Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ἀποστολὴ πρέσβεων πρὸς τὸν Κομνηνὸν περὶ εἰρήνης. ὅσα τῷ βασιλεῖ διὰ τῶν πρέσβεων ὁ Κομνηνὸς ἐδήλωσεν. ὅτι ἃ ᾔτησεν ὁ Κομνηνὸς πλη- ρῶσαι ὁ βασιλεὺς ἐπηγγείλατο, καὶ πάλιν οἶ πρέ- σβεις πρὸς αὐτὸν ἀπεστάλησαν. οἶα ἐγγράφως2) τοὺς συγκλητικοὺς· ἀπῄτησεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι στασιώδεις τινὲς εἰς τὴν μεγάλην ἐκκλησίαν συνήχθησαν, καὶ ὅτι βασιλέα τὸν Κομνηνὸν ἀνηγό- ρευσαν καὶ τοῦ πατριάρχου συνευδοκοῦντος.3) ἔκπτωσις τῆς βασιλείας Μιχαὴλ τοῦ γέροντος.
ὅτι πρῴην οἰκονόμων καὶ σκευοφυλάκων τῆς μεγάλης ἐκκλησίας παρὰ τοῦ βασιλέως προβαλλομένων οἱ Κομνηνοὶ καὶ ἄμφω τῇ ἐκκλησίᾳ ἀπένειμαν.4) ὅτι ἀποτόμως τῇ τῶν κοινῶν πραγμάτων διορθώσει ἐπικεχείρηκε καὶ γέγονεν ἅπασι μισητός. ὅτι οὐδὲ αὐτῶν τῶν τῷ θεῷ καθωσιωμένων ἐφεί- σατο.