμωνύμως μεταδίδωσιν, ἅπερ ἐστὶ καὶ [*](1. 8 προλαμβ. a: παραλαμβ. C: προσλαμβ. F 1 ταῦτα] τὰ F 2. 3 δῆλον — κατηγορονμένων post λόγον coll. C 5 τῶν καθ’ ὑποκ.] γενῶν F ἐν οἷς ἔλεγεν ora. F (cf. p. 1 b 10) ὅτι om. a 6 κατηγορεῖται F 7 ταῦτα πάντα F 8 τὴν πp. ὡς εἶπον coll. a 10 ἔχειν C 11 pr. ἡ om. F δὲ iter. F 13 χρείας C 14 εἰς ὕπαρξιν V 15 ὑποκειμένου Ca Ca μεταδιδόασι Ca 17 αὐτῶν F κατηγοροῦνται C 18 post οὐσία add. οἷον ὁ καθόλου ἄνθρωπος λέγεται κατὰ σωκράτους καὶ μεταδίδωσι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ a 18. 19 καὶ γὰρ καὶ ἄνθp. λέγ’. ὁ σωκp. καὶ ζ. C 19 λέγ’. καὶ ζ. coll. a ἔστι] ὅθεν C 20 καὶ θνητόν C παρὰ] περὶ C 21 δὲ] δὴ a corrigas ὑποκειμένῃ 22 εἰσί . . μεταδιδόασιν C 24 post μεταδίδ. add. ἐνίοτε δὲ τοῦ ὀνόματος μόνου C εἶναι χp. coll. a 25 εἰ] ἧ F διαστ. τp. coll. F 25. 26 διακριτικὸν C 27 ἡ δὲ ἀρετὴ] οὐκ ἀεὶ δέ. ἰδοὺ γὰρ ἡ ἀρετή. ἡ δὲ ἀρετὴ a: ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ Ammon., quae hie ponere opus non est τοῦ utrobique om. F 28 οὐ — CTtooSatos om. C τῶν δὲ a τῶν — τοιαῦτα 57,5 fort, subdita) 29 μεταδιδόασιν F)
    57
    σπάνια, τὰ δὲ παρωνύμως· ὁμωνύμως μὲν ὡς ἡ γραμματικὴ γυνὴ ἀπὸ [*](46r) τῆς γραμματικῆς καὶ | ἡ μουσικὴ ἀπὸ τῆς μουσικῆς, παρωνύμως δέ, ἅπερ [*](46v) καὶ ὡς ἐπὶ τὸ πολύ εἰσιν, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς λευκότητος ὁ λευκὸς καὶ ὅσα τοιαύτα.

    p. 2a34 Ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν.

    Καλῶς εἶπε τὸ λέγεται· οὐ γὰρ δέεται τὰ καθόλου τῶν μερικῶν, ἵνα ὑποστῇ, ἀλλ’ ἵνα κατ’ ἐκείνων κατηγορηθῇ.

    p. 2a35 Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι.

    Καλῶς εἶπε τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει.

    p. 2a35 Φανερὸν δὲ ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων.

    Δι’ ἐπαγωγῆς βούλεται πιστώσασθαι, ἐπειδὴ καθολικῷ οὐκ ἠδύνατο λόγῳ, ὅτι τὰ ἄλλα πάντα τὰ παρὰ τὴν πρώτην οὐσίαν ἤτοι καθ’ ὑποκειμένου μένου αὐτῆς λέγεται ἢ ἐν ὑποκειμένῳ αὐτῇ ἐστι. δείκνυσι δὲ οὐκ ἐπὶ τῶν εἰδῶν ποιοὐμενος τὸν λόγον ταῦτα γὰρ πᾶσιν ἐναργῆ ὅτι κατὰ τῶν ἀτόμων κατηγοροῦντι· ἀμέλει ἔστιν ὅτε τοῦ κυρίου ἀποροῦντες ὀνόματος ἐκ τοῦ εἴδους καλοῦμεν αὐτὰ τὰ ἄτομα λέγοντες ‘τὸν ἄνθρωπον ἐκεῖνον κάλεσον’), ἀλλ’ ἐπὶ τῶν γενῶν ποιεῖται τὴν ἀπόδειξιν διὰ μέσων τῶν εἰδῶν· εἰ γὰρ ἐδείχθη ὅτι τὰ ὡς καθ’ ὑποκειμένου κατηγορούμενα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ὡς καθ’ ὑποκειμένου, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεται, κατηγορεῖται δὲ κατὰ τοῦ ἀτόμου τὸ εἶδος ὡς καθ’ ὑποκειμένου, τούτου δὲ πάλιν τὸ γένος, ὁμολογουμένως τὸ γένος καὶ κατὰ τοῦ ἀτόμου κατηγορηθήσεται, οἷον εἰ Σωκράτους ὁ ἄνθρωπος, ἀνθρώπου δὲ τὸ ζῶον, οὐκοῦν καὶ Σωκράτους τὸ ζῷον. ὁμοίως καὶ ἐπὶ τῶν συμβεβηκότων ποιεῖ· οὐ γὰρ δείκνυσιν ὅτι τὸ λευκὸν ὑπάρχει τοῖς σώμασιν ἢ τὸ μέλαν τοῦτο γὰρ ἐναργές), ἀλλ’ ὅτι τὸ χρῶμα ὑπάρχει ἐν σώματι· εἰ γὰρ ὡμολόγηται ὅτι πᾶν χρῶμα ἐν σώματι | ἔχει τὸ εἶναι, οὐκοῦν [*](47r) ὁμολογηθήσεται ὅτι καὶ ἐν τοῖς κατὰ μέρος σώμασιν ὑπάρχει· τὸ γὰρ ἁπλῶς σῶμα τῶν κατὰ μέρος κατηγορεῖται σωμάτων· εἰ τοίνυν τὸ χρῶμα ἐν σώματι, τὸ δὲ σῶμα τῶν κατὰ μέρος σωμάτων, καὶ τὸ χρῶμα ἄρα [*](3 καὶ (prius) om. C I ὁ (ante λευκός) oin. V 7 post εἶπε add. τῶν πρὠτων οὐσιῶν F δεῖται a 9 ὑποκειμένῳ C εἰσι C 12 φὰν. δὲ] φὰν. C: φὰν. δὲ τοῦτο a: τοῦτο δὲ φὰν. Arist. 14. 15 corrigas ὑποκειμένης et ὑποκειμένῃ 15 λέγονται a 19 κάλεσον a: καλέσαι CF 23 καὶ τούτου δὲ C 27 ἐν] τῶ C 31 τῶν κατὰ μέρος] κατὰ τῶν ἐν μέρει a: om. C)

    58
    τῶν κατὰ μέρος κατηγορηθήσεται, διότι ἐπὶ πάντων τῶν καθ’ ὑποκειμένου 47r λεγομένων ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται.

    p. 2b5 Μῆ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι· πάντα γὰρ τὰ ἄλλα ἤτοι καθ’ ὑποκειμένων τούτων λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν.

    Ὁρᾷς ὡς ὡς εἰκότως προέλαβε τὰ εἰρημένα ἐγκώμιον βουλόμενος εἰπεῖν τῆς πρώτης οὑ|σίας· τῶν γὰρ παρ’ αὐτήν, φησί, πάντων ἤτοι καθόλου [*](47v) οὐσιῶν οὐσῶν ἤτοι συμβεβηκότων πᾶσι χρείαν παρεχομένη , ὡς πολλάκις εἴρηται, ἀναιρεθεῖσα συνανεῖλεν ἑαυτῇ τὰ παρ’ ἑαυτὴν πάντα· ἀναιρεθείσης γὰρ τῆς πρώτης οὐσίας τὰ συμβεβηκότα ἔν τινι ὑποστῆναι οὐκ ἔχοντα συνανῄρηται, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινων κατη- γορηθῆναι. καθόλου δὲ λέγομεν κατηγορεῖσθαι οὐ τὰ πρὸ τῶν πολλῶν, ἁλλ’ οὐδὲ τὰ ἐν τοῖς πολλοῖς· καὶ ταῦτα μὲν γὰρ συναναιρεῖται ὁμολοηουμ΄ρνως ταῖς πρώταις οὐσίαις· οὑ γὰρ ἔστι τὸ ζμ͂ον καθ’ ἑαυτὸ ἐν ὑπάρξει, ὃ μήτε ἄνθρωπός ἐστι μήτε Πλάτων’ μήτε τις τῶν κατὰ μέρος ἀνθρώπων· ἐν γὰρ τοῖς πολλοῖς καὶ καθ’ ἕκαστον τὰ κοινὰ θεωρεῖται. οὐ μέντοι ταῦτα κατηγορεῖσθαι εἰώθασι τῶν ἀτόμων αὐτὸ γάρ τοι ἑαυτοῦ οὐδὲν κατηγορεῖται), μόνα δὲ εἰώθασι κατηγορεῖσθαι τῶν ἀτόμων τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ἐννοηματικά· τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ταύτην εἰώθαμεν καὶ κατηγορεῖν αὐτῶν. ἅπερ καὶ αὐτὰ τῶν μερικῶν ἀναιρεθέντων συναναιρεῖται· τῶν γὰρ πραγμάτων μὴ ὄντων οὐδ’ ἂν αἱ περὶ αὐτῶν ὑπάρξαιεν ἔννοιαι· μὴ οὐσῶν οὖν τῶν μερικῶν οὐσιῶν οὐδὲ τὰ καθόλου ἔσται οὐδὲ τὰ συμβεβηκότα· εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι [*](1 ante pr. τῶν add. κατὰ Ca alt. τῶν om. F ὑποκειμένων Fa 3 τούτω om. a post ῥηθήσεται add. ex Marc. 217 Διὰ τί εἶπε τὸ χρῶμα ἐν σώματι; οὐκοῦν καὶ ἔν τινι σώματι· εἰ γὰρ μὴ ἔν τινι σώματι, οὐδὲ ἐν σώματι ὅλως, ὅτι κυρίως ἐν τῷ μερικῷ σώματί εἰσι καὶ τὸ καθόλου λευκὸν καὶ τὸ μερικόν. εἰ δὲ λέγοις, τίνι διακρίνοιμεν αὐτά, αἰσθητοῖς μὲν οὐχὶ νοητοῖς δὲ ὀφθαλμοῖς. καὶ λοιπὸν τί; χρώματα ἔσονται; οὐχί· ὡς γὰρ συμπληρωτικὸν ὃν τὸ καθόλου οὐ συναριθμεῖται τῷ μερικῷ χρώματι· οὐδὲν γὰρ συμπληρωτικὸν συναριθμεῖται τούτῳ, οὗ ἐστι συμπληρωτικόν· ὥσπερ γὰρ ὁ ἐν σκιαγραφίᾳ ἄνθρωπος καὶ ὁ χρωματουργηθεὶς οὔτε δύο νοοῦνται ἄνθρωποι οὔτε ὁ συμπληρωτικὸς ὢν συναριθμεῖται, ἀλλ’ ὁ μέν ἐστι κοινὸς ὁ σκιαγραφούμενος ὁ δὲ μερικός καὶ εῖς ἀμφότερα, οὕτω καὶ ἐπὶ τοῦ καθόλου ἀνθρώπου καὶ τοῦ σωκράτους. ἰστέον γὰρ ὅτι ὥσπερ ὁ ζωγράφος ποιεῖ πρῶτον κοινὸν ἄνθρωπον ἐν σκιαγραφίᾳ, εἶτα χρωματουργῶν ἄγε. εἰς τὸ ποιῆσαι σωκράτην ἢ πλάτωνα, οὕτως ὁ καθόλου ἄνθρωπος πρῶτος ὢν διαπλαττόμενος γίνεται σωκράτης ἢ πλάτων’· ἡ γὰρ φύσις ἀπλῶς ἄνθρωπον ποιεῖ, οὐ σωκράτην ἡ πλάτωνα a 5. 6 πάωτα—ἑστιν ἐστιν om. Bekker. (cf. p. 59,1.2) 5 τὰ δὲ ἄλλα πάντα a 5. 6 ὑποκειμένου λέγεται τῶν πρώτων οὐσιῶν ἡ ἐν ὑποκειμένῳ a 8 τῆς οὐσίας τῆς πp. V ἤτοι] ὅσα C 10 εἴρηται] p. 56,13 ante ἀναιρεθεῖσα add. ἡ πρώτη οὐσία a 12. 13 κατηγορηθῆναι ex Amman, correxi: κατηγορηθῇ CF: κατηγορηθείη a 13 πρὸ τῶν] ἐν τοῖς τῶν (sic) C 15 τὸ ζῶον] τι ζώου a 17 ἕκαστα C μέντοι γε a 18 ταῦτα] πάντα C 18. 19 αὐτὸ — ἀτόμων om. C 18 τοι] τι a 20 ἣν ἔχομεν] τὴν μὲν C 21 pr. καὶ om. Ca 23 ὑπάρξειεν F)

    59
    πρῶται λέγονται. καλῶς δὲ πάλιν κἀνταῦθα ἐν μὲν τοῖς καθόλου τὸ [*](47v) λέγεται ἔταξεν, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἐστί.

    p. 2b7 τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους.

    Σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοῦ γένους, καί φησι μᾶλλον εἶναι οὐσίαν τὸ εἶδος τοῦ γένους, καὶ δείκνυσι τοῦτο διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν | πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος τῆς πρὸς αὐτήν, [*](48r) ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, ὅτι ἐγγύτερον τὸ εἶδος τῆς πρώτης οὐσίας, τοῦτ’ ἔστι τῶν ἀτόμων, ἤπερ τὸ γένος· ἐκ δὲ τῆς ἀναλογίας, ὅτι ὡς ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω τὸ εἶδος πρὸς τὸ γένος· εἰ γὰρ πρώτην αὐτὴν ἐκαλέσαμεν, διότι πᾶσι τοῖς μετ’ αὐτὴν χρείαν παρέχει, τοῖς μὲν πρὸς ὕπαρξιν τοῖς δὲ πρὸς κατηγορίαν, εἰκότως καὶ τὸ εἶδος μᾶλλον οὐσία τοῦ γένους κληθήσεται ὑποκείμενον αὐτῷ πρὸς κατηγορίαν· μὴ ὄντος γὰρ εἴδους οὐκ ἔχει τὸ γένος κατά τινος κατηγορηθῆναι· διὰ μέσου γὰρ αὐτοῦ καὶ τῶν ἀτόμων κατηγορεῖται.

    p. 2b8 ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤ τὸ γένος.

    Tοῦτο τὸ ἐκ τῆς σχέσεως ἐπιχείρημα· ἐὰν γὰρ ἀποδιδῶμεν, φησί, τί ἐστι Σωκράτης, ὑγιῶς μὲν λέγομεν καὶ ἄνθρωπον ἀποδιδόντες καὶ ζῶον, οἰκειότερον δὲ ἄνθρωπον ἤπερ ζῶον ἀποκριθέντες· τὸ γὰρ ζῷον εἰπόντες οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον καὶ εἴτε θνητὸν εἴτε ἀθάνατον, ἄνθρωπον δὲ ἀποκριθέντες προσεχέστερον τὴν φύσιν αὐτοῦ ἀποδώσομεν.

    p. 2b12 Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου τὸ δὲ κοινότερον.

    Tοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι, τὸ δὲ ζῷον κοινότερόν ἐστι· καὶ γὰρ κατὰ ἄλλων πλειόνων εἰδῶν.

    [*](1 κἀντεῦθεν C μὲν γὰρ C 14. 15 τοῦ εἴδους . . τὸ γένος C 16 κατηγοπηθῆ Ca 17 αὐτῶν F 18 ἀποδῶ C in ἥπερ Arist. 21 ἀποδιδῶμεν Paris. 2051: ἀποδώσωμεν CFa 23 δὲ om. C)
    60

    p. 2b15 Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις πᾶσιν ὑπο-| [*](48r) κεῖσθαι καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν [*](48v) αὐταῖς εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι πρῶται λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει.

    Τοῦτο τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· ὡς γὰρ ἔχουσι, φησίν, αἱ πρῶται οὐσίαι πρὸς τὰ παρ’ αὐτάς, τοῖς μὲν πρὸς ὕπαρξιν ὑποκείμεναι τοῖς δὲ πρὸς κατηγορίαν, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη ὑποκείμενα αὐτοῖς πρὸς κατηγορίαν· τὰ δὲ γένη οὐκέτι τοῖς εἴδεσιν ὑπόκεινται· ὥστε εἰκότως μᾶλλον οὐσίαι τὰ εἴδη. ἀκριβῶς δὲ προσέθηκε καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι· αἱ γὰρ πρῶται οὐσίαι ὑπόκεινται πᾶσιν, ἀλλ’ οὐχ ὁμοίως· τοῖς μὲν γὰρ πρὸς ὕπαρξιν, τοῦτ’ ἔστι τοῖς συμβεβηκόσι, τοῖς δὲ πρὸς κατηγορίαν, τοῦτ’ ἔστι τῖς καθόλου οὐσίαις. ἀπορήσειε δ’ ἄν τις διὰ τί τὸ εἶδος οὐκ εἶπε δευτέραν οὐσίαν, τρίτην δὲ τὸ γένος. λέγομεν ὅτι διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν καλέσας ταύτας δευτέρας οὐσίας, λέγω δὴ διὰ τὸ δέεσθαι τῆς πρώτης πρὸς κατηγορίαν, οὐκ ἠβουλήθη τούτων ἐπιδιαίρεσιν ποιήσασθαι, ἀλλ’ ἠρκέσθη σύγκρισιν μόνον αὐτῶν ποιῆσαι καὶ τὴν μὲν εἰπεῖν μᾶλλον τὴν δὲ ἧττον οὐσίαν.

    p. 2b22 Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστί·

    Ποιησάμενος τὴν κατὰ βάθος τῶν οὐσιῶν διαίρεσιν, τοῦτ’ ἔστι τὴν [*](49r) ἀπὸ τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τούτου ἐπὶ τὸ γένος, καὶ εἰπὼν τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, τῆς δὲ δευτέρας τὴν μὲν μᾶλλον οὐσίαν τὴν δὲ ἧττον, νῦν ποιεῖται τὴν κατὰ πλάτος αὐτῶν διαίρεσιν καὶ παραβολήν, λέγω δὴ εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. καὶ καλῶς εἶπεν ὅσα ἐστι γένη, ἵνα παραβάλῃς τὰ ὑπάλληλα εἴδη καὶ τὰ εἰδικώτατα οἷον ζῷον καὶ ἄνθρωπον. ἀλλὰ ἐκεῖνά φησι δεῖν παραβάλλειν τὰ τὴν αὐτὴν ἀπόστασιν τῶν γενῶν ἀφεστηκότα ἢ τῶν ἀτόμων, οἷον ἄνθρωπον καὶ ἵππον ἢ βοῦν· ταῦτα γάρ, φησίν, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστί· τοὐ τε γὰρ γένους ὁμοίως ἀφεστήκασι· μετὰ γὰρ τὸ ζῷον εὐθὺς τὸ ἄλογον καὶ τὸ λογικὸν ζῶον τέτακται, μεθ’ ἃ ἵππος, εἰ τύχοι, καὶ ἄνθρωπος καὶ βοῦς.· ὥσπερ γὰρ τοῦ ἵππου κατηγορεῖται τὸ ζῷον, [*](1 ἅπασιν a Arist. 2 πάντα τὰ ἄλλα Arist. (cf. v. 11) 3 πρῶται om. Arist. 4 πάντα om. F 8 γένη om. C 9 γένη δὲ coll. C 11 αὐταῖς Arist. (cf. v. 3) 15 λέγομεν οὖν a 21 τὸ ἕτερον τοῦ ἑτέρου Γ’ 26 πρὸς εἶδ’.] παρὰ εἶδος C 27 παραβάλῃς a: πάραβάληται τὰ prius οm.) C: παραβάλλῃ K τὰ (alt.) om. C 28 τὸ ζῶον F 30 ἡ] καὶ F 33. p. 51,1 ὥσπερ — βοός om. F)

    61
    οὕτω καὶ ἀνθρώπου καὶ βοός. ὁμοίως δὲ καὶ ἀμπέλου καὶ ἐλαίας τὸ [*](49r) φυτὸν γένος ὂν αὐτῶν τὸ προσεχές, ὡς καὶ τοῦ ἵππου καὶ τῶν ἄλλων τὸ ζῶον. διὰ τοῦτο ταῦτα πάντα οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία· τό τε γὰρ προσεχὲς γένος ὁμοίως αὐτῶν ἀφέστηκε, καὶ μετ’ αὐτὰ εὐθὺς τὰ ἄτομα τέτακται. ἀλλ’ οὐδὲ τὰ ἄτομα, φησίν, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσί ἐστίν· ὁμοίως γὰρ πάντα τοῖς τε εἴδεσι καὶ τοῖς γένεσιν αὐτῶν ὑπόκειται πρὸς κατηγορίαν καὶ τοῖς συμβεβηκόσι πρὸς ὕπαρξιν· ὃν γὰρ λόγον ἔχει ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τὸν αὐτὸν λόγον ἔχει καὶ ὁ ἵππος πρὸς τὸν τινὰ ἵππον· ὥσπερ γὰρ τοῦ Σωκράτους κατηγορῶν τὸν ἄνθρωπον οὐδὲν ἄν κατηγορήσαις οἰκειότερον, οὕτως οὐδὲ Ξάνθου τὸν ἵππον ἢ Ἀργοῦ τὸν κύνα. καὶ ἐντεῦθεν δὲ δῆλός ἐστιν ὁ Ἀριστοτέλης πρὸς | τὴν τῶν πολλῶν γνῶσιν τὴν διδασκαλίαν ποιούμενος· οὐδὲν γὰρ [*](49v) μᾶλλον ἄτομον ἀτόμου φησὶν εἶναι πρώτην οὐσίαν, ἀλλὰ τόνδε τὸν μύρμηκα, εἰ τύχοι, καὶ τόνδε τὸν ἀστέρα ὁμοίως εἶναι οὐσίας· ὁ γὰρ πολὺς ἄνθρωπος ὁμοίως ἕκαστον τούτων ὑπάρχον οἶδε. διὰ τοῦτο καὶ αὐτὸς ὁμοίως ταῦτα οὐσίας ἐκάλεσεν ἀκολουθῶν ταῖς τῶν πολλῶν ἐννοίαις.

    p. 2b29 εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται.

    Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ μὲν γένη καὶ τὰ εἴδη δεύτεραι οὐσίαι λέγονται, οὐκέτι δὲ τρίτας οὐσίας λέγει τὰ συμβεβηκότα. τοῦτο δὲ πάλιν κατασκευάζει διχῶς, ἔκ τε τῆς σχέσεως τῆς πρὸς τὰς πρώτας οὐσίας καὶ ἐκ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς σχέσεως, ὅτι τὰς πρώτας οὐσίας ἀποδιδόντες οἰκείως ἀποδώσομεν διὰ μόνου τοῦ γένους ἢ τοῦ εἴδους ἀποδιδόντες· διδόντες. τὸν γὰρ Σωκράτην ἄνθρωπον εἰρηκότες ἢ ζῷον οἰκείως ἀποδώσομεν καὶ γνωριμώτερον, ἐὰν δὲ ὅτι λευκὸς ἢ τρέχει ἤ τι τοιοῦτον εἴπωμεν, ἀλλοτρίως καὶ ἀγνώστως ἀποδώσομεν. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν ἅτε μόνα σὴ σημαίνοντα τὰς πρώτας οὐ· σίας, τὰ δὲ συμβεβηκότα ἑ ὅλως οὕ φαμεν οὐσίας ἅτε μὴ δηλοῦντα τὴν [*](50r) πρώτην οὐσίαν.

    [*](1 post ὁμοίως add. ὡσαύτως C 4 πρόσ’. αὐτῶν γένος ὁμοίως αὐτοῖς a G. 7 ὑπόκεινται F 8. 9 ante ἄνθρωπος et ἴππος add. καθόλου a 9. 10 τὸν τινὰ ἄνθp. C 10 κατηγορήσαις scripsi: κατηγοπήσης σὴς libri: εἴποις Amuion. 13 πρώτην om. F: post οὖσ’. coll. a 14 εἶναι ὁμ. coll. a 17 post ἐννοίαις add. ex Marc. 217 Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη. τουτἐστιν ὅσα ἐγγὺς εἰσὶ τοῖς ἀτόμοις καὶ εἰδικώτατα, ἐπεὶ καὶ τὸ ὄρνεον εἰδός ἐστιν a 18 δὲ] οὖν Ca 23 καὶ om. C 26 καὶ om. C γνωρίμως Amraon. (fort, lectins) δὲ] γὰρ C 27 καὶ (prius)] ἡ F 27. 28 γένη καὶ τὰ εἴδη coll. a 29 φήσομεν C)
    62

    p. 2b37 Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι [*](50r) κεῖσθαι κυριώτατα οὐσίαι λέγονται.

    Tοῦτο τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας. φησὶ δὲ ὅτι ὃν τρόπον αἱ πρῶται οὐσίαι ὑπόκεινται πᾶσι τοῖς παρ’ αὐτάς, οὕτως καὶ αἱ δεύτεραι τοῖς συμβεβηκόσιν· ὥσπερ γὰρ λέγομεν Σωκράτην φιλόσοφον, οὕτω δὲ καὶ ἄνθρωπον φιλόσοφον λέγομεν καὶ ζῷον φιλόσοφον. ὥστε καὶ αἱ δεύτεραι οὐσίαι ὑπόκεινται τοῖς συμβεβηκόσι, καὶ τὰ συμβεβηκότα κατ’ αὐτῶν κατηγορεῖται , ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων κατηγορεῖται, ὥς φησι καὶ ὁ Πορφύριος, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν. τὰ δὲ συμβεβηκότα οὐδέποτε | ταῖς οὐσίας ὑπόκεινται· ἰστέον γὰρ [*](50v) ὅτι τῶν κατηγορουμένων τὰ μὲν κατὰ φύσιν κατηγορεῖται τὰ δὲ παρὰ φύσιν σιν τὰ δὲ κατὰ συμβεβηκός. κατὰ φύσιν μὲν οὖν κατηγοροῦνται τὰ συμβεβηκότα τῶν οὐσιῶν, οἷον Σωκράτης φιλόσοφός ἐστιν ἢ φαλακρὸς ἢ σιμὸς ἤ τι τοιοῦτον· φυσικῶς γὰρ ὑποκεῖσθαι εἴωθε τοῖς συμβεβηκόσιν ἡ οὐσία, τὰ δὲ συμβεβηκότα κατ’ αὐτῆς κατηγορεῖσθαι. ἀλλὰ καὶ τὰ καθόλου τῶν μερικῶν κατὰ φύσιν κατηγορεῖται, ὡς Σωκράτους τὸ ζῷον· καὶ γὰρ τοῖς καθόλου τὰ μερικὰ ὑποκεῖσθαι πεφύκασι. παρὰ φύσιν δέ ἐστι κατηγορία ἡ τὸ ἀνάπαλιν ποιοῦσα καὶ κατηγοροῦσα κατὰ συμβεβηκότος οὐσίαν, οἷον ἡ λέγουσα ὅτι τὸ φιλόσοφον τοῦτο Σωκράτης ἐστὶ καὶ εἴ τι τοιοῦτον οὐ γὰρ ἔχουσι φύσιν τὰ συμβεβηκότα ταῖς οὐσίαις ὑποκεῖσθαι), καὶ ἔτι ἡ τὸ μερικὸν κατὰ τοῦ καθόλου κατηγοροῦσα, οἷον ἡ λέγουσα ὅτι ὁ ἄνθρωπος οὗτος Σωκράτης ἐστὶν ἢ τὸ χρῶμα λευκόν ἐστι. κατὰ συμβεβηκὸς δέ ἐστι κατηγορία ἡ συμβεβηκὸς κατὰ συμβεβηκότος ἄλλο κατ’ ἄλλου κατηγοροῦσα, ἑτερογενές φημι ἑτερογενοῦς, οἷον ἡ τὸ ἐν Σωκράτει φιλόσοφον τοῦ ἐν αὐτῷ τούτῳ σιμοῦ κατηγοροῦσα ἢ τοῦ φαλακροῦ ἢ ἀνάπαλιν καὶ λέγουσα, εἰ τύχοι, ὅτι τὸ σιμὸν τοῦτο φαλακρόν ἐστιν ἢ τὸ φαλακρὸν τοῦτο φιλό- σοφόν ἐστι καὶ εἴ τι τοιοῦτον. κατὰ συμβεβηκὸς δὲ λέγεται, ὅτι περὶ τὸ αὐτὸ ὑποκείμενον συμβεβηκότων πλειόνων ἑτερογενῶν εὑρεθέντων ἢ μὴ [*](2 κυριώταται Ca 3 τοῦτο — ἀναλογίας om. et ex Marc. 217 haec add. ἰστέον ὅτι αἱ πρῶται οὐσίαι διὰ τοῦτο λέγονται πρῶται, διὰ τὸ καὶ τοῖς συμβεβηκόσιν ἀτόμοις ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ ταῖς καθόλου πρὸς κατηγορίαν οὐσίαις, καὶ ὡς ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα μερικὰ καὶ τὰς καθόλου οὐσίας, ὑπόκεινται γὰρ τοῖς μὲν πρὸς ὕπαρξιν, τοῖς δὲ πρὸς κατηγορίαν, οὕτω καὶ αἱ δεύτεραι οὐσίαι συμβεβηκόσιν ὑπόκεινται, τοῖς κατὰ τὰ ἐννέα γένη θεωρουμένοις καθόλου· τοῦτο γάρ ἐστι τὸ πᾶσι τοῖς ἄλλοις, τουτέστι ταῖς καθόλου οὐσίαις καὶ τοῖς καθόλου συμβεβηκόσι. καὶ καθόλου οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη, ὡς τὰ ἄτομα πρὸς τὰ εἴδη· ὑπόκεινται γὰρ αὐτοῖς πρὸς κατηγορίαν a δὲ ὅτι] ὅτι C: γὰρ a 4 πρῶται] πρώτως λεγόμεναι C ὑπόκ.] ὑπάρχουσι ὑποκείμεναι C 5 δεῦτ’. οὐσίαι F 6 οὕτω — φιλόσοφον om. C 9 καὶ (prius) om. C ὁ Πορφ.] Isag. p. 13,20 9. 10 γενῶν καὶ τῶν εἰδῶν coll. Fa 10 δὲ om. a γὰρ om. C 1 1 κατηγοροῦν τᾶι C 13 ὁ σωκp. a 19 τὸ om. F 21 κατὰ τοῦ καθόλου om. C τοῦ] τὸ F ὁ om. C 22. 23 κατ’. ἐστι coll. C 23 ante συμβεβηκὸς add. κατὰ F 25 τοῦτο C 28 ἢ eicias)

    63
    πεφυκότων ἀλλήλων κατηγορεῖσθαι διὰ τὴν πρὸς τὸ ὑποκείμενον σχέσιν [*](50v) ἕτιερον ἑτέρου κατηγορήθη καὶ οὐ διὰ τὴν πρὸς ἄλληλα συγγένειαν· οὐ γὰρ πέφυκεν ὑποκεῖσθαι τὸ σιμὸν τῷ φαλακρῷ· ὑφ’ ἕτερον γὰρ ἑκάτερον τούτων τελεῖ γένος, τὸ μὲν ὑπὸ τὸ ποσὸν τὸ δὲ ὑπὸ τὸ ποιόν. παοὰ φύσιν δὲ οὔ φαμεν τὴν τοιαύτην κατηγορίαν, διότι | ὅλως πέφυκε συμβεβηκὸς [*](51r) συμβεβηκότος κατηγορεῖσθαι τὸ καθολικώτερον τοῦ μερικωτέρου. εἰκότως οὖν ἄρα οὐκ ἐκλήθησαν τρίται οὐσίαι τὰ συμβεβηκότα ἅτε μὴ ὑποκείμενά τινι πρὸς ὕπαρξιν, ἀλλὰ καὶ ὅταν οὐσία κατὰ συμβεβηκότος κατηγορῆται, παρὰ φύσιν 〈φαμὲν〉 εἶναι τὴν τοιαύτην κατηγορίαν.

    p. 3a7 Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένω εἶναι.

    Διελὼν τὴν οὐσίαν εἰς τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν πρὸς ἀλλήλας, νῦν εὐτάκτως ποιῶν τῆς οὐσίας τὸν ὁρισμὸν ἀποδοῦναι βούλεται· ἀλλ’ ἐπειδὴ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, ὁρισμὸν αὐτῆς οὐ δύναται ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμοὺς ἐκ γενῶν καὶ διαφορῶν λαμβά- νεσθαι, τῆς δὲ ἁπλῆς οὐσίας οὐκ ἔστι γένος εὑρεῖν διὰ τό, ὡς εἴρηται, γένος εἶναι αὐτὴν γενικώτατον. διὰ τοῦτο τοίνυν τὸ ἴδιον αὐτῆς ἁποδίδωσιν· ἔοικε γὰρ τοῦτο ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχετ, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτως καὶ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἁντιστπέ|φουσι πρὸς ἄλληλα. [*](51v) διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται. οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ ἴδια, ἀλλ’ ἃ ἄν τις ὑποπτεύσειεν ἴδια εἶναι, ἵνα μὴ ὕστερον ἐξῇ τινι λέγειν ὅτι καὶ ταῦτα ἴδιά ἐστι τῆς οὐσίας. βουληθεὶς δὲ τὸ ἴδιον ἀποδοῦναι τὸ κοινὸν ἀποδέδωκε· φησὶ γὰρ κοινὸν κατἀ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. τί οὖν ἐροῦμεν,. ὅτι δεῖ πάντως τῷ ἰδίῳ δύο τινὰ ὑπάρχειν, τὸ μόνῳ ὑπάρχειν ἐκείνῳ καὶ παντί, οὗ ἐστιν ἴδιον· διὰ οὖν τοῦ εἰπεῖν κοινόν ἐστιν ἐσήμανεν ὅτι πάσῃ τῇ οὐσία τοῦτο ὑπάρχει · δεῖ γὰρ τὸ ἴὃιον καὶ μόνῳ ἐκείνῳ τῷ πράγματι ὑπάρχειν, οὗ ἐστιν ἴδιον, καὶ παντί, ὡς τὸ γελαστικὸν καὶ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ παντί. κοινὸν οὖν φησι κατὰ πάσης οὐσίας τὸ μὴ ἡ ἐν ὑποκειμένῳ εἶναι. καὶ ὅτι μὲν ἡ πρώτη οὐσία οὐκ ἔστιν ἐν ὑποκειμένῳ, οὐδὲ κατασκευάσαι ἀξιοῖ· φανερὸν γὰρ ἐκ τῆς ἐναργείας τοῦτο · ὁ [*](1 ante διὰ add. ἡ F 3 ἐφ’ C 5 post ὅλως add. οὐ a 6 καθολικώτερον δὲ a 8 κατηγορεῖται Fa 9 φαμὲν Marc. 217: om. CFa 12. 13 διελὼν — οὐσίας om. a 12 εἰς om. C τὴν (alt.) om. C 14. 15 ἀποδ. οὐ δὺν. coll. C 16 γένος οὐκ ἔστι coll. C ὡς εἴρηται] v. 14 18 τούτω F post παντὶ add. καὶ ἀεὶ C 18. 19 ὑπάρχει ante μόνω coll. a 19. 20 ὁρισμὸς —oὖ ἐστιν om. F 19 all. τὸ om. C 20 ἀντιστρέφει 21 ἀποδ. τῆς οὖσ’. coll. F 22 ἐία αὐτῶ coll. C ὑπώπτευσεν F: ὑποπτεύσας a 22. 23 εἶναι ἴδια coll. F 24 ἀπέδωκε F κοινόν ἐστι (alt. I C 27 τοῦ οὖν coll. Ca ἐστιν (post κοίν’.) om. Arist. 28 post ὑπάρχει add. lemma οὐ γὰρ ἐν—δἐ τὸ ζῶον 12—14) C δεῖ -Ttavti (30) ἴωι. eicias 29 πp. ἐκ· coll. C 29 ἴδιον om. Ca 30 φασι C 31 ἡ μέν coll. a)

    64
    γὰρ Σωκράτης οὐκ ἐν ἄλλω ἔχει τὸ εἶναι. κατασκευάζει δὲ ὅτι οὐδὲ αἱ [*](51v) δεύτεραι οὐσίαι εἰσὶν ἐν ὑποκειμένῳ, καὶ κατασκευάζει συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι τοιούτῳ· αἱ δεύτεραι οὐσίαι τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασι τῷ ὑποκειμένῳ, τὰ δὲ ἐν ὑποκειμένῳ ὄντα ἢ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδιδόασι τῷ ὑποκειμένῳ ἢ τοῦ ὀνόματος μόνου· αἱ ἄρα δεύτεραι οὐσίαι οὔκ εἰσιν ἐν ὑποκειμένῳ.

    p. 3a21 Οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί. |

    Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνῃ ταύτῃ ὐπάρχον [*](52r) ἀλλὰ καὶ ταῖς διαφοραῖς. δοκεῖ δὲ ἐκ τούτων καὶ διακρίνειν τὰς διαφορὰς τῶν οὐσιῶν καὶ συνάπτειν αὐτὰς ταῖς οὐσίαις· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅτι οὐκ ἴδιον τοῦτο τῆς οὐσίας ἀλλὰ καὶ τῶν διαφορῶν δοκεῖ διακρίνειν αὐτὰς τῶν οὐσιῶν, πάλιν δὲ διὰ τοῦ εἰπεῖν ὅτι καὶ αἱ διαφοραὶ καθ’ ὑποκειμένου μὲν λέγονται ἐν ὑποκειμένῳ δὲ οὔκ εἰσι συνάπτει αὐτὰς ταῖς οὐσίαις· τὰ γὰρ οὐκ ἐν ὑποκειμένῳ, φησί, καὶ τοῦ ὀνόματος μεταδιδόασι καὶ τοὐ ὁρισμοῦ τούτοις ὧν καθ’ ὑποκειμένου λἐγεται· τοιαῦται δέ, φησι, καὶ αἱ διαφοραί· τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ λογικὸν οὐ μόνον τοῦ ὀνόματος μεταδιδόασι τῷ ἀνθρώπῳ (πεζὸν γὰρ ζῷον ὁ ἄνθρωπος λέγεται καὶ λογικὸν καὶ δίπουν), ἀλλὰ καὶ τοῦ τοῦ ὁρισμοῦ, ὅπως ἄν τις ἀποδῷ τούτων ἑκάστου τὸν λόγον. τοῦτο δὲ ἰήιον τῶν οὐσιωδῶς κατὰ τῆς πρώτης οὐσίας κατηγορουμένων. ὥστε οὐσίας εἶναι τὰς διαφορὰς πάλιν ἐκ τούτων τῶν λόγων βούλεται. τινὲς οὖν πρὸς τοῦτό φασιν ὅτι τριττά εἰσι τῶν διαφορῶν τὰ εἴδη, καὶ αἱ μὲν αὐτῶν εἰσι μᾶλλον οὐσίαι ἤπερ συμβεβηκότα, αἱ δὲ μᾶλλον συμβεβηκότα ἤπερ οὐσίαι, αἱ δὲ μέσως πὼς ἔχουσιν ὡς ἄδηλον εἶναι πότερον συμβεβηκότα μᾶλλον αὐτὰς εἴπωμεν ἢ οὐσίας· οἷον μᾶλλον μὲν οὐσίαι εἰσὶν ἤπερ συμβεβηκότα τὸ λο- γικὸν τὸ ἄλογον καὶ τὰ τοιαῦτα μᾶλλον μὲν οὐσίαι ὅτι συμπληρωτικαί εἰσι τῶν | ὑποκειμένων εἰδῶν, συμβεβηκότα δὲ ὅτι ἐν τῷ ὁποῖόν τί [*](52v) ἐστι κατηγοροῦνται, ὥσπερ καὶ τὰ συμβεβηκότα), μᾶλλον δὲ συμβεβηκότα ἢ οὐσίαι τὸ ἐν κύκνῳ λευκὸν καὶ τὸ ἐν Σκύθῃ καὶ ἔτι τὸ ἐν τῷ κόρακι μέλαν καὶ τὸ ἐν τῷ Αἰθίοπι ταύτῃ γὰρ διαφέρει ὁ Σκύθης τοῦ Αἰθίοπος, τῷ λευκῷ καὶ τῷ μέλανι)· συμβεβηκὸς μέν, ὅτι γίνεται καὶ ἀπογίνεται [*](4 δὲ om. F ἢ om. a 5 μεταδιδόασι τῶ ὑποκειμένω post ὑποκειμ. (6) coll.F 6 μόνον C 7 τοῦτο τῆς οὖσ’. Arist. 9 ἀποδιδόμενον F ἴδιον τ. οὖσ’. coll. C 10 τούτου a 11 συντάττειν C μὲν οm. F 12 τοῦ] τὸ C καὶ om. F 14 οὗκ εἰσι scripsi : οὐκέτι CFa 15 αὐτὰ C οὐκ om. C 16 an ὑποκειμένων? 17 δέ] γάρ a 18 τοῦ ἀνθρώπου F 19 καὶ τὸ λογικὸν καὶ τὸ δίπουν F 20 τούτων] τοῦτον F post λόγον add. ex Marc. 217 οἷον τὸ πεζὸν καὶ τὸ δίπουν ἐν τῷ ἀνθρώπῳ μέν εἰσιν, ἀλλ’ οὐχ ὡς τὰ συμβεβηκότα, ἐπειδὴ καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον τοῦ ἀνθρώπου κατηγοροῦνται· τὸν γὰρ ἄνθρωπον εἴποις ἂν πεζόν, εἴποις δ’ ἄν καὶ τὸν λόγον τοῦ πεζοῦ, ὅπερ ἐστὶν ἐπὶ γῆς διὰ σκε- λῶν βαδιστικόν a 22 οὖν] δὲ F 26 εἴπομεν a 27 μὲν οὖν C ὅτι om. F 30 pr. καὶ om. F τῶ om. a 31 τὸ ἐν om. a 32 malim συμβεβηκότα)

    65
    χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τῶν γὰρ πτερῶν ἀφαιρεθέντων τοῦ [*](52v) κόρακος οὐδὲν ἧττον κόραξ ἔσται, κἄν τὸν Σκύθην μελανθέντα ἐπινοήσῃς, οὐδὲν ἦττον ἐστι καὶ ἄνθρωπος καὶ Σκύθης. πάλιν δὲ οὐσίαι δοκοῦσί πὼς εἶναι τά τοιαύτα, διότι παντὶ τῷ εἴδει τῶν κοράκων καὶ τῶν Αἰθιόπων ὑπάρχει τὸ μέλαν, ὁμοίως καὶ τὸ λευκὸν κύκνοις τε καὶ Σκύθαις. αἱ δὲ ἐν τοῖς στοιχείοις ποιότητες μέσως πὼς ἔχουσιν, οἷον τὸ ἐν τῷ πυρὶ θερμόν καὶ τὸ ξηρὸν καὶ τὸ ἐν τῷ ὕδατι ψυχρὸν καὶ ὑγρόν.

    Ἴνα δὲ σαφέστερα ἡμῖν γένηται τὰ περὶ τούτων, λέγω δὴ τῶν ἐν τοῖς στοιχείοις διαφορῶν, λεγόμενα, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. τὴν πρώτην ὕλην φασὶν οἱ φιλόσοφοι ἀσώματον εἶναι τῷ οἰκείῳ λόγῳ ᾦ ἀσχημάτιστόν τε καὶ ἀμεγέθη καὶ πάσης ποιότητος κεχωρισμένην · ὅτι γὰρ ἀνείδεός ἐστι, δείκνυται σαφῶς τῷ πάντων τῶν φυσικῶν εἰδῶν αὐτὴν εἶναι δεκτικήν· ὥσπερ γὰρ τὰ ξύλα ὕλης λόγον ἐπέχοντα τοῖς σκεύεσιν ἐστέρηνται παντὸς εἴδους τοῦ κατὰ τὰ σκεύη θεωρουμένου (οὔτε γὰρ θρόνου εἶδος ἔχει οὔτε ἀβακίου οὔτε οὐδενὸς ἄλλου τοιούτου), οὕτω καὶ ἡ ὕλη ὑποβάθρα τις οὖσα καὶ δεκτικὴ πάντων τῶν εἰδῶν τῶν ἐν τοῖς σώμασι θεωρουμένων, οὐδὲ ἓν ἕξει οἰκεῖον εἶδος. αὕτη οὖν ἐξογκωθεῖσα κατὰ τὰς τρεῖς διαστάσεις ποιεῖ τὸ δεύτερον ὑποκείμενον κατὰ τουτ’ ἐστι τὸ ἄποιον σῶμα· ἐπειδὴ γὰρ αἱ ποιότητες καθ’ ἑαυτὰς ὑποστῆναι οὐχ οἷαί τε ἦσαν πᾶσα | γὰρ ποιότης ἐν σώματι ἔχει τὸ εἶναι), [*](53r) ἐδεήθησαν τοῦ σώματος τῷ οἰκείῳ λόγῳ ἀποίου ὄντος, ἵνα ἐν τούτῳ ὐποστῶσι. τούτῳ οὖν κτά τι μὲν μέρος προσγενομένη ἡ θερμὴ καὶ ξηρὰ ποιότης ἐποίησε τὸ πῦρ, κατά τι δὲ ἡ ψυχρὰ καὶ ὑγρὰ ἐποίησε τὸ ὕδωρ, κατ’ τι δὲ πάλιν ἡ ξηρὰ καὶ ψυχρὰ ἐποίησε τὴν γῆν, κατά τι δὲ ἡ θερμὴ καὶ ὑγρὰ ἐποίησε τὸν ἀέρα. οὐχ ὅτι ἦν ἐνεργείᾳ ποτὲ ἡ ὕλη ἀσώματος ἢ τὸ σῶμα ἄποιον, ἀλλὰ τὴν εὔτακτον τῶν ὄντων γένεσιν θεωροῦντες ταὐτά φαμεν, τῇ ἐπινοίᾳ διαιροῦντες τὰ τῇ φύσει ἀχώριστα. αἱ οὖν ποιότητες αἱ ἐπιγενόμεναι τῷ σώματι, λέγω δὴ τῷ δευτέρῳ ὑποκειμένῳ, ᾗ μὲν ἀποίῳ ὄντι αὐτῷ ἐπεγένοντο, συμβεβηκότα εἰσίν, ᾗ δὲ συμπληρωτικαί εἰσι πυρὸς καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων, οὐσίαι· τῷ γὰρ πυρὶ ὡς μὲν σώματι ἐπισυμβέβηκεν ἡ θερμὴ καὶ ξηρὰ ποιότης, ὡς δὲ πυρὶ οὐκέτι ταῦτα λέγοντι ἐπισυμβαίνειν, ἀλλὰ μᾶλλον συμπληροῦν τὴν τούτου οὐσίαν. ὥστε αὗται μέσως πὼς ἔχουσιν, οὐδὲν μᾶλλον οὐσίαι ἢ συμβεβηκότα· τῷ μὲν γὰρ ἁπλῶς σώματι, λέγω δὴ τῷ τριχῇ διαστατῷ, [*](1 ὑποκειμένης τοῦ om.) K 2 ὁ κόραξ a 5 σκὐτ. καὶ κύκ. ἴτε om.) F 7 tert καὶ] ἤ Fa 9 ἀνάγωμεν Ca 10 ὕλην] πάλιν C 12 δείκνυσι F τῶ] τὸ ’ αὐτὴν εἶδ’· coll. C 13 ἐπἐχ. λόγον coll. F I I ἐστέρηται a τὰ om. ’ βακίου C καὶ om. C 16 δεκτ.] δεξαμένη Fa 17 οὐδέν ἐν F ἐξογγωθ. F 18 Ἄριστ’·] cf. De gen. et err. Β 1 p. 329a33 21 ἄποιοι οὖσαι C 22 μὲν om. a προσγιν. Ca ξηρὰ καὶ θερμὴ coll. Ca 23 ante ποιότ. add. καὶ C ἐνέργειαν F ποτε ante ἐνεργ· coll. a: om. K 26 τὸ om. a 27 ταῦτα posl διαιροῦ COll. Ca 29 αὐτῷ ὄντι a: ὄντι πῶς (sir, F ἐγένοντο K 31 ἐπιβέβηκεν C 32 ταύτα γὰρ V ἐπιβαίνειν C: οὐκ ἐπισυμβ. K 33 posl οὐσίαι addas οὖσι)

    66
    συμβεβήκασι, τοῖς δὲ στοιχείοις οὐσιωδῶς ὑπάρχουσι συμπληρωτικαὶ τῆς [*](53r) οὐσίας αὐτῶν οὖσαι. ἐπειδὴ οὖν, φασίν, οὐχ ἓν εἶδός ἐστι τῶν διαφορῶν, ὡς δέδεικται, ὡς πρὸς ὅλον τὸ πλάτος τῶν διαφορῶν ἀποβλέψας ὁ Ἀριστοτέλης οὔτε ὡς περὶ οὐσιῶν ἀπλῶς ἀποφαίνεται τῶν διαφορῶν οὔτε ὡς περὶ συμβεβηκότων.

    Τί οὖν ἡμεῖς πρὸς ταῦτά φαμεν; ὅτι οὗτοι εὐφυῶς μὲν ἐπέβαλον, οὐ πάντῃ δὲ ἀληθῶς· εἰ γὰρ μεταξὺ οὐσίας καὶ συμβεβηκότων τὰς διαφορὰς ἐβούλετο εἶναι ὁ Ἀριστοτέλης, ἔδει αὐτὸν ποιῆσαι καὶ ἑνδεκάτην κατηγορίαν, ἥτις μεταξὺ ἦν οὐσίας καὶ συμβεβηκότος, καὶ ὑπὸ ταύτην τὰς σιαφοπάς ἀναγαγεῖν. εἰ δὲ οὐκ ἔστιν ἄλλη παρὰ τὰς δέκα καὶ | τούτων μία [*](53v) μέν ἐστιν ἡ οὐσία αἱ δὲ ἄλλαι πᾶσαι συμβεβηκότα καὶ οὐδὲν μεταξύ, ἀνάγκη πάντα τὰ ὄντα ἢ οὐσίας εἶναι ἢ συμβεβηκότα, μεταξὺ δὲ μηδέν. ὅτι δὲ οὐσίαι εἰσὶν ὁμολογουμένως αἱ διαφοραί, δῆλον μὲν ἐκ τοῦ συμπλη- ρωτικὰς αὐτὰς εἶναι τῶν εἰδῶν καὶ οὐσιωδῶς κατ’ αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ συμπληροῦσι τὰς οὐσίας, καὶ οὐσίαι εἰσὶ δηλονότι· οὐ γὰρ συμπλη- ροῖ τὴν οὐσίαν τὰ συμβεβηκότα. ὅτι δὲ καὶ αὐτῷ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας εἶναι αὐτάς, δῆλον μὲν καὶ ἐξ ὧν μέρη αὐτὰς οὐσιῶν βούλεται εἶναι λέγων “μή ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν’’ καὶ πάλιν ‘ ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὑτῶν τῶν λέγεσθαι’’. δῆλον δὲ καὶ ἐκ τῶν εἰρημένων τῷ Πορφυρίῳ· ἐκεῖνος γὰρ κατὰ τὰ δοκοῦντα τοῖς Περιπατητικοῖς διαλαμβάνων περὶ αὐτῶν φησι “διαφοπά φορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους’’. περιττεύει δὲ πάντα τῷ οἰκείῳ μέρει· οὐκοῦν καὶ τὸ μέρος οὐσία, ἐπειδὴ καὶ τὸ εἶδος. ὥστε καὶ ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν οἰκείων λόγων καὶ ἐκ τῶν τῷ Πορφυρίῳ κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα εἰρημένων οὐσίας βούλεται εἶναι τὰς διαφοράς.

    Πῶς οὖν φησιν οὐκ ἴδιον δὲ τοῦτο οὐσίας, ἀλλὰ καὶ τῶν διαφορῶν, ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι ὥσπερ ἐπὶ τῆς μονάδος εἰρήκαμεν καὶ τοῦ σημείου καὶ τοῦ νῦν, ὅτι ταῦτα οὐκ ἀνήγαγεν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν ὁ Ἀριστοτέλης διὰ τὸ μὴ συνεγνῶσθαι τῷ πολλῷ ἀνθρώπῳ καὶ γὰρ κἀκεῖνα ἀναγαγεῖν ἐνῆν ὑπὸ τὸ ποσὸν λέγοντα τοῦ ποσοῦ τὸ μὲν εἶναι ἀμέριστον τὸ δὲ μεριστὸν καὶ τοῦ μεριστοῦ τὸ μὲν συνεχὲς τὸ δὲ διωρι- σμένον, ὅμως οὐκ ἀνήγαγε διὰ τό, ὡς πολλάκις εἴρηται, μὴ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶν ἑν|ταῦθα διαλαμβάνειν, ἀλλ’ ᾗ δοκεῖ τῷ πολλῷ ἀνθρώπῳ 54r [*](6 ἐπέβαλλον F 7 συμβεβηκότος F 7. 8 ἐβοὐλ. εἶναι τ. διαφ. coll. F 10 ἀνά- γειν a παρὰ] περὶ F καὶ om. F 11. 12 καὶ οὐδέν — συμβεβηκότα om. F 14 εἶναι αὐτάς coll. Fa τῶν om. a 17 pr. αὐτάς om.. C post ὧν add. ὑποκατιών a 18 λέγων] p. 3a29 πάλιν] p. 3a32 20 καὶ om. Ca ἐκ τῶν εἰp.] ἐν F 21 φησι] Isag. p. 10,22 21. 22 διαφ. δέ a 22 πάντα scripsi : πάντως libri 23 ἐπεὶ a 24 πορφυρίου τῶ om.) C 25 εἰρημένα F 26 φησιν ἔστιν οὐκ F τῆς οὐσίας Arist. 26. 27 ἀλλὰ καὶ τῶν διαφ.] ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν úποκειμέμῳ κειμένῳ ἐστί Arist. 27 δῆλον a 28 εἰρήκαμεν] p. 47, 23 33 εἰρῆσθαι Ca (cf. p. 47,25) 34 εἰσὶν a διαλαμβάνει ν eras.) ἐντ’. C)

    67
    περὶ αὐτῶν), οὕτω καὶ νῦν οὐσίας μὲν οἶδε τὰς διαφοράς, οὐκ ἀνήγαγε δὲ [*](54r) αὐτὰς ὑπὸ τὴν κατηγορίαν τῆς οὐσίας διὰ τὸ μὴ ἐγνῶσθαι τῷ πολλῷ ἀν- θρώπῳ. εἰ δέ τις εἴποι ‘ καὶ μὴν πρόδηλοι τυγχάνουσιν αἱ διαφοραὶ τοῖς πολλοῖς· λέγουσι γὰρ λογικὸν καὶ θνητὸν εἶναι τὸν ἄνθρωπον’, λέγομεν ὅτι οὐχ ὡς περὶ ἁπλῶν ἔχουσιν ἔννοιαν τῶν διαφορῶν, οἷον αὐτῆς καθ’ ἑαυτήν τὴν τῆς λογικότητος ἢ τῆς ἀλογίας, ἀλλ’ ὡς συνθέτων· λογικὸν γὰρ ζῷον τὸ ὅλον ὡς ὅν τι ἴσασι καὶ ἄλογον ὁμοίως. ἐλέγομεν δὲ καὶ ἀνωτέρω ὅτι τῆς οὐσίας τῆς μὲν οὔσης ἁπλῆς τῆς δὲ συνθέτου καὶ τῆς ἁπλῆς τῆς μὲν κρείττονος τῆς συνθέτου τῆς δὲ χείρονος, περὶ μόνης διαλαμβάνει τῆς συνθέτου τῆς κατὰ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα θεωρουμένης. ἀμέλει τοίνυν παραβάλλων τὰς οὐσίας πρὸς ἀλλήλας μόνα παρέβαλλε τὰ γένη καὶ τὰ εἴδη, ἔτι δὲ καὶ τὰ ἄτομα, ἐπειδήπερ καὶ περὶ τούτων μόνων πρόκειται αὐτῷ διδάξαι. τῶν δὲ διαφορῶν οὐδὲ μνήμην ἐποιήσατο, ἐπειδήπερ ἁπλαῖ αὗται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἀπλῶς δὲ πάσης, ἀλλὰ τῆς συνθέτου· θέτου· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς.

    Tετραδικῆς δὲ τῆς τῶν ὄντων διαιρέσεως παραδεδομένης ἀνωτέρω, ζητητέον ὑπὸ ποῖον τμῆμα τῆς διαιρέσεως ἀνακτέον τὰς διαφοράς. λέγομεν οὖν ὅτι εἰ μὲν τὰς πρὸ τῶν πολλῶν διαφορὰς παραλάβοιμεν, ταύτας ὑπὸ τὸ πρῶτον τακτέον τμῆμα, τό τε καθ’ ὑποκειμένου καὶ μὴ ἐν ὑποκειμένω αὗται γὰρ καθολικαὶ οὐσίαι εἰσίν), εἰ δὲ τὰς ἐν τοῖς πολλοῖς, πρῶτον μέν φαμεν ὅτι οὐδὲ διαφοραὶ αὗται λέγονται, ὥσπερ οὐδὲ τὸ ἐν αὐτοῖς | ζῷον [*](54v) γένος· εἰ γὰρ γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούulενον, τὸ δὲ ἐν Σωκράτει ζῷον οὐ λέγεται κατὰ πλειόνων, οὐκ ἄν εἴη γένος. καὶ τὸ εἶδος δὲ ὁμοίως τὸ ἐν τῶ ἀτόμω οὐκ ἄν λεχθείη εἶδος, τοῦ εἴδους κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένου. οὕτω καὶ τὸ λογικὸν τὸ ἐν τῷ Σωκράτει οὐκ ἄν τις κυριολεκτῶν εἴποι διαφοράν· καὶ γὰρ ἡ διαφορὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται· τὸ δὲ ἐν τῷ ἀτόμῳ λογικὸν αὐτοῦ μόνου κατηγορεῖται· οὐκ ἂν οὖν εἴη διαφορά. ἀλλὰ ταῦτα μέρη φαμὲν εἶναι τῶν ἀτόμων· ὡς γὰρ τὸ γένος καὶ ἡ διαφορὰ μέρη εἰσὶ τῶν εἰδῶν, οὕτω καὶ τὸ ἐν ἀτόμῳ ζῷον καὶ λογικὸν μέρη εἰσὶ τοῦ ἀτόμου. διὸ οὔτε ὑπὸ ὁρισμὸν πίπτουσιν ὡς ἄτομα· φησὶ γὰρ ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ τῶν ἀτόμων μὴ εἶναι ὁρισμὸν [*](1 ἀνάγει a 2 τῆς οὖσ’. τἠν κατ. (num. corr.) C 1 γὰρ] γοῦν K 5. 6 καθ’ ἐαυτῆς C 6 λογιότητος a ἡ] καὶ V 7 ἐλέγομεν] p. 49,23 9 τοῦ συνθέτου C: τοῦ σώματος a 10 primum τὰ om. F ἀμἐλλει C 1 1 μόνον C παρέβαλε a 11. 12 εἴδη καὶ τὰ γένη C 13 οὑδὲ μίαν μν. C 15 πάσης εἶπεν a 18 παραδιδομ. C post παραδ. add. ἡμῖν K: ante παραδ. a ἀνωτέρω] p. 28,3 20 ὅτι om. C ταῦτα C 21 μὴ] οὐκ C 22 τοῖς om. F 30 ποῖον C 31 οὑν om. K 33 καὶ τὸ] τῶ p F οὔτε] an οὐδέ? 35 ἐν τῇ ‘Aποδεικτ.] potius Metapb. Z 14 p. 1039b28 τῶν ἆτ’. post óp. coll. C)

    68
    μηδ’ ἀπόδειξιν· εἰ γὰρ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, ἐν ἀτόμοις [*](54v) δὲ οὐκ ἔστι γένος οὐδὲ διαφορά, δῆλον ὅτι οὐδὲ ὁρισμὸς αὐτῶν ἐστιν. εἰ δὲ ὁρισμὸς οὐκ ἔστιν, οὐδ’ ἀπόδειξις· ἐκ γὰρ τῶν ὁρισμῶν αἱ ἀποδείξεις. εἰ δέ τις καὶ διαφορὰς αὐτὰς ἀξιώσειε καλεῖσθαι, οὐχ ἁπλῶς διαφορὰς ἐροῦμεν, ἀλλ’ ὡς ἐν ἀτόμῳ διαφοράς, καθ’ ἃς διαφέρει ὅδε ὁ ἄνθρωπος τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοὐ ἀγγέλου. διὸ ἀνάξομεν αὐτὰς ὑπὸ τὸ τεταρτον τμῆμα, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, διότι καὶ οὐσίαι εἰσὶ συμπληρωτικαὶ τοῦ ἀτόμου καὶ μερικαί· κατ’ οὐδενὸς γὰρ ὐπο κειμένου κατηγοροῦνται·

    p.3a29 Μῆ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι. |

    Ὄπερ ἔμελλε τῷ Ἀριστοτέλει x003E; ἀπορίαν ἐπενεγκεῖν, τοῦτο φθάσας [*](55r) ἠπόρησέ τε καὶ ἐπελύσατο · ἠπόρησε γὰρ ἄν τις ‘ἑπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ἐν ταῖς οὐσίαις γάρ), καὶ τὰ συμβεβηκότα δὲ ἔν τινι ἐν γὰρ τῷ ἀνθρώπῳ * *), τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα ἐστίν, ὅπερ ἄτοπον’. λύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· οὐ γὰρ ὡς μέρος τοῦ ὑποκειμένου ὑπάρχον, ἀλλ’ ὡς οὐκ ἄνευ τού- του συστῆναι δυνάμενον. αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ συμπληρωτικαί εἰσι τοῦ ὑποκειμένου. ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διαφορὰ τῷ τὰς μὲν συμπληροῦν τὸ ὑπο- κείμενον καὶ ἀχωρίστους αὐτοῦ εἶναι τὰς δὲ μήτε συμπληροῦν μήτε ἀεὶ συνυπάρχειν. τινὲς δὲ τῶν ἐξηγητῶν τοῦτο τὸ ῥητὸν ἀξιοῦσι προτάττεσθαι τοῦ περὶ τῶν διαφορῶν τοῦ λέγοντος οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμέ νῷ ἐστίν· ἔδει γάρ, φασί, δείξαντα διὰ τούτων ὅτι οὐδὲν μέρος τῆς οὐσίας ἐν ὑποκειμένῳ ἐστίν, ἔστι δὲ 〈μέρος〉 τῆς οὐσίας καὶ ἡ διαφορά, οὕτως ἐπαγαγεῖν ὅτι οὐκ ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ τῆς διαφορᾶς. μήποτε δὲ καὶ ἡ τάξις αὕτη καλῶς ἔχει· δείξαντος γὰρ μήτε τὰ εἴδη μήτε τὰ γένη μήτε τὰς διαφοράς, ἅτινα μέρη ἐστὶ τῶν οὐσιῶν, ἐν ὑποκειμένῳ εἶναι, ἔδει ἐπαγαγεῖν καθολικόν τινα λόγον, ὅτι οὐδὲ ὅλως ἄλλο τι μέρος τῆς οὐ- σία ἐν ὑποκειμένῳ ἐστί. δοκεῖ δὲ αὐτῷ ὁ λόγος περὶ μερῶν, χειρὸς λέγω [*](2 οὐδὲ (prius)] οὔτε Ca οὐδὲ (alt.)] οὕτε F 13 τις Aram.: ora. CFa τοῦτο φθάσας ora. C 14 ἄν γὰρ coll. a 15. 16 ἐν γὰρ τῷ ἀνθρώπῳ om. a 16 post Αmm. ex Amm. addas λευκότης θερμότης post συμβ. add. αἱ διαφοραὶ C 17 post, πῶς add. εἶναι F 19 τῶ ὅλω χp. coll. C 20 post ὑποκ. add. συνι- στῶσαι αὐτό a καὶ om. a τὸ om. C 21 ἔσται C ἐν om. a τῶ] τοῦ C 22 αὐτὰς C τὰς] τὸ F 24 περὶ] παρὰ F 25. 25. ἔδει — ὑποκ. ἐστί om. F 26 φασί scripsi: φησί libri 27 μέρος addidi ante οὕτως add. καὶ F 29 αὕτη ora. C 31 ἄλλο τι] ἀλλὰ τὸ a 32 οὐ περὶ a (fort, recte) an 〈αἰσθητῶν〉 μερῶν? λέγω om. F)

    69
    καὶ κεφαλῆς καὶ ποδός, καὶ περὶ τῶν νοητῶν δὲ διαλαμβάνειν, λογικοῦ καὶ [*](55r) θνητοῦ · τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά. περὶ μέντοι τῶν νοητῶν νῦν διαλμIβάνει· οὕτω γὰρ καιρὸν ἔχει τοῦ θεωρήματος [*](55v) τούτου ἡ τάξις· ἐπειδὴ γὰρ ἔφησεν οὐκ ἴδιον οὐσίας εἶναι τὸ μὴ ἐν ὑποκειμένῳ κειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ τῶν μὴ ἐν ὑποκειμένῳ εἰσίν, ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαί- ρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν, τοῦ λογικοῦ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.

    p. 3a31 οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι.

    Tοῦτ’ ἔστιν εἰ καὶ ἐλέγομεν ἔν τινι εἶναι τὰ συμβεβηκότα, ἀλλ’ οὐχ ὡς μέρος ἐν ὅλῳ· εἰ μὲν γὰρ πᾶν τὸ ἔν τινι ἀνάγκη ἦν ἐν ὑποκειμένῳ εἶναι, καὶ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ὄντα ἐν γὰρ τῷ ὅλῳ εἰσίν) ἐν ὑποκειμένῳ ἄν ἦσαν· νῦν δὲ τοῦ ἔν τινι καθολικωτέρου ὄντος τὸ μὲν τῶν ἔν τινι ὡς ἐν ὑποκειμένῳ ἐστὶ τὸ δὲ ὡς μέρος ἐν ὅλῳ τὸ δὲ κατ’ ἄλλον του ἐν τινι τρόπον·

    p. 3a33 ‘γπάρχει δὲ ταῖς οὐσίας καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι.

    ᾿Επὶ δεύτερον παρακολούθημα μεταβαίνει τῆς οὐσίας καταγνοὺς τοῦ προτέρου. καὶ νῦν δὲ τὸ κυρίως ἴδιον ζητεῖ τῆς οὐσίας. εὐθὺς δὲ κατέ- γνω καὶ τούτου. δῆλον δέ ἐστι τοῦτο τῷ συνάψαι τὰς διαφοράς, ἵνα ᾖ δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει. καὶ τὸ μὲν πρότερον ἐκβέβλητο ὡς πάσῃ μὲν οὐσίᾳ ὑπάρχον οὐ μόνῃ δέ, τοῦτο δὲ ὡς μήτε μόνῃ μήτε πάσῃ· οὔτε γὰρ τῇ πρώτῃ ὑπάρχει οὐ γὰρ ἔχει κατά τινων κατηγοπηθῆναι) οὔτε μόνῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς.

    [*](1 καὶ περὶ νοητ. δὲ δ.] ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἶον λογικοῦ καὶ θνητοῦ· ταῦτα γὰρ κυρίως μέρη τοῦ ἀνθρώπου · ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος περὶ τῶν νοητῶν οὑν διαλαμβάνει a καὶ (ante περὶ) fort, eicias 1 ἡ τάξις τούτου coll. F τῆς οὑσίας a εἶναι om. a 6 νοήσῃ F ὡς] ὅτι a 7 αἴτινες] οὐ γὰρ C ὑμᾶς a 9 δόξειε a τοῦτο post θεωp. coll. a: om. F ἀποταξόμ. C 12 λέγεται C: C: ἐλέ- γοντο a 14 ἐλέγετο Ca 15 εἱ— ὅλω (18) superscr. C 16 εἶναι om. Ca 17. 18 τῶν ἔν τινι om. Ca 21 τὰ ὐπ’ αὐτῶν F 22 τὸ δεῦτ’. C οὖσ’. coll. coll. C 2 I τῶ] τὸ C: ἐκ τοῦ a 25 τῆ οὐσία om. F τοῦτο C οὐχ ὑπάρχει C οὐ] οὐδὲ F 27. 28 κατά — διαφοραῖς om. C κατηγορηθῇ a)
    70

    p. 3a34 Πᾶσαι γὰρ αἱ ἀπὸ τούτων κατηγορίαι ἤτοι κατὰ τῶν | [*](55v) ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν.

    [*](56r)

    Πρῶτον διδάσκει τίνα εἰσὶ τὰ δεχόμενα τὴν ἀπὸ τῶν οὐσιῶν καὶ τῶν διαφορῶν κατηγορίαν, εἶθ’ οὕτως τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα, φησί, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη κατὰ τῶν ἀτόμων, τὰ δὲ γένη κατὰ ἀμφοτέρων, ὡσαύτως καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὁ γὰρ Σωκράτης καὶ ἄνθρωπός ἐστι καὶ ζῷον λογικὸν θνητόν ἐστι καὶ οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ καὶ τῶν διαφορῶν καὶ τοὔνομα καὶ τὸν λόγον ἐπιδέχεται· λέγεται γὰρ καὶ λογικὸν εἶναι, ὅπερ ἐστὶν ὄνομα τῇ διαφορᾷ, τὸ λογικὸν καὶ τὸν óρισμὸν αὐτῆς ὑποδέχεται· λογικὸν γάρ ἐστι τὸ τῷ λόγῳ χρώμενον· τοῦτον δὲ τὸν λόγον καὶ ὁ Σωκράτης ἐπιδέχεται. καὶ τοῦ εἴδους δὲ ὁμοίως συνωνύμως καὶ τὸ γένος καὶ ἡ διαφορὰ κατηγορεῖται. πρόδηλον δὲ καὶ τοῦτο, ὅτι ὅσα συνωνύμως κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. | εἰκότως οὖν τὸ μὲν γένος καὶ ἡ διαφορὰ κατὰ [*](56v) τῶν εἰδῶν συνωνύμως κατηγορούμενα καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦντι, καθ’ ὧν καὶ τὰ εἴδη, τὰ δὲ εἴδη κατὰ μόνων τῶν ἀτόμων, τὰ δὲ ἄτομα κατ’ οὐδενός, ἐπειδὴ οὐδὲ ἔστι τι αὐτοῖς ὑποκείμενον. σκόπει δὲ ἐνταῦθα πῶς γέγονεν αὐτῷ χρήσιμος ἡ περὶ τῶν συνωνύμων διδασκαλία, ὃ καὶ αὐτὸς δηλῶν φησι συνώνυμα δέ γε ἦν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός.

    Κἀντεῦθεν δὲ σκόπει πῶς διαρρήδην τὰς διαφορὰς οὐσίας φησὶν εἶναι· εἰ γὰρ τὰ ἐν ὑποκειμένῳ ὄντα ἢ τοῦ ὀνόματος μόνου μεταδιδόασιν ἢ οὔτε τοῦ ὀνόματος μεταδιδόασιν οὕτε τοὐ ὁρισμοῦ, αἱ δὲ διαφοραὶ συνωνύμως κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγοροῦνται, οὐσίαι ἄρα αἱ διαφοραὶ καὶ οὐ συμβεβηκότα· τοῦτο γὰρ ὑπάρχει τοῖς οὐσιωδῶς κατηγορουμένοις τὸ καὶ τοῦ ὀνόματος μεταδιδόναι τοῖς ὑποκειμένοις καὶ τοῦ ὁρισμοῦ. τίνος οὖν ἕνεκεν ἀνωτέρω δοκῶν αὐτὰς διακρίνειν τῶν οὐσιῶν ἐν τοῖς ἑξῆς συντάττει; διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν, ὅτι σκοπός ἐστιν αὐτῷ ἐνταῦθα οὐ περὶ πάσης οὐσίας διδάξαι, ἀλλὰ περὶ μόνης τῆς συνθέτου, ἧς καὶ τὴν γνῶσιν ἔχει ὁ πολὺς ἄνθρωπος· οἱ γὰρ πολλοὶ οὐ μόνον Σωκράτην ἴσασι τὸν Σωκράτην, ἀλλὰ καὶ ἄνθρωπον αὐτὸν ἴσασι καὶ ζῷον. καὶ ἐπὶ πάνἀπ’ [*](1 αὐτῶν Arist. 3 ἐστὶ a 5 λέγονται a 6 τὰ δὲ γένη κατὰ ἀμφοτέρων om. C 7 κατὰ (alt.) om. Fa 9 ante καὶ οὐσία add. καὶ ζῶον a καὶ αἰσθ. a 1 1 καὶ λογ.] τὸ λογικὸν a εἶναι — λογικὸν om. Ca 13 pr. δὲ] γὰρ a καὶ ὁ σωκp. τὸν λόγον coll. Fa 17 pr. τῶν om. F καὶ om. C κατὰ om. F 18 τὰ (primum) om. F 19 ἐπεὶ a 20 πα- ῥὰ F 21 καὶ τοὔνομα Arist. 23 εἶναί φησιν coll. Γ’ 25 post σὺν. add. καὶ C 26 τῶν (alt.) om. C κατηγ.] ὑπάρχει F 27 καὶ οὐ συμβ.] τῶν οὐ συμβεβηκότων C 29 ἕνεκα a)

    71
    τῶν δὲ τῶν κατὰ μέρος κοινῶς φέρουσι τὸ τοῦ ἀνθρώπου ὄνομα, ὁμοίως [*](56v) δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἵππων καὶ τῶν λοιπῶν ζῴων τὸ τοῦ ζῴου· τῆς δὲ λογικότητος αὐτῆς καθ’ ἑαυτὴν ἔννοιαν οὐκ ἔχουσιν, ἀλλὰ κἄν λέ- γωσι λογικόν, τὸ σύνθετον λέγουσι· λογικὸν γὰρ ζῷον τὸ ὅλον τοῦτο γινώσκουσι. καὶ ἐπὶ τοῦ ἀλόγου ὡσαύτως καὶ τῶν λοιπῶν διαφορῶν. διὰ τοῦτο οὖν ἐνταῦθα οὐ λέγει μὲν ἄντικρυς τὰς διαφορὰς οὐσίας εἶναι, ἀλλὰ βούλεται μὲν | αὐτὰς οὐσίας εἶναι καὶ τὸ βούλημα ἐκκαλύπτει πανταχοῦ, [*](57r) οὐ τοιαύτας δὲ οὐσίας, οἷαί εἰσιν αἰ σύνθετοι, περὶ ὧν αὐτῷ ἐνταῦθα ὁ λόγος. οὕτως οὖν καὶ ἐν τῇ Φυσικῇ τριττὴν τὴν οὐσίαν εἰρηκώς, τήν τε κατὰ τὴν ὕλην καὶ τὸ εἶδος τὸ ἐν ὕλῃ λέγω, οὐ τὸ πρὸ τῶν πολλῶν ἢ τὸ ἐν τοῖς πολλοῖς) καὶ ἔτι τὴν ἐκ τοῦ συναμφοτέρου, τῆς τε ὕλης καὶ τοῦ εἴδους, συγκειμένην, ἐνταῦθα μόνον τὸ σύνθετον οὐσίαν εἶπεν, οὔτε δὲ τὴν ὕλην οὔτε τὸ εἶδος, ἐπειδὴ μηδὲ περὶ τῶν ἁπλῶν αὐτῷ ὁ λόγος·

    p. 3b10 10 Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν·

    Ἀπωσάμενος τὰ πρότερα δύο παρακολουθήματα, τό τε μὴ ἐν ὑποκει- μένω εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκεν ἴδιον, τὸ τόδε τι σημαίνειν· σημαίνει μὲν οὖν αὐτῷ τ,ὸ τόδε τὸ ὑποκείμενον δείξεως γάρ ἐστι τοῦτο), τὸ δὲ τὶ τὸ μερικόν δι’ άμφοτέπων οὖν σημαίνει τὸ μερικὸν ὑποκείμενον, | οἷον τὸν τινα ἄνθρωπον ἤ [*](57v) τόδε τὸ ξύλον. ἐπὶ τούτων γὰρ ἀεὶ ὁ Ἀριστοτέλης φέρει τὸ τόδε, λέγω δὴ τῶν ἀτόμων τῶν φαινομένων καὶ αἰσθητῶν· ταῦτα γάρ ἐστι τὰ καὶ τὴν δεῖξιν μόνα καταδεχόμενα καὶ μόνως ὑποκείμενα πᾶσι. καταγινώσκει ’δε [*](1 ὁμ.] ὡσαύτως C 2 ἐπὶ τῶν ἀνθp. a ἀνθρώπου καὶ ἵππου C τῶν ora. F 3 λευκότητος C αὐτῆς οὑν C 6 μὲν om. a 7 πολλαχοῦ F 9 ἐν τῇ Φῦσ’·] potius Metaph. Z 10 p. 1035a2 τρίτην C 10 ἢ] ἀλλὰ C 12 συγκ·] διδάσκων a δὲ om. F 13 ἐπεὶ a μηδὲ] μὴ C 15 πρότ.] ἀνωτέρω C: πρώτα a μὴ om. CF 16 τὰ ὑπ’ αὐτῶν F 18. 19 τοῦτο - ὑποκείμενον] σημαντικὸν· οὔτωγοῦν γοῦν αὐτὸς ἐν τῆ φυσικῇ τὴν ὕλην ὑποκείμενον καλεῖ· ἄμφω γὰρ ὡπισμένα, καὶ τὸ τόδε ὡς δείξει ὑποπῖπτον, καὶ ἡ ὕλη ὡς ἡ αὐτὴ μένουσα, πάντων τῶν ἐν ἀυτῇ τρεπομένων· λέβης δύναται μετασχηματισθῆναι καὶ γενέσθαι ἀνδριάς, καὶ ὁ ἀνδριὰς πάλιν μετασχηματιζόμενος ἕτερόν τι γενέσθαι οὐδὲν ἧττον μένοντος τοῦ χαλκοῦ, ὅπερ ἣν πρὶν γένηται λἐβης ἡ ἀνδριὰς ἥ τι τῶν τοιούτων· τὸ τόδε οὑν καὶ τὴν ὕλην ὑποκείμενα καλεῖ, xo ’δε τι τῆς κάτα, τοῦ ὑποκειμένου οὐσίας, ὅτι ὑπομένει καὶ οὐ δεῖταί τινος οὐδὲ ἔστιν ἐν υποκειμενῳ’ 1 αὐτὴ ὑποκείμενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τουτέστι τὸ ἓν σημαίνειν, ὡς τόδε τό ξύλον, ὅδε ὁ ἄνθρωπος· τὸ οὖν τὶ τὸ μερικὸν δηλοῖ, ἄμφω δέ λεγόμενα τόδε τι τὸ μερικὸν ὑποκείμενον δηλοῖ, φημὶ τὴν ἄτομον οὐσίαν ex Mure. 217 a 80 τὸ τόδε τὸ (pr. alt. τὸ om. C ’-’ post πᾶσι add. τὸ δὲ τοιόνδε ἐπὶ τοῦ ἀορίστου καὶ του καθόλου· εἰκότως γὰρ ἐπέχει λόγον τὸ καθόλου πάντων ἁπλῶς. ὁ δέ γε πλάτων’ τὸ τόδε τ,ι ἐπὶ τοῦ καθόλου ἐλάμβανεν ἀναγκαίως ὡς ὡρισμένον, ὡς ἐπὶ τῶν είδεῶν (sic) · ἔλεγε γάρ ἀυτὰς ἐν υπ̀αρς̀ει κα οὐσίας εἶναι. τὸ δὲ τοιόνδε ἐπὶ τοῦ καθ’ ἕκαστον· ταῦτα γὰρ ἔλεγεν ἀόριστα διὰ τὸ μὴ εἶναι ἐν στάσει, ἀλλ’ ἐν βοῇ καὶ ἀπωοῇ τὸ εἶναι ἔχει. ἀμφότεροι οὑν κατ’ ἄλλο καὶ ἄλλο λαμ- βάνοντες καλῶς ἔλεγον. a)

    72
    καὶ τούτου τοῦ ἰδίου ὡς οὐ πάσῃ τῇ οὐσίᾳ παρακολουθοῦντος, εἰ καὶ μόνῃ· [*](57v) τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη, οἷον ἄνθρωπος καὶ ζῷον, δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸν ἑνικὸν χαρακτῆρα τῆς φωνῆς, ἐμφαίνει δὲ μᾶλλον πλῆθος καὶ κοινότητα πλειόνων τινῶν περιεκτικὴν καὶ ποιότητά τινα. | [*](1 pr. καὶ om.. C 2 τὸ ζῶον C 4 post τινα add. ex Marc 217 τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος δηλοῖ. ζητῆσαι δὲ ἄξιον πῶς ἐπὶ οὐσίας λέγει σημαίνειν καὶ μὴ εἶναι, εἴπερ πρᾶγμα ἡ οὐσία· τὰ γὰρ πράγματα σημαίνονται, καὶ οὐ σημαίνουσι. καὶ λέγομεν ὅτι ἔστιν ὅτε κατηγορεῖται κατὰ τοῦ πράγματος τὸ τῆς φωνῆς καὶ κατὰ τῆς φωνῆς τὸ τοῦ πράγματος διὰ τὴν πρὸς ἄλληλα ἐπιπλοκήν · ποτὲ μὲν γὰρ τὰ πράγματα ποιοῦσι τὰ τῶν φωνῶν, οὐχ ὡς πράγματα σημαίνοντα, ἀλλὰ τοιώσδε ὀνομαζόμενα, οἶον ὁ σωκράτης ἐν πλήθει θεωρούμενος τοῖς ἐπιζητοῦσιν αὐτόν, ποτὲ δὲ αἱ φωναὶ ποιοῦσι τὰ τοῦ πράγματος, οἷον σωκράτης περιπατεῖ, οὐχ ὅτι τὸ σωκράτης ὄνομα περιπατεῖ, καὶ γὰρ φωνή ἐστι φωνὴ δὲ οὐ περιπατεῖ, ἀλλ’ ὅτι τὸ πρᾶγμα τὸ ἔχον τὸ τοιοῦτον ὄνομα ἐκεῖνο περιπατεῖ· οὕτως οὖν καὶ ἐνταῦθα διὰ τὴν ἐπιπλοκὴν τῆς φωνῆς ἐδέξατο τὸ ὑποκείμενον τὴν κατηγορίαν τῆς φωνῆς, τουτέστι τὸ σημαίνειν. καὶ μάλιστα νῦν, ὅτε περὶ φωνῶν σημαντικῶν σκοπὸς αὐτῷ διαλα- βεῖν· εἴπομεν γὰρ ὅτι πρόκειται τῷ ἀριστοτέλει περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλαβεῖν· ἡ τοίνυν οὐσία ὡς μέν φωνὴ σημαίνει καὶ οὐ σημαίνεται , αἱ γὰρ φωναὶ τῶν πραγμάτων εἰσὶ σημαντικαί, ὡς δὲ πρᾶγμα σημαίνεται καὶ οὐ σημαίνει, τὰ γὰρ πράγματα ὑπὸ μὲν φωνῶν σημαίνεται , αὐτὸ δὲ ἄλλων σημαντικὸν οὐκ ἔστιν, αὐτὰ μὲν καθ’ ἑαυτὰ σημαντικά εἰσι τῶν πραγμάτων , συμπλεκόμενα δέ τινι μέρει λόγου σημαίνεταί πὼς μᾶλλον ὑπ’ αὐτοῦ. οὕτω καὶ ἐνταῦθα· οἷον ὅταν εἴπω σωκράτης, διὰ τοῦ ὀνόματος τοῦ σωκράτους τὴν οὐσίαν ἐσήμανα, ὅταν δὲ εἴπω σωκράτην τὸν φιλόσοφον ἢ σωκράτης περιπατῶν, τότε τὸ ὄνομα σημαίνεται μᾶλλον ἥ σημαίνει διὰ τοῦ φιλοσόφου ἢ τοῦ περιπατῶν. ἐπιστῆσαι δὲ δεῖ καὶ τούτῳ, ὅτι ὁ μὲν ἀριστοτἐλης τόδε τι καλεῖ τὴν ἄτομον οὐσίαν, τὴν δὲ καθόλου τοιόνδε, πλάτων’ δὲ ἔμπαλιν, καὶ οὐ διαφωνοῦσιν · ἐξὸν γὰρ ἑκατέραν τόδε τι καλεῖν καὶ τοιόνδε· τὸ μὲν γὰρ τόδε τι ὡρισμένον δηλοῖ, τὸ δὲ τοιόνδε ἀόριστον. ἔστι δὲ ἐν ἑκατέρα καὶ ὡρισμένον καὶ ἀόριστον· ἐν μὲν τῇ ἀτόμῳ ὡρισμένον τὸ ἓν τῷ ἀριθμῷ, ἀόριστον δὲ τὸ μεταβάλλειν, ὡς μηδὲ τὴν περὶ ἑαυτοῦ φωνὴν ἀναμένειν κατὰ τὸ τῆς ἀειπαθείας δόγμα, τὸ ἡρακλείτειον λέγω, οἷον ὁ σωκράτης· ἐν ῥοῇ γὰρ καὶ ἀποβαφῇ τὸ εἶναι ἔχει, ὥσπερ καὶ τὰ ἄλλα φυσικά· ἐν δὲ τῇ καθόλου οὐσίᾳ ὡρισμένον μὲν τὸ ἀμετάβλητον, οἷον τοῦ καθόλου ἀνθρώπου καὶ ζώου, ἀόριστον δὲ τὸ ἀλᾶσθαι ἐν τῷ πλήθει· εἰ γὰρ εἴπω ἄνθρωπος, περιέλαβον πάντας τοὺς κατὰ μέρος. τῶν δὲ δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας, ὅτι τόδε τι σημαίνει. τῷ ἑνιαίῳ μὲν τῆς προφορᾶς δοκοῦσι τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρω- πον ἡ ζῶον, ἀλλ’ οὑν οὐ τόδε τι σημαίνουσιν , ἀλλὰ τοιόνδε, τουτἐστιν ὁμοιότητα, καθ’ ἥν ἐοίκασιν ἀλλήλοις οἱ ἄνθρωποι, καθό εἰσιν ἄνθρωποι, καὶ τὰ ζῷα, καθὸ ζῷα. διὰ γοῦν τὸ τὸν καθόλου ἄνθρωπον πολλὰ περιέχειν ἄτομα ποιόν τι μᾶλλον σημαίνει. Οὑ μὴν ἀληθές γε. ὅτι παρὰ τὴν ἄγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν γίνονται οἱ οὔτιδες παραλογισμοί, κατὰ τὸν παρ’ ὁμήρῳ Ὀδυσσέα ἐν καιρῷ οὔτιν’ ἑαυτὸν καλέσαντα. οὔτινος παρα- λογισμοῦ παράδειγμα · εἴ τίς ἐστιν ἐν ἀθήναις, οὗτος οὐκ ἔστιν ἐν μεγάροις, ἄνθρωπος δέ ἐστιν ἐν ἀθήναις, ἄνθρωπος ἄρα οὐκ ἔστιν ἐν μεγάροις. ὁ γὰρ ἄνθρωπος οὗτός ἐστιν, οὐ δέ τι σημαίνει. ὅμοιον τούτῳ καὶ τὸ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ὡς γὰρ τὸ τίς ἀτόμου οὐσίας ἦν δηλωτικόν, οὕτω καὶ τὸ ἐγώ. ἔστιν οὖν ὁ παραλογισμὸς ἐν τῷ τίς· τὸ γὰρ εἴ τις ὁ μὲν καθόλου βιάζεται εἶναι, ὅπερ ἐστὶ ψευδές, ὁ δὲ ἐπὶ τοῦ μερικοῦ αὐτὸ λαμβάνει, καὶ ἀληθὴς τότε ὁ λόγος. ὁ γὰρ τὶς ἄνθρωπος, φέρε εἰπεῖν σωκράτης ἡ ἄλλος τῶν κατὰ μέρος, ὁ ὢν ἐν ἀθήναις, ἐν μεγάροις οὐκ ἔστιν, ἴνα μὴ διασπασθῇ αὐτὸς ἑαυτοῦ. οὕτως οὖν δεῖ λέγειν, ὅστις ἐν ἀθήναις, οὗτος οὐκ ἐν μεγάροις, σωκράτης ἐν ἀθήναις, σωκράτης ἄρα οὐκ ἐν μεγάροις· διὰ τοῦτο εἶπεν, οὐ μὴν ἀληθές γε, διότι πολλῶν ὄντων τῶν καθ’ ἕκαστα τὴν ὁμοιότητα αὐτῶν τὸ γένος καὶ τὸ εἶδος παρίστησιν. 06 γὰρ ἕν ἐστι τὸ ὑποκείμενον , ὥσπερ ἡ πρώτη οὐσία. ὥσπερ ἡ φωνὴ ἑνικοῦ τύπου οὖσα, καὶ διὰ τοῦτο δοκοῦσα καθ’ ἑνὸς φέρεσθαι ὑπο- κειμένου· ἄνθρωπος γὰρ ἡ δευτέρα οὐσία καὶ ζῶον λέγεται, οὐκ ἄνθρωποι καὶ ζῷα. Οὐχ ἀπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ καὶ λευκόν. Ἀσφαλίζεται τὸ ποιὸν διὰ τὰ συμβεβηκότα· τὸ γὰρ ποιὸν ταῖς διαφοραῖς ἐστι καὶ τοῖς συμβεβηκόσιν. a 1 τὸ om. F 2 συμβάλεται C 4 φασιν C ante περὶ add. καὶ C 5. 6 τοῦτ’ ἐστι - ἀφορίζει in mrg. SUppl. C 5 post ἡ add. τὴν Γ’ 10 περιἐχ. πp. coll. F γὰρ om. a 11 ἑκάστου a ὁμοίως καὶ a 12 ἑκάστου CK II σῶμα om. F δι’ αὐτῶν a 16 φησίν Fa ἐλέγοντο F 17 ὁ om. F 17.20 τὴν om. a 18 καὶ λέγ’. a 21 ποῖον F 23 ὅτι οm. F εἴρηται] p. 9,14 sq. -I διαλαμβάνειν F 25. 26 αἱ—σημαντικαί om. a 27 φωνῶν μὲν coll. F ἀλλήλων a 29 τοῦ om. F 31 σωκράτην τὸν φιλόσοφον CV 33 φιλοσόφου ’a διὰ om. Ca ἀλλ’ om. F)
    73
    οὐ ποιότητα δέ φησιν, οἵα ἐστὶν ἡ κτὰ τὸ συμβεβηκός· ἐκείνη [*](59r) γὰρ οὔτε προσγινομένη τῷ ὑποκειμένῳ οὔτε ἀπογινομένη συμβάλλεταί τι ἢ λυμαίνεται, τὰ δὲ γένη καὶ τὰ εἴδη συμπληρωτικά ἐστιν ἐκείνων ὧν λέ- γονται εἶναι καὶ καθ’ ὧν ἄν κατηγορῶνται καί, ὥς φησιν αὐτός, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τοῦτ’ ἔστι τὴν τοιάνδε ἢ τοιάνδε οὐσίαν ἀφο- ρίζει καὶ διαστέλλει καὶ συγκεχυμένην αὐτὴν διακρίνει, τὴν οὐσιώδη ἑκά- στης οὐσίας ποιότητα εἰλικρινῆ φυλάττοντα· τῆς γὰρ οὐσίας περιεχούσης τὸ σῶμα καὶ ἀσώματον καὶ συγκεχυμένων ὄντων τούτων καὶ ἀδιακρίτων, ἡ τῶν εἰδῶν τούτων διαίρεσις τὴν ἑκάστου ποιότητα ἀφώρισε. πάλιν τοῦ σώματος πλείονα πράγματα περιέχοντος τὸ γὰρ ἔμψυχον καὶ ἄψυχον) διακρίνει τὰ συγκεχυμένα καὶ ἀφορίζει ἑκάστῳ τὸ ἴδιον. ὁμοίως τοῦ ἐμψύχου πλείονα περιέχοντος τὰ τούτου εἴδη ἑκάστῳ τὸ ἴδιον ἀφορίζουσιν. ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν· τὸ γὰρ ζῷον καὶ τὸ φυτόν, γένη ὄντα τῶν ὑπ’ αὐτὰ ὑπὸ δὲ τὸ ἔμψυχον σῶμα τεταγμένα, δι’ ἑαυτῶν τοῖς οἰκείοις εἴδεσι τὴν οὐσιώδη ποιότητα ἀφορίζουσι.

    Καὶ πῶς οὖν, φασίν, ἐλέγετο τὰ γένη καὶ τὰ εἴδη ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, νῦν δέ φησιν ὁ Ἀριστοτέλης τὸ ποιὸν | αὐτὰ περὶ τὴν οὐσίαν [*](59v) ἀφορίζειν; λέγομεν ὅτι ᾗ μετέχουσι τῶν διαφορῶν τὰ μὲν εἴδη ἐνεργείᾳ τὰ δὲ γένη εἴτε δυνάμει κατὰ τοὺς Περιπατητικοὺς εἴτε ἐνεργείᾳ κατὰ τοὺς Πλατωνικούς, ταύτῃ λέγονται τὸ ποιὸν περὶ τὴν οὐσίαν ἀφορίζειν· αἱ γὰρ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται. ζητητέον δὲ πῶς φησι τὴν οὐσίαν σημαίνειν, καίτοι γε αὕτη σημαίνεται μᾶλλον καὶ οὐ σημαίνει. λέγομεν οὖν πρὸς τοῦτο ὅτι, ὡς πολλάκις εἴρηται, πρόκειται τῷ Ἀριστοτέλει περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλαβεῖν· ἡ τοίνυν οὐσία ὡς μὲν φωνὴ σημαίνει καὶ οὐ σημαίνεται αἱ γὰρ φωναὶ τῶν πραγμάτων εἰσὶ σημαντικαί), ὡς δὲ πρᾶγμα σημαίνεται καὶ οὐ σημαίνει· τὰ γὰρ πράγματα ὑπὸ μὲν φωνῶν σημαίνεται, αὐτὰ δὲ ἄλλων σημαντικὰ οὐκ ἔστιν· ὥσπερ γὰρ τὰ ὀνόματα αὐτὰ μὲν καθ’ ἑαυτὰ σημαντικά εἰσι τῶν πραγμάτων, συμπλεκόμενα δέ τινι μέρει τοῦ λόγου σημαίνεταί πὼς μᾶλλον ὑπ’ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα· οἷον ὅταν εἴπω ‘Σωκράτης’, διὰ τοῦ ὀνόματος τὴν οὐσίαν τοῦ Σωκράτους ἐσήμανα, ὅταν δὲ εἴπω ‘Σωχράτης ὁ φόσοφος’ ἡ ‘Σωκράτης ὁ περιπατῶν’ , τότε τὸ ὄνομα σημαίνεται μᾶλλον ἢ σημαίνει διὰ τοῦ φιλόσοφος ἢ διὰ τοῦ περιπατῶν, καὶ οὐκ αὐτὸ σημαίνει, ἀλλ’ ἄλλο τι.

    74
    οὕτω δὴ οὖν κἀνταῦθα αὐτὸ μὲν καθ’ ἑαυτὸ τὸ τῆς οὐσίας πρᾶγμα [*](59v) λαμβανόμενον οὐ σημαίνει τι, ὅταν δὲ τῇ φωνῇ συμπλακῇ, τότε ὑπ’ ἐκεῖ· νῆς σημαίνεται.

    p. 3b21 ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον.

    Τοῦτ’ ἔστιν εἰ καὶ ἡ δευτέρα πᾶσα οὐσία τὴν οὐσιώδη τῶν πραγ- μάτων ἀφορίζει ποιότητα, ἀλλ’ οὖν τὸ γένος τοῦ εἴδους τὴν καθολικωτέ- ραν μᾶλλον καὶ κοινοτέραν ποιότητα διακρίνει, τὸ δὲ εἶδος τὴν μερικωτέραν. |

    p. 3b24 Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὑταῖς ταῖς εἶναι.

    Επὶ τέταρτον παρακολούθημα μεταβέβηκε καὶ τοῦ τρίτου ὡς μόνῃ μὲν ὑπάρχοντος οὐ πάσῃ δέ. ἔστι δὲ τοῦτο τὸ μηδὲν ἐναντίον εἶναι τῇ οὐσίᾳ· τῷ γὰρ Σωκράτει, φησί, οὐδέν ἐστιν ἐναντίον ἢ ἄλλῳ τινὶ τῶν ἀτόμων. ἀλλὰ μὴν οὔτε τῇ δευτέρᾳ· τῷ γὰρ ἀνθρώπῳ ἢ τῷ ζῴῳ τί ἐστιν ἐναντίον; εἰ δέ τις εἴποι ‘τί οὖν; οὐκ ἀντίκειται τὸ πύρ’ τῷ ὕδατι καὶ ἡ γῆ τῷ ἀέρι;’, λέγομεν ὅτι ταῦτα ἀντίκειται ἀλλήλοις οὐχ ᾗ οὐσίαι εἰσίν, ἀλλ’ ᾗ πεποίωνται· ἡ γὰρ ἐν πυρὶ θερμὴ καὶ ξηρὰ ποιότης τῇ τοῦ ὕδατος ψυχρᾷ καὶ ὑγρᾷ ἀντίκειται ποιότητι. τάχα δὲ ἐὰν τις ἀκριβῶς ἐξε- τάσειεν, οὐδὲ κατὰ τὰς ποιότητας φήσομεν ἀντικεῖσθαι τῷ πυρὶ τὸ ὕδωρ· τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑφίστανται ὑποκείμενον καὶ οὕτω τὸν πρὸς ἄλληλα ἀναδέχονται | πόλεμον, ἑκατέρου αὐτῶν τὸ ὑποκείμενον καταλαβεῖν [*](60v) σπεύδοντος καὶ θάτερον ἐξωθοῦντος. εἰ τοίνυν τὸ πῦρ οὐχ ὑπόκειται παρὰ μέρος θερμότητι καὶ ψυχρότητι, οὐδὲ κυρίως φήσομεν τῇ ὡς ἐν πυρὶ θερμότητι ἀντικεῖσθαί τι, εἴ γε τὰ ἀντικείμενα, ὡς ἔφαμεν, περὶ τὸ αὐτὸ πολεμεῖ ὑποκείμενον. καταγινώσκει δὲ καὶ τούτου ὡς μὴ μόνῃ τῇ οὐσίᾳ ὑπάρχοντος, εἰ καὶ πάσῃ· τῷ γὰρ ποσῷ, φησίν, οὐδέν ἐστιν ἐναντίον, οἷον [*](4 πλέον Fa 5 παραλαμβ. C 11 καὶ om. C 11. 12 αὐταῖς ἐν. coll. Arist. 14 πάση μὲν ὐπ’. οὐ μόνη δέ C τὸ om. C 15 οὐδὲν] τί Fa ἢ—ἐναντίον (17) om. C 16 οὔτε] an οὑδὲ? 17 εἴπῃ F 18 ἀντίκειωται C 20 post ποιότητι add. οὐκ αὐταὶ οὑν αἱ οὐσίαι μάχονται ἀλλήλαις· οὐ γὰρ καθόλου αὐτὰ ταῦτα ἐναντία· οὐ γὰρ κατὰ τὴν ὕλην καὶ τὸ σῶμα, ἀλλὰ κατὰ μόνας τὰς ποιότητας. ἰστέον ὅτι τὸ λογικὸν τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον· εἴτε ἀπόφασις τὸ ἄλογον τοῦ λογικοῦ, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον, εἴτε καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ λογικοῦ, οὐδὲ οὕτως ἐναντίον τὸ λογικὸν τοῦ ἀλόγου, παράγων αὐτὸ καὶ τάττων · ἀλλ’ οὐδὲ ἄλλο εἶδος εἴδει ἐναντίον, ἀλλ’ αἱ ἐναντιώσεις περὶ τὰς διαφορὰς καὶ ποιότητας ὁρῶνται. a ἄν a 23 ἀναδέχεται Ca αὐτοῦ a καταβαλεῖν F 21. 25 παρὰ μ. οὐχ ὑπ’. coll. C 25 παρὰ] περὶ F καὶ θεp. καὶ ψύχρ’. F: ψύχρ’. καὶ θεp. a 26 εἴ γε] εἴτε a ὥς φαμεν a 27 πολεμεῖν Γ’ 28 ἐστιν om. a)

    75
    τοῖς δέκα ἢ τῷ διπήχει· τούτοις γὰρ τί ἄν εἴη ἐναντίον; οὐ γὰρ τὸ τε. [*](60v) τράπηχυ τῷ διπήχει ἐναντίον· τὰ γὰρ ἐναντία φθείρουσιν ἄλληλα, ἐνταῦθα δὲ αὔξησίς ἐστι τοῦ διπήχεος τὸ τετράπηχυ. εἰ μή τις τὸ πολὐ τῷ ὀλίγῳ, φησί, φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ, καίτοι οὐδὲ ταῦτα ἐναντία ἐστὶ ποσά, καὶ δείξει μικρὸν ὕστερον ὅτι οὐδὲ ποσά ἐστιν ἀλλὰ πρός τι· ἀλλ’ οὖν εἰ καὶ κατὰ συγχώρησιν, φησί, δοίη τις αὐτὰ ποσὰ εἶναι, οὐδὲν ἡμῖν διοίσει· ἀρκεῖ γὰρ ἡμῖν πρὸς τὸ δεῖξαι ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἐναντίον, εἴ γε καὶ τοῖς ἀφωρισμένοις ποσοῖς τοῦτο ὑπάρχει. ἀφωρισμένα δὲ ποσὰ λέγουσιν ὅσα ὡρισμένην τινὰ ἔχουσι ποσότητα καὶ μὴ τῇ πρὸς ἕτερον σχέσει λέγονται.

    p. 3b33 Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον.

    ᾿Επὶ πέμπτον παρακολούθημα μετῆλθε, λέγω δὴ τὸ τὴν οὐσίαν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. τοῦτο δὲ τῷ πρὸ αὐτοῦ ἐστιν ἀκόλουθον καὶ ἐξ ἐκείνου ἔσχε τὴν γένεσιν | τοῦ λέγοντος τῇ οὐσίᾳ μηδὲν [*](61r) εἶναι ἐναντίον· ἐν τούτοις γὰρ πέφυκε γίνεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν οἷς καὶ ἡ ἐναντιότης. καὶ τοῦτο οὐχ ἀπλῶς· οὐ γὰρ ὅσα ἐστὶν ἐναντία, δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλ’ ὅσα τῶν ἐναντίων πέφυκε μίγνυσθαι ἀλλήλοις· τὸ γὰρ ἄρτιον καὶ τὸ περιττὸν ἐναντία ὄντα οὐκ ἑπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ μίγνυσθαι πέφυκεν· οὔτε γάρ ἐστιν ἄρτιον ἀρτίου μᾶλλον ἄρτιον οὐδὲ περιττὸν περιττοῦ μᾶλλον περιτ- τόν. λευκὸν δὲ εἶναι λέγεται λευκοῦ μᾶλλον λευκόν, ἐπειδὴ τῷ μέλανι πέφυκε μίγνυσθαι · ἐκεῖνο γὰρ λέγεται μᾶλλον λευκὸν τὸ πλείονα τὴν ἀπόστασιν ἔχον τοῦ μέλανος, ἧττον δὲ λευκὸν λέγεται τὸ πλείονα τὴν μῖξιν τὴν πρὸς τὸ μέλαν ὑποδεξάμενον. καὶ αὐτὸ δὲ ἑαυτοῦ τι μᾶλλον λευκότερον λέγεται· νῦν γὰρ ὄν τι λευκὸν ἑαυτοῦ λευκότερον γίνεται διακριθέντος τοῦ ἐμμιχθέντος ἐν αὐτῷ μέλανος. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ τοίνυν οὐδὲ πάντα τὰ ἐναντία τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, ἀλλὰ μόνως τὰ μίγνυσθαι πεφυκότα, πολλῷ μᾶλλον τὰ μηδὲ ὅλως ἔχοντά τι ἐναντίον οὐκ ἐπιδέξεται τὸ μᾶλλον καὶ τὸ ἧττον. |

    [*](1 τί] οὐδὲν C 4 φησί om. a 5 εἰσὶ V post ποσὰ add. διότι τὸ μέγα ἐκ μικρῶν πολλῶν συνέστηκε καὶ τὸ πολὺ ἐκ πολλῶν ὀλίγων a 7 δοιήσει F 8 οὐ] μὴ a μόνον C ἀφορισμοῖς K 10 τῆ] τοῖς F post λέγονται add. τὸ δὲ μικρὸν καὶ μέγα καὶ πολὺ καὶ ὀλίγον ἀόριστα a 11 μὴ] οὐκ F 14 τὸ (alt.) om. C post ἧττον add. τὸ δοκεῖ δὲ ἐνταῦθα οὐ τὸ προσποιούμενον σὴ· μαίνει, ἀλλὰ τὸ ἀμετάπιστόν τε καὶ ἀκατάθετον a post δὲ add. τὸ ἴδιον a 16 γίν. post ἧττον coll. a 17 ἡ om.. F εἰσὶν F IS. 20 τὸ (alt.) om. C 21 οὐδὲ] an οὔτε? 22 λέγ’. εἶναι coll. C 24 τὴν om. a 25 αὐτὸ] ἑαυτὸ CF 25. 26 μᾶλλον ἑαυτοῦ λεύκ’. τι coll. C 26 pr. λευκότερον] an λευκὸν? 28 ἐπιδέχονται F 30 ἐπιδέξονται F post ἧττον add. ex Marc. 217 ἰστέον ὅτι τὰ ἐναντία τέλος εἰσί, τὸ δὲ μᾶλλον καὶ ἡπον ὁδὸς ἐπὶ τὰ ἐναντία καὶ καλεῖ μὲν ἐναντία τό λευκὸν καὶ τὸ μέλαν, μᾶλλον δὲ καὶ ἧττον τὴν ἐκ τοῦ λευκοῦ τὸ μέλαν μεταβολὴν ἢ τοῦ μέλανος εἴς λευκόν, μὴ ἀθρόως γινομένην ἀλλ’ ὁδῷ τινι κεχρημένην τὴν κατὰ πρόσβασίν ἐκ τοῦ λευκοῦ ἡ τοῦ μέλανος εἰς τὸ ἕτερον μεταποιήσει· ὅπου οὑν τὰ ἐναντία, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου οὐκ εἰσὶν ἐναντία, οὐδὲ μᾶλλον καὶ ἧττον· καὶ ὅπου μᾶλλον καὶ ἧττον, ἐκεῖ τὰ ἐναντία, καὶ ὅπου <οὐ> μᾶλλον καὶ οὐδὲ τὰ ἐναντία· ἀεὶ γὰρ ταῦτα τὰ τέσσαρα συμβαίνει ἀλλήλοις. ἀλλὰ ταῦτα κατὰ πλάτωνα ἔμμεσα λέγεται· οὐδὲ γὰρ ἀθρόον ἡ φύσις μεταπηδᾷ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ πάντῃ ἐναντίον, ἀλλ’ ὁδῷ τινι κέχρηται καὶ γίνεται ἧττον λευκὸν καὶ ἔτι ἧττον καὶ οὕτω μέλαν· ἀριστοτέλης δὲ οὐ πάντα τὰ ἐναντία κατὰ πλάτωνα ἔμμεσα λέγει, ἀλλ’ οἶδε καὶ ἄμεσα ἐναντία, εἰ καὶ δύο μόνον, ἄρτιον καὶ περιττὸν καὶ νόσον καὶ ὑγείαν. τινὲς δέ φασιν, ὅτι καὶ τούτων εἰσὶ μέσα· τοῦ γὰρ ἀρτίου τοῦ διχῇ διαιρουμένου καὶ τοῦ περιττοῦ τοῦ μὴ δίχα διαιρουμένου μέσοι τρεῖς, ὁ ἀρτιάκις ἄρτιος, ὅστις ἕως μονάδος διχῇ διαιρεῖται, ὡς ὁ λβ΄ εἰς ἲς καὶ ὀκτὼ καὶ τέσσαρα καὶ δύο καὶ ἕν, καὶ ὁ περισσάρτις, ὅστις πολλὰς τομὰς ἀρτίας δεξάμενος εἰς περιττὸν ἀριθμὸν λήγει, ὡς ὁ μὴ εἰς κδ΄ καὶ ιβ΄ καὶ ς΄ καὶ εἰς περιττὸν ἀριθμὸν λήγει τὸν τρία, καὶ ὁ ἀρτιοπέριττος, ὅστις διχῇ μὲν διαιρεῖται, εὐθέως δὲ τὰ τμήματα αὐτοῦ περιττά εἰσιν, ὡς ὁ ἴη εἰς θ΄ καὶ θ΄ διαιρούμενος. καὶ ἀρτίου μὲν καὶ περιττοῦ μέσοι, ὥς φασιν, οἱ εἰρημένοι, νόσου δὲ καὶ ὑγείας ἡ ἀνακόμισις. εἰ τὸ μᾶλλον καὶ ἦττον οὐκ ἐπιδέχεται ἡ οὐσία , πῶς ἐν τῷ περὶ γενέσεως καὶ φθορᾶς λέγει τὸν ἀέρα ἧττον θερμὸν ὡς πρὸς τὸ πῦρ; τὸ γὰρ πῦρ τοῦ ἀέρος μᾶλλον θερμὸν καὶ ὁ ἀὴρ τοῦ ὕδατος μᾶλλον ὑγρὸν καὶ τὸ ὕδωρ τῆς γῆς μᾶλλον ψυχρὸν καὶ ἡ γῆ τοῦ πυρὸς μᾶλλον ξηρόν· οὐσίαι δὲ ταῦτα. καὶ ἔστιν εἰπεῖν, ὅτι αἱ ποιότητες πάλιν αὗται τὸ μᾶλλον καὶ ἧττον ἐδέξαντο οὐχ ὡς οὐσίαι, ἑκάστη γὰρ πλείστη ἐστὶν ἐν τῷ οἰκείῳ ὑποκειμένῳ, ὡς δὲ συμβεβηκότα ἐπιτείνονται καὶ ἀνίενται· τὸ γὰρ ἧττον, ὅπερ τὸ μᾶλλον γινόμενον, οὐκ ἀπώλεσε τὸ εἶδος, ὁ δὲ ἀὴρ μέτρα πυρίας θερμότητος λαβὼν οὐκ ἔμεινεν ἀήp. ἰστέον δὲ ὅτι οὐκ ἐν μόνοις συμβεβηκόσιν ἐστὶ τὸ μᾶλλον καὶ ἧττον, ὅτε οὐ ποιεῖ εἴδους ἐξαλλαγήν· μᾶλλον γὰρ ζῇ ὁ νοῦς τῆς ψυχῆς. οὐ πάντως δὲ διά ἰὰ τὴν μίξιν τοῦ ἐναντίου γίνεται τὸ μᾶλλον καὶ ἧττον· κἀν γὰρ ἀθάνατος ἡ ψυχή, ἧττον τοῦ νοῦ ζῇ. καὶ ἔσται τὰ τέσσαρα στοιχεῖα σύνθετα· ἔσται γὰρ τὸ πῦρ ὑγρὸν ὡς ἧττον τῆς γῆς ξηρόν, καὶ τὸ ὕδωρ ξηρὸν ὡς λειπόμενον τοῦ ἀέρος κατὰ τὴν ὑγρότητα, καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ὁμοίως. ἀλλ’ εἰδοπεποίηται πᾶσα (1. πάντα) καὶ ὑφέσεις εἰδῶν εἰσιν· ὡς καὶ ἡ σελήνη ἐσχάτη οὖσα τῆς πέμπτης οὐσίας, καίπερ μὴ μετέχουσα τῶν ὑπὸ σελήνην, ἔχει τι ἐν αὐτῇ ἀνομοειδές (sic), ὡς δηλοῖ τὸ ἐν ταῖς πανσελήνοις ἐν μέσῳ αὐτῆς φαινόμενον πρόσωπον καὶ τὸ ἀνθρακοειδὲς χρῶμα τὸ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς φαινόμενον ἀνομοιομερὲς ὄν · οὐδέτερον γὰρ τούτων μίξει γῆς, ἀλλ’ ὑφέσει τοῦ φωτοειδοῦς τῆς πέμπτης οὐσίας. a I μᾶλλον καὶ ἧττον οὐ- σία a 2 μᾶλλον εἶπεν coll. Ca 3 φησιν ἐστὶν coll. a φησίν] p. 2a5 κυριώτατά τε a Arist. 6 λέγων] p. 2b7 7 post φησι add. ἐστὶν C 7. 8 δοκεῖ — ὅτι om. C 7 μὴ] οὐκ F (cf. p. 11))
    76

    p. 3b34 Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία.

    [*](62r)

    Ἐπειδὴ γάρ γὰρ ἀνωτέρω εἶπεν μᾶλλον εἶναι οὐσίαν τὴν πρώτην τῆς δευτέρας οὐσία γάρ ἐστιν, φησίν, ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη) καὶ αὐτῆς δὲ τῆς | δευτέρας τὴν κατὰ τὸ εἶδος μᾶλλον οὐσίαν εἶναι [*](62v) τὸ ὗ’ γένους λέγων τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσίαν εἶναι τὸ εἶδος τοῦ γένους, εἰκότως ἀπορεῖ πῶς ἀνωτέρω λέγων οὐσίαν οὐσίας μᾶλλον εἶναι οὐσίαν νῦν φησι δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅπερ ἐπιλυόμενός φησιν ὅτι οὐ κατὰ ταὐτὸν εἴρηται ἐκεῖ μὲν εἶναι μᾶλλον καὶ ἧττον ἐνταῦθα δὲ οὔ· ἐκεῖ μὲν γὰρ τὴν κατὰ βάθος τῶν οὐσιῶν παραβολὴν καὶ τάξιν σκοπῶν ἔλεγε τὴν πρώεἰς

    77
    τὴν τῆς δευτέρας μᾶλλον εἶναι οὐσίαν ὡς μᾶλλον τῷ πολλῶ συνεγνωσμένην [*](62v) νιν ἀνθρώπῳ, καὶ τῆς δευτέρας μᾶλλον τὸ εἶδος διὰ τὸ ἐγγυτέρω εἶναι μᾶλλον τῆς πρώτης τὸ εἶδος ἤπερ τὸ γένος· ἐνταῦθα δὲ τὴν κατὰ πλάτος ποιούμενος παραβολήν φησιν ὅτι οὐδὲ τὸ ἄτομον μᾶλλον καὶ ἧττόν ἐστιν οὐσία, οὔτε αὐτὸ ἑαυτοῦ οὔτε ἕτερον ἑτέρου· τὸν γὰρ Σωκράτην οὔτε αὑτόν τὸν ἑαυτοῦ μᾶλλον καὶ ἧττον ἄνθρωπον εἴποι τις ὅν οὔτε Σωκράτην Πλάτωνος μᾶλλον ἄνθρωπον. ἀλλ’ οὐδὲ τὸ εἶδος οὔτε αὐτὸ ἑαυτοῦ οὔτε ἄλλο ἄλλου μᾶλλον οὐσί ἐστίν, οἷον ἵππος ἀνθρώπου οὐδὲν μᾶλλον οὐσία. καὶ ἐπὶ τῶν γενῶν ὡσαύτως.

    Τοῦτο δὲ τὸ ἴδιον ἤτοι παρακολούθημα πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπεὶ μηδὲ ἔχει τι ἐναντίον, ἀλλ’ οὐδὲ τὸ ἄρτιον οὐδὲ τὸ περιττόν, ἐπειδὴ μηδὲ πέφυκε ταῦτα μίγνυσθαι. διὰ τί δὲ μὴ ὥσπερ ἐπὶ τῶν ἄλλων ἰδίων ἔλεγε πρὸς τῷ τέλει ‘οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἐπειδὴ εἰ καὶ πάσῃ φέρε ὑπάρχει, οὐ μέντοι γε μόνῃ, ἤγουν μόνῃ μὲν οὐ πάσῃ δέ’, οὕτω καὶ ἐνταῦθα πεποίηκε καὶ εἶπεν ὅτι οὐκ ἴδιον τοῦτο τῆς οὐσίας. εἰ καὶ πάσῃ ὑπάρχει, καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον; λέγομεν ὡς ἐναργὲς ὂν ἐκ τῶν εἰρημένων τοῦτο κατέλιπεν· | ἐπειδὴ γὰρ συνημμένα ἐστίν, ὡς εἶπον, τὰ παρακολουθήματα [*](63r) καὶ ἠκολούθει πάντως τὸ μὴ εἶναί τι μᾶλλον καὶ ἧττον τῷ μὴ ἔχειν ἐναντίον, ἔδειξε δὲ μικρῷ πρόσθεν μήτε τῇ οὐσίᾳ μήτε τῶ ποσῷ ὑπάρχειν τι ἐναντίον, ἡμῖν κατέλειψε τὸ συναγαγεῖν καὶ προσυπακοῦσαι ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ καὶ τῷ ποσῷ.

    p. 4a10 Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν.

    Τοῦτο ἕκτον παρακολούθημα ἴδιον ὑπάρχον τῆς οὐσίας ἀποδέδωκεν, ὅπερ καὶ τῶν ἄλλων μᾶλλον ἐκκρίνει, λέγω δὴ τὸ μίαν τῷ ἀριθμῷ καὶ τὴν αὐτὴν μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν· Σωκράτης γὰρ εἷς καὶ ὁ αὐτὸς μένων ποιὲ μὲν θερμαίνεται ποτὲ δὲ ψύχεται, καὶ ἐπὶ τῶν ἄλλων ποιοτήτων ὁμοίως καὶ τῶν λοιπῶν συμβεβηκότων. τοῦτο δὲ μόνῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε πάσῃ· οὐδὲν γὰρ ἄλλο τῶν παρ’ αὐτὴν πέφυκεν ἓν καὶ τὸ αὐτὸ μένον τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, λέγω δὴ τὰ συμβεβηκότα· πάντα γὰρ τὰ παρ’ αὐτὴν συμβεβηκότα ἐστίν. [*](1 εἶναι ante τὴν πp. (p. 76,10) coll. C 2 ἐγγύτερον Ca 3 μᾶλλον eicias εἴπερ K G ἄνθρωπον om. C εἴπῃ F 7. 8 ἄλλου ἄλλο coll. C 10 ἤτοι] ἡ τὸ CF τῆ om. C 13 ἐπεὶ a 11 τὸ τέλος F 16 εἰ γοῦν C om. F 17 τῆς om. Ca καὶ γὰρ τὸ] τὸ γὰρ F 18. 23 τὸ (ante ἧττον) om. C 19 εἰσὶν F εἶπον] p. 75,14 20 ante ἡκολ. add. οὐκ a ἠκολούθει Laur.72,1: ἠκολούθη OFa 21 πρότερον a 22 τὸ] τοῦ C: τοῦτο a 23 τῆ om. a ἀπέδωκεν C 28 ἐγκp. F 32 οὐδὲν] οὐδὲ C παρ’ in lac. om. F 33 καὶ τῶ ἀρ’. τὸ αὐτὸ μ. coll. C μένων F 34 ἑαυτὴν F εἰσίν a)

    78
    οὐδὲ γὰρ πέφυκεν ὅλως συμβεβηκὸς συμβεβηκότι | ὑποκεῖσθαι πρὸς ὔπαρξιν· [*](63v) οὐχ ὑπόκειται γὰρ τὸ λευκὸν τῷ μέλανι ἢ τῷ θερμῷ οὐδὲ τῶν τοιούτων οὐδενί. καὶ ἐπὶ τῶν ἄλλων συμβεβηκότων ὁ αὐτὸς λόγος. οὐκοῦν οὐδὲ τῶν ἐναντίων ἐστὶ δεκτικόν. μόνῃ μὲν οὖν τοῦτο ὑπάρχει, οὐ μέντοι γε πάσῃ· τῇ γὰρ δευτέρᾳ οὐδαμῶς τοῦτο ὑπάρχει· οὐδὲ γὰρ κυρίως ἄν λεχθείη οὔτε τὸ γένος οὔτε τὸ εἶδος ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ· τὸ γὰρ ἓν τῷ ἀριθμῷ περὶ τὰ ἄτομα κυρίως θεωρεῖται. ἄλλως τε εἰ καὶ ἓν εἴη, οὐκ ἔστι τῶν ἐναντίων δεκτικόν· οὐ γὰρ σῶμά ἐστιν, ἵνα ἐπιδέξηται θερμότητα ἡ ψῦξιν ἤ τι τῶν τοιούτων. ὁμοίως δὲ οὐδὲ τὸ γένος. ἀλλ’ εἰ ἄρα, ταῦτα λέγονται τῶν ἐναντίων εἶναι ποιητικὰ ἢ εἰς τὰ ἐναντία διαιρεῖσθαι, τὸ θνητὸν λέγω καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον. εἰ δέ τις ἀκριβέστερον ἐπιβλέψειεν, οὐδὲ ἐναντία ταὐτά ἐστι· τὰ γὰρ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων, ταῦτα δὲ ὑποστατικὰ ἀλλήλων μᾶλλόν ἐστιν ἢ φθαρτικά· τὸ γὰρ ἀπλῶς λογικὸν καὶ ἀθάνατον ὑφίστησι τὰ ἄλογα καὶ τὰ θνητά.

    Εἱ τοίνυν μὴ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ, τί δή ποτε μάλιστα αὐτῆς φησιν αὐτὸ εἶναι ἴδιον; λέγομεν οὖν ὅτι ἕξ τινων ὡς ἰδίων τῆς οὐσίας ἀποδεδομένων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ μὲν ὑπῆρχον τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ, λέγω δὴ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὅπερ καὶ τῇ διαφορᾷ ὑπῆρχε, καὶ τὸ τέταρτον τὸ μηδὲν ἐναντίον αὐτῇ εἶναι, ὅπερ καὶ τοῖς ποσοῖς ὑπῆρχεν, ἔτι τε καὶ τὸ πέμπτον, λέγω δὴ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπερ καὶ αὐτὸ τοῖς πο- σοῖς ὑπῆρχε. τὸ μέντοι γε δεύτερον, ὅπερ ἦν τὸ συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι πάντα, οὔτε μόνῃ οὔτε πάσῃ· οὕτε γὰρ τῇ πρώτῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς· τὸ δὲ τρίτον τὸ τόδε τι σημαίνειν καὶ πρὸς τούτῳ τὸ ἔκτον, λέγω δὴ τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ μένον τῶν ἐναντίων εἶναι [*](64r) δεκτικόν, μόνῃ τῆ οὐσίᾳ ὑπῆρχεν, εἰ καὶ μὴ πάσῃ. τῶν μὲν οὖν τεττάρων οὐδὲ ἓν ἐκκρίνει εἰκότως, διότι οὐ μόνῃ ὑπῆρχον· οὐδεὶς γὰρ ἄν φαίη ἴδιόν τινος εἶναι, εἰ καὶ παντὶ πρόσεστι τῷ ὑποκειμένῳ, τὸ καὶ ἄλλῳ ὑπάρχον, ἀλλὰ μᾶλλον τὸ μόνῳ, εἰ καὶ μὴ παντί. διὰ τί δὲ τῶν δύο, τοὐ τε τρίτου καὶ τοῦ ἕκτου, προκρίνει τὸ ἕκτον; διότι ἐκεῖνο μὲν κατὰ μόνην τὴν φωνὴν ἐδόκει τῇ δευτέρᾳ οὐσίᾳ ἐφαρμόζειν, λέγω δὴ τὸ τόδε τι σημαίνειν, τοῦτ’ ἔστιν ἑνικὸν ἀριθμόν, <τὸ> ἐνταῦθα δὲ κατ’ αὐτὸ πρᾶγμα δοκεῖ ἐφαρμόζειν. διόπερ ἵνα δείξωμεν καὶ πάσῃ τῇ οὐσίᾳ ἑφαρθερμῶ] [*](2 ἀριθμῶ F 3 τῶν om. a 4 post οὖν add. τῆ οὐσία F 8 post εἴη addas τὸ εἶδος (cf. v. 9) οὐ] οὑδὲ Ca γὰρ σῶμά ἐστιν in lac. om.. C 10 εἰ] ἢ F λέγονται] καὶ C εἰς] ἐκ F1 13 εἰσιν (pr. 1.) C εἰσιν (alt, 1.) a 16 αὐτῆς om. C 17 ἴδιον εἷναι coll. C ἐξ om. C 17. 18 ἀποδ. τῆς οὖσ’. coll. C 18 ἀποδιδομ. a 19 δὴ] δὲ F ἐν μὴ coll. F 20 διαφ.] φθορᾶ F1 21 αὐτὴ om. Ca 22 τὸ (ante ἧττον) ouq. C 23 τὸ σὺν. Paris. 2051: σὺν. τὸ CFa ὐπ’ αὐτῶν a 24 οὔτε γὰρ] an οὑδὲ γὰρ? 24. 25 ἐπειδὴ — διαφοραῖς post μόνῃ (24) transponas. 24 καὶ superscr. C 25 τοῦτο F 27 μὴ superset-. F2 28 ἐγκp. C οὐ] οὐδὲ C ὑπῆρχεν a 29 ἄλλο C 30 τὸ] τῶ F 31 ἕκτον in lac. om. F ἐκεῖνο] ἐκεῖ F 33 σῆμ’. τι coll. F τὸ addidi)

    79
    μόζον τὸ ἀποδοθὲν ἴδιον, μικρὸν ἐναλλάξαντες τὸ εἰρημένον οὕτως εἴπωμεν [*](64r) μάλιστα δὲ ἴδιον τῆς κατηγορίας τῆς οὐσίας δοκεῖ εἶναι τὸ τὰ ὑπ’ αὐτὴν ἄτομα παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικά’· οὕτω γὰρ καὶ πάσης τῆς οὐσίας κατηγορηθήσεται τοῦτο τὸ ἴδιον καὶ οὐδεμιᾷ τῶν ἄλλων ἁρμόσει· οὔτε γὰρ τὰ τοῦ ποσοῦ ἄτομα, τὰ δέκα εἰ τύχοι, οὔτε τὰ τοῦ ποιοῦ, οἷον τὸ ἐν τῷδε τῷ λίθῳ λευκόν, παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτικά. |

    p. 4a10 Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν.

    Ἕν μὲν ἀριθμῷ, ἵνα τὸ αὐτὸ φυλάττηται ὑποκείμενον, ταὐτὸν δέ, ἵνα μὴ μεταβάλλῃ καθ’ ὑπόστασιν· τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλον καθ’ ὑπόστασιν (ἐν γὰρ τῷ λευκὸν εἶναι ἔχει τὴν οἰκείαν ὑπόστασιν, ὥστε μεταβάλλον εἰς μέλαν μετέβαλλε καθ’ ὑπόστασιν), ὁ δὲ Σωκράτης μένων εἷς καὶ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς γίνεται ποτὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεκτικὸν δὲ τῶν ἐναντίων, ἵνα ἐνδείξηται τὴν δύναμιν τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· οὐ γὰρ εἶπε ΄ δέχεσθαι τὰ ἐναντία’ (ἦν γὰρ ἄν ἐν τῷ αὐτῷ τὰ μαχόμενα), ἀλλὰ δεκγοριῶν τικόν, ἵν τὴν δύναμιν, ὡς εἶπον, ἐνδείξηται. ἐπὶ δὲ τῶν ἄλλων κατη- οὐδὲν τῶν τοιούτων φαίνεται. ἀλλ’ ἴσως ἐρεῖ τις τις οὖν; καὶ ὅδε ὁ κόραξ δεκτικός ἐστι λευκότητος ἢ ὁ κύκνος μελανίας; πῶς οὖν εἶπε τῶν ἐναντίων εἶναι δεκτικόν;’ ἀλλὰ λέγομεν ὅτι εἰ μὲν εἶπε πάντων τῶν ἐναντίων δεκτικὴν εἶναι πᾶσαν οὐσίαν, εἶχεν ἄν λόγον ἡ ἀπορία καὶ ἐπὶ κόρακος καὶ ἐπὶ ἄλλων μυρίων· οὐδὲ γὰρ τὸ ψιμμύθιον μέλαν γένοιτο ἄν μένον ψιμμυθιον, οὐδὲ τὸ πῦρ μένον πῦρ ψύξεως ἢ ὑγρότητός ἐστι δεκτικόν, οὐ τὸ ὕδωρ 〈ξηρότητος〉, οὐχ ἡ γῆ κουφότητος. νῦν δὲ οὐκ εἷπε πάντων ἀλλ’ ἁπλῶς τῶν ἐναντίων, ὥστε καὶ ὁ κόραξ εἰ καὶ μὴ δέχεται λευκότητα ἢ ὁ κύκνος μελανίαν, ἀλλ’ οὖν θερμότητα καὶ ψυχρότητα δέχονται καὶ ἄλλας ἐναντίας ποιότητας. [*](2 τῆς κατηγορίας om a 6 εἰσὶ C δεκτικόν a post δεκτ. add. ex Marc. 217 πρόσκειται τὸ παρὰ μέρος, ἐπειδὴ οὐχ ἅμα λευκαίνεται ὁ σωκράτης, οὐδὲ ἅμα νοσεῖ καὶ ὑγιαίνει. τὸ δὲ μίαν καὶ τὴν αὐτὴν τῷ ἀριθμῷ πρόσκειται, ἐπειδὴ καὶ ὁ ἀριθμὸς δέχεται τὰ ἐναντία, ἄρτιον καὶ περιττόν, ἀλλ’ οὐχ εἷς τῷ ἀριθμῷ, ἀλλὰ εἴς τῷ εἴδει, ὁπότε οὐδὲ ὡς ἐν ἀριθμῷ συνίσταται τὸ ἄρτιον καὶ τὸ περιττόν, ἀλλ’ ὡς ἐν ὕλῃ τῇ δυναμένη καὶ εἰς ἄρτιον καὶ εἰς περιττὸν διαιρεῖσθαι. τὸ γὰρ πηχυαῖον ξύλον καὶ εἰς ἄρτιον διαιρεῖται καὶ εἰς περιττόν. καὶ οἱ ἄρτιοι ἵπποι δύνανται περιττοὶ γενέσθαι προσθήκῃ ἑτέρου. καὶ τὸ σῶμα δὲ εἰ καὶ δέχεται τὰ ἐναντία, οἷον λευκὸν καὶ μέλαν, ἀλλ’ οὐχ ἓν τῷ ἀριθμῷ, ἀλλὰ τῷ εὕει ἐν. ἀλλὰ γὰρ ἐπ’ αὐτῆς τῆς λέξεως τῆς ἀριστολικῆς σκοπήσωμεν τὸ λεγόμενον. a 8 τῶ ἀρ’. F ὃν om. CF (cf. p. 77,25) posl ὃν add. παρὰ μέρος a 9 μέν γὰρ a 10 ὑπὸ F 11 τῷ] τὸ F 11. 12 οἰκ.] ἰδίαν C 12 μετέβαλε a 15 δείξη a 15. 16 οὐ — ἐναντία om. F 16 ἄν om. a τῶ om. CF μαχ.] δεχόμενα F 17 τῶν ἄλλ’. δὲ coll. C 18 καὶ om. C 20 δεκτ. εἶναι coll. C 22. 23 ψιμύθιον (ubique) C 22 γίνοιτο F 23 μένων (pr. I.) F οὐδὲ τὸ ὕδωρ οὐθ’ a 24 ξηρότητος addidi 24. 25 πάντων ἀλλ’ ἁπλῶς τῶν ἐναντ. Paris. 2051: πάντως ἀ τῶν ἐναντ. a: πάντων ἐναντ. CF 25 alt. καὶ om. C ἐπιδέχοιτο C 26 οὑν om. a)

    80
    καὶ τὸ πῦρ οὗν εἰ καὶ μὴ δέχεται ψῦξιν ἢ ὑγρότητα ἤ τι τῶν ἑαυτῷ [*](64v) ἐναντίων, ἀλλ’ οὖν δέχεται τὴν ἐπὶ τὸ κάτω φορὰν βίᾳ, πεφυκὸς ἐπὶ τὸ ἄνω φέρεσθαι. τί δὲ ἄν εἴποιμεν περὶ ἡλίου καὶ σελήνης καὶ ἀπλῶς τῶν οὐρανίων; ἕκαστον γὰρ τούτων ἓν ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὅμως τῶν ἐναντίων οὐκ ἔστι δεκτικόν, εἰ μή τις ἐνταῦθα τὰς ἀντικειμένας λάβοι [*](65r) κινήσεις, διότι φέρονται μὲν σὺν τῷ παντὶ τὴν ἀπ’ ἀνατολῶν, αὐτὰ δὲ καθ’ αὑτὰ τὴν ἐναντίαν. ἔστι δὲ καὶ ἐπὶ τῶν ἑπτὰ πλανωμένων λαβεῖν καὶ τὴν ἀπὸ τῶν νοτίων ἐπὶ τὰ βόρεια καὶ πάλιν ἀπὸ τούτων ἐπὶ τὰ νότια λαβεῖν μετάβασιν καὶ ἐπὶ τὴν κατὰ τὸ ἀπόγειον αὐτῶν καὶ περίγειον ἐναντίωσιν συνόδους τε καὶ ἀποστάσεις αὐτῶν, ἐπὶ δὲ τῆς σελήνης καὶ τοὺς φωτισμοὺς αὐτῆς καὶ τὰς ἐκλείψας, ὡς μόνην τὴν ἀπλανῆ δοκεῖν τῶν ἐναντίων ἀνεπίδεκτον εἶναι. ἄλλως τε φθάσαντες εἴπομεν ὅτι μόνῃ τῇ ὐστᾳ τοῦτο ὑπάρχει, οὐ πάσῃ ’δε· οὐδὲ γὰρ τοῖς ειοεσι τε καὶ γένεσιν, ἀλλὰ τοῖς ὑπὸ ταῦτα ἀτόμοις. τὰ δὲ μοναδικὰ οὐδὲ ὅλως γένους εἰσὶν ἢ εἴδους τινὸς ἄτομα, οἷον ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς δὲ ὅλος μοναδικόν τί ἐστιν. οὐκ ἐλέγχεται οὖν ὁ Ἀριστοτέλους λόγος, κἄν τὰ οὐράνια μὴ εἴη τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος περὶ τῶν ὑπὸ τὰ γένη καὶ τὰ ειοη ἀτόμων, οὐ περὶ πάσης οὐσίας, καὶ ὅτι μόνῃ τῇ οὐσίᾳ υπαρχει τοῦτο, εἰ καὶ μὴ πάσῃ, κἂν μηδὲ τοῖς ἀτόμοις ἅπασιν ὑπάρχῃ. |

    p. 4a22 Εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων [*](65v) τῶν τοιούτων εἶναι· ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος, τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται.

    Ἀπορίαν τινὰ ἑαυτῷ ἐπάγει, ἣν εἰκὸς ἦν τινα ἀπορῆσαι, καὶ ταύτην ὡς οἷόν τε ἦν ἐπιλύεται· ἠπόρησε γὰρ ἄν τις πῶς μόνης τῆς [*](1 οὖν om. a εἰ καὶ] ἐὰν C δέχηται C ἑαυτῷ scripsi: ἐν αὐτῶ CF: αὐτῷ a 2 ἐναντίων Laur. 72,1: ἐναντίον Fa: τὸ ἐναντίον C 5 κἀνταῦθα a λάβοι] ἔχει F1: λάβῃ a 6. 7 αὐτοὶ δὲ καθ’ αὑτοὺς CF 7 καὶ om. a 8 καὶ τὴν — λαβεῖν (9) om. F 9 ἐπὶ (post καὶ) eicias 10 αὐτῶν post τε coll. a 11 δοκεῖ F 12 εἶναι ἀνεπίδ. C: ἐναπόδεκτον εἶναι F εἴπωμεν F (cf. p. 78,4) μόνη τῆ] μὲν τῆ F: τῇ μὲν a 13 ὑπ’. τοῦτο coll. C 14 ὑπ’ αὐτὰ a γένη Ca 15 ὁ (utrobique) om. C καὶ (utrobique) om. F ἡ om. C ὅλως Ca 16 ἐλλἐγχετο (sic) F ἀριστοτελικὸς C 17 ᾖ a (cf. p. 2,29) περὶ om. C 18. 19 καὶ ὅτι — ὑπάρχῃ eicias 19 ὑπάρχει F1 post ὑπάρχῃ add. ex Marc. 217 ὥς τινες ὑπέλαβον διὰ τὸν κύκνον κατὰ τὸ λευκὸν μὴ μεταβάλλοντα. κἂν γὰρ τὴν ἀντίθεσιν ταύτην μὴ ἐπιδέχηται, ἀλλ’ οὖν ἑτέραν, ᾗπερ εἴρηται, ἀντίθεσιν δέχεται, τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. αἱ δεύτεραι δὲ οὐσίαι ἄτρεπτοι οὖσαι οὐ δέχονται τὰ ἐναντία. ὁμοίως καὶ τὰ οὐράνια ἄτρεπτα ὄντα, ἐφ’ ὅσον εἰσίν, οὐ δέχονται τὰ ἐναντία. ἀποροῦσι δέ τινες ὅτι ὁ καθόλου ἄνθρωπος, εἰ μὲν τρεπτὸς ἔσται, τῶν ἐναντίων δεκτικός, εἰ δὲ μὴ τρεπτός, λοιπὸν θεός, ὅπερ ἄτοπον. καὶ φαμέν, κατὰ μὲν τὰ συστατικὰ αὐτοῦ μέρη, οἷον τὸ ζῶον τὸ λογικὸν τὸ θνητόν, ἄτρεπτός ἐστιν. οὐδεὶς γὰρ ἄνθρωπος ζῶον ὢν γίνεται ἄζωος ἢ λογικὸς ὢν ἄλογος ἡ θνητὸς ἀθά- νατος. οὕτω γὰρ καὶ πλάτων’ δοξάζει, κατ’ οὐσίαν μὲν ἄτρεπτον, κατ’ ἐνέργειαν δὲ τρεπτὴν εἶναι λέγων τὴν λογικὴν ψυχήν. a 20 μὴ ἄρ a ἐνίστατο F: ἐνίσταται a 21 τῶν ἐναν- τίων εἶναι δεκτικά Arist. τε om. Arist. 22 εἶναι δοκ. coll. Arist. τὸ] τοῦ F 23 λόγος om. C 24 ἑαυτοῦ a εἰκὸς] ἐκεῖνος F 25 ταύτην om. a ἐπιλῦσαι C)

    81
    οὐσίας φησὶ εἶναι ἴδιον τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ οὖσαν τῶν ἐναντίων [*](64v) εἶναι δεκτικήν· ἰδοὺ γὰρ καὶ ὁ προφορικὸς λόγος καὶ ἡ δόξα ἓν καὶ τὸ αὐτὸ μένοντα ἀληθείας καὶ ψεύδους παρὰ μέρος εἰσὶ δεκτικά· ὁ γὰρ λόγος ὁ λέγων ΄Σωκράτης κάθηται,’ εἰ μὲν τύχοι καθήμενος ὁ Σωκράτης, ἀληθεύει, ἀναστάντος δὲ πάλιν αὐτοῦ ὁ αὐτὸς οὗτος ψεύδεται. ὁμοίως δὲ καὶ ἡ δόξα ἡ περὶ καθημένου Σωκράτους, εἰ μὲν τύχοι καθήμενος, ὀρθῶς δοξάζει, ἀναστάντος δὲ αὐτοῦ ἡ αὐτὴ ψευδῶς δοξάζει. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα ἓν καὶ ταὐτὸν μένοντα δεκτικά εἰσιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται οὖν τὴν ἀπορίαν διχῶς, κατά τε τὴν λεγομένην ἀωτιπαράστασιν καὶ τὴν ἔνστασιν. ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσα οὐδὲν λυμαίνεται τὸ λε- γόμενον, ἔνστασις δέ ἐστι τὸ μηδὲ ὅλως τὴν ἀπορίαν δέξασθαι, ἀλλὰ ἀνατρέψαι αὐτὴν ὡς οὐχ οὕτως ἔχουσαν ὡς ἠπορήθη. καὶ πρῶτον μὲν ἐπιλύεται διὰ τῆς | ἀντιπαραστάσεως λέγων οὕτως. εἰ δέ τις καὶ [*](66r) τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει· τὰ μὲν γὰρ ἐπὶ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί. ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μετέβαλλεν (ἠλλοίωται γάρ) καὶ μέλαν ἐκ λευκοῦ καὶ σπουδαῖον ἐκ φαύλου. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτὸ μεταβολὴν δεχόμενον τῶν ἐναντίων δεκτικόν ἐστιν. ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται. εἰ δὲ καὶ συγχωρήσομεν, φησί, τὸν λόγον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον τῇ οὐσίᾳ δέξεται τὰ ἐναντία· ἡ μὲν γὰρ οὐσία αὐτὴ κινουμένη ἐκ θερμῆς ψυχρὰ γίνεται καὶ ἐκ λευκῆς μέλαινα, καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων ὡσαύτως. ὁ δὲ λόγος ἀκίνητος μένων τῷ τὸ πρᾶγμα κινηθῆναι τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος ἐδέξατο· Σωκράτους γὰρ καθεσθέντος ὁ λόγος ὁ λέγων αὐτὸν καθῆσθαι ἀληθὴς γίνεται, ἀναστάντος δὲ ψευδής· ὥστε Σωκράτης ἐστὶν ὁ κινούμενος, ὁ δὲ λόγος ἀκίνητος μένει. καὶ εἰκότως· ἡ γὰρ ἀλήθεια καὶ τὸ ψεῦδος οὔτε ἐν τοῖς λόγοις ἐστὶ μόνοις οὔτε ἐν τοῖς πράγμασι μόνοις ἀλλ’ ἐν τῇ ἐφαρμογῇ τῶν λόγων πρὸς τὰ πράγματα· ὥσπερ γὰρ ἡ ὑπόδεσις οὔτε ἐν τῷ ποδὶ μόνῳ θεωρεῖται οὔτε ἐν τῷ ὑποδήματι, ἀλλ’ ἐν τῇ ἐφαρμουῇ τοῦ ὑποδήματος πρὸς τὸν πό|δα, οὕτω καὶ ἡ ἀλήθεια ἐν [*](66v) τῇ ἐφαρμογῇ τῶν λόγων πρὸς τὰ πράγματα. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς [*](1 post φησὶ add. δεῖν a 2 εἶναι om. C δεκτικόν CF post δόξα add. ὧν ὁ μέν λόγος ὅ τε προφορικὸς ὅ τε ἐνδιάθετος ποσὸν ἡ δὲ δόξα ποιόν a 3 παρὰ μέρος post δεκτ. coll. C: om. a 4 καθεζόμενος F ὁ (ante σωκp.) om Fa 5 οὗτος ψ.] ψευδῶς δοξάζει F 7. 8 ἡ αὐτὴ δ. καὶ ὁ αὐτὸς λ. coll. C 10 τὴν om. C δὲ] μὲν οὖν a 12 μηδὲν a δέξ’. τὴν ἀπ’. coll. C 13 οὐχ] μὴ a 17 μετέβαλεν C Arist. 19 ἑκάστου a αὐτῶν C Arist 19. 20 τοῦ ἐναντίου C: τοὐναντίον F 23 οὐχὶ a 25 ἄλλων] λοιπῶν Ca 27 καθεσθῆναι C 31 ὥσπερ γὰρ] ὥσπερ C: ὡς γὰρ F 33 post ἐφοp. add. τῶν λόγων πρὸς τὰ πράγματα del. F οὕτω καὶ om. F)
    82
    δόξης ἐροῦμεν· καὶ γὰρ κἀκείνη ἀκίνητος μένουσα τοῦ πράγματος κινηθέντος 66v ἢ ἀληθὴς ἢ ψευδὴς λέγεται. ὥστε τῷ τρόπῳ ἴδιον τῆς οὐσίας ἐστὶ τοῦτο· ἄλλῳ γὰρ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ δεκτικὴ καὶ ἄλλῳ ὁ λόγος καὶ ἡ δόξα.

    p. 4b4 Εἰ καί τις ταῦτα παραδέχοιτο, τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι.

    Καὶ οὕτω μὲν διὰ τῆς ἀντιπαραστήσεως. διὰ δὲ τῆς ἐνστάσεως οὕτως ἐπιλύεται τὴν ἀπορίαν·

    p. 4b5 οὐκ ἔστι δὲ ἀληθὲς τοῦτο.

    Τοῦτ’ ἔστιν οὐκ ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον ἢ τὴν δόξαν δέχεσθαι χεσθαι τὰ ἐναντία· ἀπλῶς γὰρ οὐδὲν ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὕτε ἡ δόξα. ὥστε οὐκ ἄν εἴη δεκτικὰ τῶν ἐναντίων· ἡ μὲν γὰρ οὐσία ἐν τῷ δέχεσθαι τὰ ἐναντία τὴν κατὰ τὸ ποιὸν κινεῖται κίνησιν, ταῦτα δὲ οὐδέτερον ὑφ’ ἑτέρου κινεῖται· οὔτε γὰρ ὁ λόγος αἴτιος τοῦ μεταβάλλειν τὸ πρᾶγμα καὶ εἰς τὰ ἐναντία κινηθῆναι οὔτε τὸ πρᾶγμα κινηθὲν παρακεκίνηκέ τι τοῦ λόγου· ὁ αὐτὸς γὰρ ἔμεινε λόγος ἀκίνητος· οὐδὲ γὰρ πέ- πονθέ τι· τὰ γὰρ δεχόμενα τὰ ἐναντία πάσχει (πάθος γάρ ἐστιν ἡ εἰς ἐναντία μεταβολή), τὰ δὲ πάσχοντα κινεῖται· τὸ πάθος γὰρ κίνησίς ἐστιν. εἰ τοίνυν ὁ προφορικὸς λόγος οὐχ ὑπομένει, ἀλλ’ ἅμα τῷ ῥηθῆναι καὶ ἔφθαρται, δῆλον ὅτι οὐδὲ | κινεῖται (τὸ γὰρ μὴ ὂν πῶς κινηθήσεται;), εἰ [*](67r) μὴ κινεῖται, οὐδὲ πάσχει, εἰ μὴ πάσχει, οὐδὲ τὰ ἐναντία ἐπιδέχεται, ἀλλ’ εἰ ἄρα, τὸν αὐτὸν τῷ εἴδει λόγον φήσομεν ἐπιδέχεσθαι τὰ ἐναντία καὶ οὐ τὸν αὐτὸν τῷ ἀριθμῷ. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης ἐροῦμεν.

    p. 4b17 Ὥστε ἴδιον ἄν εἴη τῆς οὐσίας τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικὸν.

    Συμπεραίνει διὰ τούτων τὸν λόγον, δείξας ὅτι οὐχ εἷς καὶ ὁ αὐτὸς μένων ὁ λόγος τῶν ἐναντίων ἐστὶ δεκτικός, ὅτι μόνῃ τῇ οὐσίᾳ τοῦτο [*](1 κἀκεῖ F 2. 3 ἢ ἀληθὴς—γὰρ τρόπῳ om. F 3 τοῦτό ἐστιν coll. a 5 εἰ δέ τις a: εἰ δέ τις καὶ Arist. 5. 6 τὴν δ. καὶ τὸν λ. φάσκων τῶν ἐν. δεκτικά F 6 posl εἶναι add. οὐκ ἔστιν ἀληθές τοῦτο a 8 ἀπολύεται C 10 ἀλήθεια C 12 post οὔτε add. πάλιν C post ἐναντ. add. μηδενὸς ἐν αὐτοῖς γενομένου πά- θους a 16 ἔμενε C 20 μὴ ὃν γὰρ coll. C 21 εἰ μὴ πάσχει om. C 22 εἰ] ἡ F 24 τῆς οὐσίας ἂν εἴη φησὶ a: ἄν οὐσίας εἴη Arist. 25 αὐτῆς CF (cf. p. 83,1.2) 25. 26 δεκτ. εἶναι τῶν ἐναντ. (τῶν ἐναντ. εἶναι δεκτ. a) κατὰ τὴν ἑαυτῆς μεταβ. a Arist. 26 δεκτικήν F)

    83
    ὑπάρχει. καὶ καλῶς προσέθηκε κατὰ τὴν ἑαυτῆς μεταβολήν· ἐκεῖνα [*](67r) γὰρ οὐ κατὰ τὴν ἑαυτῶν μεταβολὴν ἐπιδέχονται τὰ ἐναντία, ὁ λόγος φημὶ καὶ ἡ δόξα, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλεσθαι, ἡ δέ γε οὐσία αὐτὴ κατὰ τὸ ποιὸν μεταβάλλουσα δεκτικὴ τῶν ἐναντίων γεγένηται.

    Περὶ ποσοῦ.

    p.4b20 τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές.

    Τίνος μὲν ἕνεκα ἡ οὐσία πασῶν τῶν κατηγοριῶν προτέτακται, ἤδη φθάσαντες ἀποδεδώκαμεν, δευτέραν δὲ ἔχει τάξιν ἐν ταῖς κατηγορίαις τὸ ποσὸν δι’ αἰτίας πλείους, καὶ πρῶτον μέν, ὅτι ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ ἐμνήσθη τοῦ ποσοῦ, ἔνθα ἔλεγεν οὐκ ἴδιον τῆς | οὐσίας εἶναι τὸ μηδὲν [*](67v) ἐναντίον εἶναι αὐτῇ, ἐπειδὴ καὶ τοῦ ποσοῦ (ἵνα οὖν μὴ ἐπὶ πολὺ ἐάσῃ ἡμᾶς ἀγνοοῦντας τὴν τοῦ ποσοῦ φύσιν, ἐπίτηδες εὐθὺς μετὰ τὴν οὐσίαν τὸν περὶ τούτου λόγον ποιεῖται), δεύτερον δέ, ὅτι καὶ ἐν τῇ φύσει τῶν πραγμάτων δευτέραν ἔχει τάξιν τὸ ποσόν· ἡ γὰρ πρώτη ὕλη, ὡς πολλάκις εἴρηται, ἀσώματος οὖσα καὶ ἀνείδεος καὶ ἀσχημάτιστος πρότερον ἐξογκωθεῖσα τὰς τρεῖς διαστάσεις δέχεται καὶ γίνεται τριχῇ διαστατόν, ὅ φησιν ὁ Ἀριστοτέλης δεύτερον ὑποκείμενον, εἶθ’ οὕτως δέχεται τὰς ποιότητας καὶ ποιεῖ τὰ στοιχεῖα, ὥστε τρίτην τὸ ποιὸν ἐν τοῖς οὖσιν ἔχει τάξιν, τετάρτην δὲ τὰ πρός τι· τὰ γὰρ πρός τι σχέσις τίς ἐστιν ἑτέρων κατηγοριῶν, ὁ δὲ τόπος καὶ ὁ χρόνος καὶ τὰ λοιπὰ ἀπὸ τούτων σεσύληται. τρίτη δὲ αἰτία, ὅτι ἐπειδὴ διῃρεῖτο ἡ οὐσία εἰς τὴν πρώτην καὶ δευτέραν, τὸ δὲ πρῶτον καὶ δεύτερόν ἐστι τοῦ ἀριθμοῦ, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ, εἰκότως μετὰ τὴν οὐσίαν τέτακται τὸ ποσόν. καὶ ἄλλως αὐτὸ τὸ ζητεῖν [*](1 αὐτὴν C: αὐτῆς F (sed cf. v. 2 ἑαυτῶν) 3 φησὶ a 4 post γεγένηται add. ἓν δὲ ἀριθμῷ εἶπεν, ὅτι δεῖ τὸν ἀριθμὸν ὡς ὕλην νοεῖσθαι καὶ περὶ ταύτην γίνεσθαι τὰς ἔναντι τητας, ἤγουν περιττῶν καὶ ἀρτίων a 5 tit. περὶ τοῦ ποσοῦ C 6 σὺν. τὸ δὲ διωp. coll. C 7 μὲν οὖν C 9 πρώτη C: πρώτην F 10 ἔλεγεν] p. 3b27 ἰήιον δὲ C post οὐσίας add. δοκεῖ G 11 αὐτὴ εἶναι coll. 13 ποι- εῖται λ. coll. a δευτέραν F καὶ om. a 14 τάξιν ἔχει coll. C 15 εἴρηται] p. 65,10 sq. 16 post ἐξογκ. add. ποιοῦται καὶ a τριχῆ om. F 17 ὁ om. F δεύτερον ὑποκ.] cf. Metaph. Δ 6 p. 1016a20.23 8 p. 1017b24 17. 18 post ποιότ. add. καὶ γίνεται σύνθετον a 18 ὥστε τρίτην τὸ ποιὸν — ἔχει] οἷον τὸ τριχῇ διαστατὸν δεξάμενον θερμότητα καὶ ξηρότητα γίνεται πῦρ, ψυχρότητα δὲ καὶ ὑγρότητα γίνεται ὕδωρ, καὶ τἆλλα ὁμοίως. εἰκότως οὑν δευτέραν τάξιν ἔχει ἐν τοῖς οὖσι τὸ ποσόν. τὸ δὲ ποιὸν ἐν τοῖς οὖσι τρίτην ἔχει a 19 ἑκατέρων Ca 19. 20 post κατηγοριῶν add. καὶ διότι τῶν ἄλλων ἀναιρεθέντων ἐπινοήσαις ἂν φυσικὸν σῶμα, διαστάσεως δέ μὴ οὔσης οὑδὲ σῶμα ἐπινοήσαις a 20 alt. ὁ om. CF 21 διαιρεῖται a τὴν δεῦτ’. ἴ’ 22 alt. τοῦ om. F 23 ἄλλως τε δέ καὶ C καὶ ἄλλως — Ἀριστ. (p. 84,4) ei)

    84
    ποτέραν δεῖ τῶν κατηγοριῶν προτέραν τετάχθαι ἢ δευτέραν τοῦ ποσοῦ [*](67v) ἐστι. πάλιν ὁ τοῦ σώματος ὅρος τῷ ἀριθμῷ προσκέχρηται (τῷ γὰρ τριχῇ διαστατῷ), τὸ δὲ σῶμα οὐσία ἐστίν, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ. ὥστε διὰ πάντα εἰκότως δεύτερον τὸν περὶ τοῦ ποσοῦ λόγον ποιεῖται ὁ Ἀριστοτέλης.

    Διαιρεῖ δὲ τὸ ποσὸν εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον. συνεχὲς δέ ἐστι ποσὸν τὸ ἔχον τὰ μόρια ἡνωμένα καὶ συμπεφυκότα πρὸς ἄλληλα, διωρισμένον δὲ τὸ ἐναντίως | ἔχον, λέγω δὴ τὸ ἔχον τὰ μόρια διῃρημένα [*](68r) ἀλλήλων. τοὐ δὲ συνεχοῦς πέντε φησὶν εἴδη, γραμμὴν ἐπιφάνειαν σῶμα τόπον χρόνον, τοῦ δὲ διωρισμένου δύο, ἀριθμὸν καὶ λόγον. δεῖ δὲ διὰ τοὺς ἀμυήτους γεωμετρίας εἰπεῖν περὶ τούτων βραχέα. ἰστέον τοίνυν ὅτι σῶμα καλοῦσιν οἱ γεωμέτραι τὸ ἔχον τὰς τρεῖς διαστάσεις, μῆκος πλάτος βάθος. τὸ δὲ σῶμα ἢ πεπερασμένον ἐστὶν ἢ ἄπειρον. ἀλλ’ ὅτι μὲν οὐκ ἄπειρον, δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει τῷ φιλοσόφῳ. οὐκοῦν ἀνάγκη πᾶν σῶμα πεπερασμένον εἶναι, εἴπερ ἐδείχθη μηδὲν ἄπειρον εἶναι δύνασθαι. τὸ δὲ πεπερασμένον ὑπὸ περάτων περατοῦται· ἕτερον ἄρα ἐστὶ τὸ πέρας παρὰ τὸ περατούμενον, ἐπεὶ ἀνάγκη ἢ ἀμφότερα πέρατα καλεῖν ἢ ἀμφότερα περατούμενα· εἰ γὰρ τὸ μέν ἐστι πέρας τὸ δὲ περατούμενον, ταὐτὸν δὲ τὸ πέρας τῷ περατουμένῳ καὶ οὐχ ἕτερον, ἀνάγκη τὸ εἰρημένον ἀκολουθεῖν· ὡς γὰρ ὁ Σωκράτης καὶ ἡ τούτου εἰκὼν ἕτερα ὄντα οὐ ταὐτά ἐστιν (εἰ γὰρ ταὐτὰ εἶεν, ἢ ἀμφότερα ἔσονται εἰκόνες Σωκράτους ἢ ἀμφότερα Σωκράτης), οὕτως καὶ ἐπὶ τοῦ πέρατος ἔχει καὶ τοὐ περατουμένου· ἐπειδὴ ἕτερα ταῦτα εἶναι ὡμολόγηται (ἕτερον γάρ ἐστι τὸ περατοῦν καὶ ἕτερον τὸ περατούμενον), ἀνάγκη μὴ εἶναι ταὐτά. εἰ τοίνυν τὸ σῶμα ἔχει τρεῖς διαστάσεις, τὸ τούτου ἄρα πέρας οὐχ ἕξει τρεῖς· ἢ οὖν δύο ἢ μίαν. ἀλλὰ μίαν μὲν ἀδύνατον· οὐ γὰρ περατώσει καθόλου αὐτὸ τὸ σῶμα. δεῖ δὲ τὸ πέρας ὅλον ἀποτερματίζειν ἔξωθεν τὸ περατούμενον· δεῖ ἄρα τὸ τοῦ σώματος πέρας ἔξωθεν ὅλον αὐτὸ περιέχειν. τοῦ βάθους οὐχ ἁπτόμενον. εἰ δὲ τοῦτο, μῆκος ἕξει μόνον καὶ πλάτος τὸ τοῦ σώμα- τος πέρας· ὥστε μιᾷ ἐλλείψει τοὐ σώματος, ἵνα μὴ εἴη ταὐτὸν τῷ σώματι· ὅπερ ἐστὶν ἡ ἐπιφάνεια περαιοῦσα τὸ σῶμα καὶ περιγράφουσα κατά τε I μῆκος καὶ πλάτος. ἐπειδὴ δὲ οὐδὲ αὕτη ἄπειρος, ἀνάγκη καὶ [*](68v) τὸ ταύτης πέρας κατὰ τὸν εἰρημένον ἐπὶ τοῦ σώματος λόγον μιᾷ διαστάσει αὐτῆς λείπεσθαι. ταύτης οὖν κατά τε μῆκος καὶ πλάτος θεωρουμένης [*](1 ποτέραν — δευτέραν C: πότερον F: πρότερον a 2. 3 τῶ γὰρ τp. διαστατῶ] τὰ γὰρ τp. διαστατά F: τῷ τp. διαστατῷ a 4 πάντων C 5 διαιρεῖται F 15 ante ποσὸν add. τὸ a 8 συνεχοῦς ποσοῦ a 11 τὰς om. a 13 ἐν τῆ Φῦσ’. ἄκρ’.] Γ 5 p. 204 b 3 Sq. 14 ἐδείχθη μὲν F 14. 15 δὺν. εἶναι coll. a 15 ὑπὸ πέρατος a ἄρα] δὲ C 16 παρὰ] περὶ F ἐπεὶ] εἰ γὰρ μὴ ἢν ἕτερον ἀλλὰ ταὐτὸν τό τε πέρας καὶ τὸ περατούμενον C pr. ἡ] ἦν a 19 ἐπακολ. a 20 ἐστιν] εἰσιν a εἰκὼν a 21 alt. τοῦ om. F 22 ante ἐπειδὴ add. ἀνάγκη μὴ εἶναι ταὐτά a ἐπεὶ δὲ F ταῦτα post ὡμολ. coll. a 22. 23 ἕτερον γὰρ — ταὐτά ora. a 25 αὐτὸ καθ. coll. C 29. 30 ὥστε — σώματι eicias 29 μιᾶς F: μιᾷ διαστάσει a 33 τε om C)

    85
    ἐκεῖνο μίαν τὴν κατὰ τὸ μῆκος μόνον ἕξει διάστασιν. τοῦτο δέ ἐστιν ἡ [*](68v) γραμμὴ μῆκος οὖσα ἀπλατές, ὡς καὶ ὁ ταύτης ἔχει ὁρισμός. ἐπειδὴ δέ που καὶ ἡ γραμμὴ πεπερασμένη ἐστίν, ἀνάγκη τῷ αὐτῷ λόγῳ καὶ τὸ ταύτης πέρας μιᾷ διαστάσει αὐτῆς λείπεσθαι. ταύτης οὖν κατὰ μῆκος μόνον θεωρουμένης τὸ πέρας ταύτης ἀδιάστατον ἔσται παντελῶς, ὅπερ ἐστὶ τὸ σημεῖον. διόπερ καὶ ὁριζόμενος αὐτὸ ὁ γεωμέτρης φησὶ ΄σημεῖόν ἐστιν οὗ μέρος οὐδέν .

    Ὄτι δὲ οὐκ ἀνάπλασμα τῆς ἡμετέρας τυγχάνει διανοίας τὸ εἶναί τι μῆκος ἀπλατές, ἀλλ’ ἔστι τοῦτο καὶ ἐν τῇ φύσει τῶν πραγμάτων, δεικνύουσι σαφῶς καὶ οἱ διορισμοὶ τῶν πεφωτισμένων τόπων ἀπὸ τῶν ἐσκιασμένων· τοῦ γὰρ ἡλίου εἰς τοῖχον, εἰ τύχοι, προσβάλλοντος καὶ μέρος τούτου φέρε φωτίζοντος, ἀνάγκη τὸ διορίζον μεταξὺ τοῦ πεφωτισμένου καὶ τοῦ ἐσκιασμένου τόπου μῆκος εἶναι ἀπλατὲς μόνον · εἰ γὰρ ἔχει πλάτος, ἢ φωτισμένον ἐστὶ τοῦτο πάντως ἢ ἐσκιασμένον · οὐ γάρ ἐστι τούτων μεταξύ τι. ἀλλ’ εἰ μὲν εἴη πεφωτισμένον, τῷ πεφωτισμένῳ συνταγήσεται, εἰ δὲ ἐσκιασμένον, τῷ ἐσκιασμένῳ. ἀλλὰ μὴν ἐναργῶς ὁρᾶται μεταξὺ γραμμή, ἥτις κατὰ μῆκος ἐπιτεταμένη μόνον διορίζει τὸ ἐσκιασμένον ἀπὸ τοῦ πεφωτισμένου· εἰ γὰρ διώρισται ταῦτα ἀλλήλων, ἀνάγκη εἶναί τι παρ’ αὐτά, τὸ διορίζον αὐτά, ὅπερ οὔτε πεφωτισμένον ὑπάρχον οὔτ’ ἐσκιασμένον οὐδὲ πλάτος ἕξει· πλάτος γὰρ ἔχον ἢ πεφωτίσθαι ἢ ἐσκιάσθαι ἀνάγκη. οὐ- δέτερον δέ ἐστι τούτων, διορισμὸς ὂν ἑκατέρου. ὥστε ἀνάγκη πᾶσα τὸν διορισμὸν τοῦ | πεφωτισμένου τε καὶ ἐσκιασμένου τόπου μῆκος εἶναι μόνον ἀπλατές, ἥτις ἐστὶ γραμμή. καὶ ἡ κοινὴ δὲ συνήθεια φυσικῶς ἔννοιαν ἴσχει τῆς γραμμῆς, ὁπηνίκα τὰς ὁδοὺς μετρῶμεν (μόνον γὰρ τὸ μῆκος λαμβάνομεν ἄνευ πλάτους), πάλιν δὲ αὖ τῆς ἐπιφανείας ἔννοιαν, ὅταν τὰ χωρία μετρῶμεν· τὸ μῆκος γὰρ αὐτῶν καὶ τὸ πλάτος μόνον προσλογιζόμεθα. ὅταν δὲ τὰ φρέατα μετρῶμεν καὶ τοὺς τοίχους καὶ τὰ ξύλα, τοῦ σώματος λαμβάνομεν ἔννοιαν μετὰ τοῦ μήκους καὶ τοῦ πλάτους καὶ τὸ βάθος παραλαμβάνοντες. πάλιν οὖν εἰ ἡ γραμμὴ οὐκ ἔστιν ἄπειρος ἀλλὰ πεπέρασιαι, ἀνάγκη πᾶσα καὶ τὸ ταύτης πέρας μιᾷ διαστάσει αὐτῆς λεί- πεσθαι· ἐπεὶ οὖν ἐφ’ ἓν διαστατὸν ἡ γραμμή, τὸ ταύτης πέρας ἀδιάστατόν ἐστιν, ὅπερ ἐστὶ τὸ σημεῖον. διὸ καὶ οὕτως αὐτὸ ὁρίζονται ‘οὗ μέρος οὐδέν’. καὶ οὕτω μὲν κατὰ ἀνάλυσιν ἐδείξαμεν ἐφεξῆς ταῦτα ἀλλήλοις [*](1 τὸ om G μόνην P ἡ om. C 2. 3 ἐπειδὴ δέ που] ἐπεὶ δὲ a; scribas ἐπεὶ δὲ δήπου 4 αὐτῆς] ταύτης F τὸ μῆκος a 5 ἔσται] ἐστι Fa 6 διὸ Ca αὑτῶ F 8 τυγχ. τῆς ἠμ’. coll. C τι] τὸ a 10 καὶ om. Ca 11 προβάλλ. F: προσβαλόντος a 11. 12 μέρος — φωτίζ.] μέρος μέν τι φωτίζοντος μέρος δέ τι σκιάζοντος C 12 φωτίσαντος Fa διοριζόμενον C: διώριζον F post μεταξὺ add. τε καὶ C 13 μόνον ἀπλ. coll. a 11 παντ’. τοῦτο coll. a συνεσκ. a 15 τι ante τούτ. (14) coll. a 17 ἐπιτεταγμένη a ἐσκοτισμ. a 18 αὐτά om. C: ταῦτα a 19 τὸ om. F ὑπάρχει a οὐδὲ] οὐ γὰρ F 20 ἔχον ἡ] ἔχει ὃ a 22 τε om. a 23 ἥτις] ὅπερ a 24 ἔχει F μετροῦμεν a 25 αὖ τῆς] τῆς C: αὐτῆς a 29 δ’ οὐ 32 ὁp. αὐτὸ coll. a 33. 86,1 ἐφεξῆς — κείμενα om. F)

    86
    κείμενα. καὶ κατὰ σύνθεσιν δὲ τὸ αὐτὸ τοῦτο δείξομεν πάλιν· τὸ γὰρ [*](69r) σημεῖον ῤυϊσκόμενον ποιεῖ τὴν γραμμήν· ἀρχὴ γάρ ἐστι τῆς γραμμῆς, ὥσπερ τὸ νῦν τοῦ χρόνου καὶ τὸ κίνημα τῆς κινήσεως. διὸ καλῶς φησιν ὁ Ἀριστοτέλης ἀναλογεῖν ταῦτα ἀλλήλοις, τό τε σημεῖον καὶ τὸ νῦν καὶ τὸ κίνημα· ὃν γάρ λόγον ἔχει τὸ σημεῖον πρὸς τὴν γραμμὴν ἀρχὴ ὂν γραμγῆς ἀδιάστατος, τὸν αὐτὸν λόγον ἔχει καὶ τὸ νῦν πρὸς τὸν χρόνον καὶ τὸ κίνημα πρὸς τὴν κίνησιν ἀρχὶ ὄντα τῶν μετ’ αὐτὰ ἀδιάστατοι. ἡ δὲ γραμμὴ εἰς πλάτος κινηθεῖσα ποιεῖ τὴν ἐπιφάνειαν, αὕτη δὲ εἰς βάθος κινουμένη ποιεῖ τὸ σῶμα. καὶ ταῦτα μὲν περὶ τοῦ γνωρίζειν ἡμᾶς τί ποτέ ἐστι γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα.

    Ὅτι δὲ ταῦτα συνεχῆ, δῆλον· συμπέφυκε γὰρ τὰ μόρια αὐτῶν καὶ ἥνωται πρὸς ἄλληλα. ὁ δὲ τόπος καὶ ὁ χρόνος οὐκ οἴκοθεν ἔχει τὸ συνεχές, διὸ καὶ ὁ Ἀριστοτέλης ἀπαριθμη|σάμενος τὰ πρότερα τρία, τὴν [*](69v) γραμμὴν τὴν ἐπιφάνειαν τὸ σῶμα, ὡς ἀπὸ ἑτέρας ἀρχῆς ἐπήγαγεν ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος, ὡς ἐκείνων μὲν οἴκοθεν ἐχόντων τὴν συνέχειαν, τούτων δὲ οὐκ οἴκοθεν ἀλλ’ ἐξ ἑτέρων αἰτιῶν· ὁ γὰρ χρόνος οὐδὲν ἕτερόν ἐστιν ἢ μέτρον κινήσεως· ἡμέραν γάρ φαμεν εἶναι τὴν ἀπὸ ἀνατολῶν ἐπὶ ἀνατολὰς πάλιν τοῦ ἡλίου ἀποκατάστασιν, καὶ μῆνα πάλιν ὅταν ἡ σελήνη εἰς τὸ αὐτὸ σημεῖον ἐπανέλθῃ ὅθεν καὶ ἤρξατο, μᾶλλον δὲ ἀποστᾶσα τοῦ ἡλίου πάλιν εἰς ταὐτὸν αὐτῷ κατὰ μῆκος συνέλθῃ σημεῖον, καὶ ἐνιαυτὸν ὁμοίως τὴν ἐπὶ τοῦ ζωδιακοῦ κύκλου τοῦ ἡλίου περίοδον. ὥστε ὁ χρόνος μέτρον ἐστὶ κινήσεως. ἡ δὲ κίνησις ἐν μεγέθει γίνεται· δείκνυσι γὰρ ὁ Ἀριστοτέλης μηδεμίαν κίνησιν διὰ κενοῦ δύνασθαι γίνεσθαι· εἰ γάρ τις, φησί, βούλοιτο διὰ κενοῦ τὴν κίνησιν γίωεσθαι, οὐκ ἔχει λόγον δοῦναι, τί δή ποτε τὰ σφαιροειδῆ τῶν σωμάτων θᾶττον καταφέρονται τῶν πεταλοειδῶν, κἂν ἰσόογκα ᾖ, καὶ ἄλλας πρὸς τούτῳ λέγων ἀποδείξεις. ὥστε τριῶν ὄντων τούτων ἐφεξῆς, μεγέθους κινή- σεως χρόνου, ὡς ἄν ἔχῃ τὸ μέγεθος, οὕτως ἔχει καὶ ἡ κίνησις, καὶ ὡς ἄν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος· ἐὰν μὲν γὰρ συνεχὲς ᾖ τὸ μέγεθος, συνεχὴς ἔσται καὶ ἡ ἐπὶ τούτου γινομένη κίνησις, συνεχοῦς δὲ οὔσης τῆς κινήσεως συνεχὴς καὶ ὁ χρόνος. ὁμοίως καὶ εἰ διῃρημένον εἴη τὸ μέγεθος, διῃρημένη ἔσται καὶ ἡ κίνησις καὶ ὁ χρόνος· οἷον εἰ ἐπὶ ξύλου ἡ κίνησις γίνεται, εἰ μὲν διῄρηται τὰ τούτου μέρη, διῃρημένως γενή- σεται καὶ ἡ κίνησις, εἰ δὲ ταῦτα συνεχῆ ἐστιν, συνεχής ἔσται καὶ ἡ [*](3 τῆς κινήσεως — κίνημα (7) a: om. CF 3. 4 φησιν ὁ Ἀρ’.] Phys. Z 10 p.241a2 5 τὴν om. F 9 καὶ ταῦτα - σῶμα (10) in mrg. suppl. C: om. F 10 ἡ ἐπιφ. καὶ τὸ σ. C 11 αὐτοῖς a 14 ὡς ἀπὸ ἑτ.] ὅσα πέρατα a 15 τόπος καὶ χp. coll. Fa 17 ἡ μέτρον] ἡμέτερον F post κινήσεως add. τῆς ἐν οὐρανίᾳ σφαίρᾳ γινομένης a 18 ἀπὸ] ἐπὶ V 20. 21 συνέλθοι F 23 ὁ Ἄριστ’.] Phys. Δ 8 p. 211 b30 sq. 21 διὰ κ. βουλ’. coll. C 29 ante ὁ χρόνος iter. ἡ κίνησις, καὶ ὡς — ἔχει καὶ C 30 συνεχὲς (pr. l.) F 30 τούτῳ C 32 ἔσται] ἐστὶ a 32. 33 ἡ κιν. ἐπὶ ξ. coll. a 33. 34 γίνεται G 34. p. 87,1 εἰ δὲ — κίνησις om F 34 ἐστιν om. a ἔσται] ἐστι a)

    87
    κίνησις. εἰ οὖν συνεχὴς ἡ οὐρανία σφαῖρα, συνεχὴς καὶ ἡ ἐπὶ ταύτης [*](69v) γινομένη κίνησις. συνεχὴς δὲ καὶ ὁ χρόνος· οὐδὲν γὰρ ἄλλο χρόνος ἐστὶν ἀλλ’ ἢ μέτρον κινήσεως τῆς ἐν ταύτῃ | γινομένης. ὥστε ὁ χρόνος οὐκ [*](70r) οἴκοθεν ἔχει τὸ συνεχὲς ἀλλὰ διὰ τὴν κίνησιν, ἡ δὲ κίνησις διὰ τὸ σῶμα, ἐφ’ οὗ καὶ ἡ κίνησις. ὥστε καὶ ὁ χρόνος διὰ τὸ σῶμα τὸ συνεχὲς ἔχει.

    Αλλ΄ οὐδὲ ὁ τόπος οἴκοθεν ἔχει τὸ συνεχές· τόπος γάρ ἐστιν, ὡς ἤδη εἴπομεν, τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον, οἷον ὁ κέραμος τόπος ἐστὶ τοῦ οἴνου, οὐ καθ’ ὅλον αὐτὸν ἀλλὰ κατὰ μόνην τὴν κοίλην αὐτοῦ ἐπιφάνειαν· ὡς ἄν οὖν ἔχῃ τὸ περιεχόμενον, οὕτως ἕξει καὶ ὁ τόπος· παντὸς οὖν σώματος συνεχοῦς ὄντος καὶ ἐξ ἀνάγκης ὄντος ἐν τόπῳ, συνεχὴς ἔσται καὶ ὁ τόπος. ὥστε καὶ ὁ τόπος διὰ τὸ ἐν αὐτῷ σῶμα ἔχει τὸ συνεχές· ᾗ μὲν γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, ἐπιφάνεια λέγεται οὐχὶ τόπος καὶ συνεχής ἐστιν, ᾗ δὲ περιέχει, τόπος καὶ ἐξ αὐτοῦ τοῦ περιεχομένου καθ’ ὃ τόπος ἐστὶ τὸ συνεχὲς ἔχει. ὅτι δὲ πᾶς τόπος συνεχής ἐστι, καὶ ἐντεῦθεν δῆλον· εἰ γὰρ διέλοις τὸν κέραμον καὶ μηδὲν ὑποθείης ἔξωθεν τοῦ οἴνου, μήτε ἀέρα μήτε ἄλλο τι σῶμα, εὑρεθήσεται τὸ μέρος ἐκεῖνο τοῦ οἴνου τὸ κατὰ τὴν διαίρεσιν ἐπιφαινόμενον μὴ ὂν ἐν τόπῳ, ὅπερ ἄτοπον· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἀνάγκη 20 εἶναι. ταῦτα μὲν οὖν τὰ πέντε τοῦ συνεχοῦς εἴδη.

    Διὰ τί δὲ τὴν κίνησιν οὐ συναριθμεῖ τοῖς εἴδεσι τοῦ συνεχοῦς; φαμὲν ὅτι ἡ κίνησις ἀόριστόν τι πρᾶγμά ἐστιν· ὁδὸς γάρ ἐστιν ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ. διὰ τοῦτο οὖν οὐκ ἐμνημόνευσεν αὐτῆς. καὶ ἔτι ὡς πρὸς εἰσαγομένους ποιούμενος τὸν λόγον· πλείονος γὰρ διδασκαλίας ὁ περὶ αὐτῆς δεῖται λόγος. ἢ μᾶλλον λεκτέον ὅτι οὐδὲ κυρίως ἐστὶ ποσὸν ἡ κίνησις· ἔστι γὰρ ἐνέργειά τις τοῦ κινουμένου· πῶς γὰρ ἄν εἴποιμι ποσὸν τὴν ἀλλοίωσιν ἢ τὴν αὔξησιν ἢ τὴν μείωσιν; ὡς οὖν οὐδὲ γένεσις ποσόν, οὐδὲ τῶν κινήσεων οὐδεμία· οὐδὲ γὰρ αὐτὴ ἡ κατὰ τόIπον κίνησις ποσὸν [*](70v) ἀλλ’ ἐνέργειά τις, διὰ δὲ τὸ ὑποκείμενον περὶ ὃ γίνεται τὸ συνεχὲς ἔχει καὶ οὐ καθ’ αὑτήν. ὥστε, ὅπερ καὶ πρόσθεν ἔλεγον, καθόλου τὰς μεταβολάς ὁδοὺς ἐπὶ τὰς κατηγορίας λεκτέον, οὐ κατηγορίας, ἢ ἄλλην ὑπ’ ἄλλην ἀνακτέον, ὡς ἐν ἐκείνοις εἴρηται. ὁ δὲ χρόνος ἀριθμὸς ὢν καὶ μέτρον [*](1 ἐπὶ] ὑπὸ Ca 3 ταὐτὴ] αὐτῶ a 5 pr. καὶ om. a 8 εἴπομεν] p. 33,22 10 κοίλην] κοινὴν C ἄν om. a ἔχει Fa 11 post τόπος add. ὥστε καὶ ὁ τόπος F (cf. v. 12) 12 ἐν τόπω ante ἐξ (11) coll. a 13 αὐτὸ F post συνεχές add. τόπος μὲν γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος C: τόπος γάρ ἐστιν, ὡς ἤδη εἴπομεν, πέρας τοῦ περιέχοντος a 13. 14 ἧ μὲν — περιέχοντος om. C 14 ante ἦ δὲ add. καὶ ἐντεῦθεν δῆλον F (cf. v. 16) 16 ἐνταῦθα C 17 ὑποθείης] ὑποθῇ CF: ὑποθεὶς a μήτε (alt.)] τότε C 18 ἐκείνου a 23 ἐμνήσθη ταύτης a 25 αὐτὴν a 26 ἄν om. a 27 ἡ γέν. a 28 οὐδεμία τῶν κιν. (οὐδὲ om.) a 30 πρόσθεν ἔλεγον] p. 48,21 post ἔλεγον add. ὅτι a καθόλου ὃν F 31 ἡ] an καὶ? 32 ἐν.ἐκείνοις] ἐκείνω F)

    88
    κινήσεως κυρίως ἐστὶ ποσόν· ὁ γὰρ ἀριθμὸς καὶ τὸ μέτρον τοῦ ποσοῦ· [*](70v) ποσὸν οὖν ὁ χρόνος, εἰ καὶ τὸ συνεχὲς 〈ἑτέρωθεν〉 ἔχει.

    Ζητεῖται δὲ πῶς τὸ σῶμα εἰς τὰ εἴδη τοῦ ποσοῦ συγκατηρίθμησα, καίτοι τὸ σῶμα οὐσί ἐστί. φημὶ οὖν ὅτι, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, καὶ ποιὸν καὶ ποσὸν ἔστιν οὐσιῶδες, ὥσπερ ἐν πυρὶ μὲν τὸ θερ- μὸν ποιὸν οὐσιῶδες ἐν σώματι δὲ τὸ τριχῇ διαστατὸν ποσὸν οὐσιῶδες. ὥσπερ οὖν εἴ τις τὸ ἐν πυρὶ θερμὸν ὡς ποιότητα ἁπλῶς σκοποίη καὶ μὴ ὡς πῦρ, ὑπὸ τὴν ποιότητα τοῦτο ἀνάξει, οὕτω δὴ καὶ τὸ σῶμα, καθὸ ἁπλῶς μῆκος καὶ πλάτος καὶ βάθος ἔχει, θεωροῦντες ὡς ποσοῦ τι θενρήσομεν εἶδος καὶ οὐκ οὐσίαν.

    Tοῦ δὲ διωρισμένου εἴδη, ὡς εἴρηται, ὁ λόγος καὶ ὁ ἀριθμός· ὁ γὰρ λόγος καὶ ποσόν ἐστι καὶ διωρισμένον ποσόν, ποσὸν μὲν ὅτι κάτα μετρεῖται, φησί, συλλαβῇ βραχείᾳ καὶ μακρᾷ, διωρισμένον δὲ ὅτι ἑκάστη τῶν σύλλα· βῶν ἰδίαν ἔχει περιγραφὴν καὶ δυνάμεθα τὴν μίαν συλλαβὴν εἰπόντες τὴν ἑτέραν σιωπῆσαι. καὶ ὁ ἀριθμὸς δὲ τῶν διωρισμένων ἐστί· καὶ τούτου γὰρ ἑκάστη μονὰς ἰδίαν ἔχει περιγραφήν.

    Oὕτω μὲν οὖν τῇ διαιρέσει χρησάμενος καὶ τῇ ὑποδιαιρέσει, πάλιν ἐπιδιαιρεῖ τὸ ποσὸν κατ’ ἄλλον τινὰ τρόπον λέγων ὅτι τοῦ ποσοῦ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνεστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐκ θέσιν δὲ ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων ἐκεῖνα λέγεται ἃ κεῖταί που καὶ δεικτά ἐστι καὶ συνεστηκό|τα ὅλα ἅμα τὰ μόρα ἔχει, οἷον λίθος· καὶ γὰρ κεῖται [*](71r) (ἐν τοίχῳ γάρ, εἰ τύχοι) καὶ δεικτός ἐστιν ὑποπίπτει γὰρ τῇ αἰσθήσει) καὶ πάντα ἅμα τὰ μόρια αὐτοῦ συνέστηκε. τὰ μὲν οὖν ἐκ θέσιν ἐχόντων ἐστὶ τό τε σῶμα καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ ὁ τόπος. ταῦτα γὰρ πάντα καὶ δεικτά ἐστι καὶ κεῖταί που καὶ συνεστηκότα πάντα ἔχει τὰ μόρία. ὁ μέντοι γε χρόνος καὶ ὁ λόγος οὔτε δεικτά ἐστιν (οὐδὲ γὰρ τῇ αἰσθήσει ὑποπίπτει) οὔτε δὲ ἅμα συνεστηκότα τὰ μόρια ἔχει· οὐδὲ γὰρ ὁ χρόνος ὅλος ἅμα ὑφίσταται, ἀλλ’ ἢ κατὰ μόνον τὸ νῦν ἐν γὰρ τῷ γίνεσθαι καὶ φθείρεσθαι εὐθὺ τὸ εἶναι ἔχει), ἀλλ’ οὔτε ὁ λόγος ὅλος ἅμα ὑφίστα· τᾶι· ἡ γὰρ ῥηθεῖσα συλλαβὴ οὐχ ὑπομένει τὴν ῥηθησομένην, ἀλλὰ φθάνει [*](2 ἑτέρωθεν Paris. 2051: om. CFa ἔχει C: τὸ σῶμα a: om. F 4 καὶ om. Fa 4. 5 ἔρπp. εἴπομεν] p. 65,8 sq. 5 μὲν om. Fa 5. 6 θερμὸν καὶ F 6 καὶ ἐν σῶμ’. δὲ F: καὶ ἐν σῶμ’. (δὲ om.) a 9 βάθος καὶ πλ. coll. C θεωροῦτες] θεωρεῖται C 9. 10 τι θεωρήσομεν] τὲ θεωροῦμεν F: τεθεωρήκαμεν a 10 οὐκ om. F 11 ὡς εἵp. εἴδη coll. F εἴρηται] p. 84,9 13 φησι συλλ.] ταῖς συλλαβαῖς C βραχ.—μακρᾷ in lac. om. C βραχείᾳ τε a 16 γὰρ om. CF 17 καὶ τῆ ὕπο· διαιρέσει om. C 18 ὑποδιαιρεῖ a τὸ μὲν .. τὸ δὲ (20) Fa 20 ἐξ οὐκ coll. Ca 21 λέγονται Fa δεικτικὰ (ubique) a 22 εἰσι a ἅμα om. C: ante ὅλα coll. .1 26 καὶ (post πάντα) om. Fa δεικτά Paris. 2051: δεικτικά CFa πάντα ἅμα a 27 γε om. a λόγος καὶ ὁ χp. coll. C δεικτικά Ca 28 τὰ om. CF 29 τῶ] τὸ F 30 οὔτε] an οὐδὲ? 31 τὴν ῥηθ.—ὑπομένει ὑπομένει (p. 89,1) om. F τὰ ῥηθησόμενα a)

    89
    ἡ πρώτη φθαρεῖσα πρὶν τὴν ἑτέραν λεχθῆναι. ὃ οὖν οὐχ ὑπομένει, πῶς [*](71r) ἄν ἔχοι θέσιν τινά; ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἄν ἔχειν ταῦτα φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική, ὅταν μὴ ἀνακάμπτῃ, πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον ὅταν ἀπὸ τῶν δεξιῶν ἀρ- ξάμενοι πρῶτον εἴπωμεν τὸν δεξιόν, πάλιν δὲ εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἄρξασθαι, τὸν ἀριστερὸν πρῶτον εἴπωμεν. καὶ ὁ λόγος δὲ ἔχει τὴν φυσικὴν τάξιν· ὁ γὰρ λέγων ’Σωκράτης’ λόγος ἔχει τὴν μὲν πρώτην συλλαβὴν τὴν δὲ δευτέραν. καὶ ἐπὶ τοῦ ἀριθμοῦ δέ ἐστιν ἡ τάξις τῷ τὸ ἓν πρότερον ἀπαριθμεῖσθαι τῶν δύο. ἐπειδὴ δὲ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ ἀριθμῶν ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς (ὥσπερ καὶ ὁ ξέστης διττός, ὅ τε μετρῶν καὶ ὁ μετρούμενος), ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆ- λον ὅτι οὐκ ἄν εἴη ἐκ θέσιν ἐχόντων μορίων (οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ· ἔστι γὰρ νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς, οἷον ἐν τοῖς δέκα ἵπποις, ἐξ ἐχόντων θέσιν | ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που [*](71v) καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα. διὰ τοῦτο οὕτως εἶπε θέσιν δἑ οὐ πάνυ λάβοις ἄν, καὶ οὐκ εἶπεν ῾οὐδαμῶς᾿, εἰδὼς ὅτι ὁ μέν τις ἀριθμῶν ἐξ ἐχόντων θέσιν ἐστίν, ὁ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἀλλὰ γὰρ ἄξιον καὶ ἐπ’ αὐτῆς τῆς λέξεως ἐξετάσαι τὰ εἰρημένα.

    p. 4b25 τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ.

    Ότι μὲν ποσόν ἐστιν ὁ ἀριθμός, οὐδὲ κατασκευάσαι ἀξιοῖ· ὁ γὰρ μὴ βουλόμενος τὸν ἀριθμὸν ποσὸν εἶναι, οὐδὲ ἄλλο τι ἀξιώσειεν. ὅτι δὲ διω- ρισμένον ποσόν, τοῦτο κατασκευάζει· οὐ γὰρ ἔχει, φησί, κοινὸν ὅρον, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ· τὸν γὰρ δέκα ἀριθμὸν εἰ διέλοιμεν εἰς δύο πεντάδας, ἑκατέραν εὑρήσομεν διωρισμένην καὶ οἰκείαν ἔχουσαν περι- γραφήν· οὐδὲ γὰρ ἔστι τις μονὰς ἑκατέροις συνημμένη τοῖς μέρεσι καὶ δι’ ἑαυτῆς τὴν συνέχειαν αὐτοῖς χαριζομένη. καὶ ἐπὶ τοῦ ἑπτὰ ἀριθμοῦ ὁμοίως· ἡ γάρ τετάρτη μονὰς οὐδεμίαν τῶν τριάδων οὔτε πρὸς ἑαυτὴν οὔτε πρὸς ἀλλήλας συνάπτει, ἀλλ’ ἐν ἰδίᾳ καὶ αὐτὴ θεωρεῖται περιγραφῇ. ὥστε διωρισμένον ποσὸν ὁ ἀριθμός. ἀλλὰ καὶ ὁ λόγος, φησί, | διωρισμένον ποσὸν διὰ τὴν αὐτὴν αἰτίαν· οὔτε γὰρ τὰ τοῦ λόγου μόρια, λέγω δὴ [*](1 ἑτἐp.] δευτέραν a ῥηθῆναι a 2 ante ἔχοι add. οὑν F ἔχη C: ἔχει a ἄν εἴποις coll. C 5. 6 ἀρχόμενοι a 6. 7 τὸ δέξ’ . . . τὸ ἄριστ’. a 7 εἴπ’. πp. coll. C ἔχει post τάξιν (8) coll. a 8 σωκράτης om. a post μὲν add. ἐν τῇ ψυχὴ ὁ ἀριθμῶν del. F 9 τῶ] τὸ a 10 ἀριθμεῖσθαι Ca ἐπεὶ C 12 τε om. C 15 ἵπποις] ἡ πέντε F 16 εἴπομεν F 18 ἐξ οὐκ coll. Ca 19 λἐξ.] τάξεως K 20 post μορίων add. φησὶν F 21 συνάπτεται C 26 ἕκατ’.] ἑκάστην Fa 26. 27 ἐπιγp. C 32 λέγω δὴ] οὐδὲ C)

    90
    τὰς συλλαβάς, ἔστιν ἰδεῖν διά τινος κοινοῦ ὅρου συναπτόμενα, ἀλλ’ ἕκαστον [*](72r) αὐτῶν περιγέγραπται. λέγω δέ, φησί, τὸν μετὰ φωνῆς λόγον γινόμενον· ἐπειδὴ γὰρ ὁ λόγος ὁ μέν τίς ἐστι προφορικὸς ὁ δὲ ἐνδιάθετος ὁ ἐν τῇ ψυχῇ θεωρούμενος, διὰ τοῦτο ἐπισημαίνεται ὅτι περὶ τοῦ προφορικοῦ λόγου φησίν· ὁ γὰρ ἐνδιάθετος οὐδὲ ποσὸν ὅλως ἐστίν, ἀλλ’ εἴπερ ἄρα, ποιότης ἐστὶ τῆς ψυχῆς, εἴπερ διάθεσίς ἐστι τῆς ψυχῆς ἢ ἕξις, διάθεσις δὲ καὶ ἕξις ποιότητες, ὡς εἰσόμεθα.

    p. 5a1 Ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ λαβεῖν κοινὸν ὅρον, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμὴν.

    Eἰκότως ἡ γραμμὴ συνεχής· ἕκαστον γὰρ τῶν μορίων αὐτῆς συναπτει πρὸς ἄλληλα κοινὸν ἔχοντα ὅρον τὸ σημεῖον· τὸ δὲ σημεῖον ἀμερὲς καὶ ἀδιάστατον· εἰκότως ἄρα καὶ τὰ μέρη αὐτῆς συνεχῶς τε καὶ ἀδιαστάτως ἡνωμένα ἐστί· κατὰ γὰρ σημεῖον ἡ γραμμὴ διαιρεῖται, καθ’ ὃ καὶ συνάπτει τὰ μόρια αὐτῆς. δεῖ δὲ λαβεῖν τὸ σημεῖον ἤτοι τὴν διαίρεσιν δυνάμει καὶ μὴ ἐνεργείᾳ· ἐὰν γὰρ ἐνεργείᾳ λάβῃς, οὐκ ἔσται συνεχὴς ὅλη ἡ γραμμή. καὶ τῆς ἐπιφανείας δὲ τὰ μέρη κοινῷ ὅρῳ συνάπτεται τῇ γραμμῇ. ὥστε καὶ ἡ ἐπιφάνεια συνεχής· γραμμῇ γὰρ διαιρεῖται. εἰ δὲ ἡ γραμμὴ μῆκός ἐστιν ἀπλατές, κατὰ μῆκος διαιρουμένης τῆς ἐπιφαωείας ἀδιαστάτως ἕξουσι τὰ μέρη κατὰ πλάτος, ἐπεὶ μηδὲ ἔχει ἡ γραμμὴ τὴν κατὰ πλάτος διάστασιν. δυνάμει δὲ κἀνταῦθα τὴν γραμμὴν ληπτέον, καὶ οὐκ ἐνεργείᾳ.

    p. 5a3 Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. |

    Οἱ μὲν παλαιότεροι πᾶσαν ἀπλῶς ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν ἓν [*](72v) ἀνθ’ ἑνὸς λέγοντες (ἀδιάφορον γὰρ αὐτοῖς ἐπιφάνειαν ἢ ἐπίπεδον λέγειν), οἱ δὲ νεώτεροι οὐ πᾶσαι ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν, ἀλλὰ τὴν ἀποτε- ταμένην μόνως· γένος γὰρ ἴσασι τὴν ἐπιφάνειαν καὶ ταύτην διαιροῦσιν εἴς τε τὴν ἐπίπεδον καὶ κυλινδρικὴν καὶ σφαιρικὴν καὶ εἴ τις ἄλλη εἴη.

    [*](1 τινος] τοῦ C: om. F συναπτόμενα scripsi: συναπτομένας CFa ἕκαστον scripsi: ἑκάτερον CF: ἑκάστη a 2 λέγω] λόγον a post δὲ add. αὐτὸν Arist. λόγον om. a 3 γινόμ.] σημαινόμενον F τις om. a 4 τῆ om. a 5 φησιν] αὐτοῦ ὁ σκοπός C 6 ἄρα ἔστι τι, δηλονότι ποιότης a 7 post εἰσόμεθα add. ex Marc. 217 προτετίμηται δὲ ὁ ἀριθμὸς τοῦ λόγου, ἐπειδὴ δι’ αὐτοῦ μετρεῖται ὁ λό- γος a 8 ἐστιν om. F 8. 9 κοίν’. ὅρον λ. coll. F 11 post συνεχής add. γραμμὴ γάρ ἐστι μῆκος ἀπλατές a 12 ἄλληλα] ἄλλο καὶ ἄλλο a 14 εἰσί Fa 15 τὴν διαίp.] τὸν κοινὸν ὅρον a 16 ἐὰν] εἰ CF 18 γὰρ om. F 19 διαιρούμενον a 20 ἐπειδὴ F 21 τὸ πλάτος F δὲ] γὰρ Γ’ 25 μὲν γὰρ a 28 μόνον a)
    91

    p. 5a4 Ὡσαύτνς δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἄν λαβεῖν [*](72v) κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ὃν τὰ τοῦ σώματος μόρια συνάπτει.

    Συνάπτει γὰρ τὰ μέρη τοῦ σώματος πρὸς κοινὸν ὅρον, τὴν ἐπιφάνειαν, διὰ ταύτην δὲ καὶ πρὸς τὴν γραμμήν· τῆς γὰρ ἐπιφανείας κατὰ βάθος διαιρούσης τὰ σώματα, αὐτῆς δὲ παντελῶς ἀδιαστάτου οὔσης κτὰ βάθος, ἀδιαστάτως ἐξ ἀνάγκης καὶ τὰ μέρη τοῦ σώματος συνάπτουσι πρὸς ἄλληλα κατὰ τὴν ἐπιφάνειαν. κἀνταῦθα δὲ δυνάμει πάλιν τὴν διαίρεσιν ἤτοι τὴν ἐπιφάνειαν λαμβάνομεν. διὰ δὲ τὴν ἐπιφάνειαν καὶ πρὸς γραμμὴν συνάπτουσι τὰ τοῦ σώ μάτος μέρη· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ῥυεῖσα ἡ γραμμὴ ποιεῖ τὴν ἐπιφάνειαν, τὸν διαιροῦντα τὸ σῶμα κατὰ ἐπιφάνειαν δεῖ ἄρξασθαι ἀπὸ γραμμῆς καὶ ταύτην οἱονεὶ ἐπισύροντα ποιεῖν ἐπιφάνειαν καὶ δι’ αὐτῆς τέμνειν τὸ ὑποκείμενον. ὥστε ἐπειδὴ καθ’ ὅλην ἑαυτὴν ἡ ἐπιφάνεια τέμνει τὸ σῶμα, ἀνάγκη καὶ κατὰ τὸ πέρας αὐτῆς, λέγω δὴ τὴν γραμμήν, συνάπτειν τὰ τοῦ σώματος ἄκρα.

    p. 5a6 ἐστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων· ὁ γὰρ νὺν χρόνος συνάπτει πρὸς τὸν παρεληλυθότα καὶ τὸν μέλ- λοντα. πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστι· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον | συνάπτει.

    [*](73r)

    Ei γὰρ ἀπεδείχθη τὸ σῶμα συνειλημμένα καὶ συνεχῆ ἔχον τὰ μόρια, πᾶ) δὲ σῶμα καθ’ ὅλον αὑτὸ ἐν τόπῳ ἐστίν, ὁ τόπος ἄρα ὁ περιέχων τὸ σῶμα συνεχὴς ἔσται, ἐπεὶ μηδὲν τῶν τοὐ σώματος μορίων ἐκφεύγει τὸ ἐν τόπῳ εἶναι. οὐκοῦν διὰ τὴν συνέχειαν τοῦ σώματος καὶ ὁ τόπος ἔχει τὸ σύνεχες·

    p. 5a 15 Ἔτι δὲ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν.

    Ἐπιβλέπειν χρὴ ὅτι τὸν μὲν χρόνον ἐν τῇ προτέρᾳ διαιρέσει συντάττει [*](73v) τοῖς συνεχέσι ποσοῖς, γραμμῇ ἐπιφανείᾳ σώματι τόπῳ, ἐνταῦθα δὲ [*](1 ἔχεις F λαβεῖν καὶ ἀποδοῦναι a 2 ἣ om. F ὃν] ἣν a: ἆ Arist. 4 τὸν κοινὸν Ca 5 τὴν om. Fa 5. 6 διαιp. κτὰ β. coll. a 7 καὶ τὰ μ. ἐξ ἀν’. coll. C 7. 8 πρὸς ἄλλ’. σὺν. coll. C 7 συνάπτεται a 9 ἤτοι πρὸς a 10 συνάπτει a εἴπομεν] p. 86,8 11 τὴν διαιροῦσαν C τὴν ἐπιφ. (alt. 1.) Ca 12 τὴν ἐπιφ. C 17 πρός τε τὸν C 18 καὶ πάλι 22 δὲ] γὰρ a ὅλου C αὑτὸ scripsi: αὐτὸ Ca: αὐτῶ K 23 ἐστιν a μερῶν F 26 ἔτι δὲ καὶ C: καὶ (ἔτι δὲ om.) F 27 ἐξ οὐκ coll. a)

    92
    τοῖς μὴ ἐκ θέσιν ἐχόντων, ἐπεὶ κτὰ τὰ τρία ταῦτα χαρακτηρίζεται τὰ [*](73v) ἐκ θέσιν ἐχόντων, τὸ κεῖσθαί που καὶ τὸ δεικτὰ εἶναι καὶ τὸ συνεστηκότα ἔχειν τὰ μόρια, τοῦτ’ ἔστιν ἅμα ὅλα ὑφεστηκότα, ὧν οὐδὲ ἓν ὑπάρχει τῶ χρόνῳ. τὸν δὲ ἀριθμὸν ἐν τῇ πρώτῃ διαιρέσει τοῖς διωρισμένοις συγκαταριθμήσας, δοκεῖ πὼς ἐνταῦθα τοῖς ἐκ θέσιν ἐχόντων. εἰρήκαμεν δὲ ἀνω- τέρω περὶ οὗ ἀριθμοῦ αὐτῷ ὁ λόγος.

    p. 5a38 Κυρίως δὲ ποσὰ ταῦτα μόνα λέγεται τὰ εἰρημένα, τὰ δὲ ἄλλα πάντα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ ἀποβλέποντες καὶ τὰ ἄλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ γε τὴν ἐπιφάνειαν πολλὴν εἶναι. |

    Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα τῇ ἐπιστήμῃ αὐτοῦ [*](74r) πράγματα σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ μὴ ὄντα, ἐπεξέρχεσθαι καὶ διελέγχειν. τοῦτο καὶ ὁ Ἀριστοτέλης ποιεῖ· ἀπα- ριθμησάμενος γὰρ τὰ ἑπτὰ τοῦ ποσοῦ εἴδη, πέντε τοῦ συνεχοῦς καὶ δύο τοῦ διωρισμένου, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ζητεῖ εἰ καί τι ἄλλο δύναται ἀνάγεσθαι ὑπὸ τὸ ποσόν. ἐπεὶ οὖν δοκεῖ τὸ λευκὸν καὶ πολὺ καὶ ὀλίγον, τὸ δὲ πολὺ καὶ ὀλίγον τοῦ ποσοῦ ἐστιν, ἀλλὰ καὶ τὴν πρᾶξιν λέ- γομεν καὶ μακρὰν καὶ βραχεῖαν, φησὶν ὅτι οὐ κυρίως ἐστὶ ταῦτα ποσὰ ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ ἐν ποσοῖς εἶναι λέγονται ποσὰ καὶ αὐτά· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ ἐστίν, ἐκείνης πολλῆς οὔσης ἢ ὀλίγης ἐκ μεταλήψεως ταύτης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. καὶ ἡ πράξις ὁμοίως κατὰ συμβεβηκὸς ἔχει τὸ μακρὰ εἶναι ἢ βραχεῖα· ἐπειδὴ γὰρ ὁ πόλεμος ὁ Ἰλιακός, εἰ τύχοι, ἔν τινι χρόνῳ γέγονεν, οἷον ἐν δέκα ἔτεσι, λέγομεν δὲ τὸν χρόνον μακρόν, διὰ τοῦτο καὶ τὴν πρᾶξιν τὴν ἐν μακρῷ χρόνω γενομένην κατὰ συμβεβηκὸς μακρὰν λέγομεν εἶναι. ὥστε κυρίως μὲν ποσά ἐστι τὰ εἰρημένα, τὰ δὲ ἄλλα κατὰ συμβεβηκὸς δι’ ἐκεῖνα ποσὰ λέγεται. καὶ ἡ κίνησις πολλὴ λέγεται εἶναι τῷ τὸν χρόνον πολὺν εἶναι ἐν ᾧ γέγονεν· ὁ γὰρ χρόνος μέτρον ἐστὶ κινήσεως· μῆνα [*](1 post ἐχόντων add. τὸ κεῖσθαί που F τὰ (ante τρία) om. Ca 2 post που add. ἄνω κάτω a καὶ om. F δεικτὰ Paris. 2051: δεικτικὰ CFa (cf. p. 88,21) post εἶναι add. δακτύλῳ a 3 ὅλα ἅμα coll. C οὐδέ ἓν] οὐδὲν C 5 ἐχόντων om. F εἰρήκαμεν] p. 90,4 6 οὐ] ποίου a ὁ λόγος ἐστὶν αὐτῶ C: αὐτῶ ἐστιν ὁ λόγος a post λόγος add. διὰ μὲν τοῦ οὐ ἕκαστον κεῖται τὸ δεικτικὸν λέγει, διὰ δὲ τοῦ καὶ πρὸς ποῖα μόρια τῶν λοιπῶν συνάπτει τὰ ἓξ θετικὰ προσρήματα. διὰ τί δὲ μὴ διεῖλε τὸ ποσὸν εἰς τάξιν ἔχον καὶ μή, ἀλλ’ εἰς θέσιν ἔχον καὶ μή; ὅτι ἡ μὲν τάξις ἐν ποσῷ θεωρεῖται. οὐ γὰρ μόνον ἐν τοῖς θετοῖς ἡ τάξις ἀλλὰ καὶ ἐν τοῖς ἀθέτοις. καὶ γὰρ ἐν ἀριθμῷ, ἐπειδὴ πρῶτον τὸ ἓν τῶν δύο. καὶ ἐν λόγῳ, ἐπειδὴ πρῶτον τὸ προοίμιον τῆς διηγήσεως. καὶ ἐν χρόνῳ· πρῶτον γὰρ τὸ παρῳχηκός, εἶτα τὸ ἐνεστώς (sic), εἶτα τὸ μέλλον. a 7 λέγ’. μόνα coll. a 8 ἀποβλἐπ.] βλέπ’. F 9 γε om. Arist. 11 τοῦ ἐπιστ. C 16 δοκεῖ om. F καὶ (alt.) om. C 18 καὶ (prius) om. Fa ἐστὶ om. a 20 ἐπεὶ C 21 καταλήψεως C 25 γιν. a 26 εἰσι a 27 ante ἡ κίν. add. lemma ἡ κίνησις πολλή. a (fort, recte) τῶ] διὰ τὸ C 28 ἐν ὧ γἐγ. πολὺν εἶναι coll. a μῆνα] χρόνον C)

    93
    γὰρ λέγομεν τὴν τῆς σελήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοῦ [*](74r) ἡλίου.

    p. 5b5 τῷ χρόνῳ ὁριεῖ ἑ ἐνιαυσιαίαν.

    ᾿Εὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίωεται, οἷον δεκαετής.

    p. 5b7 Ὅση γὰρ ἄν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν [*](74v) φήσειεν εἶναι.

    ᾿Εὰν γὰρ ἐρωτηθῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν ὅτι δίπηχυ τυχὸν ἢ τρίπηχυ, ὅση ἐστὶ καὶ ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ εἶναι ἢ ὀλίγον, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον λευκὸν εἶναι τοῦ ἐν διπήχει. τότε δὲ οὐ λέγομεν λευκὸν λευκοῦ πλεῖον, ἀλλὰ λευκὸν λευκοῦ μᾶλλον λευκόν.

    p. 5b 11 ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον.

    Παραδοὺς ἡμῖν τὴν διαίρεσιν τοῦ ποσοῦ καὶ εἰπὼν ποῖά τέ ἐστι τὰ κυρίως ποσὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκός, βούλεται νῦν, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποίησεν, ἴδιον ἀποδοῦναι τοῦ ποσοῦ· ὁρισμὸν γὰρ ἀποδοῦναι αὐτοῦ τοῦ οὐκ ἐνῆν διὰ τὴν ἐν τοῖς ἔμποσθεν εἰρημένην ἡμῖν αἰτίαν, ὅτι τῶν γενικωτάτων γενῶν οὐκ ἔστιν ὁρισμὸν ἀποδοῦναι· τὸ γὰρ ὂν οὐχ ὡς γένος κατηγορεῖται τῶν δέκα κατηγοριῶν, ὡς ἐν Εἰσαγωγαῖς ἀπεδείχθη· εἰ μὲν γὰρ περὶ τοῦδέ τινος τοῦ ποσοῦ ἦν αὐτῷ ὁ λόγος, οἷον τοῦ διπήχεος, δυνατὸν ἦν δι’ ὁρισμοῦ παραστῆσαι αὐτοῦ τὴν φύσιν, γένος λαμβάνοντα τὸ ἁπλῶς ποσόν. νῦν δὲ περὶ τοῦ ἀπλῶς ποσοῦ ἐστιν αὐτῷ ὁ λόγος, οὗ γένος γενικώτερον εὑρεῖν οὐκ ἦν, δι’ οὗ τὸν ὁρισμὸν αὐτοῦ ἀποδώσειεν. ὥσπερ δὲ ἐπὶ τῆς οὐσίας εἶπε πρότερον τὰ δοκοῦντ’ αὐτῆς ιοια εἶναι, καὶ ἐλέγξας ἔπειτα τὸ ὄντως ιοιον αὐτῆς ἥμιν παρέδωκεν, οὐτῶ καὶ ενταῦθα ποιεῖ καὶ ἐξελέγξας πρότερον ὅσα δοκεῖ ἴδια εἶναι τοῦ ποσοῦ ὕστε- ρον τὸ ὄντως ιοιον αὐτοῦ παραδίδωσι. καὶ πρότερον μὲν φησιν ιοιον [*](3 lemma om. C ὁριεῖ] περίοδον a 7 φήσεις Fa: φήσειεν ἄν Arist. 10 λέγ’. ante ἀλλὰ coll. C εἶναι post ὀλ. coll. C: om. a 11 γὰρ] δὲ Fa post γὰρ add. καὶ a τὸ ἐν] τῆ C λευκοῦ (pr. l.) C 12 τοῦ] τὸ C τότε] τοῦτο C 18 ἐν τοῖς ἔμπροσθεν] p. 63,14 αἰτίαν ἡμῖν coll. C 20 ἐν εἰσαγωγαῖς] Porph. Isag. p. 6, 5. 9 ἀπεδόθη a 22 παραστήσασθαι a 23 pr. ἀπλῶς] αὐτοῦ V αὐτῶ ἐστιν coll. Fa 24 γενικώτατον Ca 25 post εἶναι add. τοῦ ποσοῦ F 26. 28 ὄντος F αὐτῆς ἡμῖν] ἡμῖν αὐτῆς F: ἅπαν αὐτῆς a παραδέδωκεν Fa 27 καὶ om. a ἐλλἐγξας F post ποσοῦ coll. a)

    94
    εἶναι δοκεῖν τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον· τῷ γὰρ ἀφωρισμένῳ [*](74v) ποσῷ τί ἄν εἴη ἐναντί|ον, οἷον τῷ διπήχει ἢ τῷ τριπήχει;

    [*](75r)

    p. 5b 14 Εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῳ μικρῷ·

    Ἐνταῦθα οἰκείως τὸν περὶ τούτων ἐξετάζει λόγον, εἰ τὸ μέγα καὶ μικρὸν ἐναντία ἐστὶν ἢ ὅλως ποσά· ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνημονεύσας αὐτῶν μόνον παρῆλθε , συγχωρήσας αὐτὰ ἐναντία εἶναι. δείκνυσι δὲ νῦν ὅτι ταῦτα οὐκ εἰσὶ ποσὰ ἀλλὰ τῶν πρός τι. καὶ δείκνυσι πάλιν διχῶς, διά τε τῆς ἐνστάσεως ὅτι οὔκ εἰσι ποσά, καὶ τῆς ἀντιπαραστάσεως ὅτι εἰ καὶ ποσὰ συγχωρηθείη εἶναι, οὐκ ἔστιν ἐναντία. καὶ πρῶτον μὲν διὰ τῆς ἐνστάσεως λέγων οὕτως· τούτων δὲ οὐδέν ἐστι ποσὸν ἀλλὰ μᾶλλον τῶν πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἡ μικρόν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται· τῶν γὰρ πρός τι ἴδιον τὸ ἑνὸς τεθέντος τὸ ἕτερον συνεισάγεσθαι καὶ ἀναιρεθέντος συναναιρεῖσθαι· πατρὸς γὰρ τεθέντος συνεισάγεται πάντως καὶ ὁ υἱός, καὶ ἀναιρεθέντος συναναιρεῖται. οὕτω δὲ καὶ τὸ πολὺ οὐ λέγεταί τι αὐτὸ καθ’ ἑαυτὸ πολὺ ἀλλὰ πρὸς τὸ ὀλίγον ἀναφερόμενον, καὶ τὸ ὀλίγον ὡσαύτως πρὸς τὸ πολύ. καὶ ἐπὶ τοῦ μικροῦ δὲ καὶ τοῦ μεγάλου ὁμοίως· | ἑκάτερον [*](75v) γὰρ πρὸς τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει καὶ οὐδὲν τούτων αὐτὸ καθ’ ἑαυτὸ ὡρισμένην τινὰ ἔχει φύσιν. καὶ δῆλον ἐντεῦθεν· ὄρος γάρ, φησί, μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη, καίτοι εἰ ἕκαστον τούτων καθ’ ἑαυτὸ ἐλέγετο καὶ μὴ πρὸς ἕτερον ἀναφερόμενον τῇ πρὸς ἐκεῖνο παραβολῇ, οὐκ ἄν ὄρος μὲν μικρὸν ἐλέγομεν τὴν δὲ κέγχρον μεγάλην· καταγέλαστον γὰρ τοῦτο. νῦν δὲ τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι ἄλλου ὄρους μικρότερον, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὕτω καὶ ἐν Ἀθήναις μὲν ὀλίγους φαμὲν εἶναι ἀνθρώπους, ἢ αὐτὴν πρὸς ἑαυτὴν παραβάλλοντες ἢ πρὸς ἑτέραν πόλιν, ἐν τῇ κώμῃ δὲ πολλούς, ὀλιγωτέρους ὄντας τῶν ἐν Ἀθήναις, πρὸς ἄλλην κώμην τὴν σύγκρισιν δηλονότι ποιούμενοι. ὥστε ἢ δεῖ λέγειν τὴν τοῦ ποσοῦ καὶ τοῦ πρός τι κατηγορίαν μίαν καὶ τὴν αὐτὴν εἶναι ἢ εἰ διωρισμέναι εἰσὶν αἱ κατηγορίαι, οὐχ ὑπὸ τὸ ποσὸν ταῦτα ἀνακτέον, ἀλλὰ μᾶλλον ὑπὸ τὰ πρός τι.

    [*](2 post τριπ. add. ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί a 3 μὴ ἄρα a Arist. 5 οἰκείαν F τούτου a 6 εἰσὶν F ἐν τῷ περὶ τῆς οὐσίας λ.] p. 3 b 31 7 μόνων a 9. 10 διὰ τῆς ἀντιπ. a 13 τῶ πρὸς ἔτ’. ἀναφέρεσθαι Arist. 15 παντὸς F 16 καὶ om a αὐτό τι coll. Ca τι eicias) 17 τὸ (prius) om. F 21 ἔκ. τούτων εἰ coll. C 22 post ἐλέγετο add. μικρὸν CF 23 γὰρ] δὲ a 26 ἣ om.. a πρὸς αὐτὴν F 28 δῆλ’. τὴν σύγκp. coll. a 29 ἢ] ἄν C: εἰ F δεῖ λέγ’] εἶναί δεῖ λέγειν C: συνεχῆ λέγωμεν a aute τοῦ πρός add. τὴν a μίαν om. a 30 εἶναι om. C)
    95

    p. 5 b26 Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν [*](75v) τοιούτων ποσὸν σημαίνει, τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσὸν ἀλλὰ μᾶλλον πρός τι.

    Τὸ γὰρ κυρίως, φησί, ποσὸν καὶ περὶ ὅσον ἐστὶ σημαίνει, οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι τῇ αὑτῆς φύσει καὶ περὶ ὅσον ἐστὶ σημαίνει· τρίπηχυς γὰρ φέρε εἰπεῖν ἢ δίπηχύς ἐστιν. ὥστε καὶ τὸ περὶ ὅσον ποσὸν καταγίνεται σημαίνουσι τὰ κυρίως ποσά. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔχει ὡρισμένον ποσόν· ἀόριστον γάρ ἐστιν ἕκαστον τούτων. ὥστε ταῦτα ποσὰ οὐκ ἔστι. τί οὖν, εἴποι τις ἂν ἴσως, οὐκ ἔστι ποσὸν ἀόριστον; ὅταν γὰρ εἴπω συνεχὲς ἢ ἀριθμὸν ἢ γραμμὴν ἢ τῶν τοιούτων τι, ποσὸν μέν τι λέγω, οὐ μὴν ἔτι καὶ τὸ περὶ ὅσον ἐστὶν ἀφορίζω, ὥσπερ ὅταν λέγω | τρία ἢ πέντε ἢ τρίπηχυ. λέγω οὖν ὡς [*](76r) ’οὐδὲ ἐν τούτοις ἡ αὐτὴ ἀοριστία θεωρεῖται, ἥτις καὶ ἐν τῷ μικρῷ καὶ μεγάλῳ καὶ πολλῷ καὶ ὀλίγῳ;’ ἀεὶ μὲν γὰρ τὰ γένη ἀοριστότερά ἐστι τῶν ἰδίων εἰδῶν· ζῷον γοῦν εἰπὼν οὐχ οὕτως ὁρίζω τὸ ὑποκείμενον ὡς ὅταν εἴπω ἄνθρωπον ἢ ἵππον. πλὴν ἐπεὶ μὴ φωνή ἐστιν ἀπλῶς ὁμώνυμος τὸ ζῷον, ἀλλ’ οὐσία τίς ἐστι κοινῶς πλείοσιν ὑπάρχουσα, ἔστιν ἀφορίσαι τὸ ὑπὸ τῆς τοῦ ζῴου φωνῆς σημαινόμενον καὶ εἰπεῖν ὅτι ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ἔστιν ὡρισμένη τις φύσις ἡ ὑπὸ τοῦ ζῴου σημαινομένη. οὕτως οὖν καὶ ἐπὶ τῶν προκειμένων· τὸ γὰρ τοῦ συνεχοῦς ὄνομα, γενικώτερον ὄν, ἔστι μὲν ἀοριστότερον τοῦ ἀφωρισμένου ποσοῦ οἷον τοῦ τριπήχεος (τοῦτο γὰρ ἤδη ἄτομόν ἐστιν, ὥσπερ κἀκεῖ Σωκράτης ἄτομόν ἐστιν), ὁμοίως καὶ τὸ τοῦ ἀριθμοῦ γενικώτερον τοῦ τρία καὶ πέντε ἀτόμου ὄντος, ἀλλ’ ὅμως κἀν τούτοις ἔστι τι ὡρισμένως δηλούμενον· συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, διωρισμένον δὲ τὸ μὴ οὕτως ἔχον, καὶ γραμμὴν μὲν λέγων τὸ ἐφ’ ἓν λέγω διαστατὸν μέγεθος, ἐπιφάνειαν δὲ τὸ ἐπὶ δύο καὶ σῶμα τὸ τριχῇ διαστατόν. καὶ τούτων ἕκαστον ὥρισται ἀεὶ ὡσαύτως ἔχον καὶ οὐχὶ πρὸς διάφορον σχέσιν διάφορον ἀναδέχεται φύσιν, ὥσπερ τὸ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον· εἰ γὰρ μέγα τις λέγει φέρε τὸ ὑπερέχον ἑτέρου καὶ διὰ τοῦτο φέρε μέγα τις τὸ ὄρος λέγει τὸν Ὄλυμπον ὡς τοῦ Υμηττοῦ ὑπερέχοντα, [*](1 τὸ τρίπ. F 4 φασί Ca 5 καὶ (pvins) oua. C τῆς αὑτῆς φύσεως C 6. 7 τὰ περὶ ὅσον ποσὰ a 7 καὶ τὸ μικρὸν om. F 8 τὸ ὀλ. καὶ τὸ πολὺ coll. F διωρισμένον οὐδέν ποσόν F ἐστιν om. a 11 μέν τι scripsi: μέντοι libri 12 οὑν] δὲ C 14 μὲν om. a ἀοριστότερα μᾶλλον Fa εἰσι C 15 οὖν F ὥσπερ a 17. 18 ἀφωρίσαι F 18. 19 οὐσία ἐστὶν coll. a 21 γενικ.] μερικώτερον C οἷον om. a 22. 23 ὥσπερ — ἐστιν post ὄντος (24 coll. C 24 1 ὡρισμένον ὡς δῆλ’. a 26 μὲν] δὲ Fa λέγων] λέγω λέγω om. C 27 ἐπὶ τὸ coll. a 29 alt. τὸ om. a 30 μέγα γάρ λέγ. τις coll. C λέγων F: λέγοι a φέρε om. C 31 τις om c ὐμητοῦ Fa)

    96
    ἀλλὰ τὸν αὐτὸν τοῦτον πρὸς τὴν γῆν παραβάλλων μικρὸν ἐρεῖ ὡς ἐλλείποντα [*](76r) αὐτῆς. οὐκ ἄρα τὸ λεγόμενον εἶναι μέγα ἀφωρισμένον τί ἐστι ποσόν, ὥσπερ τῶν εἰρημένων ποσῶν ἕκαστον οὐ μόνον ποσόν ἐστιν ἀλλὰ καὶ περὶ ὅσον ἐστὶν ἀφορίζει, οἷον ἢ ὅτι ἐφ’ ἓν διαστατὸν ὡς ἡ γραμμή, ἢ ὅτι ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, ἢ ὅτι ἐν τῇ τῶν μερῶν ἑνώσει θεωρεῖται ὡς τὸ συνε|χές, ἢ ἐν τῇ τούτων διαιρέσει καὶ διακρίσει ὡς τὸ διωρισμένον. [*](76v) ἄλλως τε τὸ μέγα καὶ τὸ μικρὸν ἐν τοῖς μερικοῖς ποσοῖς ἤδη καταγίνεται, οἷον ἐν τῇδε τῇ γραμμῇ ἐν τῷδε τῷ σώματι ἐν τῇδε τῇ ἐπιφανείᾳ, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐν τῷδε τῷ ἀριθμῷ. ὥστε τούτων ἕκαστον ἐν τοῖς ἀτόμοις ποσοῖς καταγίνεται· οὐδὲ γὰρ ἔστιν ἁπλῶς γένος τι μεγάλου ἢ μικροῦ. εἰ οὖν δεῖ ἄτομα ἀτόμοις συγκρίνειν καὶ μὴ ἄτομα γένεσι, τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἐν ἀτόμοις ποσοῖς καταγίνεται, τὰ δὲ ἄτομα ποσὰ οὐ μόνον ὅτι ποσὰ σημαίνει ἀλλὰ καὶ περὶ ὅσον ἕκαστον αὐτῶν καταγίνεται, οἷον ὁ τρία ὁ πέντε, οὐκ ἄρα ποσὸν τὸ μέγα καὶ τὸ μικρόν. ὅθεν καὶ ὁ Ἀριστοτέλης τοιούτοις ἐχρήσατο τοῖς ὑποδείγμασιν εἰπὼν ὅτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτῶν, τοῦτ’ ἔστι τῶν ἐν ὑπάρξει ἀτόμων ποσῶν· εἴπερ γὰρ ὅλως ποσόν ἐστι τὸ μέγα καὶ τὸ μικρόν, πάντως γε ἄτομόν ἐστιν, ἐπεὶ μή ἐστιν, ὅπερ εἶπον, ἀπλῶς τι μέγα, ἀλλ’ <ὃ> λέγομεν εἶναι μέγα, ἐν ὑπάρξει ἐστὶ ἄτομον μέγεθος. οὐκοῦν εἰ πᾶν μὲν ἄτομον ποσὸν καὶ περὶ ὅσον ἐστὶν ἀφορίζει, τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἄτομα ὄντα ἀόριστά τινά ἐστιν, οὐκ ἄρα ποσά ἐστι τὸ μέγα καὶ τὸ μικρόν. καὶ οὕτω μὲν διὰ τῆς ἐνστάσεως οὐδὲ συγχωρεῖ αὐτὰ ποσὰ εἶναι, διὰ δὲ τῆς ἀντιπαραστάσεως συγχωρήσας αὐτὰ εἶναι ποσὰ δείκνυσιν αὐτὰ μὴ ὄντα ἐναντία. ἄρχεται δὲ τῆς ἀντιπαραστάσεως ἐντεῦθεν·

    p. 5b30 Ἔτι ἐάν τε τιθῇ τις αὐτὰ ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἄν εἴη τούτῳ τι ἐναντίον;

    Ὅ δὲ λέγει, τοιοῦτόν ἐστι· τὰ ἐναντία πρῶτόν ἐστι καθ’ αὑτὰ ἀπολε- λυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶθ’ οὕτως τὸν πρὸς ἄλληλα ἀναδέχεται πόλεμον· οἷον τὸ λευκὸν καὶ τὸ μέλαν πρότερον ἄλλα τινὰ ὄντα | (ποιότὸ [*](2 λεγόμενον iter. C τί om C 4 ἐστὶν om. C ὅτι om. a 8 ἐν τῇδε τῇ γp. — σώματι post πολὺ (9) coll. Fa alt. ἐν] καὶ Fa ἐν τῷδε τῷ σ. fort transponas post ἐπιφανείᾳ 10 οὐδὲ — καταγίνεται (12) om. a 14 ὁ πέντε] καὶ πέντε a παραδείγ. C 16 μὲν] μόνον a τὸ τρίπ. Ca ἕκαστον — ἔστι (17)] ὅσα τοιαῦτα C 17 ποσῶν] ποσὸν σημαίνει a 18 ἔπει μή] εἰπεῖν εἰ Fa 19 εἶπον] v. 10 τι om. C ἀλλ’ ὃ scripsi: ἀλλὰ libri εἶναι] ἐστι F ἔστι δὲ a 20 καὶ περὶ ὅσον Paris. 1928 Vind. 10: καὶ περὶ ὅ C: om. Fa 21 ἀφορίζον F τὸ (aute ὀλίγον) om. F 22 εἰσιν (pr. l.) a 23 παραχωρεῖ C 24 ποσὰ εἶναι coll. C 26 ταῦτα Arist. 28 εἴη] φαίη τις Arist.)

    97
    τητες γάρ εἰσιν) οὕτω τὴν πρὸς ἄλληλα μάχην ἀνεδέξαντο· ταύτῃ γὰρ [*](77r) τὰ πρός τι τῶν ἐναντίων διαφέρει, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ αὑτά ἐστιν ἐξὸν γὰρ τὸ λευκὸν εἰπόντα μὴ παραλαβεῖν τὸ μέλαν μηδ’ εἶν ὅλως τοῦ λευκοῦ ὄντος καὶ ἔμπαλιν τὸ μέλαν εἶναι τοῦ λευκοῦ μὴ ὄντος), ἔπειτα πρὸς ἄλληλα μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται καὶ συναπόλλυται· τὸν γὰρ πατέρα εἰπὼν καὶ τὸν υἱὸν συνεισήγαγον, καὶ τούτου πάλιν ἀφαιρεθέντος συνοίχεται καὶ ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον αὐτὸ καθ’ αὑτὸ οὐκ ἔστιν οὐδ’ ἄν ὑποσταίη τι τούτων αὐτὸ καθ’ αὑτὸ χωρὶς τῆς πρὸς ἕτερον σχέσεως, δῆλον ὡς οὔκ εἰσιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὰ γὰρ ἐναντία ἐλέγομεν αὐτὰ καθ’ ἑαυτὰ πρότερον ἰδίαν ὑπόστασιν ἔχειν, εἶθ’ οὕτως ἀλλήλοις μάχεσθαι.

    p.5b33 Ἔτι εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ αὑτοῖς εἶναι ἐναντία. |

    Ἐκ τούτων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν αὐτὰ μὴ ὄντα [*](77v) ἐναντία· φησὶ γὰρ ‘εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον εἶναι τὰ ἐναντία’· τὸ γὰρ αὐτὸ ἔσται καὶ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, οἷον ἡ κέγχρος πρὸς μὲν κύαμον παραβαλλομένη λέγεται μικρά, πρὸς δὲ σίνηπι μεγάλη, καὶ τοὺς ἐν Ἀθήναις πρὸς μὲν τοὺς ἐν τῇ κώμῃ πολλοὺς ἐρεῖς πρὸς δὲ τοὺς ἐν πάσῃ τῇ Ἑλλάδι ὀλίγους. ὥστε τῶν ἐναντίων ἔσται ταῦτα δεκτικὰ κατὰ τὸν αὐτὸν χρόνον, ὅπερ ἀδύνατον. ἡ δὲ οὐσία δεκτικὴ μὲν τῶν ἐναντίων ἐλέγετο εἶναι, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον τὰ ἐναντία ἐπιδέχεσθαι· οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον θερμὸν καὶ ψυχρόν, λευκὸν καὶ μέλαν. οὐ μόνον δέ, φησί, τὰ ἐναντία ἐπιδέξεται, ἀλλὰ καὶ αὐτὰ ἑαυτοῖς ἔσται ἐναντία · τὸ γὰρ αὐτὸ καὶ μικρὸν καὶ μέγα λέγεται καὶ πολὺ καὶ ὀλίγον, ὅπερ ἄτοπον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται.

    p.6a8 οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τᾷ ὀλίγω.

    Πρότερον ὑπέθετο αὐτὰ ἐναντία καὶ ἔδειξεν ὅτι ποσὰ οὔκ εἰσιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὡς οὔκ εἰσιν ἐναντία· κατὰ γὰρ τὸ ἀληθὲς [*](3 εἰσιν a 4 ὄντος τοῦ λ. coll. a 6 συνήγαγον Ca 7 ἀναιp. a 8.9 ὐποστ. ἄν coll. C 10 ἐλέγομεν] p. 96,30 12 συμμάχεσθαι a 13 ἔτι δέ Arist. ἔστι C 14 post αὐτὰ add. δὲ C 16 ἔπαγ’. Ca μὴ εἶναι ὄντως a 17 τὸ μέγα τῶ μικρῶ ἐναντίον Ca 20 ante μεγάλη add. λέγεται a 21 pr. τῆ om. a 24 μέντοι γε a 25. 26 καὶ λευκὸν a 26 ἐπιδέχεται a 27 ἑαυτῶν F ἔσονται a 33 ποσὰ ὑπέθ. coll. C)

    98
    οὔτε ποσά ἐστιν οὔτε ἐναντία, ἀλλὰ τῶν πρός τι. ὅτι μὲν οὖν οὐκ ἔστι [*](77v) ποσὰ διὰ τῆς ἐνστάσεως ἔδειξεν, ὅτι δὲ οὐδὲ ἐναντία διὰ τῆς ἀντιπαραστάσεως. εἰσὶν οὖν, ὅπερ εἶπον, τῶν πρός τι ἐν ποσοῖς ἔχοντα τὸ εἶναι. λέγεται δὲ τὸ μὲν μέγα καὶ μικρὸν κυρίως ἐπὶ τοῦ συνεχοῦς μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ μακρὸν καὶ βραχύ, καὶ ἐπιφάνειαν ὡσαύτως, καὶ τὰ λοιπὰ τοῦ συνεχοῦς εἴδη μεγάλα ἢ μι|κρὰ [*](78r) ἢ μακρὰ ἢ βραχέα κυρίως λέγομεν), τὸ δὲ πολὺ καὶ ὀλίγον ἐπὶ τοῦ διω- ρισμένου καὶ θέσιν μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθμός. ὅθεν καὶ αὐτὸς ἐπὶ τῶν ὑποδειγμάτων γυμνάσας τὸν λόγον τὸ μὲν μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ ὄρους καὶ τῆς κέγχρου παρ- έλαβεν, ἅπερ ἦν τοῦ συνεχοῦς (σῶμα γὰρ ἑκάτερον), τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον ἐπὶ τοῦ ἀριθμοῦ, λέγω δὴ τῶν ἐν Ἀθήναις ἀνθρώπων καὶ τῶν ἐν τῇ κώμῃ, ἅπερ ἦν τοῦ διωρισμένου· ὁ γὰρ ἀριθμὸς διωρισμένον ποσάν. πολλάκις δὲ καταχρηστικῶς τὸ μὲν μικρὸν καὶ τὸ μέγα ἐπὶ τοῦ διωρισμένου φέρομεν, τὸ δὲ πολὺ ἐπὶ τοῦ συνεχοῦς· λέγομεν γὰρ μικρὸν εἶναι τὸν λόγον Δημοσθένους ἢ μέγαν τῷ περὶ ἕνα καὶ συνεχῆ σκοπὸν βλέπειν ὥστε τὸ μικρὸν καὶ τὸ μέγα καὶ ἐπὶ τούτου διὰ τὸ συνεχές τε καὶ ἡνωμένον τοῦ σκοποῦ φέρειν εἰώθαμεν· ἀμέλει οὐκ ἂν εἴποιμεν τοὺς ἐννέα λόγους τῶν δημοσίων μακρὸν λόγον (οὐ γάρ ἐστιν εἷς καὶ συνεχὴς ὁ τούτων σκοπός), οὐδ’ ἔτι τοὺς ἕνδεκα κατὰ Φιλίππου, ἀλλὰ πολλοὺς αὐτοὺς λέγομεν. καὶ τὸ ὕδωρ δὲ πολὺ λέγομεν συνεχὲς ὂν ἴσως διὰ τὸ εὐδιαίρετον. λέγομεν δὲ καὶ τὴν ὁδὸν πολλάκις πολλὴν συνεχῆ οὖσαν διὰ τὸ εἰς πολλὰ διῃρῆσθαι στάδια καὶ τοῖς ποσὶν ἐν τῇ βαδίσει τρόπον τινὰ διῃρῆσθαι.

    Ἀπορῆσαι δὲ κἀνταῦθα εἰκότως ἄξιον, πῶς μικρῷ μὲν πρόσθεν τὸ πολὺ καὶ ὀλίγον ποσὰ εἶναι ἔλεγεν, ἐν οἷς ἔλεγεν ὅτι κυρίως μὲν ποσὰ ταῦτα μόνα λέγεται, ἅπερ ἔφθη προδιδάξας, τά τε πέντε τοὐ συνεχοῦς εἴδη, γραμμὴν ἐπιφάνειαν σῶμα χρόνον καὶ τόπον, καὶ τὰ δύο τοῦ διωρι- σμένου, λόγον τε καὶ ἀριθμόν, τὰ δὲ ἄλλα, φησί, πάντακατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ βλέποντες, φησί, καὶ τὰ ἄλλα ποσὰ λέγομεν, οἷον πο|λὺ τὸ λευκὸν λέγεται τῷ γε τὴν ἐπιφάνειαν πολλὴν [*](78v) εἶναι· πῶς οὖν ταῦτα πρότερον εἰπών, δι’ ὧν σαφῶς τὸ πολὺ [*](1 εἰσιν (pr. l.) a εἰσὶ (alt. l.) C 2 ποσὰ om. C 3 ὥσπερ εἴπομεν a (cf. p. 94,12) 4 μὲν om. a τὸ μίκρ’. a 8 post ἔχοντος add. ἤγουν τοῦ ἀριθμοῦ καὶ τοῦ χρόνου a 9. 10 ἐπὶ — λόγον om. F 10 μὲν om. F 11 ἦσαν C 13 ἐστὶ ποσόν a 14 καὶ καταχp. a 14. 15 μικρὸν] μακρὸν F1 14 καὶ τὸ μέγα om. F 15 φέρομεν] λέγομεν F post πολὺ addas καὶ τὸ ὀλίγον 16 τοῦ δημοσθ. a ἡ μέγαν Paris. 2051: καὶ μέγα C: ἢ μέγα a: om. F περὶ] an πρὸς? 17 τὸ μικρὸν καὶ om. Fa τοῦ λόγου τούτου a 19 μικρὸν F1 20 δώδεκα C φίλιππον F 22 πολλάκις post δὲ coll. a 23 πολλοὺς .. σταδίους C διαιρεῖσθαι Ca 23. 24 καὶ τοῖς — διῃρῆσθαι om. F (fort. recte) 23 καὶ] ἡ a τρόπον Paris. 2051: τόπον Ca 25 ἀπορίας Fa 26 τὸ ὀλίγον a ἐν οἷς ἔλεγεν om. F (cf. p. 5a38) 27 ἔφθην a 30 γὰρ om. C 31 γε om. C Arist. (cf. p. 92,9) τὴν αὐτοῦ ἐπιφ. C)

    99
    καὶ τὸ ὀλίγον ποσὰ εἶπεν, ἐν τούτοις φησὶ μὴ εἶναι τὸ πολὺ καὶ τὸ ὀλίγον [*](78v) τοῦ ποσοῦ ἀλλὰ τῶν πρός τι; καὶ εἰ ἐνταῦθα ἀληθῶς δέδεικται τὸ μὴ εἶναι αὐτὰ τοῦ ποσοῦ, κακῶς ἀνωτέρω ποσὰ εἶναι αὐτὰ εἴρηκε. τί οὖν πρὸς τοῦτό φαμεν; ὃ πολλάκις ἡμῖν εἴρηται, ὅτι τὰ πρός τι οὐκ ἔχει φύσιν ἀφωρισμένην, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις συνίσταται. καὶ ἔστι τὸ πολὺ καὶ ὀλίγον καὶ μέγα καὶ μικρὸν καὶ διπλάσιον καὶ ἥμισυ καὶ τὰ παραπλήσια πρός τι ἐν ποσῷ συνιστάμενα, οὐκ ἐν ποιῷ, ὥσπερ καὶ τὸ λευκότερον καὶ γλυκύτερον καὶ βαρύτερον πρός τί ἐστιν ἐν ποιῷ τὴν ὕπαρ- ξιν ἔχοντα. ὅταν οὖν λέγωμεν πολὺ τὸ λευκόν, ἐπεὶ τὸ πολὺ καὶ ὀλίγον πρός τι ὄντα περὶ τὸ ποσὸν καὶ οὐ περὶ τὸ ποιὸν καταγίνεται, οὐ κυρίως δηλονότι λέγομεν οὐδὲ καθ’ αὑτά, ἀλλὰ διότι ἡ ἐπιφάνεια πολλή, ἥτις ἦν του ποσοῦ. οὐ τοῦτο οὖν ἔλεγεν ἀνωτέρω ὅτι τὸ πολὺ αὐτὸ καθ’ αὑτὸ ποσόν ἐστιν, ἀλλ’ ὅτι ἐν ποσῷ πρός τι. καὶ οὐ δεῖ γε τοῦτο ἐπὶ τοῦ ποσοῦ φέρειν, εἰ μὴ κατὰ συμβεβηκός, τῷ ἐν ποσῷ εἶναι ἐπιδεχομένῳ τὸ πολὺ καὶ ὀλίγον.

    p. 6a12 Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασιν.

    ᾿Επειδήπερ ἀπέδειξε τὸ μέγα καὶ τὸ μικρὸν μήτε ποσὰ ὄντα μήτε ἐναντία, φησὶν ὅτι εἰ ὅλως βούλεταί τις | ἐπὶ τοῦ ποσοῦ ἐναντιότητα θεωρῆσαι, [*](79r) λαμβανέτω τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται. οὕτως γὰρ ὁρίζονται τὰ ἐναντία ῾τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀλλήλων διεστῶτα’. τούτῳ δὲ αὐτὸς οὐκ ἀρέσκεται· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ τὸ πέριξ καὶ τὸ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου ἐστὶ πέριξ. τὸ δὲ ἄνω καὶ τὸ κάτω τὴν κατὰ διάμετρον διάστασιν ἀφεστάναι ὀφείλουσιν ἀλλήλων· ἡ δὲ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, ἐν ᾗ τὰ βαρέα πάντα φέρεται· πῶς οὖν τὸν τῆς γῆς τόπον, τοῦτ’ ἔστι τὸ τοῦ παντὸς κέντρον, ἐναντίον ἐροῦμεν τῷ τοῦ πυρὸς τόπῳ, τοῦτ’ ἔστι τῇ κοίλῃ τῆς σελήνης περιφερείᾳ; οὐ γὰρ τὴν τοῦ παντὸς διάμετρον ταῦτα διεστήκασιν ἀλλήλων. ὥστε οὐ πλεῖστον διεστήκασι· πλεῖστον γὰρ διεστήκασι [*](1 primum τὸ om. F τοῦ ποσοῦ a ἐν τ.] ἐνταῦθα δέ Ca μὴ] οὐκ a 1. 2 τοῦ ποσοῦ καὶ τὸ ὀλ. καὶ τὸ πολύ C 2 τὸ om. C 3 κακῶς. εἴp.] an πῶς .. εἴρηκε;? 4 φασιν a εἴρηται] p. 47,12 ἔχει ἀληθῶς a 5 συνίστανται C I ἔτι F 6 τὸ ὀλ. a 7 τῶν πρός a 9 λέγομεν F 10 περὶ τὸ (alt.) om. C καταγίνονται C 11 ἥτις] τις Fa 13 ἀλλ’ ὅτι καὶ a ἐν — τι] πρός ὂν ἐν ποσῷ ἐστιν C 14 τῶ] τὸ Ca ἐπιδεχομένου C: ἐπιδεχόμενον a τὸ om. F 15 τὸ ὀλ. a 16 τὸν om. C 17 τὸ γὰρ — τιθέασιν in lac. om. C lemma tinuanl ad εἶναι (6a15) CFa (cf. p. 100,16) 18 εἶναι a 20 alt. καὶ om 21 τῶν ἐν. τὸν ὁp. coll. CF 22. 23 διεστ. ἀλλ’. coll. C 23 διεστηκότα a 25 ἃ] οἷον C 29. 30 τῇ κοίλῃ περιφερεία̣ τῆς σεληνιακῆς σφαίρας a 31 ὥ διεστ.] ὡς γὰρ εἶπον C 31 πλεῖστον γὰρ διεστ. om. F γὰρ om)

    100
    τὰ πᾶσαν τὴν διάμετρον διεστηκότα. οὐκοῦν οὐδὲ ἐναντία ταῦτά ἐστιν, οὐδ’ [*](79r) ἄνω τε καὶ κάτω, ἀλλ’, ὡς εἶπον, τῶν πρός τι (τὸ γὰρ πέριξ μέσου ἐστὶ πέριξ), εἰ μή τις κάτω ὑπόθοιτο πᾶσαν ἅμα τὴν γῆν, διότι τοῖς καθ’ ὁτιοῦν αὐτῆς μέρος οἰκοῦσιν ὑπὸ ποσὶ καὶ κάτω ἐστὶν ἡ γῆ, ὁ δὲ οὐρανὸς ἄνω. εἰ δὲ κατὰ τὴν ἐπιφάνειαν αὐτῆς βούλεταί τις τὸ κάτω λέγειν, ἄνω δὲ τὴν σφαῖραν, εὑρεθήσεται τὸ αὐτὸ καὶ ἄνω καὶ κάτω ὄν· ἡ γὰρ ἄνω τῆς γῆς ἐπιφάνεια ὡς μὲν πρὸς τὸν οὐρανὸν κάτω ἐστίν, ὡς δὲ πρὸς τὴν ὑποκάτωθεν ἑαυτῆς ἐπιφάνειαν ἄνω. ἀλλὰ καὶ τῶν ἡμισφαιρίων ἑκάτερον ἄνω τε καὶ κάτω ἔσται, κατὰ τὴν διάφορον κίνησιν ἀμείβοντα καὶ τὴν σχέσιν. ἀλλ’ οὐδέν ἐστιν ἅμα ἐν ἑαυτῷ κατὰ τὸ αὐτὸ τὰ ἐναντία ἔχον. ὥστε οὐ δυνατὸν ἐν τῇ φύσει τῶν ὄντων εἶναι κυρίως τὸ ἄνω καὶ κάτω, εἰ μή τί γε κατὰ τὸν εἰρημένον τρόπον πᾶσαν | ἅμα τὴν γῆν κάτω λέγειν [*](79v) τις βούλοιτο. θέσει δέ ἐστι τὸ ἄνω καὶ τὸ κάτω, ὡς ἡ ὑπὲρ κεφαλὴν ἡμῶν ὀροφή· ὡς γὰρ πρὸς ἡμᾶς ἄνω ἐστίν, ὡς δὲ πρὸς τοὺς ὑπὲρ αὐτὴν κάτω.

    p. 6a13 τὴν πρὸς τὸ μέσον χώραν κάτω τιθέντες διὰ τὸ πλεῖ· στῆν τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι.

    Οἱ βουλόμενοι, φησί, τὸ ἄνω καὶ τὸ κάτω ἐν τῇ φύσει τῶν ὄντων εἶναι διὰ τὸ τὴν γῆν ὡς πρὸς ἕκαστον πέρας τοῦ κόσμου τὴν κατὰ διάμετρον διάστασιν ἀφεστηκέναι, διὰ τοῦτο τὴν γῆν κάτω βούλονται.

    p. 6a15 Ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται.

    ᾿Επειδὴ κάτω, φησί, τὴν γῆν ὑπενόησαν εἶναι, αὕτη δὲ ὡς πρὸς ἕκαστον τοῦ κόσμου πέρας τὴν πλείστην διάστασιν διέστηκε, λέγω δὴ τὴν καιὰ διάμετρον, ἐναντίον δὲ τῷ ἄνω τὸ κάτω, ὑφ’ ἓν δὲ γένος ἀνάγονται ταῦτα τὸ ποσόν, ἐκ τούτων καὶ πᾶσι τοῖς ἐναντίοις τὸν ὁρισμὸν ἐπιφέρου- σιν ἐναντία λέγοντες εἶναι τὰ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ὑπὸ τὸ αὐτὸ γένος.

    [*](1 κατὰ πᾶσαν C ἑστηκότα F pr. οὐδὲ] οὐκ C ταῦτά ἐστιν om. F 1. 2 οὐδ’ ἄνω—κάτω ante εἰ (3) ponas 2 εἶπον] p. 99, 25 3 ὐπόθητο F 4 ὁτοιοῦν F μέρος αὐτῆς coll. Ca post κάτω add. εἶναι del. F 7 τὸν om. F 8 αὐτῆς C 10 οὐδέ ἐστιν a ἐν om. ὅ 11 οὐ δὺν.] οὐκ ἐνὸν C 12 τι] τοί Fa κάτω om. F 13 ante θέσει add. lemma ἐοίκασι—ὁρίζονται C θέσις C 16 lemma om. C τιθ.] λέγοντες Arist. 19 ἕκαστον] ἓν C: τὸ F (cf. v. 25) κατὰ om. F 20 βούλεται C 21 post δὲ add. φησι CFa: delevi ex Paris. 2051 25 post ἕκαστον add. μέρος C πέρας om. CF 20 τῶ] τὸ CF 28 εἶναι om. C)
    101

    p. 6a19 οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ [*](79v) ἦττον.

    Εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐ προσέθηκεν ΄οὐκ ἴδιον δὲ τοῦτο τοῦ ποσοῦ, ὅτι καὶ τῇ οὐσίᾳ ὑπάρχει’, ὥσπερ καὶ ἐπὶ τῆς οὐσίας ἐποίησε· δῆλον γὰρ τοῦτο ἦν ἐκ τῶν περὶ τῆς οὐσίας εἰρημένων· εἰ γὰρ ἐκεῖ ἔλεγεν ὅτι οὐκ ἴδιον δὲ τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον, ὅτι καὶ τῷ ποσῷ ὑπάρχει’, δῆλον ὅτι κἀνταῦθα οὐκ διιὸν ἔσται τοῦ ποσοῦ, ὅτι καὶ τῇ οὐσίᾳ ὑπάρχει· ὥστε τῶ ποσῷ οὐδέν ἐστιν ἐναντίον, ἀλλ’ εἰ ἄρα, δεῖ λέγειν ὅτι τὸ ποσὸν τῶν ἐναντίων ἐστὶ δεκτικόν, ὥσπερ ἐλέγομεν καὶ τῇ οὐσία μηδὲν μὲν εἶναι ἐναντίον, αὐτὴν δὲ τῶν ἐναντίων εἶναι δεκτικήν. τί οὖν, φασίν, οὐκ ἔστι τὸ παχὺ καὶ τὸ λεπτὸν τοῦ ποσοῦ καὶ τὸ πλατὺ καὶ τὸ στενόν, | ἅπερ [*](80r) ἐναντία ἐστίν; ἀλλὰ λέγομεν ὅτι ταῦτα οὔκ εἰσι ποσὰ ἀλλ’ ἐν ποσοῖς ἔχει τὸ εἶναι, ὥσπερ καὶ τὸ μέγα καὶ τὸ μικρόν· παχὺ γὰρ λέγομεν τὸ πολλὴν ἔχον τὴν κατὰ βάθος διάστασιν, καὶ πλατὺ τὸ τὴν κατὰ πλάτος, στενὸν δὲ καὶ λεπτὸν τὸ ὀλίγην ἔχον τὴν κατά τε βάθος καὶ πλάτος διάστασιν. καὶ ὅσα δὲ περὶ τῶν ἄλλων εἰρήκαμεν, μεγάλου λέγω καὶ μικροῦ καὶ πολλοῦ καὶ ὀλίγου, ταῦτα καὶ ἐπὶ τούτων ἐροῦμεν· καὶ γὰρ ταῦτα τῶν πρός τί ἐστιν.

    p. 6a19 Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον.

    Ἐπ΄ ἄλλο μεταβέβηκεν ἴδιον τοῦ ποσοῦ, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐστὶν ἡ ἐναωτιότης, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκιμάζει ὡς καὶ τῇ οὐσίᾳ ὑπάρ- χον, καὶ ἐφ’ ἕτερον ἴδιον μεταβαίνει καί φησιν·

    p. 6a26 ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνι’ λέγεσθαι. |

    Τοῦτο κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ, ἐπειδὴ καὶ μόνῳ ὑπάρχει καὶ [*](80v) [*](1. 2. 20. 21 καὶ ἧττον Arist. 4 νῦν οὐ προσέθ’. C τοῦτο om. C 5 ἐπὶ τῆς οὐσίας ἐποίησε] p. 3b27 6 τὴν οὐσίαν C ἕ δὲ] τοῦτο in ras. C 9 ὥστε τὸ ποσὺν οὐδέν ἐστι δεκτικὸν τῶν ἐναντίων a εἰ] ἡ F 10 p. 77,27 μὲν] μὴ a: om. F 11 φησίν CF 15 ante πλατὺ add. τὸ P alt. τὴν om. a 16 ἔχον post διαστ. coll. a τε ante κατὰ coll. a. om. C 17 παρὰ F 18 καὶ γὰρ καὶ C τῶν om. F 19 ἐστιν om. C 23 τὸ om. F εἴρηται] p. 75,17 25 πάλιν] μᾶλλον F καὶ (alt CF 26 καὶ ἐφ’ ἔτ.] ἐφ’ ἔτ’. δὲ a μεταβ. ἴδιον coll. a 29 ante add. καὶ ἐστι om. 1 C)

    102
    παντί. γραμμὴ γὰρ γραμμῇ ἴση τε καὶ ἄνισος λέγεται καὶ τόπος [*](80v) τόπῳ καὶ ἐπιφάνεια ἐπιφανείᾳ καὶ σῶμα σώματι καὶ χρόνος χρόνῳ καὶ λόγος λόγῳ καὶ ἀριθμὸς ἀριθμῷ. ἐὰν δὲ ἐπ’ ἄλλου τινὸς λέγωμεν τὸ ἴσον καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον λέγομεν ὅτι ἴσον ἐστὶ τοῦτο τὸ λευκὸν σῶμα τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ δὲ λευκὰ ἀλλὰ καθὸ σώματα, ἅπερ ἐστὶ τοῦ ποσοῦ. ἀλλὰ μᾶλλον τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐπὶ τῶν τοιούτων ῥηθείη κυρίως· λευκὸν γὰρ λευκῷ ὅμοιον καὶ ἀνόμοιον λέγεται, καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως.

    Περὶ τῶν πρός τι.

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. |

    Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· πρῶτον [*](81r) τὴν τάξιν αὐτῶν τὴν πρὸς τὰς κατηγορίας, δεύτερον τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τρίτον τὴν ὑπόστασιν αὐτῶν τίς ἐστι, τέταρτον τὴν εἰς τὰ εἴδη διαίρεσιν, πέμπτον τὸν τρόπον τῆς διδασκαλίας. πρῶτον οὖν τὴν τάξιν· διὰ ποίαν αἰτίαν μετὰ τὸν τοῦ ποσοῦ λόγον ἔταξε τὸν περὶ τῶν πρός τι καὶ μὴ τὸν περὶ τοῦ ποιοῦ, καίτοι γε τὸ ποιὸν εἶδός τι καθ’ αὑτὸ ἔχει καὶ ὑπόστασιν, ταῦτα δὲ ἰδίαν οὐκ ἔχει ὑπόστασιν ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι, τιμιώτερα δὲ τὰ καθ’ αὑτὰ ὑφεστηκότα τῶν ἐν σχέσει μόνῃ τὸ εἶναι ἐχόντων· δεῖ γὰρ αὐτό τι πρῶτον καθ’ αὑτὸ εἶναι, εἶθ’ οὕτως τὴν πρὸς ἕτερον ἀναλαβεῖν σχέσιν. λέγομεν οὖν ὅτι ὥσπερ ἐπὶ τοῦ ποσοῦ ἐποίησε καὶ δευτέραν ἔταξε τὴν περὶ τούτου διδασκαλίαν, διὰ τὸ μνημονεῦσαι αὐτοῦ ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ, ἵνα μὴ ἐπὶ πολὺ ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα τί ποτέ ἐστι τὸ ποσόν, οὕτω καὶ ἐνταῦθα ποιεῖ. ἐπειδὴ γὰρ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ ἐμνήσθη τῶν πρός τι, ἔνθα ἔλεγε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τῶν πρός τι εἶναι, ἵνα μὴ ἐπὶ πολὺ ἐάσῃ ἡμᾶς ἀγνοοῦντας τίς ἡ φύσις τῶν πρός τι, εὐθέως τὸν περὶ τούτων ποιεῖται λόγον. διὰ τί δὲ ἐπιγέγραπται Περὶ τῶν πρός τι καὶ μὴ περὶ τοῦ πρός τι, ὥστε εἶναι τὴν ἐπιγραφὴν ἑνικήν; λέγομεν ἐπειδὴ τὰ πρός τι σχέσις τίς ἐστιν, ἡ δὲ σχέσις τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται, διὰ τοῦτο πληθυντικῶς ἐπέγραψε· τὸ γὰρ δεξιὸν [*](1 post παντί add. πράγματι Fa γὰρ om. C 2 καὶ χρόνος χρόνω om. Ca 3 λέγομεν F 4 ἴσον τε a τὸ ἄνισον F κατὰ om. F 5 ἴσον] ὅσον C 6 δὲ om. a 11 τοιαῦτα] ταῦτα Γ’ 15 τίς ἐστι om. F 17. 18 παρὰ (utrobique) F 18 καὶ om. F 19 ταῦτα δὲ] τὰ δὲ πρός τι F 24 τῆς om. a 25 τὸν ἀκp.— ἐάση (28) om. F τὸν ἀκp. ἅγν’.] ἡμᾶς ἀγνοοῦντας a τὸ om. a 27 ἔλεγε] p. 5b27 31 τίς] τί F 32 δυσὶ a)

    103
    ἀριστεροῦ ἐστι δεξιὸν καὶ οὐκ ἄν τι εἴη αὐτὸ καθ’ αὑτὸ δεξιόν, καὶ ὁ [*](81r) πατὴρ υἱοῦ πατὴρ καὶ οὐκ ἄν τις καθ’ αὑτὸν εἴη πατὴρ μὴ πρὸς υἱὸν λεγόμενος. ἐπὶ δὲ τῆς οὐσίας | δυνατόν, μᾶλλον δὲ ἀναγκαῖον ἓν πρᾶγμα [*](81v) καθ’ αὑτὸ εἷναι οὐσίαν, οἷον ἄνθρωπον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ. δυνατὸν γὰρ τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι. δυνατὸν δὲ καὶ αὐτὰ μὲν τὰ πράγματα ῾τὰ περὶ τῶν πρός τῖ’ λέγεσθαι πληθυντικῶς, αὐτὴν δὲ τὴν κατηγορίαν ἑνικῶς ῾περὶ τοῦ πρός τῖ’, ὥσπερ καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἄλλων κατηγοριῶν ἑνικῶς προσφερόμεθα τὴν κατηγορίαν, δηλοῦντες διὰ τῆς ἐπιγραφῆς οὐ τὰ πράγματα τὰ ἐν αὐτῇ, ἀλλὰ τὴν κοινῶς κατ’ αὐτῶν λεγομένην φύσιν, ἐπεὶ καὶ ἡ σχέσις εἰ καὶ ἐν πλείοσίν ἐστιν, ἀλλ’ οὖν μία τίς ἐστι τῷ ὑποκειμένῳ, ὡς καὶ τὸ σπέρμα καὶ ὁ καρπὸς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις· μία γὰρ ἡ σχέσις τοῦ δούλου πρὸς τὸν δεσπότην, ἥτις ἀρχομένων μὲν ἡμῶν ἀπὸ τοῦ δούλου δουλεία λέγεται ἀπὸ δὲ τοῦ δεσπότου δεσποτεία. ὁμοίως καὶ ἐπὶ μαθητοῦ καὶ διδασκάλου καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα, ὡς εἴπομεν, ἐνδείξηται ὅτι ἡ τῶν πρός τι κατηγορία οὐδέποτε ἐν ἑνὶ πράγματι ὑφίσταται, διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι τὴν ἐπιγραφὴν πεποίηται.

    Περὶ δὲ τῆς ὑποστάσεως ταῦτά φαμεν· τινές φασι μηδὲν εἶναι τῶν πρός τι φύσει, ἀλλὰ ἀνάπλασμα εἶναι ταῦτα τῆς ἡμετέρας διανοίας, λέγοντες ὅτι οὕτως οὐκ ἔστι φύσει τὰ πρός τι ἀλλὰ θέσει, ὅτι δυνατὸν καὶ τὸν δεξιὸν ἀριστερὸν γενέσθαι καὶ τὸν ἀριστερὸν δεξιόν, καὶ ὁ πατὴρ καὶ υἱός ἐστι καὶ ὁ δοῦλος θέσει δοῦλος· οὐδεὶς γάρ ἐστι φύσει δοῦλος· ὁ αὐτὸς γὰρ καὶ δεσπότης κατὰ ταὐτὸν ἑτέρου γένοιτ’ ἄν. οὗτοι δὲ οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος ἐν σχέσει τινὶ τῇ πρὸς ἄλληλα θεωρεῖται· τὸ μὲν γάρ τι ὑπὸ τῆς φύσεως δεξιὸν τέτακται οἷον τὸ ἧπαρ, τὸ δέ τι ἀριστερὸν οἷον ὁ σπλήν, καὶ οὐκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν | δεξιός, ἀλλ’ εἰ ἀμειφθείη τούτων ἡ τάξις, διέφθαρται τὸ ζῷον. καὶ ὁ [*](82r) θεὸς ἄρχει μόνως ἡμεῖς δὲ πάντες ὑπ’ αὐτοῦ ἀρχόμεθα, καὶ ἡ ψυχὴ μόνως κινεῖ τὸ σῶμα καὶ ἡ φύσις, τὸ δὲ σῶμα μόνως κινεῖται ὑπ’ αὐτῶν καὶ οὐκ ἀντικινεῖ αὐτά. τινὲς δὲ ἐκ διαμέτρου τούτοις ἔχοντες πάντα τὰ πράγματα πρός τι ἔλεγον, ὧν εἷς ἦν Πρωταγόρας ὁ σοφιστής· ἔλεγε γὰρ οὗτος ὅτι οὐδὲν τῶν πραγμάτων ὡρισμένην ἔχει φύσιν, διὸ καὶ ἔλεγεν ὅτι [*](1 τις F 5 καὶ om. a 6 τὰ (post πp.) om. a 7 post κατ’. add. ἤτοι τὴν σχέσιν αὐτὴν a καὶ (prius) om. a τῶν om. F 10 λεγομένην om. F καὶ (alt.) om. C 11 καὶ (pr.) om. a 13 μὲν om. CF 14 δεσπότου om. C 15 εἴπομεν] p. 102,3] δείξη C 16 ἐν om. a 17 ἐποίησε C 18 post ὑποστ. add. αὐτῶν a τοιαῦτα C ἑ a 20 οὕτως ὅτι coll. F τὰ πρός τι φύσει coll. C ὅτι δὺν.] ὡς C 20. 21 δέξ’. .. τὸ ἀρ’. a 22 γὰρ τίς ἐστι F 23 γὰρ Paris. 2051: δέ CFa 24 γὰρ οὕτω coll. C 25 θεωρεῖται a Ammon. : θεωρεῖσθαι codd. τι] τοι F 27 om. C 28 ἀμειφθείη a Paris. 2051: ἀμειφθῇ CF τὸ 29 μόνως Paris. 2051: μόνος CFa καὶ ἡμεῖς δὲ a posl πάντες add. μ 31 ἀντικινεῖ] κινεῖ C: ἂν κινῇ F 32 Πρωταγ.] cf. Zelleri Phil. Gr. I 4 p. 978 sq.)

    104
    οὐκ ἔστι τινὰ ψευδῆ λέγειν· ἕκαστος γὰρ κατὰ τὸ φαινόμενον αὐτῷ καὶ [*](82r) δοκοῦν περὶ τῶν πραγμάτων ἀποφαίνεται οὐκ ἐχόντων ὡρισμένην φύσιν ἀλλ’ ἐν τῇ πρὸς ἡμᾶς σχέσει τὸ εἶναι ἐχόντων· τοιγαροῦν οἱ μὲν ἰκτε- ριῶντες τὸ μέλι φασὶ πικρὸν εἶναι καὶ ἀληθεύουσί γε (ὃ γὰρ δοκεῖ καὶ φαίνεται αὐτοῖς, τοῦτο καὶ λέγουσιν), οἱ δὲ ὑγιαίνοντες γλυκὺ καὶ αὐτοὶ ὁμοίως ἀληθεύοντες. καὶ ὁ τράχηλος δὲ τῆς μελαίνης περιστερᾶς ἐν ἡλίῳ ἑστώσης τοῖς μὲν φαίνεται ἁλουργὸς τοῖς δὲ χρυσοειδής, καὶ ἄλλοις ἄλλως πὼς πρὸς τὴν διάφορον αὐτῆς τε καὶ τῶν ὁρώντων θέσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων· τὸ γὰρ ἄλλῳ δοκοῦν ἀληθὲς ἄλλος ψευδὲς εἶναι οἴεται, καὶ τὸ τῶδε καλὸν εἶναι δοκοῦν ἄλλῳ φαῦλον νενόμισται, τὸ ἀντι- κείμενον δὲ ἀληθές. νόμῳ οὖν πικρόν φαμεν νόμῳ γλυκύ, θάτερον δὲ οὐδέν. ὥστε οὐδὲν τῶν πραγμάτων ὡρισμένην τινὰ ἔχει ὑπόστασιν, ἀλλὰ τῶν πρός τί ἐστι. τοῦτον δὲ ἐλέγχει μὲν καὶ ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ λόγῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας λέγων ὅτι εἰ πᾶν ὃ οἴεταί τις ὅτι ἐστί, τοῦτο καὶ ἀληθές ἐστιν, ἐπειδὴ οἱ μαινόμενοι ὑπολαμβάνουσι τὸ πῦρ τρέφειν καίειν δὲ μή, ἐχρῆν αὐτοῖς προσαγόμενον τὸ πῦρ τρέφειν καὶ μὴ καίειν, ἢ ἐπειδὴ τὸν ἄρτον ὑπολαμβάνουσι καίειν, ἐχρῆν τὸν ἄρτον καίειν αὐτοὺς καὶ μὴ τρέφειν. | ἐλέγχει δὲ καὶ ὁ Πλάτων’ ἐν τῷ Θεαιτήτῳ τῷ [*](82v) διαλόγῳ αὐτὸ τοῦτο προθέμενος ἐλέγξαι, ἐν ᾧ μετὰ πολλὰς ἀποδείξεις καὶ τοῦτον ἐπιφέρει χαριέντως τὸν λόγον· ΄ἐπειδὴ ἡμεῖς,’ φησίν, ὦ Πρωταγόρα, φαμέν σε μὴ ἀληθεύειν, ἆρα ἀληθεύομεν λέγοντες περὶ σοῦ ὅτι ψεύδῃ ἢ ψευδόμεθα; εἰ μὲν οὖν ἀληθεύομεν, ψεύδεται Πρωταγόρας λέγων ὅτι πάντες ἀληθῆ λέγουσιν (ἡμεῖς γὰρ ἀληθεύομεν λέγοντές σε ταῦτα ψευδῆ λέγειν), εἰ δὲ ψευδόμεθα, ἔστιν ἄρα ψευδῆ λέγειν καὶ οὐ πᾶς ὁ λέγων τι ἀληθεύει’. ἄλλοι δὲ παρὰ τούτους ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μέν ἐστι πρός τι τὰ δὲ αὐτὰ καθ’ αὑτά· πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, αὐτὰ δὲ καθ’ ἑαυτὰ οἷον σῶμα ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. τὰ δὲ πρός τι ταῦτα οἰκείαν μὲν ὑπόστασιν οὐκ ἔχει, ἐν ταῖς ἄλλαις δὲ κατηγορίαις ἔχει τὸ εἶναι· ὅταν γὰρ εἴπω πατέρα, εἶπον ἐν οὐσίᾳ πρός τι, ὅταν δὲ πολὺ ἢ ὀλίγον, εἶπον ἐν ποσῷ πρός τι, ὅταν δὲ λευκότερον ἢ μελανώτερον, ἐν ποιῷ, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καλῶς δέ τινες ἀπεικάζουσιν αὐτὰ παραφυάσιν, αἵτινες οὐκ ἰδίαν ἔχουσιν ὑπό· στάσιν, ἀλλ’ ἐν φυτοῖς ἔχουσι τὸ εἶναι. ἀπεικάζουσι δὲ αὐτὰ καὶ τοῖς ἀντερείδουσιν ἄλληλα ξύλοις· τούτων γὰρ τοῦ ἑτέρου ἀναιρεθέντος οὐκ ἔσται τὸ λοιπόν.

    [*](2 τῶν πp. ἀποφαίν. πέρι (sic) C: ἀποφ. περὶ τῶν πp. a 4. 5 αὐτοῖς καὶ φαῖν’. coll. a 8 τὴν om. F αὐτοῖς a 9 ψεῦδος a 1 1 πικρῷ a 13 εἰσι Fa 13. 14 ἐν τῷ τρίτῳ λόγῳ τῆς Μετὰ τὰ φ.] Γ 4 p. 1007b22.5 p. 1009a6.6 p. 1011a17 sq. 14 τὰς φυσικὰς F 14. 15 ὅτι ἐστί] τι ἐστὶ C: τι εἶναι a 18 ἐν τῷ Θεαιτήτῳ] p. 170 C sq. 22 οὖν om. C 24 ψευδῶς (pr. l.) F 25 περὶ CF 28 καθὸ ἄνθρωπος om. C 31 λευκώτ. F 33 περιφ. Γ’ (cf. p. 47,16) 34 αὐτὰ om. F)
    105

    ῾H δὲ διαίρεσις αὐτῶν ἐστιν αὕτη· τῶν πρός τι τὰ μὲν καθ’ όμωνυμίαν [*](82v) λέγεται ὡς τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν. καὶ τῶν καθ’ ἑτερωνυμίαν τὰ μὲν ἀπὸ ἦς πρὸς ἄλληλα ὑπεροχῆς ἢ ἐλλεί- ψεως ὡς τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ με καὶ τὸ ἔλαττον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰθητὸν καὶ τὸ | ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, ἢ κατὰ τὸ μετέχον [*](83r) καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται ἐπιστήμων, ἢ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, ἢ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, ἢ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ὁ δεξιὸς ἀριστεροῦ δεξιός. τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· οὐκ εὐθὺς παραδίδωσι τὸν ὑγιῆ τῶν πρός τι ὁρισμόν, ἀλλὰ πρότερον ἐκτίθεται ὃν οἱ παλαιοὶ ἔθεντο τῶν πρός τι ὁρισμόν, εἶτα δείκνυσιν ἄτοπα πάμπολλα τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον ὁρισμὸν αὐτῶν ἀποδίδωσιν, ὃς μόνοις τοῖς πρός τι καὶ πᾶσιν ὑπάρχει· ἵνα γὰρ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, πρότερον τὸν αὐτῶν ὁρισμὸν ἐκτίθεται, καὶ δείξας τὰ παρακολουθοῦντα αὐτῷ ἄτοπα ἀνεπαχθῶς λοιπὸν τὸν οἰκεῖον ὅρον κρατύνει.

    Δεῖ δὲ εἰδέναι ὅτι τὰ πρός τι πάντως μὲν ἀπὸ εὐθείας ἄρχεται πτώσεως, ἀποδίδοται δὲ πρὸς μίαν τῶν πλαγίων. καὶ ἔστι μὲν ὅτε πρὸς ἣν ἀποδίδοται, πρὸς αὐτὴν καὶ ἀντιστρέφει, οἷον ὁ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός, ἔστι δὲ ὅτε οὐ πρὸς ἣν ἀποδίδοται, πρὸς αὐτὴν καὶ ἀντιστρέφει ἀλλὰ πρὸς ἑτέραν, ὡς ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ· ἡ γὰρ αἴσθησις αἰσθητοῦ αἴσθησις· ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις· ἀλλ’ οὐκ ἀντιστρέφει πρὸς γενικήν, ἀλλὰ πρὸς δοτικήν· τὸ γὰρ αἰσθητὸν τῇ αἰσθήσει αἰσθητόν. καὶ πρὸς αἰτιατικὴν δὲ γίνεται πολλάκις ἡ ἀπό- δοσις, ὡς ὅταν λέγωμεν ῾ὁ τύπτων τυπτόμενον τύπτει’, καὶ πρὸς γενικὴν αὕτη τὴν ἀντιστροφὴν ποιεῖται· ὁ γὰρ τυπτόμενος ὑπὸ τύπτοντος τύπτεται. |

    [*](4 τὸ (ante ὀλίγον) om. F 5 τὸ ἀρχόμενον a 12 τῶδε F 14 πάμπολα C: om. F τούτῳ ἐπ’. a Ammon.: ἐπ’. τούτω C: ἐπ’. πολλά F 15 ὁp. ante αὐτὸς coll. a 19 πάντως om. C 24. 25 ἡ ἀπόδοσις — γενικήν om. F 25 γεν. μόνην ἀλλὰ καὶ C 27 καὶ πρὸς γεν.] πρὸς γεν. δὲ C 28 τοῦ τύπτοντος a 29 post τύπτεται add. Τῶν πρός τι τὰ μὲν καθ’ ὁμωνυμίαν λέγεται (ὁ om. C) φίλος φίλω φίλος, τὰ δὲ καθ’ ἑτερωνυμίαν, τὰ μὲν ἀπὸ τῆς ὑπεροχῆς καὶ ἐλλείψεως (ἐκλ. C) ὡς τὸ μεῖζον καὶ ἔλαττον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ ὁ om. C) δεσπότης καὶ ὁ (ὁ om. C) δοῦλος, τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς αἰσθητὸν καὶ αἴσθησις (αἴσθησις καὶ αἰσθ. C), τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπίστη ἡ ἐπιστήμη, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ (ὁ om. C) πατὴρ καὶ τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον (ποιεῖν καὶ πάσχειν C) ὡς ὁ τύπτων καὶ ὁ τυπτόμενος, τὰ δὲ κατὰ τὴν ἐν τόπω διαφορὰν ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. CF: Πρός τι δέ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ οὐ καθὸ ὑπάρχουσι φύσεως, ἀλλὰ κατ’ αὐτὸ τοῦτο, καθὸ ἑτέρων εἰνὶ κατὰ τοῦτο πρός τί ἐστιν. οἷον ὁ πατὴρ καὶ ὁ δεσπότης ἄνθρωποί εἰσιν· ληφθῶσιν, οὐκ εἰσὶ πρός τι, ἀλλά καθὸ τὴν πρὸς ἕτερον ἔχουσι σχίσιν πρός τι. καὶ δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθ’ δεξιός a)
    106

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

    [*](83v)

    Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ· ἄτοπα γὰρ πολλὰ δείξει τῷ ὁρισμῷ ἀκολουθοῦντα καὶ αὐτὸς ἄλλον θήσει ὁρισμόν.

    p. 6a36 Ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.

    Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός.

    p. 6a37 Ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον.

    ᾿Επειδὴ πρὸς γενικὴν τὴν ἀπόδοσιν ἐποιήσατο εἰπὼν τὸ ἑτέρων εἶναι λέγεται, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται τὰ πρός τι, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικὴν ἡ ἀπόδοσις γένηται.

    p. 6b2 ἐστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις διάθεσις αἴσθησις ἐπιστήμη θέσις.

    ᾿Επειδὴ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν, εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαύτα, ἡ ὅτι τὰ μὲν ἀνωτέρω πρὸς γενικὴν ἀποδέδωκε πτῶσιν, καὶ τὴν ἀντιστροφὴν πάλιν εἶχον πρὸς γενικήν, ταῦτα δὲ πρὸς δοτικὴν ἀντιστρέφει, ἐπίτηδες ὡς ἀπὸ ἑτέρας ἀρχῆς ταῦτα ἐκτίθεται. τὰ δὲ παραδείγματα ἐκτιθέμενος τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ταῦτα γάρ, ὡς ἔφθην εἰπών, πρὸς γενικὴν ἀποδιδόμενα πρὸς δοτικὴν τὴν ἀντιστροφὴν ποιεῖται· ἡ γὰρ ἕξις ἑκτοῦ ἕξις· ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, ἡ δὲ ἀντι- στροφὴ πρὸς δοτικήν· τὸ γὰρ ἑκτὸν ἕξει ἑκτόν. ὁμοίως δὲ καὶ ἡ διάθεσις διαθετοῦ διάθεσις καὶ τὸ διάθετόν διαθέσει διάθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη τὸ δὲ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν. |

    p. 6b11 Ἔτι δὲ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα [*](84r) θέσεις τινές.

    Βουλόμενος καὶ τὴν ἀνάκλισιν καὶ τὴν στάσιν καὶ τὴν καθέδραν τῶν [*](1 lemma om. a 2 pr. τῷ] τὸ F λέγεται δὲ a μὴ ἀρεσκ.] ἀπαρεσκ. a 5 ὁ δεξιὸς (pr. l.) a λέγ’. δ. ἔτ’. coll. C 7 ὁποσοῦν a 8 ἕτερον F 10 post ἄλλως add. πρὸς ἕτερον F 10. 11 εἴτε πρὸς γενικὴν εἴτε πρὸς δοτικὴν ἡ ἀπόδ. C 11 γίνεται a 12. 15 τοιάδε Fa 13 ἐπιστ. αἴσθ. coll. Fa 15 ἔδειξεν C αὐτὰ χώρ’. αὐτὰ F post τοιαῦτα add. τῶν πρός τι a ὅτι ἐπειδὴ a 16. 17 εἶχον πάλιν coll. Ca 17 καὶ ὡς C 18 τέχνας] τρόπον a 20 τὴν ἀντιστροφὴν iter. C 22 τὸ] τὸν F 25 ἔτι] ἔστι CF 26 διαθέσεις F 27 καὶ τὴν καθ. post βουλ’. coll. C)

    107
    πρός τι εἰπεῖν, κατασκευάζει τοῦτο ἐκ τοῦ γένους, λέγω δὴ τῆς θέσεως, [*](84r) ἥτις ἐστὶ γένος τῶν εἰρημένων, αὕτη δὲ τῶν πρός τι. ἡ γὰρ θέσις κεἰ μένου θέσις ἐστίν. εἰ δὲ τὸ γένος τῶν πρός τι, δῆλον ὅτι καὶ τὰ τούτου εἴδη, ἅπερ ἐστὶ τὰ εἰρημένα· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἱστᾶταί μέρος δὲ κεῖται καὶ καλεῖται καθέδρα. ζητητέον δὲ εἰ ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται, τί ἀνάξομεν ὑπὸ τὸ κεῖσθαι. λέγομεν οὑν ὅτι ἄλλο ἐστὶ στάσις καὶ ἄλλο ἑστάναι, ἄλλο ἀνάκλισις καὶ ἀλλο ἀνακεκλίσθαι, ἄλλο καθέδρα καὶ ἄλλο καθῆσθαι· ἡ μὲν γὰρ στάσις καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα αὐτὴν τὴν σχέσιν δηλοῖ, τὸ δὲ ἵστασθαι καὶ ἀνακεκλίσθαι καὶ καθῆσθαι οὐ μόνον τὴν σχέσιν ἀλλὰ καὶ αὐτὴν τὴν οὐσίαν δῆλοι, τὴν τε ἀνακεκλιμένην καὶ τὴν ἐν ᾗ ἀνακέκλιται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐκεῖνα οὖν ὡς σχέσιν σημαίνοντα ὑπὸ τὰ πρός τι ἀνάγονται, ταῦτα δὲ μετὰ τῆς σχέσεως καὶ τὰ πράγματα περὶ ἅ ἐστιν ἡ σχέσις δηλοῦντα ὕπο τὸ κεῖσθαι ἀνάγονται· ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ ἐν χρόνῳ ἄλλο δὲ ὁ χρόνος, καὶ ἄλλο μὲν τὸ ἐν τόπῳ ἄλλο δὲ ὁ τόπος (ö μὲν γὰρ χρόνος καὶ ὁ τόπος ποσά ἐστι συνεχῆ, τὸ δὲ ἐν τόπω ὑπὸ τὸ ποῦ ἀνάγεται καὶ τὸ ἐν χρόνῳ ὑπὸ τὸ ποτέ), οὕτω καὶ ἐπὶ τούτων ἔχει, καθὼς εἴρηται, ὃ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἤ καθέζεσθαι αὐτὰ μὲν οὔκ εἰσι θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων εἴληπται. | οὐκ εἴ τι δὲ παρωνύμως [*](84v) λέγεται, ταὐτὸν ἐστιν ἐκείνῳ τῷ ἀφ’ οὗ λέγεται· ἀπὸ μὲν γὰρ τῆς στάσεως τὸ ἑστάναι λέγεται ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ταῦτα ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτως καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετεωεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν γένος οὔσα σύστοιχον του ἑστάναι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὸ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ ὁ χρόνος τίκτει τὸ ποτὲ καὶ ὁ τόπος τὸ ποῦ, τοῦ ποσοῦ ὄντα εἴδη, οὐχ ὅτι αὐτὸς ὁ χρόνος ποτέ ἐστιν οὐδὲ ὁ τόπος ποῦ, ἀλλὰ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ γινόμενα πράγματα.

    p. 6b15 Υπάρχει δῖέ καὶ ἐναντιότης τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐνάντιον, ἑκάτερον τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ.

    Διαλεχθεὶς περὶ τοῦ πρός τι κατὰ τὰ τοῖς παλαιοῖς περὶ αὐτοῦ [*](7 τὰ] τὸ F ἀνάγεται] ἀνάγονται C: ἀνάγομεν a 15 ἀνάγεται a 17. 18 ἐν τόπ. καὶ τὸ ἐν χp. ὕπο τό ποῦ καὶ ποτὲ ἀνάγ. C 17 post τόπῳ add. καὶ a 19 20 ἤ καθῆσθαι a Arist: am. C 21 εἴρηται C: λέγεται Arist. οὐκ εἰ τι] τι F 23 pr. τὸ a Ammon.: om. CF alt. τὸ om. F 27 τοῦ] τῶ F ἑστ. καὶ ἀνακεκλ.] ἐστ’. καὶ ἀωακεῖσθαι C: ἀνακεῖσθαι καὶ ἐς 28 τὸ κεῖσθαι κατ. coll. CF 30 οὐχ ὅτι] οὐ γὰρ a 31 τὸ ποῦ CF 32 καὶ ἐναντιότης om. F τοῖς a Arist. 33 ὂν ante τῶν coll. Arist. τῶν] αὐτῶν F 34 τῶν τι a τὰ om. F αὐτῶν a)

    108
    δόξαντα, νυνὶ τὸ ἴδιον αὐτοῦ βούλεται ἀποδοῦναι, καὶ πρότερον ἐκτίθεται τὰ [*](84v) δοκοῦντα μὲν ἴδια εἶναι τῶν πρός τι μὴ ὄντα δὲ κατὰ ἀλήθειαν, ὥσπερ καὶ ἐπὶ τῆς οὐσίας ἐποίησε καὶ τοῦ ποσοῦ, ἵνα μὴ ὁ ἐπιπολῆς προσβάλλων τούτοις οἰηθῇ αὐτὰ ὄντως ἴδια εἶναι. καὶ πρῶτον μὲν ἴδιον αὐτῶν φησι τὸ ἐπιδέχεσθαι τὰ ἐναντία· τῇ γὰρ ἀρετῇ, φησίν, ἐναντίον ἡ κακία καὶ τῇ ἐπιστήμῃ ἡ ἄγνοια καὶ τῇ δικαιοσύνῃ ἡ ἀδικία· ἕκαστον γὰρ τούτων πρὸς ἕτερον λέγεται· ἡ γὰρ ἀρετὴ σπουδαίου ἀρετὴ λέγεται καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἢ ἐπιστήμονος ἐπιστήμη καὶ ἡ κακία κακοῦ κακία, καὶ ἀντιστρέφουσί γε. | οὐ πάντα δὲ τὰ πρός τι ἐπιδέχεται ἐναντιότητα. [*](85r) καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικε τὰ πρός τι, ὥσπερ ἐλέ- γομεν, καὶ πράγματα οὐκ ἔχει ἀφωρισμένα πρὸς οἰκείαν ὑπόστασιν, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκονται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται, καὶ ὅσαι μὲν τῶν κατηγοριῶν ἐπιδέχονται τὰ ἐναντία, καὶ τὰ ἐν αὐταῖς συνιστάμενα πρός τι ἔχουσιν ἐναντιότητα, ὅσαι δὲ οὐδὲν ἔχουσιν ἐναντίον, οὐδὲ τὰ ἐν αὐταῖς πρός τι ἐπιδέχονται ἐναντιότητα· οἷον ἐπειδὴ τῇ οὐσία καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ὑφισταμένοις ἔσται τι ἐναντίον, οἷον τῷ τριπλασίῳ· τὸ γὰρ τριπλάσιον καὶ πρός τί ἐστι (τινὸς γὰρ τριπλάσιον) καὶ ὅμως οὐκ ἔχει τινὰ ἐναντιότητα, ἐπειδὴ συμπλέκεται, ὡς εἶπον, κατηγορίᾳ μηδὲν ἐχούσῃ ἐναντίον, λέγω δὴ τῷ ποσῷ. ὁμοίως καὶ ἐπὶ οὐσίας, οἷον δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· τούτοις γὰρ οὐδέν ἐστιν ἐναντίον διὰ τὸ οἷς συμπλέκεται, λέγω δὴ ἀνθρώποις, ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον. ἐπειδὴ δὲ τῇ ποιότητί ἐστί τι ἐναντίον, διὰ τοῦτο καὶ τοῖς περὶ αὐτὴν πρός τί ἐστιν ἐναντίον, οἷον ἀρετὴ καὶ κακία ἐναντία καὶ ἐπιστήμη καὶ ἄγνοια· ταῦτα γὰρ ποιά ἐστιν. ἰστέον δὲ ὅτι ταῦτα ἄλλοις μέν ἐστιν ἐναντία ἄλλοις δὲ ὡς πρός τι· οἷον <ἡ> ἀρετὴ σπουδαίου ἀρετὴ καὶ ὁ σπουδαῖος ἀρετῇ ὁμοίως καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς τῇ κακία κακός. τούτοις μὲν οὖν πρός τι, ἐναντία δὲ ἀρετῇ μὲν κακία σπουδαίῳ δὲ κακός. εἰκότως τοίνυν καὶ ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ.

    Ζητητέον δὲ πῶς τὴν ἀρετὴν καὶ τὴν κακίαν τῶν πρός τι λέγει καὶ τὴν ἐπιστήμην καὶ τὴν ἄγνοιαν. λέγομεν ὅτι οὐ δογματίζων τοῦτό φησιν, ἀλλὰ λεληθότως, βουλόμενος κακίσαι τὸν ἀπο|δαθέντα ὁρισμόν· εἰ γὰρ [*](85v) τῷ λέγεσθαι ἑτέρων χαρακτηρίζονται τὰ πρός τι, καὶ ταῦτα τῶν πρός τι ἔσται· πρὸς ἕτερα γὰρ καὶ αὐτὰ λέγεται· ἡ γὰρ ἀρετὴ σπουδαίου ἀρετὴ [*](1 δόξ. post πάλ’. (107,34) coll. F 3 ἐπιπολ.] ἐξ ἐπιβολῆς Γ’ 3. 4 προσβαλὼν a 4 ἴδια ὄντ’. coll. a 4. 5 φησιν αὐτῶν coll. a 5 ἐναντίον ἐστὶν a 6 ἡ (ante ἅγν’.) om. C 10 παραφυάδι Fa ὥσπερ om. F 10. 11 ἐλέγομεν] p. 104,33 13 ὅσα F 15 τὴν ἐναντ. a 18 post τριπ. add. ἐστι a τινὰ] τι a: om. C ἐναντίον a 19 εἶπον] v. 12 21. 22 ἀνῆχθαι ὑπὸ κατ’. οἷς συμπλ. λ. δὴ ἀνθp. coll. C 2 1 ἀρετῇ κακία ἐναντίον καὶ ἐπιστήμῃ ἄγνοια a ἐναντίον F 26 ἡ addidi 28 ἐναντίον Fa 29 τοίνυν] οὑν C 32 ταῦτά a 33 λελυθότως F 34 τῶ] τὸ C)

    109
    καὶ ἡ κακία κακοῦ κακία καὶ ἡ ἐπιστήμη ἐπιστήμονος ἐπιστήμη καὶ ἡ [*](85v) ἄγνοι ἀγνοοῦντος ἄγνοια. τούτῳ δὲ τῷ λόγῳ συμβαίνει καὶ πάσας τὰς ἀπὸ τοῦ συμβεβηκότος κατηγορίας τῶν πρός τι εἶναι, λέγω δὴ τὰς ἐννέα. πᾶσαι γὰρ τῆς οὐσίας εἶναι λέγονται· αὐτῇ γὰρ ἐπισυμβεβήκασιν. ἡ γὰρ λευκότης λευκοῦ λέγεται λευκότης καὶ τὸ δίπηχυ ξύλου, εἰ τύχοι, δίπηχυ, καὶ τὸ ποτὲ δὲ καὶ τὸ ποῦ καὶ ποιεῖν καὶ πάσχειν καὶ τὰ λοιπὰ τινὸς λέγονται· οὐ γάρ ἐστί τι αὐτὸ καθ’ αὑτὸ τὸ ποτέ, ἀλλ’ οὐσίας ἐστί τι τὸ ποιέ, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καὶ αὐτὴ δὲ ἡ οὐσία ὅταν ὡς μέρος λαμβάνηται, πρὸς ἕτερον λέγεται· τὸ γὰρ μέρος ὅλου λέγεται μέρος καὶ τὸ ὅλον τοῖς μέρεσιν ὅλον λέγεται. τοῦτο δὲ ἄτοπον, λέγω δὴ τὸ πάσας τὰς κατηγορίας πρός τι λέγεσθαι· ὅτι γὰρ ἐναργῶς διακρίνονται τῶν πρός τι αἰ ἄλλαι κατηγορίαι, ἐντεῦθεν δῆλον· εἰ γὰρ τῶν πρός τι ἦσαν, ἔδει ἐν τῷ ὁρισμῷ αὐτῶν παραλαμβάνεσθαι ἐκεῖνα πρὸς ἃ λέγονται· τὰ γὰρ πρός τι ὁριζόμενοι ἐξ ἀνάγκης μνημονεύομεν καὶ τῶν πρὸς ἃ λέγεται, οἷον εἰ πατέρα ὁριεῖ, ἀνάγκη μνησθῆναι καὶ υἱοῦ· πατέρα γὰρ φήσεις εἶναι υἱοῦ. τὰς δὲ ἄλλας κατηγορίας ὁριζόμενον οὐκ ἀνάγκη μνησθῆναι πρὸς ὃ λέγονται· τὸ γὰρ δίπηχυ, εἰ τύχοι, ὁριζόμενος οὐκ ἀνάγκην ἕξεις μνημονεῦσαί τινος τῶν ἄλλων, ὧν λέγεται δίπηχυ, οἷον ξύλου, καὶ ἐπὶ τοῦ ποιοῦ καὶ τῶν ἄλλων ὁμοίως. εἰ τοίνυν αἱ κατηγορίαι πρὸς ἕτερον μὲν λέγονται (τὰ γὰρ συμβεβηκότα τῆς οὐσίας εἶναι λέγεται καὶ τὰ μέρη δὲ τοῦ ὅλου) καὶ τῶν πρός τι οὔκ εἰσι, δῆλον ὅτι κακῶς ἀποδέδοται ὁ τῶν πρός τι ὁρισμός. περιλαμβάνει γὰρ | καὶ τὰς ἄλας κατηγορίας· οὐ γὰρ τὸ ἑτέρου λεγόμενον [*](86r) ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ ἑτέρου λέγεσθαι, τὰ δὲ πρός τι ἐν τούτῳ ἔχουσι τὸ εἶναι ἐν τῷ πρός τι εἶναι· εἴ τι μὲν γάρ ἐστιν ἑτέρου, τοῦτο καὶ λέγεται ἑτέρου, οὐκ εἴ τι δὲ λέγεται ἑτέρου, ἤδη καὶ ἐν τούτῳ ἔχει τὸ εἶναι τῷ ἑτέρου λέγεσθαι. ἰστέον δὲ ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι ἑτέρων οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρός τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον. καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι οὐχὶ τῷ λέγεσθαι ἀλλὰ τῷ εἶναι ἑτέρων αὐτὰ χαρακτηρίζει· φησὶ γὰρ ‘εἰ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.

    [*](2 συμβ.] σημαίνει a 4 λέγεται C ἐπισυμβεβήκασιν Paris. 2051: ἐπισυμβέβηκεν CFa 6 καὶ τὰ λοιπὰ om. a 7 τὸ (prius) a: om. codd. τὸ (alt.) om. F 8 ὡς] εἰς F 10 λέγεται om.. C 14 λέγονται F εἰ om. a 15 ὁριεῖς F: ὁρίζοντες a εἶναι] τοῦ a 16 ὁριζόμενον scripsi: ὁριζόμενος CF: ὁριζόμενοι a 17 ὁριζόμενοι a ἀν’. ἕξεις] ἀνάγκη ἐξῆ 18 τῶν ἄλλων] ἄλλου C οὗ a 19 λέγεται C 24 alt. εἶναι] λέγεσθαι C 25 post alt. ἑτέρου add. εἶναι a 26 εἶναι τῶ om. F 27 post οἴεσθαι add. ρων a 28 αὐτῶν F εἶναι iter. C post τι add. τῆ C 29 ἐν om. C ἐν τῷ Γοργίᾳ] p.476B alt. τῷ] τὸ F 31 τι om. C alt. καὶ om. a λέγεται F)
    110

    p. 3b20 Δοκεῖ δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός [*](86r) τι. ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται καὶ ἴσον καὶ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται.

    Ἐφ΄ ἕτερον ἴδιον παρακολούθημα τῶν πρός τι μεταβαίνει καταγνοὺς τοῦ προτέρου, τὸ ἐπιδέχεσθαι τὰ πρός τι τὸ μᾶλλον καὶ τὸ ἧττον· λέγομεν γὰρ τόδε τῷδε μᾶλλον εἶναι ὅμοιον καὶ ἧττον, οἷον τὸ ἐν τοίχῳ λευ- κὸν μᾶλλον εἶναι ὅμοιον λέγομεν τῷ ἐν ἱματίῳ ἢ τῷ ἐν χιόνι. καὶ τοῦτο δὲ τὸ παρακολούθημα ὅμοιον τῷ πρὸ αὐτοῦ ὑπάρχει· οὐδὲ γὰρ τοῦτο πᾶσι τοῖς πρός τι παρακολουθεῖ· ὁ γὰρ πατὴρ οὐ λέγεται ἄλλου πατρὸς μᾶλλον εἶναι πατήρ, οὐδὲ ὁ υἱὸς ὁμοίως. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἡ ἐναντιότης θεωρεῖται, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττόν ἐστιν, ὅπου δὲ ἐναντιότης οὐκ ἔστιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἦττον. ἐπεὶ οὖν τοῖς πρός τι ἐναντιότης ὑπάρχει, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον [*](86v) καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν ὑπάρχει ἡ ἐναντιότης, διὰ τοῦτο οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει. ἴσως δὲ ζητήσειεν ἄν τις ὅτι εἰ ἐν οἷς τὰ ἐναντία ὑπάρχει, ἐν τούτοις καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τῇ μίξει τῶν ἐναντίων γίνεται, καὶ διὰ τοῦτο ἐν τῷ ποσῷ ἐπειδὴ μή ἐστι τὰ ἐναντία, διὰ τοῦτο οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, πάλιν δὲ εἰ τὸ ἴσον καὶ ἄνισον εἶναι τοῦ ποσοῦ ἐστιν ἴδιον, πῶς φησιν ἐνταῦθα ὅτι ἄνισον μᾶλλον καὶ ἧττον λέγεται· ἐλέγομεν γὰρ ὅτι τὸ πρός τι εἰ μὲν ἐν κατηγορίᾳ γένται ἐχούσῃ ἐναντίον, καὶ αὐτὸ τὰ ἐναντία ἐπιδέχεται, εἰ δὲ ἐν κατηγο- ρίᾳ μὴ ἐπιδεχομένῃ τὰ ἐναντία, οὐδ’ αὐτὸ τὰ ἐναντία δέχεται. εἰ οὖν τὸ ἴσον καὶ ἄνισον πρός τί ἐστιν ἐν ποσῷ συνιστάμενον, τῷ δὲ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τὸ ἴσον καὶ ἄνισον ἐναντία εἰσίν. ὅπου δὲ οὐκ ἔστιν ἐναντίον, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐκ ἄρα τὸ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται· εἰ γὰρ τὸ μᾶλλον καὶ ἧττον τῇ ἐπιμιξίᾳ γίνεται τῶν ἐναντίων, οὐ κιρνᾶται δὲ τῷ ἀνίσῳ τὸ ἴσον, οὐδ’ ἄν εἴη μᾶλλόν τι καὶ ἧττον ἄνισον· τὸ γὰρ ἧττον ἄνισον τῷ μᾶλλον μετέχειν τοῦ ἴσου ἧττον ἄνισον λέγεται. καὶ ἄλλως εἰ ἔστι τι μᾶλλον καὶ ἧττον ἄνισον, ἔστι καὶ [*](1 δὲ καὶ Arist. τὸ (alt.) om. a 2 καὶ ἀνόμοιον om. Ca 2. 3 καὶ ἴσον— λέγεται om. Ca 4 ἴδιον] εἴδους F 5 τὸ (ante ἧττον) om. C 6 τῶδε] τῶ F ὅμ. εἶναι coll. C ἔ ὅμ. εἶναι coll. Ca 10 πατὴρ — εἰκότως om. F ὁ om. a εἴρηται] p. 75,17 17 12 pr. ἐστιν — ἧττον om. F τὸ (alt.) om. a 13 ἐπεὶ] ὅπου a ante τοῖς add. ἐν C ἐναντ. ante τοῖς coll. a καὶ om. Fa 14 ἐπεὶ a δὲ] οὑν C 15 τὸ (alt.) om. C εἰ om. Ca 16 καὶ (prius) om. a τὸ ἧττον καὶ μᾶλλον C 18 τὸ (alt.) om. C 19 ἄνισον εἶναι] τὸ ἄνισον Ca τὸ ἄνισον (alt. 1.) C 20 ἐλέγομεν] p. 108,13 τὰ πρός C 20. 21 γένωνται C 21 ἐναντία (pr. 1.) C 22 δέχ’.] ἐπιδέχεται a 24 εἰσίν om. F 25 ἐναντίον] ἐναντία C τὸ ἴσον καὶ ἄνισον a 26 γὰρ] οὖν F 26. 27 τῶν ἐν. γίν. coll. a 28 post τῶ μᾶλλον add. τοῦ ἥττου (sic) F1 29. p. 111,1 καὶ ἧττον — pr. μᾶλλον om. C 29 ἔσται (alt. loco) a)

    111
    ἧττον ἴσον καὶ μᾶλλον· τὸ γὰρ ἧττον ἄνισον μᾶλλόν ἐστιν ἴσον τοῦ ἀνίσου [*](86v) μᾶλλον, ὥσπερ τὸ ἧττον λευκὸν μᾶλλόν ἐστι μέλαν τοῦ μᾶλλον λευκοῦ. εἰ οὖν μὴ ἐνδέχεται τοῦ ἴσου μᾶλλον εἶναι ἴσον καὶ ἧττον (τὸ γὰρ τοῦ ἴσου ἐξελθὸν ἐπὶ τὸ πλέον ἢ ἐπὶ τὸ ἔλαττον οὐκέτι ἴσον), οὐδ’ ἄρα ἄνισον μᾶλλον καὶ ἧττόν ἐστιν· ἔστι γὰρ τὸ ἄνισον στέρησις μᾶλλον καὶ ἀοριστία, οὐκ ἐναντίον τῷ ἴσῳ. μήποτε οὗν ἢ κατεχρήσατο ἐνταῦθα εἰρηκὼς τὸ ἄνισον μᾶλλον καὶ ἧττον εἶναι οὐκ ἀκριβολογησάμενος ἢ καὶ κατὰ προσθήκην πρός τινων ὕστερον τοῦτο προσετέθη. |

    p. 6b28 28 Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, [*](87r) οἷον ὁ δοῦλος δεσπότου δοῦλος λέγεται καὶ ὁ δεσπότης δούλου δεσπότης.

    Ἐφ’ ἕτερον παρακολούθημα μεταβέβηκε τῶν πρός τι, ὅπερ καὶ κυρίως αὐτῶν ἐστιν ἴδιον, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφἡ, πρὸ δὲ τούτου τί ἐστι στροφή. στροφὴ τοίνυν ἐστὶν ἡ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις· διὰ τοῦτο γὰρ καὶ στρέφεσθαι λέγομεν τὸ πᾶ, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκαθίσταται. καὶ ἡμεῖς δὲ στρέφεσθαι λεγόμεθα, ὅταν ἐξ οὗ ἠρξάμεθα τόπου εἰς ἐκεῖνον καταλήξωμεν. ἀντιστροφὴ δέ ἐστιν οἱονεὶ ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἀντὶ τοῦ ἰσόθεον καὶ ἀντιάνειρα ἡ ἰσουμένη ἀνδράσι, καὶ ἀντίχειρα δὲ τὸν μέγαν φαμὲν δάκτυλον διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις. ἰσοστροφὴ δέ ἐστιν ὅταν μηδὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου κατηγορῆται ἢ ἐκεῖνο τοῦ λοιποῦ οἷον ὁ πατὴρ οὐδὲν μᾶλλον πρὸς υἱὸν λέγεται ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται οἷον ὁ δοῦλος δεσπότου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης.

    p. 6b33 Πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν.

    Ἐπειδὴ γὰρ πρὸς γενικὴν ἀποδέδωκε, διὰ τοῦτο ἐπήγαγεν ὅτι οὐ | μόνον πρὸς γενικὴν ἀλλὰ καὶ πρὸς ἄλλην ἀποδίδοται πτῶσιν τὰ πρός τι, [*](87v) [*](1 ἦττον — καὶ μάλλ’.] τι μᾶλλον καὶ ἧττον ἴσον a 2 μᾶλλον (post ἀνίσου) om. CF τοῦ μ. λευκοῦ] τοῦ ἤττου (sic) λευκόν F 3 καὶ ἧττον ἴσον coll. C 5 ἀόριστον F 7 τὸ ἧττον a ἀκριβολογούμενος F καὶ (post ἡ) om. Ca 7. 8 προσθ’.] λήθην F 8 πρός τινων baud sanum ὕστ. τοῦτο om. F 10 οἷον om. C ὁ (prius) Paris. 2051: om. CFa post δοῦλος (prius) add. τε γὰρ δοῦλος coll. F ὁ (alt.) om. Fa 11 post δεσπ. add. λέγεται Ca: λέγεται εἶναι F (cf. v. 26) 12 καὶ om. a 13. 14 ἵωα — λέγεσθαι om. F 14 μάθ. δὲ F τί ἐστι πρότ. coll. C 16 γὰρ] δέ C 17 πάλλιν F 18 λέγομεν C 19 οἱονεὶ om. F 21 alt. καὶ om. C 22 δὺν. ἔχειν coll. ῥεῖται F 24 alt. ὁ om. F 27 γε ἐνίοτε C εἶπε διοίσειν τῇ a)

    112
    ὅθεν οὐδὲ πρὸς τὴν αὐτὴν πάντως ἀντιστρέφει. εἴρηται δὲ ἡμῖν ἤδη [*](87v) περὶ τούτων ἔμπροσθεν.

    p. 6b36 Οὐ μὴν ἀλλ’ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδοθῇ, ἀλλὰ διαμάρτῃ ὁ ἀποδιδούς.

    Τὰ πρός τι ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάσσονι τὸ πλεῖον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλασσον οὐκέτι· οὐ γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανών ἐστι τῶν πρός τι, ἡ ἰσότης, ὡς πατὴρ υἱοῦ καὶ διπλάσιον ἡμίσεος, ἅπερ καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι ἀντιστρέφει, ὃ καὶ αὐτός φησι· τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ· οὐ γὰρ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γάρ τινα πτηνὰ ἃ οὔκ εἰσιν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησεν ἐν [*](88r) τῇ Περὶ ζῴων ἱστορίᾳ τὰ σχιζόπτερα ὄρνις καλεῖσθαι, τὰ δέ ἐστιν ὑμενό- πτερα, ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὔκ εἰσιν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, δεῖ ταῦτα ἐξισῶσαι, ἵνα καὶ ἀντιστρέφῃ. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ ἐλάττονος αὐξηθέντος ἢ τοῦ μείζονος μειωθέντος. ἐὰν οὗν ἐπὶ τούτων αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστι τὴν ὄρνιν, καὶ ποιήσωμεν οὕτως τὸ πτερὸν πτερωτοῦ πτερόν, πτερωτὸν τὴν ὄρνιν προσαγορεύοντες, οὕτως ἀντιστρέφει· τὸ γὰρ πτερωτὸν πτερῷ πτερωτόν. πάλιν ἐὰν ἀποδοθῇ τὸ πηδάλιον πλοίου πηδάλιον, ἐνταῦθα οὐκ ἀντιστρέφει· οὐ γὰρ δυνατὸν λέγειν τὸ πλοῖον πηδαλίῳ πλοῖον· πολλὰ γὰρ πλοῖα πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά ἐστι καὶ ταῦτα (ἐπὶ πλεῖον γὰρ τὸ πλοῖον ἢ τὸ πηδάλιον), ἐὰν τὸ μεῖζον ἐλαττώσωμεν, λέγω δὴ τὸ πλοῖον, λέγοντες ἀντὶ πλοίου πηδαλιωτόν, τότε ἐξ ἴσης γενόμενα ἀντιστρέφει· [*](1 εἴρηται] p. 105,19 sq. ἤδη om. F 2 post ἔμπροσθεν add. ex Marc. 217 Πρὸς ἀωτιστρέφοντα λέγεται. πρὸς ἀντιστρέφοντα οὖν λέγεται τὰ πρός τι μετὰ διπλασιασμοῦ. οἷον ὁ δοῦλος δύο τινά ἐστι καὶ δοῦλος καὶ ἄνθρωπος. ὁ οὖν δεσπότης πρὸς τὸ δοῦλος λέγεται δεσπότης, ὅτι καὶ ἀντιστρέφει πρὸς αὐτόν, οὐ μὴν πρὸς τὸ ἄνθρωπος. τὴν ἰσότητα οὖν τηρεῖν ὀφείλει ἀεὶ προσάλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τότε οὐκ ἀντιστρέφει. a 3 δόξειεν F μὴ iter. C 5 καὶ om. a 6 ὡς C ἀντιστρέφει om C καὶ ὁ ἄνθp. a 8 post ἀκολ. add. ὡς τῷ ἀνθρώπῳ τὸ ζῶον a 10 ἅπερ] ἆ C ἐὰν] ὅσα a εἰσίν a 11 ὄρνιθι C οὐκέτι F 12 ὁ ὄρνις F 14 καὶ (alt.) om. a ἔφη F 14. 15 ἐν τῷ περὶ ζώων ἱστορίας a (cf. Hist. an. Α5 p. 490a12) 15 τὰ σχιζ. — καλεῖσθαι om. a ἐστιν om. a 15. 16 ὑμενόπ.] δερμόπτερα a 16 κολεόπ.] κυκλόπτερα C: κολλόπτερα F 17 ὁ ὄρνις F 20 οὑν om. CF τοῦτ’ ἔστι] ἤγουν C 23 ἐὰν om. F ἀντιστρέψει C 24 πηδαλίου (pr. 1.) F πηδάλιον (alt. 1.) a 25 ἔχουσιν a εἰσι Ca πλεῖον] πλοῖον F 26 ἡ τὸ πηδ.] τοῦ πηδαλίου a ἐὰν] εἰ C: ἐὰν γὰρ F ἐλαττώσομεν C 27. p. 113,1 τότε — πηδαλιωτόν om. F)

    113
    τό τε γὰρ πηδάλιον πηδαλιντοῦ πηδάλιον καὶ τὸ πηδαλιωτὸν πηδαλίῳ [*](88r) πηδαλιωτόν ἐστιν. ἔτι δὲ καἰ ἡ κεφαλὴ, τινὸς λέγεται κεφαλή ζῴου γα ἐἀν δὲ ἀποδοθῇ πρὸς τὸ ζωὸν, οὐκ ἀντιστρέφει, ἐπειδὴ μὴ οἰκεία πάλιν γίωεται ὴ ἀπόδοσις· ὴ μὲν γὰρ κεφαλὴ ζῴου λέγεται κεφαλή οὐκέτι δὲ τὸ ζῷον τῇ κεφαλῇ ζῷον· ἔστι γάρ τινα τῶν ζῴων ἃ κεφαλὴν οὐκ ἔχει οἴιον καρκῖνος, σκώληκες, γῆς ἔντερα. δεῖ οὖν πάλιν μειῶσαι τὸ μείζον’ λέγω δὴ τὸ ζῷον, καἲ ποιῆσαι κεφαλωτόν, καὶ οὕτως σωθήσεται ἡ ἀντιστροφή· ἡ γὰρ κεφαλὴ κεφαλωτοῦ κεφαλή, καὶ τὸ κεφαλωτὸν τῇ κεφαλῇ κεφαλωτόν. ἔπι μὲν οὗν τῆς ὄρνιθος τὸ ἔλαττον ηὐξήσαμεν, λέγω δὴ τὴν ὄρνιν, ἐν δὲ τοῖς ἄλλοις τὸ μεῖζον ἐμειώσαμεν, τὸ πλοῖον λέγω καὶ τὸ ζῷον.

    p. 7a5 ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν I μὴ [*](88v) κείμενον ᾖ ὄνομ’ πρὸς ὃ οἰκείως ἄν ἀποδοθείη.

    Ἵνα γὰρ μή τις εἴπῃ ῾τί οὖν; εἰ καινοτομεῖ τὰ ὀνόματα καὶ ἕκαστον ὡς τις μετασκευάζει, οὔκουν οὕτως συμβήσεται πᾶσαν τὴν συνήθειαν τῶν ὀνομάτων ἀφανισθῆναι, ἑκάστου καινοτομοῦντος ὡς βούλεται τὰ ὀνόματα, καὶ λοιπὸν δόξει ἕκαστος ἄσημα φθέγγεσθαι, ἀντὶ μὲν ἀνθρώπου, εί τύχοι, κεφαλωτὸν λέγων ἀντὶ δὲ πλοίου πηδαλιωτόν, ἢ ὁπωσοῦν ἄλλως τις καινοτομήσει;· · λέγει οὖν πρὸς τοῦτο ὅτι οὐδὲν χαλεπὸν οἷς μὴ θεῶαι ὀωόματα ἡ συνηθεία, ἐκείνοις ἡμᾶς αὐτοὺς ἐπινοεῖν. ἡ γὰρ συνήθεια ἐκείνοις τίθησιν ὀνόματα ὄις γινώσκει, αἱ δὲ τέχναι ἅτε δὴ καινοτερων πραγμάτων οὖσαι εὑρέτιδες ὀφείλουσι τοῖς πράγμασι τοῖς ὑπ’ αυτων εὺρισκομένοις τιθέναι ὀνόματα πρὸς τὴν τούτων σημασίαν. οἷον ὁ γεωμετρης εὕρ’ ευρὼν τίον τριγώνων τὸ μέν ἐστίν ἔχον τὰς δύο πλευρὰς ἴσας τὸ δὲ τὰς τρεῖς ἴσας τὸ δὲ τὰς τρεῖς ἀνίσους, ἐκάλεσε τὸ μὲν ἰσόπλευρον τὸ ’δε ἰσοσκελὲς τὸ ’δε σκαληνόν, καὶ ὁ μουσικὸς ὁμοίως τοῖς διαφόροις κρού|μασιν ἐπέθηκε ὀνόματα καὶ τὸ μὲν ἐκάλεσε χρωματικὸν τὸ [*](89r) δὲ διαονικὸν ἤ ὁπωσοῦν ἑτέρως. κἀνταῦθα τοίνυν ἐπειδὴ ἠμέλησεν ἡ συνήθεια τοῖς τοιούτοις θεῖναι ὀνόματα, ἡμᾶς ἀνάγκη τιθέναι. πλοῖον μὲν γὰρ ἐκάλεσεν, οὐκέτι δὲ διέστειλε τὰ πηδαλιωτὰ ἀπὸ τῶν μὴ πηδαλιωτῶν, καὶ ζῷον μὲν ὠνόμασεν, οὐκέτι δὲ διεχώρισε τῇ προσηγορίᾳ τὰ ἔχοντα [*](1 πηδαλωτῷ (pr. I.) a ἐστιν om. F δὲ καὶ om. C: καὶ om. a 3 δὲ] οὖν Ca ἀντιστ. οὐδαμῶς (οὐκ om.) C πάλλιν F 5 ζῶον om. F εἰσὶ Ca 6 ὁ καρα. Fa οἱ σκώλ. a πάλιν om. C 8 τῆ om. F 9 οὖν om. F 10 λέγω δὴ Fa 13 ἂν om. F 14 γὰρ] οὖν C εἵπη τί om. C εἵποι a 14. 15 εἰ καινοτομεῖ . . μετασκευάζει scripsi: δεῖ καινοτομεῖν . . μετασκευάζειν (κατασκευάζειν a) libri 17 ἀντὶ τοῦ μὲν ἄν- θρωπος F 18. 19 ἄλλως—οὖν om. C 19 τις om. a ὅτι om. C1 20 αὐτοὺς ἡμᾶς coll. F οἷς] ἃ Ca 24 εὑρηκὼς Ca ante ἔχον add. τὸ a post πλ. add. μόνας C: ante πλ. a 27 ὀνόμ. ἐπέθ. coll. a ἐπιτέθεικεν F 29 μὲν om. F 30 πηδαλιωτὰ] πηδόλια CF μὴ om. C 31 ἐχώρ. Ca)

    114
    κεφαλὴν ἀπὸ τῶν μὴ ἐχόντων. διὰ τοῦτο, ὡς εἴρηται, ἡμᾶς ὀνοματοποιεῖν [*](89r) ἐν τοῖς τοιούτοις οὐδὲν ἄτοπον. ὅπως δὲ δεῖ τίθεσθαι τὰ ὀνόματα καὶ πόθεν, αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·

    p. 7a18 18 οὕτως δὲ ῥᾷστα ἄν ἴσως τις λάβοι οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς ἃ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα.

    Κανόνα ἡμῖν νῦν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, ἐὰν ἐν τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται· δεῖ γάρ, φησίν, ἀπὸ τῶν πρώτων καὶ οἰκείως κατηγορουμένων παρώνυμον τιθέναι ὄνομα ἐκείνοις ὧν κατηγοροῦνται, καὶ οὕτως εὑρήσομεν αὐτὰ ἀντιστρέφοντα, οἷον ἀπὸ τοῦ πηδαλίου καλεῖν τὸ πλοῖον οὗ τὸ πηδάλιον κατηγορεῖται πηδαλιωτόν, καὶ ἀπὸ τῆς κεφαλῆς καλεῖν τὸ ζῷον τὸ κεφαλὴν ἔχον κεφαλωτόν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ ταῦτα δὲ πάλιν φησὶ λεληθότως βουλόμενος τὸν ὁρισμὸν κακίσαι· εἰ γὰρ πρός τι ταῦτά ἐστιν ἅπερ ἑτέρων εἶναι λέγεται, καὶ ἡ κεφαλὴ καὶ τὸ πηδάλιον καὶ τὸ πτερὸν ἔσται τῶν πρός τι, ὅπερ ἄτοπον· ταῦτα γὰρ ὡς μὲν μέρη οὐσιῶν λέγεται εἶναι πρός τι τὸ γὰρ μέρος ὅλου ἐστὶ μέρος καὶ τὸ ὅλον τοῖς μέρεσιν ὅλον), ὡς [*](89v) μέντοι γε πτερὸν ἢ πηδάλιον ἢ κεφαλὴ οὔκ εἰσι πρός τι, ἀλλ’ οὐσίαι· ἕκαστον γὰρ τούτων αὐτὸ καθ’ αὑτὸ θεωρεῖται· ἀμέλει ἐὰν ἀποτμηθῇ ἡ κεφαλὴ ἢ ἡ χεὶρ τοῦ παντός, οὐδὲν ἧττον λέγεται κεφαλὴ καὶ χείρ, μέρη μέντοι οὐκέτι λέγεται· τὸ γὰρ μέρος ἐν τῷ ὅλῳ θεωρεῖται. τὰ δὲ πρός τι ἐὰν ἀφαιρεθῇ ἐκείνων πρὸς ἃ λέγεται, καὶ τὴν οἰκείαν ὀνομασίαν εὐθὺς συναφῃρέθη · οἷον ὁ πατὴρ λέγεται υἱοῦ πατήρ, ἀλλ’ ἐὰν ἀφαιρεθῇ ὁ καὶ τὸ πατὴρ εἶναι ὁ πατὴρ συναφῃρέθη. τὰ δὲ ἑτέρων λεγόμενα κἄν ἀφαιρεθῇ ἐκείνων ὧν λέγεται εἶναι, φυλάττει οὐδὲν ἧττον τὴν ὀνομασίαν· οἷον ἡ κεφαλὴ ζῴου λέγεται κεφαλή, καὶ ἐὰν ἀφαιρεθῇ τοῦ ζῴου, οὐδὲν ἧττον λέγεται κεφαλή, καὶ τὸ πηδάλιον πλοίου καὶ τὸ πτερὸν ὄρνιθος καὶ ἀφαιρεθέντα τούτων ὧν εἶναι λέγεται οὐδὲν ἧττον πάλιν τῆς οἰκείας ὀνομασιας τετύχηκε.

    [*](1 εἴρηται] p. 113,19 4 λάβοι τις coll. C λαμβάνοι F 5 post πρώτων add. λαμβάνοι C 7 νῦν om. C: post παραδ. coll. a 8 μὴ] οὐχ a εὑρίσκεται Ca 10 καθ’ ὧν F 11 οὐ om. F κατῆγ’.] ἔχον F 12 καλεῖν post ἔχον coll. C ante κεφαλὴν add. τὴν F 18 τῶν πρός a 19 ἀμέλει —θεωρεῖται (21) om. F 20 τοῦ ἤ ἡ ἡ χείρ coll. a 21 τῶ om. a 22 ἐὰν — όνομασίον (25)] τοῦ ἑνὸς ἀφαιρουμένου συναφαιρεῖται καὶ τὸ ἕτερον, οἷον ἂν ἀφαιρεθῇ ὁ υἱὸς καὶ τὸ πατὴρ εἶναι ὁ πατὴρ συναφῃρέθη, τὰ δὲ ἑτέρων λεγόμενα κἀν ἀφαιρεθῇ ἐκείνων πρὸς ἁ λέγεται καὶ τὴν οἰκείαν ὀνομασίαν εὐθὺς συναφῃρέθη, οἷον ὁ πατὴρ υἱοῦ λέγεται πατήp. ἀλλ’ ἐὰν ἀφαιρεθῇ ἐκείνων ὧν λέγεται εἶναι, φυλάττει οὐδὲν ἧττον τὴν ἰδίαν οὐσίαν Γ’ ἐὰν] εἰ C ἐκεῖνο a 23 συναφαιρεθήσεται a υἱοῦ λέγ’. coll. a 24 ὁ πατὴρ om. C συναφηρέθη] ἀφῃρέθη C: συναφαιρεθείη a 25 εἶναι om. C 26 ἄν Fa 27 καὶ τὸ πηδ.] τὸ δὲ πηδ. a 28 ἀφαιρεθέντων C καὶ εἶναι Fa τῆς οἰκ. πάλιν coll. a)
    115

    p. 7a25 Λέγω δὲ ὅτι οὐδὲ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα [*](89v) λεγομένων, καὶ ὀνομάτων αὐτοῖς κειμένων, οὐδὲν ἀντιστρέφει, ἐὰν πρός τι τῶν συμβεβηκότων ἀποδιδῶται, καὶ μὴ πρὸς αὐτὰ ἃ λέγεται.

    ’Eντεδθεν ἐκ τοῦ μᾶλλον ἡ ἐπιχείρησις· τί γὰρ θαυμαστόν, φησίν, εἰ ἐπὶ τῶν εἰρημένων οὐ σώζεται ἡ ἀντιστροφὴ διὰ τὸ μὴ κυρίως ἀποδεδόσθαι, ὁπότε οὐδὲ τὰ ὁμολογουμένως ὄντα πρός τι καὶ πρὸς ἀντιστρέφοντα λεγόμενα, οἷς καὶ ὀνόματα κεῖται, οὐκ ἀντιστρέφει, ἐὰν μὴ κυρίως ἡ ἀπόδοσις γένηται; οἷον τὸν δεσπότην ἐὰν μὴ πρὸς δοῦλον ἀλλὰ πρὸς ἄν. θρωπόν τις ἀποδῷ λέγων ὁ δεσπότης ἀνθρώπου δεσπότης’, οὐ δυνήσεται ἀντιστρέψας εἰπεῖν ὁ ἄνθρωπος δεσπότου ἄνθρωπος’ · τοῦτο γὰρ καταγέλαστον· τὸν μὲν | γὰρ δεσπότην ἀνθρώπου εἰπεῖν δεσπότην οὐ [*](90r) χαλεπόν, τὸν δὲ ἄνθρωπον δεσπότου ἄνθρωπον ἀτοπώτατον. ὥστε καὶ ἐπὶ τούτων ἐπειδὴ μὴ οἰκεία γέγονεν ἡ ἀπόδοσις, οὐδὲ ἡ ἀντιστροφὴ σώζεται· οὐ γὰρ πρὸς ἴσον ἐποιησάμεθα τὴν ἀπόδοσιν· ἐπὶ πλέον γὰρ ὁ ἄνθρωπος. δεῖ οὖν τὰ ἀντιστρέφοντα ἐξισάζειν ἀλλήλοις, ὥσπερ εἴρηται, ἵνα καὶ ἀντιστρέφῃ· διὰ τοῦτο γὰρ καὶ τὰ ἴδια ἀντιστρέφει πρὸς ἐκεῖνα ὧν ἐστιν ἴὸια, ἐπειδὴ καὶ ἐξισάζει ἀλλήλοις. ταῦτα δὲ πάντα φησὶ συναγωνιζόμενος τῷ ὁρισμῷ τῷ λέγοντι τὰ πρός τι εἶναι τῷ ἑτέρων λέγεσθαι καὶ δεικνύειν πειρᾶται κατὰ τὸν ὁρισμὸν τοῦτον τὰ πρός τι ἀντιστρέφοντα, κρατῦναι βουλόμενος αὐτὸν ὡς οἷόν τε, ἵνα μὴ δόξῃ ἐρήμην αὐτοῦ κατα- ψηφίζεσθαι, εἶθ’ ὕστερον εὐλόγως αὐτὸν διελέγξαι δεικνὺς ὅτι καὶ μετὰ τοσαύτην συνηγορίαν ὅμως πολλὰ ἄτοπα αὐτῷ παρακολουθεῖ.

    p. 7a31 Ἔτι ἐὰν μὲν οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστί, καταλειπομένου δὲ μόνου τούτου πρὸς ὃ ἀπεδόθη οἰκείως, πρὸς αὐτὸ ῥηθήσεται.

    Κανόνα ἡμῖν παραδίδωσι τῶν οἰκείως κατά τινος ἀποδεδομένων. [*](90v) λέγει γὰρ ὅτι ἐάν τι ᾖ πλείοσιν ὀνόμασι λεγόμενον, εἶτα ὑπάρχῃ ἄλλο τι [*](4 αὐτὸ ὃ Arist. 5 ἐντεῦθεν om. C 6. 7 ἀποδίδοσθαι F 8 κεῖνται F 9 τὸν δοῦλον F 10 ἀποδῷ scripsi: ἀποδώσει CF: ἀποδώσῃ a (cf. p. 59,21) 14 ἡ (alt.) om. C πλεῖον C 16 εἴρηται] p. 112,18 17 post ἀντιστρέφῃ add. πρὸς ἐκεῖνα ὧν ἐστιν ἴδια C ἀντιστp. τὰ ἴδια coll. a 18 ταῦτα] αὐτὰ a 19 tertium τῷ] τῶν F; scribas ἐν τῷ 21 κρατύνειν a ἐρήμην om. C 21 post αὐτοῦ add. ἀλόγως C 22 αὐτὸν εὐλ. coll. C διελέγξει C: διαλέξῃ V 23 αὐτῶ ἆτ’. coll. F 24 ἔτι δ’ Arist. μέν τι Arist.: μὴ a ἀποδιδόμενον F 26 τούτου μόνου coll. Ca τούτου τοῦ F 26 pr. πρὸς—οἰκείως] τοῦ δεσπότην εἶναι a 26. 27 ἀεὶ πρὸς αὐτὸ ῥηθ. Arist.: ἀεὶ ὁ δοῦλος πρὸς αὐτὸ ῥηθήσεται a 28 παραδ.] ἀποδίδωσι F ἀποδιδομ. F 29 ἐάν τι] ὃ ἄν a ὑπάρχῃ scripsi: ὑπάρχει CF: ὑπάρχον a)

    116
    καθ’ ἑνὸς τούτων τῶν ὀνομάτων κατηγορούμενον, καὶ βούλῃ γνῶναι εἰ [*](90v) οἰκείως τὸ κατηγορούμενον ἐκείνῳ τῷ ὀνόματι κατηγορήθη, περιελὼν πάντα τὰ ἄλλα ὀνόματα τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ, καταλιπὼν δὲ μόνον ἐκεῖνο πρὸς ὃ ἀπεδόθη τὸ κατηγορούμενον, ἐὰν εὕρῃς αὐτὸ ἀντιστρέφον πρὸς ἐκεῖνο ὅπερ αὐτοῦ κατηγορεῖται, ἴσθι ὅτι οἰκείως ἀπεδόθη τὸ πρό- τερον· οὐ γὰρ ἄν ἀντέστρεφεν, εἰ μὴ οἰκείως ἀπεδόθη· οἷον ὁ δοῦλος ἐὰν ἀποδοθῇ δεσπότου δοῦλος, ἐπειδὴ τῷ δεσπότῃ συμβέβηκε τὸ ἀνθρώπῳ εἶναι καὶ δίποδι καὶ ἐπιστήμης δεκτικῷ, ἐὰν ταῦτα πάντα ἀφέλῃς αὐτοῦ καὶ ὑποθῇ ὡς μηδὲ ὅλως ὑπάρχοντα, καταλείψῃς δὲ μόνον τὸ δεσπότην εἶναι, οὐδὲν ἧττον εὑρήσεις κυρίως γινομένην τὴν ἀντιστροφήν• ὁ γὰρ δεσπότης δούλου λέγεται δεσπότης. ἐὰν δὲ μὴ πρὸς δεσπότην ἀποδοθῇ ὁ δοῦλος ἀλλὰ πρὸς ἄνθρωπον, περιαιρουμένων τοῦ ἀνθρώπου τῶν λοιπῶν πάντων, λέγω δὴ τοῦ δεσπότου τοῦ δίποδος καὶ τῶν λοιπῶν, οὐ σωθήσεται ἡ ἀντιστροφή· οὐ γὰρ δυνατὸν ἀντιστρέψαντα εἰπεῖν ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε οὐκ οἰκείως ὁ δοῦλος πρὸς τὸν ἄνθρωπον ἀπεδόη. περιαιρουμένων φησὶν τῶν ἄλλων ἀπάντων ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον | τὸ δίποδι εἶναι <καὶ> τὸ δεκτικῷ καὶ τὸ ἀνθρώπῳ, καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἁπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλ’ ἃ συμβεβηκότα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἄν καὶ δευτέρως αὐτοῦ κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ αὑτὸ ὁ δεσπότης· τῇ γὰρ σχέσει τῶν πρός τι, ὡς ἔφθην εἰπών, αὐτῇ καθ’ αὑτὴν οὐχ ὑφεστηκυίᾳ ποτὲ μὲν συμβαίνει ἐν οὐσίᾳ εἶναι ποτὲ δὲ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν ἄλλῃ τινὶ τῶν κατηγοριῶν. ὥστε οὐκ ἀτόπως τις τῷ διπλασίῳ πρός τι ὄντι, ὅταν μὲν ᾖ, εἰ τύχοι, ἐν ξύλῳ, λέγει αὐτῷ συμβεβηκέναι τὸ ξύλον, ὅταν δὲ ἐν λίθῳ, τὸν λίθον, καὶ ὅταν ἐν ἐπιφαωείᾳ ἢ ἐν χρόνῳ, τὸν χρόνον ἢ τὴν ἐπιφάνειαν, τῆς σχέσεως καθ’ αὑτὴν τῇ ἐπινοίᾳ θεωρουμένης.

    [*](1 βούλει Ca 2 κατηγορήθη C: κατηγορηθείη a 3 καὶ τὰ συμβ. a 5 ὅπερ] ὃ a κατ’. αὐτοῦ coll. a 6 ἄν om. F post ἀπεδόθη add. τὸ πρότερον C οἷον ὁ γὰρ δοῦλος F 7 ἀποδοθείη F συμβ. τῶ δεσπ. coll. a 8 post δίποδι add. εἶναι Fa πάντα ταῦτα coll. a 9 ἀπ᾿ αὐτοῦ Ca μηδὲ] μὴ a 12 περιαιρουμένου a 14 ἀντιστρέφοντα F ὁ om. Ca 16 τῶν ἄλλων ἁπάντων Arist.: τῶν ἀπ’. C: τῶν ἄλλων F: ἀπ’ a 17 εἰσι C καὶ Arist.: ora. CFa 18 pr. καὶ] εἶναι F: om. a alt. καὶ Yiad. 10: om. CFa θαῦμ’.] καινὸν C 19 οὐχ — εἶπεν om. Fa ἀλλ’ ἁ scripsi: ἀλλὰ libri 20 πρῶτος Ca alt. καὶ om. C 21 ἔφθην εἰπών] p. 104,28 22 ὡς οὐχ a οὐχ om. C 23 ποσότητι a ἐν (ante ποιῷ) om. F 24 τύχη F λέγειν Ca 25 συμβεβηκός τι F 26 κατ’ αὐτὴν a 27 τὴν ἐπινοία (sic) C)
    117

    p. 7b15 Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι. καὶ ἐπὶ μὲν [*](91v) τῶν πλείστων ἀληθές ἐστιν, ἐπ’ ἐνίων δὲ οὐκ ἀληθές· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι.

    Ἕτερον τῶν πρός τι παρακολούθημα ἴδιον ἀποδέδωκε μετὰ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, τὸ ἅμα τῇ φύσει εἷναι. ἅμα δὲ τῇ φύσει ταῦτά ἐστιν ὧν τοῦ ἑνὸς τεθέντος ἀνάγκη συνεισάγεσθαι καὶ τὸ ἕτερον καὶ ἀναι ρεθέντος συναναιρεῖσθαι, καὶ μηδέποτε τοῦ | ἑτέρου ὄντος τὸ ἕτερον μὴ [*](91v) εἶναι. ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην συνεπινοεῖν, καὶ διπλασίου ὄντος ἀνάγκη καὶ ἥμισυ εἶναι. καὶ ἐπ’ μὲν τῶν πλείστων φησὶν ἀληθές ἐστιν. ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν δοκούντων μὴ ἅμα τῇ φύσει ὑπάρχειν.

    p. 7b22 οὐκ ἐπὶ πάντων δὲ τῶν πρός τι ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι· τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶ ’ναι.

    Ἔνστασιν πρὸς τὸ εἰρημένον κομίζει ὅτι οὐ πᾶσι τοῖς πρός τι δοκεῖ ὑπάρχειν τὸ ἅμα τῇ φύσει εἶναι· ἡ γὰρ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τι ὄντα οὐχ ἅμα ὑπάρχει· τῶν μὲν γὰρ ἐπιστητῶν ἀναιρεθέντων ἀναιρεῖται καὶ ἡ ἐπιστήμη· ἐπιστητοῦ γὰρ μὴ ὄντος τίνος ἂν εἴη ἐπι- στήμη; ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει εἶναι ἐπιστητά· ὥστε οὐχ ἅμ τῇ φύσει ταῦτα ὑπάρχουσι τῶν πρός τι ὄντα. τὸ δὲ πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις, ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἐστὶν ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις. ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν οὗ ἐλάττων ἀπὸ [*](2 ἐπ’ ἐνίων .. ἀληθές om. Arist. post οὐκ add. ἔστιν C 3 posl ἥμισυ add. ἐστι p post ὄντος add. καὶ a 4 ἀποδἐδ.] παρέλαβε F: παραδίδωσι a 5 post εἶναι add. πῶς δέ εἰσιν ἅμα τῇ φύσει τὰ πρός τι; πατὴρ μὲν γὰρ καὶ υἱὸς ἅμα τῇ φύσει, κτήτωρ δὲ καὶ κτῆμα πῶς; ὅτι τὰ πρός τι οὐ τὴν φύσιν τῶν πραγμάτων σκοπεῖ, ἀλλὰ τὴν σχέσιν, ἵν πρὸς τὸ ἕτερον ἔχει. ὁ οὖν πατὴρ οὐ καθὸ ἄνθρωπος ἔχει τὸ ἄμα τῇ φύσει εἶναι, ἀλλὰ καθ’ ὃ σχέσιν ἔχει πρὸς τὸν υἱόν a 6. 7 ἀνάγκη — ἀναιρεθέντος om. F 7 οὐδέποτε F ante ἑτέρου add. τεθέντος F 9 ἐπὶ τῶν πλ. δὲ (καὶ et μὲν om.) a 10 φησὶν] εἶπεν Ca ἐστιν] εἶναι a ἐπὶ τῶν πλείστων εἷπεν om. a τινων] τῶν F 11 δοκούντων—πρός τι (12) in mrg. suppl. C 12 δοκεῖ ἅλ’· coll. C 13. 14 τὸ γάρ—εἶναι om. a 13 τῆς ἐπιστ. δός·. ἄν πρότ. coll. F: π ἄν δόξ’. τῆς ἐπιστ. Arist. 17 μὲν om. a 18 ἐπιστητοῦ] τούτου a 19 οὐδόν ἧττον F ἐπιστητόν F 20 ὑπ. ταῦτα coll. a διττόν ἐστι a 21 τὸ μὲν γὰρ χp. C πρότ. μὲν οὑν τῶ χp. καὶ om.) F: καὶ τὸ μὲ om.) a 23 πρότερον F 23. 24 ὅτι—ἀπόστασις om. F 24. p. 118,1 ἐπὶ— pr. πρότερον om. a 24 τὸ ἀνάπ. F ἔλαττον C)

    118
    τοῦ νῦν ἡ ἀπόστασις, τοῦτο πρότερον· πρότερον γὰρ τὸ αὔριον [*](91v) τοῦ μεταύριον. τοιοῦτον μὲν οὖν τὸ τῷ χρόνῳ πρότερον. τῇ δὲ φύσει πρότερον τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὡς ἐπὶ ζῴου καὶ ἀνθρώπου ἔχει. τὸ οὖν ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἷναι φύσει· ἐπιστητοῦ γὰρ μὴ ὄντος ἐπιστήμη οὐκ ἔστιν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει φασὶ Θαλῆν τὸν Μιλήσιον πρῶτον ἐπιστῆσαι τῇ αἰτίᾳ τῆς σεληνιακῆς ἐκλείψεως κατανοήσαντα ὅτι ἐκ τοῦ ἡλίου ἡ σελήνη δέχεται τὸ φῶς, διότι ἀεὶ τὸ πεφωτισμένον αὐτῆς μέρος πρὸς τὸν ἥλιον νεύει, ὅθεν αὐξομένη μὲν τῇ ἀποστάσει τοῦ ἡλίου τὸ μὲν πεφωτισμένον [*](92r) μέρος ἔχει πρὸς δυσμάς, δυτικωτέρου ὄντος τότε τοῦ ἡλίου, τὸ δὲ κερα- τοειδὲς αὐτῆς καὶ ἀφώτιστον νεύει πρὸς ἀνατολάς. ἐπὰν δὲ γένηται ἀντι- πρόσωπος ὅλη τῷ ἡλίῳ, κατὰ διάμετρον αὐτοῦ ἀποστᾶσα, τότε πᾶσα φωτίζεται ὅλη ὅλῳ τῷ ἡλίῳ προσβάλλουσα (ὅλην δὲ λέγω κατὰ τὸ πρὸς ἡμᾶς αὐτῆς νενευκὸς μέρος), ἡνίκα δὲ ἄρξηται μειοῦσθαι τῇ συνόδῳ τῇ πρὸς τὸν ἥλιον, τότε πάλιν τὸ μὲν πεφωτισμένον αὐτῆς μέρος νεύει πρὸς ἀνατολάς, τοῦ ἡλίου τότε ἀνατολικωτέρου ὄντος, τὸ δὲ ἀφώτιστον καὶ κερατοειδὲς πρὸς δυσμάς. ἐντεῦθεν τοίνυν ἐπέστησε τῇ σεληνιακῇ ἐκλείψει, ὅτι ἐπειδὰν ἐμπέσῃ εἰς τὸ καλούμενον σκίασμα τῆς γῆς, τοῦ ἡλίου κατὰ κάθετον αὐτῇ ὄντος ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, πάσχειν συμβαίνει αὐτὴ παντελῆ ἔκλειψιν, τῶν ἀκτίνων τῶν ἡλιακῶν μηδαμῶς αὐτῇ προσβαλλουσῶν. ἀμέλει εἰ μὴ ἐν πανσελήνῳ μόνῃ τοῦτο οὐ συμβαίνει. εἰ τοίνυν πρῶτος ὁ Θαλῆς ἐπέστησε τῇ σεληνιακῇ ἐκλείψει, δῆλον ὅτι πρὸ αὐτοῦ τὸ μὲν ἐπιστητὸν ἦν, λέγω δὴ ἡ σεληνιακὴ ἔκλειψις, ἐπιστήμη δὲ ταύτης οὐκ ἦν. δῆλον οὖν ὅτι προυπάρχει καὶ χρόνῳ καὶ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης καὶ οὐχ ἅμα εἰσὶ ταῦτα τῶν πρός τι ὄντα. ὡσαύτως αἰσθητοῦ μὲν μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστι (τίνος γὰρ ἔσται αἴσθησις;), αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ εἶναι, οἷον πῦρ γῆν καὶ τὰ τοιαῦτα.

    p. 7b24 Ὡς γὰρ ἐπὶ τὸ πολὺ προὐπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν.

    Τὸ ὡς ἐπὶ τὸ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ [*](1 τοῦτο πρότερον oui. C πρότ. γὰρ—πρότερον (2) in mrg. suppl. C 2 τοιοῦτον] τοῦτο F τῆ] τὸ a δὲ om. F 3 φύσει ἐστι F 5 εἶναι δόξ’. coll. a 7 θαλῇ C πρῶτον scripsi: πρότερον libri (cf. v. 23) 7. 8 τὰ αἴτια F 8. 9 δέχ’. ἡ σε).. coll. C 9. 10 ἀεὶ — ὅθεν om. a 10 αὐξομ. a: ἀρξαμ. C: αὐξαμ. F 11 τότε om. F 12 ἀνατολήν C 14 ὅλω om. C προβάλλ. F καὶ κατὰ a 16 τὸν om. F μὲν om. C μέρος αὐτῆς F: om. a 20 πάσχει ἡ ᾗ a) συμβ. αὐτὴν (alt. l.) F 21 παντελὴς ἔκλειψις C 22 del. C: μόνον F οὐ] μόνη (?) sed del. C alt. εἰ om. C 23 ἐλλείψει F 24 αὐτῆς a 28 πῦρ] τὴν C 30 ante ὡς add. εἰπὼν lemmate Ἐπ΄ ὀλίγων — γινομένην anteposito a 30. 32 τὸ (ante πολὺ) om. F 31 post ἐπιστ. add. αὐτῶν F 32 τὸ ὡς—εἰπὼν om. C αὐτὸς] νῦν a εἰπὼν om. a γὰρ om. F)

    119
    οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην [*](92r) ταῦτα δὲ εἶπε | διὰ τὰ ἀπό τινος τέχνης προαγόμενα· ταῦτα γάρ οὐ προυπάρχει, [*](92v) ἀλλ’ ἅμα τῶ ἐκ τῆς τέχνης προαχθῆναι τὸ εἷναι ἔχει· τὰ μεν γὰρ φυσικὰ προυπάρχει τῆς ἐπιστήμης, τὰ δὲ τεχνητὰ ἄμα τῇ ἐπιστήμῃ τὸ εἶναι ἔχει· οἷον ἐπενόησε τις στιβάδα πρὸς καθεύειν· ἐνταῦθα ἅμα τῷ ἐπιστητῷ καὶ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει. ἴδοις δ΄ ἄν τοῦτο μάλιστα ἐπὶ τῶν κατὰ μηχανικὴν εὑρημάτων, οἶον πὼς ἄν τις βάρη κινήσειεν ἢ μετεωρίσειεν ὕδωρ ἤ τι τοιοῦτόν· δῆλον γὰρ ὅτι ταῦτα καὶ τὰ τοιαῦτα ἅμα τῇ περὶ αὐτῶν ἐπιστήμῃ εὕρηται οὐκ ὄντα πρὸ της περι αὐτῶν ἐπιστήμης. τάχα δὲ καὶ ἀντιεπονθότως τοῖς φυσικοῖς εχουσι τὰ τεχνητά. ἐπὶ μὲν γὰρ τῶν φυσικῶν, ὡς εἴρηται, αὐτὰ τᾷ ἐπιστητὰ προυπἀρχει τῆς περὶ αὐτῶν ἐπιστήμης, ἐπὶ δὲ τῶν ἐκ τῆς τεχνῆς συνεστώτων δεῖ ρότερον τὴν περὶ αὐτῶν ὑπάρξαι ἐπιστήμην, εἶτα τὸ ἐπιστητὸν γενέσθαι· πρῶτον γὰρ δηλονότι ἡ περὶ τῆς θύρας ἐπίνοια γέγονε καὶ οπως αν αὐτὴ συσταίη, εἶτα λοιπὸν γέγονε τῆς ἐπινοίας τὸ ἀποτέλεσμα· εἰ ’μῇ τις ἐκεῖνο ἐχεῖνο ἡ ἐπιστήμη ἡ περὶ του πλοίου πρὶν τὸ πλοῖον γενέσθαι εἰ καὶ προυπῆρξεν ἐν τῇ ψυχῇ τοῦ πρῶτον ἐπινενοηκότος ἀλλ’ οὑν οὔπω τὸ εἶναι κυρίως ἐπιστήμη εἶχεν, ἀδήλου τέως ὄντος εἰ τῇ επινοιᾳ και το πρᾶγμα συνακολουθήσει ἢ μή· τότε γὰρ μέχρι μόνον φαντασίας προῆλθε τὸ τοιοῦτον, εἰς ἔργον δὲ ἐκβῆναι οὐ δύναται, ὡσπερ ὁ μῦθός ὁ | πέρι [*](93r) Δαιδάλου ἔχιε, ὅτι πτερῶσαι ἐπινενόηκεν ἑαυτὸν καὶ τὸν υἱὸν Ἴκαρον· ὥστε ὅταν ἅμα τῇ περί τινος ἐπιστητοῦ ἐπιστήμῃ καὶ αὐτὸ εἰς, ἕργον ἐκβῇ τὸ ἐπιστητόν, τότε τῷ ὄντι καὶ ἡ ἐπιστήμη κυρίως ἐστιν ἐπιστήμη, τιὸ ἀμφίβολον οὐκ ἔχουσα. ὥστε ἐπὶ τῶν ετχνητῶν ἄμα συνυφίστασθαι ἄλλη λοις τὸ ἐπιστητόν τε καὶ τὴν ἐπιστήμην συμβαίνει·

    [*](1 ἂν om. Ca τὴν ἐπιστ. ante ἅμα coll. C 2 ταῦτα δὲ εἶπε] Ἐπ΄ ὀλίγων ἤ ἐπ΄ οὐδενὀς ἔγει (5) post ἔχει (6) coll. C 4 τεχνητὰ] ἐκ τέχνης a 5 ἔχει τὸ εἶναι coll. F τῶν γραμμάτων εἰσήγαγε τὰ γράμματα. διὰ τί δὲ προσέθηκεν ἤ ἐπ΄ οὐδενός; μήποτε κα τοῦτο μάλιστα θεάσοιο εὑρημάτων a μηχανὴν F ἄν τις̣] τὰ F ?? ὕδωρ om. F 9.10 οὐκ ὄντα—ἐπιστήμης om. a 10 a 10 ἀντιπεπονθότα a ?? p. 118,5 12 τῆς om. Ca 18 προτέραν F: προτέραν τῆ θύρας a ὑπ. τὴν. π. αὐτῶν coll. C 14 δηλονότι om. F ἐπίνοια] ἐπιστήμη 15 αὕτη 16 ἡ (prius) om. F τὸ] τοῦ F 17 om. F ἐπινενοηκότως F 18 κυp. τὸ εἶναι coll. C ἄδηλα F καὶ om. C 19 μὴ. τότε] μήποτε a 21 ἐπινενόηται F 22 τινος ἐπιστήμη ἐπιστῆ (sic) C 23 ἡ ἐπιστ. κυp. ἐστὶν ἐπιστ.] ἡ ἐπιστ. κυp. λέγεται C: ἐπιστ. κυp. ἐωὶν F γνῶν F συνυφ. ἀλλ’. ἅμα τῶ ἐπιστητῷ F)
    120

    p. 7b27 Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστημην.

    [*](93r)

    Ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ ὡς γὰρ ἐπὶ τὸ πολύ, φησί, προὐπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν) νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ τῇ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν τὴν ἐπιστήμην μὴ συναναιρεῖσθαι δὲ ὑπ’ αὐτῆς.

    p. 7b31 Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴ γε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πω, τὸ δὲ ἐπιστητὸν ἔστιν.

    Oἱ γεωμέτραι τετράγωνον εἶναι χωρίον λέγουσιν οὐ τὸ ἀπλῶς τέσσαρας πλευρὰς καὶ τέσσαρας γωνίας ἔχον, ἀλλὰ τὸ ἴσας ἔχον τὰς τέσσαρας πλευρὰς καὶ ὀρθὰς τὰς γωνίας. οὕτω δὲ καὶ τὴν ὀρθὴν γωνίαν γίνεσθαί φασιν· ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστι, καὶ ἡ ἐφεστηκυῖα εὐθεῖα κάθετος λέγεται ἐφ’ ἣν ἐφέστηκεν. ὀρθὴ μὲν οὖν γωνία αὕτη. ὀξεῖα δὲ γωνία ἐστὶν ἡ ἐλάττων τῆς ὀρθῆς, ἀμβλεῖα δὲ ἡ μείζων τῆς ὀρθῆς· τῆς γὰρ ἐφεστηκυίας εὐθείας ἐγκεκλιμένης ἡ μὲν τῶν γωνιῶν μείζων γίνεται ἡ δὲ ἐλάττων· τὴν μὲν οὖν ἐλάττονα, ὡς εἴρηται, ὀξεῖαν καλοῦσιν, ἐπειδὴ κατὰ ταύτην γίνονται καὶ οἱ ὀξεῖς τῶν ὄγκων πρὸς τὸ κόπτειν ὄντες ἐπιτήδειοι, οἷον τὸ μαχαίριον, τὴν δὲ μείζονα ἀμβλεῖαν· [*](93v) κατὰ γὰρ ταύτην οἱ ἀμβλεῖς τῶν ὄγκων γίνονται, οἷον τὸ ὕπερον πρὸς τὸ ὠθεῖν ἐπιτήδειον. τῶν δὲ σχημάτων τὰ μέν φασιν εἶναι εὐθύγραμμα τὰ δὲ περιφερόγραμμα, καὶ τῶν εὐθυγράμμων τὰ μὲν τρίγωνα ἢ τετράγωνα ἢ ἑξάγωνα ἢ ὅσας ἄν ἄλλας ἐπινοεῖν δυνατὸν γωνίας, περιφερόγραμμα δέ φασι τοὺς κύκλους. οἱ γεωμέτραι οὖν ζητοῦσι τῷ δοθέντι εὐθυγράμμῳ, πενταγώνῳ εἰ τύχοι ὄντι, πῶς δυνατὸν ἴσον τετράγωνον συστήσασθαι· καὶ γοῦν μεθόδῳ τοῦτο ἐδίδαξαν. ὥσπερ οὖν ἐπὶ τῶν εὐθυγράμμων ἐζήτησαν, ζητοῦσι καὶ ἐπὶ τοῦ κύκλου πῶς δυνατὸν τῷ δοθέντι κύκλῳ [*](3 τό om. a τῶ om, F 4 τὸ om. CF φασι a καὶ τὰς C ἐπιστήμας αὐτῶν F 5 τοῦ ἐπιστ.] τούτου a πρότερον om. F alt. τοῦ] τὸ C: τοῦτο a 6 μὲν om. C 7 οἷόν φησι a καὶ a Amnion.: om. CF 7. 8 εἰ — ἐπιστητὸν ἔστιν om. a 8 ἐπιστήμην F οὐκ ἔτι πω C πω] οὐδέπω Arist. τὸ] αὐτὸς Arist. 9 εἶναι om. Ca 10 γῶν. ἔχον τεσσ. coll. C ἴσας ἔχον καὶ C 11 καὶ (alt.) om. F 12 ἐπ’ εὐθεία C σταθ.] προιοῦσα C1 καὶ om. C 13 τῶν ἴσων γωνιῶν F 14 εὐθεῖα om. Ca (cf. Eucl. I p. 4 Heib.) 14 ἐφ’ ᾖ a 15 γωνία om. F 17 εἴρηται] εἶπον Ca 18 οἱ ὀξεῖς] ὀξεῖαι a 19 κόπτειν] κεντεῖν a 21 ὄντες ἐπιτήδειοι a τὰ μὲν] τὸ μὲν F 22 τὰ μέν εἰσι C ἢ τετp.] τὰ δὲ τετp. C 23 ἄν om. Ca δὺν. ἄλλας ἐπιν. coll. C 24 οὖν γεωμ. coll. Ca 25 πενταγ.] τετραγ. C συνίστασθαι F 26 γοῦν] γὰρ C καὶ ὥσπερ οὖν om.) F 27 οὕτως καὶ ἐπὶ τ. κ. ζ. C)

    121
    ἴσον τετράγωνον εὑρεῖν. τοῦτο δὲ πολλοὶ καὶ θεῖοι ἄνδρες ζητήσαντες [*](93v) οὐχ εὗρον. μόνος δὲ Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς οὐχ εὗρε. φησὶ τοίνυν ὁ Ἀριστοτέλης εἴπερ ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμός, τῆς ἐπιστήμης αὐτοῦ μήπω μέχρι τοῦ νῦν οὔσης, δῆλον ὅτι πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης ἐστί.’ τοῦτο δὲ τὸ ὑπόδειγμα οὐ μᾶλλον τοῦ φύσει πρότερα εἶναι τὰ ἐπιστητὰ τῆς ἐπιστήμης κατασκευαστικόν ἐστιν, ἀλλ’ ἢ τοὐ χρόνῳ· ἐπιστητοῦ γὰρ ὄντος τοῦ τετραγωνισμοῦ τοῦ κύκλου οὔπω ἡ περὶ αὐτοῦ ἐπιστήμη εὕρηται. τὸ δὲ ἐπιφερόμενον τοῦ ὅτι καὶ φύσει πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης δεικτικόν ἐστιν·

    p. 7b33 Ἔτι ζῴου μὲν ἀναιρεθέντος οὐκ ἔσται ἐπιστήμη, τῶν δὲ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι. |

    Πρότερον ἐπὶ ἑνὸς ὑποδείγματος τῶν πρός τι, λέγω δὴ τοῦ ἐπιστητοῦ, [*](94r) σκάζον δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος, φησίν, ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι ἐν ψυχῇ γάρ εἰσιν αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐδὲν ἧττόν ἐστι καθ’ αὑτά. ὥστε πρῶτον τῇ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης.

    p. 7b35 ‘Oμοίως δὲ τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως 〈ἔχει· τὸ γὰρ αἰσθητὸν πρότερον τῆς αἰσθήσεως〉 δοκεῖ εἶναι.

    Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ, νῦν ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ γυμνάζει καὶ δείκνυσι τοῖς αὐτοῖς λόγοις ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως· τὸ μὲν γὰρ αἰσθητὸν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· εἰ γὰρ ἡ αἴσθησις ἐν ζῴῳ, τὸ δὲ ζῷον ἔμψυχον σῶμα, πᾶν δὲ σῶμα αἰσθητόν, ἀνάγκη αἰσθητοῦ ἀναιρουμένου συναναιρεῖσθαι καὶ τὸ σῶμα, σώματος δὲ ἀναιρε- θέντος μηδὲ ἔμψυχον εἶναι, ἐμψύχου δὲ μὴ ὄντος μηδὲ ζῷον εἶναι, ζῴου δὲ ἀναιρεθέντος μηδὲ αἴσθησιν εἶναι · ἐν γὰρ τοῖς ζῴοις ἡ αἴσθησις εἶναι ἔχει. αἰσθητοῦ μὲν οὖν ἀναιρεθέντος οὐδὲ αἴσθησις ἔσται, ὡς ἐδείξα|μεν, διότι πᾶσα αἴσθησις ἐν σώματι ἔχει τὸ εἶναι καὶ περὶ μόνον αὐτὸ [*](94v) θεωρεῖται· τὰ γὰρ ἀσώματα ἐκπέφευγε πᾶσαν αἴσθησιν μήτε αὐτὰ αἰσθήσει [*](1 καὶ θεῖοι ἄνδρες om. a 2 ἀρχιμίδης C παντὶ Amnion.: πάνυ C: ἅπαν F: om. a ἀνεῦρε a 3 ὅτι εἴπερ a 4 alt. τοῦ om. Fa 6 τοῦ τῆ φύσει C 7 ἀλλ’ ἡ] ἀλλὰ F: ἀλλὰ καὶ a 9 τοῦ ὅτι] τοῦ C: τοῦτο a 10 ἐστι δεικτικόν C: δεκτικόν ἐστιν Fa 11 τοῦ ζώου Ca ἔστιν F 13 πρότ. μὲν F 14 σκάζον] εἰκάζοντος F1: μὲν τῆς ἐπιστήμης σκάζειν F2 ἐπὶ] περὶ C 16 ἐστι] εἰσι Ca 17. 18 τῆ φύσει — τούτοις om. a 18. 19 ἔχει — αἰσθήσεως inserui: om. libri 19 εγναι] ἔχειν C 20 γυμν. οὖν a 21 γυμν.] διδάσκει F 23 εἰ γὰρ ἡ αἴσθ.] αἱ γὰρ αἰσθήσεις Ca 24 pr. δὲ om. F τὸ σῶμα (alt. 1.) F 27 γὰρ] γοῦν a ἡ om. F 28 μὲν om. a οὖν om. F 29 τῶ σῶμ’. F 30 ἀσώμ.] σῶμ’. F)

    122
    ὑποπίπτοντα μήτε δεκτικὰ ὄντα αἰσθήσεως. οὐ μήν γε καὶ ἀντιστρέφει· [*](94v) οὐ γὰρ ἀναιρεθείσης αἰσθήσεως ἀνῄρηται καὶ τὸ αἰσθητόν· τί δή ποτε; ἐπειδὴ πᾶν ζῷον ἔμψυχον, πὰν δὲ ἔμψυχον σῶμα, οὐ πᾶν δὲ σῶμα ἤδη καὶ ἔμψυχον ζῷον, πᾶν δὲ σῶμα αἰσθητόν, ὥστε καὶ ζῴου ἀναιρεθέντος οὐδὲν κωλύει πλείονα ἄλλα εἶναι, οἷον πῦρ γῆν ὕδωρ ἀέρα γλυκὺ πικρὸν καὶ τὰ τοιαύτα. ἐκ τούτων ἄρα κατεσκεύασται ὅτι φύσει πρότερα τὰ αἰσθητὰ τῶν αἰσθήσεων, ὅτι συναναιροῦσι μὲν ἑαυτοῖς τὰς αἰσθήσεις οὐ συναναιροῦνται δὲ ἐκεῖνα, καὶ συνάγονται μὲν ταῖς αἰσθήσεσιν οὐ σύνεις. ἄγουσι δὲ αὐτάς.

    p. 8a6 Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅ μὰ γὰρ ζῷον γίνεται καὶ αἴσθησις. τὸ δέ γε αἰσθητόν ἐστι καὶ πρὸ τοῦ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν.

    ᾿Εντεῦθεν πάλιν ἐκ τοῦ μᾶλλον ἡ ἐπιχείρησις καὶ ἐκ τοῦ προσεχέστερον πρὸς τὸ αἰσθητὸν ἀποδιδομένου, λέγω δἡ τοῦ αἰσθητικοῦ· τὸ γὰρ αἰσθητικὸν αἰσθητοῦ αἰσθητικόν, αἰσθητικὸν δέ ἐστι τὸ μετέχον αἰσθήσεως. τί οὖν λέγω, φησίν, ὅτι τῆς αἰσθήσεως προυπάρχει τὰ αἰσθητά, ὁπότε τὸ αἰσθητικόν, λέγω δὴ τὸ ζῷον, ᾧ συγγίνεσθαι πέφυκεν ἡ αἴσθησις, ἐκ τῶν αἰσθητῶν ἔχει τὸ εἶναι, πυρὸς λέγω καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων; τὸ δὲ ἔκ τινος γινόμενον, καὶ μάλιστα ὡς ἐξ ὕλης, ὕστερόν ἐστιν ἐκείνου ἐξ οὗ γέγονε καὶ τῇ φύσει καὶ τῷ χρόνῳ· ὥστε πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως, φησίν, εἶναι δόξειε. καὶ μέχρι μὲν τοσούτου προέρχεται αὐτῷ ἡ ἀπορία. οὐκ ἐπήγαγε δὲ τῶν εἰρημένων ἐνστάσεων τὴν λύσιν. λεκτέον οὖν πρὸς ταῦτα ὅτι τὸ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει τινὶ συνδεδεμένα πρὸς ἄλληλα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐν τούτοις γὰρ ἐὰν | μὲν νοήσωμεν τὸν πατέρα ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, πρότερος ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους (πρότερος γὰρ Σωφρονίσκος ὡς πράγματα νοούντων τούτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ τὴν ἐπιστήμην καὶ τὸ ἐπιστητὸν ἐὰν μὲν ὡς πράγματα [*](2 ἀνήρηται] ἀναιρεῖται a 3 ante ζῶον add. μὲν a 4 ζώου μὲν καὶ om.) ἀναιθέντος (sic) F 5 γῆ (sic) πῦρ ὕδωρ (ἀέρα om.) C: πῦρ ὕδωρ γῆν ἀέρα om.) a 6 κατασκεύασται F 8 συναναιροῦντα F 10 ante ἔτι add. εἰπὼν δὲ a ἅμα - πάλιν (15) om. a 11 τῷ ζῴῳ Arist. 12 τοῦ ζῷον ἢ αἴσθησιν εἶναι Arist. τοιαῦτα] λοιπά C 13 post, ὧν add. καὶ Arist. καὶ om. F ζώου (alt. 1.) C 15 πάλιν] μᾶλλον F ποιεῖται τὴν ἐπιχείρησιν a 16. 17 τὸ γὰρ αἰσθητὸν αἰσθητικοῦ αἰσθητόν F 17 αἰσθητοῦ] αἰσθητικοῦ a 18 τὸ αἰσθητόν F 19 ἡ om. F 20 καὶ (prius) om. F 23 δόξει C τούτου Ca 21 οὐκ ἐπήγ. δὲ οὐκέτι C 25 καὶ λεκτέον (οὖν om.) a 26 ἐν σχ. τινὶ συνδεόμενα Ca 28 ὁ om. C 29. 30 πρότερος — τούτους in mrg. suppl. (post σῶφρον. add. ὡς ἀρχὴ ὤν) F 2 30 ἅμα Amraon.: ἄμεσα CFa 31 μὲν αὐτὰ F)

    123
    νοήσῃς, προυπάρχει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, ἐὰν δὲ ὡς σχέσιν, ἅμ [*](95r) ταῦτα ὑφέστηκεν· οὐδὲ γὰρ ἂν εἴη ἐπιστητόν τι ἐπιστήμης περὶ αὐτὸ μὴ οὔσης· οἷον τὰ ἄστρα ἐπιστητὰ ὄντα ὡς μὲν πράγματα νοούμενα πρότερα ἔστι τῆς περὶ αὐτὰ ἐπιστήμης, ἐὰν δὲ ὡς πρός τι αὐτὰ νοήσωμεν, φημὶ δὴ ὡς ἐπιστητά, ἅμα ἔσται ταῦτα τῇ περὶ αὐτῶν ἐπιστήμῃ· οὐδὲ γὰρ ἂν εἶεν ἐπιστητὰ ἐπιστήμης αὐτῶν μὴ οὔσης, ἐξ ἧς καὶ παρωνύμως λέγονται· τίνι γὰρ ἄν εἶεν ἐπιστητά; τὸ γὰρ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν· τῆς οὖν ἐπιστήμης μὴ οὔσης, πῶς ἐκεῖνα ἐκ τῆς μὴ οὔσης τὴν παρωνυμίαν ἕξουσιν; ἀλλ’ ὡς μὲν πράγματα εἰσίν, ὡς δὲ ἐπιστητὰ οὐκέτι. τὰ αὐτὰ καὶ περὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ ἐροῦμεν.

    Καὶ ἄλλως δὲ τῶν πραγμάτων τῶν μὲν ὄντων δυνάμει τῶν δὲ ἐνερ- γείᾳ δυνάμει μὲν τῶν πεφυκότων τι εἶναι μήπω δὲ ὄντων, ἐνεργείᾳ δὲ τῶν τὴν φυσικὴν δύναμιν ἐνεργῆ δειξάντων, οἷον ἐνεργείᾳ μὲν ὡς ὁ γραμματικὸς ὁ τέλειος, ᾧ μηδὲν εἰς τέχνην τὴν γραμματικὴν ἐπιλείπει, δυνάμει δὲ ὡς τὸ παιδίον, ὅπερ ἔχει δύναμιν τοῦ γενέσθαι γραμματικόν), ἐπὶ τῶν πρός τι πάντων ὡς ἄν ἔχῃ τὸ ἕτερον, οὕτως ἕξει καὶ τὸ λοιπόν· ἐὰν μὲν γὰρ τὸ ἕτερον ἐνεργείᾳ ᾖ, καὶ τὸ λοιπὸν ἐνεργείᾳ ἔσται, ἐὰν δὲ δυ- νάμει, καὶ τὸ λοιπὸν δυνάμει. ὅταν οὖν τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητὸν ἐνεργείᾳ ἡ, καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις ἐνεργείᾳ ἔσται, ἐὰν δὲ τὰ πρότερα δυνάμει, δυνάμει καὶ τὰ δεύτερα. εἴ οὖν τις | τὴν ἔκλειψιν τὴν [*](95v) σεληνιακὴν πρὸ τοῦ Θαλοῦ ὡς ἐπιστητὸν προεπινοήσειε, δυνάμει ἔσται ἐπιστητὸν καὶ οὐκ ἐνεργείᾳ, καὶ ἡ ἐπιστήμη δὲ ταύτης πάντως καὶ αὐτὴ δυνάμει προεπινοηθήσεται· εἰ γὰρ μὴ ἦν πρὸ τοῦ Θαλοῦ ἡ ἐπιστήμη τῆς σεληνιακῆς ἐκλείψεως δυνάμει, οὐδ’ ἂν ἐκβεβήκει εἰς ἐνέργειαν ἐπὶ αὐτοῦ· ὃ γὰρ πρότερον οὐκ εἶχε δύναμιν τοῦ γενέσθαι, τοῦτο ἀδύνατον εἰς ὕστερον γενέσθαι· ὥσπερ γὰρ ὁ ἵππος οὐκ ἔχων δύναμιν τοῦ γενέσθαι γραμματικὸς οὐδέποτε ἐνεργείᾳ γενήσεται γραμματικός, οὕτως εἰ μὴ πρὸ τοῦ Θαλοῦ δυνάμει ὑπῆρχεν ἡ ἐπιστήμη τῆς σεληνιακῆς ἐκλείψεως, οὐδ’ ἄν ὑπ’ αὐτοῦ εἰς ἐνέργειαν προήχθη. ἐνεργείᾳ δὲ ἐπ’ αὐτοῦ γενομένης τῆς ἐπιστήμης καὶ τὸ ἐπιστητόν, ἡ σεληνιακὴ ἔκλειψις, ἐνεργείᾳ γεγένηται. τὰ αὐτὰ πάλιν καὶ ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ ἐροῦμεν. καὶ νῦν δὲ τὸν τοῦ κύκλου τετραγωνισμὸν εἰ μὲν οἷόν τέ ἐστιν εὑρεθῆναι, νῦν δῆλον ὅτι δυ- νάμει ἐπιστητός ἐστι καὶ ἡ ἐπιστήμη αὐτοῦ δυνάμει ἔσται. εἰ δὲ μὴ [*](1 σχέσιν ἔχοντα F 3 νοοῦντα F 4 ὡς om, F alt. αὐτὰ] ὄντα a 5 αὐτὰ C 6 εἴη a 7 ἐστὶν] ἔσται C 9 οὐκέτι] οὐκ ἔστιν F 12 τι om. F post δὲ add. καὶ a 13 ἐνεργῆ] ἐνεργεῖν F: ἐνεργείᾳ a δεικνύντων C οἷον om. CF 13. 14 ὁ τελ. γραμ. C: γραμ. ὁ τἐλ. (ὁ om.) a 14 ᾧ] ὃς a λείπει (sic) τὴν γp. Ca 15 τὸ om. C ante ἐπὶ add. καὶ Ca 17 τῆ ἐνεργ. (pr. l.) F ἔσται] ἐστίν F 20. 30 ἔλλειψ. F 21 ἐστὶν C 22 αὕτη a 23 προεπινοηθήσεται Paris. 2051: προσεπενοήθη C: προσεπινοηθήσεται Fa post θαλοῦ iter, ὡς ἐπιστητὸν — θαλοῦ C 24 οὐδ’] οὐκ CF1 ἐκβέβηκεν F ἐπὶ αὐτοῦ] ἐπὶ τὸ αὐτὸ F: om. C 26 τοῦ γενέσθαι Laur. 72, 1: γενέθαι C: εἶναι F: τοῦ εἶναι a 27 τοῦ om. Ca 28 ἐλλείψ. F ἐπ’ Ca αὐτοῦ τοῦ θαλοῦ a 30 πάλιν om. a 32 μὲν οὑν K ὅτι om. a)

    124
    ἐνδέχεται αὐτὸν εὑρεθῆναι πώποτε ὑπὸ ἀνθρώπων, οὐδὲ δυνάμει ἔστι [*](95v) ἐπιστητόν, ἀλλ’ ὡς πρᾶγμα μὲν ἔστιν, ἐπιστητὸν δὲ οὐδὲ δυνάμει ἐστίν, ὥσπερ οὐδὲ δυνάμει ἐστὶν ἐπιστητὸς ἀνθρώποις ὁ τῆς ψάμμου ἀριθμός. διὰ τούτου δὲ τοῦ λόγου κἀκεῖνο τὸ ἄπορον ἐπιλυόμεθα τὸ ἐπιφερόμενον ἡμῖν παρὰ τῶν νομικῶν· φασὶ γὰρ ἐκεῖνοι εἶναι δοῦλον ἀδέσποτον· οἷον ἀποθνήσκων τις, φασίν, εἶπε κατὰ διαθήκας ὅτι ὁ δεῖνα ἐὰν τόδε ποιήσῃ, λαμβανέτω τόνδε τὸν ἐμὸν δοῦλον οἰκέτην· ἰδοὺ οὖν, φασίν, ἐνταῦθα ἐν ὅσῳ οὐκ ἐξανύει τὸ προσταχθὲν ὁ κληρονομήσας, ἔστιν ὁ δοῦλος ἀδέ- σποτος. φαμὲν οὖν ὅτι κἀνταῦθα τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐπιλύεται τὴν ἀπορίαν· οὔτε γὰρ ἐκεῖνος δεσπότης ἐστὶν ἐνεργείᾳ οὔτε οὗτος δοῦλος, ἀλλ’ ἑκάτερος δυνάμει. ἐπειδὰν δὲ τὸ προσταχθὲν ὁ κληρονόμος ποιήσῃ καὶ γένηται ἐνεργείᾳ δεσπότης, τότε καὶ ὁ καταλειφθεὶς οἰκέτης ἐνεργείᾳ [*](96r) δοῦλος γενήσεται. ὥστε ὑγιὴς ὁ λόγος ἐπὶ πάντων ὁ λέγων τὰ πρός τι ἅμα τῇ φύσει εἶναι.

    p. 8a13 ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται.

    Πληρώσας τὸν τῶν παλαιῶν περὶ τῶν πρός τι ὁρισμὸν καὶ συναγωνισάμενος αὐτῷ ὡς ἐνῆν μάλιστα, εἶτα καὶ τὰ παρακολουθήματα τῶν πρός τι εἰρηκὼς καὶ μέλλων τὸν ἴδιον ὁρισμὸν ἀποδοῦναι, πρότερον τὸ παρακολουθοῦν ἄτοπον τῷ ἀποδεδομένῳ ὁρισμῷ ἐντεῦθεν ἄρχεται διελέγχειν. ἔστι δὲ τὸ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὁρισμὸν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὴν οὐσίαν συμβεβηκός· τῶν γὰρ δέκα κατηγοριῶν, ὡς πολλάκις εἴρηται, μία μέν ἐστιν οὐσία, αἱ δὲ ἐννέα τοῦ συμβεβηκότος, ὧν μία ἡ τῶν πρός τι. εἰ οὖν τὰ μέρη τῶν οὐσιῶν πρός τι, δῆλον ὅτι καὶ συμβεβηκότα ἂν εἴη· εἰ δὲ τὰ μέρη συμβεβηκότα, καὶ τὸ ὅλον ἐξ ἀνάγκης (ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον συνέστηκεν)· [*](96v) οὐκοῦν καὶ ἡ οὐσία συμβεβηκὸς ἔσται, οὗ τί ἀτοπώτερον; διαίρεσις δὲ τῆς οὐσίας ἡμῖν ἐνταῦθα παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἢ ὅλον ἢ μέρος. τεσσάρων οὖν ὄντων τμημάτων ἓξ πάλιν γίνοντία συζυγίαι, καὶ αἱ μὲν δύο, ὡς πολλάκις εἴρηται, ἀσύστατοι αἱ τὰ ἐναντία συνάγουσαι (οὐ γὰρ δύναται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ καθόλου [*](1 ποτὲ F οὐδὲ] οὐ F 2 alt. ἐστίν] ἔσται F 3 τῆς ἄλλης ψ. C 4 τούτου] δὲ διὰ (sic) C 5 οἷον] ὃν Γ’ 6 φησίν F 7 δοῦλον καὶ οἰκ. a φησιν F: post ἐξανύει (8) coll. φασὶ del. C 8 ὁ δοῦλός ἐστιν coll. F 9 ἐνταῦθα F 10 δεσπ. γὰρ ἐκ. coll. C 11 ἑκάτερα F 12 γενήσηται a τότε om. C 12. 13 ἐνεργ. καὶ ὁ δοῦλος (καταλ. οἰκ. om.) C 12 alt. om. F 13 ὁ λέγων ἐπὶ π. coll. a 16 λέγεται] ἔστιν F 19 παραδοῦναι Ca 20 ante ἄτοπον add. αὐτῶ CF τῶ ἀποδ. ὁρισμῶ om. C 21 pr. τὸ om. C 22 εὑρίσκεται F 23 πολλάκις om. a εἴρηται] p. 49,10 ἡ οὐσία F 25 εἶεν Ca 27 καὶ om. Ca 28 ἐνταῦθα post παραδ. coll. F: ante τῆς οὖσ’. a παραδέδ. F τοιαύτη om. F 29. 30 γίν. πάλιν coll. F 30 δύο μὲν coll. a πολλ’ εἴρηται] p. 28.20; spectat etiam comm. in Isag. 31 κατὰ τὸ αὐτὸ om. F)

    125
    εἶναι καὶ μερικόν, καὶ ὅλον καὶ μέρος), συνίστανται δὲ αἱ λοιπαὶ τέσσαρες, [*](96v) αἵ τε ὑπάλληλοί φημι καὶ αἱ διαγώνιοι· ἢ γὰρ τὸ καθόλου τῷ ὅλῳ συμπλεκόμενον ποιεῖ τὸν ἁπλῶς ἄνθρωπον, ὃς καὶ καθόλου ἐστὶ (κατηγορεῖται γὰρ κατὰ τῶν ἀτόμων καὶ περιέχει αὐτά) καὶ ὅλον τί ἐστι· τῶν οἰκειῶν γὰρ μερῶν ὁλότης τίς ἐστιν, οἷον ζῴου καὶ λογικοῦ· πάλιν τὸ καθολοῦ συμπλεκόμενον τῷ μέρει ποιεῖ τὸ καθόλου μέρος, οἶον ἀπλῶς κεφαλὴν καὶ ἁπλῶς χεῖρα. καθόλου μέν, ὅτι κατὰ πάσης μερικῆς κεφαλῆς ἤ χειρὸς κατηγορεῖται, μέρος δέ, διότι ἕν τι τῶν τοῦ ζῴου μερῶν ἐστι· τὸ δὲ μερικὸν συμπλεκόμενον τῷ ὅλῳ ποιεῖ τὸν τινὰ ἄνθρωπον,, οἷον Σωκράτην, ὅστις μερικόν ἐστι, διότι κατ’ οὐδενὸς κατηγορεῖται, ὅλον δὲ ὡς τῶν οἰκείων μερῶν περιεκτικόν. πάλιν τὸ μερικὸν συμπλεκόμενον τῷ μέρει ποιεῖ τὴν τινὰ κεφαλὴν ἢ τὴν τινὰ χεῖρα, οἷον Σωκράτους· αὕτη γὰρ μερικὴ μέν’ ὅτι Σωκράτους μόνου, μέρος δέ, ὅτι ἐν τῇ ὁλότητι αὐτοῦ θεωρεῖται· ἐν τούτῳ γὰρ διαφέρει τὸ μέρος τοῦ μερικοῦ, ὅτι τὸ μὲν μερικὸν πλείοσιν ὑπάρχει, τὸ δὲ μέρος ἑνὶ μόνῳ.

    Τούτων αἱ μὲν τρεῖς, φησίν, οὐκ ἄν ὑπονοηθεῖεν τῶν πρός τι, ἡ δὲ μία ἡ τοῦ καθόλου μέρους, ὅ ἐστι κεφαλὴ χείρ, ὅσον ἐπὶ τῷ τῶν πρός τι ὁρισμῷ δόξειεν εἶναι τῶν πρός τι· καὶ ὅτι μέν’ φησιν, η πρώτη συζυγία οὐκ ἔστι τῶν πρός τι, πρόδηλον· ὁ γὰρ | Σωκράτης οὓ [*](97r) λέγεται ἄλλου τινὸς εἶναι Σωκράτης. ἀλλ’ οὐδὲ τὸ τούτου μέρος, λέγω ὄη τὸ μερικὸν μέρος, οἷον ἡ τὶς χείρ, οὐδὲ αὐτὴ δόξειεν εἶναι τῶν πρὸς τι· οὐδεὶς γὰρ ἐρεῖ ὅτι ἡ τὶς χεὶρ τινός ἐστι τὶς χείρ· καταγέλαστον γάp. ἀλλ’ οὐδὲ ἡ δευτέρα ἡ τὸ καθόλου καὶ ὅλον συμπλέκουσα λέγω δὴ ό ἀπλῶς ἄνθρωπος· οὐδεὶς γὰρ ἐρεῖ ὅτι ὁ ἄνθρωπος τινός ἐστιν ἅνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς, ἀλλὰ κτῆμα μὲν εἶναι λέγεταί τινος ὁ βοῦς καὶ ό ἄνθρωπος, ὁ ἄνθρωπος δὲ τινὸς εἶναι ἄνθρωπος ἡ ὁ βοῦς τινὸς εἶναι βοῦς οὐκέτι. μόνως οὖν, φησίν, ἡ τὸ καθόλου καὶ μέρος συμπλέκουσα ἀυτὴ δόξει κατὰ τὸν ἀποδεδομένον ὁρισμὸν τῶν πρός τι εἶναι, ἡ ἀπλῶς λέγω κεφαλὴ καὶ ἡ ἀπλῶς χείρ· ἡ γὰρ κεφαλὴ τινὸς λέγεται κεφαλὴ καὶ ἡ χεὶρ τινὸς χείp. ἐμοὶ δὲ καὶ τὸ μερικὸν καὶ μέρος δοκεῖ τῶν πρός τι εἶναι ὅσον ἐκ τοῦ προαποδοθέντος ὁρισμοῦ· εἰ γὰρ τῶν πρὸς τι ἐκείνα εἶναι ἐλέγετο ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, οὐ μόνον δὲ τὸ καθολοῦ μέρος οἷον ἡ ἁπλῶς χεὶρ τοῦ ἁπλῶς ἀνθρώπου λέγεται εἶναι, ἄλλα καὶ τίς] τί F: om. C οἷον] ἤγουν C καὶ] ἣ C 8 post μ‘ερῶν add. ἵδιον a [*](11 πάλιν δὲ a τὴν om. F 12 ἣ τὴν om. F 13 pr. ὅτι] ὡς C μονὴ C: μόνον F αὐτοῦ scripsi: ἑαυτῆς CFa 14. 15 scribas τὸ μὲν μέρος πλ. ὑπ’· τὸ δὲ μερικὸν ἐνὶ μ. 16 ἐπινοηθ. a 17 κεφ. ἣ χείρ C: ἡ κεφ. ἢ ἡ χείρ a 19 συζυγία scripsi: οὐσία libri 20 τούτου] ταύτης Fa 22 τὶς χείρ ἐστι coll. C: ἐστι χείρ τις a 23 ἡ δεύτερα Vind. 10: τῆς δευτέρας CFa 24 ἐστιν] εἶναι ἀνθρώπου F 25 λέγεται om. F τινός ἐστι βοῦς C 25. 26 ὁ βοῦς καὶ ὁ ἄνθp.] ὁ βοῦς καὶ ἄωθp. C: βοῦς καὶ ἄνθp. a 26 ὁ (utrobique) om. Ca tert. ἄνθρωπος om. CF τινος εἶναι βοῦς om. OF 27 οὐκέτι] οὐκ ἐστι F: om. C φησιν ὅτι C τὸ μέρος a (prius) om. a 31 post εἶναι add. ἡ τὶς λέγω κεφαλὴ καὶ ἡ τὶς χεὶρ a 32 ἐλέγ.] λέγεται a λέγ’. εἶναι coll. a 23 ἡ om. C post χεὶρ add. οὐ μόνον C)

    126
    ἡ τὶς χεὶρ τοῦ τινὸς ἀνθρώπου λέγεται εἶναι (λέγομεν γὰρ ὅτι ἥδε ἡ χεὶρ [*](97r) Σωκράτους ἐστί), καὶ τούτου μεστὴ καὶ ἡ κοινὴ συνήθεια καὶ ἡ τῶν ἀρχαίων χρῆσις (φαμὲν γὰρ τῇ χειρί μου ἔγραψα’, ἰτὴν χεῖρα τοῦδ’ ἔπληξα ἢ τὴν κεφαλήν’,
  • κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες’ ,
  • πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης΄,
  • ‘κεφαλὴ Δῖός οὐκ ἐπινεύει’)·
  • ὥστε εἰ καὶ τὸ μερικὸν μέρος τινός ἐστι μέρος, καὶ τοῦτο ἄρα τῶν πρός τι ἔσται. τὸ δὲ κατὰ τὴν λέξιν δόξαν ἄτοπον ἕπεσθαι εὐχερὲς λῦσαι. οὐδὲ γὰρ ἀνάγκη λέγειν ὅτι ἡ τὶς χεὶρ τινὸς τίς ἐστι χείρ, ἐπειδὴ μηδὲ τὴν καθόλου χεῖρα τινὸς καθόλου χεῖρα λέγομεν, ἀλλὰ ἀνθρώπου χεῖρα. οὕτω δὴ οὖν I καὶ τὴν τινὰ χεῖρα τινὸς χεῖρα λέγομεν, οἷον Σωκράτους, [*](97v) ἄνευ τοῦ προσδιορισμοῦ. τὰ οὖν δύο μόρια τοῦ προεκκειμένου διαγράμματος, τό τε καθόλου μέρος καὶ τὸ μερικὸν μέρος, τῶν πρός τι ἔσται καὶ συμβήσεται, ὡς εἶπον, τὴν οὐσίαν συμβεβηκὸς εἶναι. τοῦτο οὖν, φησί, τὸ ἄτοπον, λέγω δὴ τὸ τὰ μέρη τῶν οὐσιῶν εἶναι τῶν πρός τι, ἀδύνατον ἢ δυαερὲς λῦσαι κτὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν. οὕτω μὲν οὖν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς διαβάλλει τὸν ἀποδεδο- μένον ὁρισμόν. ἡ δὲ εἰς ἄτοπον ἀπαγωγή ἐστιν, ὡς ὅταν ἀποδεῖξαί τι βουλόμενοι λάβωμεν τὸ ἀντικείμενον τούτῳ καὶ τούτῳ ἄτοπόν τι ἀκολουθοῦν δείξωμεν, εἶτα ἐκ τούτου συνάγωμεν ὅτι διὰ τοῦτο ἠκολούθησε τὸ ἄτοπον ἡμῖν, ὅτι ψευδὴς ἡ δεδομένη πρότασις· οὐδεμιᾷ γὰρ ἀληθεῖ προτάσει ἄτοπόν τι ἀκολουθεῖ· εἰ δὲ ψευδὴς αὕτη ἡ πρότασις, ἡ ἀντικειμένη ἄρα ταύτῃ ἀληθής. οἷόν τι λέγω, βουλόμενοι δεῖξαι ὡς ἔστιν ἡ ψυχὴ ἀθάνατος, λαμβάνομεν τὴν ἐναντίαν ταύτῃ πρότασιν τὴν λέγουσαν ὅτι θνητή, εἶτα δείκνυμεν ἄτοπόν τι ταύτῃ ἀκολουθοῦν, ἵν’ οὕτως τὸ ἐναντίον κρατύνωμεν· εἰ γὰρ θνητὴ ἡ ψυχή, οὐκ ἔσται τὰ ὑπὸ γῆν δικαιωτήρια, ἀλλὰ μέχρι τοῦ φαινομένου ἡμῖν ὁ βίος καὶ τῷ σώματι ἡ ψυχὴ συναπόλλυται. οὐκ ἔσται οὖν οὐδὲ ἀγαθῶν ἔργων ἀμοιβὴ οὐδὲ πονηρῶν ἔκτισις· εἰ γὰρ ὁρῶμεν ὅτι πολλοὶ τῶν δικαίων ἐν θλίψεσι τὸν πάντα βίον διέζησαν, ἁμαρτωλοὶ δὲ πλεῖστοι ἐν εὐδοξίᾳ πολλῇ καὶ εὐπορίᾳ τὸν βίον κατέλυσαν, οὐκ ἔστι δέ [*](2 σωκράτης F 5 ἐκείνου Fa (of. Horn. δ 149) τοιοίδε πόδες scripsi: τοιήδε κεφαλὴ libri post χεῖρες add. καὶ εἰ δὲ καὶ F) χεῖρες αἰγέως αὖται Fa 6 πάντες . .] Hom. Υ 59 σείονται F: δὲ σείοντο a πολυτηδάκου C: πολυπίδακος a 7 κεφαλὴ δὲ a: κορυφὰ Callim. Hymn. V 135 8 ὡς F εἰ om. Fa μερικὸν καὶ μέρος a ἐστι] εἶναι λέγεται, ἀνάγκη πᾶσα τὸ F 9 λύειν εὐχ. F 11 χεῖρα (post alt. καθ’.) om. a λέγεται F 12 τινὸς χεῖρα om. C: χεῖρα om. a 13 προκειμ. F 15 τὴν οὖσ’. ὡς εἶπον coll. F εἶπον] p. 124,22 16 post οὐσιῶν add. μὴ Ca ἢ ἁδύν. ἢ F 21 δεέξομεν c συνεισάγ. a 23 ἐπακολ. C αὕτη ἡ] ἡ αὐτὴ F 24 post λέγω add. ὅτι F ὡς ἔστιν] εἰ F: ὅτι a 25 πρότ. ταὐτὴ coll. C 26 κρατὑνομεν c γὰρ δὴ a 27 δικαιότερα a 28 οὐκ ἔσται] ὥστε F 29 ἀμοιβὴ om. I ἔκτ.] κρίσις F 30 ἐν om. C ’σαν CF 31 ἐν om. a)
    127
    τις μετὰ τὸν βίον τοῦτον ἐξέτασις τῶν βεβιωμένων, μέχρι τούτου μόνου [*](97v) τῆς τῶν ἀνθρώπων ζωῆς περικλειομένη; οὐδεὶς ἄρα τὸ κατ’ ἀξίαν ἀπο- λήψεται, καὶ εἰ οὐδεὶς τὸ κατ’ ἀξίαν ἀπολήψεται, οὐκ ἔσται πρόνοια· εἰ γὰρ ἀγαθοῦ ἄρχοντος πόλιν διοικοῦντος ἔστιν ἰδεῖν πάντα τεταγμένως τὰ ἐν τῇ πόλει γιlνόμενα καὶ τοὺς μὲν ἀγαθοὺς δωρεαῖς καὶ ἀξιώμασι τιμωμένους, [*](98r) τοὺς δὲ πονηροὺς στηλιτευομένους καὶ ἐν τιμωρίαις διάγοντας, πόσῳ μᾶλλον τοῦ ἀγαθοῦ κατὰ οὐσίαν θεοῦ καὶ μιᾷ ἐπιβολῇ τὰ πάντα γινώσκοντός τε καὶ προνοουμένου τῶν ὅλων οὐδὲν ἄτακτον ἐν τῷ βίῳ γενήσεται; τοιγαροῦν οὐκ ἔσται πρόνοια, εἰ μὴ ἔσται τῶν βεβιωμένων ἐξέτασις· ταύτης δὲ τῆς ἀτοπίας τί ἀσεβέστερον; εἰ γὰρ οὐκ ἔσται πρόνοια, οὐδὲν ἔσται τῶν ὄντων τεταγμένον · τὸ γὰρ ἀπρονόητον ἄτακτον, ἅτε ἐκ ταὐτομάτου καὶ ὡς ἔτυχε φερόμενον. ὅτι δὲ οὐκ ἐκ ταὐτομάτου ὁ βίος οὐδὲ τυχαῖος, δῆλον ἐντεῦθεν· τὰ γὰρ ἐκ ταὐτομάτου καὶ τύχης σπανιώτατά ἐστι καὶ ἄλλων παρακολουθήματα, τὸ μὲν αὐτόματον τῶν φυσικῶν ὁρμῶν τὸ δὲ τυχαῖον τῶν προαιρετικῶν · οἷον κατηνέχθη λίθος ἄνωθεν φυσικῇ ὁρμῇ ἐπὶ τὸ κάτω φερόμενος καὶ προσραγεὶς τῇ γῇ καὶ τῶν ἐξοχῶν αὐτοῦ περιθραυσθεισῶν γέγονεν εἰς καθέδραν ἐπιτήδειος· τὸ οὖν ἐπιτήδειον αὐτὸν γενέσθαι πρὸς καθέδραν ἐκ ταὐτομάτου λέγεται γεγενῆσθαι, διότι τῇ ἐπὶ τὸ κάτω φυσικῇ ὁρμῇ τοῦ λίθου ἐπηκολούθησε. σπανίως δὲ καταφερόμενος λίθος ἄνωθεν ἐπιτήδειος γίνεται πρὸς καθέδραν. πάλιν ἵππος διψήσας ἐν πολέμῳ τοῦ δεσπότου ἀποσκιρτήσας ἔδραμε πιεῖν καὶ συμβολῆς γενομένης καὶ τοῦ δεσπότου τετελευτηκότος μετὰ πάντων σώζεται ὁ ἵππος. ἐκ ταὐτομάτου οὖν σεσῶσθαι λέγεται ὁ ἵππος. σπα- νίως δὲ ἵππος ἀποσείεται τὸν δεσπότην ἐν πολέμῳ καὶ σώζεται διὰ τοῦτο. τὸ δὲ τυχαῖον καὶ αὐτὸ σπάνιον καὶ ταῖς προαιρετικαῖς ὁρμαῖς παρακολου- θοῦν. οἷον κατῆλθέ τις 〈ἐπὶ τὸ〉 λούσασθαι ἢ εὔξασθαι καὶ περιέτυχε βιβλίῳ πωλουμένῳ, ὃ πάλαι ἐζήτει, καὶ ἠγόρασε. τοῦτο τυχαῖον · οὐ γὰρ ἔκ τινος προνοίας, οὐδὲ φοιτήσας ἔνθα πιπράσκεσθαι | βιβλία εἴωθεν, ἠγόρασε τὸ 98v βιβλίον. καὶ τοῦτο δὲ τῶν σπανιωτάτων. τὰ μὲν οὗν ἐκ ταὐτομάτου καὶ τυχαῖα σπανιώτατα, τὰ δὲ τεχνητὰ καὶ φυσικὰ καὶ ὅλως τὰ ἐκ προνοίας γινόμενα τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐστὶν ἢ καὶ ὡς ἐπὶ πᾶν· ὡς γὰρ ἐπὶ τὸ πολὺ ὁ τέκτων τυγχάνει τοῦ οἰκείου τέλους καὶ ὁ οἰκοδόμος ἢ ἀποτυγχάνει. καὶ ὁ ἰατρὸς μᾶλλον ὑγιάζει ἢ οὐχ ὑγιάζει· εἰ γὰρ ἐξ ἴσης [*](1 τοῦτον om. F μόνου τούτου coll. F 2 ἄρα] γὰρ F τὸ] τὰ C 3 καὶ — ἀπολ. om. F: εἰ — ἀπολ. om. a 5. 6 τετιμημένους a 6 στηλ.] ἠτιμωμένους F 8 τε om. K ἄτοπον a 9 μὴ ἔσται] μή ἐστι a 11 ἀπρονόηστον C 12 καὶ ὡς — ταὐτομάτου om. F 13 ἐξ αὐτομ. F 14 εἰσι F 15 ante φυσ. add. μὲν F1 17 περιθραυθ. F 18 εἰς καθ’. γίνεσθαι C 18.23 ἐξ αὐτομ. F 18. 19 γεγεν. λέγ’. coll. a 19 περὶ τὰ κάτω C: ἐπὶ τὰ κ. a 20 πρὸς καθ. γίν. coll. F 22 μετὰ π. τετελ. coll. F 23 τὸν ἵππον λέγεται F: ὁ ἵππος λέγ’. a 21 ὁ ἵππ. C τὸν δεσπ. ἀποσ. καὶ διὰ τ. σ. ἐν πολ. F τοῦτο] ποδῶν C 25 ἐν ταῖς a 26 ἀπῆλθε a ἐπὶ τὸ inserui 27 πωλουλομἐνω C 28 post εἴωθε add. τὰ βιβλία C 29 ἐκ ταὐτομάτων C: ἐξ αὐτομάτων F 31 τὸ om. F 33 ἐξ ἴσ’.] ἐπίσης F)
    128
    ὑγίαζέ τε καὶ καὶ οὐχ ὑγίαζεν, οὐδ’ ἄν τις αὐτὸν μετεκαλεῖτο, καὶ ἔτι [*](98v) μᾶλλον, εἰ ἐπ’ ἔλαττον ὑγίαζε. καὶ ἡ φύσις δὲ ὡς ἐπὶ τὸ πολὺ πεωταδάχτυλον ποιεῖ σπανιώτατα δὲ ἑξαδάκτυλον (καὶ τοῦτο διὰ τὴν πλεονεξίαν τῆς ὕλης), ἀεὶ ἡ σελήνη μειοῦται μὲν τῇ συνόδῳ τῇ πρὸς τὸν ἥλιον αὔξεται δὲ τῇ ἀποστάσει, ἀεὶ ὁ ἥλιος ἐν αἰγόκερῳ γινόμενος ποιεῖ χειμερινὰς τροπάς, ἀεὶ ἐν καρκίνῳ τροπὰς θερινάς, καὶ οὐκ ἄλλοτε ἄλλως, καὶ τὸ πῦρ ἀεὶ ἀνωφερὲς τὸ δὲ ὕδωρ ἐπὶ τὸ κάτω ῥεῖ, καὶ ἐπὶ πάντων ὁμοίως τῶν τεχνητῶν καὶ φυσικῶν, καὶ ὅλως τῶν ἐκ προνοίας τὸ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἰδεῖν καὶ οὐδέποτε τὸ ἐναντίον. δῆλον οὖν ὅτι οὐκ ἔστιν ἐκ ταὐτομάτου ὁ κόσμος, οὐδὲ τὰ τούτου μέρη. εἰ δὲ οὐκ ἔστιν ἐκ ταὐτομάτου, ἔχει δηλονότι τινὰ αἰτίαν ἑαυτοῦ προκαθεζομένην καὶ εὐρύθμως τὰ κατ’ αὐτὸν τάττουσαν, ἥνπερ πρόνοιαν λέγομεν. προνοίας οὖν οὔσης ἕκαστος ἐξ ἀνάγκης τὸ κατ’ ἀξίαν ἀπολήψεται. εἰ δὲ τοῦτο ἀληθές, ὁρῶμεν δέ, ὡς ἔφθην εἰπών, πολλοὺς τὰ ἐναντία τῶν οἰκείων πράξεων ὑπομένοντας ἐν τῷ τῇδε βίῳ ὅσον ἐκ τῶν φαινομένων, οὐκ ἄρα μέχρι τούτου τοῦ βίου ἡ τῶν ἀνθρώπων ζωὴ περιώρισται. ἔσται οὖν τις πάντως μετὰ τὸν τῇδε βίον τῶν βεβιωμένων ἐξέτασις, ἐν ᾗ ἡ πρόνοια ἀποκληρώσει ἑκάστῳ τὸ κατ’ ἀξίαν. εἰ δὲ τοῦτο, ἀθάνατος ἄρα ἡ ψυχή ἐστι καὶ οὐ συμφθείρεται τῷ σώματι· δεῖ γὰρ αὐτὴν | ὑπομεῖναι λυομένου [*](99r) τοῦ σώματος καὶ μὴ φθείρεσθαι, ἵνα ἀπολάβῃ μετὰ τὸν τῇδε βίον τὸ κατ’ ἀξίαν. σκόπει οὖν ἐνταῦθα πῶς βουλόμενοι δεῖξαι τὴν ψυχὴν ἀθάνατον ὑπεθέμεθα τὴν ἐναντίαν ταύτῃ πρότασιν τὴν λέγουσαν ὅτι θνητή, καὶ ἐδείξαμεν ταύτῃ ἄτοπόν τι παρακολουθοῦν τὸ εἰσάγεσθαι ἐκ τούτου μὴ εἶναι πρόνοιαν, καὶ οὕτως ὅτι ἀθάνατος κατεσκευάσαμεν· εἰ γὰρ ἄτοπον ἀκολουθεῖ τῷ λέγειν θνητὴν τὴν ψυχήν, τῇ δ’ ἀληθεῖ προτάσει οὐδὲν ἄτοπον οἷόν τε ἀκολουθεῖν, ψευδὴς ἄρα αὕτη. ἀληθὴς οὖν ἡ ταύτῃ ἐναντία ἡ λέγουσα ὅτι ἀθάνατος· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει ἀληθές ἐστιν ἐξ ἀνάγκης.

    Αὕτη μὲν οὖν ἐστιν ἡ εἰς ἄτοπον ἀπαγωγή, ᾗ καὶ ἐνταῦθα κέχρηται ὁ φιλόσοφος· αὐτὸς μὲν γὰρ βούλεται τὰ πρός τι τῷ εἶναι [*](1 μετεκαλέσατο F 3 post ποιεῖ add. τὸ βρέφος a σπᾶν. δὲ] ἤπερ Ca post ἑξαδάκτυλον add. εἰ οὖν τὰ μὲν ἐξ αὐτομάτου καὶ τυχαῖα σπάνια καὶ ἄλλως παρακολουθήματα, ὁ δὲ κόσμος καὶ τὰ τούτου μέρη ἡ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ· ἀεὶ γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου καὶ ἐπὶ τῶν ἄλλων ὦσαύτως. σπανίως γὰρ τὰ τέρατα γίνονται· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἡ φύσις πενταδάκτυλον ποιεῖ ἡ ἑξαδάκτυλον F 4 ἀεὶ γὰρ C 5 αἰγοκἐρωτι (τι superscr. m2) C 6 ἀεὶ δὲ a θεp.] χειμερινὰς C 1 7 ἀνώφορον F: ἄνω φέρεται a τὸ δὲ] καὶ τὸ a 8 τεχνητῶν τε a ἢ] καὶ F 9 τὰ ἐναντία F οὖν om. F 10. 11 αὐτομ. (utrobique) F εἰ δὲ — ταὐτομάτου om. C 10 εἰ δὲ] καὶ εἰ a 11 post ταυτ’. add. ὁ κόσμος οὑδὲ τὰ τούτου μέρη a τινὰ αἴτ’. δῆλ’. coll. a 12 τὰ κατ’ om. F 14 ἔφθην εἰπών] p. 126,29 16 ἔσται οὖν] ὥστε ἔσται a 16. 17 πάντ’. τις coll. F 17 τῶν βεβιωμένων om. F 21 τὴν ψ. δεῖξαι coll. F 22 ταύτης Ca 24 παρεσκ. a 25 τῷ] τὸ CF 26 παρακολ. a οὖν] δὲ Ca ταύτῃ] ταύτης F 30 μὲν om. F τῷ] τὸ F)

    129
    ἑτέρων χαρακτηρίζεσθαι, ὑποτίθεται δὲ τὸ ἐναντίον τούτῳ καὶ ἄλλοις [*](99r) δοκοῦν, λέγω δὴ τὸ τῷ λέγεσθαι αὐτὰ ἑτέρων χαραχτηρίζεσθαι, καὶ δεί- κνυσι τὸ παρακολουθοῦν ἄτοπον· τοῦτο δέ ἐστι τὸ καὶ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εἶναι· ἑτέρων γὰρ καὶ αὐτὰ λέγεται. καὶ οὕτως ὡς ψευδῆ τὴν δόξαν ταύτην ἀθετήσας τὴν ἰδίαν κρατύνει. συμπεραίνων δὲ ὧδέ πὼς τὰ εἰρημένα φησίν·

    p. 8 a 28 ἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι ὁρισμὸς ἀποδέδοται, ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι ὡς οὐδε- μία οὐσία τῶν πρός τι λέγεται.

    Tοῦτο δὲ εἶπε, λέγω δὴ τὸ τῶν πάνυ χαλεπῶν, διὰ τὸ δοκεῖν πώς τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς ‘αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται’· ἡ οὖν κεφαλὴ τῶν πρός τι ἐστὶν οὐχ ὡς κεφαλὴ ἢ σῶμα, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου μέρος. ἀλλὰ τοῦτο οὐκ ἀληθές· ἡ γὰρ κεφαλὴ οὐ καθὸ μέρος ἑτέρου λέγεται, ἀλλὰ κατὰ αὐτὸ τοῦτο τὸ εἶναι κεφαλή. ὥστε καὶ τὰ μέρη τῶν οὐσιῶν τῶν | πρός τι εὑρεθήσονται [*](99v) κατὰ τὸν προαποδοθέντα ὁρισμὸν τὸν λέγοντα τὰ πρός τι τῷ ἑτέρων λέγεσθαι χαρακτηρίζεσθαι· καὶ γὰρ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή. ὥστε ἀδύνατον τὸν ἀποδοθέντα τῶν πρός τι ὁρισμὸν ἐκφυγεῖν ταύτην τὴν ἀτοπίαν· διὰ τοῦτο γὰρ ἐπειδὴ εἶπε τῶν πάνυ χαλεπῶν, ἐπήγαγε καὶ τὸ ἀδυνάτων, δεικνὺς τὸ ἀναπολόγητον τῆς ἀτοπίας.

    p. 8 a 31 ἰ δὲ μὴ ἱκανῶς, ἀλλ’ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πω ἔχειν, ἴσως ἄν ῥηθείη τι πρὸς ταύτα.

    Νῦν τὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἐκτίθεται καί φησιν εἰ δὲ μὴ ἱκανῶς, τοῦτ’ ἔστιν εἰ μὴ αὐταρκῶς καὶ ἀνελλιπῶς ὁ τῶν πρός τι ὁρισμὸς ὑπὸ τῶν παλαιῶν ἡμῖν παρεδόθη, ἀλλ’ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πὼς ἔχειν, τοῦτ’ ἔστιν οἷς ἡ ὕπαρξις ἐν τούτῳ ἐστὶν ἐν τῷ πρὸς ἕτερον ἀναδέχεσθαί τινα σχέσιν, ἴσως ἄν, φησί, ῥηθείη τι πρὸς ταῦτα. πρὸς ποῖα; πρὸς τὰς ἀπορίας τὰς εἰρημένας ὅτι καὶ τὰ μέρη τῶν οὐσιῶν τῶν πρός τι εἶναι δόξουσιν· εἰ γὰρ οὕτω, [*](2 δὴ] δὲ F τὸ τῷ scripsi: τὸ C: τῶ Fa ante ἑτέρων add. τῶ μὴ εἶναι (m 2 superscr. οὐ) F: post ἑτέρων C post χαρακτ. add. ὑποτίθεται δὲ τοῦτο a 3. 4 τῶν οὖσ’. τῶν δεῦτ’. F 4 τῶν πρός τι a λέγονται Fa ὡς om.. C 8 τὸ] τῶ C 10 δὲ om. C λέγω δὴ τὸ] εἶναι a 17 χαρακτηρί- ζονται F: χαρακτηρίζεται a καὶ γὰρ καὶ F 18 ὁρισμῶν C IS. li) τὴν ἆτ’. ταύτην ἐκφεύγειν F 20 ἀδύνατον Fa δεικν. καὶ τὸ Γ’ 22. 23 ἴσως — ταῦτα om. a 23. 29 ταῦτα] αὐτά Arist. 25 καὶ ἀνελιπῶς a: om. F 26 ἀπεδόδη Fa 27 ἐν om. F 28 τοῦτο F φησί om. F 29 post ποῖα add. εἶπεν ἴσως ἄν ῥηθείη πρὸς ταῦτα a τὰς εἰp. ἀποp. a 30 οὐσιῶν om. F δοξάζουσιν a)

    130
    φησίν, ἀποδοθείη ὁ ὁρισμὸς ὥσπερ νῦν ἀποδεδώκαμεν, εὐχερῶς ἀπαντῆσαι [*](99v) δυνάμεθα πρὸς τὰς εἰρημένας ἀτοπίας. τίς δὲ ἡ ἀπάντησις, αὐτὸς ἐπή- γαγεν· ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν ταὐτό γέ ἐστι τῷ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι· οὐ γὰρ εἴ τι, φησί, λέγεται ἑτέρου, τούτου καὶ τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι· εἴ τι μὲν γάρ ἐστιν ἑτέρου, τοῦτο καὶ ἑτέρου λέγεται, οὐκ εἴ τι δὲ ἑτέρου λέγεται, ἤδη τοῦτο καὶ ἑτέρου ἐστίν· ὁ μὲν γὰρ πατὴρ υἱοῦ ὢν πατὴρ [*](100r) ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ πατὴρ υἱοῦ εἶναι, καὶ μέντοι καὶ υἱοῦ λέγεται πατήp. ἡ δὲ κεφαλὴ ζῴου λεγομένη κεφαλὴ οὐκέτι καὶ τὸ εἶναι ἐν τούτῳ ἔχει ἐν τῷ λέγεσθαι ζῴου· καὶ ἀποτμηθεῖσα γὰρ τοῦ ζῴου ἔτι κεφαλὴ λέγεταί τε καὶ ἔστιν. ὁ δὲ πατὴρ ἀποτμηθεὶς υἱοῦ οὔτε ἔστι πατὴρ οὔτε πρὸς υἱὸν ἔτι λέγεται. ὥστε εἰκότως εἴρηται παρακολουθεῖν τοῖς πρός τι τὸν πρότερον ὁρισμόν, τὸν δὲ δεύτερον τῷ προτέρῳ μηκέτι. τοῦτο καὶ Ὅμηρος διδάσκει
  • μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
  • μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην·
  • μηκέτι γὰρ ὢν πατὴρ τῷ μηκέτι εἶναι οὐδὲ καλεῖσθαι δύναται· ὥστε τοῦ εἶναι τὸ λέγεσθαι παρακολούθημα, καὶ οὐκ ἔμπαλιν. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα τὰ μέρη τῶν οὐσιῶν ἑτέρων εἶναι λεγόμενα τῶν πρός τι κατὰ τοῦτο ἔσται.

    Ζητητέον δὲ τί δή ποτε ἐν τῷ ὁρισμῷ τῶν πρός τι τὰ πρός τι παρέλαβε λέγων τῷ πρός τί πὼς ἔχειν· οὐ δεῖ γὰρ ἐν τῷ ὁρισμῷ τὸ ὁριστὸν παραλαμβάνειν. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι τὰ πρός τι διττά ἐστι· λέγονται γὰρ πρός τι καὶ αὐτὰ τὰ πράγματα ἐν οἷς ἡ σχέσις γίνεται καὶ αὐτὴ δὲ ἡ σχέσις, ὥσπερ καὶ ἡ ποῦ κατηγορία καὶ ἡ ποτὲ σημαίνει μὲν καὶ αὐτὰ τὰ πράγματα, τήν τε οὐσίαν λέγω καὶ τὸν χρόνον ἢ τὸν τόπον, σημαίνει δὲ καὶ αὐτὴν ψιλὴν τὴν σχέσιν, ἣν ἔχει ἡ οὐσία πρὸς τὸν χρόνον ἢ τὸν τόπον· ἐπειδὴ οὖν σαφέστερά εἰσι τὰ πράγματα τῆς σχέσεως ἅτε αἰσθητὰ ὄντα, διὰ τοῦτο ἐν τῷ ὁρισμῷ αὐτὰ παραλαμβάνει, ἵνα ἐκ τῶν σαφεστέρων τὴν διδασκαλίαν ποιήσηται.

    [*](2 δυνησόμεθα C αὐτὴ C: αὐτῶν F 3 πρότερός φησιν a 4 ταὐτόν γέ ἐστι τῷ Arist.: τοῦτό τὸ CFa G τούτου] τοῦτο a τούτω] ταὐτῷ a ἐν τῶ] τὸ C 7 λέγ’. ἑτέρου coll. F οὐκ εἴ τι δὲ] οὐ μὴν καὶ ἀντιστρέφει, εἴ τι F 8 ὢν post πατὴρ (alt.) coll. a: om. C 9 ante ἐν τούτω add. καὶ C τούτω τε F ἐν (alt.) om. Fa μέντοι γε F 9. 10 πατὴρ λέγ’. coll. a 11 ἔτι τοῦ ζώου coll. C 12 καὶ λέγεται καὶ ἔσται F 15 Ὅμηρος] Β 259. 260 16 Ὀδυσσῆι C: Ὀδυσσῆ F 18. 19 τὸ εἶναι F: τῶ εἶναι a 19 τοῦ λέγ’. F 22 τὰ πρός τι om. F 22. 23 περιέλαβε a 23 pr. τῶ] τὸ F 23. 24 παραλ. τὸ ὁp. coll. C 24. 25 εἰσί· λέγεται a 26 ὡς C 30 παραλαμβάνῃ (sic) αὐτά F: παραλαμβάνει αὐτά a)
    131

    p. 8 a 35 Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως [*](100r) τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λἑγεται ὡρισμένως εἴσεται. |

    Tὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἀποδεδωκὼς ἐκ τούτου πόρισμά [*](100v) τι συνάγει κατὰ τοὺς γεωμέτρας. πόρισμα δὲ λέγουσιν ἐκεῖνοι ὃ τῇ ἑτέρου ἀποδείξει συναναφαίνεται, ὥσπερ πρότερον ζητοῦσιν ἡμῖν ἀποδεῖξαι τὴν τῆς ψυχῆς ἀθανασίαν συνανεφάνη ὅτι ἔστι πρόνοια. κἀνταῦθα οὖν ζητοῦσιν ἡμῖν τὸν ἀληθῆ τῶν πρός τι ὁρισμὸν συνανεφάνη τούτῳ ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἀν τὸ ἕτερον ἀορίστως οἶδε, καὶ τὸ ἕτερον ἀορίστως εἴσεται· εἰ γάρ τις ἐπίσταται τὸν Σωφρονίσκου πατέρα, καὶ τὸν Σωκράτην εἴσεται ὅτι υἱός· εἰ γὰρ μὴ οἶδε Σωκράτην ὅτι υἱός, οὐδὲ εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται. φασὶ δὲ πρὸς τοῦτό τινες ὅτι εἴ τις ὅλον τὸ σῶμα περικαλύπτοιτο, τὴν δὲ κεφαλὴν ἢ τὴν χεῖρα ἔχει γυμνήν, ἐπὶ τούτου τὸ μὲν μέρος, τὴν χεῖρα εἰ τύχοι ἢ τὴν κεφαλήν, ἔστιν ὡρισμένως εἰδέναι ἴσμεν γὰρ ὅτι πάντως ἐστὶ μέρος), τίνος μέντοι γε μέρος, οὐκ ἴσμεν· οὐκ ἄρα, φασίν, ὁ τὸ ἕτερον τῶν πρός τι ὡρισμένως εἰδὼς καὶ τὸ λοιπὸν ὡρισμένως εἴσεται. ἀλλὰ λέγομεν ὅτι ὡς μὲν κεφαλὴν ἢ ὡς χεῖρα ὡρισμένως γινώσκομεν, ὡς δὲ μέρος οὐκέτι ὡρισμένως, ἀορίστως δέ· οὐ γὰρ ἴσμεν τίνος μέρος. ὥσπερ δὲ τοῦτο ἴσμεν ἀορίστως, οὕτω δὴ καὶ οὗ ἐστι μέρος, ἀορίστως γινώσκομεν. δύναται δὲ τοῦτο καὶ ὡς ἐπιλυόμενος τὰς ἀνωτέρω εἰρημένας [*](101r) ἀπορίας προσθεῖναι· ἐπειδὴ γὰρ ἔλεγεν εἶναί τινα τῶν πρός τι ἃ μή ἐστιν ἅμα τῇ φύσει, τὸ γὰρ ἐπιστητὸν προυπάρχειν τῆς ἔπι ἐπιστήμης καὶ τὸ αἰσθητὸν δὲ τῆς αἰσθήσεως φύσει εἶναι πρῶτον ὡς γὰρ ἐπὶ τὸ πολύ, ἔφησε, προὐπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν), τοῦτο οὖν ἐνταῦθα ἐπιλυόμενός φησιν ὅτι εἰ τὰ πρός τι ταὐτά ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πὼς ἔχειν, ἀνάγκη ἄρα ὡς ἄν ἔχῃ τῶν πρός τι θάτερον, οὕτω καὶ τὸ λοιπὸν ἔχειν. ὥστε εἰ μὲν δυνάμει εἴη ἡ ἐπιστήμη, καὶ τὸ ἐπιστητὸν δυνάμει ἔσται, καὶ εἰ ἐνεργείᾳ θάτερον, καὶ τὸ λοιπόν. εἴπομεν δὲ ἤδη ἐντελῶς περὶ τούτου.

    [*](1 δὲ] δὴ C 3 τῶν] τὸν F: τοῦ a ἀποδ. ὁp. coll. C 5 post συναναφ. add. λοιπὸν a ἀποδεῖξαι om. F 7 τοῦτο a 8 ὧp. εἰδῇ coll. a 9 οἶδε eicias secundum Ammon. 1 1 μὴ — υἱός] τοῦτο μὴ εἰδείη F ὅτι υἱός] ὡς υἱόν a 13 μέρος μὲν coll. C 14 τύχη F ἡ] καὶ Ca 17 ὡς (alt.) om. F γιν. ὧp. coll. a 18. 19 ὥσπερ — γι- νώσκομεν om. C 19 δὴ Paris. 1928 Viiul. 10: δὲ Fa 20. 21 ἀπ’. εἰp. coll. C 21 προσθεῖναι] ῥηθῆναι V ἐπεὶ C 22 προυπάρχειν Paris 2051: προυπάρχει CFa 23 δὲ om. a εἶναι] ὑπάρχειν C (in mrg. εἶναι) alt. τὸ om. K 24 ἔφησε] φησί a: om. F 25 καὶ ἐνταῦθα C 26 ἄρα] γὰρ F 27 εἴη] ἡ F 28 εἰ ἐνεργείᾳ] ὡς ἐπιστητὸν F 29 εἴπομεν] p. 1 17,15 sq.)
    132

    p. 8 b 7 Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν ὅτι κάλλιόν ἐστι.

    [*](101r)

    Ὁ γὰρ εἰδὼς περί τινος ὅτι κάλλιόν ἐστιν ὀφείλει ἀφωρισμένως εἰδέναι καὶ ὅτου κάλλιόν ἐστιν καὶ κατὰ τί κάλλιον· εἰ γὰρ μὴ οἶδε κατὰ τί κάλλιον, οὐδὲ εἰ κάλλιόν ἐστιν οἶδε· πῶς γὰρ τὴν διαφορὰν οὐκ εἰδὼς καθ’ ἣν λέγεται ἐκείνου κάλλιον;

    p. 8 b 9 οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος | κάλλιον· ὑπόληψις γὰρ τὸ τοιοῦτον γίνεται, οὐκ ἐπιστήμη.

    [*](101v)

    Ὑπόληψιν ἐνταῦθα τὴν ἀμυδρὰν καὶ ἀβέβαιόν φησι γνῶσιν τὴν οἷον δόκησιν, ἡ δὲ ἐπιστήμη γνῶσίς ἐστιν ἄπταιστος. ὥστε ἀορίστως εἰδὼς ὅτι τόδε τι χείρονός ἐστι κάλλιον καὶ μὴ ἐπιστημόνως, ἅτε δὴ πεπλανημένην ἔχων τὴν γνῶσιν, ὑποπτεύσειεν ἄν ποτε καὶ περὶ τοῦ χειρίστου πάντων, λέγω δὴ τῆς ὕλης, ὅτι τινὸς κάλλιόν ἐστι, τὴν διαφορὰν τὴν κατὰ τί κάλλιον καὶ τίνος κάλλιον ἀγνοῶν, ὅπερ ἄτοπον. ἐκ τούτων οὖν ἀπο- δείκνυσι τὴν κεφαλὴν καὶ τὴν χεῖρα καὶ πάντα τὰ μέρη τῶν οὐσιῶν, ἃ καὶ αὐτὰ οὐσίαι εἰσίν, ὅτι οὔκ εἰσι τῶν πρός τι, εἴ γε αὐτὰ μὲν ἀφωρισμένως ἔστιν εἰδέναι, ὧν δὲ λέγονται εἶναι οὐκ ἀναγκαῖον ἀφωρισμένως εἰδέναι. τὰ δὲ πρός τι ἐλέγετο ὅτι ὡς ἄν τις εἰδῇ τούτων τὸ ἕτερον, οὕτως καὶ τὸ ἕτερον ἀνάγκη εἰδέναι. ὥστε οὔκ εἰσι τῶν πρός τι τὰ τῶν οὐσιῶν μέρη.

    p. 8 b 21 ’ίσως δὲ χαλεπὸν ὑπὲρ τῶν τοιούτων σφοδρῶς ἀποφαί- νεσθαι μὴ πολλάκις ἐπεσκεμμένον. τὸ μέντοι διηπορηκέναι περὶ ἑκάστου αὐτῶν οὐκ ἄχρηστόν ἐστιν.

    Πάνυ ἐμφιλοσόφως τοῦτό φησιν· ἐπειδὴ γὰρ ἔλεγε τὴν χεῖρα καὶ τὴν κεφαλὴν ὡς μὲν οὐσίας ὡρισμένως γινώσκεσθαι, ὡς δὲ μέρη ἀορίστως, εἰ μὴ γινώσκοιτο τίνος εἴη κεφαλὴ ἢ χείρ, διὰ τοῦτό φησιν ὅτι οὐ δεῖ τὸν μὴ ἐσκεμμένον πάνυ τὰ τοιαῦτα σφοδρῶς περὶ αὐτῶν ἀποφαίνεσθαι. οὐ μόνον δὲ περὶ τούτου, ἀλλὰ καὶ περὶ ἑκάστου πράγματος. ὅμως δὲ [*](1 εἰ τόδε τι coll. F 2 ὁ γὰρ—ὀφείλει om. F 3 εἰδέναι om. F ὅτου] ὅτι a ἐστιν om. C μὴ γὰρ coll. C 4 οὐκ om. F 7 καὶ οὐκ Ca 8 ἡ ὑπόληψις C: τὴν ὑπόληψιν F φησι post γνῶσιν coll. a: om. C 9 posl ἄπτιστος add. καὶ ὑπόληψις ἀμετάπιστος a εἰδὼς] μαθὼν a 10 ἅτε] ὄντως F 11 ὑποπτεύσοι Ca 12 πάντων om. F ἐστι κάλλιον coll. C 13 ἀγνοῶν ante καὶ τίνος coll. a 15 alt. εἰσι] ἐστι a 15. 16 ἀφωp. μὲν coll. C 17 δὲ] γὰρ Ca ὥσπερ C: ὃς F τις om. F εἰδείη Ca 18 οὗτος F pr. τῶν om. a 21 post ἐσκεμ. add. περὶ αὐτῶν a 22 περὶ] ἐφ’ a Arist. ἑκάστου om. F 24 οὐσίαν Ca 25 γινώσκοιτο] γινώσκει a εἴη om. F ἡ κεφ. ἡ ἡ χείρ F 26 ἠσκημένον C: ἐπεσκεμμένον a 27 τούτων a)

    133
    τὸ ἀπορεῖν περὶ τῶν τοιούτων ἀναγκαῖον· ἡ γὰρ ἀπορία ἀρχή ἐστιν εὐπορίας [*](101v) καὶ ὁδός τις ἐπὶ μάθησιν. ταῦτα δέ φησι βουλόμενος ἡμᾶς μὴ ἐπα- ναπαύεσθαι τοῖς αὐτοῦ λόγοις, ἀλλὰ καὶ αὐτοὺς ἡμᾶς ζητεῖν τὰ τοιαῦτα καὶ μὴ ἑτεροκινήτους εἶναι. |

    Περὶ ποιοὖ καὶ ποιότητος.

    [*](103r)

    p. 8 b 25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες εἶναι λέγονται.

    Ζητοῦμεν πάλιν ἐνταῦθα περί τε τῆς τάξεως τῆς ποιότητος καὶ τὴν αἰτίαν τῆς ἐπιγραφῆς τήν τε διαίρεσιν τῆς ποιότητος καὶ τὴν τάξιν τῆς διαιρέσεως τῶν εἰδῶν. πρῶτον οὖν περὶ τῆς τάξεως· αὕτη δὲ δήλη ἐκ τῶν προειρημένων• ὡς γὰρ ἐλέγομεν, ἔδει μὲν προτετάχθαι τὸν περὶ ποιό- τητος λόγον τῶν πρός τι, ἐπειδὴ αὕτη μὲν αὐτὴ καθ’ αὑτὴν θεωρεῖται, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἕτερον σχέσει τὸ εἶναι ἔχει, τιμιώτερα δὲ τὰ καθ’ ἑαυτὰ ὑφεστῶτα τῶν μὴ καθ’ ἑαυτὰ τὸ εἶναι ἐχόντων, καὶ ὅτι ἀναιρουμένου τοὐ ποιοῦ καὶ τὸ ἐν τούτῳ ὑφιστάμενον πρός τι συναναιρεῖται, οἷον τὸ λευκότερον καὶ θερμότερον μαθητής τε καὶ διδάσκαλος καὶ τὰ παραπλήσια, τῶν πρός τι δὲ μὴ ὄντων οὐδὲν κωλύει εἶναι πᾶσαν ποιό- τητα. εἴπομεν γὰρ ὡς ἰδίαν ὅλως ὑπόστασιν τὰ πρός τι οὐκ ἔχει, ἀλλὰ ταῖς ἄλλαις ἐπισυμβαίνει κατηγορίαις. ἀλλ’, ὡς ἐλέγομεν, διὰ τὸ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μνησθῆναι τὸν φιλόσοφον τῶν πρός τι, ἀναγκαῖον ἦν εὐθὺς τὴν περὶ αὐτῶν ποιῆσαι διδασκαλίαν, ἵνα μὴ ἐπὶ πολὺ ἀγνοῶμεν αὐτῶν τὴν φύσιν. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. τί δή ποτε δὲ διπλῆν ποιεῖται τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, καὶ μὴ ἀπλῆν, ὥσπερ ἐπὶ τῶν ἄλλων κατηγοριῶν; λέγομεν οὖν ὅτι ἄλλο ἐστὶ ποιὸν καὶ ἄλλο ποιότης· ποιότης μὲν γάρ ἐστιν αὐτὴ ἡ καθόλου ποιότης, ἀφ’ ἧς παρωνύμως τὰ μετέχοντα ποιὰ ὀνομάζονται, οἷον ἡ καθόλου λευκότης ἢ μελανία, ποιὸν δέ ἐστι τὸ σῶμα τὸ μεταλαβὸν τῆς ποιότητος καὶ παρω- νύμως ἀπ’ αὐτῆς ὀνομαζόμενον, οἷον τὸ λευκὸν σῶμα ἢ θερμόν. ἡ οὖν ποιότης νῷ μόνῳ ἐστὶ ληπτή, τὸ δὲ | ποιὸν αἰσθήσει ὑποπίπτει. ἐπεὶ [*](102v) οὖν διπλοῦν τὸ τῆς ποιότητος ὄνομα, ἢ ὡς αὐτὸ καθ’ αὑτὸ καὶ νῷ μόνῳ νοούμενον, οἷόν ἐστιν αὐτὸ τὸ τῆς ποιότητος γένος, ἢ ὡς αἰσθήσει ληπτόν, διὰ τοῦτο διπλὴν καὶ τὴν ἐπιγραφὴν ἐποιήσατο. προέταξε δὲ τὸ ποιόν, [*](1. 2 εὔπορ’.] ἀποp. F 3 ἡμᾶς αὐτοὺς coll. a 4 εἶναι] τυγχάνειν C 6 ποιοί τινες] ποιότητες F 7 δὲ πάλιν Fa τε om. F 7. 8 καὶ om. F 10 ἐλέγομεν ὅτι a (cf. p. 102,17) 11 αὐτὴ μὲν αὕτη om.) Fa 12 ἕτερα C 14. 15 συναιρεῖται CF 15 καὶ θεp.] τὸ θεp. V 17 εἴπομεν] p. 102,19 οὐκ ἔχει τὰ πρός τι coll. Ca 18 ἐλέγομεν] p. 102,26 19 τοῦ om. F μεμνῆσθαι a 20 αὐτοῦ F: ἑαυτῶν a 23 οὖν om. a 25 τὰ παρ’. coll. u 30 αὐτὸ om. C ὡς τὸ ἴσθ’. a)

    134
    ὅτι γνωριμώτερόν ἐστιν ἅτε αἰσθητὸν ὄν, δεῖ δὲ ἀεὶ ἀπὸ τῶν γνωριμωτέρων [*](102v) ἄρχεσθαι τῆς διδασκαλίας. ἔστι δὲ καὶ ἄλλως φάναι ὅτι καὶ ἡ ποιότης ποιόν ἐστι· τὸ γὰρ ποιὸν κατηγορεῖται ποιοῦ καὶ ποιότητος κοινό- τερον , ὥστε καὶ τὴν ποιότητα ποιὸν λέγεσθαι, ὥσπερ ἀμέλει καὶ τὸ ὄνομα κοινῶς κατηγορεῖται ὀνόματός τε καὶ ῥήματος· κἀν γὰρ περὶ ποιῶν διαλέγηται, οὐ πρώτως περὶ τούτων ποιεῖται τὸν λόγον, ἀλλὰ δι’ αὐτὴν τὴν ποιότητα, ἵνα ὡς ἐκ γνωριμωτέρων σαφὴς ὁ περὶ αὐτῆς γένηται λόγος.

    Διαιρεῖ δὲ τὴν ποιότητα εἰς τέσσαρα εἴδη, ὧν τὸ μὲν πρωτόν φησιν ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὰς ποιότητας καὶ πάθη, τέταρτον σχῆμα καὶ μορφήν. ἵνα δὲ γνῶμεν τίνος ἕνεκεν τέσσαρα μόνα εἴδη ἐστὶ ποιότητος καὶ οὔτε πλείονα οὔτε ἐλάττονα καὶ διὰ τί τοιαύτην τάξιν αὐτοῖς ἐπέθηκε, διαίρεσίν τινα τῆς ποιότητος ποιησώμεθα. ἡ τοίνυν ποιότης ἢ κατὰ δύναμίν ἐστι καὶ ἀδυναμίαν ἢ κατ’ ἐνέργειαν, κατὰ δύναμιν μὲν ὡς τὸ παιδίον δυνάμει ἐστὶ γραμματικόν, κατὰ ἀδυναμίαν δὲ ὡς ὁ ἵππος ἀδυναμίαν ἔχει τοῦ δέξασθαι γραμματικήν. εἰ δὲ κατ’ ἐνέργειαν εἴη ἡ ποιότης, ἤτοι τελειωτική ἐστιν ἢ κακωτικὴ τοῦ ὑποκειμένου ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. καὶ εἰ μὲν τελειωτικὴ εἴη ἢ κακωτική, ἢ οὐκ ἐμποιεῖ πάθος περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν ἢ ἐμποιεῖ. καὶ εἰ μὲν οὐκ ἐμποιεῖ πάθος ἢ δυσαπόβλητός ἐστιν ἡ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητος εἴη, λέγεται ἕξις, εἰ δὲ εὐαπόβλητος, διάθεσις· οἷον κατ’ ἐνέργειαν καὶ τελειωτικὴ | καὶ οὐκ ἐμποιοῦσα πάθος [*](103r) ἡ ὑγεία καὶ ἐπὶ ψυχῆς ἡ ἀρετή κακωτικὴ δὲ νόσος καὶ κακία· ἡ γὰρ ὑγεία καὶ ἡ ἀρετὴ καὶ τελειωτικαὶ τῶν ὑποκειμένων εἰσίν, ἐπεὶ καὶ κατὰ φύσιν, καὶ πάθος οὐκ ἐμποιοῦσιν• οὐδεμιᾷ γὰρ τῶν αἰσθήσεων ὑποπίπτουσιν, εἰ μὴ ἄρα τὰ παρακολουθήματα τῆς ὑγείας, οἷον ἡ εὔχροια, ἢ τῆς νόσου κακωτικῆς οὔσης, οἷον ἡ ὠχρίασις, αὐτὴ μέντοι ἡ ὑγεία καὶ ἡ νόσος καὶ τὰ τοιαῦτα οὐδεμιᾷ τῶν αἰσθήσεων ὑποπίπτουσι. πολυχρόνιοι μὲν οὖν οὖσαι καὶ δυσαπόβλητοι λέγονται ἕξεις· λεγόμεθα γὰρ ἐν ἕξει ἔχειν τὴν ἀρετὴν ἢ τὴν κακίαν, ἀλλὰ καὶ τὴν ὑγείαν ἢ τὴν νόσον· διὸ καὶ εὐεκτεῖν λεγόμεθα, ὁπόταν ἡ ὑγεία ἡ ἐπιτεταμένη. ἀλλὰ καὶ νόσος τις ἑκτικὴ λέγεται, [*](1 ἐστιν om. F ἀεὶ om. F 3 ποιόν ἐστι—ποιότητος om. C 4 ὅ inserui ποιοῦ CF 6 διαλέγεται a τούτου C ποιεῖται iter. C 7 τῶν γνωp. a αὐτοῦ C 9 τὸ δὲ δεῦτ’. a τὸ δὲ τρίτον a 10 τὸ δὲ τέτ. a 11 ἐστὶ εἴδη coll. C alt. καὶ superscr. F 2 14 γp. δυνά- μει ἐστι coll. C 15 ante ὡς add. ὡς ἵππος ἀδυναμίαν δὲ del. C ὁ om. CF τοῦ] τὸ F 16 εἴη] ἠ’ Γ’ ἤτοι] ἢ F post κακωτικὴ add. ἐστι F 17 οὔτε (alt.)] ἡ ἡ οὐ F (in mrg. corr.) κακωτική ἐστι C 17. 18 καὶ — κακωτική om. F καὶ ἡ μὲν τελειωτικὴ in mrg.) 19 οὐκ om. Ca 19. 20 ἡ δὺς. — εὐαπόβλ. καὶ om. a 19 ἢ (ante δὺς.) om. C 19. 20 δυσαπόβλητον et εὐαπόβλητον (utrobique) Ca ἢ εὐαπόβ.] καὶ εὐαπόβ. C 20 μὲν om. C 21 post διάθ. add. λέγεται C οὐκ] οὐδὲν Ca πάθος ἐστὶν C 22 alt. ἡ ante ἐπὶ coll. a κακωτικαὶ F ἡ νόσος καὶ ἡ κακία a 23 ἡ om. a καὶ (ante τελ.) om. F 25 εἰ — ὑποπίπτουσι (27) in mrg. suppl. C 26 αὐτὴ Vind. 10: αὕτη CFa 27 μὲν οὖν] μέντοι Ca 28 λέγομεν (alt. 1.) F oO ὁπόταν — λεγόμεθα (135,1) om. F εἴη a)

    135
    καὶ καχεκτεῖν δὲ πάλιν λεγόμεθα. ὀλιγοχρόνιοι δὲ οὖσαι καὶ εὐαπόβλητοι [*](103r) λέγονται διαθέσεις. τοῦτο δὲ πρῶτον λέγει εἶδος εἶναι ποιότητος, ἕξιν λέγω καὶ διάθεσιν. ἕξιν δὲ λέγουσι τὴν μόνιμον ποιότητα καὶ δυσαπόβλητον, διάθεσιν δὲ τὴν εὐαπόβλητον· οὕτως γὰρ ἕξιν λέγομεν ἔχειν τὸν δεῖνα ῥητορικῆς τὸν εἰδότα μὴ μόνον τὰς τῆς ῥητορικῆς μεθόδους ἀλλὰ καὶ πρὸς τὰς ἀπο- ρίας τὰς ἐπιφερομένας αὐτῷ ἐνστῆναι δυνάμενον, τὸν δὲ μὴ πάνυ περιγεγονότως κατεσχηκότα τῶν κτὰ τὴν ῥητορικὴν μεθόδων ἄλλως δὲ πεποιω- μένον πὼς κατ’ αὐτήν, ἕξιν μὲν τοῦτον ῥητορικῆς οὔ φαμεν ἔχειν. δια- κεῖσθαι δέ πὼς κατὰ ῥητορικήν. τί οὖν; οὐκ ἔστι καὶ ἡ ἕξις διάθεσις; ὁ γοῦν τὴν ἕξιν ἔχων διάκειταί πὼς κατ’ αὐτήν. λέγομεν ὅτι τὸ τῆς διαθέσεως ὄνομα διττόν ἐστι, τὸ μὲν γενικώτερον ὃ κατηγορεῖται καὶ κατὰ τῆς ἕξεως, τὸ δὲ εἰδικώτερον ὃ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν. ἐνταῦθα οὖν διάθεσιν παρέλαβεν οὐ τὴν γενικὴν ἀλλὰ τὴν εἰδικὴν τὴν ἀντιδιαστελλομένην ν πρὸς τὴν ἕξιν. ἰστέον δὲ ὅτι τὸ τῆς ἕξεως ὄνομα ἐπὶ τούτων φέρεται, ἐφ’ ὧν καὶ τὸ τῆς εὐεξίας· ἡ γὰρ εὐεξία ἐπίτασίς ἐστι τῆς ἕξεως. εἰ οὖν τὸ τῆς εὐεξίας ὄνομα ἐπὶ μόνων τῶν ἐμψύχων εἰώθαμεν φέρειν οὐδεὶς γὰρ ἂν εἴποι τὸ πῦρ εὐεκτεῖν κατὰ τὴν θερμότητα οὐδὲ τὴν χιόνα κατὰ τὴν ψῦξιν), καὶ τὸ τῆς ἕξεως ἄρα ὄνομα ἐπὶ μόνων τῶν ἐμψύχων λεχθήσεται.

    Εἰ δὲ κατ’ ἐνέργειαν οὖσα ἡ ποιότης τελειωτικὴ εἴη ἢ κακωτικὴ καὶ ἐμποιεῖ πάθος περὶ τὴν ἡμετέραν αἴσθησιν, λέγεται παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν, τελειωτικὴ μὲν ὡς ἡ ἐν τῷ πυρὶ θερμότης ἢ ἡ ἐν τῷ μέλιτι γλυκύτης, κακωτικὴ δὲ ὡς ἡ τοὐ οἴνου ὀξύτης καὶ ἡ ἐν καρποῖς καὶ τοῖς ἄλλοις σώμασι σῆψις. εἰκότως δὲ αἱ μὲν τελειωτικαὶ λέγονται (εἰδοπεποίηνται γὰρ κατὰ ταύτας τό τε μέλι καὶ τὸ πῦρ), αἱ δὲ κακωτικαί, ἐπειδὴ φθαρτικαί εἰσι τοῦ ὑποκειμένου, πᾶσαι μέντοι πάθος ἐμποιοῦσι περὶ τὴν ἡμετέραν αἴσθησιν. αὗται δὲ ὡς ἀπὸ πάθους οὐ λέγονται γίνεσθαι, ἐπειδὴ μὴ κατὰ τροπήν τινα τοῦ ὑποκειμένου γεγόνασι, λέγω δὴ αἱ τελειωτικαί, ἀλλ’ οὐσιώδεις αὐτῶν εἰσι ποιότητες, καθ’ ἃς καὶ χαρακτηρίζονται. οὐκ ἀναγκαῖον δὲ τοῦτο ὑποδιελεῖν τὸ τμῆμα εἴς τε τὸ δυσαπόβλητον καὶ εὐαπόβλητον, ὥσπερ τὸ ἕτερον· ἐκεῖνο γὰρ ἐπὶ ἐμψύχων μόνων ἐθεωρεῖτο, ἐν οἷς καὶ αἱ κακωτικαὶ ποιότητες καὶ αἱ τελειωτικαὶ γίνεσθαι πεφύκασι καὶ ἀπογίνεσθαι τοὐ ὑποκειμένου τοῦ αὐτοῦ μένοντος, διὸ καὶ διῃροῦντο εἴς τε τὰς πολυχρονίους καὶ ὀλιγοεἶναι [*](2 εἶναι εἶδος coll. Ca τῆς ποιότ. a 4 ἔχ’. λέγ’. coll. a τὸν δεῖνα] τόνδε F: τῆς a 5 τῆς βῆτ’.] ῥητορικὰς C 6. 7 περιγεγονότα Fa 7 τε καὶ κατεσχηκότα a: om. F 9 καὶ om. C 10 post ἔχων add. πολλῷ μᾶλλον τὴν διάθεσιν· τῆς δια- θέσεως γὰρ τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον a διακ. γὰρ a post αὐτήν add. ὁ διατιθέμενος a λέγ’. γὰρ a 11. 12 ὅπερ F 11 καὶ om. C 15 τὸ τῆς εὐεξ.] ἡ ὑγεία F ἐστι post ἕξεως coll. a: om. C τῆς ἐξ.] ὑγείας F 17 ἂν εἴποι] φησὶ F 17. 18 τὴν (ante θέρμ’ et φύξιν) om. Fa 18 μόνων] πάντων F 19 ῥηθήσεται C 20 ἡ om. C 22 τῶ om. CF 23 ἡ om. CF 21 καρπῶ F 27 ἐμποιοῦσαι F 28 μὴ] οὐ C 29 δὴ] δὲ C 30 καὶ om. C 31 εἴς] ὥς F ὥσπερ τὸ ἕτερον om. F)

    136
    χρονίους· τοῦτο μέντοι τὸ τμῆμα ἐπὶ ἀψύχων θεωρεῖται, ἐν οἷς καὶ αἱ [*](103v) τελειωτικαὶ τοῦ ὑποκειμένου καὶ αἱ κακωτικαὶ ποιότητες συμπαρεκτείνονται τοῖς ὑποκειμένοις καὶ μαραινόμεναι συναπομα ῥαίνουσιν ἑαυταῖς καὶ τὰ [*](104r) ὑποκείμενα• ἤγουν τοῖς ὑποκειμένοις συναπομαραίνονται, ὡς ἐπὶ τοῦ ῥόδου καὶ τοῦ μήλου ἔχει· ἡ γὰρ τούτων εὐωδία καὶ εὔχροια φθειρομένη συμφθείρει ἑαυτῇ καὶ τὸ ὑποκείμενον. ἀλλὰ μὴν καὶ αἱ κακωτικαὶ ὡσαύτως ἔχουσι καὶ αὐταὶ τοῖς ὑποκειμένοις, οἷς ἄν ἐγγένωνται, συμπαρεκτεινόμεναι καὶ συμφθειρόμεναι, οἷον ἡ τοῦ οἴνου ὀξύτης ἢ τῶν καρπῶν σῆψις καὶ τῶν ἄλλων σωμάτων. εἰ δὲ καὶ εὑρεθείη ἐπί τινων κακωτικὴ ποιότης ὀλιγοχρόνιος, ὡς ὁ ἐν ἀργύρῳ ἰὸς ἤ τι τοιοῦτον, μάλιστα μὲν τὰ τοιαῦτα ἴσως τις ἂν κυριώτερον ὀνομάσοι πάθη τὰ ὑπὸ τὴν ποιότητα ἀναφερόμενα, ἐπειδὴ δὲ ὅλως ἔφθη ἡ κακωτικὴ ποιότης συνταχθῆναι τῇ τελειωτικῇ, διότι κατὰ τὸ ἕτερον μέρος τῆς ὑποδιαιρέσεως, λέγω δὴ τὸ τὰς τελειωτικὰς ἢ κακωτικὰς παραλαμβάνον καὶ οὐκ ἐμποιούσας πάθος, κατὰ πάντα κοινωνεῖ τῆ τελειωτικῇ ἑκατέρα γὰρ ἢ ἕξις ἐγίνετο ἢ διάθεσις καὶ ἐπὶ μόνων ἐμψύχων ἐθεωρεῖτο), διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ἐν τῷ ἑτέρῳ μέρει συνταχθεῖσα, τούτῳ δὴ τῷ προκειμένῳ, συναπηνέχθη αὐτῇ κατὰ πάντα, μήτ’ εἰς τὸ πολυχρόνιον καὶ ὀλιγοχρόνιον διαιρεθεῖσα καὶ ἀπὸ τοῦ πάθος ἐμποιεῖν χαρακτηριζομένη μᾶλλον ἢ τοῦ ἀπὸ πάθους ἐγγίνεσθαι• συνετάχθησαν δὲ αὗται ἀλλήλαις, ἡ τελειωτικὴ λέγω καὶ ἡ κακωτική, ἵνα μὴ ἡ διαίρεσις πολυσχιδὴς γενομένη μήτε ἀσύνοπτος ᾖ καὶ εἰς τὰ αὐτὰ τμήματα τέμνεσθαι ἀναγκάζηται.

    Εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτικὴ ἡ ποιότης, ἢ διὰ βάθους κεχώρηκεν ἢ ἐπιπολῆς ἐστι, καὶ εἰ διὰ βάθους κεχώρηκεν, ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. εἰ μὲν οὖν δυσαπόβλητος εἴη, λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, οἷον ἡ ἐν τῷ ζωμῷ γλυκύτης ἢ ἡ ἐκ γενετῆς ὠχρίασις. αὕτη δὲ οὐ λέγεται ὡς πάθος | ἐμποιοῦσα περὶ ν τὴν ἡμετέραν αἴσθησιν, καίτοι καὶ αὐτὴ ἐμποιεῖ, ἀλλ’ ὡς ἀπὸ πάθους ἐγγινομένη, διότι ἀπὸ τοῦ μᾶλλον ὑπάρχοντος αὐτῇ κυριώτερον αὐτὴν ἐκαλέσαμεν· μᾶλλον γὰρ αὐτὴν χαρακτηρίζει τὸ κατὰ τροπὴν γενέσθαι τοῦ ὑποκειμένου, τοῦτ’ ἔστι κατὰ πάθος, ἢ τὸ τῇ αἰσθήσει τῇ ἡμετέρᾳ πάθος ἐμποιεῖν. εἰ δὲ εὐαπόβλητος εἴη, τοῦτ’ ἔστιν ὀλιγοχρόνιος, εἰ μὲν μὴ ῥᾳδίως ἀποκαθισταῖτο μηδὲ ἐκπτύοιτο, λέγεται πάθος τὸ ὑπὸ τὴν ποιό- τητα ἀναφερόμενον, ὡς ἡ ἐκ μακρᾶς νόσου ὠχρίασις ἢ ἡ ἐκ πολλῆς ἡλιοκαΐας μέλανσις· καὶ ταῦτα γὰρ ὑπὸ τὴν ποιότητα ἀνάγονται, διότι σώζεται [*](2 παρεκτείν. C 3 μαραινομένοις Ca 4 συμμαp. Fa 7 αὗται Ca ἐν οἷς Ca γένωνται C: ἐγγίνωνται a ἀεὶ συμπαp. C 13 μέρος om. C 15 ἐγένετο C 16 καὶ om. F τῶ om. C 17 αὐτὴ a 18 τοῦ] τῶ F 21 εὐσύνοπτος ’ εἴη F 22 ἀναγκ. τέμν. coll. C 24 ἐξε- πιπολῆς Ca v ἐστι om. a καὶ εἰ — κεχώρηκεν a: om. codd. 26 alt. ἡ om. C 28 αὕτη Ca 29 κυp. αὐτὴ coll. F 31 τὸ πάθος a 33 ἐκπνοῖτο C 34 ἡ (alt.) om. F 35 γὰρ om. C: ταῦτα γὰρ om. a)

    137
    καὶ ἐπ’ αὐτῶν τὸ ἴδιον τῆς ποιότητος παρακολούθημα, τὸ παρωνύμως ἀπ’ [*](104v) αὐτῆς τὰ μετέχοντα ὀνομάζεσθαι. εἰ μέντοι ῥᾳδίως ἀποκαθισταῖτο, λέγεται πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον, ὡς εἴ τις διὰ φόβον ὠχρίασεν ἢ δι’ αἰδῶ ἐρυθρὸς ἐγένετο· ταῦτα γὰρ οὐδ’ ἀξιοῖ ὅλως καλεῖν ποιότητας, διότι μὴ ἐξ αὐτῶν παρωνύμως οἱ μετέχοντες ὀνομάζονται· οὐδεὶς γὰρ ἂν εἴποι, φησί, τὸν δι’ ἰδῶ ἐρυθριάσαντα ἐρυθρίαν ἢ τὸν διὰ φόβον ὠχριά- σαντα ὠχρίαν. ἐκ δὲ τούτων γίνεται τὸ τρίτον εἶδος τῆς ποιότητος, ὅπερ ἐστὶ παθητικαὶ ποιότητες καὶ πάθη, λέγω δὴ ἡ παθητικὴ ποιότης ἡ ὡς πάθος ἐμποιοῦσα καὶ ἡ ὡς ἀπὸ πάθους ἐγγινομένη καὶ τὸ πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον καὶ τὸ πάθος τὸ ὑπὸ τὸ πάσχ’ εἰν ἀναφερόμενον· παθητικαὶ μὲν γὰρ ποιότητες τὰ πρότερα τρία, πάθος δὲ τὸ τέταρτον. πῶς δὲ ταῦτά φαμεν διὰ τοῦ βάθους κεχωρηκέναι, λέγω δὴ τὴν ὠχρίασιν καὶ τὸ ἐρύθημα, καίτοι περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται., λέγομεν ὅτι οὐκ ἄνευ τῆς κατὰ βάθος τροπῆς γέγονεν ἡ τοιαύτη περὶ τὴν ἐπιφάνειαν ποιότης· ὥσπερ γὰρ οἱ ἐκ γενετῆς ἐρυθροὶ διὰ τὴν τοιάνδε κρᾶσιν γεγόνασι τοιοῦτοι τοῦ | θερμοῦ ἐν αὐτοῖς πλεονάσαντος καὶ περὶ [*](105r) τὴν ἐπιφάνειαν χωρήσαντος, οὕτως καὶ οἱ διὰ φόβον ἢ αἰδῶ ἐρυθροὶ ἢ ὠχροὶ γενόμενοι οὐκ ἄνευ τῆς κατὰ βάθος τροπῆς τοιοῦτοι γεγόνασιν. Εἰ δὲ κατ’ ἐνέργειαν ἡ ποιότης οὖσα μήτε τελειωτικὴ εἴη μήτε κακωτικὴ καὶ ἐπιπολῆς ὑπάρχει, εἰ μὲν ἐπὶ ἀψύχων εἴη καὶ φανταστῶν, λέγεται σχῆμα, εἰ δὲ ἐπὶ ἐμψύχων, μορφή· φανταστῶν μὲν ὡς ἐπὶ πάντων τῶν μαθημα- τικῶν, τριγώνων λέγω καὶ κύκλου καὶ τῶν λοιπῶν σχημάτων ταῦτα γὰρ ἐν μόνῃ τῇ φαντασίᾳ τὸ εἶναι ἔχει), ἀψύχων δὲ ξύλων καὶ λίθων καὶ τῶν τοιούτων τὰ γὰρ φανταστά, λέγω δὴ τὰ σχήματα, ἐν ἀψύχοις γινόμενα ποιεῖ καὶ αὐτὰ τοιώσδε ἡ τοιώσδε διακεῖσθαι κατὰ τὰς τῶν σχη- μάτων διαφοράς), ἐπὶ ἐμψύχων δὲ ὡς ἐπὶ πάντων τῶν ζῴων· ἡ γὰρ μορφὴ περὶ μόνην τὴν ἐπιφάνειαν θεωρεῖται. τί οὖν; οὐ λέγομεν καὶ τὸν ἀνδριάντα μορφὴν ἔχειν; ἀλλ’ οὐχὶ κατὰ πρῶτον λόγον· προηγουμένως μὲν γὰρ σχῆμα λέγεται ἔχειν, κατὰ δεύτερον δὲ λόγον καὶ μορφήν. διότι γὰρ μίμημά ἐστιν ἐμψύχου, ἐφ’ οὗ ἡ μορφή, καὶ ἐπ’ αὐτοῦ καταχρηστι- κώτερον ἡ μορφὴ φέρεται. ἔχεις καὶ τὸ τέταρτον εἶδος τῆς ποιότητος, τὸ σχῆμα φημὶ καὶ τὴν μορφήν. καὶ ἡ καταγραφὴ δὲ τῆς διαιρέσεως εὐληπτοτέραν αὐτῆς ἡμῖν ποιήσει τὴν μέθοδον

    [*](1 alt. τὸ] τῷ a 2 ἀποκαθίσταται, τότε λέγ’. F 5 παρωνύμως οm. C 8 ἡ (ante ὡς) om. C 11 γὰρ om. F 12 τοῦ om. a 16 αὐ- τῆς F 17 χώρ’.] ποιήσαντος F 19 οὖσα ἡ π. coll. F 21 ἐμψ.] ἂψ· FI 23 ξύλων λέγω C 24 ante ἐν add. τὰ C 24. 25 γεν. F 26 τῶν om. F 30 post οὗ add. καὶ a 32 φημὶ] λέγω C 33 αὐτῆς om. a)
    138

    Τίνος μὲν οὖν ἕνεκεν τέσσαρα μόνα εἴδη ἐστὶ ποιότητος καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἡ διαίρεσις ἡμῖν ἐσαφήνσε. περὶ δὲ τῆς τάφεως αὐτῶν ταῦτα λέγομεν · πρῶτον μὲν οὖν ἕταξε τὸ τῆς ἕξεως καὶ τῆς δια- [*](figuram recepi ex F, nisi quod ἀποκαθισταῖτο correxi ex ἀποκαθίστατο et μέλανοις addidi: ἡ ποιότης ἢ κατὰ δύναμιν θεωρεῖται ἢ κατ᾿ ἐνέργειαν. καὶ κατὰ δύναμιν μὲν ὡς τὸ παιδίον ἔχει δύναμιν γραμματικὴν ὁ δὲ ἵππος ἀδυναμίαν. τοῦτο δεύτερον εἶδος. ἢ τελειωτικὴ τοῦ ὑποκιμένου ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. ἢ διὰ βάθους κεχώρηκεν ἢ ἐπιπολῆς ἐστιν. ἢ οὐκ ἐμποιεῖ πάθος περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν ὡς ἡ ἀρετὴ ἡ ὑγεία ἡ νόσος ἡ κακία, ἢ ἐμποιεῖ ἥτις λέγεται παθητικὴ ποιότης ὡς πάθος ἐμτοιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν οἶον ἡ τοῦ ἡλίου θερμασία ἡ τοὺ μέλιτος γλυκύτης. ἢ δυσαπόβλητός ἐστι καὶ γίνεται ἕξις ἢ εὐαπόβλητος καὶ γίνεται διάθεσις (reliquis om.) C: om. a 2 σαφηνίσειε F περὶ] πῶς F 3 τὸ τῆς διαθ. CF.)

    139
    θέσεως εἶδος εἰκότως· ἐπειδὴ γὰρ αὗται περὶ τὰ ἔμψυχα καταγίνονται, [*](105r) τιμιώτερα δὲ πάντων τῶν ἀψύχων τὰ ἔμψυχα, εἰκότως καὶ ἡ ποιότης ἡ κατὰ ταῦτα θεωρουμένη πρώτην εἴληχε τάξιν. εἰκότως δὲ δεύτερον εἶδός ἐστι τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν· ἐπειδὴ γὰρ ἡ δύ’ ναμις καὶ ἡ [*](105v) ἀδυναμία φυσική τίς ἐστιν ἐπιτηδειότης τό τε γὰρ παιδίον φυσικήν τινα ἔχει δύναμιν τοῦ δέξασθαι γραμματικὴν ἢ ῥητορικὴν καὶ ὁ ἵππος φυσικὴν ἀδυναμίαν τοῦ μὴ ἐπιδέχεσθαι τὰ τοιαῦτα, καὶ τὸ πῦρ κατὰ φύσιν ἔχει τὴν τοῦ θερμαίνειν δύναμιν, καὶ τὰ τοιαῦτα ὁμοίως), τά δὲ φυσικὰ δευτέραν τάξιν ἔχει μετὰ τὰ ἔμψυχα, εἰκότως καὶ τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν εἶδος τῆς ποιότητος ἐπὶ τῶν φυσικῶν πραγμάτων θεωρούμενον δευτέραν ἔχει τάξιν. ἐπειδὴ δὲ πρότερον δεῖ ἔχειν φυσικήν τινα ἐπιτηδειότητα, ἔπειτα κατὰ ταύτην ἢ ποιεῖν τι ἢ πάσχειν εἰ γὰρ μὴ προυπάρχοι ἡ ἐπιτηδείοτης, οὐκ ἂν οὐδὲ πάθοι τις ἢ ποιήσαι, οἷον ἐπειδὴ τὸ ἀμίαντον οὐκ ἔχει ἐπιτηδειότητα τοῦ καίεσθαι, οὐδ’ ἄν εἰ μυριάκις τις πῦρ προσαγάγῃ, καήσεται, τὸ δὲ ξύλον ἔχον δύναμιν τοῦ καίεσθαι πυρὸς προσαχθέντος καήσεται), διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν ἐν τοῖς εἴδεσι τῆς ποιότητος αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, διότι, ὡς εἴρηται, οὐκ ἄν ποιήσαι τις κατ’ αὐτὰς ἢ πάθοι μὴ προϋπαρχούσης ἐν αὐτῷ δυνάμεως τινος, ἥτις ἐπιτηδεία ἐστὶ πρὸς τὸ δέχεσθαι τὰ τοιαῦτα. τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ κατὰ μόνην τὴν ἐπιφάνειαν θεωρούμενα τὴν ἐσχάτην εἴληχε χώραν, τῶν παθητικῶν ποιοτήτων καὶ τῶν παθῶν μέχρι τοῦ βάθους διικνουμένων. ταῦτα καὶ περὶ τῆς τῶν εἰδῶν τάξεως. ἰστέον δὲ ὅτι ἡ αὐτὴ ποιότης δύναται πλεοναχῶς λέγεσθαι· οἷον ἡ θερμότης ἐν πυρὶ μὲν οὖσα παθητικὴ ποιότης ἐστὶν ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν, ἐν ἡμῖν δὲ οἷον ὁ πυρετὸς παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, ἐν δὲ τῷ πεπυρακτωμένῳ σιδήρῳ καί, εἰ τύχοι, κατ’ αὐτὴν διημερεύοντι πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ἡ δὲ θερμότης ἡ γενομένη [*](106r) ἐν ἡμῖν, εἰ τύχοι, ἐκ τοῦ κατὰ πάροδον προσπελάσαι πυρὶ πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον.

    p. 8 b 25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες εἶναι λέγοντι.

    Διὰ τί τὴν ἰῆς ποιότητος διδασκαλίαν διὰ τοῦ ποιοῦ ποιεῖται; φαμὲν ὅτι σαφέστερόν ἐστι τὸ ποιόν, ὡς ἤδη εἴρηται, ἅτε τῇ αἰσθήσει ληπτόν, [*](2 τιμ.] προτιμότερα Ca τῶν ἀψύχων om. Ca 5 τινα om. F 6 ῥητ. ἡ γραμ. coll. C 7 τοῦ om. F ἐπιδέξασθαι a 9 ἔχει τάξιν coll. C κατὰ om.. C 11 τάξιν ἔχει coll. a 12 κατ’ αὐτὴν a προυπάρχει Ca 13 ποιήσι scripsi : ποιήσει Ca: ποιήσοι F 14 προσαγ. τις πῦρ coll. F 15 καυθήσεται C: κατακαήσεται a προσενεχθέν- τος a 16 ἔχει F 17 ποιήσαι scripsi: ποιήσοι a: ποιωθείη CF (cf. v. 13) 18 πάθη C 20 χώραν] τάξιν a 21 post παθῶν add. τῶν Ca 24 τὴν ἠμ’. αἴσθ. a 26. 28 τύχη F 26 αὐτὸν F 28 ἐν om Ca 29 τὸ om. F 30 lemaia om. C εἶναι om. F (cf. p. 133,6) 31 alt. διὰ] ἐκ F 32 εἴρηται] p. 134,1 ἅτε δὴ F)

    140
    καὶ ὅλως ἀπὸ τοῦ ποιοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι [*](106r) γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα τῆς λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτητος. ἐκ τοῦ οὖν ποιοῦ σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιεῖται. ἔστι δὲ αὐτὸ τὸ μετέχον ποιόν, ποιότης ’δε τὸ μετεχόμενον.

    p. 8 b 26 ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων.

    Τοῦτο λέγων σημαίνει οὐχὶ τὸ ὁμωνύμως λέγεσθαι, ἀλλὰ τὸ διαφόρως· τὸ γὰρ πλεοναχῶς λέγεσθαι ἡ τὸ ὁμωνύμως δηλοῖ ἢ τὸ διαφόρως, ὡς ἐνταῦθα· εἰ γὰρ ὁμωνύμως εἴληπτο, εἰς διάφορα ἄν σημαινόμενα ἐγί- νετο ἡ διαίρεσις· ἐπεὶ δὲ τὸ διαφόρως εἴληπται, διὰ τοῦτο γίνεται καὶ ἡ διαίρεσις ὡς γένους εἴς εἴδη. ἆρα οὖν οὐκ ἔστι γένος ἡ ποιότης; διὰ τι οὖν τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον | λέγεται τὸ δὲ δεύτερον ; λέγομεν [*](106v) ὅτι καθὸ ποιότης οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, ἀλλὰ μόνῳ ἀξιώματι διαφέρουσιν, ὡς καὶ ἄνθρωπος ἵππου.

    p. 8 b 26 Ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέ- σθωσαν.

    Πρῶτον εἶδος τῆς ποιότητος ἕξις καὶ διάθεσις. διαφέρει δέ, φησίν, ἡ ἕξις τῆς διαθέσεως τῷ τὴν μὲν διάθεσιν εὐαπόβλητον εἶναι τὴν δὲ ἕξιν δυσαπόβλητον, καὶ ὅτι ἡ μὲν ἕξις πάντως καὶ διάθεσις, ἡ δὲ διάθεσις οὐκ ἐξ ἀνάγκης καὶ ἕξις.

    p. 8 b 29 τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί.

    ᾿Επιστήμας ἐνταῦθα λέγει οὐ τὰς ἀπταίστους, ἀλλὰ πᾶσαν ἁπλῶς τέχνην μόνιμον, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον καὶ γραμματικὴν ἐπιἀρχόμ. [*](1 (sic) τῆς ποιότ. F 2 τῆ χιόνι C τῶ ψιμμυθ. C: ψιμυθ. a ’1 τῆς om. CF 4 τῆς om. F 5 αὐτὸ μὲν a 6 post μετεχόμενον add. ex Mare. 217 διὰ τί δὲ πρόσκειται τὸ καθ’ ἱν ποιοί τινες λέγονται; ἡ διὰ τὸ δι’ αἰδῶ ἔρευθος καὶ τὴν διὰ φόβον ὠχρίασιν· οὐ γὰρ ποιότητες αὗται, ἐπειδὴ μὴ ἐρευθίαι (sic) ἡ ὠχρίαι οἱ αἰδεσθέντες καὶ φοβηθέντες λέγονται, φθάνει γὰρ τὴν προσηγορίαν ἡ μεταβολή, ἀλλ’ ἠριθριακέναι (sic) καὶ ὠχριακέναι, ὃ οὐ φθάνει τὴν προσηγορίαν. καὶ οὐδὲ ὑπὸ τὴν ποιότητα ἀνάγεται τὸ πάθος τοῦτο διὰ τὸ αὐτὸ ἀλλ’ ὑπὸ τὸ πάσχειν. οὐ γὰρ πάσχοντες λέγονται ἀλλὰ πεπονθέναι μόνον a 8 auto τοῦτο add. πῶς πλεοναχῶς; τουτέστι κατὰ τὰ ὡς add. a) ἀφ’ ἑνὸς καὶ πρὸς ἕν ἀλλ’ οὐχ ὡς ὁμώνυμος φωνή add. a). φησὶν οὖν ὅτι ἡ ποιότης πλεο- ναχῶς λέγεται Fa: eademque post εἴδη (12) add. C τοῦτο εἴδη (12) om. F 9 οὐ τὸ ὁμων. δ. ἀλλὰ τὸ διαφ. a 10 εἴληπτο—διαφόρως (11) om. C 12 ἔσται F 13 λέγομεν — δεύτερον (14) om. F 14 μόνον Fa 15 δια- φέρει F 18 τὸ πρῶτον τῆς ποιότ. εἶδος a 19 ἡ om. Fa 21 καὶ om. F 22 τε om. F 2 1 τὸ om. C)

    141
    στήμην εἶναι καὶ τεκτονικὴν καὶ τὰς ἄλλας βαναύσους τέχνας· ἑκάστη γὰρ [*](106v) ἕξις τίς ἐστι μόνιμος. ἡ δὲ ἐπιστήμη τριχῶς λέγεται· λέγεται γὰρ ἐπι- στήμη ἡ ὑποκείμενον ἔχουσα ἄπταιστον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγινομένη, καθ’ ὃ σημαινόμενον καὶ ἡ γεωμετρία ἐπιστήμη καὶ ἡ ἀστρονομία καὶ ἡ ἀριθμητική. ἰατρικὴ δὲ κατὰ τοῦτο οὐκ ἐπιστήμη περὶ ῥευστὸν καταγινομένη ὑποκείμενον. λέγεται δὲ ἐπιστήμη καὶ ἡ ἐξ ἀρχῶν αὐτοπίστων ὁρμωμένη, ἣ καὶ ὄντως ἐστὶν ἐπιστήμη, ἣν καλοῦσιν ἀνυπόθετον φιλοσοφίαν ίαν παρὰ τὸ ἐκ κοινῶν ἐννοιῶν ὁρμᾶσθαι. κατὰ τοῦτο δὲ οὔτε γεωμετρίαν οὔτε ἀστρονομίαν οὔτε τῶν τοιούτων οὐδε|μίαν ἐπιστήμην [*](107r) ἐρεῖς, ἐπειδὴ μὴ ἐξ αὐτοπίστων ἀρχῶν ὁρμῶνται ἀλλ’ ἀποδείξεως δεομένων· ἀρχαὶ γὰρ γεωμετρίας τὸ σημεῖον ἡ γραμμὴ ἡ ἐπιφάνεια καὶ τὰ τοιαῦτα. καὶ ὁρίζεται μὲν ἕκαστον τούτων ὁ γεωμέτρης, τὸ μὲν σημεῖον λέγων οὗ μέρος οὐδέν, τὴν δὲ γραμμὴν μῆκος ἀπλατές, καὶ τὰ ἄλλα ὡς ἔχει· τούτων δὲ τὴν ἀπόδειξιν, λέγω δὴ διὰ τί τὸ σημεῖον ἀμερὲς ἢ ἡ γραμμὴ μῆκος ἀπλατές, οὐκέτι οἶδεν ᾗ γεωμέτρης ἐστίν, ἀλλὰ τῷ πρώτῳ φιλοσόφῳ ἀναπέμπει τούτων τὰς ἀποδείξεις ποιεῖσθαι· οὐδεμία γὰρ ἐπιστήμη αὐτὴ τὰς ἑαυτῆς ἀρχὰς ἀποδείκνυσιν. αἱ τοίνυν μὴ ἐξ ἀρχῶν αὐτοπίστων ὁρμώμεναι οὐκ ἄν εἶεν κυρίως ἐπιστῆμαι, ὡς καὶ ὁ Πλάτων’ φησὶν ὧ γὰρ ἀρχαὶ μὲν ἃς οὐκ οἶδε, μέσα δὲ καὶ τελευταῖα ἐξ ὧν οὐκ οἶδε, πῶς ἄν εἴη τοῦτο ἐπιστήμη ’. ἔστι δὲ καὶ κατὰ τρίτον τινὰ λόγον ἐπιστήμη ἡ ὁδοποιητική, ἥτις οἶδε τίνα δεῖ προλαμβάνειν καὶ τίνα ἕπεσθαι, καθ’ ὃ σημαινόμενον καὶ ἡ ἰατρικὴ ἐπιστήμη καὶ πᾶσα βάναυσος τέχνη. ᾧ καὶ ἐνταῦθα κέχρηται σημαινομένῳ τῆς ἐπιστήμης ὁ φιλόσοφος. ἀρετὰς δὲ ἐνταῦθα λέγει τὰς τελείας τὰς καὶ τὸ ὅτι ἐπισταμένας καὶ τὸ διότι· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι φυσικαί, ὡς οἱ φυσικήν τινα ἔχοντες σωφρο- σύνην ἢ πραεῖς ὄντες φύσει ἢ καί τινα τῶν ἀλόγων ἔχειν λέγονται, ὡς ἡ τρυγὼν καὶ ἡ κορώνη τὴν σωφροσύνην καὶ οἱ πελαργοὶ τὴν δικαιοσύνην, αἱ δὲ ἠθικαὶ αἱ εἰδυῖαι ὅτι καλὸν ἡ δικαιοσύνη καὶ ἀπλῶς ἡ ἀρετή, διὰ τί μέντοι καλὸν οὐκ εἰδυῖαι, ὀρθοδοξαστικῶς ἐκ πατέρων ἢ διδασκάλων τοῦτο γινωσκόντων τῶν κεκτημένων, αἱ δὲ πολιτικαί, αἵτινες μετὰ τοῦ ὅτι καὶ τὸ διότι ἴσασιν, αἱ δὲ καθαρτικαί. διαφέρουσι δὲ αἱ καθαρτικαὶ τῶν πολιτικῶν, ὅτι αἱ μὲν πολιτικαὶ ἐπιστρέφονται πρὸς τὰ καταδεέστερα καὶ τῶν ἡδονῶν ἀντιποιοῦνται | τῶν σεμνοτέρων καὶ χρόνον καὶ τόπον [*](107v) καὶ ποσὸν παραφυλάττουσαι, οἱ μέντοι καθαρτικῶς ἐνεργοῦντες ἀνεπί- [*](1 καὶ τεκτ. post τέχνας coll. C 2 alt. λέγεται οm Ca 3 ἡ om. F ante ἀεὶ add. ἡ C 4 ἔχον a καταγινομένη om. a 5 ἡ (ante ἀστρ’. et ἀρ’.) om. K 7 ὄντος F 1 8 ὡρμᾶσθαι CFa 9 οὔτε ἀστρονομίαν om. C τινὰ τῶν τοι. a 15 εἶδεν a γεωμετρία C 16 ἀποπέμπει C 18 ὁ Πλάτων] Rei publ. VII, 13 p. 533 C 19 φησὶν ὅτι F τελευταῖον C: τελευτὴ a 20 τούτῳ a 22 βαύσανος F 23 σῆμ’. κέχp. coll. a ὁ φίλ’. τῆς ἐπ’. coll. C 2 I λέγει ἐντ’. coll. F ἐπιστήμας Γ’ 25 ὡς] an ἃς? 26 alt. ἡ] οἶον C: ἡ εἰ F: ἣν a 29 μέντοι] μὲν C ἡ ἐκ δίδασκ’. C 32 καὶ ἐπιστρέφ. K 33 καὶ τόπον om. F 34 φυλάττουσι C: παραφυλάττουσι F αἱ μέντοι καθαρτικαὶ F καθαρτικοὶ καὶ C ἐνεργοῦνται καὶ CF)
    142
    στρεπτοί εἰσι πρὸς τὰ χείρονα καὶ καθάπαξ τῶν ἡδονῶν ὑπερορῶσιν. αἱ [*](107v) δὲ τῶν ἀρετῶν εἰσι θεωρητικαί. ἐνταῦθα οὖν, ὡς εἴρηται, τὰς τελείας ἀρετὰς λέγει, τάς τε πολιτικὰς καὶ καθαρτικὰς καὶ θεωρητικάς.

    p. 8b31 ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιού του.

    Εἰκὸς γὰρ ἐν μακρᾷ τινι νόσῳ γενόμενον ἢ ἐν ἄλλοις ἀσχοληθέντα πράγμασι δι’ ἀμελετησίαν ἀπολέσαι τὴν ἐπιστήμην.

    p. 8b35 Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγεία καὶ ὅσα ἄλλα τοιαῦτα.

    Λέγεται γὰρ διακεῖσθαί πὼς κατὰ ταῦτα ὁ ἄνθρωπος, οὐ μέντοι ἕξεις ἔχειν.

    p. 9a1 Εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος | ἢ πάνυ δυσκίνητος οὖσα, ἣν [*](108r) ἄν τις ἴσως ἕξιν προσαγορεύσοι.

    ‘H γὰρ τοιαύτη οὐκέτι διάθεσις ἀλλ’ ἕξις προσαγορεύεται. πεφυσιω- μένη δέ φησι, τοῦτ’ ἔστιν εἰς φύσιν μεταβληθεῖσα καὶ αὐτὴ φύσις γενο- μένη διὰ τὸν συνεθισμὸν τοὐ πολλοῦ χρόνου.

    p. 9a5 τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας οὔ φασιν ἕξιν ἔχειν.

    Τὸν μὲν γὰρ ἕτοιμον ὄντα ἐν ῥητορικῇ ἢ γραμματικῇ ἀποκρίνεσθαι, περὶ ὧν ἂν ἐρωτᾶται θεωρημάτων ῥητορικῆς ἢ γραμματικῆς, καὶ λόγον ὑπέχοντα τούτων καὶ τὰ ὑποπίπτοντα ἄπορα ἐξ ἑτοίμου ἐπιλυόμενον τοῦτόν φασιν ἕξιν ἔχειν ῥητορικῆς ἢ γραμματικῆς• ἐὰν δὲ ἄλλος τις πεποίωται κατὰ ταύτας μετρίως, οὗτος ἕξιν μὲν τούτων οὐ λέγεται ἔχειν, διακεῖσθαι δέ πὼς κατ’ αὐτάς.

    [*](1 ὐπεροp.] κατολιγωροῦσι C 2 τῶν ἀρετῶν om. F εἴρηται] p. 141,24 3 καὶ θεω- ρητικάς om. CF 1 μεγάλη τις C ἀπὸ F: ἡ ὑπὸ a 5 ὑπὸ ἄλλου C: ἀπὸ ἄλλου F 8 ἀκίνητα F 8. 9 μεταβάλλουσαι C 9 καὶ (posl θέρμ’.) om. F κατάψ.] ψυχρότης C καὶ ὑγεία om. C 11 λέγεται — ἔχειν (12) om. C γὰρ] μὲν a 12 ἕξιν a 13 τυγχάνει Ca 15 ἴσως om. C προσαγορεύσῃ CF: προσαγορεύοι Arist. 16 οὐκ ἔστι F 17 αὐτὸ CF 18 συνηθισμὸν F 19 μὲν γὰρ C μετέχοντας a posl κατέχ. add. ἀλλ’ εὐκινήτους ὄντας Arist. 21 ἐν τῆ F γp. ἡ βῆτ’. coll. a 22 ἄν om. C ἐρωτᾶ τις F 24 ἐὰν] an εἰ? ἄλλος Marc 217: ἄλλως CFa τις] πὼς Ca 25 ante μετρίως add. ἤγουν a οὕτως F: om. C 26 κατὰ ταύτας C)
    143

    p. 9a10 εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ [*](108r) ἐξ ἀνάγκης ἕξεις.

    Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα καὶ τὸ μὲν ὄνομά ἐστι γένος ὀνόματος καὶ ῥήματος τὸ δὲ πρὸς τὸ ῥῆμα ἀντιδιαστελλόμενον, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις καὶ ἡ μέν τίς ἐστι διάθεσις ὡς γένος κατηγορουμένη ἕξεως καὶ διαθέσεως ἡ δὲ ὡς εἶδος ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν. ὥστε ἡ μὲν ἕξις πάντως καὶ διάθεσις, ἐπειδὴ γένος αὐτῆς ἡ διάθεσις, ἡ δὲ διάθεσις οὐκέτι καὶ ἕξις· κατὰ ἀντιδιαστολὴν γὰρ αὐτῆς λέγεται ἡ ἕξις.

    p. α14 Ἕτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἢ δρομι- κοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν. |

    Τοῦτο δεύτερον εἶδος τῆς ποιότητος, τὸ κατὰ δύναμιν λέγω καὶ [*](108v) ἀδυναμίαν. διὰ τί δὲ γένος τῆς ποιότητος αὐτὸ προσηγόρευσεν ; αὕτη γάρ ἐστι γένος γενικώτατον. φασὶν ὅτι ἀντὶ τοῦ εἰπεῖν εἶδος γένος εἶπεν, ἵνα μή τις ὑπολάβῃ τοῦτο εἶδος εἶναι εἰδικώτατον· ἀμέλει γοῦν οὐκ εἶπε γενικώτατον γένος, ἀλλὰ γένος, ἵνα σημάνῃ ὅτι ὑπάλληλόν ἐστι γένος, ὡς ἂν εἴποιμεν γένος εἶναι τῆς οὐσίας τὸ ζῷον ἀντὶ τοῦ ὑπὸ τὴν οὐσίαν. τὸ οὖν δεύτερον εἶδος, ὡς εἶπον, τῆς ποιότητος παραδίδωσι τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν, καθ’ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται, ἡ ἕξις καὶ ἡ διάθεσις, τὸ δὲ δεύτερον δυνάμει· ἕτερον γάρ ἐστι πύκτης εἰπεῖν καὶ ἕτερον πυκτικός, καὶ δρομεὺς καὶ δρομικός· τὸ μὲν γάρ ἐστιν ἐνεργείᾳ, ὁ πύκτης καὶ ὁ δρομεύς, τὸ δὲ δυνάμει, ὁ πυκτικὸς καὶ ὁ δρομικός, ὁ μήπω μὲν ἐνερ- γείᾳ ὢν τοιοῦτος δύναμιν δὲ φυσικὴν ἔχων, τοῦτ’ ἔστιν ἐπιδειότητα εἰς τὸ γενέσθαι τοιοῦτος. ὁ δὲ ἐνεργείᾳ ὢν πύκτης ἢ δρομεὺς οὐκέτι κατὰ δύναμιν φυσικὴν λέγεται, ἀλλ’ ἕξιν ἔχει ἢ διάθεσιν. πῶς δὲ καὶ τὴν [*](109r) ἀδυναμίαν ποιότητά φησιν; ὅτι διακείμεθά πω καὶ κατὰ ταύτην· τῷ γὰρ [*](1 δὲ] γὰρ a 3 post γὰρ add. καὶ C κατηγορεῖτο C 4 ἐστι ὄνομα coll. F 4 τὸ πρὸς coll. F 5 καὶ τῆς διαθέσεως om. C 5. 6 κατηγορεῖται—διάθεσις] ἡ μὲν a G κατηγορούμενον F 7 ἀντιδιαστελλόμενον F 8 ἡ διάθε- σις (post αὐτῆς) om. F 9 αὐτῶν C 12 τῆς oui. Ca 1.3 αὐτὸ τῆς ποιότ. coll. Fa 15 ὑπολάβοι F οὖν C 16 σῆμ’.] δείξῃ a post γένος add. εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον a ἐὰν C 17 ἀντὶ τοῦ εἰπεῖν τὸ C 19 20 ἡ ὑγ. — δρομικοὺς om.. K 22 ἕξις φημὶ a 23 ὁ πύκτης et ὁ πυκτ. C εἰπεῖν om. F 25 ὁ (ante δρομικός) om. F 26 ὢν om. F: ante ἐνεργ. coll. a ἔχων φῦσ’. coll. C 28 ἔχειν F post διάθεσιν add. ex Marc. 217 πυκτικὸν δὲ βρέφος φαμὲν τὸ μακρὰς ἔχον χεῖρας, ἃς χρειώδεις πρὸς τὸ ἀκροχειρίζε- σθαι, καὶ δρομικὸν βρέφος τὸ μὴ πληθωρικὸν ἀλλὰ καὶ εὔρρωστον a 29 καὶ om. Ca)

    144
    τοιῶσδε τὸν ἵππον διακεῖσθαι ἀδυναμίαν αὐτόν φαμεν ἔχειν τοῦ δέξασθαι [*](109r) ἐπιστήμην. καὶ ὅλως ἐφ’ ὧν θεωρεῖται ἡ δύναμις, ἐπὶ τούτων καὶ ἡ ἀδυναμία· ὁ γὰρ δύναμιν ἔχων τοὐ πάσχειν οὗτος ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν, καὶ ὁ δύναμιν ἔχων τοῦ μὴ παθεῖν ἀδυναμίαν ἔχει τοῦ παθεῖν. καὶ ἄλλως ἐπειδὴ τῶν ἀντικειμένων τὸ αὐτό ἐστι γένος, εἴτε οὖν ὡς ἐναντία ταῦτά τις βούλεται ἀντικεῖσθαι, ὑφ’ ὃ γένος τὸ ἕτερον τῶν ἐναντίων ἀνάγεται, ὑπ’ ἐκεῖνο καὶ τὸ ἕτερον ἀναχθήσεται, ἐπειδὴ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν ἐναντία ὄντα ὑπὸ τὸ αὐτὸ γένος, τὴν ποιότητα, ἀνάγονται εἰ τοίνυν ἡ δύναμις ὑπὸ τὸ ποιὸν ἀνάγεται, καὶ ἡ ἀδυναμία ὑπὸ τὸ αὐτὸ ἀναχθήσεται), εἴτε ὡς τὰ κατὰ στέρησιν καὶ ἕξιν ταῦτα ἀντικεῖσθαί τις βούλοιτο, καὶ οὕτως ὑπὸ τὸ αὐτὸ γένος αὐτὰ ἀνάξει· οὗ γὰρ λέγεται εἶναι ἡ ἕξις, τούτου καὶ ἡ στέρησις λεχθήσεται, οἷον ὀφθαλμοῦ· αὐτοῦ γάρ ἐστι καὶ ἡ ὄψις καὶ ἡ τύφλωσις. ὑφ’ ὃ οὖν γένος ἀνάγεται ἡ ἕξις, ὑπὸ τὸ αὐτὸ καὶ ἡ στέρησις ἀναχθήσεται.

    p. α16 γὰρ γὰρ τῷ διακεῖσθαί πὼς ἕκαστον τῶν τοιούτων ν [*](109v) ποιὸν λέγεται.

    Ἀντὶ τοὐ τοῦ ἰού τῷ εἶναι αὐτοὺς ἐνεργείᾳ τοιούτους λέγομεν, ἀλλὰ τῷ δύναμιν ἔχειν τοιαύτην’. λέγεται δὲ ἡ δύναμις τριχῶς· ἢ γὰρ πρὸς τὸ ποιῆσαί τις δύναμιν ἔχειν λέγεται ἢ πρὸς τὸ παθεῖν ἢ πρὸς τὸ μὴ παθεῖν, οἷον ὡς λέγομεν τὸν νοσώδη δύναμιν ἔχειν τοῦ πάσχειν ὑπὸ πολλοῦ περι- πάτου ἢ ἡλιοκαΐας, τὸν δὲ ὑγιεινὸν δύναμιν ἔχειν τοῦ μὴ πάσχειν ὑπὸ τῶν τοιούτων, καὶ τὸν τέκτονα δύναμιν ἔχειν τοῦ ποιῆσαι θύραν. ὁσαχῶς δὲ ἡ δύναμις λέγεται, τοσαυταχῶς καὶ ἡ ἀδυναμία ῥηθήσεται· ὁ γὰρ δυνάμενος παθεῖν ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν, καὶ ὁ δυνάμενος μὴ παθεῖν ἀδυναμίαν ἔχει τοῦ παθεῖν, οὐκέτι δὲ ὁ δυνάμενος ποιῆσαι πάντως καὶ ἀδυναμίαν ἔχει τοῦ μὴ ποιήσαι. διὰ τί οὖν ὥσπερ ἐπὶ τῆς τοῦ παθεῖν δυνάμεως παρελάβομεν καὶ τὴν τοῦ μὴ παθεῖν, οὕτως καὶ ἐπὶ τῆς τοὐ ποιεῖν τὴν τοῦ μὴ ποιεῖν οὐ παρελάβομεν ; φαμὲν οὖν ὅτι ἐπειδὴ ἔστι [*](1 φαμὲν αὐτὸν coll. Ca 3 οὗτος om. C μὴ superscr. F 4 παθεῖν (pr. 1.) C καὶ 6 — τοῦ παθεῖν om. C post τοῦ παθεῖν add. ex Marc. 217 δύναται μὲν γὰρ ποιεῖν ὁ πύκτης, δύναται δὲ μὴ πάσχειν ὁ ὑγιεινός. λοιμοῦ γὰρ καταλαβόντος οὐχ ἑτοίμως ἁλίσκεται ὑπὸ τῶν νοσοποιῶν αἰτίων. καὶ οὐ δύναται μὲν ποιεῖν ὁ ἀργὸς τὴν διάνοιαν, περὶ οὗ εἴρηται τὸ ‘αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.’ οὐ δύναται ποιεῖν τὸ πῦρ ψύχειν, οὐ δύναται μὴ ποιεῖν τὸ πῦρ θερμαίνειν, καὶ οὐ δύναται μὲν μὴ πάσχειν τὸ μαλακὸν ἢ ὁ νοσώδης λοιμοῦ καταλαβόντος, δύναται δὲ μὴ πάσχειν τὸ σκληρόν a 8 τῆς ποιότητος F 9 αὐτὸ] ποιὸν C 10 τὰ om. C 11. 12 εἶναι ἡ ἕξις γένους F: ἡ ἕξις εἶναι γένους a 13 καὶ (prius) om.. C 15 γέ πω Arist. 16 ποιὸν om. CF 17 οὐ γὰρ a 18 τῷ] τὸ C ἔχειν αὐτοὺς a δὲ om. C posi γὰρ add. τῶ πεφυκέναι ποιεῖν τις ἤγουν a 19 λέγ’. ἔχειν coll. C 20 οἷον om. C 21 ἡλιοκαυσίας V 23 γὰρ om. K 24. 25 τοῦ μὴ — ἔχει om. C 25 τοῦ μὴ παθεῖν (alt. 1.) F alt. παθεῖν] πάσχειν C 28 καὶ τὴν C ὅτι om. Fa)

    145
    τινὰ τῶν πραγμάτων τὴν πρὸς τὸ ποιεῖν μόνως δύναμιν ἔχοντα, οὐδαμῶς [*](109v) δὲ καὶ τὴν πρὸς τὸ μὴ ποιεῖν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὁ Ἀριστοτέλης ὅτι ἡ δύναμις ἡ μέν τίς ἐστιν ἐπαμφοτερίζουσα ἡ δὲ μόνως τὸ ἕτερον τῶν ἐναντίων ἔχουσα· καὶ ἐπαμφοτερίζει μὲν πᾶσα ἡ λογοειδής, ἡ δὲ μὴ λογοειδὴς μόνον τὸ ἕτερον ὥν ἐναντίων ἔχει· οἷον ὁ ἰατρὸς δύναται ὑγιάζειν, ἀλλὰ καὶ μὴ ὑγιάζειν οὐδὲν ἧττον, καὶ ὁ τέκτων δύναμιν ἔχων τοῦ ποιῆσαι θύραν, οὐδὲν ἧττον καὶ τὴν τοῦ μὴ ποῆσαι δύναμιν ἔχει. τὸ μέντοι γε πῦρ δύναμιν ἔχον τοῦ θερμαίνειν οὐκέτι καὶ τοῦ μὴ θερμαίνειν ἔχει δύναμιν, καὶ ἡ χιὼν ὁμοίως τοῦ ψύχειν δύναμιν ἔχουσα καὶ τοῦ μὴ ψύχειν οὐκέτι ἔχει δύναμιν, καὶ ὁ θεὸς δύναμιν ἔχων τοῦ ποιεῖν ἀγαθὰ οὐκέτι καὶ τοῦ μὴ ποιεῖν ἔχει. καὶ εἰκότως τὰ λογοειδῆ ἐπαμ|φοτερίζουσαν ἔχει τὴν δύναμιν, ἐπειδὴ ἐπὶ τούτων οὐ συντρέχει [*](110r) τῇ βουλήσει ἡ δύναμις· οὐ γὰρ ἃ βούλονται, ταῦτα πάντως καὶ δύνανται, οὐδὲ ἃ δύνανται, ταῦτα καὶ βούλονται. τὸ μέντοι θεῖον σύνδρομον ἔχει τῆ βουλήσει τὴν δύναμιν· ἐὰν γὰρ βούλεσθαι μὲν· αὐτὸν εἴπωμεν, μὴ δύνασθαι δὲ ἃ βούλεται, ἀνόητος ἡ βούλησις, ὥσπερ καὶ ἄνθρωπος ἀνόητος ἐκεῖνος ὁ βουλόμενος ἃ μὴ δύναται, οἷον ἵπτασθαι ἢ ἀθάνατος εἶναι. πάλιν εἰ δύνασθαι μὲν αὐτὸν εἴπωμεν, μὴ βούλεσθαι δέ, ματαίαν ἕξει τὴν δύναμιν· εἰ γὰρ δυνάμενός τις ποιεῖν τοῦτο μὴ βούλεται ποιεῖν, οὐ ποιήσει πάντως οὐδὲ τὴν δύναμιν εἰς ἐνέργειαν ἄξει· ὥστε ματαία ἔσται ἡ δύναμις ἀνενέργητος διαμένουσα. διὰ τοῦτο ἐπὶ θεοῦ τὸ δύνασθαι μόνον λέγομεν, οὐκέτι δὲ καὶ τὸ μὴ δύνασθαι, διότι ἃ δύναται ποιεῖν, ταῦτα καὶ βούλεται, βουλόμενος δὲ πάντως καὶ ποιεῖ, καὶ οὐ τάχα μὲν ποιεῖ τάχα δὲ οὐ ποιεῖ, ἀλλὰ πάντως ποιεῖ· πᾶν γὰρ ὃ βούλεται δύναται καὶ ὃ δύναται βούλεται. βούλησιν δὲ λέγομεν ἐνταῦθα τὸ θέλημα, οὐ τὸ βουλεύεσθαι ἢ τὴν βουλήν· οὐδὲ γὰρ κυρίως ἐπὶ θεοῦ φέρεται ἡ βουλή, εἴ γε, ὥς φησιν ὁ Ἀριστοτέλης, οὐδὲν ἕτερόν ἐστιν ἡ βουλὴ ἡ ἔνδεια φρονήσεως· βουλευόμεθα γὰρ ἀγνοοῦντες ὅ τι δέοι ποιεῖν καὶ πότερον τόδε ἢ τόδε ποιητέον ἐστίν· ἐφ’ ὧν γὰρ ἡ προαίρεσίς ἐστιν, ἐπὶ τούτων καὶ ἡ βουλή, εἴ γε ἡ προαίρεσις οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ τόδε πρὸ τοῦδε αἱρεῖσθαι, ἡ δὲ βουλὴ αἱρέσεως τῶν πραγμάτων ἕνεκεν γίνεται. βουλευόμεθα δὲ ἀγνοοῦντες, ἀγνοοῦμεν δὲ ἐνδεεῖς ὄντες φρονήσεως• ᾧ γὰρ φρόνησις πάρεστι, πάντα γνώριμα τὰ [*](1 τὴν om. Fa τὸ μὴ ποιεῖν F μόνον C 2 περὶ ἑρμ’.] p. 22b36 sq. 5 ἔχειν C 6 οὐδὲν] οὐχ a καὶ ὁ] ἀλλὰ καὶ C 7 τὴν om a 8 ante τοῦ μὴ add. τὴν Ca 9 δύν. ἔχει ’. F τὴν τοῦ ψύχ. a ἔχουσα δύν. coll. a 10 δύν. ἔχει coll. Fa 13 βούλεται C δύναται C 15 γὰρ om. F 15. 18 an αὐτὸ? 17 ἵπτεσθαι C: ἱππᾶσθαι F 19 ὁ δυνάμ. a τι Fa μὴ βούλ. τοῦτο coll. a 20 ἕξει C ἐστὶν F 21 τοῦ θεοῦ F μόνον τὸ δύν. coll. C 22 καὶ (prius) om. a 23 οὐ (alt.)] ἁ F 25 τὸ θέλημα om. Ca, scd. post βουλήν add. καὶ τὸ θέλημα αὐτοῦ C: ἀλλὰ τὸ θέλημα a βού- λεσθαι CF βουλήν] βούλησιν C 26 post γὰρ add. τὸ βούλεσθαι a ἢ ἡ βουλή a 26. 27 ὥς φησιν ὁ Ἀριστ.] spectare videtur Eth. Nic. VI 10 p. 1142a31 sq. 30 ἐστιν ἕτερον coll. F τὸ om. F 31 βουλόμεθα F δὲ] an οὖν? 32 ante φρόνησις add. ἡ C)
    146
    πρακτέα· τελειοτάτη γάρ ἐστιν ἀρετή. εἰ τοίνυν τὸ θεῖον αὐτοφρόνησίς [*](110r) ἐστιν, οὐ δεήσεται βουλῆς, εἴ γε αὕτη κατ’ ἔνδειαν γίνεται φρονήσεως. διὰ ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης τὴν λογοειδῆ | δύναμιν μόνην ἔφασκεν [*](110v) ἐπαμφοτερίζειν. εἰ δὲ δεῖ ἀκριβέστερον εἰπεῖν, ἡ μὲν ὀρεκτικὴ πᾶσα δύναμις τὴν ἐπ’ ἀμφότερα ῥοπὴν ἔχει, ἡ δὲ παρὰ τὴν ὀρεκτικὴν πᾶσα, ἥ τε κρείττων οὖσα ταύτης καὶ ἡ καταδεεστέρα, τὸ ἕτερον μόνον τῆς ἀντιφάσεως μέρος κέκτηται, ὡς ἤδη ἐδείξαμεν ἐπί τε τοῦ πυρὸς καὶ τῆς χιόνος. εἰ τοίνυν ἐδείχθη ἐπί τινων πραγμάτων ἡ τοῦ ποιεῖν δύναμις χώραν ἔχουσα μόνον, οὐκέτι δὲ καὶ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος, εἰκότως οὐχ ὥσπερ ἐπὶ τοῦ πάσχειν ἀντετάξαμεν τὸ μὴ πάσχειν, οὕτως καὶ ἐπὶ τοῦ ποιεῖν τὸ μὴ ποιεῖν, ἐπειδὴ περὶ πάσης δυνάμεως εἰπεῖν βουλόμεθα, οὐ πάσῃ δὲ δυνάμει πάντως ἕπεται ἀδυναμία. δεῖ δὲ καὶ τὴν καταγραφὴν αὐτῶν οὕτως ποιεῖσθαι καὶ τῶν ἀποφάσεων· διὰ ταῦτα τοίνυν καὶ αὐτὸς τὸ τριττὸν τοῦτο τῆς δυνάμεως εἶδος παραδίδωσι, καὶ τὴν μὲν τοῦ ποιεῖν λέγων οἷον πυκτικοὶ ἢ δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πὼς ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως ἐνταῦθα ἡ τοὐ ποιεῖν δύναμις), ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως ἰδοὺ καὶ τὸ δεύτερον), νοσώδεις δὲ τῷ ἀδυνα- μίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἐνταῦθα τὸ τρίτον)· οἱ μὲν γὰρ νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοῦ μὴ πάσχειν, οἱ δὲ | ὑγιεινοὶ τὸ ἀνάπαλιν. [*](111r) ἀκριβῶς δὲ εἶπεν ὑπὸ τῶν τυχόντων τὰ ὑγιεινὰ μὴ πάσχειν, οἷον ὑπὸ καύματος ἢ ἀνέμου· πάθοι γὰρ ἂν ὑπὸ ξίφους ἢ πυρὸς ἢ ἄλλου τινὸς [*](1 ἡ ἀρετή F καὶ τὸ θεῖον a 2 οὐ] οὐδὲν F 3 τὴν om. C 4 ἡ μὲν] ἡμῖν F 5 παρὰ ] περὶ C 6 μόνον om. C 6. 7 μέρος τῆς ἀντιφ. coll. C 7 ἐδείξαμεν] p. 145,8 9 τὸ ἕτερον τὸ C 11 ἐπειδὴ—εἰπεῖν εἰπεῖν οm F 12. 13 δὲ καὶ τὴν] γὰρ C 13 ἀντιφάσεων C 14 supra flgurain add. καταφάσεις et ἀποφάσεις κατάφασις ot ἀπόφασις infra om.), atque in diagonalibus add. ὑγιεινοί — νοσώδεις a 15. 16 οὐ δύναται π. et οὐ δύναται μὴ π. inter se comrnutavit C 17 τὰ μὲν κατάφασις τὰ δὲ ἀπόφασις C 18 τὸ post τοῦτο transponas τρίτον C εἶδος τοῦτο τῆς δ. coll. C 18. 19 ἡμῖν παραδ. C 19 οἷον πυκτ.] πυκτ. γὰρ Fa 19. 20 λέγονται post πὼς coll. Arist. 20 φυσικὴν om. Fa 21 ἐνταῦθα — δύναμις om. C 22. 23 ὑπὸ τῶν τύχ’. πάσχ’. coll. C 23 ῥᾳδίως om. F ἰδοὺ — δεύτερον om. C 24 μηδὲν] μὴ F: om. C ῥᾳδίως om. Fa 24. 25 τυχόντων] Arist. verba continuat usque ad αὐτοῦ τούτου (27) C 25 ἐνταῦθα τὸ τρίτον] ἰδοὺ καὶ τὸ δεύτερον εἶδος δείκνυσιν ἐν τῶ εἰπεῖν· πυκτικοὶ ἡ δρο- μικοὶ λέγονται, ὡσαύτως καὶ ὑγιεινοὶ λέγονται τῶ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν ὑπὸ τῶν τυχόντων πάσχειν ῥαδίως. καὶ τό τρίτον δὲ ἐν τῶ εἰπεῖν· νοσώδεις δὲ τῶ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ ῥαδίως πάσχειν ὑπὸ τῶν τυχόντων C ante πάσχειν add. μὴ F 26 τι om. a 28 post ἀνέμου add. ἡ ἁπλῶς ἀφ’ ὧν οὐ πέφυκε πάσχειν τὰ ὑγιεινά a)
    147
    τοιούτου. τὰ δὲ νοσώδη δύναμιν ἔχει ὑπὸ τῶν τυχόντων πάσχειν, ἀδυναμίαν [*](111r) μίαν δὲ μὴ πάσχειν.

    p. 9a24 Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν.

    Τὸ μὲν γὰρ ἔχει δύναμιν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ἀδυναμίαν δὲ αὐτοῦ τούτου, τὸ δὲ μαλακὸν τοὐ μὲν διαιρεῖσθαι ῥᾳδίως δύναμιν ἔχει, ἀδυναμίαν δὲ τοῦ μὴ διαιρεῖσθαι.

    p. 9a28 τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη.

    Γένος πάλιν εἶπεν ἀντὶ τοῦ εἶδος. τοῦτο δὲ τετραχῶς θεωρεῖται· ἡ γὰρ παθητικὴ ποιότης ἢ παντὶ τῳ ειοει πάρεστιν, ὡς πάσῃ χιόνι τὸ λευκόν, ἢ οὐ παντί, φυσικῶς μέντοι καὶ ἐκ γενετῆς, ὡς τοῖς Αἰθίοψι τὸ μέλαν. καὶ εἰ παντί, ἢ συμπληρωτική ἐστι τοὐ ὑποκειμένου ἢ οὐχί· συμπληρωτικὴ μὲν ὡς τῆς χιόνος ἡ λευκότης καὶ ἡ ψυχρότης καὶ τοῦ πυρὸς ἡ θερμότης καὶ ἡ ξηρότης, οὐ συμπληρωτικὴ δὲ ὡς ἡ τῶν ν κοράκων μελανία καὶ ἡ τῶν κύκνων λευκότης· οὐ γὰρ συμπληροῖ τὸν κόρακα ἡ μελανία, ὡς πολλάκις εἴρηται, διότι τῶν πτερῶν ἀφαιρεθεὶς μέλας μὲν οὐκέτι ἐστί, κόραξ δὲ οὐδὲν ἧττόν ἐστι. καὶ ἄλλως ἐπειδὴ μηδὲ ἐν τῷ ὁρισμῷ αὐτῶν παραλαμβάνομεν τὰς τοιαύτας τῶν ποιοτήτων διαφοράς, εἰ μή που δι’ ἀπορίαν πολλάκις τῶν οὐσιωδῶν διαφορῶν· οὐδὲν γὰρ θαυμαστὸν ἀνθρώπους ὄντας μὴ ἐπὶ πάντων εὑρίσκειν τὰς οὐσιώδεις διαφορὰς καὶ διὰ τοῦτο ἀναγκάζεσθαι ἀπὸ τῶν τοιούτων τὰ πράγματα χαρακτηρίζειν. εἰ τοίνυν παντὶ τῷ εἴδει ὑπάρχει καὶ συμπλη- ρωτικὴ εἴη, λέγεται παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν, εἰ δὲ παντὶ μὲν τῶ εἴδει ὑπάρχει μὴ συμπληρωτικὴ δὲ εἴη, λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. εἰ δὲ μὴ παντὶ τῷ εἴδει ὑπάρχει, ἤτοι πολυχρόνιός ἐστιν ἢ ὀλιγοχρόνιος· εἰ μὲν οὖν μὴ παντὶ ὑπάρχει εἴη δὲ πολυχρόνιος, πάλιν λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, ὡς ἡ ἐν ζωμῷ γλυκύτης καὶ ἡ ἐκ γενετῆς ὠχρίασις καὶ τὸ ἐρύθημα, εἰ δὲ μὴ παντὶ τῷ εἴδει ὑπάρχουσα ὀλιγοχρόνιος εἴη, εἰ μὲν μὴ ῥᾳδίως ἀποκαθισταῖτο μηδὲ εὐαπόβλητος εἴη, [*](2 τοῦ μὴ a 4 δύν. ἔχει coll. C 5 post τούτου add. τοῦ διαιρεῖσθαι C 6 τοῦ om. F 9 γένος δὲ a εἴδους a post εἶδος add. ex Mare. 217 εἰ δὲ ὑπάρχουσιν εἴδη τῆς ποιότητος ταῦτα, πῶς γένη αὐτὰ ἐκάλεσε; διὰ τὸ ἔχειν καὶ αὑτὰ ἕτερα εἴδη ὑποκάτω αὐτῶν καὶ εἶναι ἐκείνων γένη a 14 post ξηρότης add. ex Marc. 217 ὃν γὰρ λόγον ἔχει ἕξις πρὸς παθητικὴν ποιότητα καὶ διάθεσις πρὸς πάθος, τοῦτον καὶ λευκὸν πρὸς ψυχρόν· διακρι- τικὰ γὰρ ἄμφω· καὶ μέλαν πρὸς θερμόν συγκριτικὰ γάρ οὐ μέντοι ταὐτά ἐστι ταῦτα a 16 ὡς πολλάκις εἴρηται om. C (relegare videtur ad Porph. Isag. comm.) 17 οὑκ ἐστιν ἔτι Ca 20 ἐξευρίσκειν a 22 τῷ εἴδει] ἔδει F 2,3 post ἐγγιν. add. ὡς ἡ τῶν κοράκων μελανία a 26 ἤτοι] ἡ C 27 ὑπάρχει om F 28 καὶ ἡ] ἡ F 29. 30 ὑπάρχει ὀλιγοχρόνιος δὲ a 30 ἀποκαθίστοιτο F)

    148
    λέγεται πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἡ ἐκ μακρᾶς νόσου [*](111v) ὠχρίασις ἡ ἡ ἐκ πολλοῦ χειμῶνος ἐγγινομένη ψῦξις, εἰ δὲ εὐαπόβλητος εἴη καὶ ῥᾳδίως καὶ παραχρῆμα ἀποκαθισταῖτο, λέγεται πάθος τὸ ὕπο τὸ πάσχειν ἀναφερόμενον, ὡς ἡ ὠχρότης ἡ διὰ φόβον ἄκαιρον ἢ ἣ δι’ αἰδῶ ἐρυθρότης· ποιότητας γὰρ ὁ Ἀριστοτέλης οὐκ ἀξιοῖ καλεῖν τὰ τοιαῶτα, ὅτι μὴ παρωνύμως ἀπ’ αὐτῶν λέγονται οἱ μετέχοντες. πάλιν δὲ ἡ καταγραφὴ εὐσύνοπτον | ποιήσει τὴν διαίρεσιν·

    [*](112 r)

    Ταύτα δὲ τὰ τέσσαρα τῶν παθητικῶν ποιοτήτων εἴδη οὐ μόνον περὶ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ ψυχήν· εἰ γάρ τις ἕξιν ἀρίστην ἔχει εἰς ἐπιστημονικὴν ἢ ἁπλῶς εἰς λογικὴν θεωρίαν, λεχθείη ἄν τὸ τοιοῦτον παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν καὶ οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη, διότι συμπληρωτική ἐστι καὶ τελειωτικὴ. ἡ τοιαύτη ἕξις τῆς οὐσίας τῆς ψυχῆς. πάθος δὲ ποιεῖ περὶ τὴν αἴσθησιν, [*](2 ἡ om. a ἐγγεν. F 3 ῥᾳδίως καὶ om. C,: καὶ om. F ἀποκαθίστοιτο F 4 ὠχρίασις a ἡ (alt.) om. F 5 γὰρ] δὲ C καλ’·] ποι- εῖν y 6 οἱ μετέχοντες om. F 7 figuram recepi ex F, nisi quod ὡς ante ἡ τοῦ πυρός et οὐ ante συμπλ. (alt.) inserui et ἐγγινομ. utrobique pro ἐγγενομ. scripsi: verba continua ἡ παθητικὴ ποιότης ἡ παντὶ τῶ εἴδει ὑπάρχει ἡ οὐ παντὶ. καὶ ἡ ἐν παντὶ ἀυτὴ ληρωτική ἐστι τοῦ ὑποκειμένου ἡ οὐ συμπληρωτική. καὶ ἡ ἐν οὐ παντὶ ἡ πολυχρόνιος ἢ ὀλιγοχρόνιος, ἡ καθεξῆς δυσαπόβλητος ἡ εὐαπόβλητος. παθητικὴ ποιότης ὡς πάθος ἐμ‘- ποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν ὡς ἡ τοῦ πυρὸς θερμότης. παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη ὡς ἡ ἐκ γενετῆς ὠχρίασις. πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ἐκ μακρᾶς νόσου ὠχρίασις. πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον ὡς ἡ δι’ αἰδῶ ἐρυθρότης C: om. a 9 τὸ σῶμα et τὴν φυχὴν a εἰς scripsi: καὶ libri 10 ἢ om. 1 posl λεχθείη add. εἴη C τοῦτον Γ’ 12 ἐγγινομένην F καὶ τελ. ἐστιν coll. C)

    149
    οὐ τὴν σωματοειδῆ δῆλον, ἀλλὰ τὴν θείαν λεγομένην καὶ λογικήν· λεγόμεθα [*](112r) γοῦν αἰσθάνεσθαι λόγων καὶ ὕβρεων, κατὰ ψυχὴν δηλονότι καὶ οὐ κατὰ τὰς σωματικὰς αἰσθήσεις. τοὺς δὲ κατά τινα κρᾶσιν σωματικὴν μανικοὺς ἢ ὀργίλους ἤ τινας τοιούτους εἴποι ἄν τις παθητικὴν ἔχειν ποιότητα ὡς ἀπὸ πάθους ἐγγινομένην, τοὺς δὲ διὰ νόσον τοιούτους γενομένους πάθος ἔχειν τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον. τοὺς δὲ διά τινα περίστασιν ἐκ συναρπαγῆς ὀργισθέντας ἤ τι τοιοῦτον παθόντας εἴποιμεν πάθος ἔχειν τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον. δῆλον δὲ ὅτι καταχρώμενοι τοῖς ὀνόμασι ταῦτά φαμεν, ἐπεί τοί γε κυρίως ὑπὸ τὴν ἕξιν καὶ τὴν διάθεσιν ταῦτα πάντα ἀνάγεται.

    Διχῶς δὲ ἐκληπτέον τὰς παθητικὰς ποιότητας· ἢ γὰρ ἀπὸ τοῦ τὸ ὑποκείμενον πεπονθέναι καὶ ἀπὸ πάθους αὐτῷ ποιότητά τινα ἐγγενέσθαι παθητικὴν ποιότητα λέγεται ἔχειν ἢ ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων τῶν ποιοτήτων ἀντίληψιν, αὐτὰς δὲ μὴ κατὰ πάθος ἐγγενέσθαι, οἷς ἂν ὑπάρχωσιν, ἀλλὰ φυσικῶς, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ κατὰ πάθος ἐγγέγονε τῷ πυρὶ ἡ θερμότης· οὐσιωδῶς γὰρ ὑπάρχει αὐτῷ καὶ εἰδοποιὸς αὐτοῦ ἐστιν. ὁμοίως καὶ ἐπὶ τῆς τοῦ μέλιτος γλυκύτητος ἔχει ἢ τῆς ἐν χιόνι λευκότητος καὶ τῶν τοιούτων. ἡ μέντοι ν λευκὴ σὰρξ ἀπὸ πάθους τὴν λευκότητα ἔχει· συμβέβηκε γὰρ τὸ λευκὸν αὐτῇ καὶ οὐκ οὐσιωδῶς αὐτῇ ὑπάρχει οὐδὲ εἰδοποιὸν αὐτῇ ἐστιν. ὡσαύτως καὶ ἐπὶ τοῦ μέλανος ἐροῦμεν καὶ ἐπὶ τοῦ γλυκέος ζωμοῦ καὶ τῶν τοιούτων. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπειδὴ κυριώ- τερόν ἐστιν ἐπὶ τούτων τὸ ἀπὸ πάθους ἐγγενέσθαι αὐτοῖς λέγειν ἢ τὸ πάθος ἐμποιεῖν, διὰ τὸ προηγουμένως τοῦτο αὐτοῖς ὑπάρχειν δευτέρως δὲ καὶ τὸ πάθος ἐμποιεῖν, ἀπὸ τοῦ κυριωτέρου αὐτὰ ἐκαλέσαμεν· ἐφ’ ὧν γάρ ἐστιν ἄμφω, ἐπὶ τούτων ἄμεινόν ἐστιν ἴσως ἀπὸ τοῦ κυριωτέρου τὴν ἐπίκλησιν τῆς παθητικῆς ποιότητος γίνεσθαι. καὶ ἐπὶ τοῦ μέλιτος οὖν ἐπειδὴ ἡ γλυκύτης οὐκ ἀπὸ πάθους αὐτῷ γίνεται (χαρακτηριστικὴ γάρ ἐστιν διὰ τοῦτο ἀπὸ τοῦ τῇ αἰσθήσει πάθος αὐτὴν ἐμποιεῖν παθητικὴ ποιότης λέγεται. |

    [*](1 an δηλονότι? (cf. Arist. Pol. p. 1313a18) 2 γοῦν] γὰρ C: οὑν F κατὰ (alt.) om. C 3. 4 ὀργ. ἡ μὰν. coll. F 7 εἴποιμεν ἄν a 8 πάσχειν] πάθος F 8. 9 ὀνόμασι] τοιούτοις F 9 τὴν (alt.) om. C 10 ἀνάγονται πάντα C: ἀνάγεται πάντα a 11 παθητ. ταύτας C γὰρ om. F 11. 12 τὸ ὑποκείμ.] ὑποκειμένου F 15 ἐγγίνεσθαι C ὑπάρχουσι F lfi κατὰ πάθος γὰρ coll. C ἐγγίνεται C: ἐγεγόνει a 16. 17 αὐτῷ ὑπ’. coll. a 19 ἔχει τὴν λεύκ’. coll. F 19. 20 αὐτῇ τὸ λ. coll. a 20 ὑπάρχοι F 20. 21 ὡσαύτως δὲ a 21. 22 ante τῶν τ. add. ἐπὶ F 22 τούτων] τούτοις C 24 τὸ] τοῦτο Ca ὑπάρχει a 25. 26 αὐτὰ—κυριωτέρου om. Fa 27 φαμὲν γίνεσθαι F γίνεσθαι ante τῆς παθ. coll. C 28 γάρ] δὲ F 29 τῆ om. F αὐτὴν πάθος coll. C 30 post λέγεται add. ex Marc 217 παθητικαὶ δὲ ποιότητες λέγονται. ἡ παθητικὴ ποιότης διχῶς· ἣ ἐν ψυχῇ ἢ ἐν σώματι. ἡ ἐν ψυχῇ ἢ παντὶ τῷ εἴδει, ὡς τοῖς λέουσιν ὁ θυμός, ἡ τισί, καὶ ἢ ἀπὸ πάθους τινὸς ἐκ γενέσεως, ὡς ἡ μανία, ἡ ἀπὸ συμπτώματος, ὡς οἱ πανοῦργοι. καὶ ἡ ἐν σώματι ἣ παντὶ τῷ εἴδει ὑπάρχει, ὡς τῇ χιόνι ἡ λευκότης, ἡ τισί. καὶ ἡ ἀπὸ πάθους τινός ἐστιν ἐκ γενέσεως, ὡς τοῖς αἰθίοψιν ἡ μελανία, ἣ οὐκ ἀπὸ γενέσεως, ἀλλ’ ὕστερον ἀπὸ πάθους ἐγένετο. τοῦτο δὲ χῶς· ἣ πάθος ἐμποιεῖ, ὡς ὁ πυρετός, ἢ οὐκ ἐμποιεῖ, ὡς ἡ ὠχρότης· λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις. οὐ ποιοῦσι φησὶ πάθος παρώνυμον ἑαυταῖς· οὐ γὰρ λευκαίνεται ὁ λευκὸν ὁρῶν, ὡς γλυκάζεται καὶ θερμαίνεται ὁ γλυκέος καὶ θερμοῦ ἀντιλαμβανόμενος. εἰ ἔστι δὲ παθητικὴ ποιότης ἡ λευκότης καὶ μελανία, ἐκ ποίου πάθους ἐγένετο καὶ τί πάθος ἐμποιεῖ; ἡ μὲν λευκότης ἀπὸ πάθους ἐστὶ ψυχροῦ, ἡ δὲ μελανία θερμοῦ. ποιοῦσι δὲ πάθη οὐ περὶ τὸν ἔχοντα, ἀλλὰ περὶ τὴν ὄψιν τοῦ ὁρῶντος. ἐν γὰρ διακρίνει τὴν ὄψιν, ἡ δὲ συγκρίνει a 1 πάθους CF 3 παθητικὴν ποιότητα C τῶ] τὸ F 4 post ἔχον add. ex Marc. 217 οἱ φοβηθέντες γάρ φησιν ὠχριῶσι τοῦ φιλίου αἵματος τῇ φύσει καταφεύγοντος ἐπὶ τὴν οἰκείαν πηγὴν τὴν καρδίαν ὡς ἀκρόπολιν ἰσχυρὰν τὶν πηγὴν τῆς ζωῆς καὶ διὰ τοῦτο τελευταίαν πάντων φθειρομένην. εἰ γὰρ καὶ τὰ καρδιουλκούμενα ζῇ καὶ δύο καὶ τρεῖς ἡμέρας, ἀλλὰ διὰ τὸ ἔχειν τἀς ἀρτηρίας ἀπ’ αὐτῆς οὔσας. μία δὲ κράσις ποιεῖ καὶ τὸ πρός καιρὸν ὠχρὸν καὶ τὸ ἐκ γενετῆς. ἐνδείᾳ γὰρ αἵματος γίνεται, ὥσπερ πλεονεξίᾳ αἵματος καὶ τὸ ἐκ γενετῆς ἐρυθρὸν ποιεῖ καὶ τὸ πρόσ- καιρον. αἰδουμένη γὰρ ἡ φύσις προβλήματι τῷ φιλίῳ ἑαυτῇ κέχρηται, δίκην τῶν ἐπιτεθέντων τἀς χεῖρας τοῖς ὀφθαλμοῖς, αἰνὰ μὴ θεάσωνται ἅ ῥῆ δεῖ, μονονοὺ διδοῦσα λέγειν ἡμῖν τὸ Πάντων δὲ μάλιστα αἰσχύνεο σαυτόν a 5 οὑν om. Γ’ 7 ὠχρότης F 8 τῶ ψιμ. τὸ λ. coll. Γ’ ψυμμιθίω C 10 15 γάρ φησι a 10 καὶ κατὰ a 11 ποιότης δὲ Fa 13 τὴν om. F 14 λέγεται Arist. 15. 16 αἱ et τὰ om a)
    150

    p. 9b11 μὲν οὗν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ [*](113r) χρωμάτων, δῆλον.

    Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι τῷ ἀπὸ πάθους ἐγγίνεσθαι αὐτάς, κατασκευάζει καὶ δείκνυσιν οὕτως ἔχον. |

    p. 9b19 Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων·

    [*](113v)

    Τὰ χρώματα συμπτώματα εἶπεν εἶναι διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν, ὡς τῇ μακρᾷ νόσῳ ἕπεται ἡ ὠχρίασις. ἔστι δὲ καί τι χρῶμα οὐσιῶδες, ὡς τὸ λευκὸν τῷ ψιμμυθίῳ ἢ τῇ χιόνι καὶ τὸ ἐρυθρὸν τῷ αἵματι καὶ τὸ μέλαν ἐν τῷ τῆς σηπίας χυμῷ.

    p.9b27 Ὁμοίως γὰρ ποιοὶ κτὰ ταύτας λεγόμεθα·

    Ποιότης καθ’ ἣν ποιοί τινες εἶναι λέγοντι· εἰ οὖν οὐ λέγονται ποιοὶ ἀπὸ τῶν εὐαποβλήτων πα|θῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται.

    [*](114r)

    p.9b33 Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγονται.

    Οὐ μόνον γὰρ περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

    151

    p. 9b35 Ὅσα τε γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν [*](114r) δυσκινήτων γεγένηται, ποιότητες λέγονται.

    Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται, οὕτως καὶ ἡ ἐκ γενετῆς ἔκστασις καὶ ἡ ὀργὴ παθητικὴ ποιότης λέγεται.

    p. 10a2 Ὁμοίως δὲ καὶ ὅσαι ἄλλαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ’ ἀπό τινων ἄλλων συμπτωμάτων γεγένηνται.

    Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτως καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι τοιούτων παθητικὴ ποιότης λέγεται. |

    p. 10a12 τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ 114 v ἕκαστον ὑπάρχουσα μορφή.

    Τέταρτον τοῦτο εἶδος ποιότητος. γένος δὲ πάλιν φησὶν ἀντὶ τοῦ εἶδος. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς· πᾶσα γὰρ μορφὴ καὶ σχῆμα καὶ μορφὴν ἔχει, οὑ πᾶν δὲ τὸ ἔχον σχῆμα καὶ μορφὴν ἔχει. διὰ τοῦτο γὰρ προέταξε τὸ σχῆμα τῆς μορφῆς, ἐπειδὴ κυριώτερον καὶ καθολικώτερον. ἐλέγετο δὲ καὶ πρώην ὅτι τὸ μὲν σχῆμα ἐπὶ ἀψύχων θεωρεῖται ἢ φανταστῶν, ἡ δὲ μορφὴ ἐπὶ ἐμψύχων ἤτοι φυσι- κῶν, καὶ ὅτι εἰ καὶ ἐπὶ ἀψύχων ποτὲ φέροιμεν τὸ τῆς μορφῆς ὄνομα, καταχρηστικώτερον τοῦτο ποιοῦμεν διὰ τὸ μιμήματα εἶναι τῶν ἐμψύχων. καὶ ταῦτα δὲ ποιότητες εἰκότως, ἐπειδὴ διάκεινταί πὼς κατὰ ταῦτα τὰ μετέχοντα καὶ ἀπ’ αὐτῶν ὀνομάζεται.

    [*](1 τε οm Arist. 2 γεγ. δυσκ. coll. a γεγένηνται Fa 4 καὶ (prius) om. C καὶ ἡ] ἡ Fa 6 ἄλλαι om. Arist. 7 ἄλλων om. F 8 ὥσπερ a Ammon.: ὡς CF ἄχροια] ὠχρία C 9 ποιότης ἐστίν λέγεται om.) C 10 post λέγεται add. ex Marc. 217 Ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίγνεται, πάθη λέγεται, ποιότητες δ’ οὔ. To οὖν λέγονται ποιοί τινες κατὰ ταύτας ἀντὶ τοῦ οὐκ ἐπιδέχονται τὸν ὅρον τῆς ποιότη- τος, καὶ ποιοὶ κατ’ αὑτὰς λέγονται οἱ μετασχόντες. οὐ γὰρ ἐρυθρίας ἡ ὠχρίας ὁ ἐν τῷ καιρῷ μόνῳ τῆς αἰδοῦς ἡ τοῦ δέους ἐρυθρὸς ἡ ὠχρὸς γεγονώς. οὐ λέγονται δέ, ἐπειδὴ οὐδὲ ἀναμένει τὴν προσηγορίαν ἡ μεταβολή, ἀλλ’ ἀνάγεται τὰ πάθη ταῦτα ὑπὸ τὸ πάσχειν. ἠρυθριακέναι γὰρ καὶ ὠχριακέναι μόνον λέγεται καὶ πεπονθέναι τι, ἅπερ ἐστὶ πάσχειν. τὰ δὲ αὐτὰ καὶ ἐν ψυχῇ φησιν. οὐ γὰρ ὀργίλος ὁ ἐν τῷ λυπεῖσθαι μόνον ὀργισθείς a 13 τῆς ποιότ. C 14 εἴδους C 16 γὰρ om. C 17 ἐλέγετο] p. 137,20 sq. 18 θεωρεῖται — ἐμψύχων om. F 9 ποτὲ φέρ’.] πολλάκις φέρεται C μημα a τῶν om. V 21 εἰκότες C)
    152

    p. 10.112 ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ [*](114v) τι τούτοις ὅμοιον ἐστι.

    Ἀπὸ γὰρ εὐθύτητος παρωνύμως εὐθεῖα γραμμὴ λέγεται, ἀπὸ δὲ τῆς καμπυλότητος ἡ καμπύλη, καὶ ἔστι πάθη τῆς γραμμῆς ἡ εὐθύτης καὶ ἡ καμπυλότης· ἰστέον γὰρ ὅτι τεσσάρων τούτων ὄντων ἐφεξῆς ἀλλήλοις, τοῦ τε | σημείου καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείς καὶ τοῦ σώματος, τὸ [*](115r) μὲν σημεῖον ἅτε ἀμερὲς ὂν οὔτε πάθος ἀνεδέξατο οὔτε σχῆμα, πολλῷ δὲ πλέον οὐδὲ μορφήν, ἡ δὲ γραμμὴ μίαν ἔχουσα διάστασιν πάθος μόνον ἀνεδέξατο ἡ γὰρ καμπύλη ἐστὶν ἢ εὐθεῖα ἢ εἴ τις ἄλλη λέγεται), ἡ δὲ ἐπιφάνεια δύο διαστάσεις ἔχουσα, τήν τε κατὰ μῆκος λέγω καὶ πλάτος, καὶ πάθος ἀνεδέξατο καὶ σχῆμα. πάθη μὲν οὖν ἐστι τῆς ἐπιφανείας τὸ στενόν τε καὶ τὸ πλατή, σχήματα δὲ τρίγωνον ἢ τετράγωνον καὶ ὅσα τοιαῦτα· διότι γὰρ πᾶσα ἐπιφάνεια ὑπὸ γραμμῶν περιέχεται ἐπιφανείας γάρ, φησὶν Εὐκλείδης, πέρατα γραμμαί), διὰ τοῦτο εἰκότως καὶ σχήματα ἀνεδέξατο· τὰ γὰρ σχήματα ἐκ γραμμῶν σύγκειται. τὸ μέντοι σῶμα τὰς τρεῖς ἔχον διαστάσεις, τήν τε κατὰ μῆκος καὶ βάθος καὶ πλάτος, καὶ πάθη ἀνεδέξατο καὶ σχήματα καὶ μορφάς· πάθη μὲν τὸ παχύ τε καὶ λεπτόν, αχήματα δὲ διότι ἢ κυβικόν ἐστιν ἢ κυλινδρικὸν ἤ τι τοιοῦτον. ἀλλὰ δὴ καὶ μορφὴν ἐπιδέχεται τὸ ἔμψυχον σῶμα.

    p. 10a16 ὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γάρ τινα μᾶλλον φαί- νεται τῶν μορίων ἑκάτερον δηλοῦν. |

    Διότι γὰρ διάκειταί πὼς κατὰ τὴν μάνωσιν ἢ τὴν πύκνωσιν καὶ [*](115v) τὴν τραχύτητα καὶ τὴν λειότητα καὶ ἀπ’ αὐτῶν ὀνομάζεται τὰ μετέχοντα, δόξαν τινὰ ἔχουσι ποιοτήτων, οὐκ ἀληθὲς δὲ τοῦτο, ὑπὸ τὸ κεῖσθαι δὲ μᾶλλον ἀναχθήσεται· θέσιν γάρ τινα σημαίνουσι· πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα, [*](5 ἰστέον γὰρ om C γὰρ] δὲ a 7 ἄτε om. C 9 ἐπεδἐξ. F εἰ] ἥ CF 10 ante πλάτος add. κατὰ C 11 ἐδἐξ. C 14 εὐκλ. φησίν cull. F (cf. Euclidis def. VI) εἰκότως] ὄντως C 15 σύγκεινται F 17 ἐδέξατο a μορφήν C λεπτόν ex χαλεπόν corr. F 18 κυβιστικόν C: κωνι- κόν F 19 post σῶμα add. ex Marc 217 διὰ τί δὲ προσέθηκε· καὶ εἴ τι τούτοις ὅμοιόν ἐστι ; διὰ τὰ ἄπιρα τὰ μεταξὺ εὐθέος καὶ περιφεροῦς περὶ τὸ μᾶλλον καὶ ἧττον θατέρου μετέχειν, τουτἐστιν ἑλικοειδῆ πάντα. ποιότητες δὲ ταῦτα· δι’ αὐτὰς γὰρ ποιά τινα λέγεται τὰ μετασχόντα. τρίγωνον γὰρ καὶ τὸ μετεχόμενον καὶ μετέχον καὶ εὐθὺ καὶ καμπύλον καὶ ἑλικοειδές a 21 μὲν om. F post ἄν add. φησι F 23 ἑκάτερα F: ἕκαστον a 24 κατὰ] περὶ F 25 ὀνομάζονται F 26 ante οὐκ add. φησίν a 27 ἀναχθήσονται Fa 28 σῶμα] ὄνομα F)

    153
    μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς [*](115v) σῶμα. πάλιν λεῖον λέγομεν τὸ ἴσα ἀλλήλοις ἔχον τὰ μόρια καὶ ἴσως ἐξέχοντα, τραχὺ δὲ τὸ ἄνισα ἀλλήλοις κατὰ τὰς ἐξοχὰς ἔχον τὰ μόρια, οἷον λεῖον μὲν τὸ μῆλον ὁμαλὴ γὰρ τούτου ἐστὶν ἡ ἐπιφάνεια), τραχὺ δὲ τὸ πρόσωπον, διότι ἐξ ἀνωμάλων καὶ ἀνίσων σύγκειται μορίων, στόματος καὶ ῥινὸς καὶ ὀφθαλμῶν καὶ τῶν λοιπῶν τῶν μὲν προπετῆ ἐχόντων τὴν θέσιν τῶν ’δει κοίλην· οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν δηλοῦντα. καὶ τὸ μὲν τραχὺ καὶ τὸ λεῖον ὁμολογουμένως ὑπὸ τὸ κεῖσθαι ἀνάγονται διὰ τὰς εἰρημένας αἰτίας, μανὸν δὲ καὶ πυκνὸν ἐνταῦθα μόνον ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως· τοῦτο γάρ ἐστι τὸ ὑπὸ τὸ κεῖσθαι ἀναγόμενον, οἷον εἴ τις τὸν ἱμάντα ἐκτείνας μανὸν ποιήσει· οὐ γὰρ ὅλος δι’ ὅλου μανοῦται, ἀλλά τινων μορίων αὐτοῦ ἡ θέσις ἀμείβεται τῷ μᾶλλον ἀφεστηκέναι ἀλλήλων. πάλιν εἴ τις τὴν χεῖρα πληρώσειε καρύων, τὸ ἐκ πάντων σῶμα μανὸν λέγεται παρὰ τὸ μὴ ἓν εἶναι· μανὸν γὰρ λέγεται τὸ μὴ ἓν ὄν. ὁμοίως δὲ καὶ τὸ πυκνόν· ἐὰν γὰρ νοήσωμεν τὰ κάρυα συν- τεθρυμμένα, τὸ ἐκ πάντων σῶμα πυκνὸν ἔσται. καὶ πάλιν εἴ τις τὸν πόκον τῶν ἐρίων συνεσφιγμένον καὶ πεπυκνωμένον διαξαίνων I ἀραιὸν [*](116r) ποιήσει, μανὸν λέγομεν. καὶ ταύτην μὲν τὴν τεχνικὴν μάνωσιν ἢ πύκνωσιν ὑπὸ τὸ κεῖσθαι εἰκότως ἐνταῦθα ἀνάγει ὡς πρὸς εἰσαγομένους διαλεγόμενος, διότι κατὰ τὴν τῶν μορίων θέσιν ἢ πυκνὰ ἢ ἀραιὰ ταῦτα λέγονται. οὐκ εἰσὶ δὲ ποιότητες, μήτε φυσικὴν ἔχοντα τὴν μάνωσιν ἢ πύκνωσιν μηδὲ ὅλα δι’ ὅλων ἢ πυκνὰ ὄντα ἢ μανά, ἀλλὰ κατὰ μόνην τὴν τῶν μορίων θέσιν, οὐχὶ δὲ καὶ αὐτῶν τῶν μορίων ἀναδεξαμένων τὴν ὁμοίαν τῶ ὅλῳ μάνωσιν.

    ’Ev δὲ τῇ Φυσικῇ ἀκροάσει ποιότητα εἶναι βούλεται τὴν φυσικὴν μάνωσιν ἢ πύκνωσιν τὴν περὶ ἓν καὶ τὸ αὐτὸ καταγινομένην ὑποκείμενον· οἷον τὸ ὕδωρ φυσικὴν ἔχον πυκνότητα καὶ ὅλον δι’ ὅλου ἑαυτοῦ πυκνὸν ὂν ἐὰν ταύτην ἀποβαλὸν ἀραιωθῇ, ἀὴρ γίνεται, διὸ τὸ ξεστιαῖον ὕδωρ ποιήσειε τυχὸν δεκαξεστιαῖον ἀέρα. καὶ τοῦτο γίνεται οὐκ εἰς μικρὰ μόρια τοῦ ὕδατος κατακερματιζομένου, ὥσπερ εἴ τις κονιορτοῦ τὴν χεῖρα πληρώσας ῥίψειεν ἐν ἀέρι καὶ πλεῖστον καταλάβοι τόπον ὁ κονιορτὸς τῷ [*](1. 2 μανὸν—σῶμα οm F 2 ante ἔχον add. κατὰ τὰς ἐξοχὰς a 5 ἀνωμάλλων F 7 ἐκφαίν. C 8 δηλοῦντα a Ammon.: δηλοῦν codd. 9 ἀνάγεται C 10 μόνον om. C ὑπὸ] ἐπὶ a 1 1 ὅλως Fa J 2 ἡ θέσις αὐτοῦ coll. C τῶ] τὸ F 1 13 ἀφεστῶτα C ἀλλή- λοις F πληρώσει C 14 εἶναι] ὄν Ca 15 γὰρ om. F 15. 16 συντεθημένα C 16 πυκνὸν] μανὸν F 18 μανὸν λέγομεν Laur. 72,1: om. CFa; sed eicias καὶ (16) — λέγομεν τέχνην F 19 ἐντ’. εἴκ’. coll. C 22 δι’ ὅλων] διόλου a: in lac. VII litt. om. C μανὰ ὄντα ἣ πυκνὰ coll. C 23 ἀναδεξαμένων τὴν in lac. VII Hit. om. C 24 τῶν ὅλων a 25 ἐν δὲ τῇ Φῦσ’. ἄκρ’.] Δ 9 p. 216b30 sq. ποιότητας Fa φυσικὴν in lac. VII litt. om. C 27 ἔχει C πύκν’.] ποιότητα F ἑαυτῶ C 28 διὸ τὸ Paris. 2051: διότι τὸ CF: διότι a ξεστιαῖον] ἀραιὸν C 29 δέκα ξέστας ἀέρος a μακρὰ C 31 ῥίψει Fa καταλάβη F τόπον] ἀέρα C)

    154
    ἐξηπλῶσθαι τὰ μόρια αὐτοῦ, ἐπεὶ εἰ τοῦτο ἦν, ἔδει καὶ ἡμᾶς εἰς μικρὰ [*](116r) διασκεδαννύντας τὸ ὕδωρ ἀέρα ποιεῖν. εἰ δέ τις εἴποι ‘ἀλλ’ οὐ δυνάμεθα ἡμεῖς εἰς λεπτότατα οὕτω κατακερματίζειν τὸ ὕδωρ’, ἀλλ’ εἰ καὶ μὴ ἔργῳ δυνάμεθα, οὐδ’ ἄν τῷ λόγῳ ὑποθώμεθα, οὐδὲ οὕτως τοῦτο δυνατόν ἐστι; τὰ γὰρ μόρια πάντως τοῦ ὕδατος ὑδάτιά ἐστι· τὰ γὰρ μέρη τῷ ὅλῳ εἰσὶν ὅμοια κατ’ οὐσίαν, καὶ ἐξ ὧν ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ δια- λύεται. εἰ οὖν τὸ ὕδωρ ἐκ τῶν ὁμοίων μερῶν σύγκειται ὑδάτων ὄντων τὰ γὰρ μέρη, ὡς εἴπομεν, τῷ ὅλῳ ὅμοια), καὶ εἰς ταῦτα πάντως ἀναλύομενον μερίζεται. ἔμελλε δὲ μηδὲ συνεχὴς εἶναι ὁ ἀήρ, ἀλλὰ κεναῖς χώραις μεταξὺ διαλαμβάνεσθαι· ἀνάγκη γὰρ ἢ συνεχῆ εἶναι τὰ μόρια τοῦ ὕδατος ἢ διῃρῆσθαι· ἅπτεσθαι γὰρ ἀδύνατον· ἁπτόμενα γὰρ | εὐθὺς [*](116v) συνεχῆ γίνεται διὰ τὴν ὑγρότητα. εἰ μὲν οὖν διῄρηται, οὐ συνεχὴς ὁ ἀήρ, ὅπερ ἐστὶ ψεῦδος καὶ παρὰ τὴν ἐνάργειαν. εἰ δὲ συνῆπται, ὕδωρ ἔσται πάλιν τὸ ὅλον καὶ οὐκ ἀήp. ὥστε οὐ κατακερματιζόμενον τὸ ὕδωρ ποιεῖ τὸν ἀέρα, ἀλλὰ πάντῃ τρεπόμενον καὶ ἀλλοιούμενον. ὅτι δὲ ποιότητές εἰσι ταῦτα, σαφῶς δείκνυσιν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ· λέγει γὰρ ὅτι ὥσπερ τὸ σῶμα ποιοτήτων ὂν δεκτικὸν μεταβάλλει κατὰ ταύτας καθ’ ὅλον ἑαυτὸ ἐκ λευκοῦ μέλαν γινόμενον καὶ ἐκ μέλανος λευκόν, οὕτως ἐπειδὴ καὶ ἡ μανότης καὶ ἡ πυκνότης εἰσὶ ποιότητες, εἰκότως καὶ κατὰ ταύτας τὸ σῶμα μεταβάλλει, καὶ δεχόμενον μὲν πυκνότητα γίνεται ὕδωρ, ἔτι δὲ μᾶλλον πυκνούμενον γίνεται γῆ, μεταβάλλον δὲ ἐκ πυκνότη- τος εἰς μανότητα γίνεται ἀήρ, ἔτι δὲ μᾶλλον μανωθὲν γίνεται πῦp. ἡ μὲν οὖν φυσικὴ μάνωσις ἡ πύκνωσις ἡ περὶ ἓν καταγινομένη ὑποκείμενον ποιότης ἐστίν, εἰ δὲ μὴ περὶ ἓν ἀλλὰ περὶ πλείονα σώματα καταγίνεται, κἂν φυσικὴ ᾖ, οὐ λέγεται ποιότης, ἀλλὰ θέσις, οἷον ἡ τῶν ὀδόντων πυκνότης ἢ μανότης· εἰ γὰρ καὶ ἐκ φύσεως ἐστιν, ἀλλὰ τῷ μὴ περὶ ἓν γίνεσθαι ὑποκείμενον ἀλλὰ περὶ πλείονα τοὺς ὀδόντας, οὐ λέγεται ποιότης, θέσις δὲ μᾶλλον. ταῦτα μὲν ἐπὶ τοσοῦτον. τοῦ δὲ Ἀριστοτέλους τὴν μὲν εὐθύτητα καὶ καμπυλότητα ποιότητας εἶναι λέγοντος, τραχύτητα δὲ καὶ λειότητα μηκέτι ποιότητας, θέσιν δὲ μόνην τῶν μορίων εἶναι τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἔφθημεν εἰπόντες, ἀποροῦσί τινες ὅτι μήποτε καὶ τὸ εὐθὺ καὶ καμπύλον θέσιν μόνην τῶν [*](2 σκεδαννύντα F: σκεδαννύντας a 3 λεπτότατα Paris. 2051: λεπτότητα CFa οὕτω om. C 4 οὐδ’ ἂν] ἀλλ’ οὖν C οὑδὲ] δὴ ὅτι C 5 ὑδάτιά] ὕδατά C 6 εἰς ταῦτα] ἐνταῦθα F 7 γοῦν C ὁμοίων a: ἰδίων codd. μορίων C 8 εἴρηται a 8. 9 ἀναλυόμενα a: ἀναλόγως C 9 μηδὲ] μὴ a 11 ἅπτεσθαι δὲ ἅδ’ F 15 ποιεῖται Γ’ 16 σαφῶς om. F δείκνυσιν ὁ Ἀρ’.] cf. Zelleri Phil. Gr. II, 23 p. 414 sq. 17 κατὰ] καὶ C 18 καθόλου a ἑαυτῶ F 1 19 ἐπειδὴ post πυκνότης coll. C 20 κατὰ om. C 22 πῦρ γίν. coll. F μὰν. μᾶλλον coll. a 23 οὖν om. C ἢ] καὶ ἡ F 24 εἰ] ἢ C: ἡ a καταγινομένη a 25 οἷον] ὡς C 26 ἤτοι F καὶ om. C τῶ] τὸ a 28 ἀλλὰ θέσις δὲ μᾶλλον om.) F 29 ποιότητα C 31 ἔφθημεν εἰπόντες] p. 152,26 32 τὸ καμπ. F)
    155
    μορίων δηλοῖ, εἴπερ εὐθεῖα γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς [*](116v) σημείοις κεῖται ἢ πάλιν ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ· δῆλον γὰρ ὅτι κἀνταῦθα ἡ τοιάδε θέσις τῶν τῆς γραμμῆς μορίων | ποιεῖ τὴν εὐθεῖαν, [*](117r) θείαν, ὥστε μηδὲν αὐτῆς μόριον ἐκτὸς ἡ ἐντὸς νεύειν ἀλλ’ ἐπιπροσθεῖν διὰ τὴν ἰσότητα τὰ μέσα τοῖς ἄκροις. καὶ τὸ καμπύλον δὲ μόνῃ τῇ τῶν μορίων θέσει τῆς εὐθύτητος διαφέρει· τῶν γὰρ μορίων αὐτῆς ἐπικαμ- πτομένων καὶ τῶν μὲν ἐκτὸς τῶν δὲ ἐντὸς νευόντων συμβαίνει τὴν καμπυλότητα γενέσθαι. ἢ οὖν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον ποιότητες, ἢ εἰ ταῦτα θέσιν μόνην τῶν μορίων σημαίνει, τὸ αὐτὸ ἄν σημαίνοι καὶ τὸ εὐθὺ καὶ τὸ καμπύλον. ἡ μὲν οὖν ἀπορία τοιαύτη. ἐπιλυόμεθα δὲ αὐτὴν τοῦτον τὸν τρόπον· οὐκ ἔστι ταὐτὸν καμπύλην εἰπεῖν γραμμὴν καὶ κεκλασμένην• ἡ μὲν γὰρ κεκλασμένη γραμμὴ οὐκ ἀμείβει τὸ τῆς εὐθείας εἶδος, ᾗ εὐθεῖα εἴη, ἀλλὰ μόνον ἡ μία δύο γίνεται καὶ γωνίαν ποιεῖ, ἡ δὲ καμπύλη ἄλλο τὸ εἶδος ἔχει παρὰ τὴν εὐθεῖαν· τὸ γὰρ καμπύλον τὸ περιφερὲς σημαίνει. ὅτι δὲ κατ’ εἶδος ἐξήλλακται ἡ περιφέρεια τῆς εὐθείας, πολλαχόθεν δῆλον. πρῶτον μὲν ὅτι τῆς περιφερείας πᾶν μόριον παντὶ μορίῳ ἐφαρμόζει, ὥσπερ καὶ τῆς εὐθείας πάλιν τὰ μόρια ἅπαντα ἀλλήλοις ἐφαρμόζουσιν· οὐδὲν δὲ μόριον εὐθείας οὐδενὶ μορίῳ περιφερείας ἐφαρ- μόζει. δεύτερον εἰ τὰ ἐξ εὐθειῶν συγκείμενα σχήματα κατ’ εἶδος διενήνοχε τῶν ἐκ περιφερείας συγκειμένων, καὶ ἡ εὐθεῖα ἄρα τῆς περιφερείας κατ’ εἶδος ἐξαλλάσσει. ἔτι εὐθεῖα μὲν γραμμὴ οὔτε μία σχῆμα ἀποτελεῖ οὔτε δύο, ἀλλὰ τοὐλάχιστον τρεῖς, ὅθεν πρῶτον τῶν εὐθυγράμμων σχη- μάτων καὶ ἁπλούστατον τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν περιεχόμενον· ἡ δὲ περιφερὴς μία οὖσα ποιεῖ τὸ τοῦ κύκλου σχῆμα· κύκλος γάρ ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον καὶ τὰ ἑξῆς. εἰ τοίνυν ἰδέας διαφόρου ἡ εὐθεῖα τετύχηκε καὶ ἡ περιεφέρεια, οὐκ ἄρα τῇ θέσει μόνῃ τῶν μορίων διενηνόχασι. τὸ μέντοι τραχὺ καὶ τὸ λεῖον | μόνῃ τῇ [*](117v) θέσει τῶν μορίων διαφέρει. ὅθεν οὐδὲ ἐξαλλάσσεται παρὰ ταῦτα κατ’ εἶδος τὸ ὑποκείμενον, ἀλλὰ τοῦ αὐτοῦ μένοντος εἴδους τῆς ἐπιφανείας ἡ αὐτὴ τραχεῖα καὶ λεῖα γίνεται· οἷον εἰ τετράγωνον εἴη χωρίον, εἶτα τὰ μέν τις ὀρύξας κοιλανεῖ, τὰ δὲ ἐπεγείρει, τραχὺ γίνεται μένον τετράγωνον. καὶ ἐὰν πάλιν τὰ τῶν μορίων ἐξέχοντα περιξέσας τὰς κοιλότητας ἀναπληρώσῃ, λεῖον γίνεται μὴ ἐξαλλάξαν τὸ τοῦ τετραγώνου εἶδος μηδὲ ποιότητά [*](1 ἑαυτοῖς F 2 γὰρ] δὲ a 4 ἐπιπροσθεῖναι C: ἐπιπροσθεῖ F 5 διὰ om. C: κατ’ F τὴν om. F μόνον C διαφέρειν OF 8 γίγνεσθαι a pr. ἣ Laur. 72,1: εἰ CFa 8. 9 ἡ εἰ ταῦτα] εἰσι ταῦτα δὲ a 9 μόνην superscr. C σημαίνοι Paris. 1928: σημαίνῃ C: σημαίνει Fa 10 εὐθὺ καὶ τὸ καμπ.] τραχὺ καὶ τὸ λεῖον Ca ἐπιλυσόμεθα Ca 11 τούτω τῶ τρόπω C: τὸν τρόπον τοῦτον a γp. καμπ. εἰπεῖν coll. C 13 ἦ a: εἰ CF 17 προσαρμόζει C Λαὶ εἰ a ἀλλ’. ἅπαντα coll. a 19 δεύτερον δὲ C 21 διαλάσσει (sic) C ἔτι] ὅτι C οὔτε] οὑδὲ C 23 ἁπλούστατον Marc. 217: ἁπλουστάτων CFa περιεχόμενόν ἐστι Ca 25 ἐπίπεδον om. CF 26 τετύχηκε ἡ εὐθεῖα coll. a 27 alt. τὸ om. F 28 παρὰ] περὶ Fa 31 ἐπεγείρῃ F γίνεται iter. C μένον] μὲν CF 33 μὴ] τὸ F1)
    156
    τινα προσλαβόν, ἀλλὰ μόνον τὴν τῶν μορίων ἐξαμεῖψαν θέσιν. ὥστε [*](117v) καλῶς τὴν μὲν εὐθύτητα καὶ καμπυλότητα, τοῦτ’ ἔστι περιφέρειαν, ποιοτητας εἶπεν ὁ Ἀριστοτέλης, τὸ δὲ τραχὺ καὶ τὸ λεῖον κατὰ μόνην τὴν τῶν μορίων διαφέρειν θέσιν.

    p. 10a25 Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ’ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσι.

    Παραδοὺς ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρ’ αὐτοῦ λεγομένοις μηδὲ ἀργοὺς μένειν καὶ ἑτεροκινήτους, ἀλλ’ ἔχειν τι αὐτοκίνητον καὶ ἡμᾶς αὐτοὺς καὶ ζητεῖν, φησὶν ὅτι ἴσως ἂν φανείη καὶ ἄλλος τρόπος ποιότητος. οὐκ ἔστι δὲ κατὰ ἀλήθειαν ἕτερος παρὰ τοὺς παραδεδομένους τρόπους, ὡς ἥ τε διαίρεσις ἔδειξε καὶ ἡ τῶν παλαιοτέρων καὶ ἐμφρόνων ἀνδρῶν ζήτησις.

    p. 10a27 Ποιότητες μὲν οὖν εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα.

    Διαλεχθεὶς περὶ τῆς ποιότητος νῦν περὶ τοῦ ποιοῦ διαλέγεται· καὶ γὰρ περὶ ἀμφοτέρων τὴν ἐπιγραφὴν ἐποιήσατο. ποιότητες μὲν οὖν εἰσιν οἷον ἡ λευκότης ἡ μελανία καὶ τὰ τοιαῦτα, ποιὸν δὲ τὸ μετέχον τῶν ποιοτήτων, | οἷον τὸ λευκὸν σῶμα καὶ τὰ τοιαῦτα. καὶ αἱ μὲν ποιότητες [*](118r) μετέχονται, τὰ δὲ ποιὰ μετέχει. παρωνύμως δὲ τὰ ποιὰ ἀπὸ τῶν ποιο- τήτων λέγονται, ὡς πολλάκις εἴρηται. οὐ πάντα δὲ παρωνύμως ἀπ’ αὐτῶν λέγεται, ἀλλά τινα καὶ ὁμωνύμως, ἢ οὐδὲ ὅλως ἀπ’ αὐτῶν ὀνομάζεται· διὰ τοῦτο γὰρ καὶ εἶπεν ἢ ὁπωσοῦν.

    p. 10a29 ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων πα ρωνύμως λέγεται.

    ᾿Επειδὴ ἐν τῇ ἀρχῇ τοῦ λόγου τοῦ περὶ ποιότητος εἶπεν ἐκείνην εἶναι ποιότητα ἀφ’ ἧς παρωνύμως τὰ μετέχοντα ὀνομάζεται, ὁλοσχερέστε- ρον ἀποφηνάμενος περὶ αὐτῆς καὶ οὐκ ἀκριβῶς οὐ γὰρ πάσῃ παρακολουτινα [*](1 om. F ἐξαλλάξαν C 2. 3 ποιότητα C 3 δὲ om. C alt. τὸ om. C 4 θέσιν διαφ. coll. C διάθεσιν F 5 ἄλλως F ἄν om. F 6 ποιότητος om. F τοσοῦτοι a 7 καὶ τὸ συμπ. a 10 αὐτοὺς ἡμᾶς coll. F an καὶ καθ’ ἡμᾶς αὐτ’. ζητεῖν? φασὶν F 11 καὶ ἄλλος φὰν· coll. F τῆς ποιότ. C 12 post ἕτερος add. τρόπος C παραδεδ.] δεδ. F 13 ὁμοφρόνων C: ἐχεφρόνων a 15 κατ’ αὐτὰς Fa 19 τὸ om. Fa post σῶμα add. μέλαν γλυκὺ πικρὸν ἡ σώφρων ψυχὴ ἢ θυμώδης a post τοιαῦτα add. σωματικά τε καὶ ψυχικά a 22 ὀνομάζονται F 23 καὶ om. post ὁπωσοῦν add. ἄλλως ἀπ’ αὐτῶν a (fort, recte))

    157
    θεῖ τοῦτο ποιότητι), νῦν ἀναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἀποφαίνεται [*](118r) ὅτι ἐπὶ μὲν τῶν πλείστων ἀληθὴς ὁ λόγος τὸ παρωνύμως ἀπὸ τῆς ποιότητος ὀνομάζεσθαι τὰ μετέχοντα ἀπὸ γὰρ τῆς λευκότητος ὁ λευκὸς λέγεται καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός), ἐπ’ ἐνίων δὲ ποιοτήτων διὰ τὸ μὴ κεῖσθαι ὀνόματα ταῖς ποιότησιν οὐ λέγεται παρωνύμως ἀπ’ αὐτῶν τὰ μετέχοντα. | τοῦτο δὲ συμβέβηκεν ἐπὶ τοῦ δευτέρου εἴδους [*](188v) τῆς ποιότητος, τοὐ κατὰ δύναμιν καὶ ἀδυναμίαν· οὔτε γὰρ ὁ δρομικὸς οὔτε ὁ πυκτικός, οἱ φυσικήν τινα ἐπιτηδειότητα ἐν τούτοις ἔχοντες, παρω- νύμως ἀπὸ τούτων τῶν δυνάμεων λέγονται· οὐδὲ γὰρ κεῖται ὀνόματα ταῖς δυνάμεσι ταύταις διὰ τὸ τὴν συνήθειαν τοῖς τελείοις τῶν πραγμάτων καὶ κατ’ ἐνέργειαν οὖσιν ἐσπουδακέναι θεῖναι τὰ ὀνόματα· τὸ γὰρ πυκτικὸς ἢ δρομικὸς ἀπὸ τῶν κατ’ ἐνέργειαν ἐπιστημῶν, τῆς τε πυκτικῆς λέγω καὶ δρομικῆς, ὀνομάζονται. καὶ τί λέγω ἐπὶ τῶν δυνάμεων αἷς οὐ κεῖται ὀνόματα, ὅπου γε καὶ ἐπί τινων ποιοτήτων ἐχουσῶν ὀνόματα οὐ λέγεται ἀπ’ αὐτῶν παρωνύμως τὰ μετέχοντα; ἀπὸ γὰρ τῆς ἀρετῆς οὐ λέγεται ὁ μετέχων ἐνάρετος ἀλλὰ σπουδαῖος. ἐνίοτε δὲ καὶ ὁμωνύμως ἀπὸ τῶν ποιοτήτων λέγοντι τὰ μετέχοντα, ὡς ἀπὸ τῆς γραμματικῆς ἡ γραμματικὴ γυνὴ καὶ ἀπὸ τῆς μουσικῆς ἡ μουσική. διό, ὡς εἶπον, ἀκριβέστερον ἡμῖν τὸν λόγον παραδιδοὺς ἐνταῦθα τῆς ποιότητος προσέθηκε τὸ ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν.

    p. 10b12 Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δι- καιοσύνη ἀδικίᾳ ἐναντίον καὶ λευκότης μελανίᾳ. |

    ᾿Επὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι τῷ αὐτῷ κανόνι τῆς διδασκαλίας [*](119r) κεχρημένος ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. φησὶν οὖν ἴδιον ποιότητος τὸ ἐπιδέχεσθαι ἐναντιότητα. εἰκότως· κυρίως γὰρ ἡ ἐναντιότης περὶ τὴν ποιότητα θεωρεῖται· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἡ ἐναντιότης κατὰ τὴν ποιότητα ἐθεωρεῖτο· καὶ γὰρ ἡ οὐσία διὰ ταύτην τῶν ἐναντίων ἐστὶ δεκτικὴ καὶ τῶν πρός τι τὰ ἐπιδεχόμενα τὴν ἐναντίωσιν ἐκ τῆς τοῦ ποιοῦ ἐλαμβάνοντο κατηγορίας. κυρίως μὲν οὖν, ὡς ἔφθην εἰπών, ἡ ἐναντιότης περὶ τὴν ποιότητα θεωρεῖται. οὐκ ἐν πάσῃ δὲ τῇ ποιότητί ἐστιν ἐναντιότης· ταῖς γὰρ μεταξὺ τῶν ἐναντίων ποιοτήτων [*](2 μέν om. a ἀληθές ἐστι ὁ λόγος om.) C τὸ] τῷ a 4 λέγεται om. C 7. 8 οἱ δρομικοὶ οὔτε οἱ πυκτικοὶ a 8 ἔχοντες ante ἔπιτ’. coll. C 9 τούτων τῶν] τῶν τοιούτων C ὀνόματα a: ὄνομα CF 11. 12 πυκτικὸν ἡ δρομικὸν C 13 τῆς δρομικῆς a 14 λέγονται Fa 16 ἐνάp.] ἀρεταῖος a 17 γραμματικῆς ἐπιστήμης a 18 εἶπεν F (cf. 156,23) 19 τὸ om. C 20 post αὐτῶν add. προσέθηκε δὲ ταῦτα διὰ τι). ἀκατονόμαστα καὶ ἑτερώνυμα a 22 ἡ λεύκ’. F 24 κεχρημ.] χρώμενος (itera- tum) C 25 post εἰκότως add. καὶ γὰρ ἐν σώματι τὸ λευκὸν τῷ μέλανι καὶ ἐν ψυχῇ ἡ δικαιοσύνη τῇ ἀδικίᾳ καὶ ἐν τῷ συναμφοτέρῳ ἡ ὑγεία τῆ νόσῳ a 26 περὶ] κατὰ Ca 28 τῶν πρός] τὰ πρός a 31 ἡ ἐναντ. a ἐναντίων om. F ποιοτήτων om. C)

    158
    ποιότησιν οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ πυρρῷ ἢ τῷ ὠχρῷ ἢ τοῖς τοιούτοις. [*](119r) ἀλλ’ οὐδὲ τοῖς σχήμασιν οὐδέν ἐστιν ἐναντίον, τῷ τριγώνῳ λέγω καὶ τῷ κύκλῳ καὶ τοῖς τοιούτοις. ὁμοίως δὲ καὶ τοῖς ποιοῖς ὑπάρχει ἐναντιότης· λέγεται γὰρ τὸ λευκὸν τῷ μέλανι ἐναντίον καὶ τὸ θερμὸν τῷ ψυχρῷ.

    p. 10b17 ἔτι ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ἔσται ποιόν. τοῦτο δὲ δῆλον ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένῳ τὰς ἄλλας κατηγορίας.

    Δῆλον γὰρ ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ ταύτην καὶ τὸ ἕτερον ἀναχθήσεται ἐκ τοῦ | μὴ δύνασθαι ἡμᾶς ὑπὸ 119 v ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν• τῶν γὰρ ἐναντίων τὸ αὐτὸ γένος ἐστίν.

    p. 10b26 ᾿Επιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται.

    Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ λευκοῦ μᾶλλον λευκὸν λέγεται καὶ αὐτὸ δὲ ἑαυτοῦ λευκότερον. οὐδὲ τοῦτο δὲ πᾶσι παρακολουθεῖ. εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται καὶ ἡ τῶν ἐναντίων μῖξις, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ ἐναντιότης οὐκ ἔστιν οὐδὲ ἡ τῶν ἐναντίων μῖξις, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον.

    p. 10b30 Δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον καὶ ἦττον, ἀπορήσειεν ἄν τις.

    Οτι οὐκ ἐπὶ πάσης τῆς κατηγορίας ἁρμόσει τὸ λέγειν τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, δῆλον ἐξ ὧν τινες περὶ ταῦτα ἀποροῦσι, μὴ βουλόμενοι δικαιοσύνην δικαιοσύνης εἶναι μᾶλλον καὶ ἧττον καὶ ὑγείαν ὑγείας καὶ τὰ τοιαῦτα. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὐ διήρθρωσεν ἡμῖν τὸν περὶ | τούτων [*](120r) λόγον. ἡμεῖς δὲ περὶ αὐτῶν ταῦτά φαμεν· λέγομεν γὰρ ὅτι τὰ μὲν ποιὰ ὁμολογουμένως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται κτὰ τὸν εἰρημένον [*](1 ὀχρῶ C 2 οὐδέν om. F 5 ἔτι δὲ Arist. 6 ἐστι F ἐκ τῶν καθ’ ἕκαστα om. a Arist. 6. 7 προχειριζομένοις C: προχειριζομένων F 8 γὰρ om. F ἕτερον ed. Ald. 1546: ἕκαστον CFa 10 κατηγοριῶν C 12 καὶ (prius) om. Arist. 13 γὰρ om. F 15 λευκὸν (alt.) om. C: λευ- κοῦ F αὐτὸ] ἑαυτὸ (ex ἑαυτῶ corr.) F 16 οὐ a δὲ om. C δέ φησι a παρακ. πᾶσι coll. C καὶ εἴκ’. a εἴρηται] p. 75,14 17 καὶ (post ἐκεῖ) om. CF 18. 19 ὅπου—ἦττον om. C 18 ἡ om. F 20 εἰ om. C λέγοιτο a 22 ὅτι δὲ a τῆς om. C alt. τὸ om. Ca 23 ἐπιδέχεσθαι] καὶ C μὴ] οἱ C 2 1 δικαιοσύνης δικαιοσύνην coll. C 25 τούτου C 27 τὸ (alt.) om. a)

    159
    τρόπον, αὐτὴ μέντοι γε ἡ ποιότης ἡ λόγῳ ὁριστὴ τὸ μᾶλλον καὶ τὸ ἧττον [*](120r) οὐκ ἐπιδέχεται, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγεία καὶ τὰ τοιαῦτα· δικαιοσύνη γὰρ δικαιοσύνης αὐτὴ καθ’ αὑτὴν οὐκ ἄν εἴη μᾶλλον καὶ ἧττον· εἰ γάρ τι μὴ ἐπιδέχοιτο τὸν τῆς δικαιοσύνης ὁρισμόν, οὐδὲ δικαιοσύνη ὅλως ἐστίν· ὥσπερ γὰρ οἷς ἐφαρμόζει ὁ τοῦ ἀνθρώπου ὁρισμός, ἄνθρωποί εἰσιν οὐδὲν ἧττον, ἐφ’ ὧν δὲ καὶ τὸ βραχύτατον τῶν ἐν τῷ ὁρισμῷ μὴ ἐφαρμόζει, οὐδὲ ὅλως ἄνθρωποί εἰσιν, ἢ τὸ λογικὸν ἢ τὸ ἐπιστήμης δεκτικὸν ὡς τοῖς ἀλόγοις ἢ τὸ θνητὸν ὡς τοῖς ἀγγέλοις, οὕτως εἴ τι μὴ ἔχοι ἀπαραλλάκτως τὸν τῆς δικαιοσύνης ὁρισμὸν ἢ τὸν τῆς ὑγείας ἤ τινος τῶν τοιούτων, οὐδὲ δικαιοσύνη τὸ τοιοῦτόν ἐστιν οὐδὲ ὑγεία οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. τὰ μέντοι γε ποιὰ ταῦτα τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, πρὸς ὃ ἕκαστον μετέχει τῆς ποιότητος εἴτε πλέον εἴτε ἔλαττον· τὸν γὰρ πλέον τῆς λευκότητος μετεσχηκότα ἢ τοῦ μέλανος μᾶλλον λευκὸν λέγομεν τοῦ πλέον μετεσχηκότος μελανίας ἢ λευκότητος. ὁμοίως δὲ καὶ δίκαιον μᾶλλον λέγομεν τὸν πλείονα τὴν πρὸς τὸ δίκαιον κοινωνίαν σπασάμενον καὶ ὑγιεινὸν τὸν ἄλλου μᾶλλον μετεσχηκότα τῆς ὑγείας, καὶ ἐπὶ πάντων τῶν τοιούτων ὁμοίως· ὥσπερ γὰρ τῆς ἐν πυρὶ θερμότητος οὐχ ὁμοίως πάντες οἱ περιεστηκότες, εἰ τύχοι, μεταλαμβάνουσιν, ἀλλ’ οἱ μὲν ἐγγυτέρω μᾶλλον, ὅσῳ καὶ πλείονος ἀντιλαμβάνονται τῆς αὔρας, οἱ δὲ πορρωτέρω ἧττον, καίτοι τῆς τοὐ πυρὸς θερμασίας μιᾶς καὶ τῆς αὐτῆς οὔσης, οὕτω καὶ ἐπὶ πασῶν τῶν ποιοτήτων οἴεσθαι χρὴ ὅτι αὗται μὲν καθ’ ἑαυτὰς ἀνεπίτατοί εἰσι καὶ ἀνάνετοι, | ἐν ὑποκειμένοις δὲ γινόμεναι [*](120v) τοῖς σώμασιν, ἐν οἷς καὶ πεφύκασι μίγνυσθαι, ἢ ἐπιτείνονται ἢ ἀνίενται τῆ τῶν ἐναντίων πλεῖον ἢ ἔλαττον ἐπιμίξει.

    p. 11a5 τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν.

    Ἔτι διὰ τούτων κατασκευάζει ὅτι οὐ πάσῃ ποιότητι ὑπάρχει τὸ μᾶλλον καὶ ἧττον· οὐδὲ γὰρ τῶν σχημάτων οὐδενί· οὐδὲν γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττον ἑκάτερον γὰρ τούτων ὁμοίως τὸν τοῦ τριγώνου λόγον ἐπιδέχεται) οὐδὲ κύκλος κύκλου, κἄν μυριοπλάσιος ᾖ· καὶ [*](1 μέντοι] μέν C τὸ (alt.) om.. Ca 2 καὶ (pr.) om. F ὑγείαι ἀδικία C 4 τι] τοι CF 5 ἐφαρμόζοι C 7. 8 ἡ τὸ λογ.—ἀγγέλοις eicias ὡς τοῖς ἅλ’. ἡ τὸ ἐπ’. δεκτ. coll. a 8 εἴ τι] ἐστὶν εἰ a 9 ἔχοι] δέχοιτο a ἀπαραλάκτως C 12 ἐπιδέχονται F μετέσχε a τῆς τούτων ποιότητος C 13 τὸν] τὸ a μετέχοντα C: μετεσχηκός a τοῦ μέλ’.] an τῆς μελανίας? 14 πλέον] μᾶλλον C 15 μᾶλλον—δίκαιον a: om. CF μᾶλλον λέγ’. Paris. 2051: λέγ’. μᾶλλον a κοινωνίας CF 15. 16 σπασάμενον Paris. 2051: ἀσπα- σάμενον Ca: παυσάμενον F 16 ἄλλου μᾶλλον] μᾶλλον τῶν ἄλλων a 19 αὔρας] πυρᾶς a 20 θερμότητος C 22 ἄναν.] ἄνετοι C 24 πρὸς τῶν ἐναντίων a 25. 26 καὶ ἧττον om. Arist. 28 τὸ ἧττον a pr. γὰρ om. C 28. 29 τριγώνου μᾶλλον τρίγ. coll. C 29 post ἧττον add. λέγεται τρίγωνον a τούτων] τῶν τοιούτων C 30 μυριονταπλάσιος Fa)

    160
    τούτων γὰρ ἑκάτερος ὁμοίως τὸν τοῦ κύκλου λόγον ἐπιδέχεται. καὶ [*](120v) ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως , ἐφ’ ὧν ὁ αὐτὸς λόγος ἀπαραλλάκτως ἐφαρμόζει.

    p. 11a9 τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν μᾶλλον ἕτερον ἑτέρου ῥηθήσεται.

    Ὃ βούλεται λέγειν διὰ τούτων, τοῦτό ἐστι· δεῖ, φησίν, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον θεωρεῖται, ἐν τούτοις τὸν αὐτὸν ἐφ’ ἁρμόζειν ὁρισμόν, οὐκ ἀπαραλλάκτως μέντοι· εἰ γὰρ ἀπαραλλάκτως ἐφαρμόζει, οὐκ ἐπιδέξονται τὸ μᾶλλον καὶ τὸ ἧττον. οἷον ὑγιεινόν ἐστι τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν· οὗτος ὁ λόγος ἐφαρμόσει καὶ γυμνασίῳ καὶ σιτίοις καὶ οὔροις καὶ πλείοσιν ἄλλοις. ἐπειδὴ τοίνυν πάντα τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται, οὐκ ἀπαραλλά|κτως δέ, ἀλλὰ τὸ μὲν γυμνάσιον ὡς φυλακτικὸν ὑγείας, τὸ δὲ [*](121r) σιτίον ὡς ποιητικόν, τὰ δὲ οὖρα ὡς σημαντικά, εἰκότως καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται· μᾶλλον γὰρ ἐρεῖς τὸ γυμνάσιον τοῦ σιτίου ὑγιεινόν τὸ μὲν γὰρ τὴν οὖσαν ὑγείαν φυλάττει, τὸ δὲ τὴν ἀπελθοῦσαν ἀνακαλεῖται), μᾶλλον δὲ τῶν οὔρων τὸ σιτίον· τοσοῦτον γὰρ μόνον τοῦ ὑγιεινοῦ μετέχουσι τὰ οὖρα τῷ σημαίνειν τὴν ὑγιεινὴν διάθεσιν. εἰ δὲ ἐπί τινων ὑπάρχει ἀπαραλλάκτως ὁ αὐτὸς ὁρισμὸς ἢ παντελῶς ἕτερος, ταῦτα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται· τὰ μὲν γὰρ πάντῃ ἕτερά εἰσι, τὰ δὲ πάντῃ ταὐτά, οἷον ἄνθρωπος καὶ ἵππος· οὐδεὶς γὰρ ἂν εἴποι τὸν ἄνθρωπον τοῦ ἵππου μᾶλλον ἄνθρωπον οὐδὲ τὸν ἵππον τοῦ κυνὸς μᾶλλον ἵππον, ἐπειδὴ ἕτερα παντελῶς εἰσιν, ἀλλ’ οὐδὲ ἄνθρωπον ἀνθρώπου μᾶλλον ἄνθρωπον κατ’ αὐτὴν τὴν οὐσίαν οὐδὲ ἵππον ἵππου μᾶλλον ἵππον, ἐπειδὴ πάντῃ ἀλλήλοις εἰσὶ ταὐτὰ καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται ἀπαραλλάκτως. ἐπειδὴ δὲ τὸ ἐν χιόνι λευκὸν καὶ τὸ ἐν ἱματίῳ τὸν αὐτὸν λόγον ἐπιδέχονται, οὐκ ἀπαραλλάκτως δέ, εἰκότως μᾶλλον ἕτερον ἑτέρου λέγεται· ἐπι- δέχονται γὰρ τὸν αὐτὸν ὁρισμὸν οὐχ ὁμοίως ἑκάτερον, ἀλλ’ ἡ μὲν χιὼν ὡς συμπεφυκὸς ἔχουσα τὸ λευκὸν καὶ συμπληρωτικὸν τῆς οἰκείας οὐσίας καὶ ἀνεπίδεκτον τοῦ ἐναντίου, τὸ δὲ ἱμάτιον ἐξ ἐπιτεχνήσεως, εἰ τύχοι, καὶ οὐ συμπληρωτικὸν τῆς οὐσίας οὐδὲ ἀνεπίδεκτον τοῦ ἐναντίου. καὶ ἐπὶ τοῦ μέλανος δὲ καὶ τῶν ἄλλων ὡσαύτως. διὰ τοῦτο τοίνυν τὸ πολύγωὁμοίως [*](1 post λόγον coll. C 2 ἀπαραλάκτως C 4 μᾶλλον καὶ ἧττον καὶ ἔτ’. F 4. 5 ῥηθ. ἑτέρου coll. C 7 ἐν τούτοις — ἧττον (9) om. C 8. 9 ἐπιδέχονται a 10 ἐφαρμόζει a 11 post αὐτὸν add. παρόντα πάντα om.) 12 τὸ τὸ (prius) om. C 16 ἀνακαλεῖται] ἀποτελεῖται F μόνου C: om. F 17 τῶ] τὸ F 18. 26 ἀπαραλάκτ. C 18 ἡ γοῦν CF ταῦτα om. F 19 ἐπιδέχονται Ca 20 ὁ ἄνθp. καὶ ὁ ἵππος a εἴπῃ F 21 τοῦ ἵππου] ἀνθρώπου F 22 οὐδὲ τὸν ἄνθp. a 23 κατ’ — οὐσίαν] κατὰ ταύτην τὴν αἰτίαν a 25 ἐπ’ εἰ καὶ C δὲ om. Ca 26 οὐκ om. C εἰκότως] εἰ καὶ C 27 γὰρ] δὲ Γ’ 28 ὡς om. C ἐμπεφ. C 29 et 30 ἐναντ.] μέλανος C 29 τύχη C 31 ὁμοίως F)

    161
    νον τοῦ τριγώνου οὐ λέγεται μᾶλλον κύκλος, ἐπειδὴ οὐδέτερον τῶν εἰρημένων [*](161r) ἐπιδέχεται τὸν τοῦ κύκλου ὁρισμόν. οὐδὲ μέντοι τῶν ἄλλων κύκλων ἧττον κύκλος λέγεται τὸ πολύγωνον διὰ τὸν αὐτὸν πάλιν λόγον.

    p. 11a15 τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοια I δὲ καὶ ἀνόμοια κατὰ μόνας τὰς ποιότη τὰς λέγεται.

    [*](121v)

    Ὥσπερ ἐπὶ τῆς οὐσίας καὶ τῶν ἄλλων ἐποίησε, πρότερον ἀποδοκιμασας τὰ δοκοῦντα ἴδια καὶ ὕστερον παραδοὺς τὰ ὄντως ιοια, οὕτως καὶ ἐνταῦθα ἀποδοκιμάσας τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ, τό τε ὑπάρχειν αὐτῷ ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, ὡς μὴ παντὶ τῷ ποιῷ παρακολουθοῦντα, ἐκκρίνει τὸ ὅμοιον λέγεσθαι καὶ ἀνό μοιον· ἐπ’ ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν τοῦτο λέγεται. οὐκ αὐτὴ δὲ ἡ ποιότης τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον δέχεται, ἀλλὰ τὰ ποιά· ἑκάστη γὰρ τῶν ποιοτήτων αὐτὴ καθ’ ἑαυτὴν θεωρουμένη καὶ οὐκ ἐν ὑποκειμένῳ μία ἐστὶ καὶ ἡ αὐτή• πῶς οὖν ἄν εἴη αὐτὴ ἑαυτῇ ὅμοιος ἢ ἀνόμοιος; ἐν ὑποκειμένῳ μέντοι γενομένη τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐπιδέχεται, ἢ εἰλικρινὴς ἐπὶ τῶν αὐτῶν φοιτῶσα ἢ ὁμοίως τὴν τοῦ ἐναντίου ἐπιμιξίαν ἀναδεχομένη καὶ οὕτως ὅμοια ἀλλήλοις κατ’ αὐτὴν τὰ ὑποκείμενα αὐτῇ ἀποτελοῦσα ἡ ἀνόμοια τῷ μὴ ὁμοίως παραγίνεσθαι ἀλλὰ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι ἐν τοῖς ὑποκειμένοις τὴν τοῦ ἐναντίου μῖξιν. διὰ τοῦτο τοίνυν ἵνα ἐφαρμόσωμεν πάσῃ τῇ κατηγορίᾳ τὸ ἴδιον, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν, προσθέντες τι τῷ ἀποδεδομένῳ αὐτῆς ἰδίῳ καὶ εἰπόντες ἴδιον τῆς κατηγορίας τῆς οὐσίας εἶναι τὸ τὰ ἐν αὐτῇ ἄτομα μένοντα ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικά, καὶ οὕτως πάσης τῆς οὐσίας ἴδιον ἐποιήσαμεν τὸ παρακολούθημα, οὕτω κἀνταῦθα ποιήσωμεν ἴδιον λέγοντες εἶναι τῆς κατηγορίας τῆς ποιότητος τὸ τὰ ἐν αὐτῇ ἄτομα ὅμοια ἢ ἀνόμοια λέγεσθαι· οὕτω γὰρ ἄν καὶ πάσῃ τῇ κατηγορίᾳ ἐφαρμόσειε τὸ παρακολούθημα καὶ μόνῃ.

    [*](122r)

    p. 11a20 ὐ δεῖ δὲ ταράττεσθαι μή τις ἡμᾶς φήσῃ ὑπὲρ ποιότητος τὴν πρόθεσιν ποιησαμένους πολλὰ τῶν πρός τι συγ- καταριθμεῖσθαι.

    ᾿Επειδὴ περὶ ποιότητος ἦν ὁ λόγος αὐτῷ τὰς δὲ ἕξεις καὶ τὰς δια- θέσεις ὑπὸ τὴν ποιότητα ἀνήγαγεν , ἅπερ ἦν τῶν πρός τι καὶ γὰρ ὑπὸ [*](1 μᾶλλον κ. λέγ’. οὐ om.) C ἐπειδὴ — λέγεται (3) orn. C 2 οὑδὲ] οὐ F 5 λέγονται C 6 ante ἐπὶ add. καὶ F 9 ante μᾶλλον add. μὴ F 10 ἐγκρίνει CF 14 ἡ om. F εἴη αὐτὴ] εἴη ἡ αὐτὴ C 15 μέντοι] μὲν C γίνομ’. C τὸ (alt.) om. F 17 τὰ κατ’ αὐτὴν coll. a 18 παράγεσθαι a 19 τὸ μᾶλλον a 21 ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν] p. 78,34 22 εἶναι τῆς οὖσ’. coll. a 25 ποιήσομεν a 27 ἐφαρ- μόσειε scripsi: ἐφαρμόση Ca: ἐφαρμόσει F 29. 30 συγκαταριθμεῖν F)

    162
    τὰ πρός τι αὐτὰ καὶ αὐτὸς πρότερον ἀνήγαγε καὶ τὴν ἕξιν ἑκτοῦ ἕξιν καὶ [*](122r) τὴν διάθεσιν διαθετοῦ λέγων εἶναι διάθεσιν), διὰ τοῦτο αἰσθόμενος τῆς ἀπορίας ἐπιλύεται αὐτὴν διχῶς, καὶ πρῶτον μὲν ἐπιπολαιότερον δεύτερον δὲ ἀκριβέστερον. καὶ ἡ μὲν πρώτη ἐπίλυσις ὧδε ἔχει·

    p. 11a23 Σχεδὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων τὰ γἑνη πρός τι λέγεται, τῶν δὲ καθ’ ἕκαστα οὐδέν.

    Αὕτη πρώτη τῆς ἀπορίας ἐπίλυσις· φησὶ γὰρ ὅτι τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεται, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν· οἷον ἡ ἐπιστήμη τῶν πρός τί ἐστι | γένος γὰρ ἡ ἐπιστήμη) καὶ λέγεται ἐπιστητοῦ [*](122v) τοῦ ἐπιστήμη, ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι εἶδος οὖσα τῆς ἐπιστήμης, ἀλλ’ ὑπὸ τὸ ποιὸν ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῆς ἕξεως ἔχει καὶ διαθέσεως καὶ πάντων τῶν τοιούτων· ἡ γὰρ ἕξις ἑκτοῦ ἕξις καὶ τὸ ἑκτὸν τῇ ἕξει ἑκτὸν καὶ ἡ διάθεσις διαθετοῦ διάθεσις καὶ τὸ διάθετόν τῇ διαθέσει διάθετόν. ἡ μέντοι ὑγεία ἢ ἡ νόσος, εἴδη ὄντα τῆς ἕξεως ἤτοι τῆς διαθέσεως, ποιότητές εἰσι· κατὰ ταύτας γὰρ ποιοί τινές ἐσμεν καὶ παρωνύμως ἀπ’ αὐτῶν λεγόμεθα γραμματικοὶ ἢ ῥητορικοὶ ἢ ὑγιεινοὶ ἢ ὁπωσοῦν ἄλλως. καὶ ἐπιστήμονες δὲ λεγόμεθα οὐ τῷ ἀπλῶς μετέχειν ἐπιστήμης ἀλλὰ τῷ μετέχειν τινὸς τῶν κατὰ μέρος ἐπιστημῶν, γραμματικῆς ἢ μουσικῆς ἤ τινος ἄλλης. ἡ μὲν οὖν ἐπιπολαιοτέρα λύσις αὕτη. ἐπιπολαιοτέρα δέ ἐστι, διότι τὰ γένη ἐπὶ πασῶν τῶν κατηγοριῶν ὑπὸ τὴν αὐτὴν ἀνάγονται κατηγορίαν ὑφ’ ἣν καὶ τὰ εἴδη. ἡ δέ γε ἀκριβεστέρα ὧδε ἔχει·

    p. 11a37 ἔτι εἰ τυγχάνει τὸ αὐτὸ ποιὸν καὶ πρός τι ὄν, οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι.

    Ὡς γὰρ γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀνάγονται μὲν καὶ ὑπὸ τὴν οὐσίαν, ἀνάγονται δὲ καὶ ὑπὸ τὰ πρός τι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οὕτως οὐδὲν ἄτοπον καὶ τὰς ἕξεις καὶ τὰς διαθέσεις ὡς μὲν πράγματα ἀνάγεσθαι ὑπὸ τὴν ποιότητα, ὡς δὲ σχέσιν τινὰ ἀναδεξάμενα ὑπὸ τὰ πρός τι.

    [*](1 alt. καὶ om. C post ἑκτοῦ add. λέγειν C 2 εἶναι λέγων coll. C 3 πρό- τερον C 5 πασῶν τῶν ποιοτήτων τοιούτων om.) F 5. 6 τῶν πρός τι a 8 ποιοτήτων] τοιούτων a 9 καὶ λέγ’. καὶ C 10 εἶδος—ἐπιστ. ante οὐκ coll. C 11 ἀνάγεται a 12 τῶν τ. πάντων coll. F 13 τῆ om. C 14 μέντοι γε C 15 κατ’ αὐτὰς C 16 pr. ἢ om. C 17 ἄλλως om. Fa 18 τῶ] τὸ F 19 ἢ μουσικῆς om. C 20 ἐπὶ om. C 20. 21 τὴν αὐτὴν] ταύτην C 21 τὴν κατ’. C 22 ὧδέ πῃ a 23 τυγχάνοι a Arist. αὑτὸ τοῦτο ποιόν C: αὐτὸ καὶ ποιὸν F πρός τι καὶ ποιὸν coll. Arist. 25 καὶ (alt.) om. C 20 τὸ πρός F οὕτως οὐδὲν] ἀλλ’ οὐδὲ F 28 δεξάμενα C)
    163

    Περι του ποιειν καὶ πάσχειν.

    [*](122 v)

    p. 11b1 ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναν- τιότητα. |

    Τῶν κατηγοριῶν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ κατὰ συνδυασμὸν καὶ συμπλοκὴν [*](123r) τῶν ἁπλῶν τὸ εἶναι ἔχουσι. καὶ ἁπλαῖ μέν εἰσιν αἰ εἰρημέναι τέσσαρες, ἥ τε οὐσία καὶ τὸ ποσὸν καὶ τὰ πρός τι καὶ τὸ ποιόν, κατὰ συμπλοκὴν δὲ τῆς οὐσίας πρὸς μίαν τούτων ἢ πρὸς ἑαυτὴν αἱ λοιπαὶ ἓξ γίνονται. ἵνα δὲ τοῦτο γνῶμεν, λέγω δὴ ὅτι αἱ μὲν κυρίως κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι αἱ δὲ λοιπαὶ ἓξ ἐκ τῆς πρὸς ἄλληλα συμπλοκῆς τούτων γίνονται, ἐκ τῆς διαιρέσεως λάβωμεν τὰ εἰρημένα· τῶν ὄντων τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν, ὡς ἡ οὐσία, τὰ δὲ ἐν ἑτέροις ἔχει τὸ εἶναι. τῶν δὲ ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὰ μὲν ἐν σχέσει θεωρεῖται, οὑν τὰ πρός τι, τὰ δὲ ἄσχετά εἰσι. καὶ τῶν μὴ ἐχόντων σχέσιν τὰ μέν ἐστι μεριστά, οἷον τὰ ποσά τοῦτο γὰρ ἴδιον ἐλέγομεν τοῦ ποσοῦ εἶναι, τὸ μεριστόν), τὰ δὲ ἀμέριστα, οἷον αἱ ποιότητες. αὗται μὲν οὖν αἱ κυρίως καὶ πρώτως λεγόμεναι κατηγορίαι, αἱ δὲ ἄλλαι ἓξ γίνονται τῆς οὐσίας συμπλεκομένης | ταῖς λοιπαῖς τρισί, τῷ ποσῷ λέγω καὶ τῷ πρός τι καὶ τῶ [*](123v) ποιῷ, 〈ἢ ἑαυτῇ〉· ἡ γὰρ οὐσία τῷ ποσῷ συμπλεκομένη ποιεῖ δύο κατηγορίας, τήν τε ποτὲ καὶ τὴν ποῦ· τῷ μὲν γὰρ χρόνῳ συμπλεκομένη ποιεῖ τὴν ποτέ τὸ γὰρ ποτὲ οὔτε οὐσίαν μόνως σημαίνει οὔτε χρόνον, ἀλλ’ οὐσίαν ἐν χρόνῳ οὖσαν), τῷ δὲ τόπῳ συμπλεκομένη ποιεῖ τὴν ποῦ· τὸ γὰρ ποῦ οὔτε τόπον μόνον σημαίνει οὐ γάρ ἐστι τόπος ἐν τόπῳ) οὔτε μὴν οὐσίαν, ἀλλ’ οὐσίαν ἐν τόπῳ οὖσαν. πάλιν ἡ οὐσία συμπλεκομένη τῷ ποιῷ ἑτέ- ρας δύο ποιεῖ κατηγορίας, τήν τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· τὸ γὰρ ποιεῖν καὶ τὸ πάσχειν κατὰ ποιότητα γίνονται· ὁ γὰρ ποιῶν εἴς τι ἢ τῶ [*](6 τὸ ποιὸν καὶ τὰ πρός τι coll. a 7 ἢ καὶ F 8 post γίνονται add. οἷον ἐξ οὐσίας καὶ ποσοῦ τὸ ποῦ καὶ ποτέ, ἐξ οὐσίας καὶ ποιοῦ τὸ ποιεῖν καὶ πάσχειν, ἐξ οὐσίας καὶ τῶν πρός τι τὸ ἔχειν καὶ τὸ κεῖσθαι a (Marc. 217) δὲ καὶ a γνῶμεν Marc. 217: γνωσόμεθα C: γνωσώμεθα Fa 9. 10 τούτων συμπλ. coll. a 10 τῆς om. C post εἰρημ. add. λέγοντες C 11 ὑφεστήκασιν C ὡς ἡ οὐσία post εἶναι coll. F post εἶναι add. καθ’ ἑαυτὸ μὲν ὑφέστηκεν ἡ οὐσία a 12 θεωροῦνται C 14 ἐλέγομεν] cf. p. 84, G εἶναι τοῦ ποσοῦ coll. a 16. 17 συμπλ. τῆς οὐσίας coll. C 17. 18 τῶ ποιῶ καὶ τῶ πρός τι coll. C 18 ἢ ἑαυτῇ inserui (cf. v. 7 p. 164,4) 21 post οὖσαν add. ποτὲ δέ ἐστι χρόνῳ (sir) δηλωτικὸν κατὰ τὴν τριμέρειαν αὐτοῦ, ἐνεστῶτα παρεληλυθότα μέλλοντα a (Marc. 217) συμπλ. ἡ οὐσία a 21. 22 τὸ γὰρ ποῦ οὔτε] οὔτε δὲ τὸ ποῦ C 22 μόνως a 23 post οὖσαν add. ποῦ δέ ἐστι τόπου δήλωσις καὶ διαιρεῖται ἄνω κάτω δεξιὰ ἀριστερὰ ἔμπροσθεν ὄπισθεν a (Marc. 217) 24 ποιεῖν ex ποιοῦ corr. F 2 τοῦ πάσχειν] τὸ πάσχειν F 1 24. 25 τὸ γὰρ—πάσχειν om. F αἲ superscr. F 2) 25 τὸ om. a γίνεται a ποιῶν γὰρ coll. C τῶ] τὸ F)

    164
    θερμαίνειν ποιεῖ ἢ τῶ ψύχειν ἢ κατ’ ἄλλην τινὰ ποιότητα, καὶ ὁ πάσχων [*](123 v) δὲ ἢ τῷ θερμαίνεσθαι ἢ μελαίνεσθαι ἢ κατ’ ἄλλην τινὰ ποιότητα πάσχει. πάλιν ἡ οὐσία τοῖς πρός τι συμπλεκομένη ποιεῖ τὸ κεῖσθαι, τὴν δὲ θέσιν τῶν πρός τι ἐλέγομεν εἶναι. αὐτὴ δὲ ἑαυτῇ συμπλεκομένη ποιεῖ τὸ ἔχειν· τὸ γὰρ ἔχειν οὐσίας περὶ οὐσίαν σημαίνει περίθεσιν. |

    Ἀποδοὺς δὲ ὁ Ἀριστοτέλης τῶν τεσσάρων κατηγοριῶν τοὺς ὅρους καὶ τὰ παρακολουθήματα, τῶν λοιπῶν ἓξ οὔτε τοὺς ὁρισμοὺς ἀποδέδωκεν οὔτε τὴν εἰς τὰ εἴδη διαίρεσιν, ὡς ἡμῶν δυναμένων ἐκ τῶν ῥηθέντων τούτοις ἐπιστῆσαι. δεῖ οὖν ἡμᾶς ἑκάστου τὸν ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν. τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ, ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα. ἢ εἰς ἕτερον, ὡς τὸ πῦρ εἰς ἡμᾶς ποιεῖ θερμαῖνον ἡμᾶς. πάσχειν δέ ἐστι τὸ ὑπό τινος ἀλλοιοῦσθαι. τούτου δὲ εἴδη δύο• ἢ γὰρ ὡς εἰς φθοράν τι ἀγόμενον πάσχει, ὡς τὸ ξύλον ὑπὸ πυρὸς καιόμενον, ἢ ὡς εἰς τελειότητα, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ· εἰς τελειότητα γὰρ ἄγεται ἡ ὅρασις ὑπὸ τῶν ὁρατῶν τὴν οἰκείαν ἀπολαμ- βάνουσα ἐνέργειαν. καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου πάσχει καὶ αὐτὸς οὐ φθειρόμενος ἀλλὰ τελειούμενος. κεῖσθαι δέ ἐστι τὸ θέσιν τινὰ ἔχειν. τούτου δὲ εἴδη τρία, τὸ ἀνακεκελίσθαι τὸ καθῆσθαι τὸ ἑστάναι· ἢ γάρ, ὡς πολλάκις εἴρηται, τὸ ὅλον σῶμα κέκλιται καὶ λέγεται ἀνακεκλίσθαι, ἢ τὸ μέν τι κέκλιται τὸ δὲ ὀρθόν ἐστι καὶ λέγεται καθῆσθαι, ἢ ὅλον ὀρθόν ἐστι καὶ λέγεται ἵστασθαι. ποτὲ δέ ἐστι τὸ χρόνου δηλωτικὸν ἤτοι τὸ ἐν χρόνῳ ὄν· τούτου δὲ εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τὸ τόπου δη|λωτικὸν ἢ τὸ ἐν τόπῳ ὄν· τούτου δὲ εἴδη ἕξ, τὸ 124 v ἄνω τὸ κάτω τὸ δεξιὸν τὸ ἀριστερὸν τὸ ἔμπροσθεν τὸ ὄπισθεν. εἰκότως δὲ [*](1 τῶ] τὸ F post ποιότητα add. πάσχει F 1: ποιεῖ F 2: καὶ ἄλλως· ποιεῖν ἐστι τὸ εἴς τι ἐνερ- γεῖν, καὶ ἢ εἰς ἑαυτὸν ἐνεργεῖν, ὡς κοπιᾶν δι’ ἑαυτοῦ ὁρᾶν ὁμιλεῖν, ἣ εἰς ἕτερον, ὡς ὁ τύπτων τυπτόμενον τύπτει a (Mar c. 217) 2 δὲ om. C τῶ] τὸ F τῶ μελαίν. a post πάσχει add. πάσχειν γάρ ἐστι τὸ ὑπό τινος ἀλλοιοῦσθαι καὶ διαιρεῖται ἡ ὡς εἰς φθοράν τινα ἄγεσθαι ὑπεναντίου ἡ εἰς τελειότητα ὡς ἡ ὅρασις ὑπὸ τοῦ ὁρατοῦ a (Marc. 217) 3 post κεῖσθαι add. κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τοῦ σώματος θέσις καὶ διαιρεῖται εἰς τὸ ἀνακεῖσθαι καθέζεσθαι ἑστάναι a (Marc. 217) 4 ἐλέγομεν] p. 107,1 αὐτὴ Laur. 72,1: αὕτη CFa ante ποιεῖ add. ἐπὶ τεχναστῷ τινι a 5 σῆμ’.] ποιεῖ C post περίθεσιν add. τοῦτο δὲ τὸ τεχναστὸν ἢ ὅλον ἐν ὅλῃ τῇ οὐσίᾳ, ὡς ὁ χιτὼν τῷ σώματι, ἢ ὅλον ἐν μέρει, ὡς ὁ δακτύλιος ἐν τῷ δακτύλῳ καὶ τὸ δόρυ ἐν τῇ χειρί. turn ex Marc. 217 τὸ γὰρ ἔχειν τριχῶς· ἐν ψυχῇ ὡς ἕξις, ἐν σώματι ὡς οὐλή, περὶ σῶμα ὡς ἱμάτιον χιτὼν ὑπόδημα ὅπλα a 6 δὲ] γὰρ F τοὺς λόγους καὶ τοὺς ὅρους a 7 ἀπέδωκεν C 10 οὑν] δὲ C 11. 12 ὥσπερ—γινώσκουσα om. C 11. 12 ζώουσα ἑαυτὴν καὶ γιν. a 12 post alt. ἡμᾶς add. καὶ ὡς ἡ αἴσθησις ἐνεργοῦσα περὶ τὸ αἰσθητόν. ἡ καὶ ἄλλως διττὸν τὸ ποιεῖν, καθ’ ὁρμὴν ὡς ἐπὶ κυνὸς ὑλακτοῦντος, κατὰ φύσιν ὡς ἐπὶ τῆς καύσεως τοῦ πυρός a (Marc. 217) 13 καὶ τούτου δὲ a 14 ἀγόμ. τι coll. a τοῦ πυρὸς a 15 post τελειότ. add. ἄγεται a 16. 17 λαμβάν. C 18 post τελειούμενος add. καὶ πάλιν τὸ πάσχειν διττόν· ἢ γὰρ φθαρτικόν ἐστιν ὡς ἐπὶ τοῦ τέμνεσθαι καίεσθαι ἢ τελειωτικὸν ὡς τὸ μανθάνειν ἀναγινώσκειν a (Marc. 217) 19 εἴδει F1 20 εἴρηται] p. 107,4 21 τι] τοι Fa 22 alt. ἐστι ora. F alt. τὸ] τῶ F 1 23 καὶ μέλλων a 2 1 δῆλ’.] σημαντικὸν a τὸ (ante ἐν) om. F 25 καὶ τὸ ὄπισθεν Fa)

    165
    ἓξ τοῦ τόπου εἰσὶν αἱ διαφοραί· εἰ γὰρ τόπος ἐστίν, ὡς εἴρηται ἡμῖν, [*](124v) πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον, τὸ δὲ περιεχόμενον σῶμά ἐστι, πᾶν δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, ἑκάστη δὲ διάστασις κατ’ εὐθεῖαν γραμμὴν θεωρεῖται ὡρισμένως καὶ οὐ κατ’ ἄλλην τινά εἰ γάρ τις βουληθείη τοίχου, εἰ τύχοι, τὴν κατὰ μῆκος διάστασιν γνῶναι πόση τίς ἐστι, κτὰ κάθετον ταύτην μετρήσει, ἡ δὲ κάθετος εὐθεῖα γραμμή ἐστιν, ὡσαύτως δὲ καὶ εἰ τὴν κατὰ πλάτος ἢ βάθος διάστασίν τις γνῶναι βούλοιτο πόση ἐστί, σπάρτον ἐκτείνας ταύτην μετρήσει, ἥτις καὶ αὐτὴ εὐθεῖα γραμμή ἐστι), πᾶσα δὲ εὐθεῖα γραμμὴ δύο πέρατα ἔχει· εἰ τοίνυν πᾶν σῶμα τρεῖς ἔχει διαστάσεις, ἑκάστη δὲ διάστασις κατ’ εὐθεῖαν γραμμὴν χαρακτηρίζεται, πᾶσα δὲ εὐθεῖα γραμμὴ δύο ἔχει πέρατα, εἰκότως τὸ σῶμα ἓξ ἔχει πέρατα. εἰ οὖν τὸ σῶμα ἓξ ἔχει πέρατα, καὶ ὁ τόπος ὁ περιέχων αὐτὸ ἐξ ἀνάγκης ἓξ σχήσει πέρατα, ἐπειδὴ κατὰ πάσαν διάστασιν περιέχει ο τόπος τὸ σῶμα. καὶ εστι τῆς μὲν ὡς ἐπὶ ἐμψύχων εἰπεῖν κατὰ μῆκος διαστάσεως πέρατα τὸ ἄνω καὶ τὸ κάτω, τῆς δὲ κατὰ πλάτος τὰ δεξιὰ καὶ τὰ ἀριστερά, τῆς δὲ κατὰ βάθος τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν. ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. τοῦτο δὲ ἢ ὅλον περὶ ὅλον περίκειται, ὡς ὁ χιτὼν ὅλον περιέχει τὸ σῶμα, ἢ ὅλον περὶ μέρος, ὡς ὁ δακτύλιος ἐν δακτύλῳ.

    p. 11b1 Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν- τιότητα.

    Ζητητέον ἐνταῦθα τί δή ποτε τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐχ ὑπὸ τὰ πρός τι ἀνάγει ὁ φιλόσοφος, ἀλλ’ ἑτέρας αὐτὰς εἶναι λέγει κατηγορίας· ὁ γὰρ ποιῶν εἰς πάσχοντα ποιεῖ καὶ ὁ πάσχων ὑπὸ ποιοῦντος πάσχει· | ὥστε καὶ αὗται τῶν πρός τί εἰσι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τὰ μὲν [*](125r) ἀπαρέμφατα ῥήματα μόνης εἰσὶ τῆς φύσεως τῶν ἐνεργειῶν ἢ τῶν παθῶν σημαντικά ἢ γὰρ ἐνέργειαν μόνως ἢ πάθος σημαίνει), τὰ μέντοι γε ἄλλα ῥήματα ἤτοι αἱ μετοχαὶ τὴν σχέσιν σημαίνουσι τῶν οὐσιῶν ἤτοι πρὸς τὴν ἐνέργειαν ἢ πρὸς τὸ πάθος. τὸ τοίνυν ποιεῖν καὶ τὸ πάσχειν, ἀπαρέμφατα ὄντα ῥήματα, τῆς ποιήσεως αὐτῆς ἢ παθήσεως ἐστι δηλωτικὰ καὶ οὐχὶ τῶν πρός τι· οὐδεὶς γὰρ ἂν εἴποι τὸ ποιεῖν εἰς τὸ πάσχειν ποιεῖν ἡ [*](1 τοῦ om. F εἰ γὰρ τόπος] τόπος γάρ a εἴρηται] p. 33,22 87,7 2 τὸ πέρας F 3 πᾶν] τὸ a 7 εἰ post διάστασιν (8) coll. a 7. 8 βάθος ἢ πλάτος coll. C 8 βουληθείη a 9 γραμή (pr. Ι.) F 1 10. 11 ἑκάστη δὲ διάστασις om. C 11 εὐθεῖαν δὲ C δὲ om. F 1 12 πέp. ἔχει (pr. 1.) coll. F 13 σχοίη (alt. 1.) a 15 ἀψύχων F: ἐμψύχου a κατὰ μ. διαστ.] διαστάσεως τῆς κατὰ μ. C 16 τὸ δεξιὸν καὶ ἀριστερόν a 17 τὸ (ante ὄπισθεν) om. C 18 περὶ ὅλον om. a 20 τὸ (alt.) om. C 23 αὐτὰ a 2 1 πάσχοντα] πάσχον τι codd. (cf. p. 166,2) 20 μόνως a 29 πρὸς om. F τὸ τοίνυν καὶ τὸ (sic) πάσχειν καὶ τὸ ποιεῖν C 30 εἰσι C 31 τὸ (alt.) om. Fa ποιεῖν (alt.)] ποιεῖ a)

    166
    τὸ πάσχειν ὑπὸ τοῦ ποιεῖν πάσχειν. ὁ μέντοι γε πάσχων ἢ ποιῶν ὑπὸ [*](125r) τὰ πρός τι ἀναφέρεται· ὁ γὰρ ποιῶν εἰς πάσχοντα ποιεῖ καὶ ὁ πάσχων ὑπὸ ποιοῦντος πάσχει. καλῶς δὲ ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει ζητεῖ ὅτι εἰ ἐκ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἡ κίνησις, πότερον ἐν τῷ ποιοῦντι θεωρεῖται ἢ ἐν τῷ πάσχοντι, καί φησιν ὅτι ἐν τῷ πάσχοντι· ἡ γὰρ κίνησις ὁδός ἐστιν ἀπὸ τοὐ δυνάμει εἰς τὸ ἐνεργείᾳ· ἐνέργεια δέ ἐστιν αὐτὴ ἡ προβολὴ τῆς ἕξεως· ἐκεῖνα οὖν κινεῖται ὅσα ἐνδεᾶ ἐστι καὶ ἀπὸ τοῦ ἀτελοῦς μεταβάλλει ἐπὶ τὸ τέλειον. ὅσα γοῦν πλειόνων τινῶν δέεται, πλείονας κινήσεις κινεῖται, τὰ δὲ ὀλιγοδεᾶ ὀλιγοκίνητα• ἀμέλει τὸ θεῖον ἀνενδεὲς ὂν καὶ πάντῃ ἐστὶν ἀκίνητον. εἰ τοίνυν ὁ ποιῶν κατ’ αὐτὸ τοῦτο ὃ ποιεῖ τελείαν ἔχει τὴν ἕξιν, οὐ κινηθήσεται κατ’ ἐκεῖνο ὃ ποιεῖ, ὁ δὲ πάσχων ἅτε δεόμενος τοῦ ποιοῦντος, ἵνα τὴν ἐν αὐτῷ ἐνοῦσαν δύνα- μιν εἰς ἐνέργειαν προαγάγῃ, εἰκότως κινεῖσθαι λέγεται, ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ εἶναι, ὃ πέφυκεν εἶναι, προαγόμένος. ὥστε ἡ κίνησις μία ἐστὶν ἐπὶ μόνου τοῦ πάσχοντος θεωρουμένη, ὁ μέντοι λόγος ὁ τῆς κίνη· σεως δύναται εἶναι διττός· δύναται γὰρ θεωρεῖσθαι καὶ ἐπὶ τοῦ ποιοῦν- τος καὶ ἐπὶ τοῦ πάσχοντος· ὅταν μὲν γὰρ τὴν κίνησιν θεωρήσωμεν | ἀρχομένην ἀπὸ τοῦ ποιοῦντος καὶ λήγουσαν ἐπὶ τὸ πάσχον, ποίησιν αὐτὴν [*](125v) λέγομεν. ὅταν δὲ θεωρήσωμεν αὐτὴν ἀπὸ τοῦ πάσχοντος ἀρχομένην τελευτῶσαν δὲ ἐπὶ τὸ ποιοῦν, πάθησιν λέγομεν, ὥσπερ καὶ δίδαξιν καὶ μάθησιν ὁμοίως. ὥστε τῷ μὲν ὑποκειμένῳ μία ἐστὶν ἡ κίνησις, διαφέρει δὲ τῷ λόγῳ. τὰ δὲ πρός τι οὐ μόνον τῷ λόγῳ διαφέρουσιν, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ διάφορά ἐστιν. ὥστε τὸ ποιεῖν καὶ τὸ πάσχειν περὶ ἓν καταγινόμενα ὑποκείμενον, τὴν κίνησιν, οὐκ ἂν εἴη πρός τι, εἴ γε τὰ πρός τι οὐ μόνον τὴν σχέσιν διάφορον θέλουσιν ἔχειν, ἀλλὰ καὶ τὰ ὑπο- κείμενα·

    Διὰ τί οὖν μὴ ἐπέγραψε ῥάψε ‘περὶ ποιήσεως καὶ παθήσεως’ ; λέγομεν ὅτι ἡ ποίησις διττή ἐστι· καὶ γὰρ αὐτὴ ἡ ὁδὸς ποίησις λέγεται, οἷον ἡ τοῦ οἰκοδόμου ἐνέργεια, καὶ τὸ τέλος δὲ αὐτὸ τῆς ἐνεργείας, οἷον ἡ οἰκία. ἵνα οὖν μὴ διὰ τὴν ὁμωνυμίαν πλάνη τις γένηται καὶ νομίσωμεν αὐτὸν περὶ τοῦ τέλους διαλέγεσθαι, διὰ τοῦτο οὕτως ἐπέγραψε Περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τοῦτ’ ἔστι περὶ αὐτῆς τῆς ἐνεργείας καὶ τῆς ὁδοῦ. ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰκότως· ἐν γὰρ ταῖς ποιότησι μόνον ἡ ἐναντιότης θεωρεῖται· [*](1 alt. πάσχειν] πάσχει a ὁ ποιῶν a 3 ἐν τῇ Φυσικῇ ἄκρ’] Ε 2 p. 225 b 13 7 προσβολὴ a 8 μεταβάλει C ὅσα] ὅσῳ CF πλειόνων τινῶν] τι πλεῖόν C: πλεῖόν. F 11 τελείαν ἔχει] τέλος ἔχει (iter.) C ὅπερ (alt. 1.) a 13 προσαγάγει (superscr. η) F 14 προαγόμενον C 17 ἐπὶ οm. F τὴν κίνησιν om. CF 18 εἰς τὸ πάσχειν C: ἐπὶ τοῦ πάσχοντος Γ’ 19 πάσχοντος ex τυχόντος corr. F 20 ἐπὶ] ὑπὸ F πάθησιν] πεῖσιν CF 2 πῆσιν F 1 (cf. v. 27) 27 παθήσεως καὶ ποιήσεως coll. C 28 ὅτι ἐπειδὴ a ποίησις] πάθησις F ἐστι om. Ca 29 οἷον] ἤγουν C 30 νοήσωμεν C 32 τοῦ om. C 33 primum καὶ om. C τὸ (ante πάσχειν) om. F 34 μόνη C ἡ om. a)

    167
    τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐκ τῆς συμπλοκῆς τῆς οὐσίας πρὸς τὴν [*](125v) ποιότητα συνέστηκε. καὶ τὸ μᾶλλον δὲ καὶ τὸ ἧττον ἐπιδέχεσθαι ἐκεῖνα πολλάκις εἰρήκαμεν τὰ καὶ τὴν ἐναντιότητα ἐπιδεχόμενα. ἐπειδὴ δὲ οὐ πᾶσα ποιότης ἐπιδέχεται τὴν ἐναντιότητα οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον τὰ σχήματα, εἰκότως ἄρα οὐδὲ πάσῃ τῇ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν κατηγορίᾳ παρακολουθεῖ τὸ ἐπιδέχεσθαι ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ τῇ μὲν ἐκ ποιότητος εἰλημμένῃ ἐπιδεχομένης τὸ μᾶλλον καὶ τὸ ἧττον ὑπάρχει αὐτὸ τοῦτο, τῇ δὲ ἐκ ποιότητος λαμβανομένῃ μὴ ἔπιδε] χομένης ἐναντιότητα οὐδὲ αὐτῇ ὑπάρξει τι ἐναντίον.

    [*](126r)

    p. 11b15 Ὑπὲρ μὲν οὗν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα·

    Ἐκ τούτου τοῦ ῥησειδίου ὑπέλαβόν τινες τῶν ἐξηγητῶν τὸν σκοπὸν εἶναι τῶν κατηγοριῶν περὶ νοημάτων μόνων• ὁ γὰρ Ἀριστοτέλης, φασί, γένη μόνα οἶδε τὰ ὑστερογενῆ καὶ ἐννοηματικά· τὰ γὰρ καθόλου, φησὶν αὐτὸς ἐν τῷ Περὶ ψυχῆς, ἢ οὐδέν ἐστιν ἢ ὕστερον, τὰ δὲ πρὸ τῶν πολ- λῶν οὐδ’ ὅλως βούλεται εἶναι, ἀλλὰ τερετίσματα αὐτὰ λέγει καὶ φλυαρίας περίττας.

    Περὶ τῶν ἀντικειμένων.

    p. 11b16 Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντικεῖ- σθαι, ῥητέον.

    Πεπλήρωται ὁ τῶν κατηγοριῶν λόγος καὶ ἄρχεται τοῦ μετὰ τὰς κατηγορίας τμήματος· εἰρήκαμεν γὰρ κατ’ ἀρχὰς τοῦ βιβλίου ὅτι εἰς τρία μέρη διῄρηται τοῦτο τὸ βιβλίον, εἴς τε τὸ πρὸ τῶν κατηγοριῶν καὶ τὸ περὶ αὐτῶν τῶν κατηγοριῶν καὶ τὸ μετὰ τὰς κατηγορίας, καὶ ὅτι ἐν μὲν τῷ πρὸ τῶν κατηγοριῶν περὶ φωνῶν διαλέγεται, αἷς μέλλει χρήσασθαι ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν, ἀγνώστων ἡμῖν ἐκ τῆς συνηθείας οὐσῶν, ἐν δὲ τῷ δευτέρῳ τμήματι περὶ αὐτῶν τῶν κατηγοριῶν, ἐν δὲ τῷ τρίτῳ, [*](1 ἐκ] ἐκτὸς C 2 τὸ (alt.) om. C 3 εἰρήκαμεν] p. 158,16 5 τοῦ (alt.) om. C 6. 7 τὸ μ. καὶ τὸ ἧτ’. καὶ ἐναντ. coll. C 7 μὲν om. F ἐπιδεχομένης scripsi: ἐπιδεχομένη libri 8 αὐτῇ a ποσότητος Ca 8. 9 μὴ ἐπιδεχομένης om. F 9 ὑπάρχει F τι om. C 10 προθέντων C 13 φησί C 14 μόνον C 15 Περὶ ψυχῆς] Α 1 p. 402b7 16 εἶναι om. CF 21 περὶ τῶν κατ’. a 22 εἰρήκαμεν] p. 136 23 τὸ βιβλ. τοῦτο coll. F alt. τὸ] τὰ C: τῶν F 23. 24 τὸ περὶ αὐτῶν τ. κ.] εἰς τἀς κατηγορίας αὐτὰς C 24 τὸ] εἰς τὰ C 25 τῶ] τὸ F 1 26 ἅγν’.] γνωρίμων C οὐσῶν om. Fa)

    168
    τοῦτ’ ἔστι τῷ προκειμένῳ, περί τινων φωνῶν ὧν παρέλαβεν ἐν τῇ [*](126r) διδασκαλίᾳ τῶν κατηγοριῶν, ὧν ἔννοιαν μέν τινα ἔχομεν οὐ μὴν διηρθρωμένην. ὅτι δὲ οὐκ ἔστιν ἀπηρτημένον τὸ τμῆμα τοῦτο τοῦ σκοποῦ τῶν κατηγοριῶν, ὥς τινες ἐνόμισαν, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐξ αὐτοῦ δὲ τοῦ συνεχοῦς τῆς φράσεως δῆλον· τὸν γὰρ μὲν σύνδεσμον εἰρηκὼς ἐν τῷ τέλει τοῦ τμήματος τοῦ πρὸ τούτου, ἐν τούτῳ | τὸν δὲ [*](126v) ἐπήγαγεν· εἰρηκὼς γὰρ ἐν ἐκείνῳ ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἐν τῇ ἀρχῇ τούτου φησὶ περὶ δὲ τῶν ἀντικειμένων. ὥστε καὶ ἐκ τούτου δήλη ἡ τοῦ σκοποῦ συνέχεια. πρῶτον δὲ διδάσκει περὶ τῶν ἀντικειμένων· καὶ γὰρ ἐν τῷ Περὶ ποσοῦ λόγῳ μνήμην τούτων ἐποιήσατο, ἡνίκα ἔλεγε τὸ μέγα τῷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναν- τία ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν ἐνταῦθα διδάξαι ποσαχῶς τὰ ἀντικείμενα λέγεται. τὰ τοίνυν ἀντικείμενα, φησί, τετραχῶς ἀντίκειται, ἢ ὡς πρός τι ἢ ὡς ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατάφασις καὶ ἀπόφασις.

    Ζητητεον ’δε τι ὄη ποτε τέσσαρα μόνα τὰ εἴδη τῶν ἀντικειμένων καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, καὶ τίς ἡ αἰτία τῆς τοιαύτης αὐτῶν τάξεως. ἵνα οὖν μάθωμεν διὰ τί τέσσαρα μόνα, εἴπωμεν οὕτως· τὰ ἀντικείμενα ἢ ὡς λόγοι ἀντίκεινται ἡ ὡς πράγματα. τὰ δὲ ὡς πράγματα ἀντικείμενα ἡ ἐν σχέσει τινὶ θεωρεῖται ἢ ἄσχετά εἰσι. καὶ εἰ ἄσχετά ἐστιν, ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει. ὡς λόγοι μὲν οὖν ἀντίκεινται κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ — Σωκράτης οὐ περιπατεῖ, ὡς πράγματα δὲ καὶ σχέσιν ἔχοντα ἀντίκεινται τὰ πρός τι, οἷον πατὴρ καὶ υἱός, δεξιὸν καὶ ἀριστερόν, ἐπιστήμη καὶ ἐπιστητόν, ὡς πράγματα δὲ καὶ σχέσιν μὴ ἔχοντα καὶ μεταβάλλοντα εἰς ἄλληλα τὰ ἐναντία, οἷον τὸ μέλαν καὶ τὸ λευκόν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ὡς πράγματα δὲ ἄσχετα καὶ μὴ μεταβάλλοντα εἰς ἄλληλα ἕξις καὶ στέρησις, οἷον ὄψις καὶ τυφλότης· ἡ μὲν γὰρ ἕξις μετα- βάλλει εἰς τὴν στέρησιν, οἷον ἡ ὄψις εἰς τὴν τυφλότητα, ἡ μέντοι γε στέρησις | οὐ μεταβάλλει εἰς τὴν ἕξιν, οἷον ἡ τυφλότης εἰς τὴν ὄψιν· [*](127 r) στέρησιν γὰρ ἐνταῦθα λαμβάνει τὴν παντελῆ τοῦ εἴδους φθορὰν καὶ αὐτῆς τῆς δυνάμεως, ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει στέρησιν λέγει οὐ τὴν παντελῆ [*](1 τῶ προκ. τουτέστι coll. C 3 ἀπηρτ. post κατῆγ’. (4) coll. C τοῦτο] ἅπαν C 4 καὶ om. C ἐκ om. F 1 5 δῆλον om. C μὲν γὰρ coll. F 7 προτεθ.] εἰρημένων C 8 post γενῶν add. ἱκανὰ τὰ εἰρημένα, νῦν a δὲ om. F1 10 τοῦ ποσοῦ a 11 ἔλεγε] p. 5b15 ἀντίκειται C 12 διδ. ἐντ’. coll. a 13 τὰ τοίνυν — ἀπόφασις (15) om. C ἀντίκεινται F 19 λόγος C 20 θεωροῦνται a post θεωp. add. οἷον τὰ πρός τι ὡς δεξιὸν καὶ ἀριστερὸν C: οἷον τὰ πρός τι a ἐστιν] εἰσιν Ca 21 εἰς] πρὸς C post ἄλληλα add. ὡς τὰ ἐναντία λευκὸν καὶ μέλαν a post οὐ μεταβ. add. ὡς στέρησις καὶ ἕξις, οἶον ὄψις καὶ τυφλότης a οὖν om. F 22 alt. σωκράτης om. F ὡς πράγματα — ἐπιστητόν (24) om. CF 25 post ἐναντία add. ἀντίκεινται a μέλι C post λευκὸν add. καὶ Ca 26 καὶ ἄσχετα a 28 alt. τὴν om. C 29 εἰς τὴν ἔξιν οἷον ἡ τυφλότης om. codd.; defectus origo appareat, si post τυφλ. addas οὐ μεταβάλλει 31 ἐν δέ τῇ Φῦσ’. ἄκρ’.] E 1 p. 225a3 sq.)

    169
    τῆς δυνάμεως φθοράν βούλεται γὰρ ἐν ἐκείνοις καὶ τὴν στέρησιν εἰς τὴν [*](127 r) ἕξιν μεταβάλλειν), ἀλλὰ τῆς ἐνεργείας μόνης τὴν ἀπουσίαν. τίνος μὲν οὖν ἕνεκα τέσσαρα μόνα τὰ εἴδη τῶν ἀντικειμένων ἐστίν, ἡ διαίρεσις ἡμῖν ἐδήλωσεν. διὰ τί δὲ πρώτην ἔταξε τὴν τῶν πρός τι ἀντίθεσιν, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, τετάρτην δὲ τὴν τῆς καταφάσεως καὶ ἀποφάσεως, νυνὶ ἐροῦμεν. φαμὲν οὖν ὅτι ἀπὸ τῶν μαλακωτέραν τὴν ἀντίθεσιν ἐχόντων ἤρξατο, λέγω δὴ τῶν πρός τι• ταῦτα γὰρ τῷ ἀντικεῖσθαι οὐ μόνον οὐ φθείρει ἄλληλα ἀλλὰ καὶ συνεισφέρει· ἑνὸς γὰρ τεθέντος, οἷον πατρός, συνεισάγεται καὶ τὸ ἕτερον, ρον, οἷον ὁ υἱός, καὶ ἀναιρεθέντος ἑνὸς συνανῄρηται καὶ τὸ ἕτερον. ἄλλη. λῶν γάρ εἰσιν ὑποστατικά. δευτέραν τάξιν ἔχει ἡ τῶν ἐναντίων ἀντίθεσις, οἷον λευκοῦ καὶ μέλανος· ἰσχυροτέρα γάρ πώς ἐστιν ἡ τούτων ἀντίθεσις, διότι οὐ μόνον οὐ συνεισφέρει ἄλληλα, ἀλλὰ καὶ φθείρει· τοῦ γὰρ ἑνὸς παρόντος οὐχ ὑπομένει τὸ ἕτερον. καὶ εἰς ἄλληλα μέντοι γε ταῦτα μεταβάλλει, οἷον θερμὸν καὶ ψυχρόν, λευκὸν καὶ μέλαν. τρίτην ἔχουσι τάξιν τὰ κατὰ ἕξιν καὶ στέρησιν· καὶ γὰρ ἡ τούτων ἀντίθεσις ἰσχυροτέρα ἐστὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως· τὰ μὲν γὰρ ἐναντία μεταβάλλει εἰς ἄλληλα, ἡ δὲ στέρησις οὐδέποτε μεταβάλλει εἰς τὴν ἕξιν· οὐδὲ γὰρ ἐκ τυφλοῦ τις ἀναβλέψει κατά γε τὸν φυσικὸν ἢ τεχνικὸν λόγον, εἰ μή που θείᾳ δυνάμει. ἐσχάτην ἔχουσι τάξιν τὰ κατὰ ἀπόφασιν καὶ κατάφασιν ἀντικείμενα• σφοδροτέρα γὰρ τούτων ἡ ἀντίθεσις, διότι ἐπὶ | πάντων τῶν ὄντων καὶ [*](127 v) μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· λέγεται γὰρ Σωκράτης ἢ δεξιὸς εἷναι ἢ μὴ εἶναι δεξιός. καὶ ἀληθής γε αὕτη ἡ διαίρεσις, κἂν μόνος ὢν τύχῃ Σωκράτης κἂν μετὰ πλειόνων κἂν μηδὲ ὅλως ᾖ. κἄν τε γὰρ μόνος ᾖ, ἀληθεύει ἡ διαίρεσις λέγουσα μὴ εἶναι αὐτὸν δεξιόν, κἄν τε μετὰ μετὰ πλείονων, ὁμοίως· ἢ γὰρ δεξιός ἐστιν ἐν πλείοσιν ὢν ἢ οὐκ ἔστι δεξιός, ἀλλὰ ἢ μέσος ἢ ἀριστερός, ἀμφότερα δὲ τὸ μὴ δεξιὸν σὴ. μαίνει. ἀλλὰ κἂν μηδὲ ὅλως ᾖ, ἀληθὲς τὸ λέγειν ὅτι οὐκ ἔστι δεξιός. πῶς γὰρ ὁ μηδὲ ὅλως ὤν; καὶ ἡ φωνὴ δὲ λέγεται ἢ λευκὴ εἶναι ἢ μὴ λευκή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἡ μὴ ἔχειν. καὶ ἐπὶ πάντων δὲ εὐρήσιες τὴν ἀντίθεσιν ταύτην ἀληθῆ ὑπάρχουσαν, οὐ μόνον ἐπὶ τῶν κατὰ μέρος ἀντιθέσεων ἀλλὰ καὶ ἐπὶ τῶν καθόλου· τὰ γὰρ ὄντα ἢ δεξιά εἰσιν ἢ οὔκ εἰσι δεξιά, ἢ λευκά εἰσιν ἢ οὔκ εἰσι λευκά, ἢ ὄψιν ἔχει ἢ οὐκ ἔχει ὄψιν. οὐ μόνον δὲ ἐπὶ σωμάτων αὕτη ἡ ἀντίθεσις χώραν ἔχει, ἀλλὰ καὶ ἐπὶ [*](1 an ἐκείνῃ? alt. τὴν om. C 2 μόνον C 3 ἀντικ.] ἐναντίων F 4 ἐδήλωσεν ἡμῖν coll. a 7 ὅτι om. C 8 τῶ] τὸ F οὐ (alt.) om. F 10 ὁ om. a συναναιρεῖται a 1 1 δευτέραν δὲ C 12 οἷον om. C 17 γὰρ om. C 18 τις om. C 19 post δυνά- μει add. τοῦτο συμβαίη a 21 ἡ om. F τῶν τε ὄντων a 22 διαιρεῖ] συναναιρεῖ F 1 ὁ σωκp. a 23 alt. εἶναι om. F ἀληθεία C 24 post πλεῖόν. add. καὶ F 26. 27 οὐκ ἔστι] οὐκέτι F 28 λέγειν] εἶναι F 32 τῶν] τὴν K 33 post alt. οὔκ εἰσιν add. ὅλως C 34 μόνων F δὲ Marc. 217: γὰρ CFa)
    170
    ἀσωμάτων· καὶ γὰρ κἀκεῖνα οὐκ ἔχει τὴν δεξιὰν θέσιν, ἐπειδὴ οὐδὲ σώματά [*](127v) μάτα εἰσιν, οὔτε λευκά εἰσιν οὕτε ὄψιν ἔχει τὴν ἡμετέραν. καὶ τὸ μὴ ὂν δὲ οὔτε δεξιόν ἐστιν οὔτε λευκὸν οὔτε ὄψιν ἔχει. ἡ μὲν οὖν κατάφασις καὶ ἀπόφασις, ὡς προείρηται, πάντα τὰ ὄντα καὶ τὰ μὴ ὄντα διαιρεῖ, αἱ δὲ ἄλλαι ἀντιθέσεις οὐδαμῶς· ἥ τε γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἄν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. ἀλλ’ οὐδὲ τῶν ἀσωμάτων οὐδέν, οἷον ἡ ψυχή· οὔτε γὰρ δεξιά ἐστιν οὔτε ἀριστερά. ἀλλ’ οὐδὲ ἡ τῶν ἐναντίων· ἡ γὰρ φωνὴ οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα· ἔστι γὰρ καὶ ἡ λεγομένη σομφή. οὐδὲ ἐπὶ τῶν χρωμάτων τὰ μέν ἐστι λευκὰ τὰ δὲ μέλανα· εἰσὶ γὰρ καὶ τὰ μεταξύ, τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ τὰ τοιαῦτα. ἀλλ’ οὐδὲ ἐπὶ τῆς στερήσεως καὶ τῆς ἕξεως· ὁ γὰρ λί|θος οὐ λέγεται τυφλὸς εἶναι ἢ ὄψιν ἔχειν. [*](128 r) εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν καὶ ἕξιν, τετάρτην δὲ τὴν καταφάσεως καὶ ἀποφάσεως, ἐκ τῶν μαλακωτέραν τὴν ἀντίθεσιν ἐχόντων ἀρ’· ξάμενος καὶ προκόψας ἐπὶ τὰ σφοδροτέρως ἀντικείμενα.

    p. 11b19 Ἀντίκειται δὲ ἕκαστον τῶν τοιούτων, ὡς τύπῳ εἰπεῖν, ὡς μὲν τὰ πρός τι, οἷον τὸ διπλάσιον τῷ ἡμίσει.

    Διὰ τούτων ἔννοιάν τινα ἡμῖν αὐτῶν παραδίδωσιν, ἐπὶ παραδειγμάτων γυμνάζων τὸν λόγον, εἶτα οὕτως διακρίνει ἕκαστον ἰδίᾳ ἀπὸ τῶν λοιπῶν, ἵνα μή τις ὑπολάβῃ τὴν αὐτὴν τούτων ἀντίθεσιν εἶναι· καὶ γάρ τινες ὑπενόησαν τὴν αὐτὴν ἀντίθεσιν εἶναι τῶν ἐναντίων τοῖς πρός τι· τὸ γὰρ ἐναντίον φασὶ τῷ ἐναντίῳ ἐναντίον. λέγομεν οὖν πρὸς τοῦτο . ὅτι τὰ μὲν πράγματα τὰ ὑποδεχόμενα τὴν ἐναντιότητα ποιότητές εἰσιν, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν· οὐδεὶς γὰρ ἄν εἴποι τὸ λευκὸν τῷ μέλανι λευκὸν οὐδὲ τὸ μέλαν τῷ λευκῷ μέλαν. αὐτὴ μέντοι ἡ ἐναν- τιότης τῶν πρός τί ἐστι. καὶ οὐδέν γε ἄτοπον τὴν ἐναντιότητα τῶν πρός τι οὖσαν ἐν ἑτέροις πράγμασι θεωρεῖσθαι· τὰ γὰρ πρός τι ἐλέγομεν μὴ ἰδίαν ἔχειν ὑπόστασιν, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις συνίστασθαι.

    p. 11b21 δὲ τὰ ἐναντία, οἷον τὸ κακὸν τῷ ἀγαθῷ.

    Ἀγαθὸν ἐνταῦθα λέγει οὐ τὸ ὑπερούσιον τούτῳ γὰρ οὐκ ἀντίκειται [*](2 alt. εἰσιν om. C 2. 3 τὴν ἡμετέραν — ἔχει om. C 4 τὰ ὄντα καὶ om. C 8 οὔτε ἀριστερά ἐστιν coll. C post ἐναντ. add. ἀντίθεσις a 9 ἢ μέλ’· εἶναι coll. C 12 τῆς om. C τυφλὸς] λευκὸς C 14. 15 κατάφασιν καὶ ἀπόφασιν Fa 19 ἔννοιαν iter. C ἡμῖν τινα coll. C παραδ. αὐτῶν coll. a 20 οὕτως om. F 21 ὑπολάβοι C 22 εἶναι om. a 24 ἐπιδεχ. C τὴν om. C 25 pr. καὶ om. CF γὰρ om. C ἄν om. F 28 θεωρεῖται F ἐλέγομεν] p. 104,28 28. 29 ἰδίαν μὴ coll. a 30 οἷον τῶ κακῶ τὸ ἀγαθὸν καὶ τῶ ἀγαθῶ τὸ κακόν C 31 λέγων C τοῦτο F)

    171
    τὸ κακόν), ἀλλὰ τὸ ἐναντίον τῷ κακῷ· διττὸν γὰρ τὸ ἀγαθόν, τὸ μὲν [*](128 r) καθ’ αὑτὸ τὸ οὐσιωδῶς ὑπάρχον θεῷ, ὅπερ οὐδὲν ἔχει ἐναντίον τῇ οὐσίᾳ γὰρ οὐδέν ἐστιν ἐναντίον), τὸ δὲ κατὰ συμβεβηκὸς τὸ πρὸς ἀντιδιαστολὴν [*](128 v) τοῦ κακοῦ λεγόμενον, λέγω δὴ τὸ ἐν ἡμῖν· ὥσπερ καὶ τὸ φῶς εἰρήκαμεν διττόν. τὸ μὲν ἐν ἡλίω, ὅπερ οὐκ ἔχει ἀντικείμενον ἑαυτῶ σκότος, ἐπειδὴ συμπληροῖ τὴν οὐσίαν τοῦ ἡλίου καὶ οὐσιῶδες αὐτοῦ ἐστι, τὸ δὲ ἐν ἀέρι κατὰ συμβεβηκὸς αὐτῷ γινόμενον, ᾧ ἀντίκειται τὸ σκότος καὶ αὐτὸ ἐπισυμβαῖνον τῇ ἀποστάσει τοῦ φωτὸς τῷ ἀέρι. καὶ ἡ γνῶσις δὲ διττή, ὥς φησι καὶ ὁ Πλάτων’, ἡ μὲν νοερά, ἥτις μόνως τὸ ἀληθὲς οἶδεν, οὐκ ἔχει δὲ τὸ ψεῦδος ἀντικείμενον, ἡ δὲ διανοητικὴ καὶ ἔτι ἡ δόξα, αἵτινες ἔχουσιν ἀντικείμενον τὸ ψεῦδος· ἔστι γὰρ καὶ διανοεῖσθαι καὶ δοξάζειν ψευδῆ, νοεῖν μέντοι ψευδῆ οὐκ ἔστιν· εἴη γὰρ ἂν ὁ νοῦς ἀνόητος. ‘ἢ γὰρ ἥψατο τοῦ νοητοῦ ὁ νοῦς ἢ οὐχ ἥψατο’ φησὶν ὁ Ἀριστοτέλης• ὥστε ἀναμάρτητος. τούτῳ οὖν ἐνταῦθα τῷ ἀγαθῷ, λέγω δὴ τῷ ἐν τῇ γενέσει, λέγει ἀντικεῖσθαι τὸ κακόν.

    p. 11b32 Ὅσα οὖν ἀντίκειται ὡς τὰ πρός τι, αὐτὰ ἅπερ ἐστὶ ἑτέρων λέγεται. |

    Βούλεται δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ [*](129 r) τῇ τῶν ἐναντίων ἀντιθέσει, καὶ δείκνυσιν αὐτὸ συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι τούτῳ· τὰ ὡς πρός τι ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶ ἑτέ- ρων λέγεται, οἷον τὸ δεξιὸν ἀριστεροῦ δεξιὸν λέγεται, τὰ δὲ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν. τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερά ἐστι παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα.

    p. 11b38 Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν ὥστε ἐν οἷς πέ- φυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται ἀναγκαῖον αὐτῶν θάτερον ὑπάρχειν, τούτων οὐδέν ἐστιν ἀνὰ μέσον. |

    Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται [*](129 v) [*](1 τὸ κακόν om. F τὸ ἐναντ. τῶ κακῶ] τῶ ἐναντίω τὸ κακόν C: τὸ ἐν γενέσει καὶ φθορᾶ, ὅπερ ἔχει ἐναντίον τὸ κακόν a 2 τὸ om. F 2. 3 τῆ οὐσία — ἐναντίον om. CF 3 τὸ (alt.) om. CF 5 ante ἑαυτῶ add. ἐν C 6 οὐσιῶδες a Paris. 1928 Vind. 10 ἕτερ’. καὶ οὐσία αὐτοῦ ἐστι in mrg.): οὐσία CF 7 ὧ] ὃ F 9 καὶ ὁ om. F Πλάτων] Theaet. p. 151 E sq. alias μόνη C 10 καὶ οὐκ ἔχει δέ om.) a 10. 11 αἱ δὲ διανοητικαί εἰσι δόξαι, αἵτιωες a ἔτι] εἴ τι F 12 ψευδῶς (priori l.) a εἴη] ἡ C 13 γὰρ ἄν F φησὶν ὁ Ἀρ’.] cf. Metaph. Θ 10 p. 1051b24. 25 16 μὲν οὖν C (cf. Arist. p. 11b24) ὡς τὰ πρός τι ἀντίκ. coll. C 17 τῶν ἑτέρων F: τῶν ἀντικειμένων C εἶναι λέγεται a 19 αὐτῶ F 20 τοιούτῳ a 21 λέγ’. δεξιόν coll. a 21. 22 ὡς τὰ ἐναντ. ἀντ’. C: ὡς ἀντικ. ὡς (superscr. m. 2) ἐναντ. F 26 αὐτῶν om. C 27 οὐδὲν αὐτῶν τούτων om.) Fa ἀνὰ μέσον] ἐναντίον a)

    172
    νῦν αὐτὴν τῶν λοιπῶν διακρῖναι. καὶ πρότερον διακρίνει τῆς τῶν καθ’ [*](129 v) ἕξιν καὶ στέρησιν ἀντιθέσεως. ἐπειδὴ δὲ συμβάλλεται αὐτῷ πρὸς τοῦτο ἡ τῶν διαφόρων εἰδῶν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἀπαρίθ- μησις, πρότερον παραδίδωσιν ἡμῖν τὰς τούτων διαφοράς. καὶ πρό γε τούτων τὰ διάφορα τῶν ἐναντίων εἴδη παραδίδωσι· μέλλει γὰρ εὐθὺς καὶ ταῦτα διακρίνειν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων. μετὰ δὲ τὴν ἀπαρίθμησιν τῶν διαφόρων εἰδῶν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἐκτίθεται καὶ τὰς διαφορὰς τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀωτικειμένων· τελευταῖον γὰρ καὶ ταῦτα διακρίνει τῶν λοιπῶν· εἰ γὰρ εἰδείημεν τὰς διαφορὰς καὶ τὰ παρακολουθήματα ἑκάστης ἀντιθέσεως, ῥᾳδίως καὶ τὴν πρὸς ἀλλήλας τῶν ἀντιθέσεων διαφορὰν εἰσόμεθα. πρῶτον οὖν, ὡς εἴρηται, τὴν τῶν ἐναντίων διαίρεσιν παραδίδωσιν. ἔχει δὲ δυνάμει τοῦτον τὸν τρόπον· τῶν ἐναντίων τὰ μὲν ἄμεσα οἷον ἄρτιον καὶ περιττόν, τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· μέσον γὰρ τὸ φαιὸν καὶ τὰ λοιπὰ χρώματα. καὶ τῶν ἐμμέσων τὰ μὲν οὕτως ἔχει ὡς δυνατὸν εἶναι ἀμφότερα ἀπεῖναι τοῦ ὑποκειμένου οὐδὲ γὰρ ἀναγκαῖον πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον ἀφωρισμένως παρεῖναι τῷ ὑποκειμένῳ, καὶ οὐχ ὅπερ ἔτυχεν, ὡς τῷ πυρὶ ἡ θερμότης καὶ οὐδέποτε ἡ ψῦξις, τῇ δὲ χιόνι ἡ ψυχρότης καὶ οὐδέποτε ἡ θερμότης διὰ τὸ οὕτως ἑκάτερον τούτων πεφυ- κέναι. καὶ αὕτη μὲν ἡ διαίρεσίς τε καὶ ἡ ὑποδιαίρεσις. καὶ κατὰ ἄλλον δὲ τρόπον ἐπιδιαιρεῖται τὰ ἔμμεσα ἐναντία· τῶν γὰρ ἐμμέσων ἐναντίων [*](130 r) τὰ μὲν ἔχουσι τὰ μέσα ὀνόμασι δηλούμενα, τὰ δὲ λόγῳ καὶ τῇ τῶν ἄκρων ἀποφάσει· τοῦ μὲν γὰρ λευκοῦ καὶ μέλανος τὰ ἐν μέσῳ ὀνόμασιν ἐπικέκληνται, οἷον τὸ φαιὸν τὸ ὠχρὸν τὸ ξανθὸν καὶ τὰ τοιαῦτα τοῦ δὲ φαύλου καὶ σπουδαίου τὸ ἀνὰ μέσον ὀνόματι μὲν οὐ δηλοῦται, τῇ δὲ τῶν ἄκρων ἀποφάσει σημαίνεται τὸ μήτε φαῦλον μήτε σπουδαῖον.

    [*](4 πρός γε a 5 τὰ Paris. 2051 : om. CFa μέλλει] ἀμέλει a 6 διακρίνει a 8 κατὰ om. F 9 pr. γὰρ] οὖν a διαφέρει C 10 καὶ τὰς διαφ. C 11 τὰς . . διαφορὰς a ἄλλας C 13 ἄμεσά ἐστιν a οἷον] ὡς τὸ a καὶ πεp. Ammon.: πεp. CF: καὶ τὸ πεp. a 14 τὸ (ante μέλαν) om. F 16 ἡ ἀπεῖ ναι C οὐδὲ F 2a: οὔτε C: ὥστε F 1 17 ante pr. εἶναι add. ἅμα C: post εἶναι a 18 ἀφωρισμένον F 19 ὁμοίως καὶ τῇ χιόνι δὲ om.) a 20 ψύχρ’.] φύξις C καὶ οὐδέποτε ἡ θερμότης om, F 20. 21 πεφ. τούτων coll. CF 21 ἡ (alt.) om. C καὶ (alt.) om. C 23 λόγοις a 24. 25 ἐπικέκληται a 25 καὶ τὸ ξανθὸν CF 26 ὀνόμασι C 27 post σπουδαῖον arid, τῶν ἐναντίων τὰ μὲν ἔμμεσά ἐστιν ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ ἄμεσα ὡς ἡ add. CF) ἀρτιότης καὶ ἡ add. CF) περιττότης. τὰ μὲν δὲ F) ἀμφότερα δύναται ἀπεῖναι τοῦ ὑποκειμένου, ὡς τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ a) τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ οὕτως ἔχει ὥστε τὸ ἕτερον ἐξ ἀνάγκης τὰ δὲ — ἀνάγκης om. a) παρεῖναι τῶ ὑποκειμένω ὡς τῶ πυρὶ ἡ θερμότης. ἔτι τῶν ἐμμέσων ἐναντίων τὰ μὲν ἔχει τὰ μέσα ὠνομασμένα ὡς τὸ λευκὸν καὶ τὸ add. a) μέλαν, οἷον τὸ φαιὸν ἡ add. CF) τὸ ἐρυθρόν, τὰ δὲ ἔχει τὰ μέσα τῇ τῶν ἄκρων ἀποφάσει δηλούμενα ὡς τὸ φαῦλον καὶ σπου- δαῖον τὸ μήτε φαῦλον μήτε σπουδαῖον in figuram digesta F: oratione continua Ca)
    173

    p. 11b38 Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν ὥστε ἐν οἷς πέφυκε [*](130 r) γίνεσθαι ἢ ὧν κατηγορεῖται.

    Τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς ὑπάρχει τῷ ὑποκειμένῳ, τὰ δὲ καθ’ αὑτό. διὰ μὲν οὖν τοῦ πεφυκέναι γίνεσθαι ἐδήλωσε τὰ κτὰ συμβεβηκὸς ὑπάρχοντα τῷ ὑποκειμένῳ, διὰ δὲ τοῦ κατηγορεῖσθαι τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τὸ δὲ καθ’ αὑτὸ διττόν, ὡς αὐτός φησιν ἐν τοῖς Ἀποδεικτικοῖς· τὸ μὲν ὃ μέρος γίνεται τοῦ ὁρισμοῦ τοῦ ὑποκειμένου πράγματος, ὡς τὸ ζῷον τὸ λογικόν ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ἀνθρώπῳ καὶ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνονται), τὸ δὲ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται, ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, σιμότης καὶ γρυπότης· τό τε γὰρ· ἄρτιον καὶ τὸ περιττὸν ὁριζόμενοι μνη- μονεύομεν τοῦ ὑποκειμένου, λέγω δὴ τοῦ ἀριθμοῦ· ἄρτιον γὰρ λέγομεν ἀριθμὸν | τὸν δίχα τεμνόμενον καὶ περιττὸν ἀριθμὸν τὸν μὴ δυνάμενον 30 v δίχα διαιρεθῆναι. τὸν μέντοι ἀριθμὸν ὁριζόμενος οὐκ ἀνάγκῃ μνημονεύσεις ἀρτίου· ἀριθμὸς γάρ ἐστι πλῆθος καὶ συναγωγὴ μονάδων, καὶ εἰ τὰ μάλιστα, πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός. καὶ τὴν σιμότητα δὲ καὶ τὴν γρυπότητα ὁριζόμενοι ἐξ ἀνάγκης καὶ τοῦ ὑποκειμένου, τῆς ῥινός, μνημονεύομεν, σιμότητα λέγοντες εἶναι κοιλότητα ἐν ῥινί, γρυπότητα δὲ κυρτότητα ἐν ῥινί.

    p. 12a1 Ἀναγκαῖον αὐτῶν θάτερον ὑπάρχειν, τούτων ὐδέν ἐστιν ἀνὰ μέσον.

    Ὃ βούλεται λέγειν ἐν τούτοις, τοιοῦτόν ἐστιν· ὅσα τῶν ἐναντίων τοιαῦτά ἐστιν ὡς ἐξ ἀνάγκης δεῖν τὸ ἕτερον αὐτῶν ὑπάρχειν ἢ ὡς καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τούτων οὐδέν ἐστιν ἀνὰ μέσον, ὅσα δὲ τοιαῦτά ἐστιν ὡς δύνασθαι ἀμφότερα τὰ ἐναντία ἀπεῖναι τοῦ ὑποκει- μένου, ἐν ᾧ ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ὑπάρχουσι, ταῦτα οὐκ ἄμεσά ἐστιν ἀλλ’ ἔχει τι ἑαυτῶν ἀνὰ μέσον· παράδειγμα τοῦ μὲν προ- τέρου τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἐναντίων τὸ ἄρτιον καὶ τὸ περιττόν [*](1 lemma om. C δὲ om. F 3 τῶν γὰρ ἐναντ. a 4 πέφυκε a 6 αὐτός om. C fi. 7 τῇ ἀποδεικτικῇ a (cf. Anal. post. p. α34 sq.) 9 παραλαμβάνεται a οὐ] ὡς C 10 τὸ πεp. καὶ τὸ ἄρτιον coll. C 12 γὰρ εἶναι F 13 τὸν (prius) om. F 14 τμηθῆναι C τοῦ .. ἀριθμοῦ F μέντοι γε a ὁριζομένου F: ὁριζόμενοι a 14. 15 μνη- μονεῦσαι Fa 15 τοῦ ἀρτίου a 17 τὴν om. C ἤγουν τῆς ῥινός a 18 μνημονεύσομεν F 18. 19 καὶ κοῖλ’. et καὶ κυρτ. C 20 τούτων om. CF 21 ἐστιν αὐτῶν F 23. 34 ἡ ὡς καθ’ αὐτὸ ἡ κατὰ συμβεβηκός a: ἐν οἷς πέφυκε γίνεσθαι ἡ οἷς καθ’ αὑτὸ C: ἡ οἷς καθ’ αὑτὸ F 25 εἶναι ἢ ἀπεῖ ναι C 26 ante ταῦτα add. τῶ ὑποκειμένῳ C 27 παραδείγματα F 28 τῶν μέν a)

    174
    (τούτων γὰρ οὐδέν ἐστιν ἀνὰ μέσον), τῶν δὲ κατὰ συμβεβηκὸς νόσος καὶ [*](130 v) ὑγεία. καὶ γὰρ οὐδὲ τούτων ἐστί τι μεταξύ, ἀλλ’ ἐξ ἀνάγκης δεῖ τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ τοῦ ζῴου σώματι, ἶνα λάβωμεν πᾶσαν τὴν ὁπωσοῦν ἐκ τοῦ κατὰ φύσιν ἔκβασιν. τοῦ δὲ δευτέρου παράδειγμα τῶν μὲν καθ’ αὑτὸ ὡς τῷ πυρὶ ἡ θερμότης τῷ ὕδατι ἡ ψυχρότης (ἔστι γάρ τι τούτων ἀνὰ μέσον τὸ χλιαρόν), τῶν δὲ κατὰ συμβεβηκὸς ὡς ἐν ἡμῖν τὸ μέλαν καὶ τὸ λευκόν· ἔστι γὰρ μεταξὺ τὸ φαιόν.

    p. 12a6 Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται·

    Πᾶς γὰρ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, καὶ οὐκ ἂν ῥηθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος.

    p. 12a13 Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται μὲν καὶ κατὰ ἀνθρώπου καὶ ἄλλων πολλῶν. |

    Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, [*](131 r) ἀλλὰ καὶ ἐπ’ ἄλλων, οἷον ἵππου.

    p. 12a20 Ἐπ᾿ ἐνίων μὲν οὖν ὀνόματα κεῖται τοῖς ἄνα μέσον.

    Διὰ τούτων, ὡς ἤδη εἶπον, κατ’ ἄλλον τρόπον τὴν τῶν ἐμμέσων ἐναντίων ποιεῖται ὑποδιαίρεσιν, ἤδη πρότερον ὑποδιελὼν αὐτὰ ταῦτα εἴς τε τὰ δυνάμενα ἄμφω ἀπεῖναι τοῦ ὑποκειμένου καὶ εἰς τὰ ἐξ ἀνάγκης πεφυκότα κατὰ τὸ ἕτερον τῶν ἀντικειμένων ὑπάρχειν τῷ ὑποκειμένῳ.

    p. 12a26 Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι.

    Εἰρηκὼς τὰ διάφορα τῶν ἐναντίων σημαινόμενα, τρέπεται νῦν διδάξαι περὶ τῆς στερήσεως καὶ τῆς ἕξεως· εἴρηται γὰρ ἡμῖν ὅτι συμβάλλεπρός αὐτῷ ἡ τούτων διδασκαλία πρὸς τὴν διάκρισιν αὐτῶν τὴν πρὸς τὰ τι, οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν τῶν ἄλλων ἀντικειμένων διάκρισιν.

    [*](1 γὰρ] δὲ C ἀνὰ] ἐναντίον C 2. 3 δεῖ εἶναι τὸ ἔτ’. παρεῖναι om.) C 3 post σώματι add. νόσον ἢ ὑγείαν a ἵνα] an ἐὰν? ante πᾶσαν inseras νόσον 7 καὶ om. F 11 φαῦλος . . σπουδαῖος CF 11. 12 μὲν κατὰ ἀνθρώπων καὶ om.) a 12 κατὰ ἄλλων Arist. 13 ἀνθρώπων Fa 14 ἐπὶ ἵππου a 15 μὲν οὖν] δὲ F 16 διὰ om. F τοιούτων F: τοῦτο a εἶπον] p. 172,21 20 ταὐτόν] αὐτό F 21 post ἐναντ. add. ἀντικείμενα a 22 τῆς (alt.) om. F εἴρηται] p. 172,2 ἡμῖν ἤδη a 23 αὐτῷ] αὐτῶν F alt. πρὸς] εἰς a)
    175

    p. 12a27 Καθόλου δὲ εἰπεῖν, ἐν ᾧ πέφυκεν ἡ ἕξις γίνεσθαι, [*](131 r) περὶ τοῦτο λέγεται ἑκάτερον αὐτῶν. |

    Τρία δὲ δεῖ παρατηρεῖν ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως, τό τε [*](131 v) πεφυκὸς δέχεσθαι καὶ ὅτε πέφυκε δέχεσθαι, τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τι ἐν ᾧ πέφυκε, καὶ ἐν ᾧ μέρει πέφυκε. περὶ ὃ δὲ πρᾶγμα λέγεται ἡ ἕξις, περὶ τοῦτο καὶ ἡ στέρησις θεωρεῖται· οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆ- σθαι ὄψεως, ἐπειδὴ οὐδὲ ὅλως πέφυκεν ἔχειν ὄψιν, οὔτε τὸν ἄνθρωπον κατὰ τοὺς πόδας λέγομεν ἐστερῆσθαι ὄψεως, ἐπειδὴ μὴ κατ’ ἐκεῖνο τὸ μέρος πέφυκεν ἔχειν τὴν ὄψιν. ἀλλ’ οὐδὲ τὸ σκυλάκιον ἐστερῆσθαι ὄψεως λέγομεν, ἐπειδὴ μὴ ἐν ἐκείνῳ τῷ καιρῷ πέφυκεν ἔχειν. λέγομεν δὲ τὸν ἄνθρωπον κατὰ τὸ πρόσωπον ἐστερῆσθαι τῆς ὄψεως, ἐπειδὴ καὶ πέφυκεν ἔχειν ὄψιν ὁ ἄνθρωπος καὶ ἐν τῷ μέρει τούτῳ καὶ τῷ χρόνῳ, ὁμοίως καὶ νωδὸν λέγομεν οὐχ ἁπλῶς τὸν μὴ ἔχοντα ὀδόντας οὐ γὰρ δήπου καὶ τὸν ἄρτι τεχθέντα· οὐ γὰρ τηνικαῦτα πέφυκεν ἔχειν), ὥσπερ οὐδὲ τυφλὸν τὸ σκυλάκιον, ἀλλὰ νωδὸν λέγομεν τὸν ὑπὸ γήρως, εἰ τύχοι, ἢ ὑπὸ πάθους τῶν ὀδόντων ἐστερημένον.

    p. 12a35 10 δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις. |

    Βούλεται διὰ τούτων δεῖξαι ὁ φιλόσοφος ὅτι οὐκ ἔστι ταὐτὸν τὸ [*](132 r) ἐστερῆσθαι τῇ στερήσει οὐδὲ τὸ ἕξιν ἔχειν τῇ ἕξει· αὐτὴ μὲν γὰρ ἡ ἕξις καὶ ἡ στέρησις ποιότητές εἰσι, τὰ δὲ ἔχοντα τὴν ἕξιν καὶ τὴν στέρη- σιν ποιά εἰσι παρωνύμως ἀπ’ αὐτῶν λεγόμενα, ὥσπερ ἡ λευκότης καὶ τὸ λευκόν· ἡ μὲν γάρ ἐστι ποιότης, τὸ δὲ ποιὸν παρωνύμως ἀπ’ αὐτῆς λεγόμενον. δείκνυσι δὲ τοῦτο ὁ φιλόσοφος, λέγω δὴ ὅτι ἕτερόν ἐστιν ἡ ἕξις καὶ τὸ ἔχειν ἕξιν, οὐ διὰ τῶν γενῶν, λέγω δὴ τῆς ἕξεως καὶ τοῦ [*](1 ἡ ἕξις πέφ. coll. Arist. γενέσθαι F 3 ante τρία add. ἶνα εἵπῃ τὸ πρᾶγμα, ἐν ᾧ πέφυκέ φησιν, ἵνα δηλώσῃ τὸ μερικόν. τὸ δέ πέφυκεν ἔχειν εἶπεν, ἶνα δηλώσῃ τὸν χρόνον. ἰστέον δὲ ὅτι ἡ στέρησις ἢ οὐσίας ἐστὶν ἡ δυνάμεως, ἡ ἕξεως ἡ ἐνεργείας, ἡ ὀρθότητος ἡ τελειότητος. ἀλλ’ ἐπί τινων μὲν τὸ ὄνομα καὶ τὸ πρᾶγμά ἐστι στερητικόν, ὡς ἐπὶ τοῦ ἀναισθήτου, ἐπί τινων δὲ τὸ ὄνομα μόνον, ὡς ἐπὶ τοῦ ἀιδίου καὶ τοῦ ἀσωμάτου τοῦ ἀντιδιαιρουμένου τῷ σώματι, ἐπί τινων τὸ πρᾶγμα μόνον, ἀλλ’ οὐ τὸ ὄνομα, ὡς ἐπὶ κωφοῦ καὶ τυφλοῦ a (Marc. 217) δεῖ οὖν τρία C: τρία δεῖ a 4. 5 corrigas τὸν χρόνον ἐν ᾧ vel ἐν ᾧ χρόνῳ 7 ὄψεως οm. F ἐπεὶ C 9 τὴν om.. F 10 ἐπειδὴ μὴ ἐν ἐκείνω C 2: ἐν ὑποκειμένω post lacunam Χ litt. C 11 κατὰ] καὶ F 12 ἐν τῶ χp. C ὁμοίως δὲ C 15 ante σκῦλ’. add. τυφλὸν C εἰ τύχοι, ἡ ὑπὸ] ἡ C τύχη F ἀπὸ πάθους F 17 τὸ (alt.) om. F ἔχειν τὴν ἔξιν coll. Fa ἐστι] ἔτι F 19 βουλ’. δὲ a 20 τῆ ἔξει] ἕξις C 23 τὰ μὲν γάρ ἐστι ποιά, ἡ δὲ ποιότης πάρων. C αὐτῶν F 21 λεγόμενα C τὸ ὅτι C ἡ om. Fa 25 ἕξιν ἔχειν coll. F post ἕξεως add. καὶ τῆς στερήσεως F)

    176
    τὴν ἕξιν ἔχοντος ἢ διὰ τῆς στερήσεως καὶ τοῦ τὴν στέρησιν ἔχοντος, ἀλλὰ [*](132 r) διὰ τῶν εἰδῶν, λέγω δὴ τῆς ὄψεως καὶ τῆς τυφλότητος καὶ τοῦ τὴν ὄψιν ἔχοντος καὶ τὴν τυφλότητα· σαφέστερα γὰρ τὰ εἴδη τῶν γενῶν· πρόδηλον γὰρ ἐπὶ τούτων ὅτι ἕτερον μέν ἐστιν ἡ τυφλότης ἕτερον δὲ τὸ τὴν τυφλότητα ἔχον, καὶ ἡ ὄψις μέν ἕτερον ὁ δὲ τὴν ὄψιν ἔχ’ ὢν ἕτερος· τὰ μὲν γὰρ ποιότητές εἰσί τινες, τὰ δὲ οὐσίαι μετέχουσαι τούτων. εἰ τοίνυν ταύτα οιαφορα, καὶ τὰ τούτων γένη διάφορα· ὡς γὰρ ἔχει ἡ ὄψις καὶ ἡ τυφλότης πρὸς τὸν ἔχοντα τὴν ὄψιν καὶ τὴν τυφλότητα, οὕτως ἔχει καὶ ἡ ἕξις καὶ ἡ στέρησις πρὸς τὸν ἔχοντα τὴν ἕξιν καὶ τὴν στέρησιν, ἐπειδὴ καὶ ὡς ἔχει ἡ ὄψις καὶ ἡ τυφλότης πρὸς τὴν ἕξιν καὶ τὴν στέρησιν, οὕτω καὶ ὁ τὴν ὄψιν ἔχων καὶ ὁ τὴν τυφλότητα πρὸς τὸν τὴν ἕξιν ἔχοντα καὶ τὴν στέρησιν· εἴδη γὰρ αὐτῶν εἰσιν. εἰ τοίνυν διάφορα ταῦτα, λέγω δὴ ἡ ὄψις καὶ ὁ τὴν ὄψιν ἔχων καὶ ἡ τυφλότης καὶ ὁ τὴν τυφλότητα ἔχων, καὶ τὰ τούτων γένη διάφορα, λέγω δὴ ἡ ἕξις καὶ ὁ τὴν ἕξιν ἔχων καὶ ἡ στέρησις καὶ ὁ τὴν στέρησιν ἔχων.

    p. 12a39 Ἔτι εἰ ἦν ἡ τυφλότης ταὐτὸν τῷ τυφλὸν εἶναι, κατη- γορεῖτο ἄν ἀμφότερα κατὰ τοῦ αὐτοῦ. |

    Καὶ ἄλλως δέ φησιν· εἰ ἦν ταὐτὸν ἡ ὄψις καὶ ὁ τὴν ὄψιν ἔχων, [*](132 v) κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· ὡς γὰρ βροτὸς καὶ ἄνθρωπος καὶ μέροψ ταὐτὸν ὄντα καθ’ ἑνὸς ὑποκειμένου κατηγορεῖται, οὕτω καὶ ταῦτα εἰ ἦσαν ταὐτά, καθ’ ἑνὸς ἄν καὶ τοῦ αὐτοῦ ὑποκειμένου κατηγοροῦντο. νῦν δὲ τυφλότητα μὲν ἔχειν ἡ ὄψιν ὁ ἄνθρωπος λέγεται, τυμλότης δὲ ἁπλῶς ἢ ὄψις οὐ λέγεται. ὥστε καὶ ἐκ τούτου δῆλον ὅτι διάφορα ταῦτά ἐστιν. ἀλλ’ εἰ καὶ διάφορα ταῦτά ἐστι, φησίν, ἀλλ’ οὖν τὸν αὐτὸν ἔχει τῆς ἀντιθέσεως τρόπον· ὡς γὰρ ἀντίκειται ἡ ὄψις τῇ τυφλότητι, ὡς στέρησις καὶ ἕξις, οὕτω καὶ τὸ ἔχειν ὄψιν τῷ τὴν τυφλότητα ἔχειν ἀντίκειται, καθ’ ἕξιν καὶ στέρησιν.

    [*](1 ἣ διὰ τῆς στερήσεως καὶ τοῦ τὴν στέρησιν ἔχοντος om. CF 2 δὴ] δὲ F 4 τούτων] πάντων CF ἡ τυφλ. ἐστὶ coll. C 5 ἡ om. F 6 τινες om. F 7 ex τυφλότης corr. τύφλωσις F 11 ὁ om. a 12 ταῦτα διαφ. coll. a ἡ eras. C 14 ἡ (ante ἕξις et στέp.) om. CF 16 ἔτι] ἐπεὶ CF ταὐτὸν ἡ τυφλ. coll. Fa τῶ] τὸ F: καὶ τῷ a εἶναι τυφλὸν coll. a 16. 17 κατηγοροῖτο C 17 κατὰ τοῦ] ἐπ’ F: κατὰ a post lemma iter. ἐπεὶ (sic) εἰ ἢν ταὐτὸν ἡ τυφλότης τῷ τυφλὸν εἶναι, κατηγορεῖτο ἄν ἀμφότερα κατὰ τοῦ αὐ- τοῦ a 19 κατηγοροῖτο C τοῦ αὐτοῦ Marc. 217: αὐτοῦ CF: τοῦ αὐτοῦ ὑποκειμένου a 22 ὁ om. V 25 ὄψις τυφλ. ἡ et τῆ om.) a 25. 26 ante ὡς στέp. add. καὶ F; ὡς στέρησις καὶ ἕξις eicias 26 οὕτω καὶ τὸ τυφλὸν εἶναι τῶ ἔχειν ὄψιν C)
    177

    p. 12b6 οὐκ ἔστι δὲ οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν [*](132 v) κατάφασις καὶ ἀπόφασις.

    Ὅτι δὲ οὐδὲ ἡ κατάφασις | καὶ ἀπόφασις ταὐτόν ἐστι τοῖς ὑπ’ αἀτῶν [*](133 r) σημαινομένοις, δείκνυσι τοῦτο ἐκ τοῦ τὴν μὲν ἀπόφασιν καὶ τὴν κατάφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σὴ μαινόμενα πράγματα· τὸ μὲν γὰρ Σωκράτης κάθηται’ λόγος ἐστίν , αὐτὸς δὲ ὁ καθήμενος Σωκράτης πρᾶγμά ἐστιν· οὐσία γάρ ἐστι μετά τινος ἐνεργείας, λέγω δὴ τοῦ καθῆ- σθαι. καὶ ταῦτα μέντοι ἀντίκειται ἀλλήλοις τῷ αὐτῷ τῆς ἀντιθέσεως τρόπῳ· καὶ γὰρ ὥσπερ ἀντίκειται ὁ λόγος ὁ λέγων ‘Σωκράτης κάθηται’ τῷ λέγοντι ‘Σωκράτης οὐ κάθηται’, οὕτως καὶ ὁ καθήμενος Σωκράτης τῷ μὴ καθημένῳ ἀντίκειται· ἑκατέρα γὰρ τῶν ἀντιθέσεων ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται.

    p. 12b16 Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκεινται ὡς τὰ πρὸς τι, φανερόν.

    Διδάξας ἡμᾶς ἰδίᾳ περὶ ἑκάστης ἀντιθέσεως νῦν τὴν διάκρισιν αὐτῶν ποιεῖται καὶ διακρίνει τὰ ὡς πρός τι ἀντικείμενα τῶν καθ’ ἕξιν καὶ στέρησην ἀντικειμένων· τῶν γὰρ ἐναντίων ἤδη αὐτὰ διέκρινε. πάλιν δὲ ἐπὶ τῶν εἰδῶν γυμνάζει τὸν λόγον ὡς σαφεστέρων, λέγω δὴ τῆς ὄψεως καὶ τῆς τυφλότητος. καὶ πρῶτον μὲν δείκνυσιν οὕτως συλλογισμῷ πάλιν Χρώ- μένος ἐν δευτέρῳ σχήματι· τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶ τοῦ ἀντικειμένου λέγεται ὁ γὰρ πατὴρ υἱοῦ λέγεται πατὴρ καὶ τὸ δεξιὸν τοὐ ἀριστεροῦ δεξιόν), τὰ δὲ καθ’ ἕξιν καὶ στέρησιν αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται τῶν ἀντικειμένων· ἡ γὰρ ὄψις οὐ λέγεται τυφλότητος εἶναι ὄψις. τὰ ἄρα ὡς [*](133 v) πρός τι ἀντικείμενα ἕτερά εἰσι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων καὶ οὕτω μὲν πρῶτον ἔδειξεν ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, εἶτα ὕστερον δείκνυσι καὶ ἀπὸ τοῦ ἀμφιβόλου ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης λέγεται• τοῦτο γὰρ δοκεῖ λέγεσθαι.

    p. 12b18 οὐδὲ ἄλλως οὐδαμῶς ἡ ὄψις πρὸς αὐτὸ λέγεται.

    Ἀντὶ τοῦ c ὡς δ’ ἄν ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς τὸ ἀντικείμενον [*](1 ἀπόφασιν καὶ κατάφασιν coll. Arist. 2 ἀπόφασις καὶ κατάφασις coll. C Arist.: ταυτὸν καταφάσει a post lemma iter, οὐκ ἔστιν οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπό- φασιν κατάφασις καὶ ἀπόφασις a 3 δὲ om. F ἡ ἀπόφ. C 4 τὴν (alt. om. C 7 pr. ἐστιν om. F 8 ἀντίκεινται C 13 ἀντίκειται a Arist. 18 σαφέστερον F: σαφεστέρων ὄντων a 21 post ἄριστ’. add. λέγεται a 25 μὲν om. C 27 ἡ om. CF 29 ἡ ὄψις om.. Arist.)

    178
    λέγεται, κἄν τε πρὸς δοτικὴν ἢ ἄλλην πτῶσιν ἀποδῷς· οὐδὲ γὰρ ἡ ὄψις [*](133 v) τῇ τυφλότητί ἐστιν ὄψις’.

    p. 12b19 Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ’ ἄν τυφλότης ὄψεως.

    Δείξας ἐπὶ τοῦ ὁμολογουμένου, λέγω δὴ τῆς ὄψεως, ὅτι οὐ λέγεται πρὸς τὸ ἀντικείμενον, νῦν ἐπὶ τοῦ ἀμφιβόλου δείκνυσιν· ἡ γὰρ τυφλότης στέρησις μὲν ὄψεως λέγεται, τυφλότης δὲ ὄψεως οὐδαμῶς. μήποτε δὲ οὐ καλῶς φαμεν τὴν τύφλωσιν μὴ λέγεσθαι ὄψεως τύφλωσιν· εἰ γάρ, ὡς καὶ αὐτός φησι, στέρησιν ὄψεως λέγομεν, τοῦ γένους δὲ κατηγορουμένου τινὸς ἀνάγκη πᾶσα καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι οὐ γὰρ οἷόν τέ τι εἶναι ζῷον ὃ μὴ πάντως ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἤ τι τῶν λοιπῶν ζῴων, ὁμοίως δὲ οὐδὲ στέρησιν εἶναι ἐνδέχεται, εἰ μὴ πάντως εἴη τι οὗ εἶναι λέγεται ἡ στέρησις)· ἀνάγκη οὖν πᾶσα καὶ τὴν κατ’ εἶδος ἀντικειμένην τῇ ἕξει ἐκείνῃ στέρησιν ἐκείνης εἶναι λέγεσθαι· εἰ γὰρ ἡ τῆς ὄψεως στέρησις οὐκ ἔστιν ἀπλῶς καὶ καθόλου πάντως στέρησις, ἀλλὰ τὶς δηλονότι στέρησις, τοῦτ’ ἔστι τύφλωσις· εἰ οὖν ἡ τῆς ὄψεως στέρησις τίς ἐστι στέρησις, αὕτη δὲ ἡ τὶς στέρησις οὐδὲν ἄλλο ἐστὶν ἢ τύφλωσις, ἡ ἄρα τύφλωσις ὄψεως ἐστι τύφλωσις· πῶς γὰρ οἷόν τε ἦν τοῦ γένους τινὸς εἶναι λεγομένου μὴ καὶ τὸ εἶδός τινος εἶναι λέγεσθαι, εἴπερ ἐν ὑπάρξει εἶναι τὰ γένη ἄνευ τινὸς τῶν εἰδῶν ἀδύνατον; ἢ οὖν οὐδὲ τὸ γένος, τοῦτ’ ἔστιν ἡ στέρησις, λέγεται ὄψεως εἶναι στέρησις. ἢ εἰ τὸ γένος, πάντως καὶ τῶν εἰδῶν τι. ἀλλ’ ἴσως εἴποι ἄν τις πρὸς τοῦτο ὡς εἴπερ λέγομεν γνώσεως στέρησιν, ἀνάγκη ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ εἶναί τι τῶν εἰδῶν τῆς στερήσεως ταύτης ὃ τῆς γνώσεως κατηγορηθήσεται ἢ πρὸς αὐτὴν λεχθήσεται· νῦν δὲ τοῦ γένους κατηγορουμένου τῆς γνώσεως, εἶδός τι τῆς αὐτῆς κατηγορούμενον οὐχ εὑρίσκομεν. ἔστιν οὖν πρὸς τοῦτο εἰπεῖν ὅτι μηδ’ ἔχομεν τὴν ἀντικειμένην τῇ γνώσει στέρησιν ὠνομασμένην, ὥσπερ ἡ τῇ ὄψει ἀντικειμένη στέρησις τυφλότης καλεῖται, ὡς εἴπερ ἦν, ἐλέχθη ἂν κἀκείνη πρὸς τὴν γνῶσιν, ὡς ἡ τυφλότης ὄψεως λέγεται τυφλότης· ὁπηνίκα γὰρ τὰς στερήσεις κατὰ στερήσεις τῶν ἕξεων ὀνομάζο- [*](1 post λέγεται add. δηλοῖ τοίνυν τὸ οὐδαμῶς ὅτι a 1. 2 οὐδὲ — ἐστιν ὄψις om. C lemma iacipil ab ἡ γὰρ ὄψις (p. 12b18 C 3 λέγεται (ἂν om.) Fa 5 aute δείξας add. ex Marc. 217 οὐ γὰρ ἡ ὄψις τυφλότης γίνεται, εἰ καὶ ὀφθαλμὸς τυφλὸς γίνεται. οὐ λέγεται οὖν ἡ τυφλότης ὄψεως τυφλότης, ἀλλ’ ἡ τυφλότης ὄψεως στέρησις. οὐδὲ γὰρ τὸ σκότος φωτὸς σκότος λέγεται, ἀλλὰ φωτὸς στέρησις. οὐδὲ γὰρ τὸ φῶς σκότος γίνεται, ἀλλ’ ὁ ἀὴρ σκοτεινός, εἰ καὶ δι’ ἐπιπρόσθησιν φωτός ἰστέον δὲ ὅτι ἡ ὄψις οὐ μόνον τὴν ὀπτικὴν ἐνέργειαν δηλοῖ, ἀλλὰ καὶ τὸ ὑποκείμενον, τὸν ὀφθαλμόν. a ἐπὶ] ἀπὸ C 6 post ὦφλ’. add. φησὶ a 7 λέγεται om. C alt. δὲ om. F 8. 9 μὴ λέγεσθαι φησι om. CF 10 post εἰδῶν add. αὐτοῦ a post κατηγορεῖσθαι add. τινος a τι (alt.) om. F 14 στέρησιν inserui εἰ γὰρ ἡ] ἡ γὰρ a, fort. recte, nisi malis εἰ γὰρ — τύφλωσις (16) eicere 20 posi τινὸς add. εἶναι a 22 ὡς] ὥσπερ F 23 ὅσα C τοῦτο F 26 εὑρίσκ. οὐδαμῶς οὐχ om.) C)

    179
    μεν, ὡς ἀγνωσίαν καὶ ἀμαθίαν καὶ τὸ ἄσοφον καὶ τὰ παραπλήσια, οὐκέτι [*](134r) δηλονότι τοῦ ἀντικειμένου τὰ τοιαῦτα εἶναι λέγεται, ἀλλὰ τοὐ δεκτικοῦ· οὐ γὰρ ἡ ἀγνωσία γνώσεως ἀγνωσία λέγεται, ἀλλὰ ψυχῆς ἀγνωσία, καὶ ἀμαθία καὶ τὰ λοιπά· ἔχει γὰρ ἐν ἑαυτοῖς τὸ ἀντικείμενον, οὗ τὴν στέρησιν κατηγορεῖ. ἀλλ’ εἰ καὶ ἡ στέρησις αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου εἶναι λέγεται, οὐ μόνον αὐτὸ τὸ γένος, ἀλλ’ εἴ τι καὶ τῶν ὑπὸ ταύτην εἰδῶν εἴη ὠνομασμένον, ἀλλ’ οὖν οὐκέτι καὶ ἡ ἕξις αὐτὸ ὅπερ ἐστὶ τῆς στερήσεως | εἶναι λέγεται, τῶν δὲ πρός τι ἑκάτερον τῶν ἀντικειμένων [*](134v) αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου εἶναι λέγεται, ὡς ἐφεξῆς φησιν ὁ Ἀριστοτέλης. ὥστε ταύτῃ ἄν διακρίνοιτο τὰ καθ’ ἕξιν καὶ στέρησιν ἀντικείμενα τῶν πρός τι. καὶ τοῦτο δ’ ἄν τις εἴποι ὅτι οὐχ ὃν τρόπον τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων εἶναι λέγεται, οὕτως καὶ ἡ στέρησις τῆς ἕξεως εἶναι λέγεται στέρησις· τὰ μὲν γὰρ πρός τι ὡς συναίτια ἀλλήλων οὕτως ἑκάτερον τῶν ἀντικειμένων τοῦ λοιποῦ εἶναι λέγεται, ἡ δὲ στέρησις τῆς ἕξεως εἶναι λέγεται οὐχ ὡς τοῦ εἶναι αὐτῆς τοὐναντίον δὲ τοῦ μὴ εἶναι αἰτία οὖσα. μήποτε δὲ ἔστι συνηγορῆσαι τῷ Ἀριστοτέλους λόγῳ φάσκοντι τὴν μὲν στέρησιν ὄψεως εἶναι λέγεσθαι στέρησιν τοφλότητα δὲ ὄψεως μηκέτι· ἰδοὺ γοῦν καὶ φωτὸς μὲν στέρησίν φαμεν, σκότος δὲ φωτὸς οὐκέτι, καίτοι τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις, ὡς ἡ τυφλότης ὄψεως στέρησις, ὡς ἐν ἑτέροις ἡμῖν διὰ πλειόνων δέδεικται. ἀλλ’ ὥσπερ πήρωσιν μὲν σκελῶν φέρε λέγομεν, οὐκέτι δὲ πήρωσιν ἀρτιότητος ἢ ὀρθότητος ἢ εὐθύτητος, ἢ ὅπως ἄν τις τὴν τῶν σκελῶν κατὰ φύσιν θέσιν καλῇ, ὀνομάσειεν, οὕτω δηλονότι καὶ σκότος μὲν ἀέρος λέγομεν, σκότος δὲ φωτὸς οὐκέτι. οὐδ’ ἄρα τύφλωσιν ὄψεως, ἀλλ’ εἴπερ ἄρα, ὀφθαλμῶν τύφλωσιν, ὡς καὶ πήρωσιν ὀφθαλμῶν· ὁ μὲν γὰρ ὀφθαλμὸς τὸ μόριον σημαίνει τὸ μετέχον τῆς ὄψεως, ἡ δὲ ὄψις αὐτὴν τὴν δύναμιν. ἀλλ’ ἐπειδὴ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ποιοτήτων πολλάκις ὁμωνύμως τῇ ποιότητι τὸ πεποιωμένον ὀνομάζομεν, λευκὸν λέγοντες καὶ τὸ λελευκασθμένον σῶμα καὶ αὐτὴν τὴν λευκότητα, καὶ θερμὸν καὶ ψυχρὸν ὁμοίως καὶ βαρὺ καὶ κοῦφον καὶ τὰ λοιπά, οὕτω δὲ καὶ ὄψιν οὐ μόνον ἐπὶ τῆς δυνάμεως ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν ὀργάνων φέρομεν, τοὺς ὀφθαλ|μοὺς ὄψιν καλοῦντες, τὴν δὲ τύφλωσιν τῶν ὀφθαλμῶν εἶναι [*](135r) λέγομεν κυρίως, λέγονται δέ, ὡς εἶπον, οἱ ὀφθαλμοὶ ὄψις · διὰ ἄρα καὶ τύφλωσιν ὄψεως λέγομεν οὐκ ἐπὶ τῆς δυνάμεως ἀλλ’ ἐπὶ τῶν ὀργάνων φέροντες τὸ τῆς ὄψεως ὄνομα. ὁ δὲ Ἀριστοτέλης φησὶ πρὸς τὴν ἀντικειμένην δύναμιν μὴ λέγεσθαι τὴν τύφλωσιν, ὅπερ ἐστὶν ἀληθές.

    [*](6 εἶναι om. C τούτων C 7 ὀνομαστέον F 8 post τῶν δὲ add. τῶν F 10 ταύτης F 16 τῷ τοῦ ἀριστ. a 18 γοῦν] γὰρ F 19 καίτι F 20 post alt. ὡς add. καὶ C ἐν ἑτέροις] quo nos releget nescio 21 alt. πήρωσιν] στέρησιν C 22 ἢ εὐθ. ἡ ὀρθ. coll. a 23 καλεῖ C1: καλῶν ὀνομάσειεν eicias οὕτω om. F 28 ante λευκὸν add. σῶμα a 32 δὲ om. F 33 οἱ] κυρίως a ὄψεις CF 34 ἀλλ’] ἀλλὰ καὶ F)
    180

    Λείπεται ἄρα ἐνεῖνο ἡμᾶς ἐπιλύσασθαι, πῶς τοῦ γένους αὐτῆς, λέγω [*](135r) τῆς στερήσεως, τῆς ἕξεως εἶναι λεγομένης οὐχὶ καὶ τῶν τῆς στερήσεως ἕκαστον εἰδῶν τινὸς ἀντικειμένης ἕξεως λέγεται, εἴπερ ἀληθὲς ὡς ἐφ’ ὧν τὸ γένος λέγεται, πάντως καὶ τῶν ὑπὸ τὸ γένος εἰδῶν τι κατηγορεῖται. φημὶ οὖν ὅτι αἱ μὲν ἕξεις πράγματά τινά εἰσιν εἰδοπεποιημένα καὶ ὑφεστηκότα, καὶ διὰ τοῦτο εἰκότως γένος οὖσα ἡ ἕξις ἔχει καὶ τὰ ὑποκείμενα εἴδη ὑπάρχοντα καὶ εἶδός τι φυσικὸν ἔχον ἕκαστον, ἡ δὲ στέρησις οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπουσία τῆς ἕξεως, ὥστε αὐτὴ κατὰ τὸν ἑαυτῆς λόγον τὸ μὴ ὄν ἐστι. πῶς οὖν τοῦ μὴ ὄντος ὡς ὑπάρχοντός τινα εἴδη ζητοῦμεν; ὥστε εἰ καὶ ἔστι τις εἰδικωτέρα τινὶ ἕξει στέρησις ἀντικειμένη, οὐχ ὡς ὄν τι ἀντίκειται ἀλλὰ πάλιν ὡς μὴ ὂν κατὰ ἀπόφασιν τῆς ἕξεως, οἷον τῷ σοφῷ τὸ ἄσοφον καὶ τῷ ὀδόντας ἔχοντι τὸ νωδόν, παρὰ τὸ νω στερητικὸν καὶ τὸν ὀδόντα. καὶ αὗται μὲν οὖν αἱ μερικαὶ στερήσεις ὁμοίως τῷ γένει κατὰ ἀπόφασιν τῆς ἕξεως λέγονται. εἴ που δὲ εὑρεθείη στερήσει τινὶ κείμενον ὄνομα, ὡς ἡ ἀπουσία τῆς ὄψεως τύφλωσις ὀνομάζεται ἢ ἡ τοῦ φωτὸς ἀπουσία σκότος, οὐ τῆς ἀπουσίας τῆς ἕξεως κατηγορεῖται τὸ τοιοῦτον ὄνομα, ἀλλὰ τοῦ πάθους τοῦ περὶ τὸ δεκτικὸν γενομένου ἢ ἄλλου τινὸς ἐπισυμβαίνοντος τῇ ἀπουσίᾳ τῆς ἕξεως, ὥσπερ τὸ σκότος παρὰ τὸ σκιάζειν εἴρηται ἡ δὲ σκιὰ ἐπιπρόσθησίς ἐστι φωτός, ἥτις ἐν τῷ ἀέρι ἢ ἁπλῶς ἐν τῷ | διαφανεῖ συμβαίνει, ἤ, ὡς Ἡρωδιανός φησι, παρὰ τὸ [*](135v) σχεθεῖν· ἐπέχει γὰρ ἡμῶν τὸ εἰδέναι ἢ τῶν προόδων καὶ τῶν πολλῶν ἐνεργειῶν ἐπιχείρησις. καὶ ἡ τύφλωσις δὲ ἴσως παρὰ τὸ τύφειν καὶ ὁ τυφλὸς οἱονεὶ τυφὸς ὁ ὑποκεκαυμένας τὰς ὄψεις ἔχων (“κενεαὶ γάρ,’’ φησὶν ὁ ποιητής, “ὑποσμύχονται ὀπωπαί”), ὡς καὶ ὁ πηρὸς παρὰ τὸ πήθω — — πηρός, ὡς παρὰ τὸ ὀκνῶ — ὀκνήσω — ὀκνηρός. εἰκότως ἄρα τὰ τοιαῦτα τῶν ὀργάνων εἶναι λέγεται καὶ οὐχὶ τῶν ἕξεων· πάθη γὰρ τῶν ὑποκειμένων σωμάτων εἰσι ταῖς ἕξεσι καὶ οὐχὶ αὐτῶν τῶν ἕξεων.

    p. 12b21 Ἔτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται.

    Πᾶλιν ἑτέρῳ συλλογισμῷ δείκνυσιν ὅτι ἕτερά εἰσι τὰ ὡς πρός τι ἀντικείμενα τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων· λέγει γὰρ δυνάμει οὕτως· [*](2 λεγομένων F 2. 3 τῶν τῆς στεp. ἕκαστον εἰδῶν] τῶν στερήσεων ἕκαστον εἶδος C: τῶν εἰδῶν τῆς στερήσεως ἕκαστον εἶδος a 3 τινὸς τῆς F 5 τινά om. C 6. 7 ὑποκείμ. αὐτῇ a 10 ἰδικωτ. C 12. 13 παρὰ —ὀδόντα eicias 13 στερητ. add. μόριον F μὲν om. F οὖν om. C 14 εἴ που] ὅπου C 17 περὶ] παρὰ a 18 ἐπισυμβεβηκότος a 19 τῶ om. F 20 Ἡρωδιανός] fr. 673 (II 380,15) Lentz, qui cum Lobeckio (Rhem. p. 89) non ad σκιά sed ad σκότος haec referre debebat 21 σχέθεν C ἡμῶν τὸ εἰδέναι] ἡμᾶς τοῦ θεάσασθαι Laur. 72,1 correctione, ut videtur, necessaria) προσόδων a 22 ἐπιχείρησις C: ἐπέχει Fa; an ἐπιχειρήσεως? 23 ἐπικεκαυμ. a 23.24 ὁ ποιητὴς om. CF (cf. Apoll. Arg. II 445) 24 ὑποσμήχονται a 25 ὀκνῶ om. CF 26 εἶναι om. C λέγονται Fa 26. 27 πάθη —ἕξεως om. C 27 σωμάτων Paris. 2051 : αὐτῶν 28 πάντα om. F 29 ἐστι a)

    181
    τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται (ὥσπερ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, οὕτω καὶ ὁ υἱὸς πατρὸς υἱός), τὰ δὲ καθ’ ἕξιν καὶ στέρησιν οὐ λέγεται πρὸς ἀντιστρέφοντα· οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος εἶναι ὄψις. τὰ ἄρα πρός τι ἕτερά εἰσι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων.

    p. 12b26 Ὅτι δὲ οὐδὲ ὡς τὰ ἐναντία ἀντίκειται τὰ κατὰ καὶ ἕξιν λεγόμενα, ἐκ τῶνδε δῆλον.

    Διέκρινε τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων ἀντιθέσεως 〈καὶ τῆς〉 τῶν κατὰ στέρησιν καὶ ἕξιν· εἶτα νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα τῶν ὡς ἐναντίων ἀντικειμένων. καὶ ὤφειλε μὲν ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ τὰ πρός τι διακρῖναι τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων, ἐπειδὴ δὲ μέλλει ἑνί τινι λόγῳ διακρίνειν τὰ | κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικείμενα τῶν λοιπῶν, διὰ τοῦτο νῦν ὑπερτίθεται διακρῖναι τὰ πρός τι τῆς καταφάσεως καὶ ἀποφάσεως, ἵνα μὴ τὰ αὐτὰ λέγειν ἀναγκάζηται. πάλιν δὲ ἀναλαμβάνει τὴν ἀπαρίθμησιν τῶν εἰδῶν τῶν ἐναντίων· βούλεται γὰρ ἀντικείμενα πάντων τῶν ἐναντίων τὰ καθ’ ἕξιν καὶ στερησιν.

    p. 12b27 Τῶν μὲν γὰρ ἐναντίων, ὧν μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον, ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται, θάτερον αὐτῶν ὑπάρχειν.

    Πάντως γὰρ ἀνάγκη τὸν ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ νοσεῖν ἢ ὑγιαίνειν τὸ ζῷον.

    p. 12b32 Ὧν δὲ ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀνάγκη παντὶ θάτερον.

    Oὐδὲ γὰρ ἐξ ἀνάγκης πᾶν σῶμα ἢ λευκόν ἐστιν ἢ μέλαν (ἔστι γὰρ καὶ τὸ φαιόν) ἢ πάλιν θερμὸν ἢ ψυχρόν· ἔστι γὰρ καὶ τὸ χλιαρόν.

    p. 12b35 Ἔτι δὲ καὶ τούτων ἦν τι ἀνὰ μέσον, ὧν μὴ ἀναγκαῖον ἦν θάτερον ὑπάρχειν τῷ δεκτικῷ, εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει.

    Τοῦτο ἦν τὸ τρίτον τῶν ἐναντίων εἶδος, ὅπερ ἔχει μέν τι ἀνὰ μέσον, πλὴν τὸ ἕτερον τῶν ἐναντίων ἐξ ἀνάγκης | πάρεστι τῷ δεκτικῷ διὰ τὸ [*](136v) [*](1 γὰρ] καὶ C: om. F 2 δὲ om. C 4 ἐστι a 5 ἀντίκεινται C 7 ante τῶν πρός add. περὶ C 8 καὶ τῆς inserui 9 ἐναντία C 10 τὰ πρός τι om. C ἀπόφ. καὶ κατάφ. coll. a 11 διακρίνειν post ἀπόφ. (12) coll. C 12 ἀντικείμενα om. C 13 ἵνα γὰρ F 14 δὲ om. F 15 βούλεται — ἐναντίων τὰ om. F an γὰρ <δεῖξαι>? 24 ἢ (prius) om. F 25 θερμὸν om. F 27 ἧν om.)

    182
    κατὰ φύσιν αὐτῷ ὑπάρχειν, οἷον τῷ πυρὶ τὸ θερμόν, τῇ χιόνι τὸ λευκόν. [*](136v) οὐδέποτε δὲ ἑκάτερον τῶν ἐναντίων ἐνδέχεται ἀπεῖναι τοῦ δεκτικοῦ· ἀδύνατον γὰρ τὸ πῦρ μὴ θερμὸν εἶναι ἢ τὴν χιόνα μὴ ψυχρὰν ἢ μὴ βαρεῖαν τὴν γῆν ἢ τὸ πῦρ μὴ κοῦφον.

    p. 13a3 Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως οὐδέτερον εἰρημένων ἀληθές.

    Ἀναμνήσας ἡμᾶς τῶν διαφόρων τρόπων τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· καὶ πρότερόν γε αὐτὴν διακρίνει τῶν ἀμέσων ἐναντίων· φησὶ γὰρ οὕτως·

    p. 13a4 Οὐ γὰρ ἀεὶ τῷ δεκτικῷ ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν.

    Ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπῆρχε τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστι τῷ ὑποκειμένῳ, ἀλλ’ ἐνδέχεται ἑκάτερον ἀπεῖναι· τὸ γὰρ σκυλακιον οὔτε τυφλόν ἐστιν οὔτε ὄψιν ἔχει, καὶ τὸ ἄρτι τεχθὲν παιδίον οὔτε νωδόν ἐστιν οὔτε ὀδόντας ἔχει· ὁ δὲ ἀριθμὸς πάντως ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ τὸ ζῷον ἐξ ἀνάγκης ἢ νοσεῖ ἢ ὑγιαίνει. ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν.

    p. 13a8 Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον· ἀναγκαῖον γάρ παντὶ τῷ δεκτικῷ θάτερον αὐτῶν ὑπάρχειν.

    Νῦν διακρίνει τῶν ἐμμέσων ἐναντίων τὰ κατὰ στέρῃ|σιν σιν καὶ ἕξιν,[*](137r) καὶ πρότερόν γε τῶν πεφυκότων κατὰ ἀμφότερα τὰ ἐναντία ἀπεῖναι τοῦ ὑποκειμένου· ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὅταν ᾖ τὸ ὑποκείμενον τούτων δεκτικόν, ἐξ ἀνάγκης αὐτῷ τὸ ἕτερον πάρεστιν· ὁ γὰρ Σωκράτης ἐξ ἀνάγκης ἢ τυφλός ἐστιν ἢ ὄψιν ἔχει, οὐκ ἐξ ἀνάγκης δὲ ἢ λευκός ἐστιν ἢ μέλας· δυνατὸν γὰρ αὐτῷ μηδέτερον τούτων ὑπάρχειν καὶ πεφυκότα γε δέχεσθαι τῶν ἐναντίων ἑκάτερον.

    [*](1 αὐτῶ om. F λευκόν (superscr. ψυχρόν) C 2 τῶ δεκτικῷ C 3 ψυχρὰν] an λευκἠν? 4 μὴ τὸ πῦρ coll. F 8 ὅτι om. C 9 ἀντιθέσεων C 11 οὐδὲ a Arist. 13. 14 ἐπὶ — ὑποκειμένῳ om. C 13 γὰρ] δὲ F ὑπάρχει a 15 πάρεστι] ἐστι a 16 ἔχον CF 18 ἢ (ante νοσεῖ) om. CF ὥστε] οὕτως C 20 τι om. Fa ἀνὰ μ. ἐστίν coll. C 23 γε om. C γὰρ σωκp. ὅταν ἤδη πεφυκώς, ἀνάγκῃ τυφλὸς ἢ ὄψιν ἔχειν ῥηθήσεται· ἐπὶ δὲ τῶν ἐναντίων οὐχ οὕτως· οὐκ ἐξ ἀνάγκης δὲ ἢ λευκός a 27 ἢ μέλας ἡ λευκός ἐστιν coll. C αὐτῶν F: αὐτὸν a ὑπάρχειν] εἶναι a 28 an πεφυκότι? γε] δὲ C)
    183

    p. 13a11 Καὶ τούτων οὐκ ἀφωρισμένως θάτερον, ἀλλ᾿ ὁπότερον ἔτυχεν· οὐ γὰρ ἀναγκαῖον ἢ τυφλὸν ἢ ὄψιν ἔχον εἶναι, ἀλλ’ ὁπότερον ἔτυχεν·

    Διὰ τούτων πάλιν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἐμμέσων ἐναντίων, ἐφ’ ὧν πέφυκεν ὡρισμένως τὸ ἕτερον τῶν ἐναντίων παρεῖναι τῷ δεκτικῷ· ἐπὶ μὲν γὰρ τῆς στερήσεως, φησί, καὶ τῆς ἕξεως οὐκ ἀφωρισμένως τὸ ἕτερον πάρεστι τῷ ὑποκειμένῳ, ὁπόταν πέφυκε δέχεσθαι, ἀλλ᾿ ἔτυχεν (οὐ γὰρ ἀφωρισμένως Σωκράτης ἢ τυφλός ἐστιν ἢ ὄψιν ἔχει, ἀλλ’ ὡς ἂν ἔτυχεν), ἐπὶ δὲ τῶν ἐμμέσων ἐναντίων, ἐφ’ ὧν τὸ ἕτερον πέφυκε παρεῖναι τῷ ὑποκειμένῳ, ἀνάγκη ἀφωρισμένως τὸ ἓν παρεῖναι καὶ οὐδέποτε τὸ ἐναντίον· τῷ γὰρ πυρὶ ἀφωρισμένως πάρεστι ἡ θερμότης καὶ τῇ χιόνι ἡ λευκότης καὶ ἡ ψῦξις, τὸ δὲ ἐναντίον οὐδέποτε. καὶ τοῦτο διὰ τὴν τοῦ ὑποκειμένου φύσιν, ἐπεὶ καθ’ αὑτὴν ἡ θερμότης καὶ ἡ ψυχρότης * ἔμμεσά ἐστιν· ὥστε κατ’ οὐ|δέτερον τρόπον τῶν ἐμμέσων ἐναντίων ἡ 137v τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις ἡ αὐτή ἐστιν.

    p. 13a17 Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γενέσθαι.

    Διελὼν τὰ ἐναντία καὶ δείξας κατὰ μέρος ὡς οὐδενὶ τῶν ἐναντίων εἴδει ἡ αὐτή ἐστιν ἀντίθεσις ἡ τῶν κατὰ στέρησιν καὶ ἕξιν, νῦν καθολικῷ λόγῳ ταῦτα ἀλλήλων διακρίνει λέγων οὕτως· τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα (τὸ γὰρ θερμὸν εἰς ψυχρὸν μεταβάλλει καὶ τὸ ψυχρὸν εἰς θερμὸν καὶ τὸ μέλαν εἰς λευκὸν καὶ τὸ λευκὸν εἰς μέλαν), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· εἰ γὰρ καὶ ἡ ὄψις εἰς τύφλωσιν μεταβάλλει, ἀλλ’ οὐ|χὶ καὶ ἡ τύφλωσις εἰς τὴν ὄψιν· τὰ ἄρα ἐναντία οὐκ ἔστι τὰ [*](138r) αὐτὰ τοῖς κατὰ στέρησιν καὶ ἕξιν. καλῶς δὲ εἶπεν ὑπάρχοντος τοῦ δεκτικοῦ· διὰ γὰρ τοῦτο καὶ ἡ τῶν ἐναντίων εἰς ἄλληλα μεταβολὴ γίνεται, ἐπεὶ καθ’ ἑαυτὰς αἱ ποιότητες ἀμετάβλητοί εἰσιν, ἐν ὑποκειμένῳ δὲ γινόμεναι τὴν μεταβολὴν ὑπομένουσι. καλῶς δὲ εἶπε καὶ τὸ δυνατόν· οὐ γὰρ ἀεὶ τὰ ἐναντία τὴν εἰς ἄλληλα μεταβολὴν ποιοῦνται· ὅσα γὰρ ἀφωρισμένως φύσει τινι ὑποκειμένῳ ὑπάρχουσι, ταῦτα οὐδέποτε εἰς τὰ ἐναντία μεταβάλλει· οὔτε γὰρ ἡ ἐν πυρὶ θερμότης μεταβάλλοι ἄν εἰς ψυχρότητα οὔτε ἡ ἐν χιόνι ψυχρότης ἢ λευκότης εἰς θερμότητα ἢ μελανίαν μεταβάλλοι.

    [*](2 ἔχον ὄψιν coll. Arist. 7 ὁπόταν haud sanum 8 ἔτυχεν] ἔσχεν C ὁ σωκp. a 11 ἡ θερμ. πάρεστι coll. a 13 ψυχρότης defectum signavi; suppleveris τῷ πυρὶ καὶ τῇ χιόνι πάρεισιν. ἡ δὲ θερμότης καὶ ἡ ψυχρότης 14 οὐδένα C 17 γίνεσθαι Arist. 18 οὐδὲν C 19 ἀντίθεσις post ἕξιν coll. a 21 τὸ γὰρ — ἄλληλα (23) om. C μεταβάλλει — θερμὸν om. F 23 εἰς ἄλλ. οὐ coll. a 26 τούτων C 27 ἐπεὶ καὶ C 30 ὑπάρχ. ὐποκ. coll. C 32 μεταβάλλει (sic) ante εἰς θερμ. coll. C)
    184

    p. 13a22 Καὶ ἐκ σπουδαίου γε φαῦλον καὶ ἐκ φαύλου σπουδαῖον δυνατὸν γενέσθαι.

    Ὀτι μὲν ἐκ σπουδαίου φαῦλον δυνατὸν γενέσθαι οὐ δείκνυσιν, ὅτι ἐκ φαύλου σπουδαῖον κατασκευάζει. σπουδαῖον δὲ ἐνταῦθα λέγει οὐ τὸν τέλειον καὶ ἐν ἐπιστήμῃ τὸ καλὸν ἔχοντα· οὗτος γὰρ ἀμετάβλητον ἔχει τὴν ἕξιν, ἅτε δὴ μὴ μόνον ὅτι καλὸν ἡ ἀρετὴ εἰδὼς ἀλλὰ καὶ διότι καλόν. οὐ τοῦτον τοίνυν λέγει μεταβάλλειν, ἀλλὰ τὸν ὀρθοδοξαστικόν· οὗτος γὰρ μεταβάλλοι ἄν ἐπὶ τὸ φαυλότερον παραλογιζόμενος καὶ ἀπατώμενος ὑπὸ μοχθηρῶν ἀνδρῶν τὸ διότι καλὸν ἡ ἀρετὴ μὴ ἐπιστάμενος.

    p. 13a29 Καὶ τοῦτο ἀεὶ γινόμενον τελείως εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαταστήσειεν ἄν, εἴπερ μὴ χρόνῳ ἐξείργηται.

    Εἰκὸς γὰρ ἢ νόσῳ μεταξὺ διακοπῆναι τὴν συνέχειαν ἢ πραγμάτων φροντίσιν ἢ διατριβῇ φαυλοτέρων ἀνδρῶν. καὶ ἄλλως δὲ εἴ τις ἐν ἐσχάτῳ γήρᾳ ἄρξηται φιλοσοφεῖν, εἶτα μεταξὺ θανάτῳ διακοπῇ, πρὶν ἢ εἰς τὴν τελείαν τῆς ἀρετῆς ἕξιν μεταβάλλοι.

    p. 13a34 Οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψε.

    Κατά γε ἰατρικὸν λόγον καὶ φυσικὸν οὐδείς ποτε τυφλὸς ὢν ἀνέβλεψεν, εἰ μὴ ἄρα κατά | τινα θείαν ἔλλαμψιν.

    [*](138v)

    p. 13a37 Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων ἀντίκειται.

    Διέκρινε τὰ πρός τι τῶν κατὰ στέρησιν καὶ ἕξιν καὶ τῶν ἐναντίων καὶ ταῦτα τῶν κατὰ στέρησιν καὶ ἕξιν· γίνονται οὖν συζυγίαι τρεῖς· λείπονται τοίνυν ἄλλαι τρεῖς συζυγίαι κατὰ τὴν παραδεδομένην ἐν τῇ Εἰσαγωγῇ μέθοδον. ἡ δὲ μέθοδος ἦν τοιαύτη· δεῖ πολλαπλασιάζειν τὸ προτεθὲν πλῆθος ἐπὶ τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ τοῦ συναχθέντος ἀριθμοῦ λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας ἀποφαίνεσθαι τὰς συζυγίας· οἷόν ἐστι τὰ προτεθέντα ἡμῖν πράγματα τέσσαρα, ταῦτα πολλαπλασιάζομεν ἐπὶ [*](1 γε Marc. 217: δὲ C: τε Fa 3 μὲν γὰρ C 6 ἡ om. CF διότι] διὰ τί CF (cf. v. 9) 7 λέγει om. F 10 γινόμενος C 11 ἀποκαθίστησιν (ἂν om.) a Arist. ἐάν περ a Arist. ἐν χρόνω CF τὴν συνέχειαν om. F 14 ἄρξεται CF ἣ om. F 15 μεταβάλλει F1 17 γε post ἰατp. coll. a: om. F λόγον δηλονότι a ποτε om. C 19 ante lemma add. tit. περὶ τῶν ὡς κατάφασις καὶ ἀπόφασις ἀντικειμένων C ἀντίκεινται C 20 τρόπον τῶν εἰρημένων (τρόπων om.) F 21 διάκριναι F 23 τοίνυν] οὖν C 25 post ἀριθμὸν add. τουτέστι τὸν τρίτον F 26 τὰς om. CF 27 παραπλασ. C)

    185
    τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τρία, καὶ γίνονται τετράκις τρία — [*](138v) δώδεκα, τούτων τὸ ἥμισυ ἕξ· τοσαῦται οὖν εἰσιν αἱ συζυγίαι. τῶν τριῶν τοίνυν ἡμῖν παραδεδομένων, ὡς εἴρηται, λείπονται αἱ λοιπαὶ τρεῖς, ἃς νῦν κοινῷ λόγῳ παραδίδωσι· τὰ γὰρ κατὰ κατάφασιν καὶ ἀπόφασιν τῶν λοιπῶν τριῶν κοινῷ λόγῳ διακρίνει· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς αὐτῶν τὸ δὲ ψεῦδος εἶναι· ἐὰν γὰρ εἴπω ῾Σωκράτης κάθηται Σωκράτης οὐ κάθηται’, τὸ μὲν ἀληθὲς αὐτῶν τὸ δὲ ψεῦδός ἐστι. τῶν δὲ ἄλλων τριῶν οὐδὲν οὕτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει· ἐὰν γὰρ [*](139r) μυριάκις εἴπω ‘πατὴρ ἢ υἱός΄ ἢ ῾λευκὸν ῾ λευκὸν ἢ μέλαν’ ἢ οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἐσήμανα· τὰ γὰρ ὀνόματα αὐτὰ καθ’ ἑαυτὰ ἄνευ ῥημάτων λεγόμενα οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, συμπλεκόμενα δὲ ῥήμασι τότε ἀληθείας ἢ ψεύδους εἰσὶ σημαντικά. καὶ αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, μετὰ δὲ ἀντωνυμιῶν λεγόμενα ἢ ἀληθείας ἢ ψεύδους εἰσὶ δηλωτικά, οἷον ῾περιπατῶ ἐγώ᾿. καὶ αὐτὸ δὲ τὸ περιπατῶ δυνάμει τὴν ἀντωνυμίαν ἐν ἑαυτῷ περιέχει· καὶ γὰρ προσώπου ἐστὶ δηλωτικόν· ἀμέλει τὰ ἀπαρέμφατα μὴ σημαίνοντα πρόσωπα οὐ σημαίνουσιν ἀλήθειαν ἢ ψεῦδος, οἷον περιπατεῖν ἢ τρέχειν· ψιλὸν γάρ ἐστιν αὐτὸ καθ’ αὑτὸ τὸ ῥῆμα, οὐδὲ δυνάμει περιέχον τὴν ἀντωνυμίαν, ὥσπερ τὸ περιπατῶ. εἰ τοίνυν τὰ μὲν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀληθείας ἢ ψεύδους εἰσὶ δηλωτικά, τῶν δὲ ἄλλων τριῶν οὐδὲ ἓν ἀλήθειαν ἢ ψεῦδος σημαίνει, οὐδενὶ ἄρα τούτων ἡ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντίθεσις ἡ αὐτή ἐστιν.

    p. 13b3 Οὔτε γὰρ ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον εἶναι, θάτερον δὲ ψεῦδος.

    Τὸ ἀεὶ προσέθηκε, διότι τοῖς ὑποκειμένοις ταῦτά ποτε συμπλεκόμενα ἀληθείας ἢ ψεύδους δεκτικὰ γίνονται, οἷον ὑγιαίνει Σωκράτης — οὐχ ὑγιαίνει Σωκράτης.

    [*](1 γίνεται F τετp. τρεῖς C: τετp. τὰ τρία a 4 κατὰ om. F 5 κοινῷ νῦν λ. a 6 γὰρ om. a 7 ψευδές a 8 τριῶν om. F ἀληθὲς C 9 εἴπω μυp. coll. C ἢ υἱός om. a ὄψις ἢ τ.] τυφλότης ἡ ὄψις C: τυφλότητα ἢ ὄψιν F: ὄψιν ἢ τυφλότητα a 10 οὐδεμία C οὔτε (prius) om. C τὰ γὰρ — σημαίνουσι (11. 12) om. C 12 ante ἀληθ. add. ἢ a 13. 14 οὔτε ἀλήθ. — λεγόμενα om. F 14 σημαίνει a ἀντ. δὲ coll. a 15 τὸ] τῶ F 16 περιέχει ἐν ἑαυτῶ coll. C 20. 22 ἀπόφ. καὶ κατάφ. coll. a 22 οὐδὲν C 24 θάτερον μὲν ἅλ’. a 25 θάτ. δὲ ψ.] ἡ ψευδὲς θάτ. C: θάτ. δὲ ψεύδους F: θάτ. δὲ ψευδές a 27. 28 οὐχ ὑγιαίνει σωκράτης om. CF; scribas νοσεῖ σωκp. (cf. p. 186,11)
    186

    p. 13b10 Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστι.

    Τὰ κτὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναν|τία καὶ τὰ κατὰ στέρησιν καὶ [*](139v) ἕξιν ἄνευ συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὐδὲν ἀληθὲς οὐδὲ ψεῦδος δηλοῖ· ὥστε οὔκ εἰσι τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ἀπόφασιν λεγομένοις.

    p. 13b12 ὐ Οὐ μὴν ἀλλὰ μάλιστα ἄν δόξειε τὸ τοιοῦτον συμβαίνειν ἐπὶ τῶν κατὰ συμπλοκὴν ἐναντίων λεγομένων.

    Ὀ ἄν τις ἠπόρησεν αὐτῷ, τοῦτο προλαβὼν αὐτὸς καὶ ἀπορεῖ καὶ ἐπιλύεται· φησὶ γὰρ ὅτι τὰ ἐναντία τὰ με|τὰ συμπλοκῆς τοῦ ὑποκειμένου [*](140r) λεγόμενα διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὸ γὰρ ὑγιαίνειν Σωκράτην ἢ νοσεῖν τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδός ἐστιν. ἀλλὰ δὴ καὶ τὸ ὄψιν ἔχειν ἢ τυφλὸν εἶναι ἢ πατέρα ἢ υἱὸν καὶ ταῦτα ἀληθείας ἢ ψεύδους εἰσὶ δεκτικά. πρὸς τοῦτο τοίνυν φησὶν ὅτι εἰ καὶ κατὰ συμπλοκὴν δοκεῖ διαιρεῖν ταῦτα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους, ἀλλὰ καὶ οὕτως πολὺ διενηνόχασι καταφάσεως καὶ ἀποφάσεως· ἡ μὲν γὰρ κατάφασις καὶ ἀπόφασις ἀεὶ καὶ ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὸ γὰρ τυφλὸν εἶναι Σωκράτην ἢ μὴ εἶναι τυφλὸν ἢ λευκὸν εἶναι ἢ μὴ εἶναι λευκὸν ἢ πατέρα εἶναι ἢ μὴ εἶναι πατέρα ὄντος τε αὐτοῦ ἐξ ἀνάγκης ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος μὴ ὄντος τε ἀεὶ τὸ ἕτερον ἀληθές· ὁ γὰρ μηδὲ ὅλως ὢν οὔτε πατήρ ἐστιν οὔτε τυφλὸς οὔτε λευκός. καὶ τὴν ψυχὴν ὁ λέγων λευκὴν εἶναι ἡ μὴ εἶναι λευκὴν καὶ ὄψιν ἔχειν ἢ μὴ ἔχειν ὄψιν καὶ δεξιὰν εἶναι ἢ μὴ εἶναι δεξιὰν τὸ μὲν ἀληθεύσει τὸ δὲ ψεύσεται. τὰ μέντοι γε ἐναντία οὐχ οὕτως ἔχει, ἀλλ’ ὄντος μὲν Σωκράτους ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος (ἢ γὰρ ὑγιαίνειν αὐτὸν ἢ νοσεῖν ἀνάγκη) μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· ὁ γὰρ μηδὲ ὅλως ὢν πῶς ἂν ὑγιαίνειν δύναιτο ἢ νοσεῖν; ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως καὶ ὄντος οὐκ ἀεὶ ἀληθὲς ἕτερον τῶν ἐναντίων, ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ, μὴ ὄντος τε ἀεὶ ἀμφότερα ψευδῆ· τὸ γὰρ νωδὸν εἶναι Σωκράτην ἢ ὀδόντας ἔχε ἱν ὄντος [*](1 ὅλως] ἁπλῶς C 2 ἐστιν οὔτε ψ. coll. F 3. 4 τὰ — ψεῦδος om. F 4 δῆλον F δὲ Ammon.: γὰρ a: om. CF τὰ (ante ἐναντ.) om. F 5 λέγονται C 7 μᾶλλον F 9 προσλαβὼν a: παρέλαβεν F ὁ αὐτὸς F 9. 10 αὐτὸς ἀπορῶν ἐπ’. C 11 τὸ γὰρ] τῶ γὰρ F 11.12 ὑγιαίνει σωκράτης ἢ νοσεῖ a 12 ψευδές C 13 εἰσὶ ἢ ψεύδους coll. C δεικτικά Fa (cf. p. 187,18) 16 καὶ (ante ἐπὶ) om. a 18 τυφλὸν — μὴ εἶναι om. C 19 τε] δὲ οὐκ C: δὲ F 21 οὔτε λευκὸς οὔτε τυφλός C: οὔτε τυφλός ἐστιν οὔτε λευκός a 22 μὴ ὄψιν ἔχειν coll. C 24 ἔχειν F 25 εἶναι post ψεῦδος coll. a ψευδές C 26 ἂν om. C ἢ ὑγ. F 27 δύναιτο scripsi: δύναται libri δύν. νοσ. ἢ ὑγ. coll. C 29 ante γὰρ add. τε F τὸν σωκp. F)

    187
    τε οὐκ ἀεὶ τὸ ἕτερον ἀληθές, ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ (ὅτε μηδὲ [*](140r) πέφυκεν ὅλως ἔχειν), καὶ μὴ ὄντος ἀεὶ ἀμφότερα ψευδῆ· ὁ μηδὲ ὅλως γὰρ ὢν τὸ παράπαν πῶς ἄν ἢ νωδὸς εἴη ἢ ὀδόντας ἔχοι; καὶ ἐπὶ τοῦ σκυλακίου ὁμοίως ἀμφότερα, καὶ ἡ ἕξις καὶ ἡ στέρησις, καὶ ὄντος καὶ μὴ ὄντος ψευδῆ, τό τε ὄψιν ἔχειν καὶ τὸ τυφλὸν εἶναι. καὶ ἐπὶ τῶν πρός τι ὁμοίως· τό τε γὰρ | δεξιὸν εἶναι ἢ ἀριστερὸν καὶ ὄντος οὐκ ἀεὶ τὸ ἕτερον ἀληθές, ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ (εἰ μόνος τις εἴη), μὴ ὄντος τε πάλιν ἀμφότερα ψευδῆ. καὶ τὸ πατέρα ἢ υἱὸν εἶναι ὁμοίως καὶ μὴ ὄντος ἀμφότερα ψευδῆ καὶ ὄντος ἔστιν ὅτε ἀμφότερα ψευδῆ· εἰ γὰρ μήτε πατέρα τις ἔχει μήτε υἱόν, τίνος ἂν πατὴρ ἢ υἱὸς κληθείη; εἰ μή τί γε κατὰ μνήμην, ἐπεὶ τῇ ἀληθείᾳ οὐδενὸς ἂν κληθείη. ὥστε καὶ οὕτω πολύ γε διενήνοχε τῶν ἄλλων τὰ κατὰ ἀπόφασιν καὶ κατάφασιν· εἰ γὰρ ταῦτα μὲν ἀεὶ καὶ ἐπὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος τὰ δὲ λοιπὰ ἐπί τε τῶν ὄντων οὐκ ἀεὶ ἐπί τε τῶν μὴ ὄντων οὐδέποτε διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐκ ἄρα ταὐτὸν κατάφασις καὶ ἀπόφασις τοῖς ἄλλοις. καὶ ἄλλως δὲ τὸ ὅλως ἐπιδέξασθαι ταὐτά ποτε ἀλήθειαν ἢ ψεῦδος οὐκ ἄλλοθεν αὐτοῖς ἐπισυνέβη ἢ ἐκ τοῦ γενέσθαι καταφάσεις, ἐπεὶ καθ’ ἑαυτά γε οὐδενὸς τούτων εἰσὶ δεκτικά· τὸ γὰρ ῾Σωκράτης Σωκράτης ὑγιαίνει ἢ ἐστιν ἢ πατὴρ ἤ τι τῶν τοιούτων᾿ κατάφασίς ἐστιν· ὥστε διὰ τὴν καὶ τό ποτε ὅλως διαιρεῖν τὸ ἀληθὲς ἢ τὸ ψεῦδος εἰλήφασιν. ἰστέον δὲ ὅτι πάλιν ἐπὶ τούτων μέσην ἔχουσι τάξιν τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι τῶν ἐναντίων καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως· τῆς μὲν γὰρ καταφάσεως 〈καὶ ἀποφάσεως〉 ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιρούσης ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος * *

    p. 13b36 Ἐναντίον δέ ἐστιν ἐξ ἀνάγκης ἀγαθῷ μὲν κακόν· δὲ δῆλον τῇ καθ’ ἕκαστον ἐπαγωγῇ. |

    Πληρώσας τὸν τῶν ἀντικειμένων λόγον νῦν θεωρήματά τινα τῶν [*](141r) ἐναντίων ἡμῖν παραδίδωσι, καὶ πρῶτον μὲν θεώρημα ὅτι τῷ μὲν ἀγαθῷ τὸ ἀντικείμενον πάντως κακόν ἐστι, τῷ δὲ κακῷ οὐ πάντως τὸ ἀντικείὅε [*](1. 2 μηδὲ — ψευδῆ om. a 1 μηδὲ] μὴ F 2. 3 ὁ γὰρ μηδὲ ὢν ὅλως coll. a 3 ἄν om. F ἔχη C 4 ὁμοίως om. C post ἀμφ. add. ψευδῆ C ἕξις] ὄψις C 5 τὸ (ante τυφλὸν) om. a 7 καὶ ἀμφ’. C ante μόνος add. μὴ a 9 καὶ ὄντος —ψευδῆ om. F ante alt. add. εἴη ἄν C 10 ἔχοι a ἣ πατὴρ ἡ C τί Laur. 71,1: τοί CF: τίς a 11 οὐδὲν C γε om. C 12 ἐνήνοχε F κατάφ. καὶ ἀπόφ. coll. C 13. 14 τὰ δὲ λοιπὰ — ψεῦδος (15) om. C 16 ποτε om. C 17 κατάφασιν C 19 πατὴρ ἤ τι τῶν] τινῶν F 21 ἔχει C τὰ δὲ κατὰ F 22 καὶ τῆς ἀποφ. καὶ τῆς καταφ. C 22. 23 τῆς μὲν γὰρ καταφάσεως om. F 23 καὶ ἀποφάσεως inserui ante ἐπὶ add. ὡς C 24 διαιροῦσιν C καὶ τὸ ψεῦδος om. CF; post ψεῦδος defectum signavi 25 καὶ ἐναντ. δέ ἐστιν ἀγαθῶ μὲν ἐξ ἀν. F 26 ἕκαστα F 27 λόγον in lac. om. C alt. τῶν om. a 28. 29 ἀγαθῷ — τῷ δὲ om. CF 29 οὐ πάντως om. CF)

    188
    μένον ἀγαθόν ἐστιν, ἀλλ’ ἔστιν ὅτε καὶ κακόν· οἷον τῇ δικαιοσύνῃ ἄγα θῷ [*](141r) οὔσῃ ἀντίκειται ἡ ἀδικία κακὸν οὖσα καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία, τῇ μέντοι πλεονεξίᾳ κακῷ οὔσῃ οὐ πάντως ἡ δικαιοσύνη ἀντίκειται, ἀλλὰ καὶ ἡ μειονεξία ὡς ὑπερβολῇ ἔνδεια. τί οὗν; οὕτως ἄδικος ἡ φύσις ὡς δύο ἑνὶ ἀντιτάξαι; πανταχοῦ γὰρ ὁρῶμεν ἓν ἑνὶ ἀντιτεταγμένον, οἷον πῦρ ὕδατι τῷ βαρεῖ τὸ κοῦφον τῷ ξηρῷ τὸ ὑγρόν. λέγομεν οὖν ὅτι τῷ μὲν κακῷ ἀντίκειται τὸ ἀγαθὸν ὡς συμμετρία ἀσυμμετρίᾳ, τὸ μέντοι κακὸν οὐκέτι ὡς συμμετρία ἀσυμμετρίᾳ (ἀμφότερα γὰρ ἀμετρίαι) ἀλλ’ ὡς ἔνδεια ὑπερβολῇ· τῆς γὰρ ἀρετῆς ἐν συμμετρίᾳ θεωρουμένης ἑκατέρωθεν κακία μία θεωρεῖται, ἡ μὲν καθ’ ὑπερβολὴν ἡ δὲ κατ’ ἔνδειαν ἀντικειμένη· οἷον τῆς δικαιοσύνης ἐν συμμετρίᾳ θεωρουμένης ὑπερβολὴ μέν ἐστιν ἡ πλεονεξία ἔνδεια δὲ ἡ μειονεξία, ἑκατέρα ἀμετρία οὖσα· ὡς γὰρ ἀμετρία συμμετρίᾳ ἀντίκειται. πάλιν τῆς σωφροσύνης ὑπερβολὴ μὲν ἡ ἀκολασία ἔνδεια δὲ ἡ ἠλιθιότης καὶ ἀνδρείας ἡ δειλία καὶ ἡ θρασύτης φρονήσεως ἡ πανουργία καὶ ἡ ἄνοια. ἑκατέρα οὖν τῶν ἐκτροπῶν τῇ μὲν ἀρετῇ ἀντίκειται ὡς κακὸν ἀγαθῷ καὶ ὡς ἀμετρία συμμετρίᾳ, ἀλλήλοις δὲ οὐχ οὕτως, ἀλλ’ ὡς ἔνδεια ὑπερβολῇ. ὥστε ἓν ἑνί ἐστιν ἀντικείμενον καὶ οὐ δύο ἑνί.

    p. 14a7 Ἔτι ἐπὶ τῶν ἐναντίων οὐκ ἀναγκαῖον, ἄν ᾖ, καὶ τὸ λοιπὸν εἶναι.

    [*](141v)

    Τοῦτο δεύτερον τῶν ἐναντίων θεώρημα· φησὶν ὅτι ἑνὸς τῶν ἐναντίων ὄντος οὐκ ἀνάγκη καὶ τὸ ἕτερον εἶναι· ἐὰν γὰρ ὑποθώμεθα πάντας ὑγιαίνειν ἀνθρώπους, ὑγεία μὲν ἐξ ἀνάγκης ἔσται, νόσος δὲ οὔ. ὁμοίως καὶ ἐπὶ νόσου καὶ λευκότητος καὶ μελανίας καὶ τῶν τοιούτων. ταῦτα δέ φησιν ὁ Ἀριστοτέλης αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα ἐξετάζων τὰ τὴν ἐναντίωσιν ἀναδεξάμενα, οὐκέτι δὲ ὡς ἐναντία· τὸ γὰρ λευκὸν ὡς μὲν πρᾶγμα δύναται εἶναι καὶ δίχα τοὐ μέλανος, ὡς μέντοι ἐναντίον τούτῳ οὐκέτι καθ’ ἑαυτὸ δύναται θεωρεῖσθαι , διότι τὰ ἐναντία τῶν πρός τί ἐστι καὶ ἐν σχέσει ἑτέρων τὸ εἶναι ἔχουσι· τὸ γὰρ ἐναντίον ἐστὶ τῷ ἐναντίῳ ἐνάντιον.

    [*](2 οὔσῃ] ὄντι Fa 3 οὔσῃ] ὄντι libri (cf. v. 2) οὐ om. CF πάντῃ a 4 μειονεξία] πλεονεξία C: μινοεξία F ἄδικος ἡ φ. οὕτως coll. C 5 pr. ἑνὶ] τινὶ F 7. 8 τὸ μέντοι — ἀσυμμετρίᾳ om. C 7 post κακὸν add. τῷ κακῷ a 9 μὲν γὰρ a συμμέτρῳ C ἑκατέρωθεν — θεωρουμένης (11) om. F 10 ἀντικ.] θεωρουμένη a 12 pr. ἀμετp.] ἀσυμμετρία C 14 ἡ (ante ἤλιθ’.) om. F φρονήσεως δὲ a 15 ἑκατέρων C μὲν om. C 18 post ἀν. add. ἐστιν Ca ἐὰν Ca 20 τουτὶ a ante θεώp. add. ἐστὶ a φησὶ γὰρ a ἐναντίων in mrg. suppl. F2 22 ὁμοίως δὲ καὶ C 23 ὁ ὁ om. 27 τὰ μὲν ἐναντ. F εἰσι Fa 28 ἑτέρου a)
    189

    p. 14a10 Ἔτι εἰ τὸ Σωκράτην ὑγιαίνειν τῷ Σωκράτην νοσεῖν ἐναντίον ἐστί, μὴ ἐνδέχεται δὲ ἅμα ἀμφότερα τῷ αὐτῷ ὑπάρχειν, οὐκ ἄν ἐνδέχοιτο τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ λοιπὸν εἶναι.

    Εἰδέναι δὲ δεῖ ὅτι τοῦτο ἢ πρὸς κατασκευὴν εἴρηται τοῦ προτέρου ἢ ὅτι ἐπὶ τῶν ἐναντίων τὰ μὲν ἐλέγομεν εἶναι ἁπλᾶ τὰ δὲ κατὰ συμπλοκὴν τῶν ὑποκειμένων θεωρεῖσθαι, δείξας διὰ τῶν προτέρων ὅτι ἐπὶ τῶν ἁπλῶν δυνατὸν ἑνὸς τῶν ἐναντίων ὄντος τὸ ἕτερον μὴ εἶναι, νῦν δείκνυσιν ὅτι καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν θεωρουμένων τοῦτο δυνατόν· εἰ γὰρ ὁ νοσῶν Σωκράτης ἐναντίος ἐστὶ τῷ ὑγιαίνοντι Σωκράτει, ἀδύνατον δὲ τὰ ἐναντία ἐν τῶ αὐτῷ εἷναι, πᾶσα ἀνάγκη τοῦ ἑνὸς τῶν ἐναντίων ὄντος τὸ ἕτερον μὴ εἶναι· Σωκράτους γὰρ ὑγιαίνοντος οὐ δυνατὸν κατὰ τὸν αὐτὸν χρόνον [*](142r) αὐτὸν νοσεῖν.

    p. 14a15 14a 15 Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γίνεσθαι τὰ ἐναντία.

    Τρίτον τοῦτο θεώρημα περὶ τῶν ἐναντίων· λέγει δὲ ὅτι τὰ ἐναντία ἢ περὶ ἓν καὶ τὸ αὐτὸ γένος πέφυκε γίνεσθαι ἢ περὶ ἓν καὶ τὸ αὐτὸ εἶδος· οἷον ἡ λευκότης καὶ ἡ μελανία περὶ ἓν καὶ ταὐτὸν τῷ γένει καταγίνονται, λέγω δὴ ἐν λίθῳ καὶ ἵππῳ καὶ ἀνθρώπῳ καὶ ἁπλῶς ἔν τε ἐμψύχῳ καὶ ἀψύχῳ σώματι, ἅπερ ἐστὶ τῷ γένει ταὐτά (γένος γὰρ τούτων τὸ ἀπλῶς σῶμα), ἡ μέντοι ὑγεία καὶ ἡ νόσος περὶ ἓν καὶ ταὐτὸν τῷ εἴδει, οἷον ἐν ἀνθρώπῳ καὶ ἵππῳ καὶ ἀπλῶς παντὶ ζῴῳ, ἅτινα ταὐτὰ τῷ εἴδει ἐστί· τὸ γὰρ τοῦ ζῴου σῶμα εἶδός ἐστι τοῦ ἁπλῶς σώματος. ὁμοίως καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἐν τῇ ἀνθρωπείᾳ ψυχῇ πέφυκε γίνεσθαι, αὕτη δὲ εἶδός ἐστι τῆς ἀπλῶς ψυχῆς, ἤτοι τῆς ἀσωμάτου. διὰ τί δὲ εἰρηκὼς περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει οὐ προσέθηκεν ῾ἢ ἀριθμῷ᾿; τὸ ταὐτόν, ὡς ἐλέγομεν πρότερον, ἢ γένει ἐστὶ ταὐτὸν ἢ εἴδει ἢ ἀριθμῷ, ὥσπερ καὶ ἡ ἑτερότης· γένει μὲν ὡς ἄνθρωπος καὶ ἵππος, εἴδει δὲ ὡς Σωκράτης καὶ Πλάτων’, ἀριθμῷ δὲ ὡς ἄορ ξίφος καὶ τὰ τοιαῦτα. λέγομεν οὖν ὅτι ἢ ὡς ὁμολογούμενον τοῦτο παρῆκεν, ὡς ἡμῶν δυναμένων τοῦτο [*](1 νοσεῖν σωκp. coll. F 2 ἐνδέχοιτο C: ἐνδέχεσθαι a 5 δὲ om. F 6 ἐλέγομεν] p. 185,26 186,10 7 θεωρεῖσθαι — ἁπλῶν in mrg. suppl. F2 προειρημένων F 10 σωκράτη (alt. l.) C 12 χρόνον] τρόπον F 13 αὐτὸν om. C 16 τοῦτο τρίτον coll. C λἐγετι C δὲ ὅτι Marc. 217: διότι CFa ἢ] ἀεὶ C 17 γίνεσθαι om. F 17. 18 καὶ τὸ αὐτὸ εἶδος— ἓν om. CF 18 τῷ γένει Paris. 2051: τῶ γ. ταὐτὸν CFa 19 δὴ] δὲ C 21 ἡ μέντοι — σώματος om. C 23 ὁμοίως δὲ καὶ a 24 γίν. πέφ. coll. F αὐτὴ F 25 τῆς ἀσωμάτου τοῦ ἀσωμ. C: τοῦ σώματος F 26 tert. ἢ om. C 27 post pr. ταὐτὸν iter. ἣ εἴδει— ταυτὸν F ἐλέγομεν πρότερον] p. 37,17 alt. ταὐτὸν] ταὐτὰς (sic) F 29 ante ἄορ add. σπάθη F post ξίφος add. φάσγανον μάχαιρα a τοιαῦτα] λοιπά C οὖν om. F)

    190
    προσυπακοῦσαι, ἢ ἐπειδὴ εἰ καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ καταγίνονται τὰ [*](142r) ἐναντία, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ μέρος· καθ’ ἕτερον γὰρ μέρος λευκὸς ὢν ὁ Σωκράτης καθ’ ἕτερον μέλας ἐστὶ καὶ καθ’ ἕτερον μὲν θερμὸς καθ’ ἕτερον δὲ ψυχρός· ἅμα γὰρ ἐν τῷ | αὐτῷ μέρει ἀδύνατον συστῆναι τὰ [*](142v) ἐναντία.

    p. 14a19 Ἀνάγκη δὲ πάντα τὰ ἐναντία ἢ ἐν τῷ εἶναι ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη εἶναι.

    Τέταρτον τοῦτο τῶν ἐναντίων θεώρημα· ἔστι δὲ ὅτι τὰ ἐναντία ἢ ὑπὸ ἓν καὶ τὸ αὐτὸ τελεῖ γένος, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν (ὑπὸ τὸ χρῶμα γάρ), ἢ ὑπὸ τὰ ἐναντία, οἷον ἀδικία καὶ δικαιοσύνη (ἡ μὲν γὰρ ὑπὸ τὴν ἀρετὴν ἡ δὲ ὑπὸ τὴν κακίαν· ἐναντίον δὲ ἀρετῇ κακία), ἢ αὐτὰ γένη εἶναι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακόν· ταῦτα γὰρ οὐχ ὑπὸ ἄλλο τελεῖ γένος, μόνως δὲ γένη εἰσί. τί οὖν; δεῖ προσθεῖναι ταῖς δέκα κατηγορίαις ἑτέρας δύο, τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς μηκέτι δέκα εἶναι τὰς κατηγορίας ἀλλὰ δώδεκα; φαμὲν οὖν ὅτι γένη ταῦτα ἐκάλεσεν οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον ταῖς ἄλλαις κατηγορίαις, λέγω δὴ ὡς καθ’ ἑαυτὰ τούτων ὐφεστηκότων, ὥσπερ καὶ αἱ κατηγορίαι, ἀλλ’ ὥσπερ καὶ ὁ Πλάτων’ γένη τῶν ὄντων εἶπε τὰ πέντε ἐκεῖνα, φημὶ δὴ τὸ ὂν τὴν ταὐτότητα τὴν ἑτερότητα τὴν κίνησιν τὴν στάσιν, διὰ τὸ ἐν πᾶσι τοῖς οὖσι θεωρεῖσθαι, οὐχὶ δὲ τῷ αὐτὰ καθ’ ἑαυτὰ ταῦτα ὑφεστηκέναι. οὕτως δὴ καὶ ὁ Ἀριστοτέλης ἐνταῦθα γένη εἶπεν εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακὸν οὐχ ὡς αὐτὰ καθ αὑτὰ ἀλλ’ ὡς ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα· ἔστι γάρ τι καὶ ἐν οὐσίᾳ ἀγαθὸν καὶ κακὸν καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις κατηγορίαις· ἐν οὐσίᾳ μὲν γὰρ ἀγαθὸν ἡ καθ’ αὑτὴν τελειότης, τὸ ἀπηρτισμένον ἔχειν τὸν λόγον τῆς φύσεως καὶ μὴ τέρας εἶναι ἢ τῷ | πλεονάζειν 143r κατὰ τὸν λόγον ἢ ἐλλείπειν, ἐν ποσῷ δὲ ἡ σύμμετρος ἑκάστῳ πράγματι ποσότης καὶ ἐν ποιῷ τὸ σύμμετρον ἑκάστῳ χρώματι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία τὸ ἀγαθὸν καὶ τὸ κακὸν φανήσεται, ἀλλὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι· δεῖ γὰρ τῶν ἐναντίων ἑκάτερον εἰδοπεποιῆσθαι καὶ ὡρισμένην ἔχειν φύσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν· τὸ δὲ κακὸν οὐκ ἔχει ὡρισμένην ὑπόστασιν· ἀμετρία γάρ τίς ἐστιν, ἡ δὲ ἀμετρία πῶς ἄν εἶδος σχοίη ὡρισμένον; ὅθεν οὐδὲ ὁρισμῷ [*](3 μέλας ἐστὶ] μ. ἄν εἴη F: ἐστι μ. οἷον ἐν θριξί a καὶ om. F 4 δὲ om. F 6 ἀναγκαῖον F ἅπαντα C 10 pr. γὰρ om. C 11 τῆ ἀρετὴ ἡ κακία C γένει F1 15 ταῦτα γένη coll. a ἐκάλεσαν C 16 καθ’ αὐτὰ ed. 1545 et Ald. 1546: καθ’ ἑαυτῶν vel αὑτῶν reliqui libri 17 Πλάτων] cf. Sophist, c. 10 p. 254 D. E 20 δὴ] δὲ CF 21 εἶπε γένη coll. C εἶναι om. C 22 ταῖς om. C ἔστι — κατηγορίαις (23.24) om. C 23 alt. ἐν om. F 24 τὸ] τῶ C 25 ἔχει F μὴ τέρας] μὴ ἑτέρας C: μήτε a τῶ] τὸ a 27 καὶ ἐν ποιῷ — χρώματι om. Marc. 217 (recte) 28 καὶ τὸ κακὸν om. F 30 εἰδοπεποιῆσθαι Paris. 2051: εἰδοποιεῖσθαι CF: εἰδοπεποιεῖσθαι a 32 σχοίη εἶδος coll. F ὅθεν] ὥστε C)

    191
    ὑποπίπτει ἡ κακία, ἀλλ’ ὥσπερ ἡ στέρησις τῇ ἀπουσίᾳ τῆς ἕξεως παραγίνεται [*](143r) γίνεται αὐτὴ οὐκ ἔχουσα ὡρισμένην τινὰ φύσιν, οὕτω καὶ ἡ κακία τῇ ἀπουσίᾳ τῆς ἀρετῆς παραγίνεται ἢ καθ’ ὑπερβολὴν ἢ κατ’ ἔλλειψιν· ἐκείνης γὰρ ἐν συμμετρίᾳ θεωρουμένης ἡ τοῦ μετρίου παρατροπὴ κακίαν ἐποίησε κατά τε τὸ πλεονάζον καὶ τὸ ἐλλεῖπον. ἰστέον δὲ ὅτι εἰ καὶ ὑπὸ τὰ ἐναντία τελεῖν γένη ἔφη τὰ ἐναντία, οὐ κατὰ τὸ γενικώτατον αὐτῶν γένος εἴρηκεν, ἀλλὰ κτὰ τὸ προσεχὲς καὶ ὑπάλληλον· ἀνάγκη γὰρ πάντα τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ τελεῖν γένος· εἰ γὰρ καὶ ἡ ἀδικία καὶ ἡ δικαιοσύνη ὑπὸ τὴν κακίαν καὶ τὴν ἀρετὴν τελοῦσιν, ἀλλὰ καὶ αὗται ὑφ’ ἕν τι κοινὸν τελοῦσι γένος, τὴν ἕξιν λέγω καὶ τὴν διάθεσιν, αὗται δὲ ὑπὸ τὴν ποιότητα, ἥτις ἐστὶ γένος γενικώτατον πάντων τῶν ἐναντίων. καὶ εἰκότως ὑφ’ ἓν τὰ ἐναντία τελοῦσι γένος· ἐσπούδασε γὰρ ἄνωθέν τε καὶ κάτωθεν ἡ φύσις τὸν πρὸς ἄλληλα αὐτῶν εἰδυῖα πόλεμον ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ συνδῆσαι, ἄνωθεν μὲν τῷ κοινῷ γένει κάτωθεν δὲ τῷ κοινῷ ὑποκειμένῳ.

    Περι του προτέρου.

    p. 14a26 Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς.

    Ἐμνημόνευσε τοῦ προτέρου ἐν τῷ περὶ τῶν πρός τι λόγῳ, | ἔνθα ἔλεγε τὸ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον εἶναι καὶ τὸ αἰσθητὸν τῆς αἰσθήσεως. διὰ τοῦτο τοίνυν ἐνταῦθα τὰ διάφορα αὐτοῦ σημαινόμενα ἀπαριθμεῖται καί φησιν εἶναι τὸν ἀριθμὸν τέσσαρα, καὶ πρῶιον μὲν τὸ τῶ χρόνῳ πρότερον δεύτερον δὲ τὸ τῇ φύσει τρίτον τὸ τῇ τάξει τέταρτον τὸ τῇ ἀξίᾳ. καὶ πρῶτον μὲν καὶ κυριώτατά φησι πρότερον λέγεσθαι τὸ τῷ χρόνῳ πρεσβύτερον καὶ παλαιότερον ὄν· λέγομεν γὰρ Σωκράτην πρότερον εἶναι τῷ χρόνῳ Ἀριστοτέλους. πρῶτον δὲ καὶ κυριώτατα τοῦτο τὸ σημαινόμενον τοῦ προτέρου φησί, διότι καὶ ἡ συνήθεια μάλιστα πρότερον εἴωθε λέγειν τὸ κατὰ χρόνον πρεσβύτερον. ἰστέον δὲ ὅτι τὸ μὲν παλαιότερον [*](1 ἀλλ’ ὥσπερ] ὥσπερ C: ὡς γὰρ F 3 περιγίνεται a 4 παραδρομὴ F 5 pr. τὸ om. F τἄ om. F 6 γένος αὐτῶν coll. a 9 τὴν (alt.) om. C 9. 10 τελ. γένος κοινόν coll. C 12 ἄνωθέν τε καὶ κάτωθεν om. Paris. 2051 (recte, cf. v. 13) 13 τὸν — καὶ κάτωθεν om. C 14 ἄνω μὲν . . κάτω δὲ C 15 τοῦ om. C 16 πρότερον δὲ C 17 ἐν τῷ περὶ τῶν πρός τι λόγῳ] p. 7b23 18 τῶ ἐπιστητῷ F1 19. 20 αὐτῶν ἀπαp. σημ. 21 tert. τὸ] τῶ C 22 post ἀξίᾳ add. πρότερον F καὶ (ante πρῶτον) omisso inserit lemma πρῶτον μὲν — πρεσβύτερον καὶ παλαιότερον λέγεται a κυριώτατον C post πρότερον add. ὁ ἀριστοτἐλης C 23 καὶ παλαιότερον — ἀριστοτέλους (24) om. C: καὶ πάλ’. — χρόνῳ (24) om. F 24 ἀριστοτέλης F πρώτως F κυριώτατον C 25 καὶ om. C 26 ἰστέον — πρεσβύτερον (192,1) in mrg. suppl. C δὲ om. C μὲν om. C post παλαιότ. add. καὶ ἐπὶ ἐμψύχων a)

    192
    καὶ ἐπὶ ἀψύχων εἴωθε λέγεσθαι, τὸ δὲ πρεσβύτερον ἐπὶ μόνων τῶν [*](143v) ἐμψύχων.

    p. 14a29 Δεύτερον δὲ τὸ μὴ ἀντιστρέφον κτὰ τὴν τοῦ εἶναι ἀκολούθησιν.

    Δεύτερον τοῦτο τοῦ προτέρου σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, τοῦτ’ ἔστιν ἐφ’ οὗ μὴ ἀντιστρέφει ἡ τοῦ εἶναι ἀκολούθησις· ταῦτα γὰρ λέγεται ἀντιστρέφειν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν ἐφ’ ὧν μηδὲν μᾶλλον τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθεῖ ἢ τὸ λοιπὸν τῷ λοιπῷ, ὡς ὁ πατὴρ καὶ ὁ υἱός, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ἐπὶ τούτων γὰρ ὁπότερον ἄν τεθῇ, ἀκολουθεῖ καὶ τὸ ἕτερον. αὕτη μὲν οὖν ἡ ἀντιστροφή. ἐνταῦθα δέ φησι πρότερον εἶναι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον δύο τεθέντων ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ ἕν· ἀλλ’ αὕτη ἡ ἀκολούθησις οὐκ ἀντιστρέφει ἐπὶ τοὐ ἑνός· τοῦ γὰρ ἑνὸς τεθέντος οὐκ ἀνάγκη τὰ δύο ἀκολουθεῖν. ὡσαύτως καὶ ἐπὶ ζῴου καὶ ἀνθρώπου· ἀνθρώπου μὲν γὰρ ὄντος ἀκολουθεῖ τὸ ζῷον εἶναι, ζῴου δὲ τεθέντος οὐκ ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ ἄνθρωπον εἶναι· πρότερον γὰρ τὸ ζῷον τοῦ ἀνθρώπου οὐ τῷ χρόνῳ ἀλλὰ τῇ φύσει. |

    p. 14a36 Τρίτον δὲ κατά τινα τάξιν τὸ πρότερον λέγεται, καθάπερ [*](144r) ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν λόγων.

    Τρίτον σημαινόμενον τοῦ προτέρου τὸ τῇ τάξει πρότερον, ὥσπερ ἔχει, φησίν, ἐπὶ τῶν ἐπιστημῶν· ἔν τε γὰρ τῇ ἀποδεικτικῇ ἐπιστήμῃ προηκαὶ [*](1 om. C 2 ἐμψ.] ἂψ. F1 3 δὲ om. F 7 ταῦτα — φύσει ἤγουν τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται· συνεισφέρεται γὰρ τὸ ἕν· ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο. οὐ γὰρ συνεισφέρονται τῷ ἑνί. ὥστε πρότερον τὸ ἓν τῶν δύο. πάλιν ἀνθρώπου μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῶον συνεισφέρεται γὰρ τὸ ζῶον τῷ ἀνθρώπῳ) ζώου δὲ ὄντος οὐ πάντως ἔστι ἄνθρωπος· οὐ γὰρ συνεισφέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ ἐστι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι. οὐκοῦν τὸ ζῶον πρότερον τοῦ ἀνθρώπου τῇ φύσει, ἀλλ’ οὐ τῷ χρόνῳ. ἔστι μὲν δὴ σχεδὸν ἀλλοτριώτατος τῶν τρόπων οὗτος, ἐπείπερ οὗτος ἐκ τῆς ἡμετέρας προαιρέσεως τέθειται καὶ οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. Τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. ἐὰν γάρ φησι τῶν ἀντιστρεφόντων ὄντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν αἴτιον τοῦ εἶναι εἴη ἕτερον τοῦ ἑτέρου, ἢ ἐφ’ ὧν μηδὲν μᾶλλον τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθεῖ ἢ τὸ λοιπὸν τῷ εἰκότως πρότερον λέγοιτ’ ἄν, οἷον ὁ πατὴρ υἱοῦ ἐστι πατήp. ἀλλὰ καὶ πατρὸς ἀντιστρέφει ὁ υἱός. εἰ οὖν ὁ ἕτερος εὑρεθείη αἴτιος τοῦ τὸν ἕτερον εἶναι, εἰκότως λέγοιτ’ ἄν τῇ φύσει πρότερος. εὑρίσκεται τοίνυν ὁ πατὴρ αἴτιος τοῦ εἶναι τὸν υἱόν· οὐκοῦν οὗτος τῇ φύσει πρότερος τοῦ υἱοῦ ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγοιτ’ ἄν· εἰπὼν περὶ τοῦ καὶ τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τούτου διδασκαλίας καὶ ὁ τοῦ ὑστέρου λόγος σαφής ἅμα γὰρ ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστι· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον. κατὰ τοσούτους τρόπους λέγεται τὸ πρότερον καὶ τὸ ὕστερον a (Marc. 217) λέγονται F 10 ἀκολουθῇ F 19 τῶν (prius) om. F 20 τῇ om. C 20. 21 φησὶν ἔχει coll. C)

    193
    γοῦνται μὲν αἱ προτάσεις ἕπονται δὲ τὰ συμπεράσματα καὶ ἐπὶ τῆς [*](144r) γεωμετρίας τὰ στοιχεῖα, φησί, πρότερα τῶν διαγραμμάτων. στοιχεῖα δὲ καλοῦσιν οἱ γεωμέτραι τὸ σημεῖον τὴν γραμμὴν τὴν ἐπιφάνειαν καὶ τὰ τοιαῦτα, ὅσα τῆς τῶν θεωρημάτων ἀποδείξεως προλαμβάνεσθαι εἴωθε, διαγράμματα δὲ αὐτὰ τὰ θεωρήματα. καὶ ἐπὶ τῶν γραμμάτων δὲ τῶν μὲν λέξεων πρότεραι αἱ συλλαβαί, τῶν δὲ συλλαβῶν τὰ στοιχεῖα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λόγων ἐροῦμεν· προηγοῦνται μὲν γὰρ τὰ προοίμια, ἀκολουθεῖ δὲ ἡ προκατάστασις, εἶτα ἡ κατάστασις, τούτοις δὲ ἕπονται τὰ διηγήματα, εἶτα οἱ ἀγῶνες. ταῦτα δὲ πάντα τῇ τάξει μόνῃ τὸ πρότερον ἔχουσιν, οὔτε δὲ τῇ φύσει οὔτε τῷ χρόνῳ· δυνατὸν γὰρ καὶ τὸν ἄτεχνον ῥήτορα πρῶτον μὲν χρήσασθαι τοῖς ἀγῶσιν εἶτα τοῖς προοιμίοις καὶ τότε τῷ διηγήματι, καὶ τὸν | γεωμέτρην πρότερον ἐκθεῖναι τὸ θεώρημα εἶτα τὰ στοιχεῖα· ὥστε ταῦτα τῇ τάξει μόνῃ τὸ πρότερον ἔχουσι. περὶ μὲν οὖν τῶν ἄλλων ἴσως τις ἂν συγχωρήσειε μόνῃ τῇ τάξει τὸ πρότερον λέγεσθαι, ἐπὶ δὲ τῶν γραμμάτων οὐκέτι μόνῃ τῇ τάξει τὰ στοιχεῖα δοκεῖ τῶν συλλαβῶν ἢ τῶν ὀνομάτων ἢ τῶν λόγων εἶναι πρῶτα· οὐδὲ γὰρ οἷόν τε ἀντιστρέψαντα τὴν τάξιν πρῶτον τὰ ὀνόματα μαθεῖν εἶτα τὰς συλλαβὰς εἶτα τὰ στοιχεῖα (ἀδύνατον γὰρ τῶν στοιχείων μὴ γνωσθέντων τὰ λοιπὰ γνωσθῆναι) καὶ ἀναιρουμένων μὲν τῶν στοιχείων τὰ λοιπὰ συναναιρεῖται ἐκείνων δὲ ἀναιρουμένων τὰ στοιχεῖα μένειν ἐνδέχεται. ὥστε οὐ μόνον τῇ τάξει, ἀλλὰ καὶ τῇ φύσει τὰ στοιχεῖα πρῶτα τῶν ἐξ αὐτῶν. οὐ καλῶς ἄρα μόνῃ τῇ τάξει ἐπὶ τῆς γραμματικῆς τὰ στοιχεῖα πρῶτα εἶναί φησιν, εἰ μή τι πρὸς ἐκεῖνο ἀπέβλεψεν ὅτι καὶ οἱ τῶν γραμμάτων ἀνεπιστήμονες λόγους μὲν εἴρειν καὶ ὀνόματα δύνανται, τὴν δὲ τῶν στοιχείων ἀγνοοῦσι δύναμιν, ἀλλὰ δηλονότι κἄν ἀπὸ τριβῆς διαλέγωνται, τὰ μὲν σημαινόμενα τῶν φωνῶν ἴσασιν, αὐτὴν μέντοι τὴν κατὰ τὴν φωνὴν τοῦ λόγου δύναμιν ἀγνοοῦσι, τὰ ἐξ ὧν σύγκειται ἀγνοοῦντες.

    p. 14b4 Ἔτι παρὰ τὰ εἰρημένα τὸ βέλτιον καὶ τὸ τιμιώτερον.

    Οὗτος ὁ τέταρτος τοῦ προτέρου τρόπος, λέγω δὴ τὸ τιμιώτερον, ὅπερ ἡ συνήθεια πρότερον καλεῖ. ἀλλότριον δὲ τοῦτο παντελῶς τῶν τοῦ προτέρου σημαινομένων, διόπερ καὶ αὐτὸς τοῦτο μὲν ἀθετεῖ, πέμπτον δέ τινα τρόπον | ἐφεξῆς ἀντὶ τούτου φησίν, ἵνα πληρώσῃ τὰ τέσσαρα τοῦ προτέρου [*](145r) σημαινόμενα. διὸ καὶ τὰ διάφορα τοῦ ἅμα σημαινόμενα ἀπαριθ- [*](2 ante pr. στοιχ. add. γὰρ CF 6 πρότερα C 7 γὰρ om. C 9 μόνη om. C 10 καὶ om. C τὸν αὐτὸν ἄτ. F 11 πρῶτον F 1a: πρώτοις CF2 μὲν om. a alt. τοῖς et τῶ om. F 13 μόνον (sic Ca) post coll. C μὲν οὖν] γοῦν C 14 ἄν τις χωρήσειε C 17 μαθεῖν] θεῖναι F 18 μὴ γνωσθ. τῶν στ. coll. C γνωρισθ. (utrobique) F 19 συναναιρεῖσθαι C 20 μόνη C 21 τὰ στοιχεῖα om. C 22 τι] που a 23 ἐπέβλ. C 24 ἀγνοεῖν Ca 25 ὑπὸ Ca διαλέγονται a 27 σύγκεινται C 28 τό (alt.) om. a 29 τρόπος] λόγος CF 32 ἀντὶ τοῦ τοιούτου C)

    194
    μούμενος καὶ ἑκάστῳ τῶν τοῦ προτέρου σημαινομένων ἕνα τῶν τοῦ ἅμα [*](145r) τρόπων ἀντιτάξας, τούτῳ μόνῳ οὐκ ἀντέθηκε παντελῶς ἐξορίζων αὐτὸ τῶν του προτέρου σὴ μαινομένων·

    p. 14b10 Δόξειε δ’ ἄν παρὰ τοὺς εἰρημένους καὶ ἕτερος εἶναι προτέρου τρόπος· τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι πρότερον εἰκότως τῇ φύσει λέγοιτ’ ἄν.

    Πέμπτον προστίθησι τοῦτον· ὁ γὰρ τέταρτος, ὡς εἴρηται, ἀλλότριος ἦν τῶν τοὐ προτέρου σημαινομένων, ἐπειδήπερ ἀπὸ τῆς ἡμετέρας προαιρέσεως καὶ οὐκ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ὑπῆρχεν. ἔστι δὲ τὸ δεύτερον τῷ πέμπτῳ ἐναντίον· ἐκείνου γὰρ μὴ ἀντιστρέφοντος κτὰ τὴν τοῦ εἶναι ἀκολούθησιν μήτε αἰτίου ὄντος τοῦ ἑτέρου τῷ ἑτέρῳ, τοῦτο καὶ ἀντιστρέφει καὶ αἴτιόν ἐστι τοῦ ἑτέρου τὸ ἕτερον, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ταῦτα γὰρ καὶ ἀντιστρέφει πρὸς ἄλληλα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν (ὁπότερον γὰρ ἄν τεθῇ, τὸ ἕτερον πάντως ἀκολουθεῖ), ἔστι μέντοι καὶ τὸ ἕτερον αἴτιον τοῦ λοιποῦ, ὁ πατήρ φημι τοῦ υἱοῦ. | ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ πράγματος καὶ τοῦ ἀληθοῦς περὶ αὐτοῦ λόγου· καὶ τούτων γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ ἕτερον τῷ ἑτέρῳ αἴτιόν ἐστιν· οἷόν ἐστι Σωκράτης φιλόσοφος καὶ λόγος τις περὶ αὐτοῦ λέγων ὅτι φιλόσοφός ἐστιν. ὁπότερον οὖν τούτων τεθῇ, ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ τὸ ἕτερον· εἰ γὰρ ἀληθὴς ὁ λόγος ὁ λέγων ὅτι φιλόσοφός ἐστιν, ἀνάγκη εἶναι τὸν Σωκράτην φιλόσοφον, καὶ εἰ ἔστι Σωκράτης φιλόσοφος, ἐξ ἀνάγκης ἀληθὴς ὁ λόγος ὁ λέγων ὅτι φιλόσοφός ἐστιν. ἀλλ’ εἰ καὶ ταῦτα ἀντιστρέφει πρὸς ἄλληλα, αἴτιον μέντοι τοῦ εἶναι τὸν λόγον ἀληθῆ τὸ πρᾶγμά ἐστιν· εἰ μὴ γὰρ ἦν τὸ πρᾶγμα, οὐκ ἄν ἦν ὁ περὶ αὐτοῦ λόγος ἀληθής.

    p. 14b22 Ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγοιτο ἄν.

    Εἰπὼν δὲ περὶ τοὐ προτέρου οὐκέτι τοῦ ὑστέρου ἐμνημόνευσεν· γὰρ τῆς τοῦ προτέρου διδασκαλίας σαφὴς ἦν ἡ τοῦ ὑστέρου· ἅμα γὰρ ταῦτα ὑπάρχει καὶ τῶν πρός τί ἐστι. διὸ καὶ ἑνὸς γνωσθέντος ἐγνωσμένον [*](1 ἑκάστου τοῦ τῶν πp. a alt. τῶν] τὸν C 2 τρόπον Ca 4 ante lemma add. φησὶ δὲ C post ἂν add. καὶ C: τις Fa καὶ ora. Fa 5 ante προτ. add. τοῦ F 7 τῆ om. F λέγεται (ἄν om.) F 8 τοῦτο F 10 καὶ om. C τῆς om. CF 10. 11 τὸ πέμπτον τῷ δευτέρῳ a 13 τὸ ἕτ. τοῦ ἑτ. αἴτιόν ἐστιν coll. C 15 ἄν om. C καὶ om. Ca 16 φησι C δὲ om. a 17 τοῦ αὐτοῦ F 19 τις om. F post τις add. ἐστι a 20 ὁπότερον — φιλόσοφός ἐστὶν (21) om. C 22 σωκράτη F 23 ὁ λέγων λόγος F 24 μέντοι Paris. 2051: μὲν CFa 25 τὸ om. C ἀληθής post αὐτοῦ coll. F: post ἦν a 26 πρότερον om. F: post ἄν coll. C: post ἑτέρου coll. a: correxi ex Paris. 2051 27 λέγεται Arist. 28 post οὐκέτι add. περὶ Fa 30 ὑπάρχουσι C εἰσι C τοῦ ἑνὸς C)

    195
    ἐστὶ καὶ τὸ ἕτερον· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον καὶ τὸ [*](145v) ὕστερον προτέρου λέγεται ὕστερον. ὥστε καθ’ ὅσους τρόπους λέγεται τὸ πρότερον, κατὰ τοσούτους ῥηθήσεται καὶ τὸ ὕστερον· τῶν γὰρ πρός τι ὡς ἄν ἔχῃ τὸ ἕτερον, οὕτως ἔχει καὶ τὸ λοιπόν.

    Περὶ τοῦ ἅμα.

    p. 14b24 Ἅμα δὲ λέγεται ἀπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσίς ἐστιν ἐν τῷ αὐτῷ χρόνῳ. |

    Ἐμνημόνευσε καὶ τοῦ ἅμα ἐν τῷ περὶ τοῦ πρός τι λόγῳ, ἔνθα [*](146r) ἔλεγε “δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι”, διὸ νῦν εἰκότως αὐτοῦ ποιεῖται λόγον. ἐπειδὴ δὲ ἀντίκειται τὸ ἅμα τῷ προτέρῳ, παραδίδωσι τριττὴν τοῦ ἅμα διαφοράν. καὶ τὸν μὲν πρῶιον τρόπον ἀντιτίθησι τῷ πρώτῳ τοῦ προτέρου τρόπῳ, τὸν δὲ δεύτερον τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ, τὸν δὲ τρίτον τῷ τρίτῳ, τῷ δὲ τετάρτῳ οὐδένα ἀντιτίθησι τρόπον· καὶ γὰρ ἔφθην εἰπὼν ἀλλοτριώτατον αὐτὸν εἶναι τῶν τοὐ προτέρου σημαινομένων. πρῶτον οὖν τοῦ ἅμα τρόπον φησίν, ὃν καὶ κυριώτατον εἶναι λέγει, τὸν κατὰ χρ·όνον· οἷον εἴ τινες δύο ἢ πλείους ἐν τῷ αὐτῷ χρόνῳ τὴν γένεσιν ἔχοιεν. εἰκότως δὲ τοῦτον κυριώτατά φησι· καὶ γὰρ ἐπὶ τούτων μάλιστα ἡ συνήθεια τὸ ἅμα φέρει, ἐπὶ τῶν κατὰ τὸν αὐτὸν χρόνον ὑπαρχόντων. ἀντίκειται δὲ οὗτος, ὡς ἔφαμεν, τῷ πρώτῳ τοῦ προτέρου σημαινομένῳ, ὅπερ καὶ αὐτὸ μάλιστα καὶ κυριώτατα πρότερον ἐλέγετο εἶναι, λέγω δὴ τὸ κατὰ χρόνον, ὡς Σωκράτης καὶ Ἀλκιβιάδης· πρότερος γὰρ τῷ χρόνῳ ὁ Σωκράτης. εἰ τοίνυν τὸ τῷ χρόνῳ πρότερον μάλιστα ἄν λεχθείη καὶ κυριώτατα πρότερον, ἀντίκειται δὲ τῷ προτέρῳ τὸ ἅμα, καὶ τὸ τῷ χρόνῳ ἅμα κυριώτατον ἂν λεχθείη.

    p. 14b27 Φύσει δὲ ἅμα, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναί ἐστιν.

    Οὗτος ὁ δεύτερος τοῦ ἅμα τρόπος, ἀντίκειται δὲ τῷ δευτέρῳ καὶ τῷ [*](2 λέγεται (prius) om. a 4 ἔχει οὕτως καὶ τὸ ἕτερον (sic) F 5 tit. om. C1: περὶ τῶν ἄμα suppl. C2 6 μὲν om. C κυριώτατον F 7 ἐστίν om. F: post χρόνῳ coll. C 8 τῶν πρός τι a 9 ἔλεγε] p. 7b15 10λόγον π. coll. C 12 τὸ πέμπτω F1 13 ἔφθη CF (cf. p. 193,30) 17 τοῦτο CF κυριώτατον a τὸ] τὰ F 18 καὶ ἐπὶ τῶν C 19 σημαινομένου F1 ὃ C 20 κυριώτατον CF πρότερον] πρῶτον F τὸν χρόνον F 22 τὸ τῷ] αὑτῷ a μάλιστα scripsi: μᾶλλον Ca: om. F κυριώτατον C 23 κυριώτερον Fa 24 post λεχθείη add. ἅμα δέ ἐστι τὰ μήτε πρότερα μήτε ὕστερα a 25 τὴν om. F)

    196
    πέμπτῳ τοῦ προτέρου σημαινομένῳ, τῷ | μὲν δευτέρῳ, ὅτι ἐκεῖ μὲν τὸ [*](146v) πρότερον ἐλέγομεν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν του εἶναι ἀκολούθησιν, ὡς τὸ ἓν καὶ τὰ δύο (οὐδὲ γὰρ ὥσπερ ἠκολούθει τὸ ἓν τοῖς δυσίν, οὕτως καὶ τὰ δύο τῷ ἑνί), ἐνταῦθα δὲ ἅμα φησὶ τὸ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ὥσπερ γὰρ διπλασίου ὄντος ἀκολουθεῖ τὸ εἶναι ἥμισυ, οὕτω καὶ ἡμίσεος ὄντος ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ εἶναι διπλάσιον. τῷ δὲ πέμπτῳ ἀντίκειται, ὅτι ἐκεῖ μὲν ἐλέγετο πρότερον εἶναι τὸ ἀντιστρέφον μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, τῷ ἑτέρῳ μέντοι τοῦ εἶναι αἴτιον ὑπάρχον τὸ λοιπόν, ὡς ἐπὶ τοῦ πατρὸς ἐλέγετο καὶ τοῦ υἱοῦ· ταῦτα γὰρ εἰ καὶ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν (ὁποίου γὰρ οὖν τεθέντος ἀκολουθεῖ καὶ τὸ ἕτερον), ἀλλ’ οὖν ὁ πατὴρ αἴτιος τοὐ εἶναί ἐστι τῷ υἱῷ· διὸ καὶ πρότερος ἐλέγετο εἶναι. ἐνταῦθα δὲ ἅμα λέγεται τὰ ἀντιστρέφοντα μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ τὸ ἕτερον τῷ ἑτέρῳ ἐστὶν αἴτιον, λέγω δὴ τὸ διπλάσιον καὶ τὸ ἥμισυ. ταῦτα γὰρ καὶ ἀντιστρέφει (ἑνὸς γὰρ τεθέντος ἐξ ἀνάγκης εἰσάγεται καὶ τὸ ἕτερον) καὶ οὐδέτερον τῷ ἑτέρῳ αἴτιον τοῦ εἶναί ἐστι.

    p. 14b33 Καὶ τὰ ἐκ τοῦ αὐτοῦ δὲ γένους ἀντιδιῃρημένα ἀλλήλοις ἅμα τῇ φύσει λέγεται. |

    Oὗτος τρίτος τοῦ ἅμα τρόπος, ὃς ἀντίκειται τῷ τρίτῳ τοῦ προτέρου [*](147r) σημαινομένῳ τῷ κατὰ τὴν τάξιν προτέρῳ, οἷα ἦν τὰ στοιχεῖα ἐν ταῖς συλλαβαῖς καὶ ἐν ταῖς λέξεσιν αἱ συλλαβαὶ καὶ τὰ προοίμια ἐν τοῖς λόγοις· ἐνταῦθα δὲ ἅμα ἐστὶ τὰ τὴν αὐτὴν ἐκ τοῦ προτέρου τάξιν ἔχοντα, οἷά ἐστι τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως εἰλημμένα γένη, ὡς τὸ σῶμα καὶ τὸ ἀσώματον. ταῦτα γὰρ ἔκ τε τῆς οὐσίας τὴν αὐτὴν ἔχει ἀπόστασιν ἔκ τε τῶν εἰδικωτάτων εἰδῶν, ἀνθρώπου λέγω καὶ ἵππου, ἀγγέλου καὶ ψυχῆς. ὡσαύτως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον ἅμα λέγεται· ἐκ γὰρ τοῦ ἀπλῶς σώματος τὴν αὐτὴν ἔχει ἀπόστασιν καὶ ἐκ τοῦ ζῴου. ἔτι τὸ πεζὸν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον καὶ πάντα τὰ τοιαῦτα ἅμα λέγεται· οὐδὲν γὰρ [*](1 σημαινομένου C τὸ om. F 2 ἐλέγομεν om. F (cf. p. 192,5) 3 γὰρ om. F δύο F 6 et 7 καὶ τὸ εἶναι C 6 ἐξ ἀν’. post ἀκολ. (7) coll. C: post δίπλ’. a 7 ἐκεῖ scripsi: ἐκεῖνο libri (cf. v. 1) 8 alt. μὲν om. C τὴν κατὰ coll. F 9 ὑπῆρχε Fa 11 οὑν om. C 12 ἐστὶ τοῦ εἶναι coll. C 14 τῷ ἔτ’.] τοῦ ἑτέρου Fa ἐστὶν] an ὂν? αἴτιον post δὲ coll. C λέγεται C 17 ἐστι] δοκεῖ F post add. ex Marc. 217 εἰς δὲ τὸ ‘μηδαμῶς δ’ αἴτιον θάτερον θατέρῳ᾿ δεῖ προσθεῖναι τὸ ἐπεὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ αὑτὸ τὸ δίπλασον καὶ τὸ ἥμισυ ἀπορίαν ποεῖ· τό τε γὰρ διπλάσιον τοῦ ἡμίσεος αἴτιον, εἰ καὶ μὴ μόνως. καὶ γὰρ καὶ αἰτιατόν ἐστιν, ἔχον αἴτιον τὸ ἥμισυ· ὡσαύτως καὶ ὁ πατὴρ τοῦ υἱοῦ κατὰ τὴν σχέσιν αἴτιον ὣν ἔχει αἴτιον τὸν υἱόν. προσκεῖσθαι δεῖ οὑν τὸ μόνως. τοῦτο γὰρ καὶ κυρίως αἴτιον τὸ μόνως αἴτιον, ἀλλὰ καὶ μὴ αἰτιατὸν του οὖ ἐστιν αἴτιον. a 18 δὲ om. Fa 20 τοῦ ἅμα τρίτος coll. C 21 τὴν om. a 24 διαp. αὐτ. coll. C 27 ὡς. καὶ a τὸ (alt.) om. F 28. 29 τὸ πτ. καὶ τὸ πεζὸν coll. C 29 λέγονται a)

    197
    αὐτῶν ἕτερον ἑτέρου πρότερόν ἐστιν· ἔκ τε γὰρ τοῦ ἀνωτάτου γένους ἴσην [*](147r) καὶ τὴν αὐτὴν ἔχει ἀπόστασιν ἐκ τε του ειοικωτατου ειοους ὁμοίως. ἔαν δέ τις διέλῃ τὸ πτηνόν, εἰ τύχοι, εἰς ὄρνιθας καὶ ἀκρίδας, οὐκέτι ἡ ὄρνις καὶ τὸ πτηνὸν ἅμ λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς διαιρέσεως τοῦ ζῴου εἴληπται, ἡ δὲ ὄρνις ἐκ τῆς τοῦ πτηνοῦ διαιρέσεως· δὲ | πρότερα τὰ γένη τῶν εἰδῶν, ἐπειδὴ μηδὲ ἀντιστρέφει κατὰ τὴν [*](147v) τοῦ εἶναι ἀκολούθησιν· τοῦ μὲν γὰρ εἴδους τεθέντος ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ γένος, τῶν δὲ γενῶν τεθέντων οὐκ ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ εἴδη.

    Περὶ κινήσεως.

    p. 15a13 Κινήσεως δέ ἐστιν εἴδη ἕξ· γένεσις φθορὰ αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή.

    Ὁ περὶ κινήσεως λόγος πρέπων μέν ἐστιν ἀνδρὶ φυσιολόγῳ· γὰρ τὰ φυσικὰ πράγματα ἐν κινήσει ἔχει τὸ εἶναι· καὶ γάρ ἐστιν ἡ φύσις, ὡς αὐτὸς ὡρίσατο, ἀρχὴ κινήσεως καὶ ἠρεμίας. διόπερ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πολὺν περὶ αὐτῆς ἀποτείνει λόγον καὶ ἀκριβέστατον. ζητητέον δὲ τίνος ἕνεκεν ἐνταῦθα ταύτης ἐμνήσθη. τινὲς μὲν οὖν εἰρήκασιν ὅτι ἐπειδὴ τῶν κατηγοριῶν αἱ τοῦ ποιεῖν καὶ πάσχειν κινήσεις ἦσαν, οὐδὲν δὲ εἶπε περὶ αὐτῶν, διὰ ταύτην τὴν αἰτίαν ἐνταῦθα τὸν περὶ τῆς κινήσεως ποιεῖται λόγον· μήποτε γάρ, φασίν, ἡ μὲν κίνησίς ἐστι γένος, εἴδη δὲ της κινήσεως ἄλλα τε πολλὰ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τινὲς μὲν οὖν οὕτω περὶ τούτων διωρίσαντο. οὐκ ἀποδεκτέον δὲ τὸν τοιοῦτον λόγον· οὐ γὰρ προῄρηται ὁ φιλόσοφος περὶ τοῦ ποιεῖν καὶ πάσχειν πλέον τι τῶν ἐξ ἀρχῆς εἰρημένων εἰπεῖν. ἄλλως τε καί, ὡς ἐν ἀρχαῖς ἐλέγομεν, τὸ μὲν κινεῖν ὑπὸ τὸ ποιεῖν ἀνάγεται καὶ τὸ κινεῖσθαι ὑπὸ τὸ πάσχειν, αὕτη μέντοι ἡ κίνησις οὐκέτι· οὐ γάρ ἐστιν ἡ κίνησις ποιεῖν· ἐλέγομέν γε ὅτι [*](1 τε om. C 2 εἴδους ex γένους corr. F 3 διέλοι CF 4 λέγοντι a 6 ante πρότερα add. τὰ F μηδὲ] μὴ C 8 καὶ τὸ γένος C οὐκ om. C τὰ εἴδη] καὶ τὸ εἶδος C 10. 11 μείωσις αὕξ. coll. F 11 καὶ ἡ a 12 ante ὁ περὶ add. ex Marc. 217 ὅτι ἡ κίνησις ἐν ταῖς κατηγορίαις ὁρᾶται, οὐχ ὑπὸ ταύταις τελεῖ. ἐν γὰρ τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἀλλ’ οὐκ οὐσία ἡ γένεσις καὶ ἡ φθορά, οὔτε ἡ αὔξησις καὶ ἡ μείωσις ποσόν, ἀλλ’ οὐδὲ ἡ ἀλλοίωσις ποιότης, ἀλλ’ οὐδὲ ἡ τοπικὴ κίνησις ποῦ λέεται, ἀλλ’ οὐδὲ πρός τι, ὅτι μηδὲ τὸ εἶναι ἔχει ἡ κίνησις ἐν τῷ πρός τί πὼς ἔχειν· Ἰστέον δὲ ὅτι a τῆς κιν. C 14 αὐτὸς ὡρίσατο] Phys. Γ 1 p. 200 Ml ἠρέμ’.] μεταβολῆς Arist. διὸ C 14. 15 ἐν τῇ Φῦσ’. ἀκp.] Γ 1 p. 200b11 sq. 15 πολλὺν C ἀκριβέστερον Fa 16 ἕνεκεν] ἕκατι C ταύτης ἐντ. coll. C οὖν om. C εἰρήκ.] ἐνόμισαν C 17 αἱ] ἡ F 19 μήπως a φασίν φησίν libri 20 οὑν om. C 21 τούτων] αὐτῶν C ὡρίσ. CF 22 προείρηται C 23 ἐλέγομεν] p. 8,23 24 ἀνάγεται — ποιεῖν (25) a: om. CF 25 ἐλέγομεν] p. 48,25 γε] τε a)

    198
    αἱ κινήσεις οὐ κατηγορίαι εἰσὶν ἀλλ’ ὁδοὶ εἰς τὰς κατηγορίας. τί οὖν ἡμεῖς [*](147v) λέγομεν; ὅτι ὥσπερ τῶν προλαβουσῶν φωνῶν τὴν διδασκαλίαν ἐποτήσατο [*](148r) διὰ τὸ μεμνημονευκέναι αὐτῶν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, οὕτω δὴ κἀπὶ τῆς κινήσεως ἐροῦμεν· ἐμνημόνευσε γὰρ τῆς κινήσεως ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ· ἀποδεδωκὼς γὰρ τὸ τῆς οὐσίας ἴδιον τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικὸν καὶ πρὸς τοῦτο ἠπορηκὼς ὅτι μήποτε οὐκ ἔστι τοῦτο ἴδιον τῆς οὐσίας (οὐδὲ γὰρ αὐτῇ μόνῃ ὑπάρχει, ἀλλὰ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ· καὶ ταῦτα γὰρ ἓν καὶ ταὐτὸν μένοντα τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτικά, ἀληθείας λέγω καὶ ψεύδους), ἐπήγαγεν ἐπιλυόμενος τὴν ἀπορίαν ὅτι οὐ κατὰ ταὐτὸν τῇ οὐσίᾳ ταῦτα τῶν ἐναντίων ἐστὶ δεκτικά· ἡ μὲν γὰρ οὐσία αὐτὴ κινουμένη τῶν ἐναντίων γίνεται δεκτική, ἐκεῖνα δὲ οὐκ αὐτὰ κινούμενα ἀλλ’ ἑτέρων κινουμένων ἐπιδέχονται ἀλήθειαν καὶ ψεῦδος. διὰ τοῦτο τοίνυν ἐπειδὴ ἐμνήσθη ἐκεῖσε τῆς κινήσεως, ἀναγκαῖον ἐνόμισεν ἐκδιδάξαι ἡμᾶς περὶ αὐτῆς. ὡς μὲν οὖν φθάσας εἶπον, φυσικῷ ἀνδρὶ ὁ περὶ τῆς κινήσεως πρεπώδης ἐστὶ λόγος καὶ αὐτὸς γοῦν τῶν ὀκτὼ τῆς Φυσικῆς ἀκροάσεως λόγων τοὺς ὑστέρους τέσσαρας εἰς τὸν περὶ κινήσεως κατηνάλωσε λόγον· ἐνταῦθα δὲ τοσοῦτον περὶ αὐτῆς διαλέγεται, ὅσον λογικῷ ἀνδρὶ πρέπει ζητεῖν, εἰς πόσα εἴδη διαιρεῖται ἡ κίνησις καὶ τίνα ἐστὶν αὐτῆς τὰ εἴδη καὶ τίνα τίσιν ἕπονται ἢ οὔ.

    p. 15a33 Κινήσεως δέ ἐστιν εἴδη ἕξ· γένεσις φθορὰ μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή.

    ’Ev τῷ τῆς κινήσεως λόγῳ τρία ταῦτα ζητοῦνται· πόσα τὰ εἴδη τῆς κινήσεως εἰσι καὶ τίνι διακρίνονται ἀλλήλων καὶ τρίτον ἐπὶ τούτοις [*](148v) ποίῳ εἴδει κινήσεως ποῖον ἀντίκειται. πόσα μὲν οὖν ειοη κινήσεως, αὐτὸς φθάσας ἀπηριθμήσατο ἓξ εἶναι λέγων. ἀλλ’ ἵνα καὶ ἐπιστημονικῶς τοῦτο γινώσκωμεν ἡμεῖς διὰ τί ἕξ εἰσι τὰ εἴδη τῆς κινήσεως καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἐκ διαιρέσεως παραγάγωμεν τὸν λόγον. λέγομεν οὖν ὅτι τρία τινά ἐστι περὶ τὴν ἡμετέραν φύσιν θεωρούμενα, αὐτὴ ἡ οὐσία [*](1 ὁδὸς a 2 ὅτι om. C 4 κἐπὶ F post, γὰρ add. περὶ F 4. 5 ἐν τῷ π. τῆς οὐσ. λ.] p. 4a10 sq. 5 γὰρ om. a 6 δεκτικὴν a 7 τούτω (pr. l.) C οὐδὲ] οὐ a 8 καὶ ταῦτα μὲν γὰρ F: καὶ γὰρ ταῦτα a 9 et 11 εἰσὶ F 10 λέγω om. C 13 δέχονται a 14 ἐκεῖσε om. a 15 εἶπον] p. 197,12 16 ἐστὶ om. CF οὖν C φυσ.] φύσεως F 17 τῆς κιν. a 18 αὐτῶν Ca 19 πρέπει] ὑπάρχει F ζητῶν F 21 lemma om. C ἐστιν om. F 22 post na add. ex Marc. 217 διὰ τί ἐστιν ἡ κίνησις ἑξαχῶς; διότι ἡ κίνησις ἔκστασίς τίς ἐστι καὶ ἐξάλλαξις. ἐξίσταται δέ τι ἢ τῆς ἑαυτοῦ οὐσίας καὶ ποιεῖ γένεσιν καὶ φθοράν, ἢ τῶν ἐν αὐτῇ τῇ οὐσία κατὰ τὸ ποσὸν καὶ ποιεῖ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τὸ ποιὸν καὶ ποιεῖ ἀλλοίωσιν, ἢ τῶν περὶ ἑαυτὸ καὶ ποιεῖ τὴν κατὰ τόπον μεταβολήν. Ἰστέον δὲ ὅτι a 23 Ἔτι ἐν C 24 pr. καὶ om. C τίσι a καὶ τρίτον ἐπὶ τούτοις om. C 25 εἴδη (pr. l.) C1 ποῖον ἀντίκειται suppl. C2 26 καὶ om. C 27 καὶ ἡμεῖς CF 28 προάγωμεν F)

    199
    τὰ ἐν τῇ οὐσίᾳ τὰ περὶ τὴν οὐσίαν· τὰ μὲν ἐν αὐτῇ, ὡς εἰς μεγάλα μέρη [*](148v) διελεῖν, εἰσὶ τὸ ποσὸν καὶ τὸ ποιόν (εἰς μεγάλα δὲ εἴπομεν, ὅτι εἰ καὶ ἄλλαι κατηγορίαι εἰσὶν ἐν τῇ οὐσίᾳ, ἀλλ’ οὖν ἐκ τούτων ἔχουσι τὴν γένεσιν, ὡς φθάσαντες εἴπομεν), περὶ τὴν οὐσίαν δέ ἐστιν ὁ τόπος [καὶ ὁ χρόνος]. τριῶν οὖν τούτων ὄντων τῆς μὲν οὐσίας κίνησίς ἐστιν ἡ γένεσις καὶ φθορά, τῆς δὲ ποιότητος ἀλλοίωσις, τῆς δὲ ποσότητος αὔξησις καὶ μείωσις, τοῦ δὲ τόπου ἡ κατὰ τόπον μεταβολή, ἥτις καλεῖται φορά. τῆς δὲ φορᾶς ἡ μὲν καλεῖται εὐθυφορία, ἡ ἄνω καὶ κάτω, ἡ δὲ περιφορά, ἡ ἐπὶ τὸ πέριξ ὡς ἡ τοῦ οὐρανοῦ. ἐνταῦθα μὲν οὖν ταῦτα τὰ ἕξ φησιν εἴδη τῆς κινήσεως εἶναι, τὴν φορὰν οὐ διαιρῶν εἰς εὐθυφορίαν καὶ κυκλοφορίαν, ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει τὴν μεταβολὴν γένος εἶναι βούλεται καὶ ταύτης εἶναι εἴδη τρία, κίνησιν γένεσιν φθοράν· ἀντιδιαιρεῖ γὰρ ἐκεῖ τῇ γενέσει καὶ τῇ φθορᾷ τὴν κίνησιν· οὐ γὰρ βούλεται ἐν ἐκείνοις τὴν γένεσιν μενόντων τινῶν καὶ εἰδοπεποιημένων εἶναι μεταβολὴν κατά τι τῶν περὶ αὐτὰ συμβεβηκότων. διό φησι τὰ κινούμενα κινεῖσθαι ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον φυλάττοντα τὸ ἐξ ἀρχῆς οὐσιῶδες εἶδος. ἐπὶ δὲ τῆς γενέσεως καὶ τῆς φθορᾶς οὐ μένει τὸ ἐξ ἀρχῆς εἶδος ἐν τῷ μεταβάλλοντι, διότι ἡ μὲν γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ πῆ μὴ ὄντος εἰς τὸ πῆ ὄν, τοῦτ’ ἔστιν ἀπὸ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄν, ἡ δὲ φθορὰ ὁδός ἐστι πάλιν ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἐνταῦθα μέντοι ἐπειδὴ | εἰσαγωγικόν [*](149r) ἐστι τὸ βιβλίον καὶ λογικὸν μᾶλλον, οὐ φυσικόν, οὐκ ἀκριβολογεῖται περὶ τούτων, ἀλλὰ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν κινήσεις εἶναι λέγει· οὐ γὰρ ὡς φυσικὸς ἐνταῦθα διαλέγεται, ἀλλ’ ὡς λογικός, ζητῶν ἐν τούτοις τίνα τίσιν ἕπεται ἢ οὐχ ἕπεται.

    p. 15a15 15 Αἱ μὲν οὖν ἄλλαι κινήσεις φανερὸν ὅτι ἕτεραι ἀλλήλων εἰσίν· οὐ γάρ ἐστιν ἡ γένεσις φθορὰ οὐδέ γε ἡ αὔξησις μείωσις οὐδὲ ἡ κατὰ τόπον μεταβολή, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι.

    Ἀπαριθμησάμενος τὰ εἴδη τῆς κινήσεως ἐντεῦθεν λοιπὸν διακρίνει ταῦτα ἀλλήλων καὶ δείκνυσι πῶς οὔκ εἰσι τὰ αὐτά· οὔτε γὰρ ἡ γένεσις, [*](1 καὶ τὰ περὶ C εἰς om. a 2 εἶς scripsi: ὡς libri 3 εἰσὶν post οὐσία coll. a 4 εἴπομεν] p. 163,8 καὶ ὁ κρόνος inclusi 5. 6 ἡ φθορά . . ἡ ἀλλ’. . . ἡ αὔξ. καὶ ἡ μ. a 7 τόπου δὲ C: δὲ ποῦ a 8 post ἄνω add. δηλαδὴ a τὸ] τοῦ Ca 9 post οὐρανοῦ add. ἡ κίνησις ὃ κατ’ οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον· γένεσις φθορὰ αὔξησις μείωσις ἀλλοίωσις τόπος add. C) φορὰ εὐθυφορία περιφορία CF ταῦτα om. C φησὶ τὰ ἓξ coll. C 10 εἶναι post φησιν (9) coll. F: om. a οὐ om. a 10. 11 ἐν δὲ τῇ Φυσ. ἀκp.] E 1 p. 225a3 sq. 12 γέν. φθ. κίν. C: κίνησις γένεσις φθορὰ F ἐκεῖ Marc. 217: ἐκείνη Ca: ἐν ἐκείνη F 13 alt. τὴν] τοῖς F1 14 αὐτὴν a 15 κινεῖται C 15. 16 τὸ ποσὸν . . τὸ ποιὸν F 20 ἐπειδὴ om. C 21 ἐστι om. F φυσικὸν ὄν C 22 τούτου C λέγεται C 26 ante οὐδὲ ἡ κατὰ add. οὑδὲ ἡ μείωσις αὔξησις F 27 post οὐδὲ add. γε F αἱ ἄλλαι] ἐπὶ τῶν ἄλλων C: ἄλλαι F)

    200
    φησί, φθορά ἐστιν οὔτε ἡ αὔξησις μείωσις (πῶς γάρ, ὁπότε καὶ ἐναντία [*](149r) ἐστίν;), ἀλλ’ οὐδὲ μὴν ἡ αὔξησις γένεσις αὔξεται μὲν γὰρ τὸ ὄν, γίνεται δὲ τὸ μὴ ὄν), ἀλλ’ οὔτε μὴν ἡ μείωσις φθορά· καὶ ἐπὶ τούτων γὰρ ὁ αὐτὸς λόγος· ἡ μὲν γὰρ μείωσις ὕφεσίν τινα κατὰ ποσὸν τοῦ ὄντος σημαίνει, ἡ δὲ φθορὰ παντελῆ τοῦ ὄντος ἀφανισμόν. οὔτε δὲ πάλιν ἡ κατὰ τόπον μεταβολὴ ἑνὶ τῶν εἰρημένων συμβαίνει· τὸ γὰρ ἐκ τόπου εἰς τόπον μεταβάλλον οὔτε γίνεται οὔτε φθείρεται οὔτε αὔξεται οὔτε μειοῦται· οὐδὲ γὰρ εἰ ἐξ Ἀθηνῶν τυχὸν ἐπὶ Κόρινθον μεταβαίνοι Σωκράτης, ἕν τι τῶν εἰρημένων πείσεται, ἀλλ’ ὁ αὐτὸς μένων κατὰ πάντα μεταβάλλει κατὰ μόνον τὸν τόπον. p. 15a18 Ἐπὶ δὲ τῆς ἄλλοιώσεως ἔχει τινὰ ἀπορίαν, μήποτε ἀναγκαῖον ᾖ τὸ ἀλλοιούμενον κατά τινα τῶν λοιπῶν κινήσεων ἀλλοιοῦσθαι.

    Ὅτι μέν, φησίν, αἱ ἄλλαι πᾶσαι κινήσεις οὐκ εἰσὶν ἀλλήλαις αἱ αὐταί, οὐδεὶς διημφισβήτηκεν· ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἀπορητέον, μήποτε τὸ ἀλλοιούμενον ἀνάγκη ἤτοι κατὰ γένεσιν ἀλλοιοῦσθαι ἢ κατὰ φθορὰν ἢ αὔξησιν ἢ μείωσιν ἤ τινα τῶν λοιπῶν. ἀλλὰ τοῦτο, φησίν, οὐκ ἔστιν ἀληθές· ἐπὶ γὰρ τῶν πλείστων παθῶν, θερμάνσεως φησι καὶ ψύξεως καὶ τῶν ὁμοίων, ἀλλοιούμεθα μὲν πάντως, οὐ μήν τινα τῶν λοιπῶν κινήσεων ὑπομένομεν· οὔτε γὰρ αὔξεσθαι δεῖ τὸ θερμαινόμενον ἢ ψυχόμενον ἢ μειοῦσθαι ἢ γίνεσθαι ἢ φθείρεσθαι ἤ τι τῶν λοιπῶν ὑπομένειν. ὥστε κεχώρισται τῶν ἄλλων κινήσεων ἡ ἀλλοίωσις.

    p. 15a25 Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς ἢ μειοῦσθαι ἤ τινα τῶν ἄλλων ἀκολουθεῖν κινήσεων.

    Εἰ ταὐτὸν ἦν, φησίν, ἡ ἀλλοίωσις μιᾷ τῶν ἄλλων κινήσεων, ἔδει πάντως τὸ ἀλλοιούμενον καί τινα τῶν λοιπῶν ὑπομένειν κινήσεων. νῦν δὲ τοῦτο οὐ συμβαίνει· ἀλλοιοῦται μὲν γὰρ τὰ σώματα διατρίψαντα ἐν ἡλίῳ, θερμαινόμενά τε καὶ μελαινόμενα, οὐ μὴν τούτου γε ἕνεκεν αὔξεται ἢ μειοῦται ἤ τι τῶν λοιπῶν ὑπομένει. τὰ αὐτὰ δὲ ἔστιν εἰπεῖν καὶ περὶ τῶν ὑπὸ ψύχους ἀλλοιουμένων ἢ ὁπωσοῦν ἄλλως.

    [*](1 φθορά φησιν coll. F οὔτε] οὐδὲ C ὁπότε μὲν a ἐναντίον C 3. 5 οὔτε] an οὐδὲ? 4 τινα om. a 6 γὰρ om. C 8 τυχὼν C μεταβαίνει C 9 μεταβάλλει post τόπον coll. C τὸν om. Fa 11 ἀναγκ. ἧ] ἀνάγκη F 18 μὲν ante γὰρ (17) coll. C 19 post αὔξ. add. πάντως a 19. 20 ἢ μειοῦσθαι post δεῖ coll. C 23 ἢ μειοῦσθ.] καὶ μ. Fa τινι C 24 φησιν ἦν coll. C 25 καί] κατὰ C 26 διατρίψαντα om. C 28 τῶν λοιπῶν τι coll. F 29 ὑπὸ] ἀπὸ F)
    201

    p. 15a28 Ὡσαύτως δὲ καὶ τὸ αὐξανόμενον ἤ τινα ἄλλην κίνησιν [*](149v) κινούμενον ἀλλοιοῦσθαι.

    Ἀνάπαλιν κατασκευάζει τὸν λόγον· οὐ μόνον γάρ, φησίν, εἴ γε ἦν ταὐτὸν ἀλλοίωσις ταῖς ἄλλαις κινήσεσιν, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ κατὰ μίαν τῶν ἄλλων κινεῖσθαι κινήσεων, ἀλλὰ καὶ ἀνάπαλιν εἴ τι κινηθείη κατὰ αὔξησιν ἢ μείωσιν ἤ τινα τῶν λοιπῶν, τοῦτο εὐθὺς καὶ ἀλλοιοῦσθαι, [*](150r) εἰ καὶ τὰ μάλιστα προυπάρχει τῶν λοιπῶν κινήσεων ἡ ἀλλοίωσις ἤτοι παρακολουθεῖ αὐταῖς· δεῖ γὰρ τὸ αὐξανόμενον πάντως καὶ ἀλλοιότερον γενέσθαι· δεῖ γὰρ ἐν τοῖς αὐξανομένοις πρῶτον ἀλλοιοῦσθαι τὴν τροφὴν εἰς αἷμα κἀκεῖνο εἰς σάρκα, καὶ οὐκ ἄν ἄλλως αὔξησις γένοιτο μὴ προη- γουμένης ἀλλοιώσεως. ἀλλὰ μὴν καὶ τῶν γινομένων ἀλλοίωσις προηγεῖται· τὸ γὰρ σπέρμα ἀλλοιωθείη ἄν εἰς αἷμα κἀκεῖνο εἰς σάρκα καὶ ὅπως ἄν ἄλλως οἱ τῆς φύσεως ἄγωσι νόμοι. καὶ ἐπὶ πασῶν δὲ τῶν ἄλλων κινήσεων ἔστι τὴν ἀλλοίωσιν ἤτοι ἑπομένην ἢ καὶ ἡγουμένην θεωρῆσαι· τοῖς τὴν κατὰ τόπον κινουμένοις καὶ μάλιστα, εἰ πλεῖον καὶ συντονώτερον κινη- θεῖεν, ἕπεται ἀλλοίωσις, θερμαινομένων φέρε τῶν κινουμένων. εἰ οὖν, ὅπερ εἶπον, καὶ παρέπεται ταῖς ἄλλαις κινήσεσιν ἡ ἀλλοίωσις, ἀλλ’ οὐ παρὰ τοῦτο ταὐτόν φαμεν ἀλλοίωσιν εἶναι ταῖς ἄλλαις κινήσεσιν, ἐπεὶ καὶ ἡ ἐν τόπῳ κίνησις πάσαις ταῖς ἄλλαις παρακολουθεῖ· τό τε γὰρ γινόμενον πάντως καὶ τὴν κατὰ τόπον κινεῖται κίνησιν καὶ τὸ φθειρόμενον ὁμοίως, ἔτι τε τὸ αὐξανόμενον καὶ μειούμενον· τούτων γὰρ ἑκάστης ἀνάγκη τὴν κατὰ τόπον προηγήσασθαι, καὶ ταύτης μὴ οὔσης τῶν ἄλλων τινὰ γενέσθαι ἀδύνατον· κοινῶς τε γὰρ πλησιάζοντός τε τοῦ ἡλίου καὶ ἀφισταμένου ἡ καθόλου γένεσις καὶ φθορὰ γίνεται, καὶ ἰδίᾳ δὲ δεῖ τὸ σπέρμα δηλονότι πεσεῖν εἰς τὴν γῆν ἢ καὶ εἰς τὴν μήτραν ἢ καὶ τὸ ἄρρεν τῷ θήλει προσελθεῖν· τοῦτο δὲ κατὰ τόπον ἐστὶ κίνησις. καὶ ἐπὶ φθορᾶς δηλονότι δεῖ τὰ συνελθόντα στοιχεῖα διακριθῆναι ἀπ’ ἀλλήλων. ἐπὶ δὲ αὐξήσεως καὶ φθίσεως προφανὴς ἡ κατὰ τόπον μεταβολή· δεῖ γὰρ τὸ αὐξανόμενον ἐξ ἐλάττονος μείζονα καταλαβεῖν τόπον καὶ τὸ μειούμενον ἐκ μείζονος ἐλάττονα. ἀλλὰ μὴν καὶ τὸ ἀλλοιούμενον· ἀπὸ γὰρ τοῦ βάθους διέρχεται ἡ ποιό|της ἐπὶ τὴν ἐπιφάνειαν, ὡς ἐπὶ τῶν ἐρυθριώντων ἢ ὠχριώντων, [*](150v) καὶ ὅτι δεῖ πλησιάσαι τὸ ἀλλοιοῦν τῷ ἀλλοιουμένῳ. ἀλλ’ εἰ καὶ πάσῃ κινήσει ἡ κατὰ τόπον παρακολουθεῖ, ἀλλ’ οὖν προφανὲς ὡς ἄλλη ἐστὶ [*](1 αὐξόμενον F τινας ἄλλας κινήσεις Fa 4 ταὐτὸν om. C ἡ ἀλλ. C καὶ ταῖς ἄλλ. F ante ἔδει add. ἡ αὐτή C 5 τὸ ἀνάπ. F 5. 6 κινηθῇ C 6 ἢ κατά τινα a 7 προὐπάρχων F1 8 αὐξόμενον F 9 γίνεσθαι a αὐξομ. F 10 ἄλλως post γένοιτο coll. a: om. C 11 ἀλλοιώσεις προηγοῦνται C 12 ἂν om. a 14 καὶ om. C ante τοῖς inseras. ἀμέλει nisi malis τοῖς— (16) eicere 15 πλείω F καὶ om. C συντομώτερον CF 17 ὥσπερ a. ἡ ἀλλοίωσις— κινήσεσιν (18) om. C 18 φαμεν ταυτόν coll. F 21 τὸ μειούμ. C 22 γίνεσθαι F 23 τε om. C 25 ἢ καὶ εἰς τὴν μήτραν om. C θῆλυ CF1 28 ἐξ om. F1 29 ἐλάττονα μείζονος (pr. l.) F1 32 καὶ ὅτι om. C; an καὶ 〈δῆλον〉 ὅτι?)

    202
    παρ’ αὐτάς, ἐπεὶ καὶ τῷ ἐν φωτὶ σώματι παρακολουθεῖ μὲν πάντως ἡ [*](150v) σκιά, οὐ μὴν διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστιν ἡ σκιὰ τῷ ἐν φωτὶ σώματι. οὕτως οὖν λέγω καὶ ἐπὶ τῆς ἀλλοιώσεως, ὅτι εἰ καὶ ταῖς ἄλλαις πάσαις παρακολουθεῖ, ἀλλ’ οὐχὶ διὰ τοῦτο καὶ ταὐτόν ἐστιν ἐκείναις, ὁπότε οὐδὲ πάσῃ κινήσει παρακολουθεῖ ἡ ἀλλοίωσις· τὰ γὰρ κτὰ πρόσθεσιν αὐξανόμενα αὔξεται μέν μείζονα γὰρ ἐξ ἐλαττόνων γίνεται), ὡς εἰ τῇ δεξαμενῇ προστεθείη ὕδωρ, ἀλλοιότερα δὲ οὐ γίνεται. τοῦτο δὲ καὶ αὐτὸς δηλῶν ἐπιφέρει καὶ τὸ τετράγωνον, φησί, γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιότερον δὲ οὐ γεγένηται· μένει γὰρ καὶ αὐξηθὲν ἔτι τετράγωνον. Ἀλλ’ ἐπειδὴ βουλόμενος ὁ Ἀριστοτέλης δεῖξαι τὴν ἑτερότητα τῆς ἀλλοιώσεως πρὸς τὰς λοιπὰς κινήσεις τοὐ τετραγώνου καὶ τοῦ γνώμονος ἐμνημόνευσε, φέρε σαφηνίσωμεν τὸ εἰρημένον. γνώμονα τοίνυν φασὶν οἱ γεωμέτραι ἕν τι τῶν περὶ τὴν διάμετρον τετραγώνων, ὅταν ᾖ σὺν τοῖς δύο ἅμα παραπληρώμασιν. ἵνα δὲ σαφῆ ποιήσωμεν τὰ λεγόμενα, ἐπ’ αὐτοῦ τούτου τοῦ διαγράμματος τὸν λόγον γυμνάσωμεν. τετράγωνον τοίνυν χωρίον λέγεται εἶναι τὸ ὑπὸ τεσσάρων πλευρῶν ἴσων ἀλλήλαις καὶ γωνιῶν ὀρθῶν περιεχόμενον. ἔστω οὖν τετράγωνον χωρίον αݲ β βݲ δ, ἴσας ἔχον γωνίας καὶ τὰς τέσσαρας | πλευράς, καὶ ἤχθω αὐτοῦ διάμετρος [*](151r) [*](1. 2 ἡ σκιὰ πάντως coll. C 2 οὐ — σκιὰ om. F διὰ τοῦτο om. C (cf. v. 4) 3 λέγεται a 5 παρακ. κινήσει coll. C αὐξόμενα F 6 ἐξ om. C 7 ἀλλοιότερον C post γίνεται add. ex Marc. 217 τὸ γὰρ ἐν αὐτῇ ὕδωρ προσλαβὸν ἕτερον ὕδωρ ηὔξηται μὴ ἀλλοιωθέν. καὶ ἐκβαλλομένη ἡ εὐθεῖα αὔξεται μὴ ἀλλοιουμένη. ἀλλ’ οὐδὲ πᾶν τὸ ἀλλοιούμενον αὔξεται, εἴ γε ὁ μανθάνων καὶ ὁ θυμούμενος καὶ ὁ δεδοικὼς ἀλλοιοῦται μὴ αὐξόμενος a alt. καὶ om. a; an οἷον? 8 αὐτῶ om. Arist. 9 οὐδὲν Arist. γίνεται Ca post τετράγωνον add. ὥστε ἡ ἀλλοίωσις οὐδὲ μείωσίς ἐστιν· ἀφαιρεθέντος γὰρ γνώμονος ἀπὸ τοῦ τετραγώνου τὸ καταλειπόμενον τετράγωνον ἔμεινεν. a (Marc. 217) 10 ἐνδεῖξαι a 12 εἰρημ.] ῥητόν a 13 περὶ] παρὰ F τοῖς δυσὶν ἅμα πληρώματα (sic) C 15 εἶναι om. C 17 figuram ante ἔστω posui: post γνώμονα (p.203,11) habet C: ante τετραγώνῳ (p.203,10) cum tribus aliis figuris F: om. a)
    203
    ἡ βݲ bݲ γݲ. ἐπὶ δὲ τῆς αݲ βݲ πλευρᾶς εἰλήφθω τὸ εݲ, [*](154r) καὶ ἀπ’ αὐτοῦ τοῦ εݲ σημείου ὁποτέρᾳ τῶν αݲ γݲ β δ πλευρῶν γεγράφθω παράλληλος γραμμὴ ἡ εݲ ζ, ἀπὸ δὲ τῆς αݲ γ πλευρᾶς ἀφῇ ῃρήσθω ἴση τῇ εݲ βݲ ἡ αݲ ηݲ, καὶ ἀπὸ τοῦ ηݲ σημείου ἤχθω παράλληλος ὁποτέρᾳ τῶν αݲ βݲ γݲ δݲ ἡ ηݲ θݲ. τοῦ οὖν αݲ βݲ γݲ δݲ τετραγώ ὧν τὰ μὲν δύο τὰ περὶ τὴν διάμετρον, τό τε εݲ β θ κݲ καὶ κݲ ηݲ γݲ ζݲ, τετρά- ἐστι, τὰ δὲ λοιπὰ δύο παραπληρώματα καλεῖται. τῶν οὖν δύο τετραγώνων ὁποιονοῦν, οἷον φέρε τὸ ηݲ γݲ ζ κݲ, μετὰ τῶν δύο παραπληρωμάτων, τοῦ τε αݲ εݲ κݲ ηݲ καὶ τοῦ κݲ θ δ ζ, γνώμων κλεῖται. ἡ δὲ κατασκευή, ὅπως ἐστὶν ὅμοιον τὸ εݲ β κݲθ τετράγωνον τῷ αݲ β γݲ δ τετραγώνῳ, τοίνυν ὅτι περιθεὶς μὲν τὸν γνώμονα τῷ εݲ β κݲ τετραγώνῳ μεῖζον τὸ ὅλον γέγονε γὰρ τὸ αݲ β γݲ δ τετράγωνον) ἐκεῖνο δὲ οὐκ ἠλλοίωσα· γὰρ τὸ μικρὸν τετράγωνον ὁμοίως μεμένηκε τετράγωνον ὑπάρχον. ἀλλὰ δὴ κἄν τοὐ ὅλου τετραγώνου τοῦ αݲ β γݲ δ ἀφέλῃς τὸν αݲ εݲ ηݲ θ γݲ γνώμονα, καταλείπεται τὸ εݲ β κݲ θ τετράγωνον· καὶ τὸ μὲν ὅλον τὸ ἀρχῆς ἐμειώθη καὶ ἔλαττον γέγονεν, οὐκ ἠλλοίωται δέ, ἀλλ’ ἔμεινε τὸ αὐτὸ τοῦ τετραγώνου εἶδος. εἰ δὲ μήτε ἡ μείωσις μήτε ἡ αὔξησις, κίνησις οὖσα κατὰ ποσόν, τὴν κατὰ τὸ εἶδος τοῦ τετραγώνου ἰδιότητα ἐκίνησε, δῆλον ὡς ἄλλη ἐστὶν ἡ κατὰ ποιότητα κίνησις καὶ ἄλλη ἡ κατὰ μείωσιν καὶ αὔξησιν. εἰ δὲ αὗται ἕτεραι, πολλῷ μᾶλλον καὶ αἱ κατὰ γένεσιν καὶ φθοράν.

    p. 15b1 Ἔστι δ’ ἁπλῶς μὲν κινήσει ἠρεμία ἐναντίον, ταῖς δὲ καθ’ ἕκαστα αἱ καθ’ ἕκαστα, γενέσει μὲν φθορά, | αὐξήσει δὲ [*](151v) μείωσις, τῇ δὲ κατὰ τόπον μεταβολῇ ἡ κατὰ τόπον ἠρεμία. μάλιστα δὲ ἔοικεν ἀντικεῖσθαι ἡ πρὸς τὸν ἐναντίον τόπον μεταβολή, οἷον τῆ κάτωθεν ἡ ἄνω τῇ ἄνωθεν ἡ κάτω.

    Νῦν λοιπὸν τὸ τρίτον, ὧν εἰρήκαμεν, ζητεῖ ἐν τῷ περὶ κινήσεως λόγῳ, [*](1 τῆς] τῆ C τὸ (prius) om. a 2 ἀπ’] ἐπ’ C 3 ἡ om. CF τῇ] τὸ C 4 ante pr. ηݲ add. καὶ F τοῦ] τῆς F ἤχθω] διήχθω Fa παράλληλον C: παραλλήλοις F 5 ἡ om. C 6 περὶ] παρὰ F τὴν om. CF 7 τῶν οὖν δύο] τὸ οὖν ἓν τῶν a 8 οἷον om. a φέρει C 10 τὸ om. F εݲ] γݲ F τετραγώνω] τετράγωνον F 11 ὅτι om. a τὸ εݲ β θ κݲ τετράγωνον a 11. 12 ἐποίησα (ἐποίησε C) τὸ ὅλον 12 γέγονε τῷ αݲ β γݲ δ τετραγώωῳ (γὰρ om.) a ἠλλοίωσεν C: ἠλλοιώθη a 14 τοῦ] τὸ F 16. 17 τὸ αὐτὸ . . εἶδος Marc. 217: αὐτὸ . . τὸ εἶδος CFa 17 μήτε ἡ αὔξησις μήτε ἡ μείωσις coll. C 18 τὴν δὲ a 19 ἄλλο (pr. l.) a ἄλλη ἡ Marc. 217: ἄλλο Ca: ἄλλη F 20 καὶ αἱ om. C: αἱ om. F 22 ἁπλ. τῆ μὲν κιν. F: τῆ ἁπλ. μὲν κιν. a ἡ ἠρεμ. F ἐναντία Arist. ταῖς —κάτω (26) om. ταῖς] τοῖς F 23 αἱ καθ’ ἕκαστα om. F. 23. 24 γένεσις μὲν φθορᾶ αὔξησις μειώσει F 21 μεταβολῆ— τόπον F 25 δὲ Marc. 217: om. CF καὶ ἡ C πρὸς] εἰς 26 καὶ τῆ ἄνωθεν F: τῇ δὲ ἄνωθεν Arist.)

    204
    λέγω δὴ ποίῳ εἴδει κινήσεως ποῖον ἀντίκειται. καὶ κοινῶς μέν, φησί, πάσῃ [*](151v) μὲν κινήσει ἠρεμί ἀντίκειται· εἰ γὰρ ἡ μὲν κίνησις μετάβασίς τίς ἐστι καὶ ὁδὸς ἤτοι ἐξ ὄντων εἰς τὸ μὴ εἶναι καὶ ἔμπαλιν ἢ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἢ ἀπὸ τόπου εἰς τόπον ἢ ἀπὸ τοῦ ἥττονος εἰς τὸ μεῖζον καὶ ἔμπαλιν ἢ ἀπὸ τοῦ τοιόνδε εἶναι ἐπὶ τὸ τοιόνδε, οἷον ἀπὸ λευκοῦ εἰς μέλαν, ἡ δὲ ἠρεμία στάσις τίς ἐστιν, εἰκότως πάσῃ κινήσει ἠρεμία ἀντίκειται. εἰδικώτερον δέ, φησίν, ἀντίκεινται αἱ ἀντιδιῃρημέναι ἀλλήλαις κινήσεις, ἡ μὲν γένεσις τῇ φθορᾷ τῇ δὲ μειώσει ἡ αὔξησις τῇ δὲ κατὰ τόπον ἐξαιρέτως μὲν ἡ ἠρεμία ἀντίκειται, καὶ εἰκότως, ἐπειδὴ καὶ μάλιστα αὕτη γνωριμωτέρα τῶν ἄλλων ἡ κίνησις καὶ ἐπὶ ταύτης μάλιστα οἱ πολλοὶ τὸ τῆς κινήσεως φέρουσιν ὄνομα. ἔστι δὲ καὶ εἰδικώτερον ἀντιθεῖναι ταύτῃ τῇ κινήσει αὐτὴν ἑαυτῇ, μερίζοντα αὐτὴν κατὰ τὰς διαφόρους τοῦ τόπου διαστάσεις, ὥστε ἀντικεῖσθαι τὴν μὲν ἐπὶ τὸ ἄνω φορὰν τῇ ἐπὶ τὸ κάτω τὴν δὲ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν τὴν δ΄ εἰς τὰ δεξιὰ τῇ εἰς τὰ ἀριστερά.

    p. 15b7 Τῇ δὲ λοιπῇ τῶν ἁποδοθεισῶν κινήσεων οὐῥᾴδιον τί ποτέ ἐστιν ἐναντίον. |

    Καὶ ἐν τῇ διακρίσει τῶν κινήσεων αὕτη πάλιν ἦν ἡ ἀμφιβαλλομένη, [*](152r) λέγω δὴ ἡ ἀλλοίωσις. καὶ ταύτῃ τοίνυν, φησίν, ἀντιθετέον τήν τε τοῦ ποιοῦ ἠρεμίαν, ὥσπερ καὶ τῇ κατὰ τόπον, καὶ τὴν εἰς τὸ ἐναντίον ποιὸν μεταβολήν, οἷον τὴν ἀπὸ λευκότητος εἰς μελανίαν μεταβολήν.

    Περὶ τοῦ ἔχειν.

    p. 15b17 Τὸ δὲ ἔχειν κατὰ πλείονας τρόπους λέγεται.

    Τὸ ἔχειν φωνή ἐστιν ὁμώνυμος· οὐ μόνον γὰρ μίαν τῶν δέκα κατηγοριῶν δηλοῖ ἀλλὰ καὶ ἕτερα πλείονα· λεγόμεθα γὰρ ἐπιστήμην ἔχειν καὶ ἀρετὴν καὶ ὅσα ἄλλα ἀπαριθμεῖται. κυρίως δὲ ἡ τοῦ ἔχειν κατηγορία οὐσίας δηλοῖ περὶ οὐσίαν περίθεσιν, ὡς ὅταν λεγώμεθα ἱμάτιον περιἡ [*](2 ἠρεμία a 4. 5 ἢ ἀπὸ τοῦ ἥττονος— ἔμπαλιν a: ἢ ἀπὸ ἢ (sic) C: om. 5 ἢ om. a ἐπὶ] εἰς C post τὸ τοιόνδε add. εἶναι a τοῦ λευκοῦ a 6 ἡ ἠρεμία (alt. l.) Fa ἀντίκ.] ἐναντίον a 7 ἰδικώτερον F 8 μὲν γὰρ a post τόπον add. μεταβολῆ C 9 ἡ om. C 10 τῶν ἄλλων γνωp. coll. a 11 εἰδικώτατον C: ἰδικώτερον F 13 ὡς C τῶ ἄνω F τῶ κάτω F 14 τὸ (ante ὄπ.) om. a δ’ om. CF 14 et 15 τὰ (utrobique) om. Fa 14 εἰς (ante τὰ ἄp.) om. F 16 ἀντιδοθ. F 20 ποιῶν (alt. l.) C 21 οἷον scripsi: καὶ libri 23 δὲ om. CF πλείους F 24 ὁμ. ἐστι φωνή coll. a 27 διάθεσιν F λέγωμεν C)

    205
    κεῖσθαι ἢ δακτύλιον ἢ ὑποδήματα. τὸ δὲ γυναῖκα ἔχειν ἢ ἀγρὸν ἤ τι [*](152r) τοιοῦτον ἕτερόν τί ἐστιν. ἵνα οὖν μὴ ἐκ τῆς ὁμωνυμίας ἀπατώμεθα, διήρθρωσεν ἡμῖν ἐνταῦθα ποσαχῶς τὸ ἔχειν λέγεται. μήποτε δὲ ἐπειδὴ ἀνωτέρω εἰπὼν περὶ τῆς οὐσίας καὶ τοῦ πο|σοῦ καὶ τοῦ πρός τι καὶ τοῦ [*](152v) ποιοῦ καὶ τοῦ ποιεῖν καὶ πάσχειν τὸν περὶ τῶν λοιπῶν κατηγοριῶν παρῆκε λόγον ὡς σαφῆ, ὡρίσατο δὲ καὶ τὴν τοῦ ἔχειν κατηγορίαν οὐσίας λέγων εἶναι περὶ οὐσίαν περίθεσιν, λέγεται δὲ καὶ κατ’ ἄλλους τρόπους τὸ ἔχειν, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν περὶ αὐτοῦ λόγον καὶ λέγει ποσαχῶς ἔχειν τι λεγόμεθα· λέγεται γάρ, φησί, τὸ ἔχειν ἢ κατὰ ποιότητα (λεγόμεθα γὰρ ἕξιν ἔχειν ἢ διάθεσιν ἢ ἐπιστήμην), ἢ κατὰ ποσότητα, ὡς εἰ λέγοιτο τὸ ξύλον τρεῖς φέρε πήχεις ἔχειν. ταῦτα μὲν οὖν τὰ ἐν τῷ σώματι. καὶ περὶ τὸ σῶμα δὲ ἔχειν λεγόμεθα) ὡς ἱμάτιον ἢ τόπον ἢ τοσόνδε χρόνον. καὶ μόριον δὲ ἔχειν λεγόμεθα, ὡς χεῖρα ἢ πόδα, καὶ ὡς κτῆμα, οἷον οἰκίαν. καὶ ὡς ἐν ἀγγείῳ δὲ λέγεται τὸ ἔχειν, ὡς ὁ κέραμος ἔχειν οἶνον λέγεται, καὶ καθ’ ὅσους ἄλλους τρόπους ἐγχωρεῖ τὸ ἔχειν λέγεσθαι. ἔοικε δέ, φησί, τὸ λέγειν γυναῖκα ἔχειν ἀλλοτριώτατον εἶναι τῶν τοῦ ἔχειν σημαινομένων· τὸ γὰρ γυναῖκα ἔχειν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ συνοικεῖν γυναικί. ἀλλοτριώτατον δέ φησι, διότι οὐδὲν μᾶλλον ὁ ἀνὴρ λέγεται ἔχειν γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα. ἀλλ’ ἔστι πρὸς τοῦτο εἰπεῖν ὅτι καὶ ἐπὶ τῶν κτημάτων οὐ μόνον ἡμεῖς ἀγρὸν ἔχειν λεγόμεθα ἢ δοῦλον, ἀλλὰ καὶ ὁ ἀγρὸς δεσπότην ἔχειν καὶ ὁ δοῦλος καὶ τὸ ἱμάτιον, καὶ ἐπὶ τῶν μερῶν καὶ τοῦ ὅλου οὐ μόνον τὸ ὅλον μέρη ἔχειν, ἀλλὰ καὶ τὰ μέρη ὁλότητα.

    p. 15b31 Ἴσως δ’ ἄν καὶ ἄλλοι τινὲς φανείησαν τοῦ ἔχειν τρόποι· οἱ δὲ εἰωθότες λέγεσθαι σχεδὸν πάντες κατηρίθμηται.

    Πάλιν δὲ μὴ ἐπαναπαύεσθαι τοῖς αὐτοῦ λόγοις βουλόμενος ἡμᾶς ὅτι ἴσως μὲν καὶ ἄλλους εἶναι τοῦ ἔχειν τρόπους, οἵ γε μὴν εἰωθότες λέγεσθαι ἅπαντες ὑφ’ ἡμῶν ἠρίθμηνται.

    [*](1 ὑπόδημα F 2 τι om. F 3 μήποτε — λεγόμεθα (9) eicias ἐπειδὴ] ἄρα C 4. 5 τοῦ ποιοῦ καὶ τοῦ πρός τι coll. a 5 τοῦ πάσχ. C 5. 6 ἀφῆκε C: ἐφῆκε F 6 ὡρίσατο] error scriptoris (cf. p. 164,7) οὐσίαν C 8 αὐτῆς Fa 8. 9 ποσαχῶς— — λεγόμεθα] τὸ ἔχειν κατὰ πολλοὺς τρόπους λέγειν εἰώθαμεν a 9 ποιόν a 11 λέγοιτο] λέγοι C: λέγει F ante τὸ ξύλον add. τις a ἔχειν φέρε πήχεις (num. corr.) coll. F ἔχει a 12 ante περὶ add. τὰ C 14 post οἰκίαν add. ἢ ἀγρόν a ὁ] καὶ ὁ C: om. F 16 λέγειν in ras. F: post γυναῖκα coll. C 18 τὸ om. C 19 μᾶλλον] ἄλλο ἀλλ’ C: ἄλλο F 21 λέγομεν CF ἔχειν Paris. 2051: ἔχει CFa 22 ἔχει a 24 lemma recepi ex a: ante τὸ ἔχειν (p. 204,24) Aristotelis verbis ibi ad κατηρίθμηνται continuatis habet C: om. F 24. 25 τρόποι τοῦ ἔχειν coll. C 25 ἅπαντες Arist. 26 ἀναπαύεσθαι C βουλ. ἡμᾶς] μετριάζων πρὸς ἡμᾶς a 27 an μὲν <ἐνδέχεται>? καὶ ἄλλοι τοῦ ἔχειν εὑρεθήσονται τρόποι C ἀλλ’ οἵ γε μήν φησιν εἰωθ. C)