Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὁ Γάιος μὴ ὡς θεὸς παρὰ Ἰουδαίων τιμώμενος ὠργίζετο καὶ τὸν Φίλωνα ὑπεραπολογούμενον οὐκ ἐδέχετο. ὅπως οὐ παρεχώρησαν Ἰουδαῖοι στῆναι ἀνδριάντα Γαΐου ἐν τῇ πόλει αὐτῶν. ὅτι ὁ Ἀγρίππας ἔπεισε Γάιον συγχωρῆσαι μὴ στῆναι ἐν Ἰουδαίᾳ τὸν οἰκεῖον ἀνδριάντα. ὅτι ἀνῃρέθη Γάιος καὶ Κλαύδιος αὐτὸν διεδέξατο.

ὅτι χρυσῆν ἅλυσιν Γάιος τῷ Ἀγρίππᾳ ἐδωρήσατο ἀνθ’ ἧς κατεκρίθη σιδηρᾶς, ἣν καὶ ἀνέθετο Ἀγρίππας τῷ θεῷ. ὅτι ὁ ὕπαρχος ἀρχὴ ἦν παρὰ Ῥωμαίοις. ὅτι Δωρῖται ἔθνος εἰσίν. ὅτι εὐεργετικὸς ὁ Ἀγρίππας. ὅτι ὁ Στράτωνος πύργος ἐστὶν ἡ ἐν Παλαιστίνῃ Καισάρεια. περὶ τῆς ἐξ ἀργύρου στολῆς λαμπρὸν ἀποστιλβούσης. ὅπως ὁ Ἀγρίππας τέθνηκεν.

Περὶ τῆς ἐγκυμονούσης γυναικός, ἧς ἐκ τῆς κοιλίας ἔδοξε φωνὴν γενέσθαι, λέγουσαν τὴν τοῦ ἐμβρύου τύχην. ὅπως ὁ Ἰζάτης μετετέθη εἰς τὴν [*](1) αὐτὴν pro αὐτὴν ὁ 2) ἀκειρεκόμης pro ἀκειροκόμους.)

305
Ἰουδαϊκὴν θρησκείαν , καὶ ἡ τούτου μήτηρ Ἑλένη ὁμοίως, καὶ εἰς Ἱεροσόλυμα ἀπῆλθεν εἰς τὸ τοῦ θεοῦ ἱερόν. περὶ Ἀρταβάνου τοῦ Παρθῶν βασιλέως, ὅπως εἰς Ἰζάτην ἦλθε δεόμενος. ὅτι ἀποκατέστη πάλιν ὁ Ἀρταβάνης εἰς τὴν Παρθῶν βασιλείαν.

Πόλεμοι Ἀράβων πρὸς Ἰζάτην τὸ πρῶτον ἐκ προδοσίας τῶν οἰκείων, εἶτα ἧττα Ἀράβων. περὶ τοῦ γόητος Θευδᾶ. ἡ ἴλη ἱππέων σύλλογος. περὶ ἀλαβαρχίας. περὶ τῶν φευγόντων ἐκ τοῦ ἱεροῦ διὰ τὸ στενὸν τῆς ἐξόδου καταπατηθέντων καὶ θανόντων. ὅπως ἐτιμωρήθη ὁ εἰς τοὺς νόμους Μωσέως ἐνυβρίσας.

ὅτι μέγα 1) τὸ ἡγεμονεύειν Συρίας. ὅτι πυρ- φόρον ἦν τὸ Βέσβιον ὅρος. τελευτὴ Κλαυδίου.

ὅτι Νέρων Κλαύδιον διεδέξατο. οἷα καὶ νῦν οἶ ἀρχιερεῖς ποιοῦσι τοὺς οἰκείους ἀδικοῦντες κληρικούς.

Περὶ τῶν σικαρίων λῃστῶν. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. πόσοι ἐξ Ἀαρὼν μέχρι Φινεὲς γεγόνασι κατὰ συγγένειαν ἀρχιερεῖς.

Ὅτι Οὐεσπασιανὸς 2) ἀπεστάλη κατὰ τῆς Ἰουδαίας παρὰ Νέρωνος. περὶ τῆς πόλεως Ἰωταπάτων καὶ τοῦ Ἰωσήπου. ὅτι ὁ Νέρων ἀνεῖλεν ἑαυτὸν καὶ Γάλβας ἦρξε μετ’ αὐτόν, καὶ αὐτὸς μετὰ μικρὸν ἀνῃρέθη, καὶ ἦρξαν 3) Ὄθων καὶ Οὐιτέλλιος καὶ ἀλλήλοις ἐπολέμουν. ἀνάρρησις Οὐεσπασιανοῦ.

Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν.

[*](1) μέγα pro μετὰ 2) Οὐεσπασιανὸς] οὐεσπεσιανὸς hic et infra 3) ἦρξαν pro ἤρξαντο et οὐιτέλιος pro Οὐιτέλλιος.)
306

Περὶ τῆς ἐπινοίας τοῦ Ἰουδαίου Κάστορος,1) δι’ ἧς ὑπερετέθη ἡ κατὰ τοῦ πύργου ἐπιβουλὴ τῶν Ῥωμαίων. ὅτι ὁ Τίτος φιλανθρωπότερον περὶ τοὺς Ἰουδαίους διέκειτο, καὶ νικῶν αὐτούς. ὅτι τριπλῶς ἡ πόλις τετείχιστο. περὶ ὧν ἐκακούργουν οἱ στασιασταί, καὶ μάλιστα λιμώττοντες. περὶ ὧν ἐποίει κακῶν ὁ λιμὸς τοῖς Ἰουδαίοις.

Περὶ τῶν διὰ χωμάτων ἑλεπόλεων. περὶ τῆς ἐπινοίας τῶν Ἰουδαίων, δι’ ἧς καθῃρέθησαν ἀθρόον αἱ ἑλεπόλεις τῶν Ῥωμαίων εὐμηχάνως. ὅτι ἑτέρῳ τείχει τοὺς Ἰουδαίους ἔξωθεν Τίτος περιέ- κλεισεν. ὅπως ὁ λιμὸς τοὺς Ἰουδαίους διέθετο. περὶ τῶν αὐτομολούντων Ἰουδαίων, καὶ ὅτι ἀπὸ τοῦ λιμοῦ ἐμπιπλάμενοι διερρήγνυντο. καὶ ὅτι τινὲς αὐτῶν εὑρέθησαν ἔχοντες εἰς τὰς γαστέρας χρυσόν· διὸ καὶ πολλοὺς αὐτῶν καὶ πρὸ τοῦ θνήσκειν ἀνῄ- ρουν οἱ Ῥωμαῖοι ἀνηλεῶς.

ὅτι ζῴων κόπρειος ἤσθιον. ὅτι τοῦ τείχους καταπεσόντος ἕτερον εὑρέθη ἐντός. περὶ τοῦ εἰσελ- θόντος διὰ τοῦ τείχους Ῥωμαίου ἀνδρὸς ἀρίστου. ὅτι ἥλους εἶχον οἱ Ῥωμαῖοι ἐν τοῖς ὑποδήμασιν. ὅτι καὶ διὰ τῆς νυκτὸς ἐπολέμουν, καὶ ὅτι καὶ ἡ Ἀντωνία ὁ πύργος κατεσείσθη. 2) περὶ τῆς γυναικός, ἥτις τὸ οἰκεῖον τέκνον εἰς τροφὴν οἰκείαν ἀπέσφαξεν.