Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Ἀβασγῶν καὶ ὅτε καὶ ὅπως εἰς θεο- γνωσίαν μετήχθησαν. ὅτι τοὺς ἄρχοντας αὐτῶν οἱ Ἀβασγοὶ καθελόντες ἐκ τοῦ βασιλέως Ῥωμαίων ἐδέ- χοντο ἄρχοντας. ὅτι Ἄραβες ἐξ Ἀβύδου περάσαντες τὴν πόλιν ἐπολιόρκουν κατὰ γῆν τε καὶ θάλατταν, καὶ κακῶς ἀπηλλάγησαν ἀμφοτέρωθεν.

ὅτι ὁ στρατηγὸς Σικελίας τυραννίδι ἐπεχείρησεν. ὅπως ἡ ἐν Σικελίᾳ ἐπανάστασις κατελύθη. ὅτι ἄνευ ἑ νηῶν αἱ ἄλλαι τῶν Ἀράβων ἀπώλοντο σὺν αὐτοῖς. περὶ τοῦ Κοπρωνύμου. ὅτι ἔστεψε τὸν Κοπρώνυμον ὁ Λέων. ὅτι κατὰ τῶν ἁγίων εἰκόνων ὁ Λέων εἰς τοὐμφανὲς ἐξελύττησεν. περὶ πατριαρχῶν. ὅθεν ὁ Λέων εἰς τὴν ἀσέβειαν προήχθη.1)

ὅτι οἱ τὴν βασιλείαν προμαντευσάμενοι Ἑβραῖοι τῷ Λέοντι τὴν τῶν ἁγίων εἰκόνων καθαί- ρεσιν ᾔτησαν. περὶ τοῦ πλησίον τῶν Χαλκοπρατείων2) βασιλικοῦ οἴκου καὶ τῆς ἐν αὐτῷ βιβλιοθήκης καὶ τῶν ἐν αὐτῷ διδασκάλων.

ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Λέοντος ὁ πάπας Ῥώμης τοῖς Φράγγοις ἐσπείσατο καὶ τοὺς ἐκ τῆς Ἰταλίας τῇ βασιλείᾳ κομιζομένους ἐπέσχε φόρους. καὶ ὅτι Γερμανικὸν ἔθνος οἱ Φράγγοι, καὶ οὐ Ῥωμαῖοι. οἶα κατὰ τῶν ὀρθοδόξων ἐποίει ὁ Λέων. καὶ ὅτι τὴν τοῦ Χαγάνου θυγατέρα ἔγημεν ὁ Κοπρώνυμος.

Οἷος ἦν ὁ μισόθεος οὗτος. ἐπανάστασις τοῦ Ἀρταβάσδου κατὰ τοῦ Κοπρωνύμου. ὅτι ὁ Κοπρώνυμος περαιωθεὶς εἰς Θρᾴκην τὴν πόλιν ἐπολιόρκει καὶ ταύτης ἐκράτησε, καὶ ἐτύφλωσε3) τὸν Ἀρτάβασ1) [*](1)ὅθεν — προήχθη] addit 2) χαλκοπρατείων pro Χαλκοπρατίων 3) καὶ ἐτύφλωσε] addit. )

354
δὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὸν πατριάρχην Ἀνα- στάσιον δημοσίᾳ τύψας ἐθριάμβευσεν, εἶτ’ αὖθις πατριάρχην εἴασεν εἶναι.

Περὶ πατριαρχῶν καὶ περὶ τῆς τοῦ Κοπρωνύμου ἀθροισθείσης τῶν ἀνιέρων ἐπισκόπων συνό- δου. περὶ Βουλγάρων.

Οἷος χειμὼν γέγονεν ἐπὶ τῆς βασιλείας ’τον δυσωνύμου. οἷα ἐφρόνει ὁ ἄθεος καὶ οἷα ἐποίει. ὅσα ἐποίει ὁ Κοπρώνυμος κατὰ τῶν μὴ πεισθέντων βεβαιῶσαι τὴν κατὰ τῶν ἁγίων εἰκόνων συγγραφήν. ὅτι κατὰ Βουλγάρων ἐκστρατεύσας ἄπρακτος ἐπανῆλθε καὶ οἶα κατὰ τῶν μοναχῶν ἐποίει καὶ κατὰ ἀρχόντων. ὅπως καὶ τὸν πατριάρχην αὐτοῦ ἐξῶσε τῆς ἐκκλησίας καὶ ἐκόλασε καὶ ἀπέκτεινεν. ὅτι τρεῖς γυναῖκας ἠγάγετο καὶ ὅσους ἔσχεν ἐξ αὐτῶν παῖ- δας καὶ ὅτι τῷ πρώτῳ υἱῷ αὐτοῦ γυναῖκα ἠγάγετο. ὅτι σπονδὰς ἔθετο μετὰ Βουλγάρων.1)

ὅτι τινὰς τῶν Βουλγάρων ᾠκειώσατο ὁ Κοπρώνυμος, οἳ ἐδήλουν αὐτῷ τὰ τοῦ ἄρχοντος σφῶν βουλεύματα. ὅπως ὁ τῶν Βουλγάρων ἄρχων2) ἠπάτα τὸν βασιλέα, καὶ ἔγνω τοὺς ᾠκειωμένους3) Βουλγάρους. ὅπως κατὰ Βουλγάρων ἐξεστράτευσε καὶ νοσήσας ὑπέστρεφε 1) καὶ κατέστρεψε τὴν ζωήν. οἷα κατὰ τῶν μοναχῶν καὶ τῶν μοναστηρίων καὶ κατὰ τῶν σεπτῶν λειψάνων τῶν ἁγίων ὁ πάντολμος ἐτόλμα. περὶ τοῦ ἱεροῦ λειψάνου τῆς πανευφήμου μάρ- τυρος Εὐφημίας.