Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὁ τρίτος Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους πόλεμος, ὅτε τέλεον αὐτοὺς ἐξηνδραποδίσαντο καὶ τὴν Καρχηδόνα κατέσκαψαν. ὅτι πόλεμον κατὰ Καρχηδονίων τῶν Ῥωμαίων ψηφισαμένων ἐκεῖνοι ὑπήκοοι αὐτοῖς εἶναι ἐπλάττοντο καὶ ὁμήρους ἔδωκαν. ὅτι ἔλυσαν οἱ Ῥωμαῖοι τὴν πολιορκίαν.

Περὶ Σκιπίωνος οἶος ἦν. ὅπως ὁ Σκιπίων [*](1) δύο pro δύω 2) Εὐμενοῦς] εὐμενοῦς.)

321
οἰκονομῆσαι καταλειφθεὶς παρὰ1) τοῦ Μασινίσσου τελευτῶντος τὰ τῆς βασιλείας αὐτοῦ τοῖς ἐκείνου παισὶ τὰ πράγματα προσεκλήρωσεν. ὅτι ὁ Φαμέας 2) πρὸ῾Ρωμαίους ηὐτομόλησεν. περὶ Προυσίου τοῦ Βιθυνῶν βασιλέως καὶ Νικομήδου τοῦ υἱοῦ αὐτοῦ.

Περὶ Ἀνδρίσκου, ὃς ἐπλάσατο τοῦ Περσέως εἶναι υἱός, καὶ διάδημα περιθέμενος τὴν Μακεδονίαν κατέσχε καὶ τῆς Θεσσαλίας πολλὰ καὶ τοὺς ῾Ρωμαίους ἥττησε προσβαλόντας αὐτῷ. ὅτι ὁ Ἀνδρίσκος ὑπὸ Μετέλλου ἡττηθεὶς προεδόθη ὑπὸ Βύζου καὶ ἐκολάσθη, καὶ περὶ Ἀλεξάνδρου υἱὸν ἑαυτὸν τοῦ Πέρσεως λέγοντος.

Περὶ Καρχηδονίων καὶ ὅτι τῷ Σκιπίωνι ὁ κατ’ αὐτῶν ἀνετέθη πόλεμος. ὅπως ὁ Σκιπίων τῷ Μαγκίνῳ ἐπήμυνε χωρίον τι τῆς Καρχηδόνος ἑλόντι καὶ κινδυνεύοντι. ὅπως ὁ Σκιπίων μέρος τῆς πόλεως Καρχηδόνος εἷλε. καὶ ὅτι ὁ Ἀσδρούβας μετὰ τῶν Καρχηδονίων εἰς τὸν Κώθωνα καὶ εἰς τὴν Βύρσαν κατέφυγον. καὶ ὅτι ὁ Σκιπίων τὸ στόμα τοῦ λιμένος συνέχωσεν, ἔνα μὴ τοῖς Καρχηδονίοις τροφαὶ κομίζωνται.

Ἅλωσις τελεία τῆς Καρχηδόνος καὶ ταύτης κατασκαφή. ψήφισμα τοῦ κατασκαφῆναι τὴν Καρχηδόνα.

Ἐξ οἴας αἰτίας τοῖς Ἕλλησιν ἐπολέμησαν οἱ ῾Ρωμαἴοι καὶ τήν τε Κόρινθον κατέσκαψαν καὶ τοὺς Κορινθίους ἀπέδοντο.

Περὶ τῶν ἐν Ῥώμᾐ μοναρχησάντων. ὅπως ἐφθάρη ὁ Κίννας καὶ Κάρβων αὐτὸν διεδέξατο καὶ ὁ Πομπήιος τῷ Σύλλα προσῆλθεν. ὅσα κατώρθωσεν [*](1) περὶ] Scripsi παρὰ 2) φαμέας prο Φαβέας.)

322
ὁ Πομπήιος πρὸς Σύλλαν ἀπιών, καὶ ὅπως αὐτὸν ὁ Σύλλας ἐδέξατο. ὅτι κῆδος 1) ὁ Σύλλας πρὸς Πομπήιον ἔθετο. ὅτι τὴν Σικελίαν ὁ Πομπήιος ᾠκειώσατο καὶ τὸν Κάρβωνα ἀνεῖλεν.

ὅτι καὶ ὁ Δομέτιος προσβαλὼν τῷ Πομπηίῳ ἡττήθη καὶ ἀνῃρέθη. οἴαν ἐτήρουν διάθεσιν πρὸς Πομπήιον τὰ στρατεύματα. ὅτι Μάγνον ὁ Σύλλας προσεῖπεν αὐτόν. ὅπως ἔτυχε τοῦ θριάμβου Πομπήιος, καίπερ τοῦ Σύλλα κωλύοντος. ὅτι στρατεύματος ἡγεμὼν ᾑρέθη Πομπήιος κατὰ Λεπίδου , καὶ ὅπως ἀπέθανε Λέπιδος. ὅτι κατὰ Σερτωρίου ἐστάλη 2) Πομπήιος. ὅπως ὁ Σερτώριος ἐφθάρη καὶ ὅπως τὸν Περπένναν ἀνεῖλε Πομπήιος. ὅτι ἠγάπα τὸν Πομπήιον ὁ δῆμος κἀκεῖνος τῷ δήμῳ προσέκειτο. ὅπως οἱ τιμηταὶ τὸν Πομπήιον ἐδέξαντο προσιόντα αὐτοῖς.