Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

240. Νηρῆος δὲ7 ) γένοντο. ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως τέκνων ὀνόματα ἔπλασεν, ἢ ἀπὸ τῶν εἰωθότων ἐν 8) τῇ θαλάσσῃ γίνεσθαι, ἢ ἀφʼ ὧν ποιοῦσιν ἢ πυνθάνουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν, ἤγουν τῆς νήξεως, καὶ Δωρίδος τῆς ἠυκόμοιο9 ), ἤγουν τοῦ πλοίου, ἐγένοντο πολλὰ τέκνα. δόρατα 10) γὰρ οἱ παλαιοὶ τὰ ξύλα ἐκάλουν, ὡς καὶ Ὅηρος λέγει, τὸ δὲ δῶ ὑπὸ τῶν Ἀττικῶν ἐκτεινόμενον μέγα γράφεται. ἠύκομον δὲ [*](1. δὲ f. Vat. Cas. 6. καὶ διὰ τοῦ Par.) [*](2. τοῦτον Vat. Cas. 7. τέκνων τὰ ὀνόματα codd.) [*](3. ἑαυτῆς ἡ θάλασσα codd. 8. ἐν f. Par.) [*](4. τὸν Par.) [*](9. ἤτοι Vat. Cas.) [*](5. ισγόμενον V, 10. δούρατα Par.)

387
ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ γὰρ τοῦ ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγίνοντο γοῦν αὗται θυγατέρες· Πρωτὼ διὰ τὸ πρῶτον πάντων1), ὥς φησιν οὗτος2), ἐφεστάναι τὸ ὕδωρ3), Εὐκράτη διὰ τὸ χρείαν εἶναι τῆς4) εὐκρασίας τοῖς ναύταις, Σαὼ διὰ τὸ χρείαν εἶναι σωτηρίας τοῖς ναύταις, Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς5) τῆς τύχης (ἢ γὰρ ἐπὶ ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν, Εὐδώρη διὰ τὴν ἀντικατάλλαξιν6) τὴν τοῖς ἐμπόροις γινομένην, Θέτις δὲ διὰ τὴν συγκατάθεσιν τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν ναυτῶν γίνεται πλοῦς), Γαλήνη διὰ τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις, Γλαύκη διὰ τὸ λευκὸν τοῦ ὕδατος, Θαλίη διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον, Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους, Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς πλέουσι, Δωτὼ διὰ τὰς δωτίνας καὶ ἀντικαταλλάξεις, Κυμοθόη διὰ τὸ τῶν κυμάτων ταχύ, Σπειὼ) διὰ τὸ τοὺς πλέοντας πολλάκις καὶ σπηλαίοις ἐντυγχάνειν, Θόη διὰ τὴν θεῦσιν τὴν ἐπὶ τοῦ ὕδατος, Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως τούτοις, Πρωτὼ διὰ τὸ8) καὶ τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν, Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος, Δυναμένη διὰ τὴν ἰσχὺν τούτου, Νησαίη διὰ τὸ νήσοις προσπελάζειν τοὺς πλέοντας καὶ ἀκταῖς, ἀφʼ οὗ9) καὶ Ἀκταίη, Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι πρό τινος ἄλλου φροντίζειν, πῶς δεῖ πλέειν, Δωρὶς διὰ τὰ δῶρα, ἅπερ 10) διδόασι καὶ λαμβάνουσι, Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ βλέπειν, Γαλάτεια διὰ τὸν ἐπιγινόμενον ἀφρόν, Ἰπποθόη διὰ τὴν11) εἰς ὑπερβολὴν θεῦσιν τοῦ ὕδατος, Ἰππονόη διὰ τὸ δίκην ἵππων θέειν τὴν νῆα, Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα [*](1. πάντων f. Par. 7. διὰ τοὺς πλέοντας Vat. Cas.) [*](2. ὥς φησιν οὗτος f. Par. διὰ τὸ πλ. Par.) [*](3. τὸ ὕδωρ f. Cas. 8. διὰ καὶ τὸ Vat. Cas. διὰ τὸ) [*](4. τῆς f. Par. καὶ τὸ Par. ἐπακολουθεῖν Par.) [*](5. ἀμφιρροπὲς Vat. Cas. ἀμφι- 9. καὶ f. Vat. Cas. εἶναι f. Par. ρεπὲς Par. ἐκπλέουσι οἱονεὶ codd. 10. ἃ Par.) [*](6. κατάλλαξιν — ἐπιγινομένην 11. εἰς f. Cas. ὑπερβολῇ Par. Par. δὲ f. Vat. Cas.)
388
δέχεσθαι, Κυμὼ1) διὰ τὰ κύματα, Ἠϊόνη διὰ τοὺς αἰγιαλούς, Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων ἐν τῇ θαλάσσῃ, Γλαυκονόμη διὰ τὸ τοιοῦτον χρῶμα τοῦ ὕδατος, Ποντοπόρεια διὰ τὸ τὸν πόντον περᾶν, Λειαγόρη διὰ τὸ τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν πρὸς τούτους, ὡσαύτως καὶ τὸ Εὐαγόρη, Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ, Πολυνόμη διὰ τὸ πολλὰς νομὰς ἔχειν, Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου φορᾶς (ἀφʼ ἑαυτοῦ γὰρ νέει2 ), Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ ἀντικαταλλασσέσθαι, Ψαμάθη διὰ τὰς ψαμάθους, Μελανίππη διὰ τὴν μονὴν τὴν ἐν αὐτῇ 3) (οὐ πάντοτε γὰρ πλέουσι), Νησω διʼ ὃν εἴπομεν λόγον, Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι, Θεμιστὼ διʼ ὃν εἴπομεν λόγον εἰς 4) τὰς θέμιστας, Προνόη διὰ τὸ τοὺς προνοουμένους ἀνθρώπους ταῦτα ποιεῖν, Νημερτής, ἤγουν ἡ κολύμβησις, ἥτις ὁμοία ἐστὶ τῷ πατρί (οὐδέποτε γὰρ ἐπιλείπει).