Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τοῦ τείχους τῶν πρὸς ἕω3) ἀνακτόρων. ὅπως ἑάλω ἡ Ἀντιόχεια ἐπὶ τούτου τοῦ αὐτοκράτορος, καὶ ὅπως ἐκεῖνος διετέθη πρὸς τοὺς ἀλόντας αὐτὴν καὶ διὰ τίνα αἰτίαν.
Περὶ τῆς μέσον τῶν Ἀρμενίων καὶ τῶν πλωίμων φιλονεικίας , καὶ ὅπως ὁ δῆμος διὰ ταύτης ἐξεμάνη4) κατὰ τοῦ βασιλέως. ὅπως τοῦ δήμου φοβηέντος καὶ ἐκ τοῦ θεάτρου ἀποδιδράσκοντος πολλοὶ διεφθάρησαν. περὶ τῶν Οὔγγρων. ὅτι ὁ βασιλεὺς τὸν ῾Ρὼς κεκίνηκε κατὰ τῶν Βουλγάρων.
Ὅτι λιμὸς γέγονεν ἐπὶ τοῦ Φώκα. ὁ δὲ τούτῳ εἰς κέρδος ἐχρήσατο. τί ἐποίησεν ὁ Μακεδὼν Βασίλειος σιτοδείας ἐπὶ τῶν ἡμερῶν αὐτοῦ γενομένης. περὶ Λέοντος τοῦ ἀδελφοῦ τοῦ Φώκα. ὅτι [*](1) κεραμίου prο κεραμίδος 2) ἐθέσπιζεν ρro ἐθέσπισεν 3) ἕω] ἐκ Wolfius 4) ἐξεμάνη prο ἐξέμηνε.)
ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.
Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.