Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ ἔθνους τῶν Οὔζων. περὶ σεισμοῦ.1) περὶ ἀστέρος κομήτου. περὶ πατριαρχῶν. ὅτι νο— σήσας ὁ βασιλεὺς καὶ ἐκλείπων τοῖς υἱοῖς τὴν2) βα- σιλείαν κατέλιπε, κἀκείνοις τὴν μητέρα ἐπέστησεν, ὀμόσασαν ἐγγράφως μὴ δευτερογαμῆσαι. τελευτὴ Κωνσταντίνου βασιλέως τοῦ Δούκα.

ὅτι ἡ βασιλὶς Εὐδοκία βασιλέα τοῖς πράγ- μασιν ἐπιστῆσαι ἐβουλεύσατο. περὶ τοῦ Διογενοῦς καὶ οἷος ἦν τὸ γένος καὶ τὴν ἰσχύν. ὅτι τυραννῆσαι βουλευσάμενος κατεσχέθη ὁ Διογενὴς, καὶ μέλλων κολασθῆναι ἀφείθη καὶ εἰς κγλ ἀφωρίσθη.3) ὅπως ἠπατήθη ὁ πατριάρχης καὶ δέδωκε τῇ δεσποίνῃ τὸ τοῦ ὅρκου αὐτῆς ἔγγραφον. ὅτι συνήφθη τῆ βασι- λίδι Εὐδοκίας ὁ Διογενὴς καὶ ἀνερρήθη.

ὅτι ἐξεστράτευσεν ὁ Διογενὴς ἐν τῇ ἑῴᾳ καὶ ὅσα ἐποίησεν. ὅτι καὶ πρὸς Συρίαν ὥρμησεν ὁ βασιλεὺς καὶ τὴν Ἱεράπολιν ἔλαβε καὶ τοὺς Χαλεπίτας ἐτρέψατο. ἧττα τῶν βαρβάρων. ἅλωσις ὑπὸ4) [*](1) σεισμοῦ pro σεισμῶν 2) τὴν τὴν] addit 3) καὶ — ἀφωρίσθη] addit: sed vox media, sic fere ut supra positum scripta, quum desiderari videatur Καππαδοκίαν , quomodo sit exped enda incertum 4) ὑπὸ] om.)

378
Ῥωμαίων φρουρίων τινῶν βαρβαρικῶν καὶ ἀγγελία τῷ βασιλεῖ λαφυραγωγηθῆναι τὸ Ἀμόριον.

"/> Ἑτέρα ἐκστρατεία τοῦ βασιλέως καὶ ὅσα ἐν ταύτῃ συνέβησαν. περὶ τοῦ ἐμπρησμοῦ τοῦ ναοῦ τῶν Βλαχερνῶν. περὶ τοῦ Κομνηνοῦ Μανουὴλ ὅπως ἐλήφθη αἰχμάλωτος, καὶ ὅπως ἐπανῆλθεν, ἄγων καὶ τὸν ἑλόντα αὐτὸν Τοῦρκον πρόσφυγα τῷ βασιλεῖ.

Ἡ τελευταία ἐκστρατεία τοῦ Διογενοῦς καὶ ὅσα ἐν αὐτῇ σημεῖα συνέβησαν. περὶ τῆς τῶν Νεμίτζων ἀποστασίας καὶ ὅτι διεῖλεν ὁ Διογενὴς τὸ στράτευμα, καὶ οὐ μετὰ πολλῶν ἐκεῖνος περιελείφθη. ὅτι τὸν Βρυέννιον ἔστειλαν συμβαλεῖν τοῖς Τούρκοις, εἶτα καὶ τὸν Βασιλάκιον, καὶ ὡς ἑάλω ὁ Βασιλάκιος. 1)