Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι ἔλαβε Πτολεμαῖος τὴν Κλεοπάτραν, καὶ ὅσα ἦν ἡ ταύτης φερνή. οἷος ἦν δεξιὸς περὶ τὰ πράγματα ὁ πρὸς Πτολεμαῖον ἀποσταλεὶς πρέσβις 1) Ἰωσήφ. ὅτι τὸ τὰ τέλη τῶν πόλεων ἐπὶ αὐξήσει πωλεῖσθαι τοῖς ὠνουμένοις παλαιὸν ἦν.
ὅπως συνῴκησεν ἡ ἀδελφόπαις τῷ Ἰωσήφ. ὅπως Ὑρκανὸς ὁ υἱὸς Ἰωσὴφ καὶ ἐν μειρακίοις τελῶν φρονιμώτατος. ὅτι ἀτίμως ὠνήσατο ὁ Ὑρ- κανὸς τοὺς γραμματικοὺς δούλους. ὅτι βᾶρις τὸ ὀχύρωμα.
ὅτι ὁ Ἐπιφανὴς Ἀντίοχος κατέσχε τὰ Ἱεροσόλυμα. περὶ Ἐλεάζαρ καὶ τῶν Μακκαβαίων. ὅτι ἐν σαββάτῳ πολέμου συγκροτηθέντος ἐμάχοντο Ἰουδαῖοι.
Νίκη Ἰουδαίων κατὰ τῶν τοῦ Ἀντιόχου. ὅτι ὁ Ἀντίοχος ἐνόσησε διὰ τὰ κατὰ τῶν Ἰουδαίων κακὰ καὶ ἀπέθανεν.
ὅπως τὸν ἐλέφαντα ὁ Ἐλεάζαρ πλήξας ὑπ’ αὐτοῦ τέθνηκεν ἐν τῷ πολέμῳ.
Περὶ Κλεοπάτρας τῆς θυγατρὸς Πτολεμαίου. ὅτι ὁ Πτολεμαῖος δύο διαδήματα περιέθετο, οἷα δύο ἄρχων χωρῶν.
ὅτι ὄρος καθῄρησαν ἄνθρωποι λίαν ὑψη- λὸν διὰ τριῶν ἐνιαυτῶν.
[*](1) πρέσβις Sine accentu pro πρεσβεύς.)Περὶ Ἀντιόχου τοῦ ἐπικληθέντος ἔντος θεοῦ. ὅρα γυναικὸς καρτερίαν.
ὅτι οἶ Σαδδουκαῖοι τὰ ἄγραφα καὶ ἐκ παρα- δόσεως οὐκ ἐτήρουν.
Ὅπως ὁ Ἀντίγονος ἀνῃρέθη εἰς τὸν 1) Στράτωνος πύργον κατὰ τὴν Ἰούδα τοῦ Ἐσσαίου πρόρρησιν, κἂν ἐδόκει ἐψεῦσθαι.
Περὶ φοινίκων καὶ κιτρίων τῶν ἐν τῇ σκηνοπηγίᾳ. ὅτι ἐπὶ τρία ἔτη ἐνόσει τεταρταῖον.
Περὶ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. περὶ Τι- γράνου τοῦ Ἀρμενίου. βασιλεία Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ὡς εὖ σοι τῆς εὐχῆς ἄνθρωπε.
Περὶ Πομπηίου καὶ τῆς δοθείσης αὐτῷ χρυσῆς ἀμπέλου ἐξ Ἀριστοβούλου ἐκ πεντακοσίων ταλάντων. περὶ τῆς Μιθριδάτου τελευτῆς καὶ περὶ τοῦ ὀποβαλσάμου , ὅπερ τῶν μύρων ἄριστον. ὅπως ὑπὸ Πομπηίου τὰ Ἰεροσόλυμα ἑάλω.
Περὶ τοῦ Ἰταβυρίου ὄρους. 2) ὅσα ἦσαν τὰ τοῦ ἱεροῦ Ἰουδαίων χρήματα, έν οἶς καὶ δοκὸς ἐκ χρυσοῦ. 3) καὶ ὅτι ἡ μνᾶ ἕλκει λίτρας δύο 4) πρὸς τῇ ἡμισείᾳ. Κύπρος ὄνομα γυναικός. ὅτι ὁ Ἡρώδης ἐλθὼν εἰς τὸ δοκιμάσασθαι ἐξέπληξε τοὺς παρόντας διὰ τὸ ἐλθεῖν μετὰ δορυφορίας πολλῆς · διὸ καὶ ᾐτιάθη.
Ὅπως ὁ Ἀντώνιος ἤρα τῆς Κλεοπάτρας. περὶ Πακόρου τοῦ Παρθῶν βασιλέως.
Διὰ τί ἀπετμήθη τὰ ὦτα Ὑρκανός. ὅπως ὁ Φασάηλος τέθνηκεν.
[*](1) εἰς τὸν pro κα,τὰ litteris obscurioribus 2) περὶ ὁ — ὄρους] addit 3) 3) ἐκ χρύσου] χρῦ (quomodo infra 19 λ ptum pro χρυσίου, et 6, 11 pro χρυσῆν) ’πό ἐνδεδυμένη 4) δύω] β΄)Ἀντιγόνου. Ἀντιγόνου
Περὶ τῆς ἀρχιερωσύνης Ἀριστοβούλου ἐν νέᾳ τῇ ἡλικίᾳ. ὅπως ἡ Ἀλεξάνδρα ἔφυγε διὰ λάρ- νακος καὶ ἐφωράθη. ὅπως ἀπεπνίγη Ἀριστόβουλος.
ὅτι ἠράσθη Ἡρώδου ἡ Κλεοπάτρα. περὶ τοῦ ἐν Ἰουδαίᾳ μεγάλου γεγονότος σεισμοῦ.
ὅπως καὶ παρὰ τοῦ Καίσαρος Ἡρώδης ἐτιμήθη. ὅπως εἰς τὸ φανερὸν Ἡρώδην ἐφάνη μισοῦσα ἡ γυνὴ αὐτοῦ. ὅπως ἡ τοῦ Ἡρώδου γυνὴ θανάτῳ κατακριθεῖσα τέθνηκεν. ὅπως ὁ Ἡρώδης καὶ οἵαν νόσον ἐνόσησεν. 1)