Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. περὶ Τι- γράνου τοῦ Ἀρμενίου. βασιλεία Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ὡς εὖ σοι τῆς εὐχῆς ἄνθρωπε.

Περὶ Πομπηίου καὶ τῆς δοθείσης αὐτῷ χρυσῆς ἀμπέλου ἐξ Ἀριστοβούλου ἐκ πεντακοσίων ταλάντων. περὶ τῆς Μιθριδάτου τελευτῆς καὶ περὶ τοῦ ὀποβαλσάμου , ὅπερ τῶν μύρων ἄριστον. ὅπως ὑπὸ Πομπηίου τὰ Ἰεροσόλυμα ἑάλω.

Περὶ τοῦ Ἰταβυρίου ὄρους. 2) ὅσα ἦσαν τὰ τοῦ ἱεροῦ Ἰουδαίων χρήματα, έν οἶς καὶ δοκὸς ἐκ χρυσοῦ. 3) καὶ ὅτι ἡ μνᾶ ἕλκει λίτρας δύο 4) πρὸς τῇ ἡμισείᾳ. Κύπρος ὄνομα γυναικός. ὅτι ὁ Ἡρώδης ἐλθὼν εἰς τὸ δοκιμάσασθαι ἐξέπληξε τοὺς παρόντας διὰ τὸ ἐλθεῖν μετὰ δορυφορίας πολλῆς · διὸ καὶ ᾐτιάθη.

Ὅπως ὁ Ἀντώνιος ἤρα τῆς Κλεοπάτρας. περὶ Πακόρου τοῦ Παρθῶν βασιλέως.

Διὰ τί ἀπετμήθη τὰ ὦτα Ὑρκανός. ὅπως ὁ Φασάηλος τέθνηκεν.

[*](1) εἰς τὸν pro κα,τὰ litteris obscurioribus 2) περὶ ὁ — ὄρους] addit 3) 3) ἐκ χρύσου] χρῦ (quomodo infra 19 λ ptum pro χρυσίου, et 6, 11 pro χρυσῆν) ’πό ἐνδεδυμένη 4) δύω] β΄)
301

Ἀντιγόνου. Ἀντιγόνου

Περὶ τῆς ἀρχιερωσύνης Ἀριστοβούλου ἐν νέᾳ τῇ ἡλικίᾳ. ὅπως ἡ Ἀλεξάνδρα ἔφυγε διὰ λάρ- νακος καὶ ἐφωράθη. ὅπως ἀπεπνίγη Ἀριστόβουλος.

ὅτι ἠράσθη Ἡρώδου ἡ Κλεοπάτρα. περὶ τοῦ ἐν Ἰουδαίᾳ μεγάλου γεγονότος σεισμοῦ.

ὅπως καὶ παρὰ τοῦ Καίσαρος Ἡρώδης ἐτιμήθη. ὅπως εἰς τὸ φανερὸν Ἡρώδην ἐφάνη μισοῦσα ἡ γυνὴ αὐτοῦ. ὅπως ἡ τοῦ Ἡρώδου γυνὴ θανάτῳ κατακριθεῖσα τέθνηκεν. ὅπως ὁ Ἡρώδης καὶ οἵαν νόσον ἐνόσησεν. 1)

ὅπως οὐδὲ τοῦ οἰκείου κόσμου Ἡρώδης ἐφείσατο ἐν καιρῷ λιμοῦ διὰ τὴν πόλιν, καὶ αὐτὸν ἀποδοὺς εἰς τὸ ἀγοράσαι σῖτον. πόσος ἦν ὁ διαδοθεὶς. πόσοι μόδιοι ὁ κόρος.

ὅπως ὁ Ἡρώδης ἐκώλυε τοὺς ὑπ’ αὐτὸν ἀλλήλοις συνέρχεσθαι, δεδιὼς τὰς ἐπιβουλάς. τίνες οἱ Ἐσσαῖοι καὶ οἵᾳ χρῶνται διαίτῃ, καὶ ὅπως εἷς τῶν ’Eσσαίων προεῖπε τῷ Ἡρώδῃ παιδίῳ ὄντι τὴν βασιλείαν. ὅπως ὁ Ἡρώδης τὸν ναὸν ἐπὶ τὸ μεῖζον μετεσκεύασε, καὶ περὶ τοῦ πύργου, ὃν Ἀντωνίαν ἐκάλεσεν. ὅτι ὁ ναὸς ἐν ἐνιαυτῷ ἑνὶ πρὸς τῷ ἡμίσει ᾠκοδομήθη. ὅτι καὶ οὐδὲ ὑετὸς γέγονεν ἐν ἡμέρᾳ. περὶ τοῦ πιπράσκεσθαι τοὺς κλέπτας.

Περὶ τῶν παίδων Ἡρώδου, οἷοι ἦσαν. ὅπως ἐμίσησε τοὺς υἱοὺς ὁ Ἡρώδης. ὅπως κατήλλαξε τὸν Ἡρώδην τοῖς παισὶν ὁ Καῖσαρ.

Οἷος τὸ ἦθος καὶ τοὺς τρόπους ὁ Ἡρώσης. ὅσα Ὑρκανὸς καὶ Ἡρώδης ἔλαβον ἀργυρίου καὶ χρυσίου 2) τάλαντα ἐκ τοῦ τάφου Δαβίδ, καὶ ὅπως καὶ εἰς [*](1) ὅπως ὁ Ἡ. — ἐνόσησεν] addit 2) χρυσίου pro χρυσοῦ.)

302
αὐτὰ τὰ σώματα Δαβὶδ καὶ Σολομῶντος ἐκωλύθη Ἡρώδης εἰσελθεῖν θείῳ πυρί.

Οἶα ἡ διαβολὴ ἀεὶ κακὰ εἰργάζετο καὶ ἔτι ἐργάζεται. καὶ δεῖγμα τὰ ἐνταῦθα γεγραμμένα καὶ τὰ προλαβόντα περὶ τῆς γυναικὸς Ἡρώδου καὶ τῶν παίδων. 1)

Περὶ τοῦ κακίστου Εὐρυκλέους. ὅτι ἐδέσμησε τοὺς υἱοὺς ὁ Ἡρώδης Ἀριστόβουλον καὶ ’ Ἀλέξανδρον. τὸ συνέδριον τὸ τοὺ ’ς παῖδας Ἡρώδου κρῖνον σὺν τῷ Ἡρώδη.

Περὶ τοῦ παρρησιασαμένου στρατιώτου εἰς Ἡρώδην βουλευόμενον θάνατον τῶν οἰκείων παίδων. ὅπως ἀπηγχόνησε τοὺς οἰκείους παῖδας ὁ Ἡρώδης. ὅτι πάτριον ἦν τότε ἔθος τὸ πολλαῖς συνοικεῖν γυναιξί. ὅτι ἀνεψιοὶ οἱ ἐξάδελφοι.

ὅτι οἱ Φαρισαῖοι οὐκ ἐπείσθησαν ὀμόσαι, καὶ ὅτι προεῖπον τὸν τοῦ Ἡρώδου θάνατον· διὸ καὶ ἀπεκτάνθησαν πολλοὶ ἐξ αὐτῶν.

Περὶ λιμένος τοῦ λεγομένου Σεβαστοῦ. κατηγορία Ἀντιπάτρου. ὅτι ὁ Ἡρώδης καὶ τὸν υἱὸν Ἀντίπατρον δέσμιον εἰς Καίσαρα ἔπεμψεν.

Ἀκμὴ ὄνομα γυναικός. κύκηθρον τὸ ταραχὴν ἐμποιοῦν. περὶ τῶν καθελόντων τὸν ἀνατεθέντα ἀετὸν εἰς τὸν μέγαν πυλῶνα τοῦ ναοῦ.

Τίνα νόσον ἐνόσησεν Ἡρώδης, ποικίλην τε καὶ ὀδυνηράν. περὶ τῶν τῆς Καλλιρόης θερμῶν. οἴαν ἐπίνοιαν ὁ Ἡρώδης ἐπενοήσατο κάκιστος ὤν, ἕνα κλαυσθῇ μετὰ θάνατον. περὶ τῶν διαθηκῶν Ἡρώδου καὶ ὅπως τελευτῶν ἔκτεινε τὸν υἱόν. 2) τελευτὴ Ἡρώδου. ὅτι ὁ Ἀρχέλαος διεδέξατο Ἡρώδην.

[*](1) καὶ δεῖγμα — παίδων] addit 2) περὶ — υἱὸν] addit.)
303