Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Δευτέρα ἀνάβασις εἰς Ἱεροσόλυμα μετὰ τοῦ· Ζοροβάβελ. οἱ δὲ ἀναβάντες μυριάδες υξβ΄ καὶ [*](1) Σμέρδης] σμέρδος, esti paullo ante bis σμέρδ, cum ductu η significate, ut est in textu 2) Σμέρδην] σμέρδον) [*](3) Σμέρδης] σμέρδος 4) ὁ ante Δαρεῖος om.)

295
χιλιάδες ἡ, ἄνευ ὑπηρετῶν. περὶ Σαμαρειτῶν καὶ ὅπως ἠχθέσθησαν. πότε ἦν Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται. ὅτι ὁ Δαρεῖος ἐπέτρεπε δίδοσθαι τοῖς Ἰουδαίοις καθ’ ἑκάστην τὰ εἰς θυσίαν συντελοῦντα ζῷα καὶ τὴν σεμίδαλιν. ὅτι δι’ ἐτῶν ἑπτὰ ὁ ναὸς ἐκτίσθη. πότε ἐβασιλεύοντο οἱ Ἰουδαῖοι καὶ πότε ὑπὸ κριτῶν ἤρχοντο.

ὅτι τὸν Δαρεῖον Ξέρξης διεδέξατο καὶ εὐσεβῶς περὶ τὸν ναὸν καὶ αὐτὸς διετέθη, ὅτε καὶ Ἔσδρας ἀνεσώθη ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα μετὰ πολλοῦ πλήθους Ἰουδαίων. ὅτι πολλαὶ μυριάδες πέραν Εὐφράτου μεμενήκασιν Ἰουδαίων. περὶ Νεεμίου τοῦ Ἑβραίου, ὅπως καὶ αὐτὸς ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα ἦλθε καὶ τὸ τεῖχος ἀνῳκοδόμησεν. ὅτι πρώτη ἡ τοῦ Ἰούδα φυλὴ ἐκ Βαβυλῶνος ἀνέβη, ὅθεν καὶ Ἰουδαῖοι οἱ ἐν Ἰερουσαλὴμ ἐκλήθησαν.

Ὅτι τὸν Ξέρξην υἱὸς Κῦρος 1) ὁ καὶ Ἀρτα- ξέρξης διεδέξατο. περὶ Ἐσθήρ, ἣν ἔλαβε γυναῖκα ὁ Ἀρταξέρξης, καὶ περὶ Μαρδοχαίου. ὅτι νόμον ἔθετο Ἀρταξέρξης μηδένα οἱ ἄκλητον ἐπὶ θρόνου καθη- μένω προσέρχεσθαι. ὅπως ὁ Μαρδοχαῖος ἐπιβουλὴν ἐμήνυσε κατὰ τοῦ βασιλέως. ὁ Ἀμὰν Μαρδοχαῖον ἀνασταυρῶσαι ἠβούλετο , ἀλλ’ ἐσταυρώθη ἐκεῖνος προνοίᾳ θεοῦ. ὅτι 2) Ἐσθὴρ γνοῦσα τὴν μελετωμένην τῶν Ἰουδαίων ἀπώλειαν παρὰ Ἀμὰν διὰ τὸν Μαρδοχαῖον ἐδεήθη πρότερον τοῦ θεοῦ, εἶτα καὶ ἄκλητος εἰσῄει πρὸς βασιλέα, καὶ διὰ τοῦτο θορυβουμένου ἔπεσε πρὸ ποδῶν αὐτοῦ ἀχανής, καὶ ὅπως εἰς δεῖπνον αὐτὸν ἐκάλεσε καὶ τὸν Ἀμάν. ὅτι πεντήκοντα πήχεων ἦ ’ν τὸ ξύλον, ἐν ᾧ τὸν Μαρ- [*](1) Κῦρος] γύρου 2) ὅτι pro ὅτε.)

296
δοχαῖον ὁ Ἀμὰν ἀνασταυρῶσαι ἐμελέτα. ὅπως 1) ἀνεμνήσθη ὁ βασιλεὺς τοῦ Μαρδοχαίου διὰ τὴν ἐπιβουλήν, καὶ ὅτι διὰ τοῦτο ἐκεῖνον ἐτίμησεν. οὕτω διασκεδάζει βουλὰς πονηρὰς ὁ θεός.

Ὅπως ὁ Ἀμὰν ἐκρεμάσθη εἰς τὸ ξύλον, ὃ κατὰ τοῦ Μαρδοχαίου ἡτοίμαζεν. ὅτι καὶ οἱ τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν. ὅπως Ἰωάννας τὸν οἰκεῖον ἀπέκτεινεν ἀδελφὸν ἐν τῷ ναῷ. ὅπως τὸν ἀδελφὸν τοῦ ἀρχιερέως συνοικήσαντα ἀλλοφύλῳ γυναικὶ ἐκώλυον ἀπὸ τοῦ ναοῦ. περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ ἐν τῷ Γαριζὶν τοῦ2) ἐν τῇ Σαμαρείᾳ.

Ἀρχὴ τῆς κατὰ τὸν Ἀλέξανδρον ἱστορίας. τίνος υἱὸς ἦν Ἀλέξανδρος. οἶον ὄνειρον εἶδε Φίλιππος ἐγκυμονούσης τῆς γυναικὸς τὸν Ἀλέξανδρον καὶ πότε ἐγεννήθη. περὶ τοῦ σώματος Ἀλεξάνδρου. περὶ τοῦ ἵππου τοῦ Βουκεφάλου. ὅτι ὁμιλητὴς Ἀριστο- τέλους ἐγένετο. ὅτι καὶ πρακτικὸς ἰατρὸς ἦν ὁ Ἀλἐξανδρος.

Ὅτι εἰκοσαετὴς τῆς βασιλείας ἐκράτησεν. περὶ Τιμοκλείας τῆς τὸν βιασάμενον αὐτὴν εἰς τὸ φρέαρ βαλούσης. οἷα ὁ Σινωπεὺς Διογενὴς πρὸς Ἀλέξανδρον εἶπεν. τὸ φιλότιμον Ἀλεξάνδρου. ὅσων ἐκράτησε πόλεων. περὶ Ἀκαρνᾶνος τοῦ ἰατροῦ, καὶ ὅπως ἐξ αὐτοῦ τὸ φάρμακον3) ἔλαβεν Ἀλέξανδρος, καὶ ἀντέδωκε τὴν τῆς συκοφαντίας ἐπιστολήν. ἡ ἐν Ἰσσῷ συμπλοκὴ Δαρείου καὶ Ἀλεξάνδρου καὶ ἡ Δαρείου ἧττα. περὶ τῆς γυναικὸς καὶ τῆς μητρὸς Δαρείου ἁλουσῶν παρὰ Ἀλεξάνδρου.

[*](1) ὅπως prο ὅτι 2) τοῦ] Sic 3) φάρμακον] prο bοc vocabulum legitur a(l1uΟdlllu obScurat11m, Sed 11t aliud fuisse μὰ appareat, Velut πόμα, Sed πό Scriptum.)
297

Ὅτι καὶ Δαμασκὸν εἷλεν Ἀλέξανδρος καὶ Κύπρον καὶ Φοινίκην. περὶ τοῦ κατ’ ὄναρ Σατύρου. περὶ τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας καὶ τοῦ κατ’ ὄναρ Ὁμήρου καὶ ὅτι νῆσος ἦν αὕτη πρότερον. περὶ τῶν κατὰ τὴν ἐν ἐρήμῳ διάβασιν Ἀλεξάνδρου ἐξαισίων. πῶς παῖς Δῖός ἐλογίσθη ὁ Ἀλεξάνδρου ὅτι λύτρα ὁ Δαρεῖος ἔπεμψε, καὶ οὐκ ἔλαβε ταῦτα 1) Ἀλέξανδρος. περὶ τοῦ θανάτου τῆς γυναικὸς Δαρείου. περὶ τῆς μαρτυρίας τῆς πρὸς Δαρεῖον διὰ τὴν Ἀλεξάνδρου σωφροσύνην.

ὅτι Ἀλέξανδρος οὐ λάθρᾳ συμβαλεῖν ἤθελε τοῖς πολεμίοις. φυγὴ Δαρείου. ὅσον πλοῦτον εὑρεν Ἀλέξανδρος τοῦ Δαρείου. ὅπως ὠνείδιζε τοὺς τρυφῶντας Ἀλέξανδρος. τί ἔλεγεν Ἀλέξανδρος περὶ τῶν γογγυζόντων εἰς αὐτόν. περὶ τῆς δίψης ἣν εἶχεν Ἀλέξανδρος διώκων Δαρεῖον. ὅπως ἐν τῷ 20) θανάτῳ Ἀλέξανδρος τὸν Δαρεῖον ἐτίμησε, τὸν δ’ ἀνελόντα διεσφενδόνησεν. περὶ Ὑρκανίας καὶ τοῦ Κασπίου πελάγους.

ὅτι Ἀλέξανδρος βαρβαρικὴν στολὴν ἐνδυσάμενος τοῖς Μακεδόσιν οὐκ ἤρεσεν. καὶ περὶ Ῥωξάνης, ἣν Ἀλέξανδρος ἔγημεν. ὅπως παρὰ Ἀλεξάνδρου Φιλώτας καὶ Κλεῖτος. ὅσα ὁ Ταξίλης καὶ οἶα ἐμήνυσεν ’ Ἀλεξάνδρῳ κατὰ τῆς Ἰνδικῆς ἐρχομένῳ χώρας.

Περὶ Πώρου τοῦ τῆς Ἰνδικῆς ἄρχοντος, οἷος ἦν τὸ σῶμα. ὅσα ὁ Ἀλέξανδρος ἤλγησε τοῦ Βουκεφάλα 30 ἵππου θανόντος, καὶ περὶ τοῦ ποταμοῦ Γάγγη, ὅσος ἦν κατ’ εὖρος καὶ βάθος. ὅτι λ [*](1) ταῦτα pro ταῦτα ὁ 2) ἐν τῷ] οm. 3) -φα)

298
Μαλλοὶ ἔθνος Ἰνδικόν. ὅπως Ἀλέξανδρος πρῶτος ὥρμα ἐν τοῖς πολέμοις1) καὶ τυχαίως ἐνίκα.