Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ ἔθνους τῶν Οὔζων. περὶ σεισμοῦ.1) περὶ ἀστέρος κομήτου. περὶ πατριαρχῶν. ὅτι νο— σήσας ὁ βασιλεὺς καὶ ἐκλείπων τοῖς υἱοῖς τὴν2) βα- σιλείαν κατέλιπε, κἀκείνοις τὴν μητέρα ἐπέστησεν, ὀμόσασαν ἐγγράφως μὴ δευτερογαμῆσαι. τελευτὴ Κωνσταντίνου βασιλέως τοῦ Δούκα.

ὅτι ἡ βασιλὶς Εὐδοκία βασιλέα τοῖς πράγ- μασιν ἐπιστῆσαι ἐβουλεύσατο. περὶ τοῦ Διογενοῦς καὶ οἷος ἦν τὸ γένος καὶ τὴν ἰσχύν. ὅτι τυραννῆσαι βουλευσάμενος κατεσχέθη ὁ Διογενὴς, καὶ μέλλων κολασθῆναι ἀφείθη καὶ εἰς κγλ ἀφωρίσθη.3) ὅπως ἠπατήθη ὁ πατριάρχης καὶ δέδωκε τῇ δεσποίνῃ τὸ τοῦ ὅρκου αὐτῆς ἔγγραφον. ὅτι συνήφθη τῆ βασι- λίδι Εὐδοκίας ὁ Διογενὴς καὶ ἀνερρήθη.