Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

25. Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι δ, τὸ δὲ πλάτος αυ΄. Ἔχει δὲ ἔθνη ἢ σατραπείας, ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβ΄, ποταμοὺς ἐπισήμους γ΄, ἀκρωτήριον ἐπίσημον α΄, χερσόνησον ἐπίσημον α΄, νήσους ἐπισήμους β΄. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παράπλου τῆς τῶν Περσῶν χώρας στάδιοι γυ΄.

26. Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσικὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος [τὸ] μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται

531
δὲ ἀπὸ μέν ἄρκτων τῆ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύσεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῶ προειρημένῳ Βαγράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περσικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν δρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ τοῦ Περσικοῦ κόλπου τῷ Ἰωδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους οὕτως ἔχει.

27. Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα ποταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τ΄. Ἐνταῦθα παροικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Κατὰ τούτους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολάς στάδιοι φ΄. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγάνου ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σ΄. Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμενον στάδιοι ω΄. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψν΄. Ἐνταῦθα παράκειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀραβίαν τὸ Ἀσαβῶν ὄρος τε [καὶ] ἀκρωτήριον, ἅπερ ἑκάτερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσικοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν κόλπον τυγχάνοντος στάδιοι δσν΄. Οἱ δὲ σύμπαντες

532
τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρωτηρίου [στάδιοι αα ςψζ΄.]