Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

39. Μετὰ τὰς ἐκβολὰς τοῦ Οὐῖστούλα ποταμοῦ ἐκδέχονται Χρόνου τοῦ ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Κρόνου τοῦ ποταμοῦ ἑξῆς εἰσὶ Ῥουδῶνος ποταμοῦ ἐκβολαί. Οὗτοι δὲ οἱ ποταμοὶ εἰς τὸν Οὐεν δικὸν κόλπον ἐξίασιν, ὅστις ἀπὸ τοῦ Οὐῖστούλα ποταμοῦ ἄρχεται παρήκων ἐπὶ πλεῖστον. Ἀπὸ δὲ τοῦ Ῥοωδῶνος ποταμοῦ ἑξῆς εἰσὶ Τουρούντου ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Τουρούντου ποταμοῦ ἐκδέχεται Χέσυνος ποταμὸς, καὶ αἱ τούτου ἐκβολαί. Μετὰ δὲ τὸν Χέσυνον ποταμὸν ὁ ἄγνωστος καὶ Ὑπερβόρειος ἑξῆς ἐστὶν ὠκεανὸς συνέπτων τῇ Ὑπερβορείῳ καὶ ἀγνώστῳ γῇ. Παροικοῦσι τὸν Χέσυνον ποταμὸν οἱ Ἀγαθουρσοὶ τὸ ἔθνος τῆς ἐν Εὐρώπῃ Σαρματίας ὄντες. Καταφέρονται δὲ ὅ τε Χέσυνος ποταμὸς καὶ ὁ Τουρούντης ἐκ τῶν ὑπερκειμένων ὀρῶν, ἅτινα καλεῖται Ῥίπαια ὄρη, κατὰ τὴν μεσόγειον μεταξὺ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Σαρματικοῦ ὠκεανοῦ κείμενα. Ὁ δὲ Ῥούδων ποταμὸς ἐκ τοῦ Ἀλανοῦ ὄρους φέρεται· παροικεῖ δὲ τό τε ὄρος καὶ τὴν χώραν ταύτην ἐπὶ πολὺ διῆκον τὸ τῶν Ἀλανῶν Σαρμάτων ἔθνος, παρʼ οἷς τοῦ Βορυσθένους ποταμοῦ τοῦ εἰς τὸν Πόντον ἐξιόντος αἱ πηγαὶ τυγχάνουσι. Τὴν δὲ περὶ τὸν Βορυσθένην χώραν παροικοῦσι μετὰ τοὺς Ἀλανοὺς οἱ καλούμενοι Χουνοὶ οἱ ἐν τῇ Εὐρώπῃ.

40. Ἔστι δὲ τὸ μῆκος τῆς Σαρματίας σταδίων ζψ΄, τὸ δὲ πλάτοι σταδίων ζχν΄. Ἔχει [δὲ] ἔκνη νϚ΄, πόλεις ἐπισήμους νγ΄, ὄρη ἐπίσημα θ΄, ποταμοὺς ἐπισήμους

560
δ΄, ἀκρωτήρια ἐπίσημα γ, λιμένας ἐπισήμους γ΄, κόλπους ἐπισήμους δ΄, τόν τε Οὐενδικὸν τὸν εἰρημένο κόλπον καὶ ἄλλου τρεῖς. Τῆς μέν οὖν Εὐρώπης τῶ δεξιῶν μερῶν τὸν περίπλουν, ὥσπερ ὑπεσχόμεθα, μετὰ τῆς προσηκούσης ἐπιμελείας πεποιήμεθα· μεταβησόμεθα δὲ ἐπὶ τὰς Πρεττανικὰς νήσους.

41. Αἱ Πρεττανικαὶ νῆσοι δὺο εἰσὶν, ἥ τε καλουμένη Ἀλβίων καὶ ἡ Ἰουερνία. Ἀλλ᾿ ἡ μὲν Ἀλβίων μείζων κατὰ πολὺ τυγχάνει· κεῖται δὲ καταντικρὺ τῆς Κελτογαλατίας, παρά τε τὴν Λουγδουνησίαν καὶ τὴν Βελγικὴν μέχρι τῆς μεγάλης Γερμανίας ἐκτεινομένη. Οὐ γάρ ἐστι συνεστραμμένη, καθάπερ αἱ ἄλλαι νῆσοι, ἀλλʼ ὅσπερ διῃρημένη καὶ διεσπαρμένη, κατὰ πλείστου μέρους διήκει τοῦ ἀρκτῴου ὠκεανοῦ, δύο μάλιστα μακροτάτους ἰσθμοὺς ὥσπερ πόδας τινὰς ἔχουσα· ὧν ὁ μὲν μείζων [μέχρι τῆς Κιμβρικῆς Χερσονήσου], ὁ δὲ ἐλάττων μέχρι τῆς Ἀκυτανίας διήκει. Ἡ δὲ ἑτέρανῆσος ἡ Ἰουερνία ὑπέρ αὐτήν κειμένη, δυτικωτέρα δὲ τυγχάνουσα, ἐλάσσων τέ ἐστι τῷ μεγέθει, καὶ τὴν ἴσην ἔχει θέσιν τῆ προειρημένῃ. Ταύτης τοίνυν τῆς προτέρας τὸν περίπλουν ἀναγράψομεν, εἶθ᾿ οὕτως ἐπὶ τὴν μείζονα ἐλευσόμεθα.