Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

215. Ἑσπερίδας θ’ αἷς. ἐγέννησε δὲ ἡ Νὺξ καὶ τὰς νυκτερινὰς ) ὥρας, αἷς ὥραις διὰ φροντίδος εἰσὶ τὰ χρυσᾶ μῆλα, ἤγουν τὰ ἄστρα καὶ τὰ δένδρα τὰ φέροντα καρπόν. σκοποῦμεν γάρ, ποίου ἀστέρος λάμποντος οὗτός ἐστιν ὁ καρπός, ποίου δὲ δύοντος οὗτος; διὰ γὰρ τοῦτο καὶ ὁ μῦθός φησι τὸν Ἡρακλέα τὰς Ἑσπερίδας ἀνῃρηκέναι ), Ἡρακλέους ἐκεῖ νοουμένου τοῦ ἡλίου, παρὰ τὸ ἔαρος κλέος, Ἑσπερίδων δὲ τῶν τῆς νυκτὸς ὡρῶν. τοῦ γὰρ ἡλίου λάμψαντος, οὔτε νὺξ οὔτε ἀστέρες εἰσί. νοεῖται δὲ καὶ οὕτως. Ἑσπερίδας τὰς ἁπλῶς ὥρας φησί, καθʼ ἃς ὥρας φροντίζομεν, ποῖος ἀστὴρ φαίνει, ποῖος δὲ οὔ, καὶ ποίου ἀστέρος φαίνοντος οὗτος ὁ καρπὸς γίνεται, ποίου δὲ δύνοντος οὗτος; καὶ εἰ4) νοηθείη οὕτως, συνταχθείη καὶ οὕτως τὰ φέροντά τε τοῖς δένδρεσι καρπόν. ἐγέννησε δὲ καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας, ἐπεὶ πάντα ἐσωματοποίουν οἱ Ἕλληνες5 ), καὶ τὰς Μοίρας ἐσωματοποίουν καὶ ἀπὸ τῶν συμβαινόντων τὰ ὀνόματα ταύταις ἐτίθουν. ἐπειδὴ γὰρ κλώθειν λέγεται τὸν6) μίτον μίτῳ συντιθέναι, διὰ τοῦτο καὶ Κλωθ λέγεται, διὰ τὸ τὰ συμβαίνοντα πᾶσι κεκλωσμένα εἶναι, ἤγουν δεδομένα καὶ εἱμαρμένα, Λάχεσις7) παρὰ τὸ ἐπιλαγχάνον τινὶ κλώθειν, Ἀτροπος δὲ παρὰ τὸ ἄτρεπτον εἶναι τὸ μέλλον ἐπισυμβῆναί [*](1. δὲ f. Vat. Cas. συμβιβασθῇ 4. εἰ f. Par.) [*](5. καὶ — ἐσωματοποίουν f, Par.) [*](2. νυκτερινὰς f. Par. 6. τὸ μίτον Vat. Cas.) [*](3. Ἡραξκέιτς — ἔαρος κλέος f. 7. παρὰ τὸ ἐπιλαγχάνοντι Par. Par. Ἑσπερίδων γὰρ Par.)

285
τινι1). καὶ ἀπὸ τῆς Ἀτρόπου δὲ πάντα παραλαμβάνεται.