Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι οἱ Αἰτωλοὶ πρέσβεις ὑπὲρ εἰρήνης ἔπεμψαν, καὶ ὅπως ὁ Μάρκος ἐπολιόρκει τὴν Ἀμβρακίαν, καὶ ὅσα οἱ Αἰτωλοὶ ἀντετεχνήσαντο , καὶ ὡς ἐσπείσαντο αὐτοῖς οἱ Ῥωμαῖοι. τίνες θανόντος τοῦ Ἀντιόχου μετ’ ἐκεῖνον ἐβασίλευσαν. ὅτι ὁ Ἀννίβας ἑαυτὸν διεχρήσατο , ἵνα μὴ ἐκδοθῇ Ῥωμαίοις.

ὅτι ὁ Φίλιππος τὸν ὒ ἰὸν Δημήτριον ἔκτεινεν ἐκ διαβολῆς τοῦ Πέρσεως , καὶ ὅτι καὶ τοῦτον κτεῖναι θέλων οὐκ ἴσχυσεν. πόλεμοι Ῥωμαίων πρὸς Περσέα βασιλέα τῶν Μακεδόνων. ὅτι τοῦ Κράσσου 1) πόλεις ‘Eλληνίδας ἑλόντος καί τινας κατασκάφαντος καὶ τοὺς ἁλόντας ἀποδομένου 2) οἶ Ῥωμαῖοι ὠργίσθησαν. ὅτι ἠτύχησαν οἶ Ῥωμαῖοι 3) μαχόμενοι τῷ Περσεῖ. ὅτι εὐτυχῶν ὁ Περσεὺς διὰ φειδωλίαν ἠτύχησε καὶ σπονδῶν ἐδεήθη.

[*](1) Κράσσου] γράσου 2) ἀποδομένου pro ἀποδομένους)[*](3) οἱ post Ῥωμαῖοι οm.)
320

Ὅτι Παῦλος Αἰμίλιος ὕπατος ᾑρέθη καὶ κατὰ τοῦ Πέρσεως ἐπέμφθη. ὅτι ἐκλιπεῖν τὴν σελήνην μέλλειν προμαθὼν ὁ Παῦλος , προεῖπε τοῖς στρατιώταις, ἔνα μὴ ταραχθῶσιν. ἧττα τοῦ Περσέως καὶ τῶν Μακεδόνων. ὅτι στενοχωρηθεὶς ὁ Περσεὺς ἐπέστειλε τῷ Παύλῳ περὶ σπονδῶν, βασιλέα δὲ αὐτὸν ὀνομάσας οὐ προσεδέχθη. ὅτι οἶ Κρῆτες τοῦ Πέρσεως χρήματα εἰς τὰ πλοῖα ἐνθέμενοι ἀπῆραν. ὅτι κρυπτόμενος ὁ Περσεὺς ἑκὼν εὑρέθη καὶ ὅπως αὐτῷ ὁ Παῦλος ἐχρήσατο. ὅσα ὁ Πλούταρχος περὶ τοῦ Πέρσεως λέγει καὶ περὶ τοῦ Παύλου.

Ὅτι καὶ τὸν Γέντιον οἱ Ῥωμαῖοι ἐνίκησαν. ὅτι οἱ Ῥωμαῖοι μαθόντες τὴν τοῦ Παύλου νίκην ἔχαιρον, καὶ ὁ Παῦλος λαμπρῶς ἐθριάμβευσεν , ὅτε καἰ δύο 1) υἱοὶ αὐτοῦ ἐτελεύτησαν. ὅπου ὁ Περσεὺς ἐφρουρεῖτο καὶ διεχειρίσατο ἑ. περὶ Ῥοδίων καὶ Κρητῶν καὶ Προυσίου καὶ Εὐμένους. 2) περὶ τῶν παίδων Ἀριαράθου τοῦ Καππαδοκῶν βασιλέως.

Περὶ Ἀντιόχου τοῦ υἱοῦ Ἀντιόχου καὶ Δημητρίου τοῦ υἱοῦ Σελεύκου. ὅτι ἐπὶ Δαλμάτας οἶ Ῥωμαῖοι ἐστράτευσαν καὶ τούτους ὑπέταξαν.

Ὁ τρίτος Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους πόλεμος, ὅτε τέλεον αὐτοὺς ἐξηνδραποδίσαντο καὶ τὴν Καρχηδόνα κατέσκαψαν. ὅτι πόλεμον κατὰ Καρχηδονίων τῶν Ῥωμαίων ψηφισαμένων ἐκεῖνοι ὑπήκοοι αὐτοῖς εἶναι ἐπλάττοντο καὶ ὁμήρους ἔδωκαν. ὅτι ἔλυσαν οἱ Ῥωμαῖοι τὴν πολιορκίαν.

Περὶ Σκιπίωνος οἶος ἦν. ὅπως ὁ Σκιπίων [*](1) δύο pro δύω 2) Εὐμενοῦς] εὐμενοῦς.)

321
οἰκονομῆσαι καταλειφθεὶς παρὰ1) τοῦ Μασινίσσου τελευτῶντος τὰ τῆς βασιλείας αὐτοῦ τοῖς ἐκείνου παισὶ τὰ πράγματα προσεκλήρωσεν. ὅτι ὁ Φαμέας 2) πρὸ῾Ρωμαίους ηὐτομόλησεν. περὶ Προυσίου τοῦ Βιθυνῶν βασιλέως καὶ Νικομήδου τοῦ υἱοῦ αὐτοῦ.

Περὶ Ἀνδρίσκου, ὃς ἐπλάσατο τοῦ Περσέως εἶναι υἱός, καὶ διάδημα περιθέμενος τὴν Μακεδονίαν κατέσχε καὶ τῆς Θεσσαλίας πολλὰ καὶ τοὺς ῾Ρωμαίους ἥττησε προσβαλόντας αὐτῷ. ὅτι ὁ Ἀνδρίσκος ὑπὸ Μετέλλου ἡττηθεὶς προεδόθη ὑπὸ Βύζου καὶ ἐκολάσθη, καὶ περὶ Ἀλεξάνδρου υἱὸν ἑαυτὸν τοῦ Πέρσεως λέγοντος.

Περὶ Καρχηδονίων καὶ ὅτι τῷ Σκιπίωνι ὁ κατ’ αὐτῶν ἀνετέθη πόλεμος. ὅπως ὁ Σκιπίων τῷ Μαγκίνῳ ἐπήμυνε χωρίον τι τῆς Καρχηδόνος ἑλόντι καὶ κινδυνεύοντι. ὅπως ὁ Σκιπίων μέρος τῆς πόλεως Καρχηδόνος εἷλε. καὶ ὅτι ὁ Ἀσδρούβας μετὰ τῶν Καρχηδονίων εἰς τὸν Κώθωνα καὶ εἰς τὴν Βύρσαν κατέφυγον. καὶ ὅτι ὁ Σκιπίων τὸ στόμα τοῦ λιμένος συνέχωσεν, ἔνα μὴ τοῖς Καρχηδονίοις τροφαὶ κομίζωνται.

Ἅλωσις τελεία τῆς Καρχηδόνος καὶ ταύτης κατασκαφή. ψήφισμα τοῦ κατασκαφῆναι τὴν Καρχηδόνα.

Ἐξ οἴας αἰτίας τοῖς Ἕλλησιν ἐπολέμησαν οἱ ῾Ρωμαἴοι καὶ τήν τε Κόρινθον κατέσκαψαν καὶ τοὺς Κορινθίους ἀπέδοντο.