Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

159. ἡ δʼ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα4), ποτὲ δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο. ἐμηχανήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισίʼ τιμωρησώμεθα τὸν ὑμῶν πατέρα. πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων ), ὁ Κρόνος μόνος ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι τὴν τῶν ὑδάτων ἄτακτον6) φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς. μόνος ὁ Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη7), θαρρήσαντες δὲ μετήεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον.