Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Οἷος χειμὼν γέγονεν ἐπὶ τῆς βασιλείας ’τον δυσωνύμου. οἷα ἐφρόνει ὁ ἄθεος καὶ οἷα ἐποίει. ὅσα ἐποίει ὁ Κοπρώνυμος κατὰ τῶν μὴ πεισθέντων βεβαιῶσαι τὴν κατὰ τῶν ἁγίων εἰκόνων συγγραφήν. ὅτι κατὰ Βουλγάρων ἐκστρατεύσας ἄπρακτος ἐπανῆλθε καὶ οἶα κατὰ τῶν μοναχῶν ἐποίει καὶ κατὰ ἀρχόντων. ὅπως καὶ τὸν πατριάρχην αὐτοῦ ἐξῶσε τῆς ἐκκλησίας καὶ ἐκόλασε καὶ ἀπέκτεινεν. ὅτι τρεῖς γυναῖκας ἠγάγετο καὶ ὅσους ἔσχεν ἐξ αὐτῶν παῖ- δας καὶ ὅτι τῷ πρώτῳ υἱῷ αὐτοῦ γυναῖκα ἠγάγετο. ὅτι σπονδὰς ἔθετο μετὰ Βουλγάρων.1)
ὅτι τινὰς τῶν Βουλγάρων ᾠκειώσατο ὁ Κοπρώνυμος, οἳ ἐδήλουν αὐτῷ τὰ τοῦ ἄρχοντος σφῶν βουλεύματα. ὅπως ὁ τῶν Βουλγάρων ἄρχων2) ἠπάτα τὸν βασιλέα, καὶ ἔγνω τοὺς ᾠκειωμένους3) Βουλγάρους. ὅπως κατὰ Βουλγάρων ἐξεστράτευσε καὶ νοσήσας ὑπέστρεφε 1) καὶ κατέστρεψε τὴν ζωήν. οἷα κατὰ τῶν μοναχῶν καὶ τῶν μοναστηρίων καὶ κατὰ τῶν σεπτῶν λειψάνων τῶν ἁγίων ὁ πάντολμος ἐτόλμα. περὶ τοῦ ἱεροῦ λειψάνου τῆς πανευφήμου μάρ- τυρος Εὐφημίας.