Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη δὲ ἡ Κητώ, ἤγουν ἡ ὑγρότης2 ), περιλειφθεῖσα τῷ βάθει, ἐγέννησεν ἄλλο μέγιστον θαῦμα, μήτε θεοῖς μήτʼ ἀνθρώποις ἐοικός, τὴν Ἔχιδνάν φησιν, ἤγουν3) τὰ δένδρα, ἃ οὔτε θεοῖς ὅμοια πέφυκε (φθείρεται γάρ), οὔτε ἀνθρώποις, πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων4 ) ἵστασθαι δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ, ἤγουν τῷ κοιλώματι τῆς γῆς, ἥμισυ μὲν οὖσαν νύμφην, ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι ποιοῦσαν ἡμᾶς, συνεπινοουμένων τοῖς δένδρεσι τῶν καρπῶν, τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς τῶν ῥιζῶν ἐλίξεις. ὠμηστήν, ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται.