Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
233. Νηρέα δʼ ἀψευδέα. ἡ θάλασσα δὲ ἐγέννησε τὸν Νηρέα, ἤγουν τὴν νῆξιν αὐτὴν τὴν ἐν τῇ θαλάσσῃ, τὴν ἀψευδέα καὶ ἀληθῆ· οὐ διαψεύδεται γὰρ τὴν ἑαυτοῦ ἐνέργειαν, ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ δὲ καὶ ἀληθῆ διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος, ἀληθὴς δὲ ὁ καὶ τοῖς ψεύδεσι μὴ πειθόμενος, ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ1) τοῦτον πρεσβύτατον τῶν παίδων 2). τοῦτο δὲ λέγει διὰ τὸ εἰρηκέναι ἐξ ἀρχῆς πρῶτον εἶναι τὸ ὕδωρ.