Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας καὶ ὅπως διελύθη. ἀποστασία τοῦ Ἐρωτικοῦ. περὶ πατριαρχῶν. ὅτι ἐτυφλώθη ὁ γεγονὼς ὀρφανοτρόφος Ἰωάννης. ἀποστασία τοῦ Τορνικίου Λέοντος.

Ὅτι ἐτυφλώθησαν ὁ Τορνίκιος καὶ ὁ Βατάτζης.

Περὶ τῶν ῾Ρὼς1) κατὰ τῆς βασιλίδος τῶν πόλεων ἐπελεύσεως. ναυμαχία κατὰ τῶν ῾Ρὼς καὶ ἧττα αὐτῶν.

ὅπως οἱ Τοῦρκοι κατὰ τῆς ὑποκειμένης ῾Ρωμαίοις ἑῴας μοίρας ἐχώρησαν, καὶ τίνες οὗτοι. ὅπως [*](1) ῾Ρὼς] ῥῶς hic et lnοx.)

375
οἶ Τοῦρκοι ταῖς ὑπὸ Ῥωμαίους ἐπῆλθον χώραις. περὶ τῆς κωμοπόλεως τοῦ Ἄρτζε. πόλεμοι Ῥωμαίων συμμαχομένων1) Ἴβηρσι πρὸς τοὺς Τούρκους καὶ ἅλωσις τοῦ Λιπαρίτου ἄρχοντος τῶν Ἰβήρων. ὅτι αὐτὸς ὁ Σουλτὰν κατὰ Ῥωμαίων ἐχώρησε.

Περὶ Πατζινάκων καὶ ὅπως εἰς τὰ παρίστρια διέβησαν. περὶ τῆς τῶν Σκυθῶν προσελεύσεως. περὶ τῆς τῶν ἑτέρων Σκυθῶν ἐπελεύσεως, καὶ ὅπως ἑάλωσαν. ὅπως οἱ Σκύθαι τῆς ὑπὸ Ῥωμαίους δουλείας ἀφηνίασαν, εἶτα ἐσπείσαντο.

Περὶ ἐπιβουλῆς ἣν ὁ Βοΐλας καὶ οἶος ἦν ἐκεῖνος. ὅτι οὐ κατὰ λόγον ἀναλίσκων τὰ δημόσια χρήματα εἰς πόρους ἀπεῖδεν οὐκ εὐαγεῖς ὁ Μονομάχος.

Τελευτὴ τῆς βασιλίδος Ζωῆς. περὶ τῆς ἐξ Ἀλανῶν παλλακευομένης τῷ βασιλεῖ. περὶ τῆς νό- σου ἤ τῶν νόσων τοῦ Μονομάχου. περὶ τοῦ λογο- θέτου τοῦ δρόμου Ἰωάννου. περὶ τοῦ Λειχούδου Κωνσταντίνου. ὅτι τὸν πρωτεύοντα ἠβουλήθη ὁ βασιλεὺς καταλιπεῖν διάδοχον τῆς ἀρχῆς.

ὅτι εὐτυχῶς3) ἤνυσε τὴν ἀρχὴν ἡ Θεοδώρα. ὅτι ὁ Στρατιωτικὸς Μιχαὴλ εἰς τὴν τῆς βασιλείας ἀνήχθη περιωπήν. τελευτὴ τῆς βασιλίδος Θεοδώρας.

Ὅτι τοῖς στρατιωτικοῖς ἄρχουσιν οὐ δεξιῶς ἐχρήσατο ὁ βασιλεὺς Μιχαὴλ. ἀποστασία τοῦ Μονομάχου Θεοδοσίου.

Προσέλευσις τῶν στρατιωτικῶν ἀρχόντων πρὸς τὸν παρασπόνδυλον. ὅπως ὁ Βρυέννιος4) ἐτυ1) [*](συμμαχομένων scripsi pro συμμαχουμένων 2) ἣν ὁ βοῒλας ἐμελέτησε, sed litteris partim evanidis et charta lacera, unde τοῦ Βοΐλα tantum in ed. 3) εὐτυχῶς εὐτυχῶν 4) Βρυέννιος] βρυένιος.)

376
φλώθη. ἀποστασία τοῦ Κομνηνοῦ καὶ τῶν 1) στρατιωτικῶν ἀρχόντων. ὅτι ἐκράτησε Νικαίας ὁ Κομνηνός. ὅτι συμβαλόντες τοῖς περὶ τὸν Κομνηνὸν οἶ βασιλικοὶ ἡττήθησαν.

Ἀποστολὴ πρέσβεων πρὸς τὸν Κομνηνὸν περὶ εἰρήνης. ὅσα τῷ βασιλεῖ διὰ τῶν πρέσβεων ὁ Κομνηνὸς ἐδήλωσεν. ὅτι ἃ ᾔτησεν ὁ Κομνηνὸς πλη- ρῶσαι ὁ βασιλεὺς ἐπηγγείλατο, καὶ πάλιν οἶ πρέ- σβεις πρὸς αὐτὸν ἀπεστάλησαν. οἶα ἐγγράφως2) τοὺς συγκλητικοὺς· ἀπῄτησεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι στασιώδεις τινὲς εἰς τὴν μεγάλην ἐκκλησίαν συνήχθησαν, καὶ ὅτι βασιλέα τὸν Κομνηνὸν ἀνηγό- ρευσαν καὶ τοῦ πατριάρχου συνευδοκοῦντος.3) ἔκπτωσις τῆς βασιλείας Μιχαὴλ τοῦ γέροντος.

ὅτι πρῴην οἰκονόμων καὶ σκευοφυλάκων τῆς μεγάλης ἐκκλησίας παρὰ τοῦ βασιλέως προβαλλομένων οἱ Κομνηνοὶ καὶ ἄμφω τῇ ἐκκλησίᾳ ἀπένειμαν.4) ὅτι ἀποτόμως τῇ τῶν κοινῶν πραγμάτων διορθώσει ἐπικεχείρηκε καὶ γέγονεν ἅπασι μισητός. ὅτι οὐδὲ αὐτῶν τῶν τῷ θεῷ καθωσιωμένων ἐφεί- σατο.