Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ἰνσούβρων ἐπίθεσις κατὰ ῾Ρωμαίων καὶ μάχη καὶ ἧττα. τέρατα συμβεβηκότα Ῥωμαίοις. ὅτι τοὺς ὑπάτους οἱ ῾Ρωμαῖοι μετεπέμψαντο, οἱ δὲ οὐκ ἀπῆλθον, ἕως τὸ πὰν ἤνυσαν. ἑτέρα στρατεία κατὰ Ἰνσούβρων. περὶ Δημητρίου τοῦ Σαρδιαίων ἄρχοντος, ὅπως ὑπὸ Ῥωμαίων ἐκολάσθη.

Ὅτι αὖθις πόλεμοι μεταξὺ ῾Ρωμαίων ἀνερράγησαν καὶ Καρχηδονίων Ἀννίβου στρατηγοῦντος αὐτῶν τοῦ Ἀμίλκου παιδός. περὶ τῆς ἐν Εὐρώπῃ Ἰβηρίας ὅπου ἐστὶ καὶ μέχρι τίνος διήκει. ὅτι ὁ Ἀννίβας ἐπολιόρκει τοὺς ἐν Ἰβηρίᾳ Ζακυνθίους. ἅλωσις τοῦ περιβόλου τῶν Ζακυνθίων. ὅτι ἔκαυσαν οἱ Ζακύνθιοι τὰ τιμιώτερα τῶν χρημάτων αὐτῶν καὶ αὐτοὶ σὺν ἀπονοίᾳ τοῖς ἐναντίοις συμμίξαντες κατε- κόπησαν.