Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ὁ πατριάρχης Παῦλος ἐξέστη τῆς ἐκ- κλησίας. ὅτι ὁ ἐν ἁγίοις Ταράσιος πατριάρχης προ- εχειρίσθη. περὶ τῆς ἑβδόμης συνόδου. ὅτι ὁ βασι- λεὺς Κωνσταντῖνος νεανίας γευόμενος βασιλεὺς) εἰς ἑαυτὸν τὴν διοίκησιν μεταγαγεῖν ἐμελέτησε. γνωσθεὶς δὲ παρὰ τῆς μητρὸς ἐτύφθη καὶ δημοσι- εύειν ἐκωλύθη. ὅτι τοῖς Ἀρμενιακοῖς καὶ οἱ τῶν ἄλλων θεμάτων συμφρονήσαντες τὸν Κωνσταντῖνον μόνον εὐφήμουν, καὶ ὅσα ἐκεῖνος προελθὼν ἐποί- ησεν.

ὅτι ὁ Θωμαῒτης τρίκλινος ἐκαύθη. ἐκστρα- τεῖαι τοῦ Κωνσταντίνου κατὰ Βουλγάρων καὶ τῶν Ἀράβων. ὅτι αὖθις ἀνήγαγε τὴν μητέρα εἰς τὰ βασίλεια καὶ εὐφημεῖσθαι αὐτὴν παρεχώρησεν· οἱ δὲ Ἀρμενιακοὶ αὖθις ἐστασίαζον· καὶ περὶ τοῦ Μωσηλέ. ὅτι τοῖς Βουλγάροις συμβαλὼν ὁ Κωνσταντῖνος ἡτ- τήθη, καὶ ὅτι ἐστασίασε τὸ στρατιωτικὸν καὶ ὅτι τοὺς θείους ὁ Κωνσταντῖνος ἐτιμωρήσατο. ὅτι τὴν οἰ- κείαν γαμετὴν ἄκουσαν ἀποκείρας ὁ Κωνσταντῖνος ἑτέραν ἠγάγετο. ὅτι κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐξεστράτευσεν.