Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ ἔθνους Οὐολούσκων. ὅτι ἀρχικὸ ’ν ἦν τοὺς ἐν ἐκστρατείᾳ μὴ ἀπαιτεῖσθαι. περὶ τοῦ ἔθνους τῶν Αἰκουῶν , καὶ ὅτι τὸν2) Μάξιμον τὸν μέγιστον σημαίνει. περὶ τοῦ μύθου , ἐν ᾧ ἡ γα- στὴρ ὠνειδίζετο παρὰ τῶν λοιπῶν τοῦ σώματος με- ὅπως ἐν ταῖς πολιτείαις οἱ δανείζοντες χρειχρει

Τίνες οἱ τριβοῦνοι. οἴα ἦν ἡ ἰσχὺς τότε l) Οὐαλέριος] Οὐαλλέριος, οmiSSi8 καὶ Ῥωμαῖοι 2) τὸν] ita cΟdex pro τό.

312
τῶν τριβούνων. πόθεν λέγεται τὸ 1) καθωσιώθη. τίς ὁ ἀγορανόμος.

Ὅτι ὠνομάσθη Δοριολᾶνος ὁ Μάρκιος ἐκ τοῦ ἡττῆσαι τὸ ἔθνος τοῦ Κοριόλου. ὅτι ἐν καιρῷ ἱπποδρομίας καὶ οἶ πρόσχωροι εἰς Ῥώμην συνέθεον. κἀνταῦθα οἶ Ῥωμαῖοι τοῖς Λατίνοις ἐχθροί.

Περὶ τῆς τιμωρίας τῆς δεκατεύσεως, ἥτις τοῖς ἁμαρτήσασι στρατιώταις ἐπάγεται. ὅτι πένης ἀνὴρ καὶ γεωργίᾳ ζῶν δικτάτωρ γέγονε διὰ τὴν λοι- πὴν ἀρετήν. ὅτι κατὰ Ῥωμαίους κικινάτοι 2) οἱ ἀκειρεκόμαι. 3) τί τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τοὺς ἡττηθέντας.

ὅτι μετὰ τὴν τῶν νόμων ἐξ Ἑλλάδος μετεγωγὴν ἐπαύσαντο Ῥωμαίοις οἱ δήμαρχοι καὶ στρατηγοὶ προεβλήθησαν. ὅτι σανίσιν οἱ νόμοι γραφόμενοι τότε εἰς τὴν ἀγορὰν προετίθεντο. πόθεν ἡ δωδεκάδελτος. πότε ἡ δεκαρχία κατελύθη.

ὅτε χιλίαρχοι ἀνθ’ ὑπάτων ἐκλήθησαν. περὶ τιμητῶν. ἐντιμότεροι τῶν τιμητῶν καὶ τῶν ἱππάρχων 4) δικτάτορες. τί ἐστι πρίγκιψ.

Πότε μισθοφορεῖν τὸ στρατιωτικὸν ἤρξατο. τί σημαίνει ὅταν ὕδωρ ὑπερεκβλύσῃ.

Πότε ἐδόθη ταῖς γυναιξὶ τὸ ἐπ’ ὀχήματι 5) περιιέναι. ὅτι πρῶτος λευκῷ τεθρίππῳ Κάμιλλος ἐθριάμβευσε καὶ ὅπως ὁ θρίαμβος ἐτελεῖτο. οἶον ἦν τὸ ἅρμα τοῦ θριάμβου. περὶ ἵππων ζυγίων καὶ σειραφόρων καὶ κελήτων. ὅτι ἐκωδωνοφόρουν οἱ κριθέντες θανεῖν. ὅτι καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἡμέρᾳ ἐξήρκει ἡ πομπή.

ὅπως Φαλίσκοι κατεφρόνουν Ῥωμαίων 6) [*](1) τὸ] addit 2) κικινάτοι] κικινάκοι ἡ ἀκειρεκόμαι pro ἀκειροκόμαι, ut 6, 9. 4) ἱππάρχων] ὑπάρχων ) [*](5) ὀχήματι] ὄχη (??) Φαλίσκοι— Ῥωμαίων] φϊλΐσκων — ῥωμαῖοι.)

313
πολεμούντων καὶ διὰ τοῦτο τοὺς παῖδας ἐξῆγον εἰς τὸ τεῖχος γυμνασομένους. καὶ ὅπως ὁ διδάσκαλος προδέδωκε τούτους, καὶ ὅπως αὐτὸν οἶ πολέμιοι δεσεμένον ἀντέστρεψαν.

1) ὅπως ὁ Μέτελλος τοὺς τῶν πολεμίων κατασκόπους ἐφώρασεν. ὅτι πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις συρραγέντος ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς ἐλέφαντας αὐτῶν ἀνεῖλον. ὅπως τοὺς ἐλέφαντας οἱ Ῥωμαῖοι διεπεραίωσαν τὸν πορθμὸν καὶ εἰς Ρώμην ἀπήγαγον.