Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Στρατήγημα τοῦ Ἀννίβου. ὅτι διὰ τρυφὴν καὶ ῥᾳστώνην οἱ Καρχηδόνιοι ἡττήθησαν. ὅσα οἱ 1) Σκιπίωνες ἐν Ἰβηρίᾳ ἐποίησαν.

Ὅτι οὐδὲν ἔχοντες οἴκοι στεῖλαι οἶ Σκιπίωνες ἀστραγάλους τοῖς παισὶν ἔστειλαν. ὅσα ὁ Ἀρχιμήδης κατὰ τῶν Ῥωμαίων ἐμηχανήσατο πολεμούντων τὰς Συρακούσας.

Ὅσα τοῖς Ῥωμαίοις συνέβη δεινά. ὅπως ὑπὸ Μαρκέλλου ἑάλωσαν αἶ Συράκουσαι. ὅπως ὁ Ἀρχιμήδης ἀνῃρέθη.

ὅσα οἱ Καρχηδόνιοι ἐν Σικελίᾳ ἐποίησαν καὶ ὁ Ἀννίβας ἐν τῇ Ῥώμῃ ἐλθὼν εἰργάσατο, καὶ ὅπως ἐκεῖθεν ἀνεχώρησεν. ὅπως τὴν Καπύην οἶ Ῥωμαῖοι παρέλαβον καὶ ὅπως αὐτοῖς ἐχρήσαντο. 2) ὅσα ὁ Λαουίνιος πρὸς Φίλιππον ἀντιστρατευόμενος ἔπραξεν.

ὅπως ὁ Ἀσδρούβας ἐν Ἰβηρίᾳ τὸν Γάιον Κλαύδιον ἠπάτησε καὶ διέδρα. ὅτι Σκιπίων ὁ Πού- πλιος ᾑρέθη στρατηγὸς τῶν ἐν Ἰβηρίᾳ. σημείωσαι τόλμαν καὶ μηχανὴν τοῦ κατηγορηθέντος. ὅπως ὁ Μουτίνας ἐκ Καρχηδονίων Ῥωμαίοις προσεχώρησεν.

ὅπως οἶ Ῥωμαῖοι τὸν Τάραντα ἔλαβον. ὅτι [*](1) οἱ] addit 2) ἐχρήσαντο] ἐχρήσατο.)

317
οὐκ ἠδυνήθη ὁ Ἀννίβας ἀπατῆσαι τὸν Φάβιον. ὅπως ὁ Σκιπίων τὴν ἐν Ἰβηρίᾳ Καρχηδονίαν 1) εἶλε καὶ ὅπως τὸν θόρυβον κατέπαυσε τῶν στρατιωτῶν καὶ τοὺς Κελτίβηρας ὑπηγάγετο. ὅπως τὸν Ἀσδρούβαν ὁ Σκιπίων ἐνίκησε καὶ οἷος ἦν 2) τοὺς τρόπους. ὅπως ὁ Σκιπίων τοὺς ἐναντίους μετεχειρίσατο καὶ ἐνίκησεν.

Ὅτι ὁ Ἀννίβας ἐν μάχῃ ἐνίκησε, καὶ πεσόντος Μαρκέλλου τὸν σημαντῆρα ἐκείνου δακτύλιον εὑρηκὼς ἐπλάττετο γράμματα, ὡς ἐκείνου αὐτὰ ταῖς πόλεσι στέλλοντος, καὶ πλείστους ἠπάτησεν, ἴως ἐγνώσθη. μάχη Ῥωμαίων πρὸς Ἀχαιοὺς συμ- μαχουμένους ὑπὸ Μακεδόνων. πόλεμοι πάλιν ἄλλοι Ῥωμαίων καὶ Καρχηδονίων καὶ στρατήγημα τοῦ ἑνὸς τῶν ὑπάτων τολμηρότατον.

Ὅσα ὁ Σκιπίων ἐν Ἰβηρίᾳ καὶ ἐν Λιβύῃ ἐποίησεν. ὅπως ὁ Σκιπίων τοὺς ἀποστατήσαντας τῶν αὐτοῦ στρατιωτῶν διὰ τὴν νόσον αὐτοῦ προσηγάγετο καὶ ὅπως αὐτοῖς ἐχρήσατο καὶ τίνας ἐκόλασεν. ὅτι τῆς Ἰβηρίας ὁ Σκιπίων ἐκράτησεν. περὶ τῶν Γυμνησίων νήσων.

Δι’ ἣν αἰτίαν ὁ Μασινίσσας Ῥωμαίος 3) προσεχώρησεν. ὅτι ἐπαύθη τῆς ἀρχῆς ὁ Σκιπίων. ὅπως ὁ Φίλιππος Ῥωμαίοις ἐσπείσατο καὶ ὁ Σκιπίων τῆς πόλεως τῶν Λοκρῶν πολλὰ ἐκ προδοσίας συνέσχε, εἶτα καὶ αὐτὴν τὴν ἀκρόπολιν.