Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι οἱ Σκιπίωνες τῷ ’ Αντιόχῳ ἀντετάχθησαν. ὅτι ᾔτησεν ὁ ’ Ἀντίοχος εἰρήνην, οὐκ ἔτυχε δ’ αὐτῆς. καὶ ὅτι ἐπολέμησαν οἱ Ῥωμαῖοι καὶ οἱ αὐτοῦ. ὅτι ἐπεχείρησεν ὁ Ἀντίοχος ἑλεῖν τὸ τῆς Ῥώμης στρατόπεδον, ἀπεκρούσθη δέ, τὸ δ’ αὐτοῦ εἷλεν ὁ Σκιπίων. ὅτι σπονδὰς ᾔτησεν ὁ Ἀντίοχος, καὶ ὁ Ἀννίβας, δείσας ἔνα μὴ ἐκδοθῇ, ἔφυγε πρὸς Προυσίαν. ὅτι φθονηθέντες οἶ Σκιπίωνες κατεκρίθησαν. ὅπως οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται ἄποικοι τῶν Εὐρωπαίων Γαλατῶν. ὅπως ὁ Μάλλιος τὴν Ἄγκυραν εἷλεν.

ὅτι οἱ Αἰτωλοὶ πρέσβεις ὑπὲρ εἰρήνης ἔπεμψαν, καὶ ὅπως ὁ Μάρκος ἐπολιόρκει τὴν Ἀμβρακίαν, καὶ ὅσα οἱ Αἰτωλοὶ ἀντετεχνήσαντο , καὶ ὡς ἐσπείσαντο αὐτοῖς οἱ Ῥωμαῖοι. τίνες θανόντος τοῦ Ἀντιόχου μετ’ ἐκεῖνον ἐβασίλευσαν. ὅτι ὁ Ἀννίβας ἑαυτὸν διεχρήσατο , ἵνα μὴ ἐκδοθῇ Ῥωμαίοις.

ὅτι ὁ Φίλιππος τὸν ὒ ἰὸν Δημήτριον ἔκτεινεν ἐκ διαβολῆς τοῦ Πέρσεως , καὶ ὅτι καὶ τοῦτον κτεῖναι θέλων οὐκ ἴσχυσεν. πόλεμοι Ῥωμαίων πρὸς Περσέα βασιλέα τῶν Μακεδόνων. ὅτι τοῦ Κράσσου 1) πόλεις ‘Eλληνίδας ἑλόντος καί τινας κατασκάφαντος καὶ τοὺς ἁλόντας ἀποδομένου 2) οἶ Ῥωμαῖοι ὠργίσθησαν. ὅτι ἠτύχησαν οἶ Ῥωμαῖοι 3) μαχόμενοι τῷ Περσεῖ. ὅτι εὐτυχῶν ὁ Περσεὺς διὰ φειδωλίαν ἠτύχησε καὶ σπονδῶν ἐδεήθη.

[*](1) Κράσσου] γράσου 2) ἀποδομένου pro ἀποδομένους)[*](3) οἱ post Ῥωμαῖοι οm.)
320

Ὅτι Παῦλος Αἰμίλιος ὕπατος ᾑρέθη καὶ κατὰ τοῦ Πέρσεως ἐπέμφθη. ὅτι ἐκλιπεῖν τὴν σελήνην μέλλειν προμαθὼν ὁ Παῦλος , προεῖπε τοῖς στρατιώταις, ἔνα μὴ ταραχθῶσιν. ἧττα τοῦ Περσέως καὶ τῶν Μακεδόνων. ὅτι στενοχωρηθεὶς ὁ Περσεὺς ἐπέστειλε τῷ Παύλῳ περὶ σπονδῶν, βασιλέα δὲ αὐτὸν ὀνομάσας οὐ προσεδέχθη. ὅτι οἶ Κρῆτες τοῦ Πέρσεως χρήματα εἰς τὰ πλοῖα ἐνθέμενοι ἀπῆραν. ὅτι κρυπτόμενος ὁ Περσεὺς ἑκὼν εὑρέθη καὶ ὅπως αὐτῷ ὁ Παῦλος ἐχρήσατο. ὅσα ὁ Πλούταρχος περὶ τοῦ Πέρσεως λέγει καὶ περὶ τοῦ Παύλου.