Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
13. Ἀπὸ τῶν ἐκβολῶν τοῦ προειρημένου Ἄνα ποταμοῦ ἐπὶ Βάλσα στάδιοι τπ΄, [στάδιοι ---], καὶ ταῦτα ἐπὶ τὰ μέρη Τουρδητανοὶ παροικοῦσιν. Ἀπὸ δὲ Βάλσων εἰς Ὀσσόνοβα στάδιοι τμ΄, στάδιοι τ΄. Ἀπὸ δὲ Ὀσσόνοβα ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον στάδιοι τξ΄, στάδιοι σξ΄, Τωῦτο ἐπὶ πολὺ (τὸ ἀκρωτήριον) εἰς τὸν ὠκεανὸν ἔκκειται, καὶ ἔστι τῶν σφόδρα ἐπισημοτάτων. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰς Καλίποδος ποταμοῦ ἐκβολὰς στάδιοι ατν΄, στάδια ??ον΄. Ἀπὸ δὲ Καλίποδος ποταμοῦ ἐκβολῶν εἰς Σάλακρα στάδιοι σλ΄, στάδιοι σι΄. Ἀπὸ δὲ Σαλάκρων εἰς Καιτοβρὶξ στάδιοι ρε΄, στάδιοι ϟ΄. Ἀπὸ δὲ Καιτοβρὶξ εἰς Βαρβάριον ἄκρον στάδιοι ρζ΄, στάδιοι ρξ΄. Ἀπὸ δὲ Βαρβαρίου ἄκρου εἰς Ὀλιοσίπωνα στάδιοι τπ΄, στάδιοι σν΄. Ἀκὸ δὲ Ὀλιοσίπωνος ἐπὶ τὰς τοῦ Τάγου ποταμοῦ ἐκβολὰς στάδιοι ρνε΄, [στάδιοι ---]. Εἰσὶ δὲ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ [στάδιοι---]. Ἀπὸ δὲ τῶν ἐκβολίων τοῦ Τάγου ποταμοῦ ἐπὶ Σελήνης ὄρος, ἄκρον, εἰσὶ στάδιοι ρν΄, στάδιοι ρκ΄. Ἐνταῦθα παράκειται [νῆσος] Δάνοβρις καλουμένη· εἰσὶ δὲ ἐπʼ αὐτὴν ἀπὸ τοῦ τῆς Σελήνης