Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
190. ἀμφὶ δὲ λευκός. τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ σίτου ἐξέρχεται ἀφρός, ἤγουν ἡ σπερμογόνος δύναμις, ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ δὲ τούτου τρέφεται ἡ κόρη, ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις, ἥν τινα τοῖς Κυθήροις λέγει πρῶτον 2) πελάσαι, ἔπειτα τῇ Κύπρῳ, τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον κεύθεσθαι, ἤτοι κρύπτεσθαι ἔρωτα (πρῶτον μὲν3) γὰρ ἐρᾷ τις καὶ κρύπτει τὸν τοιοῦτον ἔρωτα4) ἐν ἑαυτῷ, εἶτα καὶ τὸ ποθούμενον, εἰ δυνατόν, ἐκπληροῖ), τῇ δὲ Κύπρῳ πελάσαι φησὶ παρὰ5) τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ Κυθήροις παρὰ τὸ κύω, τὸ γεννῶ.