Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ὁ Μασινίσσας κατηλλάγη δῆθεν Καρ- χηδονίοις, ἵν αὐτοῖς 4) οὕτω σφήλῃ. ὅτι ὁ Σκιπίων διέβη πρὸς Καρχηδονίους καὶ πόλεις εἷλέ τινας. ὅτι [*](1) Καρχηδονίαν] sic 2) ἦν] addit 3) τοῖς ante Ῥωμαίοις οm. 4) αὐτοῖς] ita cod. quoque)

318
Μασινίσσας ῾Ρωμαίοις ἐβοήθησε κατὰ τῶν Καρχηδονίων. στρατήγημα τοῦ Σκιπίωνος.

Περὶ Μασινίσσου καὶ τοῦ Σύφακος καὶ τῆς Σοφωνίδος. ὅτι σπονδὰς οἱ Καρχηδόνιοι ᾔτησαν. ὅτι τῷ Σκιπίωνι ἐν Λιβύῃ Καρχηδόνιοι ἐπεβούλευσαν. ὅτι τῷ Ἀννίβᾳ πᾶσα ἡ ἡγεμονία ἐδόθη.

Ὅτι ὁ Σκιπίων τῷ Ἀννίβᾳ συμβαλὼν ἐνίκησεν. ὅτι σπείσασθαι ὁ Ἀννίβας ἐζήτησεν. ὅτι συμβαλὼν ὁ Σκιπίων τῷ Ἀννίβᾳ ἥττησεν αὐτόν. ὅτι πολιορκούμενοι παρὰ τοῦ Σκιπίωνος οἱ Καρχηδόνιοι περὶ σπονδῶν διειλέχθησαν. ὅτι πρέσβεις οἱ Καρχηδόνιοι πρὸς ῾Ρώμην ἔστειλαν καὶ συμβάσεις αὐτοῖς ἐψηφίσθησαν.

Πόλεμος πρὸς Φίλιππον τὸν Μακεδόνα. ὅτι τὰς Ἀθήνας πολιορκουμένας ὑπὸ τῶν Μακεδόνων ἐρρύσαντο οἱ ῾Ρωμαῖοι. ὅτι ἡττήθη Φίλιππος ῾Ρωμαίοις συμβαλὼν καὶ ἐτρώθη.