Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
19. Ἡ καλουμένη Κελτογαλατία διήκει μέν ἐπὶ πλεῖστον καὶ κατὰ γῆν καὶ [κατὰ] θάλασσαν· διῄρηται δὲ εἰς ἐπαρχίας δ΄, Γαλλίαν Ἀκυτανίαν καὶ Γαλλίαν quattuor, Λουγδουνησίαν καὶ Γαλλίαν Βελγικὴν καὶ [Γαλλίαν] Ναρβωνησίαν. Ἀλλʼ αἱ μέν προειρημέναι τρεῖς ἐπαρχίαι προσοικοῦσι τῷ ὠκεανῷ πρὸς τὰς ἄρκτους ἐστραμμέναι, ἡ δὲ Ναρβωνησία ἐν τῆ καθʼ ἡμᾶς καὶ ἐντὸς κεῖται θαλάσσῃ πρὸς τήν μεσημβρίαν ὁρῶσα. Λέξομεν
20. Ἡ Ἀκυτανία περιορίζεται ἀπὸ μὲν ἄρκτων μέρει τῆς ἐχομένης Λουγδουνησίας ἐπαρχίας καὶ τῷ μετʼ ἐκείνην ὠκεανῷ ἀρκτῴῳ, ἀπὸ δὲ ἀνατολῶν ὁμοίως μέρει τῆς Λουγδουνησίας κατὰ τὸν Λίγηρα ποταμὸν μέχρι τῶν πηγῶν αὐτοῦ, καὶ μέρει τῆς Ναρβωνησίας μέχρι τοῦ πρὸς τῇ Πυρήνη πέρατος, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Πυρήνης κατὰ τὸ Οἰάσσω ἀκρωτήριον τῷ πρὸς τὸν ὠκεανὸν νενευκότι, καὶ μέρει τῆς Ναρβωνησίας ἐπαρχίας ἀπὸ τῆς κεφαλῆς τοῦ Αίγηρος μέχρι τοῦ εἰρημένου πρὸς τῆ Πυρήνῃ πέρατος. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη, τὰ δὲ κατὰ μέρος τῆς παραλίας κατὰ τὸν Ἀκυτανικὸν ὠκεανὸν οὕτως ἔχει.
21. Ἀπὸ τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης ἐκδέχονται Ἀτούριος ποταμοῦ ἐκβολαὶ, εἰσὶ δʼ ἐπ᾿ αὐτὰς οὐ πλείω σταδίων ασν΄, οὐχ ἧττον σταδίων ψπε΄. Ἀπὸ δὲ Ἀτούριος ἐκβολῶν εἰς Σιγνάτιος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄, [στάδιοι]υν΄. Ἀπὸ δὲ Σιγνάτιος ποταμοῦ ἐκβολῶν εἰς Κουρίαννον ἀκρωτήριον εἰσὶ στάδιοι φ΄,