Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

211. Νὺξ δʼ ἔτεκε. ὅσα μὲν φυσικῶς ἐθεωρεῖτο καὶ πρὸς τοῦτο συνέτεινε, κατʼ ἀρχὰς εἶπε. νῦν δὲ πρὸς τὰ καθʼ ἡμᾶς ἔρχεται καί φησιν, ὅτι ἡ Νὺξ ἐγέννησε τὸν Μόρον, τὴν Κῆρα, τὸν Θάνατον. ἐπεὶ γὰρ ἀφανῆ καὶ ἄδηλα τὰ πεπρωμένα πᾶσίν εἰσι, διὰ τοῦτο εἶπεν, ὅτι ἡ Νὺξ ἐγέννησε ταῦτα. ὅτι δὲ Μόρον οὐχ ἁπλῶς τὸν θάνατον δηλοῖ, ἀλλὰ τὸ μεμορμένον καὶ πεπρωμένον, ἄκουσον Ὁμήρου· δέδοικα μὴ ὑπὲρ μόρον Ἀίδος εἴσω βήσομαι, μόρου νοουμένου τοῦ πεπρωμένου καὶ εἱμαρμένου. ἐγέννησε δὲ ἡ Νὺξ καὶ Κῆρα (ἀοράτως γὰρ αἱ κακώσεις πᾶσιν ἐπέρχοντᾳι) καὶ τὸν Θάνατον (καὶ τοῦτο δὲ οὕτως νοεῖται), καὶ τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους, οὔτινι εὐνηθεῖσα. ἡ νὺξ γὰρ ὕπνῳ καὶ τοῖς ὀνείρασιν ἀφώρισται 5). φῦλον δὲ ὀνείρων εἶπεν, ἐπεὶ ) οὐχ ἓν εἶδος ὀνείρων ἐστίν, ἀλλὰ διάφορα, διόπερ καὶ Ὅμηρος δύο πύλας ὀνείρων φησὶ κερατίνην καὶ ἐλεφαντίνην, διὰ μὲν τῆς κερατίνης τοὺς ἀληθεῖς φάσκων ἐξέρχεσθαι (ἁπὸ τοῦ κραίνω [*](1. ἐγγόνῳ Par. 4. ἐξαρχῆθεν Par.) [*](2. μόνον Vat. Cas. μετὰ ὅρασιν 5. ἀφωρίζεται Cas.) [*](6. ἤγουν Cas. ὀνείρων φησὶ f.) [*](3. τοὺς ἔρωτας Vat. Cas. Par.)

384
τὸ τελειῶ), διὰ δὲ τῆς ἐλεφαντίνης τοὺς ψευδεῖς καὶ ἀπατηλούς, ἀπὸ τοῦ ἐλεφαίρω τὸ ἀπατῶ. τὸ δὲ1) οὔτινι εὐνηθεῖσα οὐκ ἄλλως ἄν πρὸς τοῦτο συμβιβασθείη, ἀλλʼ ἢ οὕ. τως, ὥσπερ τὰ μὴ ἐκ συναφείας γινόμενα τερατώδη τινὰ πέφυκε γίνεσθαι, οὕτως ἴνα δηλώσῃ τὸ φοβερὸν τῶν ὀνείρων, τοῦτο ἐπήγαγε τὸ μόνην τὴν νύκτα ταῦτα γεννῆσαι.