Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ πατριαρχῶν. περὶ τοῦ Σαμουὴλ καὶ τῶν Βουλγάρων, καὶ ὅσα κατ’ αὐτόν ὁ βασιλεὺς ἐστήσατο τρόπαια, τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν στρατηγῶν, καὶ ὅσας πόλεις εἷλε καὶ φρούρια. οἷα ὁ βασιλεὺς ἐδογμάτισεν. οἷος ἦν ὁ βασιλεὺς οὗτος τὸ ἦθος. καὶ οἷος ἦν περὶ χρήματα καὶ ὅσα συνῆξε καὶ ἐθησαύρισεν.
Ὅτι οἱ Ἀγαρηνοὶ τὸν ἐν Ἱερουσαλὴμ καθεῖ- λον ναόν. ὅσα ἐν Βουλγαρίᾳ ἐποίησεν ὁ βασιλεὺς Βασίλειος. ὅπως τοὺς φραγμοὺς τῶν ὀρῶν καθεῖ- λεν ὁ βασιλεὺς καὶ εἰς Βουλγαρίαν εἰσέβαλε, καὶ περὶ τῆς τελευτῆς τοῦ Σαμουήλ. ὅτι ὁ τοῦ Σαμουὴλ υἱὸς ἀνῃρέθη παρὰ συγγενοῦς αὐτοῦ. ὅτι πολλοὶ τῶν ἐπισήμων Βουλγάρων προσερρύησαν τῷ βασιλεῖ. ὅτι καὶ αὖθις ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ ὅσα ἐποίησεν. ὅτι προσερρύη τῷ βασιλεῖ ἡ γυνὴ καὶ οἱ παῖδες τοῦ Βλαδισθλάβου
Οἷος ἦν τὸ ἦθος ὁ Κωνσταντῖνος καὶ τὴν διαγωγήν. περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν ἐκτομιῶν αὐτοῦ θεραπόντων. περὶ Πατζινάκων. ὅπως ταῖς εἰσπράξεσιν ὁ βασιλεὺς οὗτος ἐξέτριψε τὸ ὑπήκοον. ὅπως τὸν Ἀργυρόπωλον1) Ῥωμανὸν γαμ- βρὸν εἰς τὴν θυγατέρα ὁ βασιλεὺς ἐποιήσατο, τὴν ἐκείνου σύμβιον ἀποκαρῆναι ποιήσας. καὶ Καίσαρα τοῦτον ἀνεῖπε καὶ διάδοχον τῆς βασιλείας κατέλι- πεν. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.
Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο , ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.
Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς εἰς τὴν πόλιν βαρέως τοῖς ὑπ’ αὐτὸν προσεφέρετο. περὶ τῆς παρὰ πλ [*](1) Ἀργυρὀπωλον] ἀργυρο 2) καιροῦ pro καιρὸν 3) του pro τὸ.)