Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ὁ Θωμαῒτης τρίκλινος ἐκαύθη. ἐκστρα- τεῖαι τοῦ Κωνσταντίνου κατὰ Βουλγάρων καὶ τῶν Ἀράβων. ὅτι αὖθις ἀνήγαγε τὴν μητέρα εἰς τὰ βασίλεια καὶ εὐφημεῖσθαι αὐτὴν παρεχώρησεν· οἱ δὲ Ἀρμενιακοὶ αὖθις ἐστασίαζον· καὶ περὶ τοῦ Μωσηλέ. ὅτι τοῖς Βουλγάροις συμβαλὼν ὁ Κωνσταντῖνος ἡτ- τήθη, καὶ ὅτι ἐστασίασε τὸ στρατιωτικὸν καὶ ὅτι τοὺς θείους ὁ Κωνσταντῖνος ἐτιμωρήσατο. ὅτι τὴν οἰ- κείαν γαμετὴν ἄκουσαν ἀποκείρας ὁ Κωνσταντῖνος ἑτέραν ἠγάγετο. ὅτι κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐξεστράτευσεν.

Περὶ τοῦ μοναχοῦ Πλάτωνος. ὅτι ἐτυφλώθη [*](1) πατρικίου] πατριάρχου 2) βασιλεὺς] addit.)

356
ὁ βασιλεὺς Κωνσταντῖνος εἰδήσει τῆς μητρὸς αὐτοῦ. περὶ Λέοντος πάπα Ῥώμης καὶ ὅπως οἱ Φράγγοι πότε τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν. περὶ τῶν ἀνδραδέλφων τῆς βασιλίσσης Εἰρήνης. ὅτι ἐζήτει ὁ τῶν Φράγγων ἀρχηγὸς συζευχθῆναι τῇ βασιλίσσῃ. ὅπως καὶ παρὰ πάντων εἰς τὰ βασίλεια ὁ ἀπὸ γενικῶν ἀνήχθη Νικηφόρος.

ὅσα πρὸς τὴν βασιλίδα Εἰρήνην ὁ Νικηφόρος εἴρηκε καὶ ὅσα πρὸς ἐκεῖνον ἐκείνη, καὶ ὅτι πολλὰ ὑπέδειξεν αὐτῷ χρήματα τεθησαυρισμένα καὶ ὡς αὐτίκα ὑπερωρίσθη. οἶος ἦν τοὺς τρόπους ὁ Νικηφόρος. περὶ τοῦ πατρικίου Βαρδάνη.1) τε- λευτὴ Εἰρήνης. ἀνάρρησις Σταυρακίου τοῦ ὒ ἰοῦ Νικηφόρου. περὶ πατριαρχῶν. ὅτι μετὰ τὸν ἐν ἁγίοις Ταράσιον ὁ θεῖος Νικηφόρος προεχειρίσθη πατριάρχης. καὶ2) ὅπως ὁ Πλάτων’ καὶ ὁ Στουδίτης Θεόδωρος ἐστασίαζον. οἵας κερδῶν ἐπινοίας ἐπενόει ὁ βασιλεὺς Νικηφόρος ὁ ἀπὸ γενικῶν. περὶ τοῦ εἰσδραμόντος ξιφηφόρου εἰς τὰ βασίλεια καὶ ζητοῦντος ἀνελεῖν τὸν βασιλέα.

Ὅτι Μανιχαίοις καὶ Ἀθιγγάνοις ἐκέχρητο ἐν μαντείαις. ἐκστρατεία κατὰ Βουλγάρων, ἐν ᾗ εὐτυ- χήσας καὶ ἐπαρθεὶς ὕστερον ἡττήθη καὶ ἀπώλετο. ὅτι τὴν κεφαλὴν τοῦ βασιλέως ὁ Κροῦμος ἀνεσταύρωσεν, εἶτα ἀντὶ κύλικος ἐκέχρητο.

Ἀνάρρησις τοῦ Ῥαγγαβὲ Μιχαήλ.

ὅπως διετέθη ὁ Μιχαὴλ πρὸς τὴν τοῦ Σταυρακίου σύμβιον. ὅτι ἔστεψεν ὁ Μιχαὴλ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον. ὅτι τοὺς κατὰ τῶν ἁγίων

[*](1) περὶ τοῦ ’π’. Β.] addit 2) καὶ] addit.)
357

εἰκόνων νεανιευομένους ᾐκίσατο. περὶ τῶν Ἀγαρηνῶν. ὅτι ὁ τῶν Βουλγάρων ἄρχων ᾔτει σπονδάς, ὁ δὲ βασιλεὺς ἁ) ἐκεῖνος ἐζήτει μὴ πληρῶν παρῃτή- σατο σπείσασθαι, καὶ οἶ Βούλγαροι κατὰ Μεσημβρίας ἐχώρησαν , καὶ τὸ ἄστυ εἷλον.

ὅτι μαθὼν ὁ βασιλεὺς μέλλειν τοὺς Βουλγάρους τῇ Θρᾴκῃ ἐπελθεῖν, ἐξῆλθε. καὶ οἱ μὲν Βούλγαροι ἄπρακτοι ἔμειναν, ἐκεῖνος δὲ τὴν οἰκείαν χώραν διὰ τῆς προσεδρίας τοῦ στρατοῦ ἐκάκου. ἧττα τῶν Βουλγάρων ἐπελθόντων. ἡττήθησαν οἱ Ῥωμαῖοι ἐπιβουλῇ τοῦ Ἀρμενίου Λέοντος. ὅπως ὁ Λέων ἑαυτῷ τὴν βασιλείαν περιεποιήσατο. ὅτι βίᾳ τὴν βασιλείαν καταδέχεσθαι ὁ Λέων ἐσχηματίζετο , καὶ ὅπως ὁ Μιχαὴλ ἀπραγμόνως ἐξέστη τῆς ἀρχῆς καὶ ὅσα ἔπαθεν.

ὅσα συνέβη σημαντικὰ τοῦ τὸν Μιχαὴλ τοῦ Λέοντος διάδοχον ἔσεσθαι. ὅτι περὶ σπονδῶν διαπρεσβευσάμενος ὁ Λέων πρὸς τὸν ἄρχοντα Βουλγάρων, ἐπεὶ οὐκ ἐδέχθη, ἐξεστράτευσε κατ’ ἐκείνου καὶ ἐνίκησεν. ὅπως ὁ Ἀρμένιος Λέων ἔθετο τῇ τῶν εἰκονομάχων αἱρέσει. περὶ τοῦ Μελισσηνοῦ Θεοδότου καὶ ὅπως τὸν Λέοντα ἠπάτησε κατὰ τῶν ἁγίων εἰκόνων λυττῆσαι. ὅτι ἀντιλέγοντα αὐτῷ περὶ τῶν ἁγίων εἰκόνων τὸν θεῖον Νικηφόρον τὸν πατριάρχην ἐξώρισεν. περὶ τῆς προγνώσεως τοῦ πατριάρχου Νικηφόρου καὶ τοῦ ὁμολογητοῦ Θεοφάνους.

Ὅτι ὁ Μελισσηνὸς Θεόδοτος προεβλήθη πατριἄρχης, καὶ ὅθεν ᾠκειώθη οὗτος τῷ Λέοντι. περὶ τοῦ πρωτοψάλτου , καὶ ὅπως ἠρέθιζε2) τὸν βασιλέα κατὰ τῶν ἁγίων εἰκόνων. ὅτι ὀργίλος ἦν ὁ Λέων [*](1) ἠρέθιζε pro ἠρέθισε.)

358
καὶ κολαστὴς ἀπαραίτητος καὶ τοὺς ἀδικοῦντας ἀνέ- στελλε. οἵους προεχειρίζετο ἄρχοντας. 1)