Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι μόναι αἱ δύο φυλαὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα. περὶ τοῦ ἔθνους τῶν Χουθαίων. ὅτι Καμβύσης τὴν ἀρχὴν Κύρου διεδέξατο, ὃς καὶ ἐκώλυσε τὴν ἀνοικοδομὴν τοῦ ναοῦ, βασιλεύσας ἔτη ἑπτά. περὶ Καμβύσου, καὶ ὅπως αὐτὸν διεδέξατο Σμέρδης ὁ μάγος. καὶ ὅς ὁ Καμβύσης τὸν ἀδελφὸν Σμέρδην ἐξ ὀνείρου δειματωθεὶς ἀπέκτεινεν. ὅπως ὁ Καμβύσης ἀπέθανεν ἐν Ἐκβατάνοις τῆς Συρίας, κεχρηματισμένον σχὼν τοῦτο.

Ὅτι ὁ μάγος Σμέρδης 1) ὡς υἱὸς τοῦ Κύρου ἐκράτησεν, ἠλέγχθη δ’ ὕστερον ἕτερος εἶναι παρ’ ἐκεῖνον, ὡς μὴ ἔχων ὦτα· ἀπετμήθη γὰρ ταῦτα διὰ πταῖσμα παρὰ τοῦ Κύρου. ἐπανάστασις κατὰ Σμέρδου. ὅπως ὁ Πρηξάσπης τεθνάναι τὸν υἱὸν Κύρου Σμέρδην 2) ἐκήρυξεν, καὶ ἕτερον δὲ ὁμώνυμον εἶναι τὸν κρατοῦντα, καὶ ὅπως οὗτος διὰ τοῦτο ἀπέθανεν. ὅς οἱ μάγοι ἀνῃρέθησαν, ὧν εἷς ὁ Σμέρδης. 3)

ὅπως ἐκράτησε Περσῶν Δαρεῖος 4) ὁ Ὑστάσπου ἐκ περινοίας τοῦ οἰκείου ἱπποκόμου. τί ηὔξατο τῷ θεῷ, εἰ κρατήσει, ὁ Δαρεῖος. οἷα προέθετο ἐρωτήματα ὁ Δαρεῖος τοῖς οἰκείοις φίλοις, καὶ οἷα ὑπέσχετο τῷ διαλύσοντι ταῦτα. ὅτι ὁ Ζοροβάβελ ἐν τούτοις ἠρίστευσε, τοῦ οἴνου καὶ τῶν βασιλέων τὴν γυναῖκα κρειττονεύειν εἰπών. ὅτι ἐξ αἰτήσεως Ζοροβάβελ τὴν ἀνοικοδομὴν τοῦ ναοῦ καὶ Δαρεῖος δι’ αὐτοῦ γενέσθαι.

Δευτέρα ἀνάβασις εἰς Ἱεροσόλυμα μετὰ τοῦ· Ζοροβάβελ. οἱ δὲ ἀναβάντες μυριάδες υξβ΄ καὶ [*](1) Σμέρδης] σμέρδος, esti paullo ante bis σμέρδ, cum ductu η significate, ut est in textu 2) Σμέρδην] σμέρδον) [*](3) Σμέρδης] σμέρδος 4) ὁ ante Δαρεῖος om.)

295
χιλιάδες ἡ, ἄνευ ὑπηρετῶν. περὶ Σαμαρειτῶν καὶ ὅπως ἠχθέσθησαν. πότε ἦν Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται. ὅτι ὁ Δαρεῖος ἐπέτρεπε δίδοσθαι τοῖς Ἰουδαίοις καθ’ ἑκάστην τὰ εἰς θυσίαν συντελοῦντα ζῷα καὶ τὴν σεμίδαλιν. ὅτι δι’ ἐτῶν ἑπτὰ ὁ ναὸς ἐκτίσθη. πότε ἐβασιλεύοντο οἱ Ἰουδαῖοι καὶ πότε ὑπὸ κριτῶν ἤρχοντο.

ὅτι τὸν Δαρεῖον Ξέρξης διεδέξατο καὶ εὐσεβῶς περὶ τὸν ναὸν καὶ αὐτὸς διετέθη, ὅτε καὶ Ἔσδρας ἀνεσώθη ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα μετὰ πολλοῦ πλήθους Ἰουδαίων. ὅτι πολλαὶ μυριάδες πέραν Εὐφράτου μεμενήκασιν Ἰουδαίων. περὶ Νεεμίου τοῦ Ἑβραίου, ὅπως καὶ αὐτὸς ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα ἦλθε καὶ τὸ τεῖχος ἀνῳκοδόμησεν. ὅτι πρώτη ἡ τοῦ Ἰούδα φυλὴ ἐκ Βαβυλῶνος ἀνέβη, ὅθεν καὶ Ἰουδαῖοι οἱ ἐν Ἰερουσαλὴμ ἐκλήθησαν.

Ὅτι τὸν Ξέρξην υἱὸς Κῦρος 1) ὁ καὶ Ἀρτα- ξέρξης διεδέξατο. περὶ Ἐσθήρ, ἣν ἔλαβε γυναῖκα ὁ Ἀρταξέρξης, καὶ περὶ Μαρδοχαίου. ὅτι νόμον ἔθετο Ἀρταξέρξης μηδένα οἱ ἄκλητον ἐπὶ θρόνου καθη- μένω προσέρχεσθαι. ὅπως ὁ Μαρδοχαῖος ἐπιβουλὴν ἐμήνυσε κατὰ τοῦ βασιλέως. ὁ Ἀμὰν Μαρδοχαῖον ἀνασταυρῶσαι ἠβούλετο , ἀλλ’ ἐσταυρώθη ἐκεῖνος προνοίᾳ θεοῦ. ὅτι 2) Ἐσθὴρ γνοῦσα τὴν μελετωμένην τῶν Ἰουδαίων ἀπώλειαν παρὰ Ἀμὰν διὰ τὸν Μαρδοχαῖον ἐδεήθη πρότερον τοῦ θεοῦ, εἶτα καὶ ἄκλητος εἰσῄει πρὸς βασιλέα, καὶ διὰ τοῦτο θορυβουμένου ἔπεσε πρὸ ποδῶν αὐτοῦ ἀχανής, καὶ ὅπως εἰς δεῖπνον αὐτὸν ἐκάλεσε καὶ τὸν Ἀμάν. ὅτι πεντήκοντα πήχεων ἦ ’ν τὸ ξύλον, ἐν ᾧ τὸν Μαρ- [*](1) Κῦρος] γύρου 2) ὅτι pro ὅτε.)

296
δοχαῖον ὁ Ἀμὰν ἀνασταυρῶσαι ἐμελέτα. ὅπως 1) ἀνεμνήσθη ὁ βασιλεὺς τοῦ Μαρδοχαίου διὰ τὴν ἐπιβουλήν, καὶ ὅτι διὰ τοῦτο ἐκεῖνον ἐτίμησεν. οὕτω διασκεδάζει βουλὰς πονηρὰς ὁ θεός.

Ὅπως ὁ Ἀμὰν ἐκρεμάσθη εἰς τὸ ξύλον, ὃ κατὰ τοῦ Μαρδοχαίου ἡτοίμαζεν. ὅτι καὶ οἱ τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν. ὅπως Ἰωάννας τὸν οἰκεῖον ἀπέκτεινεν ἀδελφὸν ἐν τῷ ναῷ. ὅπως τὸν ἀδελφὸν τοῦ ἀρχιερέως συνοικήσαντα ἀλλοφύλῳ γυναικὶ ἐκώλυον ἀπὸ τοῦ ναοῦ. περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ ἐν τῷ Γαριζὶν τοῦ2) ἐν τῇ Σαμαρείᾳ.