Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Σημεῖον περὶ τὸν Βασίλειον γεγονὸς προδηλοῦν ὡς βασιλεύσει. περὶ τοῦ ὀνείρου τοῦ φανέντος τῷ νεωκόρῳ τοῦ ναοῦ τοῦ ἁγίου Διομήδους. ὅτι πρότερον ὁ Βασίλειος τῷ Θεοφιλίτζῃ ἐξυπηρέτησεν. ὅθεν καὶ ὅπως εἰς τὰ βασίλεια εἰσήχθη ὁ βασιλεύς, καὶ ὅπως ᾠκειώθη καὶ ἐτιμήθη. περὶ τῆς προρρήσεως τῆς μητρὸς τοῦ βασιλέως τῆς περὶ τοῦ Βασιλείου

Ὅτι ἐπεβούλευον ἀλλήλοις1) ὁ Καῖσαρ καὶ ὁ Βασίλειος. σημεῖόν τι περὶ τὸν Καίσαρα γεγονός. ὅτι πολλὰ τῶν ᾠκονομημένων ἀνέτρεπεν ὁ βασιλεύς. ἀναίρεσις τοῦ Καίσαρος Βάρδα. ἀνάρρησις τοῦ Βασιλείου. ὅθεν ὁ Βασίλειος ἀνελεῖν ἠρεθίσθη τὸν Μιχαὴλ. ἀναίρεσις τοῦ βασιλέως Μιχαὴλ.

Ὅτι τῶν κακῶς δαπανηθέντων χρημάτων ὁ βασιλεὺς συνάξας εἰς τρία ἐπόσωσε2) κεντηνάρια. ὅπως ὁ Φώτιος ἐξώσθη τῆς ἐκκλησίας. περὶ ἐπιβουλῆς. ὅτι ἔστεψε βασιλεῖς τοὺς υἱοὺς αὐτοῦ, τὰς δὲ θυγατέρας ἀπέκειρεν. ὅτι ἐν τῇ Κρήτῃ ἐκστρατεύσας ἡττήθη. ὅπως ὁ Χρυσόχειρ ἡττήθη παρὰ ῾Ρωμαίων καὶ ἀνῃρέθη. ὅτι τοῦ Ἰγνατίου τελευτήσαντος ὁ Φώτιος αὖθις ἀνήχθη εἰς τὸν θρόνον τὸν πατριαρχικόν.

Περὶ ἐπιβουλῆς. ἐκστρατεία κατὰ Συρίας. [*](l) ἀλλήλοις prο ἀλλήλους 2) ἐπόσωσε obscurius in ed. Wolfii, unde Ducang. ἐπέσωσε.)

363
ὅτι πολιορκῶν τὴν Ἄδαταν ὁ βασιλεύς, καὶ ὁρῶν τοὺς ἐντὸς μὴ φροντίζοντας τῆς πολιορκίας, ἤρετο τὸν τρόπον, καὶ ἀπηγγέλη αὐτῷ. ὅπως οἱ ἐκ Ταρ- σοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ ἡττήθησαν. περὶ τῶν ἐκ Καρχηδόνος Ἀγαρηνῶν. ὅτι ὁ ῥῆξ’ Φραγγίας συνεμάχησε τοῖς Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν, καὶ ἡττηθέντων ἑάλω καὶ ὁ ἀρχηγὸς αὐτῶν παρὰ τοῦ ῥῆγός, καὶ ὅσα ἐμηχανήσατο, καὶ διέδρα καὶ ὅσα ἐποίησεν. ὅτι ἐκ Ταρσοῦ πλοῖα ἐπολιόρκουν τὴν Εὔριπον, ἤνυσαν δὲ οὐδέν, καὶ ἐκ Κρήτης ἕτερα τὰς παραλίας Ῥωμαϊκὰς ἐδῄουν χώρας, ἀλλὰ κἀ- κεῖνα κακῶς ἀπηλλάγησαν. περὶ τῶν ἐξ Ἀφρικῆς νηῶν καὶ περὶ τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου ἀπο- δράντων, καὶ ὅπως οὐδένα ἐκείνων ἀνελὼν τοῖς λοι- ποῖς ἐνεποίησε φόβον.

ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι τοὺς Ἀγαρηνοὺς ἐν τῇ ναυμαχίᾳ. ὅτι τῶν τοῦ στόλου εἰς οἰκοδομὰς ἀσχολουμένων οἱ ’Αγαρηνοὶ ἀδεῶς τὰ παράλια ἐκά- κουν. περὶ τῆς γυναικός, ᾗ προεῖπεν ὁ ἐν τῷ ναῷ τοῦ ἁγίου Ἀνδρέου μοναχὸς περὶ τοῦ Βασιλείου ὡς βασιλεύσει. ὅτι βασιλεύσαντος τοῦ Βασιλείου προσἦλθεν αὐτῷ ἡ γυνὴ μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἐτι- μήθησαν. ὅπως τὸ ἔθνος τῶν Ῥὼς εἰς ἐπίγνωσιν ἦλθε Χριστοῦ.