Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.

369

Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς ἐθριάμβευσε. περὶ τοῦ ἐν τοῖς Χαλκοῖς ναοῦ τοῦ σωτῆρος. περὶ πατριαρχῶν. ὅτι ἀποστατησάντων τῶν ἑῴων βαρβάρων ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ ὅθεν ὁ παρακοιμώμενος ἠρεθίσθη ἐπιβουλεῦσαι αὐτῷ1) καὶ ὅπως ἐπεβούλευσεν. τελευτὴ Ἰωάννου τοῦ Τζιμισκῆ. ὅτι αὖθις ὁ Φωκᾶς Λέων καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος μελετήσαντες ἐπιθέσθαι τῇ βασιλείᾳ ἐτυ- φλώθησαν.

ὅτι ἀνεκλήθη ἐκ τῆς ὑπερορίας ἡ μήτηρ τῶν βασιλέων. ὅτι ἀπεστάτησεν ὁ μάγιστρος Βάρδας ὁ Σκληρός , καὶ ὅσα ἐν τῇ ἀποστασίᾳ αὐτοῦ γεγό- νασι. πῶς ὁ Σκληρὸς τῆς Νικαίας ἐκράτησεν. ὅτι τῷ Φωκᾷ Βάρδᾳ τὸν κατὰ τοῦ Σκληροῦ ἐνεπίστευσε πόλεμον ὁ παρακοιμώμενος. ὅπως ἐμονομάχησαν ὁ Σκληρὸς καὶ ὁ Φωκᾶς καὶ ὅπως οἱ περὶ τὸν Σκλη- ρὸν ἐτράπησαν εἰς φυγήν. φυγὴ τοῦ Σκληροῦ πρὸς Βαβυλῶνα καὶ κάθειρξις αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ.

Περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ Σαμουὴλ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὅτι ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ τὴν Τριάδιτζαν ἔμελλε πολιορκεῖν. ὅπως ὁ Κοντοστἐφανος ἀπάτῃ μετῆλθε τὸν βασιλέα καὶ πέπεικεν ἀναζεῦξαι, καὶ ὅσα οἱ Βούλγαροι τοῖς Ῥωμαίοις ἐποίησαν2) ἀναζευ- γνύουσι. ὅτι ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη. ὅτι ὁ Σκληρὸς καὶ οἶ παρὰ τοῖς Ἀγαρηνοῖς Ῥωμαῖοι ἀνείθησαν τῶν δεσμῶν καὶ ἐπανελθεῖν εἰς τὰ Ῥωμαίων ὅρια ἠδυνήθησαν. ὅτι κοινωνίαν θέσθαι μετὰ τοῦ Φώκα ἐπὶ τῇ τυραννίδι ἠθέλησεν ὁ Σκληρός, καὶ ὅπως κατεσχέθη καὶ ἐδεσμήθη.

[*](1) αὐτῷ] αὐτοῦ 2) ἐποίησαν τοῖς Ῥ.] invertit. )
370

ὅτι πρὸ τοῦ δεσμηθῆναι λάθρᾳ ὡς αὐτό- μολον ἔπεμψε τὸν ὒ ἰὸν αὐτοῦ πρὸς τὸν βασιλέα ὁ Σκληρός. περὶ τοῦ Δελφῖνά. ὅπως ἑάλω καὶ ἀνεσκολοπίσθη. ὅπως ὁ Φωκᾶς κατέστρεψε τὴν ζωήν. οἷος ὁ βασιλεὺς Βασίλειος τὸ ἦθος ἐγένετο μετὰ τὴν κατά- λυσιν τοῦ Φώκα. ὅπως τὸν παρακοιμώμενον ὁ βασιλεὺς ἀπεσκευάσατο, καὶ ὅπως πρὸς ἐκεῖνον διετέθη. τελευτὴ τοῦ παρακοιμωμένου. οἶος ἦν ὁ βασιλεὺς πρὸ τοῦ τῆς ἐξουσίας ἐπιλαβέσθαι, καὶ οἶος μετὰ ταῦτα ἐγένετο καὶ ὅπως ἐκέχρητο τῷ ἀδελφῷ, καὶ οἶος ἦν ἐκεῖνος τὸ ἦθος. ὅτι αὖθις ὁ Σκληρὸς τῆς τυραννίδος εἴχετο καὶ ὅπως ἐσπείσατο, καὶ προσῆλθε τῷ βασιλεῖ καὶ ἐδέχθη. ὅτι κληρονόμος τῆς Ἰβηρίας καταλειφθεὶς ὁ βασιλεὺς ἀπῆλθεν ἐκεῖ. ἵσα ἐν Ἰβηρίᾳ καὶ Φοινίκῃ κατώρθωσε.

Περὶ πατριαρχῶν. περὶ τοῦ Σαμουὴλ καὶ τῶν Βουλγάρων, καὶ ὅσα κατ’ αὐτόν ὁ βασιλεὺς ἐστήσατο τρόπαια, τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν στρατηγῶν, καὶ ὅσας πόλεις εἷλε καὶ φρούρια. οἷα ὁ βασιλεὺς ἐδογμάτισεν. οἷος ἦν ὁ βασιλεὺς οὗτος τὸ ἦθος. καὶ οἷος ἦν περὶ χρήματα καὶ ὅσα συνῆξε καὶ ἐθησαύρισεν.

Ὅτι οἱ Ἀγαρηνοὶ τὸν ἐν Ἱερουσαλὴμ καθεῖ- λον ναόν. ὅσα ἐν Βουλγαρίᾳ ἐποίησεν ὁ βασιλεὺς Βασίλειος. ὅπως τοὺς φραγμοὺς τῶν ὀρῶν καθεῖ- λεν ὁ βασιλεὺς καὶ εἰς Βουλγαρίαν εἰσέβαλε, καὶ περὶ τῆς τελευτῆς τοῦ Σαμουήλ. ὅτι ὁ τοῦ Σαμουὴλ υἱὸς ἀνῃρέθη παρὰ συγγενοῦς αὐτοῦ. ὅτι πολλοὶ τῶν ἐπισήμων Βουλγάρων προσερρύησαν τῷ βασιλεῖ. ὅτι καὶ αὖθις ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ ὅσα ἐποίησεν. ὅτι προσερρύη τῷ βασιλεῖ ἡ γυνὴ καὶ οἱ παῖδες τοῦ Βλαδισθλάβου

371
Ἰωάννου τοῦ υἱοῦ Ἀαρών. ὅτι κατασχὼν τὴν Βουλγαρίαν ὁ βασιλεὺς εἰς Ἀθήνας ἀπῆλθε τῇ θεομήτορι ἀνθομολογούμενος. μένος. περὶ πατριαρχῶν. ἐκστρατεία κατὰ Ἀβασγίας. νίκη Ῥωμαίων κατὰ τῶν Ἰβήρων. περὶ πατριαρχῶν. τελευτὴ Βασιλείου.

Οἷος ἦν τὸ ἦθος ὁ Κωνσταντῖνος καὶ τὴν διαγωγήν. περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν ἐκτομιῶν αὐτοῦ θεραπόντων. περὶ Πατζινάκων. ὅπως ταῖς εἰσπράξεσιν ὁ βασιλεὺς οὗτος ἐξέτριψε τὸ ὑπήκοον. ὅπως τὸν Ἀργυρόπωλον1) Ῥωμανὸν γαμ- βρὸν εἰς τὴν θυγατέρα ὁ βασιλεὺς ἐποιήσατο, τὴν ἐκείνου σύμβιον ἀποκαρῆναι ποιήσας. καὶ Καίσαρα τοῦτον ἀνεῖπε καὶ διάδοχον τῆς βασιλείας κατέλι- πεν. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.

Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο , ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.

Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς εἰς τὴν πόλιν βαρέως τοῖς ὑπ’ αὐτὸν προσεφέρετο. περὶ τῆς παρὰ πλ [*](1) Ἀργυρὀπωλον] ἀργυρο 2) καιροῦ pro καιρὸν 3) του pro τὸ.)

372
τοῦ Ῥωμανοῦ δομηθείσης μονῆς. περὶ τοῦ υἱοῦ τοῦ Χαλεπίτου. περὶ Κωνσταντίνου τοῦ Διογενοῦς. περὶ διαφόρων ἐθνῶν τὰ ὑπὸ Ῥωμαίους ληιζομένων.1) περὶ τῆς αὐτογράφου ἐπιστολῆς τοῦ Χριστοῦ. περὶ τῶν μεταναστευόντων διὰ τὸν λιμόν. περὶ σεισμῶν.

Ὅτι πρότερον ὁ βασιλεὺς κατέτεινεν ἑαυτὸν περὶ μίξιν παιδοποιίας ἐφιέμενος, ἀπογνοὺς δὲ ταύτης, οὐ συνεχῶς προσῄει τῇ βασιλίσσῃ, ἡ δὲ αὐτὸν ἐμίσησεν. ὅπως ὁ Παφλαγὼν Μιχαὴλ προσελήφθη παρὰ τοῦ βασιλέως, καὶ ὡς ἠράσθη αὐτοῦ ἡ Ζωή, καὶ ὅτι διὰ τὸν ἔρωτα ὁ βασιλεὺς Ρωμανὸς ἐπεβου- λεύθη καὶ τέθνηκε. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. 2)]