Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Τίς διεδέξατο τὸν Ναβουχοδονόσορ, καὶ ἐξῆς περὶ Βαλτάσαρ, καὶ ὅπως ἐχρήσατο τοῖς ἱεροῖς τῶν Ἰουδαίων σκεύεσιν. περὶ τοῦ ἀστραγάλου τῆς χειρός, εἶδεν ἐν τῷ τοίχῳ Βαλτάσαρ. ὅπως ὁ Δανιὴλ διασαφεῖ τῷ Βαλτάσαρ τὸν θεαθέντα ἀστράγαλον. τί σημαίνει τὰ γραφέντα διὰ τοῦ ἀστραγάλου. ὅτι Κύρου ἐπελθόντος κατὰ Βαλτάσαρ ἀνῃρέθη [*](1) αὐτὸ pro αὐτῷ 2) τῶν ante ἀρχαίων om.)
Περὶ τοῦ ἐνυπνίου ὃ εἶδεν ὁ Δανιήλ, ἤτοι τῶν τεσσάρων θηρίων τῶν ἀπὸ τῆς θαλάσσης ἀναβάντων, καὶ ὅτι τὸ πρῶτον ἦν λέαινα. τὸ δεύτερον ἄρκος. 1) τί ἔστι τὸ εἶδος τῆς τιμωρητικῆς σκαφεύσεως. τίνας ὁ Κῦρος καὶ τίνας ὁ Καμβύσης καὶ τίνας ὁ Δαρεῖος ὑπέταξε καὶ τίνας ὁ Ξέρξης. τὸ δὲ τρίτον πάρδαλις. τίνες οἶ δ’ οἱ διαδεξάμενοι τὴν τοῦ Ἀλεξάνδρου ἀρχήν.
Τί τὸ τέταρτον θηρίον. εἰς τί ἐπὶ τῆς Ῥωμαϊκῆς 2) βασιλείας τὸ ἐσθίειν καὶ λεπτύνειν ἐξείληπται. περὶ τοῦ Ἀντιχρίστου. περὶ τοῦ ὀφθέντος Δανιὴλ παλαιοῦ τῶν ἡμερῶν. περὶ τῆς ἀπωλείας τοῦ Ἀντιχρίστου. περὶ τῆς δευτέρας παρουσίας τοῦ υἱοῦ τοῦ θεοῦ.
Περὶ τῆς ἑτέρας ὀπτασίας τοῦ Δανιήλ. ἦν δ’ αὕτη κριὸς κερασφόρος καὶ τὰ ἐξῆς. ὅτι τὰ Σοῦσα μητρόπολις ἦν τῶν Περσῶν. ὅτι Καμβύσης παῖς Κύρου, καὶ τοῦτον διεδέξαντο μάγοι, καὶ τούτους ὁ Ὑστάσπου Δαρεῖος. περὶ τοῦ τράγου ὃν εἶδε Δανιὴλ καὶ τί ἐσήμαινεν. ὅτι Ἀλέξανδρος τῶν Περσῶν καὶ Μηδῶν βασιλεὺς κατέστη, καὶ Δαρεῖον [*](1) ἄρκος pro ἄρκτος, ut in textu 2) Ῥωμαϊκῆς] ῥωμ cum ductu scripto μ, quod est Ῥωμαίων potius quam Ῥω μαϊκῇς.)
Ὅτι ὤφθη τῷ Δανιὴλ ὁ ἄγγελος Γαβριήλ. διὰ τί ἐκλήθη Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν. ὅτι ἑκάστην ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσαντο. 2) ὅτι τὸ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. πότε ἤρξατο ὁ ναὸς τῶν Ἰουδαίων οἰκοδομεῖσθαι μετὰ τὴν αἰχμαλωσίαν. ὅτι ἡγούμενος ἐκλήθη ὁ Χριστός.
Ὅτι οἶ Ἑβραῖοι κατὰ τὸν σεληνιακὸν δρόμον μετροῦσι τὸν ἐνιαυτόν, ἔχοντες αὐτὸν ἡμερῶν τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων. 3) ὅτι τὸ παράνομον ία τῶν ἱερέων οὐδὲν δοκεῖ.
Ἰουδήθ. ὅτι τὰ Ἐκβάτανα βασίλεια τῶν Μηδῶν ἦσαν. περὶ Ἀχιὼρ τοῦ συμβουλεύσαντος τῷ Ὀλοφέρνῃ μὴ στρατεῦσαι κατὰ Ἰουδαίων, καὶ ὅπως αὐτὸν ὁ Ὀλοφέρνης παρέδωκε τοῖς Ἰουδαίοις, ἐλπί- ζων καὶ αὐτὸν συλλαβεῖν μετ’ αὐτῶν 4) καὶ κολάσασθαι. ὅτι ἐστενοχωρήθησαν οἱ Ἑβραῖοι δι’ ἔνδειαν ὔ δ’ ἄτος.
Οἴα ἦν Ἰουδήθ. ὅτι ἐξῆλθε πρὸς Ὀλοφέρνην ἡ Ἰουδὴθ στολισαμένη λαμπρῶς καὶ ἀποβαλομένη5) τὴν τῆς χηρείας στολήν. πρόρρησις τῆς Ἰουδὴθ περὶ τῆς Ὀλοφέρνου σφαγῆς. ὅτε ἀπῆλθε [*](1) ἑσπέρα] ἐσπέραν 2) ἐ,λογίσαντο] ἐλογίσατο 3) τριακοσίων καὶ πεντήκοντα] τνδ, unde addidi καὶ τεσσάρων, ut est in textu 4) αὐτῶν pro αὐτὸν 5) ἀποβαλομένη Scripsi pro ἀποβαλλομένη, ut ἀποθεμένη dicit Zon.)