Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι μετὰ τὸν Ῥωμύλον οἱ πατρίκιοι οὐκέτι ἴνα βασιλέα ᾑρετίσαντο 3), ἀλλ’ ἕκαστος αὐτῶν ἥμισυ ἡμέρας καὶ νυκτὸς ἐβασίλευεν , ὃ καὶ μεσοβασιλείαν ἐκάλεσαν. ὅτι πάλιν εἷς ἀνερρήθη βασιλεὺς ὁ Νο- μᾶς Πομπήλιος. ὅτι πρότερον ἔθυσε τοῖς θεοῖς, καὶ οὕτως ἔλαβε τὴν ἀρχὴν ὁ Νομᾶς καὶ τὰ βασιλικὰ παράσημα. ὅτι καλῶς ἄγαν καὶ θεοφιλῶς ὁ Νομᾶς τὴν ἀρχὴν διήνυσεν, εὐσεβῶς παρὰ τοὺς τότε Ἕλληνας διακείμενος περὶ τὸ θεῖον. ὅτι δεκάμηνος ἦν ὁ χρόνος παρὰ Ῥωμαίοις, παρὰ δὲ τοῖς λοιποῖς δια- φόρως εἶχε, μηνιαῖος, τετραμηνιαῖος, ἑξαμηνιαῖος.

ὅτι Ὁστίλλιος Τοῦλλος μετὰ Νομᾶν ἦρξεν. περὶ τῶν τριδύμων ἀδελφῶν τῶν τε ἀπὸ Ῥώμης καὶ τῶν ἐξ Ἀλβανῶν, οὓς ἔτεκον μητέρες δίδυμοι. ὅτι ἦν ποτε ἡ Ἄλβα τῆς Ῥώμης μητρόπολις. βασιλεία Ἄγκου Μαρκίου. 4)

[*](1) ῥώμην pro πόλιν , sed obscurius scriptum 2) Οὐήιοι] οὐῆροι, ut in textu 3) ᾑρετίσαντο pro ᾑρετήσαντο 4) βᾶσ’. — Μαρκίου] addit, etsi eadem fere in textu superscribit.)
310