Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι ἡ νόσος τῆς παραφορᾶς κατεκράτησε Σφόδρα τοῦ βασιλέως. ὅπως ἔσχε περὶ τὴν βαςίλισσαν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι ὁ Καλαφάτης Μιχαὴλ υἱοθετήθη Τῇ βασιλίσςῃ καὶ Καῖσαρ ἀνηγορεύθη.
Ὅπως ἀπεστάτησε πάλιν τὸ τῶν Βουλγάρων ἔθνος, καὶ ὅπως εἰς δύο ἀρχηγοὺς περιέστη, καὶ ὅπως ὁ εἷς τὸν ἄλλον διέφθειρε, παρασκευάσας τὸ πλῆθος λιθολευστῆσαι αὐτόν. ὅτι ὁ βασιλεὺς ὑδεριῶν ἐξεστράτευσε κατὰ Βουλγάρων. ὅπως ὁ Ἀλουσιανὸς ἔφυγεν ἐκ τῶν Ῥωμαίων εἰς τοὺς Βουλγάρους, καὶ ὅπως ἐγνωρίσθη τοῦ Ἀαρὼν εἶναι νἱός. Καὶ ὅπως τὸν Δολιανὸν κατασχὼν ἀπετύφλωσεν. ὅτι Προςῆλθεν ὁ Ἀλουσιανὸς τῷ βασιλεῖ. ὅπως ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὴν μονὴν τῶν ἁγίων Ἀναργύρων, καὶ ἀπεκάρη. Τελευτὴ τοὺ βασιλέως Μιχαὴλ τοῦ Παφλαγόνος.