Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ἀντιγόνου. Ἀντιγόνου
Περὶ τῆς ἀρχιερωσύνης Ἀριστοβούλου ἐν νέᾳ τῇ ἡλικίᾳ. ὅπως ἡ Ἀλεξάνδρα ἔφυγε διὰ λάρ- νακος καὶ ἐφωράθη. ὅπως ἀπεπνίγη Ἀριστόβουλος.
ὅτι ἠράσθη Ἡρώδου ἡ Κλεοπάτρα. περὶ τοῦ ἐν Ἰουδαίᾳ μεγάλου γεγονότος σεισμοῦ.
ὅπως καὶ παρὰ τοῦ Καίσαρος Ἡρώδης ἐτιμήθη. ὅπως εἰς τὸ φανερὸν Ἡρώδην ἐφάνη μισοῦσα ἡ γυνὴ αὐτοῦ. ὅπως ἡ τοῦ Ἡρώδου γυνὴ θανάτῳ κατακριθεῖσα τέθνηκεν. ὅπως ὁ Ἡρώδης καὶ οἵαν νόσον ἐνόσησεν. 1)
ὅπως οὐδὲ τοῦ οἰκείου κόσμου Ἡρώδης ἐφείσατο ἐν καιρῷ λιμοῦ διὰ τὴν πόλιν, καὶ αὐτὸν ἀποδοὺς εἰς τὸ ἀγοράσαι σῖτον. πόσος ἦν ὁ διαδοθεὶς. πόσοι μόδιοι ὁ κόρος.
ὅπως ὁ Ἡρώδης ἐκώλυε τοὺς ὑπ’ αὐτὸν ἀλλήλοις συνέρχεσθαι, δεδιὼς τὰς ἐπιβουλάς. τίνες οἱ Ἐσσαῖοι καὶ οἵᾳ χρῶνται διαίτῃ, καὶ ὅπως εἷς τῶν ’Eσσαίων προεῖπε τῷ Ἡρώδῃ παιδίῳ ὄντι τὴν βασιλείαν. ὅπως ὁ Ἡρώδης τὸν ναὸν ἐπὶ τὸ μεῖζον μετεσκεύασε, καὶ περὶ τοῦ πύργου, ὃν Ἀντωνίαν ἐκάλεσεν. ὅτι ὁ ναὸς ἐν ἐνιαυτῷ ἑνὶ πρὸς τῷ ἡμίσει ᾠκοδομήθη. ὅτι καὶ οὐδὲ ὑετὸς γέγονεν ἐν ἡμέρᾳ. περὶ τοῦ πιπράσκεσθαι τοὺς κλέπτας.
Περὶ τῶν παίδων Ἡρώδου, οἷοι ἦσαν. ὅπως ἐμίσησε τοὺς υἱοὺς ὁ Ἡρώδης. ὅπως κατήλλαξε τὸν Ἡρώδην τοῖς παισὶν ὁ Καῖσαρ.
Οἷος τὸ ἦθος καὶ τοὺς τρόπους ὁ Ἡρώσης. ὅσα Ὑρκανὸς καὶ Ἡρώδης ἔλαβον ἀργυρίου καὶ χρυσίου 2) τάλαντα ἐκ τοῦ τάφου Δαβίδ, καὶ ὅπως καὶ εἰς [*](1) ὅπως ὁ Ἡ. — ἐνόσησεν] addit 2) χρυσίου pro χρυσοῦ.)
Οἶα ἡ διαβολὴ ἀεὶ κακὰ εἰργάζετο καὶ ἔτι ἐργάζεται. καὶ δεῖγμα τὰ ἐνταῦθα γεγραμμένα καὶ τὰ προλαβόντα περὶ τῆς γυναικὸς Ἡρώδου καὶ τῶν παίδων. 1)
Περὶ τοῦ κακίστου Εὐρυκλέους. ὅτι ἐδέσμησε τοὺς υἱοὺς ὁ Ἡρώδης Ἀριστόβουλον καὶ ’ Ἀλέξανδρον. τὸ συνέδριον τὸ τοὺ ’ς παῖδας Ἡρώδου κρῖνον σὺν τῷ Ἡρώδη.
Περὶ τοῦ παρρησιασαμένου στρατιώτου εἰς Ἡρώδην βουλευόμενον θάνατον τῶν οἰκείων παίδων. ὅπως ἀπηγχόνησε τοὺς οἰκείους παῖδας ὁ Ἡρώδης. ὅτι πάτριον ἦν τότε ἔθος τὸ πολλαῖς συνοικεῖν γυναιξί. ὅτι ἀνεψιοὶ οἱ ἐξάδελφοι.
ὅτι οἱ Φαρισαῖοι οὐκ ἐπείσθησαν ὀμόσαι, καὶ ὅτι προεῖπον τὸν τοῦ Ἡρώδου θάνατον· διὸ καὶ ἀπεκτάνθησαν πολλοὶ ἐξ αὐτῶν.