Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ δύο, αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται.7) τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδαταώδης ὑγρότης, ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν8) φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, εἰ μὴ ἐξ9) ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης 1) τῆς Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηίνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ Περσεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος [*](1, γὰρ f. Par.) [*](7. ἡ τῶν λιμναίων Vat. Cas.) [*](2. ἠρέμως Par. καὶ ἡ τῆς θαλάσσης Vat. Cas.) [*](3. καὶ τῶν μὲν ποταμίων ὑδά- 8. Μεδέουσαν Cas. ἐπιφέρουσαν των codd. θρεπτικὸν τὸ τῆς θα- Cas. τοῦτο ἥτις codd. λάσσης codd. τὸ δὲ τῆς Par. Εὐ- 9 ἐξ f Par. Cas. ρυάλην δὲ F. εὐρὺ καὶ codd Με- 10. παρʼ αὐτοῦ Par. λειμῶσιν οἵ δέουσαν — Μεδέουσα Vat. Cas. τινες περὶ αὐτὰς καὶ ἐν τῷ ἀέρι) [*](4. ἀναθυμίασιν f. codd. codd.) [*](5. δὲ f. Vat. Cas 11. ταῦτα Vat. Cas. τῆς κεφα- ) [*](6. ἐπιλαμψάσης Par. λῆς Vat. Cas.)

390
καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ1) Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν· μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων ταύτην φησί.