Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Οἷος ἦν τὸ ἦθος ὁ Κωνσταντῖνος καὶ τὴν διαγωγήν. περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν ἐκτομιῶν αὐτοῦ θεραπόντων. περὶ Πατζινάκων. ὅπως ταῖς εἰσπράξεσιν ὁ βασιλεὺς οὗτος ἐξέτριψε τὸ ὑπήκοον. ὅπως τὸν Ἀργυρόπωλον1) Ῥωμανὸν γαμ- βρὸν εἰς τὴν θυγατέρα ὁ βασιλεὺς ἐποιήσατο, τὴν ἐκείνου σύμβιον ἀποκαρῆναι ποιήσας. καὶ Καίσαρα τοῦτον ἀνεῖπε καὶ διάδοχον τῆς βασιλείας κατέλι- πεν. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.
Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο , ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.