Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ἡ τελευταία ἐκστρατεία τοῦ Διογενοῦς καὶ ὅσα ἐν αὐτῇ σημεῖα συνέβησαν. περὶ τῆς τῶν Νεμίτζων ἀποστασίας καὶ ὅτι διεῖλεν ὁ Διογενὴς τὸ στράτευμα, καὶ οὐ μετὰ πολλῶν ἐκεῖνος περιελείφθη. ὅτι τὸν Βρυέννιον ἔστειλαν συμβαλεῖν τοῖς Τούρκοις, εἶτα καὶ τὸν Βασιλάκιον, καὶ ὡς ἑάλω ὁ Βασιλάκιος. 1)

ὅτι Οὖζοι πρὸς τοὺς Τούρκους ηὐτομόλησαν, καὶ ὅτι μετεκαλέσατο καὶ τὸ στράτευμα, ὃ διεῖλεν ὁ βασιλεύς· οἱ δὲ οὐκ ἀφίκοντο, καὶ ὅτι τοῦ βασιλέως ἑτοιμαζομένου πρὸς πόλεμον ἐκ τοῦ Σουλτὰν πρέσβεις ἥκασι περὶ εἰρήνης. ὅτι ὑποστρεψάντων τῶν πρέσβεων ὁ βασιλεὺς πρὸς μάχην ὥρμησε καὶ ὅπως ἡττήθη καὶ ἑάλω. ὅπως ὁ Σουλτὰν ἐχρή- σατο τῷ βασιλεῖ ἀπαχθέντι πρὸς αὐτόν. τίνα γεγό- νασιν ἐν τοῖς βασιλείοις τῆς ἁλώσεως ἀγγελθείσης.2)

ὅτι προστάγματα ἐπέμφθησαν πανταχοῦ μὴ δέχεσθαι τὸν Διογένην ὡς βασιλέα, καὶ ὅτι τοῦ Καίσαρος υἱοὶ ἐστάλησαν κατ’ αὐτοῦ. ὅπως κατεκλεί- σθη ὁ Διογενὴς καὶ ἐπολιορκεῖτο. 3) καὶ ὅτι ἐπὶ [*](1) ὅτι τὸν Βρυέννιον — Βασιλάκιος] addit 2) τίνα — ἀγγ. addit, post quae sequitur vocabulum cuius initium ουτ vix, minus etiam ceteri ductus possunt legi, quum etiam illa ἐν — ἀγγελθείσης progemodum sint extrita 3) καὶ ἐπο- λιορκεῖτο] addit.)

379
συνθήκαις παρέδωκεν ἑαυτόν.1) ὅτι ἐν τῇ Πρωτῇ νήσῳ ἀπαχθεὶς ἐτελεύτησεν ὁ Διογενὴς.

Ὅτι τὸν Σίδης ἐπέστησε τοῖς πράγμασι πρό- τερον, εἶτα τὸν Νικηφορίτζην. ὅτι ἀμελῶν τῶν τῆς βασιλείας πραγμάτων λόγοις ἐσχόλαζεν2) ὁ Μιχαὴλ. ὅτι ὁ Σουλτὰν τὰ κατὰ τὸν Διογένην μαθὼν τὴν ἑῴαν κατέτρεχεν. ἔτι ὁ Κομνηνὸς Ἰσαάκιος ἐστάλη μετὰ τοῦ Ῥουσελίου τοῖς Τούρκοις ἀντιταξόμενος, καὶ ἡττηθεὶς ἑάλω, καὶ ὁ Ῥουσέλιος ἀπεστάτησεν. ὅτι ὁ Καῖσαρ σταλεὶς κατὰ τοῦ ‘Pουσελίου ἡττήθη καὶ ἑάλω. ὅτι ὁ βασιλεὺς Τούρκους κατὰ τοῦ Ῥουσελίου μετεπέμψατο, ὁ δὲ λύσας τὸν Καίσαρα βασιλέα ἀνεῖπε· καὶ συμμίξας τοῖς Τούρκοις αἰχμάλωτος καὶ αὐτὸς καὶ ὁ Καῖσαρ ἐλήφθησαν. ὅτι ὁ Καῖσαρ διὰ τοῦ βασιλέως ἐξωνηθεὶς ἐκείρατο καὶ μοωαχὸς γέγονεν. ὅτι ὁ βασιλεὺς Ἀλέξιος εἷλε τὸν Ῥουσέλιον. ὅπως ἐκλήθη Παραπινἄκιος οὗτος ὁ βασιλεύς.

Περὶ τοῦ τῶν Χροβάτων3) ἔθνους. περὶ τῆς ἀποστασίας τοῦ δούλου Νέστορος. ὅτι υἱὸς ἐτέχθη τῷ4) βασιλεῖ, καὶ ἐστέφθη παρ’ αὐτοῦ. περὶ τοῦ τεχθέντος σημειώδους παιδός. περὶ τοῦ ἐν τῇ βασιλείᾳ τούτου γενομένου λιμοῦ καὶ λοιμοῦ. ὅτι ὁ Βοτανειάτης παρὰ τῶν ἑῴων ἀρχόντων5) βασιλεὺς ἀνερρήθη. ὅτι καὶ ἐν τῇ δύσει ὁ Βρυέννιος Νικηφόρος ἀποστασίαν6) ἐπεχείρησεν. ὅτι ὁ Κομνηνὸς Ἀλέξιος καὶ ὁ Ῥουσέλιος ἀπεστάλησαν κατὰ τοῦ Βρυεννίου.

[*](1) Post haec evanida nonnulla, quorum legi potest ὅτι πρότερον μὲν φάρμακον ἐκεράσθη τῷ Διογενεῖ et fortasse ἐπέμφθη 2) ἐσχόλαζεν pro ἐσχόλασεν 3) Χροβάτων χορβάτων 4) τῷ pro τὸν 5) ἀρχόντων] ἄρχεται 6) ἀποστασίαν] ἀν’ per compendium, et mox βρυένιος et βρυενέου.)
380

Περὶ πατριαρχῶν. ὅτι οἷ Τοῦρκοι τὰς Ῥωμαϊκὰς κατέσχον χώρας ἐν τῇ ἑῴᾳ καὶ ᾠκειώσαντο. ὅτι ὁ Βοτανειάτης κατέσχε τὴν Νικαίαν. ὅτι ὁ δῆμος τῆς πόλεως βασιλέα ἀνεῖπε τὸν Βοτανειάτην καὶ τὸν Μιχαὴλ καθεῖλον καὶ ἀπέκειραν. ὅπως ὁ Βοτανειάτης τῆς βασιλείας ἐδράξατο.

ὅπως ὁ Βρυέννιος τυραννῶν ἑάλω καὶ ἐτυ- φλώθη. ἐπανάστασις τῶν Βαράγγων. ὅτι τὴν πρὸ τοῦ αὐτοῦ βασιλέως γυναῖκα ἔγημεν ὁ Βοτανειάτης. ὅτι Μητροπολίτης Ἐφέσου ἐχειροτονήθη ὁ τῆς βα- σιλείας ἐκπεσὼν Μιχαὴλ. ἀποστασία τοῦ Βασιλακίου καὶ ἅλωσις, καὶ πήρωσις τῶν ὀφθαλμῶν αὐτοῦ. ἀποστασία Κωνσταντίνου τοῦ υἱοῦ τοῦ Δούκα. ὅτι τὸν Σίδην εἰς διοίκησιν τῶν κοινῶν ὁ βασιλεὺς προεστήσατο καὶ περὶ τοῦ Γερμανοῦ καὶ τοῦ Βοτανειάτου. 1) περὶ τοῦ λογοθέτου Νικηφόρου , καὶ ὅπως ἀνῃρέθη.

Περὶ τῶν Κομνηνῶν, καὶ πῶς εἰς ἀποστα- σίαν ὥρμησαν, ὅπως τῆς πόλεως ἐκράτησαν καὶ τῆς βασιλείας ἐπέτυχον. ὅτι ὁ Βοτανειάτης ἀπεκάρη καὶ εἰς τὴν Περίβλεπτον2) ἀπελθὼν ἐκεῖ ἐτελεύτησε.