Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Οἶα ὁ Βρίγγας ἠπείλησε τῷ δήμῳ παντί. ὅτι ὁ παρακοιμώμενος Βασίλειος λαὸν ἀπέστειλε καὶ τὴν τοῦ Βρίγγα οἰκίαν κατέστρεψε καὶ ἄλλων. ὅτι ἐστέ- φθη παρὰ τοῦ πατριάρχου ὁ Φωκᾶς. ὅτι συνεμίγη [*](1) καθαίρεσις ἐκ τῆς βασιλείας pro ἐκ τῆς βασιλείας καθαίρεσις 2) εὐθὺς pro εὐθεῖαι, quod scripsi εὐθεῖς 3) καθαίρεσις — αὐτῶν] addit 4) καὶ περὶ τὰ ἤθη] addit Duc. 5) τῶν] addit: περὶ Ἄγ’ om. Wolfius, addit Duc. 6) χαμδὰν pro Χαμαδᾶν.)
Ὅτι ὁ βασιλεὺς ἐν Κιλικίᾳ ἐστράτευσε καὶ πόλεις αὐτῶν εἷλεν. περὶ τῶν πυλῶν τῆς Ταρσοῦ καὶ τῆς Μοψουεστίας. περὶ τῆς Κύπρου. ὅτι τῆς Συρίας πόλεις πορθήσας καὶ τὴν Ἀντιόχειαν πολιορκῶν ἀπανέστη καὶ περὶ τοῦ ἁγίου κεραμίου. 1) ὅπως ὁ Φωκᾶς Νικηφόρος διέκειτο περὶ τὸ ὑπήκοον, καὶ ὅτι οὐδὲ τῶν ἐκκλησιαστικῶν ἀπείχετο. ὅσα εἰς κάκωσιν τῶν ὑπηκόων οὗτος ὁ βασιλεὺς ἐπενόει καὶ οἷα ἐθέσπιζεν2) ἄθεσμα. ὅτι παρὰ τοῦ Φώκα τὸ τεταρτηρὸν ἐπενοήθη καὶ ἡ προτίμησις τῆς νέας χαραγῆς.
Περὶ τοῦ τείχους τῶν πρὸς ἕω3) ἀνακτόρων. ὅπως ἑάλω ἡ Ἀντιόχεια ἐπὶ τούτου τοῦ αὐτοκράτορος, καὶ ὅπως ἐκεῖνος διετέθη πρὸς τοὺς ἀλόντας αὐτὴν καὶ διὰ τίνα αἰτίαν.
Περὶ τῆς μέσον τῶν Ἀρμενίων καὶ τῶν πλωίμων φιλονεικίας , καὶ ὅπως ὁ δῆμος διὰ ταύτης ἐξεμάνη4) κατὰ τοῦ βασιλέως. ὅπως τοῦ δήμου φοβηέντος καὶ ἐκ τοῦ θεάτρου ἀποδιδράσκοντος πολλοὶ διεφθάρησαν. περὶ τῶν Οὔγγρων. ὅτι ὁ βασιλεὺς τὸν ῾Ρὼς κεκίνηκε κατὰ τῶν Βουλγάρων.
Ὅτι λιμὸς γέγονεν ἐπὶ τοῦ Φώκα. ὁ δὲ τούτῳ εἰς κέρδος ἐχρήσατο. τί ἐποίησεν ὁ Μακεδὼν Βασίλειος σιτοδείας ἐπὶ τῶν ἡμερῶν αὐτοῦ γενομένης. περὶ Λέοντος τοῦ ἀδελφοῦ τοῦ Φώκα. ὅτι [*](1) κεραμίου prο κεραμίδος 2) ἐθέσπιζεν ρro ἐθέσπισεν 3) ἕω] ἐκ Wolfius 4) ἐξεμάνη prο ἐξέμηνε.)
ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.
Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.
Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.
Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς ἐθριάμβευσε. περὶ τοῦ ἐν τοῖς Χαλκοῖς ναοῦ τοῦ σωτῆρος. περὶ πατριαρχῶν. ὅτι ἀποστατησάντων τῶν ἑῴων βαρβάρων ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ ὅθεν ὁ παρακοιμώμενος ἠρεθίσθη ἐπιβουλεῦσαι αὐτῷ1) καὶ ὅπως ἐπεβούλευσεν. τελευτὴ Ἰωάννου τοῦ Τζιμισκῆ. ὅτι αὖθις ὁ Φωκᾶς Λέων καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος μελετήσαντες ἐπιθέσθαι τῇ βασιλείᾳ ἐτυ- φλώθησαν.
ὅτι ἀνεκλήθη ἐκ τῆς ὑπερορίας ἡ μήτηρ τῶν βασιλέων. ὅτι ἀπεστάτησεν ὁ μάγιστρος Βάρδας ὁ Σκληρός , καὶ ὅσα ἐν τῇ ἀποστασίᾳ αὐτοῦ γεγό- νασι. πῶς ὁ Σκληρὸς τῆς Νικαίας ἐκράτησεν. ὅτι τῷ Φωκᾷ Βάρδᾳ τὸν κατὰ τοῦ Σκληροῦ ἐνεπίστευσε πόλεμον ὁ παρακοιμώμενος. ὅπως ἐμονομάχησαν ὁ Σκληρὸς καὶ ὁ Φωκᾶς καὶ ὅπως οἱ περὶ τὸν Σκλη- ρὸν ἐτράπησαν εἰς φυγήν. φυγὴ τοῦ Σκληροῦ πρὸς Βαβυλῶνα καὶ κάθειρξις αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ.